📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 撒母耳記上

True

撒母耳記上 第 25 章

希臘文原文.44 節.部分字詞可點開查義

← 第 24 章第 26 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
25:1
καὶ ἀπέθανεν Σαμουηλ καὶ συναθροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαθαιμ καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν
撒母耳死了。以色列眾人聚集,為他捶胸哀哭,將他葬在亞瑪他音他自己的家裡。大衛起身,下到瑪安的曠野。
And Samuel died, and all Israel gathered together and beat their breasts for him and buried him in his house in Armathaim. And David arose and went down to the wilderness of Maan.
25:2
καὶ ἦν ἄνθρωπος ἐν τῇ Μααν καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ καὶ ὁ ἄνθρωπος μέγας σφόδρα καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ
在瑪安有一個人,他的羊群在迦密。那人極其富足,有羊三千、山羊一千。他正在迦密剪羊毛。
And there was a man in Maan, and his flocks were in Carmel. And the man was very great, and he had three thousand sheep and a thousand goats. And it happened while he was shearing his flock in Carmel.
25:3
καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβαλ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν καὶ ὁ ἄνθρωπος κυνικός
那人名叫拿八,他妻子名叫亞比該。他的妻子聰明良善,容貌極其美麗;那人卻剛硬,行事凶惡,性情像狗一樣。
And the man's name was Nabal, and his wife's name was Abigaia. And his wife was good in understanding and very beautiful in appearance; but the man was harsh and evil in his doings, and the man was like a dog.
25:4
καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ
大衛在曠野聽見迦密人拿八正在剪他的羊毛。
And David heard in the wilderness that Nabal the Carmelite was shearing his flock.
25:5
καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην
大衛就打發十個僕人,對那些僕人說:你們上迦密去,到拿八那裡,提我的名向他問安。
And David sent ten young men, and said to the young men, Go up to Carmel, and go to Nabal, and greet him in my name with peace.
25:6
καὶ ἐρεῖτε τάδε εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα
你們要這樣說:願你年年平安!願你和你的家,並你一切所有的,都康健。
And you shall say thus: May you live for years to come! And may you be in health, and your house, and all that is yours in health.
25:7
καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι νῦν οἱ ποιμένες σου οἳ ἦσαν μεθ’ ἡμῶν ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ
現在我聽說有人為你剪羊毛。你的牧人先前與我們同在曠野,我們沒有攔阻他們;他們在迦密的一切日子,我們也沒有吩咐他們一句話。
And now, behold, I have heard that your shepherds are now shearing for you. They were with us in the wilderness, and we did not hinder them, nor did we command them anything all the days they were in Carmel.
25:8
ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελοῦσίν σοι καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου ὅτι ἐφ’ ἡμέραν ἀγαθὴν ἥκομεν δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυιδ
你可以問你的僕人,他們必告訴你。願我的僕人在你眼前蒙恩,因為我們是在好日子來的。求你隨手取些什麼,賜給你的兒子大衛。
Ask your young men, and they will tell you. Let my young men find favour in your eyes, for we have come on a good day. Give, I pray, whatever your hand may find, to your son David.
25:9
καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τοὺς λόγους τούτους πρὸς Ναβαλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυιδ καὶ ἀνεπήδησεν
大衛的僕人到了,就奉大衛的名,照這一切話向拿八述說了這些話;他卻跳了起來。
And the young men came and spoke these words to Nabal, according to all these words, in the name of David; and he leapt up.
25:10
καὶ ἀπεκρίθη Ναβαλ τοῖς παισὶν Δαυιδ καὶ εἶπεν τίς ὁ Δαυιδ καὶ τίς ὁ υἱὸς Ιεσσαι σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ
拿八回答大衛的僕人說:大衛是誰?耶西的兒子是誰?近來從主人面前逃走的僕人甚多。
And Nabal answered David's servants and said, Who is David? And who is the son of Iessai? Nowadays there are many servants who run away, each from before his master.
25:11
καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοῖς κείρουσίν μου τὰ πρόβατα καὶ δώσω αὐτὰ ἀνδράσιν οἷς οὐκ οἶδα πόθεν εἰσίν
我豈可拿我的餅、我的酒,和我為剪羊毛的人所宰的牲畜,去給那些我不知道從哪裡來的人呢?
Shall I take my bread and my wine and my meat that I have slaughtered for those who shear my sheep, and give it to men whom I do not know where they are from?
25:12
καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυιδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυιδ κατὰ τὰ ῥήματα ταῦτα
大衛的僕人就轉身上路,回去來到大衛那裡,照這一切話告訴了他。
And David's young men turned back to their way, and returned and came and reported to David according to these words.
25:13
καὶ εἶπεν Δαυιδ τοῖς ἀνδράσιν αὐτοῦ ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀνέβησαν ὀπίσω Δαυιδ ὡς τετρακόσιοι ἄνδρες καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν
大衛對跟隨他的人說:你們各人都要佩上自己的刀!於是約有四百人跟隨大衛上去,有二百人留下看守器具。
And David said to his men, Let each gird on his sword. And about four hundred men went up after David, and two hundred stayed with the baggage.
25:14
καὶ τῇ Αβιγαια γυναικὶ Ναβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων ἰδοὺ Δαυιδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν καὶ ἐξέκλινεν ἀπ’ αὐτῶν
有一個僕人告訴拿八的妻子亞比該說:看哪,大衛從曠野打發使者來,要祝福我們的主人,主人卻轉身躲開他們。
And one of the young men told Abigaia, Nabal's wife, saying, Behold, David sent messengers out of the wilderness to bless our master, but he turned away from them.
25:15
καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρ’ αὐτοῖς καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ
但那些人待我們極好;我們與他們同在的一切日子,並我們在田野的時候,他們沒有攔阻我們,也沒有吩咐我們什麼。
But the men were very good to us; they did not hinder us, nor command us anything all the days we were with them, and when we were in the field.
25:16
ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἤμεθα παρ’ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον
我們與他們同在牧養羊群的一切日子,無論黑夜白晝,他們都像牆垣護衛我們。
They were as a wall around us both by night and by day, all the days we were with them shepherding the flock.
25:17
καὶ νῦν γνῶθι καὶ ἰδὲ τί σὺ ποιήσεις ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ καὶ οὗτος υἱὸς λοιμός καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν
現在你要知道、要看明你所當行的,因為禍患已經定了,要臨到我們的主人和他的全家。他是個匪類,無人能與他說話。
And now know and see what you will do; for evil is determined against our master and against his house; and he is a son of pestilence, and no one can speak to him.
25:18
καὶ ἔσπευσεν Αβιγαια καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οιφι ἀλφίτου καὶ γομορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους
亞比該急忙取了二百個餅、兩皮袋酒、五隻預備好的羊、五伊法烘熟的麥子、一俄梅珥葡萄乾、二百個果餅,都馱在驢上。
And Abigaia hurried and took two hundred loaves, and two skins of wine, and five sheep ready dressed, and five oiphi of parched grain, and one gomor of raisins, and two hundred cakes of dried fruit, and loaded them on the donkeys.
25:19
καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς προπορεύεσθε ἔμπροσθέν μου καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν
她對僕人說:你們在我前頭走,看哪,我隨後就來。她卻沒有告訴她的丈夫。
And she said to her young men, Go on before me; behold, I am coming after you. But she did not tell her husband.
25:20
καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς καὶ ἀπήντησεν αὐτοῖς
她騎著驢下山、在山的遮蔽處行走的時候,看哪,大衛和跟隨他的人正下來迎著她,她就迎見了他們。
And it happened, as she rode on the donkey and came down under the cover of the mountain, behold, David and his men were coming down to meet her, and she met them.
25:21
καὶ Δαυιδ εἶπεν ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθῶν
大衛曾說:我在曠野白白地看守這人一切所有的,我們也沒有吩咐人從他一切所有的拿走什麼;他竟以惡報善待我。
And David had said, Surely in vain I have guarded all that was his in the wilderness, and we commanded nothing to be taken from all that was his; and he has repaid me evil for good.
25:22
τάδε ποιήσαι ὁ θεὸς τῷ Δαυιδ καὶ τάδε προσθείη εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβαλ ἕως πρωὶ οὐροῦντα πρὸς τοῖχον
願神重重地降罰與大衛!凡屬拿八的男丁,我若留一個到天亮,願神也如此行。
May God do so to David, and more also, if I leave until morning, of all that belongs to Nabal, one that urinates against a wall.
25:23
καὶ εἶδεν Αβιγαια τὸν Δαυιδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυιδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν
亞比該看見大衛,就急忙下驢,在大衛面前臉伏於地,向他俯伏在地下拜。
And when Abigaia saw David, she hurried and got down from the donkey, and fell before David on her face and did obeisance to him to the ground.
25:24
ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν ἐν ἐμοί κύριέ μου ἡ ἀδικία λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου καὶ ἄκουσον τῆς δούλης σου λόγον
她俯伏在他腳前說:我主啊,願這罪歸在我身上。求你容婢女向你耳中說話,求你聽婢女的話。
At his feet she said, Upon me, my lord, be the iniquity. Let your servant speak, I pray, in your ears, and hear the word of your servant.
25:25
μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὕτως ἐστίν Ναβαλ ὄνομα αὐτῷ καὶ ἀφροσύνη μετ’ αὐτοῦ καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου ἃ ἀπέστειλας
求我主不要把心放在拿八這個匪類身上;他的名怎樣,他的為人也怎樣:他名叫拿八,愚妄也與他同在。至於我,你的婢女,並沒有看見我主所打發的僕人。
Let not my lord set his heart against this man of pestilence; for as his name is, so is he: Nabal is his name, and folly is with him. But I, your servant, did not see the young men whom you sent.
25:26
καὶ νῦν κύριε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου καθὼς ἐκώλυσέν σε κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σῴζειν τὴν χεῖρά σού σοι καὶ νῦν γένοιντο ὡς Ναβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά
我主啊,現在我指著永生的主、又指著你的性命起誓:主既攔阻你流無辜人的血,又保全你的手不為自己報仇,現在願你的仇敵,和謀害我主的人,都像拿八一樣。
And now, my lord, as the Lord lives and as your soul lives, since the Lord has kept you from coming into innocent blood and from saving yourself by your own hand, now may your enemies, and those who seek evil against my lord, be as Nabal.
25:27
καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου
現在求你收下婢女給我主帶來的這禮物,賜給跟隨我主的僕人。
And now take this blessing which your servant has brought to my lord, and give it to the young men who attend my lord.
25:28
ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου ὅτι ποιῶν ποιήσει κύριος τῷ κυρίῳ μου οἶκον πιστόν ὅτι πόλεμον κυρίου ὁ κύριός μου πολεμεῖ καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε
求你饒恕婢女的過犯。主必定為我主建立堅固的家,因為我主爭戰是為主爭戰;並且在你身上永遠查不出有什麼惡來。
Forgive, I pray, the transgression of your servant; for the Lord will surely make for my lord a sure house, because my lord fights the battles of the Lord; and no evil shall ever be found in you.
25:29
καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου καὶ ἔσται ἡ ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ κυρίῳ τῷ θεῷ καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης
雖有人起來追趕你、尋索你的性命,我主的性命卻必包裹在生命的囊中,存在主神那裡;至於你仇敵的性命,你必從機弦中甩出去。
And though a man shall rise up to pursue you and to seek your life, yet the life of my lord shall be bound in the bundle of life with the Lord God; but the life of your enemies you shall sling out from the midst of the sling.
25:30
καὶ ἔσται ὅτι ποιήσει κύριος τῷ κυρίῳ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ καὶ ἐντελεῖταί σοι κύριος εἰς ἡγούμενον ἐπὶ Ισραηλ
到了主照著他所應許你的一切美事待我主,立你作以色列的君的時候,
And it shall be, when the Lord does for my lord all the good things he has spoken concerning you, and appoints you as leader over Israel,
25:31
καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ καὶ ἀγαθώσει κύριος τῷ κυρίῳ μου καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ
這事就不至於成為我主的可憎之事和絆腳石,就是無故流無辜人的血,並我主親手為自己報仇。主賜福與我主的時候,求你記念你的婢女,恩待她。
then this shall not be to you an abomination and a stumbling block to my lord, to have shed innocent blood without cause, and to have saved my lord's own hand for himself. And when the Lord does good to my lord, then remember your servant, to do good to her.
25:32
καὶ εἶπεν Δαυιδ τῇ Αβιγαια εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἀπέστειλέν σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μου
大衛對亞比該說:主以色列的神是當受稱頌的,因為他今日差你來迎接我。
And David said to Abigaia, Blessed be the Lord God of Israel, who sent you today to meet me.
25:33
καὶ εὐλογητὸς ὁ τρόπος σου καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί
你的行事為人是當受稱頌的;你也是蒙福的,因你今日在這事上攔阻我,使我不至於流血,也不至於用我的手自救。
And blessed be your manner, and blessed are you who have kept me back today in this from coming into bloodshed and from saving myself by my own hand.
25:34
πλὴν ὅτι ζῇ κύριος ὁ θεὸς Ισραηλ ὃς ἀπεκώλυσέν με σήμερον τοῦ κακοποιῆσαί σε ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι τότε εἶπα εἰ ὑπολειφθήσεται τῷ Ναβαλ ἕως φωτὸς τοῦ πρωὶ οὐρῶν πρὸς τοῖχον
然而,我指著永生的耶和華以色列的神起誓,就是今日攔阻我加害於你的那一位:你若不急忙來迎接我,那時我說:到早晨天亮的時候,凡屬拿八的,連一個向牆撒尿的也必不留下。
Nevertheless, as the Lord God of Israel lives, who has hindered me today from doing you harm—for unless you had hurried and come to meet me, then I said, Surely there shall not be left to Nabal until the light of the morning one that urinates against a wall.
25:35
καὶ ἔλαβεν Δαυιδ ἐκ χειρὸς αὐτῆς πάντα ἃ ἔφερεν αὐτῷ καὶ εἶπεν αὐτῇ ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου βλέπε ἤκουσα τῆς φωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου
大衛就從她手中收了她所帶來給他的一切,對她說:平平安安地上你家去吧。你看,我已聽了你的聲音,也悅納了你的情面。
And David took from her hand all that she had brought him, and said to her, Go up in peace to your house. See, I have listened to your voice and have accepted your person.
25:36
καὶ παρεγενήθη Αβιγαια πρὸς Ναβαλ καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως καὶ ἡ καρδία Ναβαλ ἀγαθὴ ἐπ’ αὐτόν καὶ αὐτὸς μεθύων ἕως σφόδρα καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωί
亞比該到拿八那裡,看哪,他在家中擺設筵席,如同王的筵席。拿八心中暢快,並且大醉。直到早晨天亮,她一句小事大事都沒有告訴他。
And Abigail came to Nabal, and behold, he had a banquet in his house like a king's banquet, and Nabal's heart was merry within him, and he was exceedingly drunk. And she did not tell him a word, small or great, until the light of the morning.
25:37
καὶ ἐγένετο πρωί ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβαλ ἀπήγγειλεν αὐτῷ ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ καὶ αὐτὸς γίνεται ὡς λίθος
到了早晨,拿八酒醒了,他的妻子把這些話告訴他,他的心就死在他裡面,他變得像石頭一樣。
And it came to pass in the morning, when Nabal had sobered up from the wine, that his wife told him these words, and his heart died within him, and he becomes like a stone.
25:38
καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν κύριος τὸν Ναβαλ καὶ ἀπέθανεν
過了約有十日,耶和華擊打拿八,他就死了。
And it came to pass after about ten days, that the Lord struck Nabal, and he died.
25:39
καὶ ἤκουσεν Δαυιδ καὶ εἶπεν εὐλογητὸς κύριος ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβαλ καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν καὶ τὴν κακίαν Ναβαλ ἀπέστρεψεν κύριος εἰς κεφαλὴν αὐτοῦ καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐλάλησεν περὶ Αβιγαιας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα
大衛聽見,就說:耶和華是當受稱頌的,因他從拿八手中為我所受的羞辱伸了冤,又保全他的僕人脫離諸般的惡;耶和華也使拿八的惡歸到他自己頭上。大衛就打發人去,提說要娶亞比該為妻。
And David heard and said, Blessed be the Lord, who has judged the case of my reproach at the hand of Nabal, and has preserved his servant from the hand of evils; and the Lord has returned Nabal's wickedness upon his own head. And David sent and spoke concerning Abigail, to take her to himself as wife.
25:40
καὶ ἦλθον οἱ παῖδες Δαυιδ πρὸς Αβιγαιαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυιδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λαβεῖν σε αὐτῷ εἰς γυναῖκα
大衛的僕人到了迦密見亞比該,對她說:大衛打發我們到你這裡來,要娶你給他為妻。
And David's servants came to Abigail at Carmel and spoke to her, saying, David has sent us to you, to take you to him as wife.
25:41
καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου
她就起來,面伏於地下拜,說:看哪,你的婢女願作使女,洗你僕人的腳。
And she arose and did obeisance to the ground upon her face, and said, Behold, your handmaid is for a servant-girl to wash the feet of your servants.
25:42
καὶ ἀνέστη Αβιγαια καὶ ἐπέβη ἐπὶ τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυιδ καὶ γίνεται αὐτῷ εἰς γυναῖκα
亞比該起來,騎上驢,有五個使女跟隨她;她跟著大衛的僕人去,就作了他的妻子。
And Abigail arose and mounted upon the donkey, and five maidens followed her; and she went after David's servants, and she becomes his wife.
25:43
καὶ τὴν Αχινααμ ἔλαβεν Δαυιδ ἐξ Ιεζραελ καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες
大衛又娶了耶斯列的亞希暖,她們二人都作了他的妻子。
And David took Achinaam from Iezrael, and both of them were wives to him.
25:44
καὶ Σαουλ ἔδωκεν Μελχολ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυιδ τῷ Φαλτι υἱῷ Λαις τῷ ἐκ Ρομμα
掃羅已將他的女兒米甲,就是大衛的妻,給了羅瑪人拉億的兒子帕提。
And Saul had given Melchol his daughter, David's wife, to Phalti son of Lais, the one from Romma.
← 第 24 章第 26 章 →
12345678910111213141516171819202122232425262728293031

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。