📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 7 章 第 2/4 段

希臘文原文.67 節.部分字詞可點開查義.本章太長已分段,此段為 7:8.37–7:15.4(全章共 259 節)

← 第 6 章第 8 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
7:8.37
Μετὰ δὲ τοὺς εἰρημένους Ἑβραίους, ἐπειδὴ εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος, ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνεστὼς ἐπλεόναζέν τε ὁσημέραι καὶ ἐπλήθυνεν, τὰ μὲν τῆς εὐσεβοῦς ἀγωγῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει καὶ ἀπημβλύνετο, τὰ δὲ τῆς παρ Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλουμένων κατίσχυε πληθύος ὡς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν
在上述諸希伯來人之後,因其後裔的族群日漸增多,猶太民族既已由他們形成,日益增長繁衍,其古代蒙神喜愛的祖先所遵循的虔敬生活方式,便在他們之中漸漸衰弱、變得遲鈍;而他們寄居埃及之影響,竟壓倒了這群人先前的一切,以致祖傳的德行歸於遺忘,他們的生活轉向與埃及人相同的習俗,以致看來與埃及人的性情毫無分別。
After the aforementioned Hebrews, since the race of their descendants was increasing into a great multitude, and already the nation of the Jews, having been formed from them, was daily growing more numerous and multiplying, the pious manner of life of their ancient God-beloved forefathers gradually weakened and grew dull among them, while their sojourn among the Egyptians so far overpowered the multitude of the aforementioned that their ancestral virtue passed into oblivion, and their lives were carried about into the same manner as the Egyptians, so that they seemed in no way to differ from the Egyptians in character.
7:8.38
ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς προγόνους αὐτῶν πιστούμενος ἐπαγγελίας· κἄπειτα δι αὐτοῦ τὰ ἀνάγραπτα θαύματα καὶ τὰς παραδόξους θεοσημίας ἐπιτελέσας τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλλεται νόμον·
於是,當他們淪落至此等境地時,其祖先之神便差遣摩西,作他們的領袖與立法者,藉神諭確認向其祖先所立的應許;隨後,藉著摩西成就了記載中的種種神蹟與奇妙的神聖徵兆,又頒布了適合聽者品性的律法。
At this point, then, when they had been reduced to such a state, the God of their forefathers sends forth Moses as leader and lawgiver, confirming through oracles the promises made to their ancestors; and then, having accomplished through him the recorded wonders and marvelous divine signs, he sets forth the law fitted to the character of those who would hear it.
7:8.39
οἳ μὴ ζηλώσαντες τὴν πάτριον ἀρετὴν δι ἀβελτερίαν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθεῖς καὶ νενοσηλευμένοι, τὴν κατάλληλον παρελάμβανον πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττομένου Μώσεως, τὰ δὲ δι ὑπονοιῶν αἰνιττομένου, σύμβολά τε καὶ σκιὰς, ἀλλ οὐ γυμνὴν ἀλήθειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθεμένου
那些因愚昧而未效法祖先德行的人,其靈魂猶如染病、受制於情慾,便領受了與之相稱的政體——其中一部分由摩西以明白的話語公開規定,另一部分則藉隱義暗示,摩西為他們定下應當持守遵行的乃是象徵與影像,而非赤裸的真理。
Those who, through foolishness, did not emulate their ancestral virtue, being as it were diseased and passion-ridden in their souls, received the corresponding polity—some things being openly ordained by Moses in plain terms, others hinted at through hidden meanings, Moses having laid down for them to guard and observe symbols and shadows, but not the naked truth.
7:8.40
καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα ἐντεῦθέν ποθεν ἀπὸ Μώσεως ἀρξάμενον μέχρι καὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ταῖς τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ, ὅτι δὴ καὶ τοῦτο Μωσέως ἣν αὐτοῦ καὶ τῶν μετέπειτα προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωσέως νόμιμά τε καὶ διατάγματα ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς καινῆς δηλαδὴ διαθήχης, τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέλους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται
誠然,猶太的政體自摩西起始,一直延續至我們救主耶穌基督降臨之時,正如其本族先知的話語所預言的;因為這也正是摩西本人及其後諸先知的宣告:摩西的律法與典章不會終止,直到基督之事顯現——亦即新約之事,這新約已藉著我們的救主向萬國宣揚;而這一切也正在此處到了終結,正如所宣告的那樣。
And indeed the Jewish polity, having begun from this point somewhere from Moses, endures until the very coming of our Savior Jesus Christ, in accordance with the voices of their own prophets, since indeed this too was a pronouncement of Moses himself and of the later prophets—that the laws and ordinances of Moses should not cease before the things of Christ appeared, namely the things of the new covenant, which has been proclaimed through our Savior to all the nations; which indeed came to its end here, as has also been proclaimed.
7:8.41
Ἀλλ' ἐπειδὴ τὸν τῶν πρὸ Μώσεως Ἑβραίων βίον ἐν ὀλίγῳ διεληλύθαμεν, καὶ τόν γε τῆς κατ αὐτοὺς εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ τὸν δογματικὸν αὐτῶν τρόπον ἀπό τε τῆς Μώσεως γραφῆς καὶ τῶν μετ αὐτὸν προφητῶν ἐπισκέψασθαι
然而,既然我們已簡略地回顧了摩西以前希伯來人的生活,並闡明了他們虔敬的特質,現在該是從摩西的著作及其後諸先知,考察他們教義方式的時候了。
But since we have briefly gone through the life of the Hebrews before Moses, and have set forth the character of their piety, it is time also to examine their doctrinal manner, from the writing of Moses and the prophets after him.
7:9.1
Πρῶτος δ οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος θεόλογος τε καὶ νομοθέτης, πολιτείαν εὐσεβείᾳ προσήκουσαν διὰ τῆς οἰκείας γραφῆς τῷ Ἰουδαίων ἔθνει προκαταβαλλόμενος, οὐ τοῖς κοινοῖς καὶ πεπατημένοις ᾠήθη δεῖν χρήσασθαι προοιμίοις τῶν λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν, τάς τε δημοτελεῖς καὶ πολιτικὰς περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων διατάξεις, ἀπὸ τῆς πατρίου θεολογίας δεῖν ᾤετο τὴν καταρχὴν ποιήσασθαι τῆς διδασκαλίας, οὐδὲ ἑτέραν μάθησιν οἰκείαν νόμοις εὐσεβείᾳ προσήκουσιν ἡγησάμενος, ἢ τὴν ἄνωθεν ἐκ προπατόρων εἰς αὐτὸν ἥκουσαν θεολογίαν
首先,那位奇妙的神學家兼立法者,藉自己的著作為猶太民族奠定一套合乎虔敬的政體,他認為不應採用世俗習見、老生常談的開場白;反之,在論及一切命令當行、禁止不當行之律法,以及有關人際契約之公共與政治規範之前,他認為應當從祖傳神學開始其教導,因為他認為,除了自古祖先傳承至他的神學之外,沒有其他學問更適合作為合乎虔敬之律法的根基。
First of all, then, that wondrous theologian and lawgiver himself, laying down through his own writing for the Jewish nation a polity befitting piety, did not think it right to make use of the common and well-trodden preambles of speech; but, before setting forth every law that commands what is to be done and forbids what is not, and the public and civic ordinances concerning contracts with one another, he thought it necessary to make the beginning of his teaching from the ancestral theology, considering no other learning proper to laws befitting piety than the theology handed down to him from the forefathers of old.
7:9.2
ἄρχεται τοιγαροῦν ἀπὸ θεοῦ κατὰ τὰ πάτρια τῆς τῶν προγόνων Ἑβραίων θεολογίας, οὐχ ᾗ φίλον Αἰγυπτίοις καὶ Φοίνιξιν ἦν ἢ τοῖς λοιποῖς ἔθνεσιν εἰς πλῆθος καταβάλλουσι τὴν σεβάσμιον προσηγορίαν, θεούς τε ὁρωμένους μὲν τοὺς κατ οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους, ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους, ἢ καὶ τοὺς χθονίους καὶ ἀερίους δαίμονας, κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα
他便從神開始,依循希伯來祖先的祖傳神學——並非依照埃及人與腓尼基人或其餘外邦人的喜好,他們將那尊貴的稱謂濫加於眾多對象之上,既以天上可見的光體為神明,又以不可見、看不見者為神——或是已故之人,或是地上與空中的鬼靈——一如我們先前已駁斥過的那樣。
He begins, then, from God, according to the ancestral theology of the forefathers of the Hebrews—not as it pleased the Egyptians and Phoenicians or the rest of the nations, who cast down the venerable appellation upon a multitude, considering as gods the visible luminaries in heaven, but also the invisible and unseen—either those departed from among men, or the earthly and aerial demons—according to what has been refuted by us before.
7:9.3
ἀλλὰ γὰρ ἀπὸ τοῦ πάντων αἰτίου ἀοράτων τε καὶ ὁρατῶν δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινὸς μεγαλοπόλεως τοῦ κόσμου βασιλέα καταστήσας
反之,摩西乃是從萬物之因、亦即不可見與可見之物的創造者開始其全部論述,教導世人:這位便是宇宙構成之立法者,如同將祂立為一座偉大城邦——世界——之君王。
But rather, having made the beginning of the whole discourse from the cause of all things, the maker of things invisible and visible, he teaches that this one is the lawgiver of the constitution of the universe, having established him, as it were, king of one great city, the cosmos.
7:9.4
παιδεύει τοιγαροῦν ἀρχόμενος τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοῦ σμικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων
如此開端後,他教導我們,當認定這一位不僅是祂稍後將為世人制定之律法的創立者與主宰,也是宇宙萬有之本性中一切事物的主宰。
Beginning thus, he instructs us to consider this one to be not only the author and lord of the laws that would shortly afterward be ordained by him for men, but also of the things in the nature of the universe.
7:10.1
Βασιλέα γὰρ αὐτὸν καὶ νομοθέτην τοῦ σύμπαντος κόσμου παριστᾷ· νεύματι μὲν γὰρ αὐτοῦ καὶ δυνάμει τὴν τῶν ἁπάντων οὐσίωσιν γεγονέναι, νόμοις δὲ καὶ ὅροις πάλιν αὐτοῦ ὁδῷ καὶ τάξει τὸν σύμπαντα διακυβερνᾶσθαι αἰῶνα
因為他將神呈現為全宇宙的君王與立法者;蓋憑祂的頷首與大能,萬有之存在得以成就,而又憑祂的律法與定則,依循秩序與安排,整個時代得以治理。
For he presents him as king and lawgiver of the whole cosmos; for by his nod and power the coming-into-being of all things occurred, while by his laws and ordinances again, in orderly way and due arrangement, the whole age is governed.
7:10.2
λόγῳ μὲν γὰρ καὶ νόμῳ θεοῦ πρῶτον ἀπάντων οὐρανὸν ἐστερεῶσθαι, καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν φύσιν τοῖς λεπτομερεστέροις τῶν στοιχείων θαυμασίως ἐπαιωρεῖσθαι· λόγῳ δὲ καὶ νόμῳ θείῳ νυκτὸς καὶ ἡμέρας τὸν ἀμοιβαῖον ἀνακυκλεῖσθαι δρόμον, λόγῳ δὲ θεοῦ καὶ νόμῳ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ τὴν τῶν λοιπῶν ἀστέρων χορείαν ἐν πρέποντι κόσμῳ τὴν προσήκουσαν ἐξανύειν πορείαν, νόμῳ δὲ τοῦ παμβασιλέως τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν ἐνιαυτοῦ τε κύκλους καὶ τἀς ἐτησίους ὥρας τῇ παναρμονίῳ τοῦ παντὸς ἀποπληροῦσθαι συμφωνίᾳ, νόμῳ θεοῦ χειμῶνα μὲν ὑποχωρεῖν ἔαρι, τοῦτο δὲ ταῖς ἄγχιστα τῶν ὡρῶν τροπαῖς, καὶ θαλάττης δὲ βυθοὺς ταῖς χειμαδίοις πλημμυρίσιν ἐπικυματίζοντας νόμῳ θείῳ τοῖς οἰκείοις ἐναποκεκλεῖσθαι πελάγεσιν, ὡς μηδὲ τοὺς ὅρους τῶν ἱερῶν νόμων ὑπερβαίνειν τολμᾶν, καὶ τὴν ξηρὰν οὐσίαν ὀμβρίοις νάμασι καὶ νιφετοῖς νόμῳ θείῳ πάλιν συμμέτρως ἐπιχορηγουμένοις ἀρδομένην τὴν γῆν μυρία γένη φυτῶν τε καὶ ζῴων ἀναδιδόναι·
因為憑神的話語與律法,首先,穹蒼得以堅立;而大地那沉重堅實的質量,違反其自身本性,卻奇妙地懸浮於較為輕細的諸元素之上;憑神的話語與神聖律法,晝夜交替循環運轉;憑神的話語與律法,太陽本身與月亮以及其餘眾星的行列,皆在合宜的秩序中完成其應行的路徑;憑萬王之律法,時序的變換、時節的更替、年歲的循環以及每年四季,皆在宇宙全然和諧的協奏中得以成就;憑神的律法,冬去春來,此乃藉時節最接近的轉換而成;海洋的深淵在冬季氾濫中翻騰湧動,卻憑神聖律法被封閉於各自的海域之內,以致不敢僭越那神聖律法所定的界限;而乾旱的地土,又憑神聖律法適量供應的雨水與霜雪灌溉,生出無數種類的草木與生物。
For by the word and law of God, first of all, heaven was made firm; and the heavy and solid mass of earth, contrary to its own nature, is marvelously suspended upon the more subtle of the elements; by the word and divine law of God, night and day revolve in their alternating course; by the word of God and law, the sun itself and moon and the choir of the remaining stars accomplish their fitting course in becoming order; by the law of the all-king, the changes of the seasons and the alterations of the times, and the cycles of the year, and the yearly seasons, are fulfilled in the all-harmonious concord of the universe; by the law of God winter withdraws before spring, this by the nearest turnings of the seasons; and the depths of the sea, surging in wintry floods, are by divine law shut up within their own proper seas, so that they do not dare to transgress the boundaries of the sacred laws; and the dry substance of earth, watered by rain-streams and snows again supplied in due measure by divine law, brings forth countless kinds of plants and animals.
7:10.3
ἑνί τε λόγῳ, τὴν παμμήτορα τῶν ὅλων φύσιν, προστάγματι θεοῦ δεδουλωμένην, νόμοις θείοις ὑπείκειν καὶ τῇ τοῦ πανηγεμόνος θεοῦ βουλῇ· μὴ γὰρ εἰκῆ, μηδ ὡς ἔτυχε, μηδ αὐτομάτῳ καὶ ἀλόγῳ φορᾷ συνεστάναι τὸν τηλικοῦτον διάκοσμον, μηδ ἀναιτίου φύσεως ἔργον τυγχάνειν τὸ μέγα τοῦτο καὶ περικαλλὲς τεχνούργημα, ἀλλ εἶναι μὲν ποίημα τοῦ πανσόφου τῶν ὅλων ἀρχιτέκτονος, τοῦ δὲ αὐτοῦ λόγοις καὶ νόμοις ἱεροῖς διακυβερνᾶσθαι
總而言之,宇宙萬物之總母本性,既已受神之命令所役使,便順服於神聖的律法及那治理萬有之神的旨意;因為這如此浩大的宇宙秩序,並非隨意而生,也非偶然而成,更非出於某種自發、無理性的運動,這偉大而至美的技藝之工,亦非出於無因之本性所產生,而是萬有那全智建築者的作品,且由祂的話語與神聖律法所治理。
And, in a word, the all-mothering nature of the universe, having been enslaved by the command of God, yields to divine laws and to the will of the God who rules over all; for this so great a cosmic order was not constituted at random, nor as it chanced, nor by some automatic and irrational motion, nor is this great and most beautiful work of craftsmanship the product of a causeless nature, but it is the handiwork of the all-wise architect of the universe, and is governed by his words and sacred laws.
7:10.4
ἔνθεν ἀρξάμενος ὁ προφήτης, καὶ πρὸ τῆς ἀνθρώπων νομοθεσίας τοὺς περὶ τῆς τῶν ὅλων φύσεως προστάξας νόμους, πρώτιστα πάντων προσέχειν τῷ παμβασιλεῖ θεῷ, καὶ μὴ ἀπορρᾳθυμεῖν αὐτοῦ τῶν νόμων παρεκελεύσατο, ὅτι δὴ καὶ αὐτὸς ἥλιος οὐρανός τε καὶ κόσμος γῆ τε καὶ τὰ ἐπὶ γῆς ἅπαντα, ὅσα τε ἔργα φύσεως εἶναι νενόμισται. ἐντολαῖς αὐτοῦ καὶ διατάξεσιν ἱεροῖς τε νόμοις καὶ λόγοις δουλεύει
由此開端,先知在為世人立法之前,先訂立有關宇宙本性的律法,首先勸勉我們,凡事當先留意那萬王之神,切莫怠慢祂的律法,因為就連太陽本身、天與宇宙、地與地上萬物,以及一切被視為自然之作為者,皆服役於祂的命令與定則、祂神聖的律法與話語。
Beginning from this point, the prophet, having ordained laws concerning the nature of the universe even before the legislation for men, first of all exhorted us above all things to give heed to the all-king God, and not to be slothful concerning his laws, since indeed the sun itself, and heaven and cosmos, and earth and all things upon earth, and whatever are deemed works of nature, are enslaved to his commands and ordinances, his sacred laws and words.
7:10.5
διὸ καὶ μᾶλλον χρῆναι τὸ ἀνθρώπειον γένος, οὐ σμικρὸν μέρος τύγχανον του παντος, κατὰ τὸ ἀκόλουθον τοῖς θείοις προσανέχειν διατάγμασι, μηδ ἐλαττοῦσθαι τῶν κατὰ μέρος στοιχείων. γῇ μὲν γὰρ ἐν ἀρχῇ νομοθετῆσαι τὸν φήσαντα βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν· τὴν δὲ, ἅμα λόγῳ τὸ εὐπειθὲς ἐπιδεικνυμένην τῷ νόμῳ, οὔπω καὶ εἰς δεῦρο τῆς θείας παραμελῆσαι διατάξεως
因此,人類既非萬有中的渺小一部分,就更當按序遵循神聖的定則,不落於個別元素之後。因為神起初曾對大地立法說:「地要發生青草和結種子的菜蔬,並結果子的樹木」;而大地隨話語一出,便顯出對律法的順服,直至今日仍未忽略這神聖的定則。
Wherefore all the more it is fitting that the human race, being no small part of the whole, should, in due sequence, adhere to the divine ordinances, and not fall short of the individual elements. For God legislated to the earth in the beginning, saying, 'Let the earth bring forth grass of herbage, sowing seed according to its kind, and a fruit-bearing tree making fruit'; and the earth, at once with the word showing its obedience to the law, has not to this day neglected the divine ordinance.
7:10.6
οὕτω δὲ καὶ τὴν ὑγρὰν οὐσίαν; φήσαντος τοῦ θεοῦ ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσων, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, ἅμα λόγῳ τοὔργον ἀποδοῦναι, ὁρᾶσθαί τε εἰσέτι δεῦρο τῷ νόμῳ παρέχουσαν τὸ πειθήνιον
水的本質也是如此:神既說:「水要多多滋生有生命的活物,並有雀鳥飛在穹蒼之上」,話語一出,事便隨即成就,且至今仍可見其對律法的順服。
So too the watery substance: God having said, 'Let the waters bring forth creeping things having living souls, and birds flying above the firmament of heaven,' with the word the deed was rendered, and it may still be seen to this day yielding its obedience to the law.
7:10.7
εἰ δὲ δὴ καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τοῦ θείου νόμου καὶ αὐτοῖς διωρισμένου τοὺς οἰκείους ἀποδιδόναι δρόμους, εἶναί τε καὶ εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς, οὐ παραμελοῦσι τῆς νομοθεσίας, τίς ἂν ἔτι σοι λείποιτο συγγνώμης ἀποφυγὴ, τῶν θείων κατολιγωροῦντι νομων
但若太陽、月亮與眾星,這神聖的律法既已為它們規定各自的軌道,並使之成為記號、時節、日子與年歲之用,尚且不忽略這條律例,那麼,對於輕忽神聖律法的你,又還有甚麼寬恕的藉口可言呢?
But if indeed the sun and moon and stars, the divine law having also determined for them their proper courses, and their being for signs and for seasons and for days and for years, do not neglect this legislation, what excuse of pardon would still be left to you, who make light of the divine laws?
7:10.8
Ταῦτα προπαιδεύσας ὁ θαυμάσιος ἡμὰς τε εἶλε καὶ τῆς οἰκείας θεογνωσίας τε καὶ εὐσεβείας εἰκότως ζηλωτὰς κατεστήσατο, ὅτι μηδὲν τούτοις ὅμοιον παρὰ τοῖς τῶν προδηλωθέντων ἐθνῶν θεολόγοις εὑρεῖν δεδυνήμεθα
這位奇妙之人如此先行教導我們之後,既擄獲了我們的心,也理所當然地使我們熱切效法他自身對神的知識與虔敬,因為我們在前述諸邦的神學家中,實在找不到與此相似的事物。
Having thus given us this preliminary instruction, the wondrous one both captivated us and fittingly made us zealous emulators of his own knowledge of God and piety, since we have been unable to find anything similar to these among the theologians of the aforementioned nations.
7:10.9
μετὰ δὲ τὴν πρώτην θεολογίαν μέτεισιν ἐπὶ τὸ δεύτερον δόγμα φυσικὸν ὁμοῦ καὶ φιλόσοφον. μετὰ γοῦν τὴν περὶ θεοῦ γνῶσιν, τήν τε περὶ τῶν ὅλων διακόσμησιν, τάξει πρόεισιν ἐπὶ τὸ καὶ τῇ φύσει δεύτερον· τοῦτο δ ἦν τὸ περὶ φύσεως ἀνθρώπου, ὅτι δὴ μετὰ θεοῦ γνῶσιν ἀναγκαῖον γνῶναί τινα ἑαυτὸν, διόπερ ἐξῆς παιδεύει τί ἄνθρωπος καὶ τί τὸ προάγον αὐτὸν εἰς γνῶσιν καὶ εὐσέβειαν θεοῦ, τίς τε ἡ κατὰ τὸ προηγούμενον ἀνθρώπου ζωή. διελόμενος δῆτα τὸν περὶ ψυχῆς καὶ σώματος λόγον ἐν ψυχῇ μὲν ὁρίζεται τὸν ἀληθῆ ἄνθρωπον, νοερᾶς οὐσίας καὶ ἀσωμάτου καὶ λογικῆς μέτοχον, ὡς ἂν κατ εἰκόνα θεοῦ δεδημιουργημένον· σῶμα δὲ γεῶδες εἶναι περίβλημα ψυχῆς· τρίτον δὲ τούτοις προστίθησι προστίθησι, πνοὴν ζωῆς, ἑνωτικήν τινα καὶ τοῦ ἀπὸ γῆς ληφθέντος τῷ κατ εἰκόνα θεοῦ πεποιημένῳ συναπτικὴν δύναμιν
在頭一項神學之後,他進而論及第二項教義,此教義兼具自然與哲學性質。在論及神的知識與宇宙的安排之後,他依序進而論及本性上位居第二者——此即有關人之本性的教義,因為在認識神之後,必須在某種程度上認識自己;因此他接著教導人是甚麼,是甚麼引領人達到對神的知識與虔敬,以及甚麼是與人最尊貴之部分相稱的生活。既已區分靈魂與身體的論述,他便將真人定義為存在於靈魂之中,分有一種屬靈、無形且具理性的本質,因其乃是按神的形像所造;而身體則是靈魂的地上外衣;除此二者外,他又添加第三者——生命的氣息,某種聯結之力,將取自地土者與按神形像所造者結合為一。
After the first theology, he proceeds to the second doctrine, at once natural and philosophical. After the knowledge concerning God, and the arrangement concerning the universe, he proceeds in order to what is second also in nature; and this was the doctrine concerning the nature of man, since indeed after the knowledge of God it is necessary to know oneself in some measure; wherefore next he instructs what man is, and what it is that leads him to the knowledge and piety of God, and what is the life befitting man's foremost part. Having then distinguished the account concerning soul and body, he defines the true man as consisting in the soul, partaking of an intellectual, incorporeal, and rational substance, as having been fashioned according to the image of God; while the body is an earthly garment of the soul; and to these he adds a third—the breath of life, a certain unifying power, connecting that which was taken from the earth to that which was made according to the image of God.
7:10.10
καὶ τὴν πρώτην γε τοῦ δηλουμένου ἀνδρὸς διατριβὴν ἐν τρισμακαρίῳ θεοῦ παραδείσῳ, ἀθανάτω·ν καὶ αἰωνίων ἀγαθῶν ἔμπλεῳ, γεγονέναι ἱστορεῖ· νόμῳ δὲ θεοῦ καὶ τοῦτον ὁμοίως τοῖς ἄλλοις ἐν ἀρχαῖς τοῦ παντὸς ὑποβληθέντα δι ἀπροσεξίαν καὶ τῆς θείας ἐντολῆς παράβασιν τῆς τριποθήτου στερηθῆναι ζωῆς
他又敘述道,此人最初的居所乃在神那三重蒙福、充滿不朽永恆美善之樂園中;然而,憑神的律法,他也如其他萬物一般,在萬有之初便已受制於其中,卻因疏忽與違背神聖誡命,而被剝奪了那三重可慕的生命。
And he narrates that the first sojourn of this man came to be in the thrice-blessed paradise of God, filled with immortal and eternal goods; but by the law of God, he too, like the others, having been subjected in the beginning of the whole order, through inattention and transgression of the divine commandment, was deprived of the thrice-desired life.
7:10.11
Ταῦτά τοι ὁ Μώσης ἐν προοιμίοις τῶν ἱερῶν νόμων φιλοσοφεῖ, μονονουχὶ προκηρύττων μὴ παραμελεῖν τῆς οἰκείας ἀξίας καὶ ἧς ἐτύχομεν πρὸς τὸ θεῖον ἀφομοιώσεως, ἐξ ἧς ἡμῖν καὶ τὸ ἀθάνατον τῆς ψυχῆς προσκεκληρῶσθαι
摩西在聖律的序言中如此闡述哲理,幾乎是預先宣告我們不應忽略自身固有的尊嚴,以及我們所獲得那與神相似之處,靈魂的不朽正是由此而分配於我們。
These things, then, Moses philosophizes in the preambles of the sacred laws, all but proclaiming beforehand that we should not neglect our own proper dignity, and the likeness to the divine which we have obtained, from which also the immortality of the soul has been allotted to us.
7:10.12
μὴ γὰρ δὴ θεμιτὸν εἶναι βασιλέως ἀφανίζεσθαι εἰκόνα· εἶναι δὲ ἀρχέτυπον καὶ ἀληθῆ τοῦ θεοῦ τῶν ὅλων εἰκόνα τὸν αὐτοῦ λόγον, αὐτοσοφίαν τυγχάνοντα καὶ αὐτοζωὴν καὶ φῶς καὶ ἀλήθειαν, καὶ εἴ τι καλὸν καὶ ἀγαθόν τις ἐπινοήσειεν· εἰκόνα δὲ εἰκόνος τὸν ἀνθρώπειον νοῦν, παρ ὃ καὶ κατ εἰκόνα θεοῦ γεγονέναι ἀνωμολόγηται
因為君王的肖像被抹滅,是不合法的;而萬有之神那原型且真實的形像,便是祂的道(聖言),乃是本智慧、本生命,是光與真理,以及任何人所能設想的一切美善卓越之事;而形像之形像,則是人的心智,因此,人的心智也被公認為是按神的形像而造成的。
For it is not lawful that the image of a king should be effaced; and the archetypal and true image of the God of all things is his Word, being very Wisdom itself and very Life itself, and Light and Truth, and whatever else good and excellent one might conceive; while the image of the image is the human mind, wherefore it has also been acknowledged to have come into being according to the image of God.
7:10.13
ἀναγκαῖα δὲ ταῦτα εἶναι ᾤετο Προπαιδεύεσθαι τοὺς μέλλοντας ἱεροῖς προσανέχειν νόμοις, μνημονεύειν τε τί τὸ ἀπὸ γῆς ληφθὲν αὐτοῖς καὶ εἰς γῆν αὖθις ἀναλυθησόμενον, καὶ τί τὸ ἐν ἡμῖν κρεῖττον καὶ θεῷ ἐμφερὲς, ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων προσφέρεσθαι, μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν εἰς τὸν κατ εἰκόνα τοῦ θεοῦ ἄνθρωπον, μηδέ γε αύτὸν ῥυπαίνειν αἰσχραῖς καὶ παρανόμοις πράξεσι, φέρειν δὲ διὰ παντὸς τῆς πρώτης καὶ τρισμακαρίας ἐκείνης διατριβῆς τε καὶ ζωῆς τὸν πόθον, καὶ σπεύδειν παλινδρομεῖν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν, ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις καὶ μὴ κεκαθαρμένοις τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ πρῶτος δι ἀπροσεξίαν, θείας καταφρονήσας ἐντολῆς, ἀποπέπτωκεν
他認為,那些將要留心遵守聖律的人,必須事先在此等事上受教,並要記得那取自地土、終將再化為塵土者為何,以及我們裡面那更卓越、與神相似者為何,並當如何合宜對待這兩者——既不可侮辱、也不可對按神形像所造之人不敬,亦不可以可恥違法之行玷污自己,而要時常懷抱對那最初、三重蒙福的居所與生命之渴望,並急切盼望歸返,立願祈求重得那最初、三重蒙福的生命與尊榮;此外,也當從此地起便為前往那彼岸之路作準備,因為若非如此,凡俗且未經潔淨者,斷不能踏足那些聖事,正是因對此的疏忽,連首先之人也曾輕忽神聖誡命而由此墮落。
And he thought it necessary that those who were about to give heed to the sacred laws should be instructed beforehand in these things, and should remember what it is that was taken from the earth and will again be resolved into earth, and what it is in us that is superior and akin to God, and how it is fitting to treat each of the things mentioned—neither to insult nor to be impious toward the man made according to the image of God, nor to defile oneself with shameful and lawless deeds, but to bear always a longing for that first and thrice-blessed sojourn and life, and to hasten to return, making it a prayer to attain to that first and thrice-blessed life and dignity; but also to prepare oneself already from here for that departure yonder, since it is not otherwise possible for the profane and unpurified to set foot upon those sacred things, from which even the first man, through inattention, having despised the divine commandment, has fallen away.
7:10.14
ἐπὶ τούτοις ὁ ἱεροφάντης προστίθησιν ἄλλο συνεκτικώτατον δόγμα, μὴ ἀμφιγνοεῖν διδάσκων ὅτι δὴ πάρεστί τις ἑκάστῳ πονηρὸς δαίμων ἔφεδρος, βάσκανος καὶ μισόκαλος καὶ τῆς ἀνθρώπων ἀρχῆθεν ἐπίβουλος σωτηρίας
除此之外,這位聖事教導者又補充了另一項極為重要的教義,教導我們切莫懷疑:每個人身邊都潛伏著某個邪惡的鬼魔,牠嫉妒、憎恨良善,且自始便圖謀陷害人的救恩。
In addition to these things, the hierophant adds another most essential doctrine, teaching us not to be in doubt that there is present to each person a certain evil demon lying in wait, envious and hating the good, and from the beginning a plotter against the salvation of men.
7:10.15
δράκοντα δὲ τοῦτον καὶ ὄφιν ὀνομάζει, μέλανά τε καὶ σκότους οἰκεῖον, ἰοῦ τε καὶ κακίας πλήρη· ὃν καί φησι φθόνῳ τῆς ἡμετέρας ἐνθέου ζωῆς ὑποσκελίζειν εἰσέτι καὶ νῦν καὶ ὑποσύρειν ἕκαστον τῶν τῷ θεῷ προσανεχόντων πειρᾶσθαι· τούτου δ ἀπάτῃ καὶ τοὺς προπάτορας ἡμῶν τοῦ γένους τῆς θειοτέρας λήξεως ἐκπεσεῖν· διὸ καὶ χρῆναι διὰ παντὸς ἐγρηγορέναι πρὸς τὰς τοῦ δηλωθέντος κακοτέχνους ῥᾳδιουργίας
他稱此者為「龍」與「蛇」,黑暗且與幽暗為伍,充滿毒液與邪惡;他又說,此者出於嫉妒我們那蒙神啟示的生命,至今仍企圖絆倒、拖垮每一個依附於神的人;並且,正是因牠的欺騙,我們人類的先祖也從那更神聖的分業中墮落了;因此,必須時時警醒,防備這被如此描述者的惡毒詭計。
He names this one dragon and serpent, black and akin to darkness, full of venom and wickedness; and he says that this one, out of envy of our divinely inspired life, even now attempts to trip up and drag down each one of those who cling to God; and that by his deceit our forefathers of the race also fell from their more divine portion; wherefore it is necessary always to be on guard against the malicious contrivances of the one thus described.
7:10.16
καὶ τί χρὴ ταῦτα προλαμβάνειν, δέον ἤδη ποτὲ καὶ ἐξ αὐτῶν τῶν ἐγγράφων ἕκαστα διελθεῖν τῶν διηγορευμένων; ἀρξώμεθα δὴ πρῶτον ἀπὸ θεοῦ, βοηθὸν αὐτὸν ἐν πρώτοις διὰ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι
我們何必預先鋪陳這些事,此刻理當逕自從經文本身逐一考察所宣講的一切?那麼,讓我們首先從神開始,首先呼求祂藉著我們的救主作我們的幫助者。
And why need we anticipate these things, when it is now fitting at last to go through each of the things declared, directly from the very scriptures themselves? Let us then begin first from God, calling upon him first of all as our helper, through our Savior.
7:11.1
Τὴν μὲν δὴ τῆς θεολογίας ἀρχὴν ἀπὸ τῆς τῶν ὅλων ποιητικῆς τε καὶ δημιουργικῆς δυνάμεως ἀρχόμενος ὁ κατ αὐτοὺς λόγος παρίστησιν, οὐ συλλογισμοῖς οὐδὲ πιθανολογίαις πιθανολογίαις, δογματικώτερον δὲ καὶ διδασκαλικώτερον ἐπιθειάζων τῷ ἁγίῳ πνεύματι· ὑφ οὗ θεοφορούμενος ὧδέ πως ὁ Μωσῆς ἀπήρξατο τῆς θεολογίας, ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
依他們所傳,這論述便從宇宙的創造與匠造大能開始其神學的起點,並非藉三段論式或似是而非的論證,而是以更具教義性、教導性的方式,受聖靈感動而宣告;摩西便是在此靈感動下,如此展開他的神學:「起初神創造天地。」
The account according to them, then, beginning the origin of theology from the creative and demiurgic power of the universe, sets this forth not by syllogisms nor by plausible arguments, but rather in a more dogmatic and didactic manner, being inspired by the Holy Spirit; under whose influence Moses, thus divinely borne, began his theology in this way: 'In the beginning God made heaven and earth.'
7:11.2
εἶτά φησιν εἶπεν ὁ θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. καὶ πάλιν εἶπεν ὁ θεὸς, γενηθήτω στερέωμα, καὶ ἐγένετο. καὶ πάλιν εἶπεν ὁ θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ ὁμοιότητα, καὶ πᾶν ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο. καὶ αὖθις εἶπεν ὁ θεὸς γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτοὺς, καὶ ἐγένετο. καὶ πάλιν εἶπεν ὁ θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγένετο. καὶ πάλιν ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος, καὶ ἐγένετο
接著經文說:「神說:要有光,就有了光。神又說:要有穹蒼,事就這樣成了。神又說:地要發生青草,結種子的菜蔬,各從其類,並結果子的樹木,各從其類,果子都包著核,事就這樣成了。神又說:天上要有光體,可以照在地上,並要作記號、定節令、日子、年歲,事就這樣成了。神又說:水要多多滋生有生命的活物,各從其類,天空要有雀鳥,各從其類,事就這樣成了。神又說:地要生出走獸、昆蟲、地上的野獸,各從其類,事就這樣成了。」
Then it says: 'And God said, Let there be light: and there was light. And again God said, Let there be a firmament: and it was so. And again God said, Let the earth bring forth grass of herbage, sowing seed according to its kind and likeness, and every fruit-bearing tree making fruit, whose seed is in itself, according to its kind upon the earth: and it was so. And again God said, Let there be lights in the firmament of heaven, to shine upon the earth; and let them be for signs, and for seasons, and for days, and for years: and it was so. And again God said, Let the waters bring forth creeping things having living souls, according to their kind, and every bird of heaven according to its kind: and it was so. And again, let the earth bring forth four-footed creatures, and creeping things, and wild beasts of the earth according to their kind: and it was so.'
7:11.3
ἐν δὴ τούτοις φάσκουσα ἡ γραφὴ εἶπεν ὁ θεός τὸ θεῖον νεῦμα καὶ τὸ ὡδί πως γενέσθαι τὰ ὄντα βουληθῆναι τὸν θεὸν παρίστησιν, οὐ μὴν δὲ φωνῇ καὶ συλλαβαῖς φάναι αὐτὸν ἐπινοεῖν ἀναγκαῖον, ἀλλὰ τὸν πάντα λόγον ἀνακεφαλαιούμενος αὕτη φησὶν ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς
經文如此宣告,藉「神說」表明神以其神聖的頷首,願使萬物如此存在——並非必須設想祂以聲音與音節說話——而總結全部論述,此書如此說:「這是天地的來歷,在耶和華神造天地的日子,並天地中的萬物。」
In saying these things, the scripture, by 'God said,' sets forth that God, by his divine nod, willed that beings should come into existence in this manner—not that it is necessary to suppose he speaks with voice and syllables—but summing up the whole account, this book says: 'This is the book of the generation of heaven and earth, in the day that God made heaven and earth, and all things in them.'
7:11.4
τοιαύτη μὲν ἡ καθ Ἑβραίους θεολογία, λόγῳ θεοῦ δημιουργικῷ τὰ πάντα συνεστάναι παιδεύουσα. ἔπειτα δὲ, οὐχ ὧδε ἔρημον ὡς ὀρφανὸν ὑπὸ πατρὸς καταλειφθέντα τὸν σύμπαντα κόσμον ὑπὸ τοῦ συστησαμένου διδάσκει, ἀλλ εἰς τὸ ἀεὶ ὑπὸ τῆς τοῦ θεοῦ προνοίας αὐτὸν διοικεῖσθαι, ὡς μὴ μόνον δημιουργὸν εἶναι τῶν ὅλων καὶ ποιητὴν τὸν θεὸν, ἀλλὰ καὶ σωτἤρᾳ καὶ διοικητὴν καὶ βασιλέα καὶ ἡγεμόνα, ἡλίῳ αὐτῷ καὶ σελήνῃ καὶ ἄστροις καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ δι αἰῶνος ἐπιστατοῦντα, μεγάλῳ τε ὀφθαλμῷ καὶ ἐνθέῳ δυνάμει πάντ ἐφορῶντα, καὶ τοῖς πᾶσιν οὐρανίοις τε καὶ ἐπιγείοις ἐπιπαρόντα, καὶ τὰ πάντα ἐν κόσμῳ διατάττοντά τε καὶ διοικοῦντα
如此便是希伯來人的神學,教導萬物皆藉神創造的話語而共同存立。此外,這神學又進一步教導:宇宙並非如此被造它者遺棄、如同失怙的孤兒一般,反倒永遠受神的護理所治理,以致神不僅是萬有的匠造者與創造主,更是拯救者、治理者、君王與統帥,永遠監管太陽本身、月亮、眾星以及整個天與宇宙,以宏大之眼目與神聖之大能鑒察萬事,同在於一切天上與地上之事物,並在宇宙中安排、治理萬有。
Such then is the theology of the Hebrews, teaching that all things consist together by the creative word of God. Then it further teaches that the universe has not thus been left desolate, as an orphan bereft of a father, by him who constituted it, but that it is forever governed by the providence of God, so that God is not only demiurge and maker of all things, but also savior and administrator and king and ruler, presiding forever over the sun itself and moon and stars and the whole heaven and cosmos, beholding all things with a great eye and with divine power, present to all things heavenly and earthly alike, and ordering and administering all things in the cosmos.
7:11.5
ὥσπερ οὖν ἀμέλει καὶ οἷ μετὰ ταῦτα προφῆται, ἀκόλουθα καὶ αὐτοὶ θειάζοντες, τοτὲ μὲν ἀνεφώνουν ἐξ αὐτοῦ τοῦ θείου λέγοντες προσώπου θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ θεὸς πόρρωθεν. εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐ γνώσομαι αὐτό αὐτό; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος
誠然,其後的眾先知,同樣受神聖啟示而發言,有時彷彿以神自身的位格宣告:「主說:我豈為近處的神,不為遠處的神嗎?人豈能在隱密處藏身,使我看不見他呢?我豈不充滿天地嗎?這是主說的。」
Just as, then, also the prophets who came after these, themselves likewise speaking under divine inspiration, at one time proclaimed, speaking as it were from the very divine person: 'I am a God near at hand, says the Lord, and not a God afar off. Shall a man do anything in secret, and I shall not know it? Do not I fill heaven and earth? says the Lord.'
7:11.6
τοτὲ δὲ ὧδέ πη θεολογοῦντες τίς ἐμέτρησε χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη στ σταθμῷ καὶ τὰς νάπας ζυγῷ; τίς ἔγνω νοῦν κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο; καὶ πάλιν ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν. καὶ αὖθις ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα. καὶ ἑξῆς κύριος κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτὴν, ἐγὼ κύριος ὁ θεός. καὶ ἑξῆς ἐξέτεινα ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν· ἐγὼ κύριος ὁ θεὸς, οὐκ ἔστι πλὴν ἐμοῦ
又有時如此宣講神學:「誰曾用手心量諸水,用手虎口量蒼天,用升斗盛大地的塵土,用秤稱山嶺,用天平平岡陵呢?誰曾測度主的心,或作祂的謀士呢?」又說:「那立天如穹蒼、鋪張穹蒼如可住之帳棚的。」又說:「你們向上舉目觀看,是誰創造這萬象。」其後又說:「創造諸天、鋪張穹蒼、堅立大地和其中所出的、賜氣息給地上眾人、又賜靈性給行在其上之人的主耶和華如此說:我是主神。」其後又說:「我獨自鋪張諸天,堅立大地;我是主神,除我以外,並沒有別神。」
At other times, thus theologizing: 'Who has measured the water in his hand, and the heaven with a span, and all the earth with a handbreadth? Who has weighed the mountains in a balance, and the valleys in a scale? Who has known the mind of the Lord, and who has become his counselor?' And again: 'He who set up the heaven as a vault, and stretched it out as a tent to dwell in.' And again: 'Lift up your eyes on high, and see who has displayed all these things.' And thereafter: 'The Lord, the Lord God, who made heaven and established it, who made firm the earth and the things in it, and gives breath to the people upon it, and spirit to those who tread upon it: I am the Lord God.' And thereafter: 'I stretched out the heaven alone, and made the earth firm: I am the Lord God, there is none besides me.'
7:11.7
καὶ πάλιν οὕτως ἐρεῖτε αὐτοῖς, θεοὶ, οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς, καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ. κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως
又說:「你們要對他們如此說:不是那創造天地的神,必從地上、從天下被除滅。那用能力創造大地、用智慧建立世界、用聰明鋪張穹蒼的主,祂使雲霧從地極上騰,造電隨雨而閃,從祂府庫中帶出風來。各人因無知而成了愚昧。」
And again: 'Thus shall you say to them: The gods that have not made heaven and earth shall perish from the face of the earth, and from under this heaven. The Lord, who made the earth by his power, has established the world by his wisdom, and by his understanding has stretched out the heaven, and brought up clouds from the end of the earth; he made lightnings for the rain, and brought forth winds out of his treasuries. Every man has become foolish from lack of knowledge.'
7:11.8
καὶ πάλιν ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ κρθβῶ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει. εἰ ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ ὄρθρον, καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με. με
又說:「我往哪裡去躲避你的靈?我往哪裡逃、躲避你的面?我若升到天上,你在那裡;我若在陰間下榻,你也在那裡。我若展開清晨的翅膀,飛到海極居住,就是在那裡,你的手也必引導我。」
And again: 'Where shall I go from your spirit, and where shall I flee from your presence? If I ascend into heaven, you are there; if I go down into Hades, you are present. If I should take my wings toward the dawn, and dwell in the uttermost parts of the sea, even there your hand shall lead me.'
7:11.9
Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια τῶν μετὰ Μωσέα θεολόγων, τῶν δὴ καὶ Ἑβραίων, τυγχάνει, συνῳδὰ τοῖς παλαιτάτοις προπάτορσι θεολογούντων· τῶν δέ γε πρὸ Μώσεως θεοφιλῶν καὶ τρισμακαρίων ἀνδρῶν, τῶν δὴ καὶ πρώτων Ἑβραίων, αὐτοῦ τε πρώτου πάντων Ἁβραὰμ, ὅς καὶ προπάτωρ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀνείρηται, ἄκουε
然而,這些以及與此相似的言論,皆出自摩西之後的眾神學家——他們同樣也是希伯來人——與最古老的先祖們一致地宣講神學;但關於摩西以前那些蒙神喜愛、三重蒙福之人——他們也正是最早的希伯來人,其中首推亞伯拉罕——他既被記載為全猶太民族的先祖,且聽以下所言。
But these things, and things similar to these, belong to the theologians after Moses—who are indeed also Hebrews—theologizing in harmony with the most ancient forefathers; but concerning the God-beloved and thrice-blessed men before Moses, who are also indeed the first Hebrews, and first of all himself, Abraham—who has also been recorded as forefather of the whole Jewish nation—listen.
7:11.10
εἶπε εἶπε δὲ Ἁβραὰμ πρὸς βασιλέα Σοδόμων, ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ πρό γε τοῦ Ἁβραὰμ εἰσάγεται ὁ Μελχισεδὲκ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, τὸν Ἁβραὰμ εὐλογῶν τούτοις τοῖς ῥήμασιν εὐλογημένος Ἁβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ εὐλογητὸς ὁ θεὸς, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν
「亞伯拉罕對所多瑪王說:我已經向天地的主、至高的神舉手起誓。」而在亞伯拉罕之前,麥基洗德已被引介,為至高神的祭司,他以此言為亞伯拉罕祝福:「願至高神——那將你的敵人交在你手裡的——賜福給亞伯拉罕;至高神是應當稱頌的!」
'And Abraham said to the king of Sodom, I will stretch out my hand to the Most High God, who created heaven and earth.' And even before Abraham, Melchizedek is introduced, priest of the Most High God, blessing Abraham with these words: 'Blessed be Abraham of the Most High God, who delivered your enemies into your hand; and blessed be the Most High God, who created heaven and earth.'
7:11.11
ἔτι πρὸς τούτοις ὁ λόγος τὸν Ἁβραὰμ εἰσάγει τῷ οἰκείῳ τοιάδε προσδιαλεγόμενον θὲς θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρὸν μου, καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ, καὶ τὸν θεὸν τῆς γῆς. καὶ ἐπιλέγει κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην
此外,經文又記述亞伯拉罕對自己的僕人如此說:「把你的手放在我大腿底下,我要叫你指著耶和華——天上的神、地上的神——起誓。」他又補充道:「那將我從父家、從我本族之地帶領出來的天上的主神、地上的神……」
Further, in addition to these, the account introduces Abraham speaking thus to his own servant: 'Put your hand under my thigh, and I will make you swear by the Lord, the God of heaven, and the God of the earth.' And he adds: 'The Lord God of heaven, and the God of the earth, who took me from my father's house, and from the land of my birth.'
7:11.12
ἐπὶ πᾶσι τούτοις ἐν τῇ πρὸς αὐτὸν Μωσέαθεοφανείᾳ, πυθομένῳ τῷ Μωσεῖ, τίνα χρὴ τὸν θεὸν ἡγεῖσθαι, φησὶν ὁ χρησμὸς ἐγώ εἰμι ὁ ὤν· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ὁ ὣν ἀπέσταλκέ με πρὸς ὑμᾶς
於以上一切之外,在向摩西顯現之神顯事件中,摩西詢問當如何看待神時,神諭說:「我是那自有永有者;你要對以色列人這樣說:那自有者差我到你們這裡來。」
In addition to all these, in the theophany to him, when Moses inquired what he ought to consider God to be, the oracle says: 'I am the One who is; thus you shall say to the sons of Israel, He who is has sent me to you.'
7:11.13
Ταῦτα μὲν οὖν ἀπὸ μυρίων ὅσων τῆς Ἑβραίων θεολογίας ἐκκείσθω. ἆρ οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν αὐτοῖς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας, τῶν μὲν μηδ ὅλως εἶναι θεὸν ἀποφηναμένων, τῶν δὲ τοὺς ἀστέρας εἶναι φασκόντων, οὓς καὶ μύδρους τυγχάνειν διαπύρους, ἥλων καὶ πετάλων δίκην ἐμπεπηγότας τῷ οὐρανῷ, τῶν δὲ πῦρ εἶναι τεχνικὸν ὁδῷ βαδίζον, καὶ τῶν μὲν μὴ προνοίᾳ θεοῦ διοικεῖσθαι τὸν κόσμον, φύσει δέ τινι ἀλόγῳ, τῶν δὲ τὰ μὲν οὐράνια μόνα ὑπὸ θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς, καὶ πάλιν ἀγέννητον εἶναι τὸν κόσμον, καὶ μηδ ὅλως ὑπὸ θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι, τῶν δὲ ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασν γεγονέναι
以上便是從希伯來人神學中無數論述所摘取的部分。那麼,將希臘智者的種種神學與此相比、並列一較,豈是恰當之事?他們之中,有人宣稱根本沒有神;有人說眾星便是神明,而這些星辰其實不過是熾熱的塊體,如釘子或薄片般嵌在天上;有人說火是某種依循規律運行的技藝之力;有人主張宇宙並非由神的護理所治理,而是由某種無理性的本性所治理;有人主張唯有天上之事由神治理,地上之事卻不然;又有人主張宇宙未曾被生成,根本不是由神所造,而是自發、偶然而存在;還有人主張宇宙的構成,乃源自原子與細微、無靈魂、無理性的物體。
Let these things then be set forth from among countless others concerning the theology of the Hebrews. Is it, then, worthy to compare and set beside them, in comparison, the theologies of the wise Greeks—some of whom have declared that there is no God at all; others, that the stars are gods, which are but glowing masses fixed like nails or plates in the heaven; others, that fire is a technical/artistic force proceeding methodically; and some, that the cosmos is not governed by the providence of God, but by some irrational nature; others, that only the heavenly things are governed by God, but not the things upon earth; and again, that the cosmos is unbegotten, and did not come into being by God at all, but subsists automatically and by chance; and others, that the constitution of the universe came about from atoms and fine, soulless and irrational bodies?
7:11.14
ἀλλὰ τὰ μὲν ἐκ τῶν παρ Ἑβραίοις λογίων περὶ τοῦ τῶν ὅλων θεοῦ ὡς ἐν βραχέσι τοιαῦτα· συνιδεῖν δὲ ἕπεται καὶ τὰ μετὰ τὸν τῶν ὅλων θεὸν περὶ τῆς τῶν γενητῶν ἀρχῆς Ἑβραίοις πεφιλοσοφημένα
以上便是希伯來人典籍中論及萬有之神的簡要內容。接著我們理應進一步考察,希伯來人在論及萬有之神之後,對於受造之物本源所作的哲學思考。
But such, in brief, are the things from the oracles among the Hebrews concerning the God of all things. It remains for us next to consider what the Hebrews have philosophized concerning the origin of created things, after speaking of the God of all things.
7:12.1
Θαλῆς μὲν ὁ Μιλήσιος ἀρχὴν τῶν ἁπάντων τὸ ὕδωρ εἶναι ἀπεφήνατο, Ἀναξιμένης δὲ τὸν ἀέρα, Ἡράκλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμοὺς, Ἐπίκουρος ἅμα Δημοκρίτῳ σώματα ἄτομα, Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα. ἴδωμεν τοιγαροῦν καὶ τὰ παρ Εβραίοις λόγια
米利都的泰勒斯宣稱水是萬物的本源,阿那克西米尼認為是氣,赫拉克利特認為是火,畢達哥拉斯認為是數,伊比鳩魯與德謨克利特一同認為是不可分割的原子物體,恩培多克勒則認為是四大元素。那麼,讓我們也來看看希伯來人的典籍。
Thales of Miletus declared water to be the origin of all things, Anaximenes air, Heraclitus fire, Pythagoras numbers, Epicurus together with Democritus atomic bodies, Empedocles the four elements. Let us then also examine the oracles among the Hebrews.
7:12.2
μετὰ τὴν ἄναρχον καὶ ἀγένητον τοῦ θεοῦ τῶν ὅλων οὐσίαν, ἄμικτον οὖσαν καὶ ἐπέκεινα πάσης καταλήψεως, δευτέραν οὐσίαν καὶ θείαν δύναμιν, ἀρχὴν τῶν γενητῶν ἀπάντων πρώτην τε ὑποστᾶσαν κἀκ τοῦ πρώτου αἰτίου γεγενημένην, εἰσάγουσι, λόγον καὶ σοφίαν καὶ θεοῦ δύναμιν αὐτὴν προσαγορεύοντες
在萬有之神那無始無生、純一而超乎一切理解能力的本質之後,他們又引入了第二個本質與神聖能力,即一切受造之物本源中首先實存、又是由第一因所產生者,並稱之為道、智慧與神的能力。
After the unbeginning and unbegotten essence of the God of all things—unmixed and beyond all comprehension—they introduce a second essence and divine power, which subsists first as the origin of all generated things and has come to be from the first cause, calling it Word and Wisdom and the Power of God.
7:12.3
τοῦτο δὲ πρῶτος διδάσκει λέγων Ἰὼβ ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. ὁ κύριος συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς
這一點約伯首先教導我們,他說:『智慧從何處尋得?知識之所在又是何處?世人不知其道路,人間也尋不著它,我們只聽聞它的名聲。主已立定它的道路,惟有祂知道它的所在。』
This is first taught by Job, who says: 'But where has wisdom been found? And what is the place of understanding? Mortal man does not know its way, nor indeed has it been found among men, but we have heard of its fame. The Lord established its way, and he knows its place.'
7:12.4
καὶ ὁ Δαβὶδ δέ που ἐν ψαλμῳδίαις, ἑτέρῳ προσειπὼν τὴν σοφίαν ὀνόματι, φησὶ τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, τὸν τῶν ἁπάντων δημιουργὸν λόγον θεοῦ τοῦτον ἐνευφημήσας τὸν τρόπον· οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου παῖς Σολομῶν ὧδέ πη ἐξ αὐτῆς προσωποποιεῖ τῆς σοφίας λέγων ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην
大衛也曾在詩篇某處,以另一個名稱稱呼智慧,說:『諸天藉主的話立定』——以此方式頌揚那萬物的創造者,即神的道。此外,他的兒子所羅門也如此以智慧的口吻自陳,說:『我智慧已將謀略與知識安置為居所,我已召喚聰明。藉著我,君王掌權;藉著我,統治者頒布公義。』
And David too, somewhere in the Psalms, addressing Wisdom by another name, says: 'By the word of the Lord the heavens were established'—thus extolling in this manner the Word of God, the craftsman of all things. And moreover his son Solomon, in this fashion, personifies Wisdom herself, saying: 'I, Wisdom, have made my dwelling in counsel and knowledge, and I have called upon understanding. Through me kings reign, and rulers decree justice.'
7:12.5
καὶ πάλιν κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους γενέσθαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν συμπαρήμην αὐτῷ, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ οὐρανὸν, ἤμην σὺν αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προσέχαιρε καθ ἡμέραν, ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας
又說:『主在祂道路的起頭創造了我,為了祂的工作;在亙古之先,太初之時,在祂造地之前,在深淵形成之前,在群山奠定之前,甚至在一切丘陵之前,祂就生了我。當祂預備諸天時,我已與祂同在;當祂為天下安置穩固的泉源時,我與祂同在,配合協調萬物。我是祂每日所喜悅的,我在祂面前時時歡欣,當祂完成普世而歡喜之時。』
And again: 'The Lord created me as the beginning of his ways for his works; he founded me before the age, in the beginning, before he made the earth, before the depths were made, before the mountains were settled, and before all the hills he begets me. When he was preparing the heaven, I was present with him, and when he set the springs under heaven securely, I was with him, fitting all things together. I was the one in whom he delighted daily, and I rejoiced before him at all times, when he rejoiced upon completing the inhabited world.'
7:12.6
ταῦτα Σολομῶν ἐν Παροιμίαις. καὶ ταῦτα δέ πη ἐξ αὐτοῦ λέγεται τοῦ προσώπου τί δέ ἐστιν σοφία, καὶ πῶς ἐγένετο, ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω. οἷς ἑξῆς ἐπιλέγει ἔστι γὰρ αὕτη πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, παντεπίσκοπον, καὶ διὰ πάντῶν χωροῦν πνευμάτων, νοερῶν, καθαρῶν, λεπτοτάτων
以上是所羅門在《箴言》中所說的。此外,他在別處也以自己的口吻說:『智慧是甚麼、如何生成,我要宣告,我不會向你們隱藏奧祕,反倒要從她生成的起頭追溯下去。』接著他又說:『因為她是一個理智的、聖潔的、獨特的、多方面的、精微的、易動的、清晰的、無玷污的、全能的、洞察一切的靈,並且穿透一切理智、純淨、極為精微的靈。』
These things Solomon says in the Proverbs. And these too are said somewhere in his own person: 'I will declare what wisdom is and how she came to be, and I will not hide mysteries from you, but I will trace her out from the beginning of her generation.' To which he adds next: 'For she is a spirit that is intelligent, holy, unique, manifold, subtle, mobile, clear, undefiled, all-powerful, all-surveying, and pervading all spirits that are intelligent, pure, and most subtle.'
7:12.7
πάσης γὰρ κινήσεως κινητικώτερον σοφία, διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὸ οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως, καὶ διοικεῖ τὰ πάντα χρηστῶς
因為智慧比一切動作更善於運動,她因純潔而穿透並遍及萬物。因為她是神大能的氣息,是全能者榮耀純淨的流溢;所以沒有任何污穢之物能滲入她。因為她是永恆光輝的光芒,是神作為的無瑕之鏡,是祂良善的形像。她從天涯強而有力地延伸到地極,並且美善地治理萬有。
For Wisdom is more mobile than any motion, and she pervades and penetrates all things because of her purity. For she is a vapor of the power of God, and a pure emanation of the glory of the Almighty; therefore nothing defiled falls into her. For she is a radiance of eternal light, an unspotted mirror of the working of God, and an image of his goodness. She extends mightily from one end to the other, and orders all things well.
7:12.8
καὶ δὴ τόνδε τὸν ἔνθεον λόγον διαφόρως ἡ θεία γραφὴ πρὸς τοῦ πατρὸς ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ πεπεμμένον εἰσάγει. αὐτὸν δ οὖν καὶ τῷ Ἁβραὰμ Μωσεῖ τε καὶ τοῖς ἄλλοις θεοφιλέσι προφήταις φῆναι ἑαυτὸν, καὶ χρησμοῖς τὰ πολλὰ παιδεῦσαί τε καὶ θεσπίσαι τὰ μέλλοντα ἱστορεῖ, ὁπηνίκα θεὸν καὶ κύριον ὦφθαί τε καὶ εἰς λόγους τῶν προφητῶν ἐλθεῖν μνημονεύει
聖經以各種方式介紹這位由父所差遣、為拯救世人而來的神聖之道。聖經記載,祂向亞伯拉罕、摩西以及其他蒙神喜愛的先知們顯現自己,又藉諭示教導許多事並預言將來要發生的事,正如經文記述祂曾以神與主的身分被人看見,並與眾先知對話。
And indeed this divine Word, sent forth by the Father for the salvation of men, Scripture introduces in various ways. It relates how he appeared to Abraham and Moses and the other prophets beloved of God, and how through oracles he both taught much and foretold things to come, whenever it records that he was seen as God and Lord and came into conversation with the prophets.
7:12.9
τοῦτον καὶ πᾶσιν εἰς γνῶσιν ἐλθεῖν ἀνθρώποις, οἷα νοσούντων σωτῆρα καὶ ψυχῶν ἰατρὸν πρὸς τοῦ μείζονος ἀπεσταλμένον άλεσταλμένον, ὧδέ πη θεσπίζει ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. καὶ πάλιν ἄλλοτέ φησιν ἴως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. ἔνθεν καὶ ἡ εὐαγγελικὴ διδασκαλία τὸ προφητικὸν καὶ πάτριον ἀνανεουμένη δόγμα ταύτῃ πη διασαφεῖ τὴν θεολογίαν ἐν ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων
至於祂也臨到眾人得以認識,如同蒙那更大者差遣、成為病患的救主與靈魂的醫者,經文如此預言:『祂差遣祂的話,醫治他們,救他們脫離他們的毀壞。』又在別處說:『祂的話必迅速奔跑。』因此福音的教導,更新了先知與祖傳的教義,也以此方式闡明神學:『太初有道,道與神同在,道就是神。這道太初與神同在。萬物是藉著祂造的;凡被造的,沒有一樣不是藉著祂造的。生命在祂裡頭,這生命就是人的光。』
And that he also came to the knowledge of all men, sent by the Greater One as a savior of the sick and physician of souls, Scripture prophesies thus somewhere: 'He sent his word and healed them, and delivered them from their destructions.' And again elsewhere it says: 'Swiftly his word shall run.' Hence also the evangelical teaching, renewing the prophetic and ancestral doctrine, sets forth theology in this way: 'In the beginning was the Word, and the Word was with God, and the Word was God. This one was in the beginning with God. All things came into being through him, and without him not one thing came into being that has come into being. In him was life, and the life was the light of men.'
7:12.10
εἰκότως δῆτα τῷ αὐτῷ πνεύματι καὶ Μώσης ὁ πάνσοφος, ἀρχόμενος τῆς κατ αὐτὸν κοσμογονίας, ἐν τῇ προαποδοθείσῃ ἀρχῇ, πεποιηκέναι τὸν θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν φησίν· αὐτῷ τε εἰσάγει, ὡς ἂν οἰκείῳ καὶ πρωτογόνῳ αὐτοῦ λόγῳ λόγῳ, κοινολογούμενον ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τὸν θεὸν ἐν οἷς γράφει καὶ εἶπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ ὁμοίωσιν
因此,理所當然地,同樣本著這精神,那全智的摩西在他記述宇宙創造之初,在先前提到的「起初」,也說神造了天地。而摩西又將神描繪為與自己親生、頭生的道彼此商議——關於造人一事,正如他所寫:『神說:「我們要照著我們的形像、按著我們的樣式造人。」』
Fittingly, then, in the same spirit, the all-wise Moses too, at the beginning of his account of cosmogony, in the previously-stated beginning, says that God made heaven and earth. And he introduces God as conversing with him, as with his own firstborn Word, regarding the creation of man, in what he writes: 'And God said, \"Let us make man according to our image and likeness.\"'
7:12.11
τοῦτο δὲ καὶ ὁ ψαλμῳδὸς ᾐνίττετο, ὁπηνίκα περὶ τοῦ πρώτου αἰτίου διεξιὼν αὐτὸς φησὶν εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἄντικρυς τὴν τοῦ πρώτου πρὸς τὸ δεύτερον αἴτιον, ὡς ἂν πατρὸς πρὸς υἱὸν υἱὸν, διάταξίν τε καὶ παρακέλευσιν ὑφιστάμενος πάντη γὰρ δήπουθεν δῆλον ὡς πᾶς ὁ λέγων τι ἑτέρῳ λέγει, καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ ἑαυτὸν ἐντέλλεται
這一點詩人也曾暗示過,他在論及第一因時親自說:『祂說有,就有;祂命定,就造成了。』——這明確地指出第一因對第二因所作的指揮與命令,正如父對子一般。因為顯然凡是說話的人,都是對別人說話;凡是發命令的人,也是向自己以外的另一位發命令。
This too the psalmist hinted at, when, discoursing about the first cause, he himself says: 'He spoke, and they were made; he commanded, and they were created'—plainly signifying the ordering and command of the first cause toward the second, as of a father toward a son. For it is surely altogether clear that everyone who says something says it to someone else, and one who commands, commands someone other than himself.
7:12.12
διαρρήδην δ αὖ πάλιν Μώσης ἄμφω δυοῖν μνημονεύων κυρίων, πατρὸς δηλαδὴ καὶ υἱοῦ, ὧδέ πη ἐπὶ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας ἱστορεῖ λέγων καὶ ἔβρεξε κύριος παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ
摩西又再次明確地提到兩位「主」——即父與子——在論及對不敬虔者的懲罰時,這樣記述說:『主就使硫磺與火,從主那裡降在所多瑪和蛾摩拉。』
And again Moses, expressly mentioning two Lords—namely Father and Son—relates as follows, concerning the punishment of the impious, saying: 'And the Lord rained down from the Lord upon Sodom and Gomorrah brimstone and fire.'
7:12.13
οἷς συμφώνως καὶ Δαβὶδ ψάλλων ἔφησεν εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ προιὼν τὴν κρύφιον καὶ τοῖς πᾶσιν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ᾐνίξατο, φάσκων ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε
與此相符,大衛也在詩篇中吟唱說:『主對我主說:「你坐在我右邊,等我使你的仇敵作你的腳凳。」』他繼續往下,又隱約道出祂那隱祕、對眾人皆不可言宣的誕生,說:『在晨星之先,我從腹中就已生了你。』
In agreement with these, David too, singing, said: 'The Lord said to my Lord, \"Sit at my right hand, until I make your enemies a footstool for your feet.\"' And proceeding further, he hinted at his hidden generation, ineffable to all, saying: 'From the womb, before the morning star, I have begotten you.'
7:12.14
ἔνα δὲ μὴ σοφίζεσθαί με ταῦτα νομίσῃς, ἑρμηνέα σοι τῆς ἐν τῇ γραφῇ διανοίας Ἑβραῖον ἄνδρα παραστήσω παραστήσω, τὰ οἰκεῖα πατρόθεν ἀκριβοῦντα καὶ παρὰ διδασκάλων τὸ δόγμα μεμαθηκότα μεμαθηκότα, εἰ δή σοι τοιοῦτος ὁ Φίλων. ἐπάκουσον οὖν καὶ τοῦδε, ὅπως τὰς θείας ἑρμηνεύει φωνάς ·
為了讓你不至於以為這些是我自己臆造出來的,我要為你介紹一位希伯來人,作為聖經意旨的解說者——這人精通自己祖傳的學問,並且從師長那裡學得了教義,若腓羅這樣的人物對你來說算數的話。那麼,也請聽聽他,看他如何解釋這些神聖的話語:
But so that you may not think that I am contriving these things myself, I will present to you a Hebrew man as interpreter of the meaning in Scripture—one thoroughly versed in his own ancestral matters and instructed in the doctrine by teachers—if indeed Philo is such a man for you. Listen, then, to him also, and see how he interprets the divine utterances:
7:13.1
Διὰ τί ὡς περὶ ἑτέρου θεοῦ φησι τὸ ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, ἀλλ οὐχὶ τῇ ἑαυτοῦ; παγκάλως καὶ σοφῶς τουτὶ κεχρησμῴδηται. θνητὸν γὰρ οὐδὲν ἀπεικονισθῆναι πρὸς τὸν ἀνωτάτω καὶ πατέρα τῶν ὅλων ἐδύνατο, ἀλλὰ πρὸς τὸν δεύτερον θεὸν, ὅς ἐστιν ἐκείνου λόγος
為甚麼祂彷彿論及另一位神,說「我照著神的形像造人」,而不是說「照著我自己的形像」呢?這句話說得極為美妙又充滿智慧。因為凡是必死之物,都無法仿照那至高者、萬有之父而造;卻能仿照第二位神——那就是祂的道——而造。
Why does he speak as if of another god, saying 'I made man in the image of God,' but not 'in my own image'? This has been most excellently and wisely uttered as an oracle. For nothing mortal could be made in the likeness of the Most High and Father of all, but rather in the likeness of the second God, who is his Word.
7:13.2
ἔδει γὰρ τὸν λογικὸν ἐν ἀνθρώπου ψυχῇ τύπον ὑπὸ θείου λόγου χαραχθῆναι, ἐπειδὴ ὁ πρὸ τοῦ λόγου θεὸς κρείσσων ἐστὶν ἢ πάσα λογικὴ φύσις· τῷ δὲ ὑπὲρ τὸν λόγον ἐν τῇ βελτίστῃ καί τινι ἐξαιρέτῳ καθεστῶτι ἰδέᾳ οὐδὲν θέμις ἢν γεννητὸν ἐξομοιοῦσθαι
因為人靈魂中理性的印記,理應由神聖之道所刻印,因為那先於「道」而存在的神,是超乎一切理性本性的;至於那超越「道」的一位,處於至善且某種卓絕的形式中,任何受造之物都無權與祂相似。
For it was necessary that the rational imprint in the soul of man be stamped by the divine Word, since the God who exists prior to the Word is superior to every rational nature; and it was not lawful for anything begotten to be made like unto him who transcends the Word, existing in the best and a certain preeminent form.
7:13.3
Ταῦτα ἐκ τοῦ πρώτου μοι κείσθω τῶν Φίλωνος Ζητημάτων καὶ Λύσεων. ὁ δ αὐτὸς ἐν τῷ Περὶ γεωργίας προτέρῳ καὶ υἱὸν θεοῦ τὸν πρωτόγονον αὐτοῦ λόγον τοῦτον ὀνομάζει τὸν τρόπον. Ταῦτα Ταῦτα δὴ πάντα ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ δίκην, νόμον προστησάμενος τὸν ὀρθὸν αὐτοῦ λόγον καὶ πρωτόγονον υἱὸν, ὃς τὴν ἐπιμέλειαν ῆς ἱερὰς ταύτης ἀγέλης, οἷά τις μεγάλου βασιλέως ὕπαρχος, διαδέξεται
以上出自腓羅《問題與解答》第一卷,姑且引述至此。這位作者在《論農業》前卷中,也以下述方式將祂那頭生的道稱為「神的兒子」:『這一切,牧人與君王神都依照公義來引導,祂設立自己正直的道、頭生之子作為律法,他將如同大君王的總督一般,接掌這神聖群羊的照管之責。』
Let this stand for me from the first book of Philo's Questions and Answers. The same author, in the first book On Husbandry, also calls his firstborn Word 'Son of God,' in this way: 'All these things does God, the shepherd and king, lead in accordance with justice, having set over them, as a law, his upright Word and firstborn Son, who, like some viceroy of a great king, shall take up the care of this sacred flock.'
7:13.4
Καὶ ἐν τῷ δευτέρῳ δὲ πάλιν ὁ αὐτὸς τάδε γράφει πρὸς λέξιν Τὰς Τὰς δυστροπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλεται τὰς ἐν τοῖς διαπορηθεῖσι, λεγέτω μετὰ παρρησίας ὅτι οὐδὲν τῶν ἐνύλων κραταιὸν οὕτως ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι. λόγος δ ὁ ἀί·διος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν
在第二卷中,同一位作者又逐字如此寫道:『若有人想要迴避這些疑難所引起的種種困擾,就讓他坦率地說:沒有任何屬物質的東西,能有力量承擔起整個宇宙的重量;惟有那永恆之神的永恆之道,才是萬有最堅固、最穩妥的支撐。』
And again in the second book the same author writes, verbatim, as follows: 'If, then, one wishes to escape the difficulties involved in the questions raised, let him say frankly that nothing material is so strong as to be able to bear the weight of the universe; rather, the eternal Word of the everlasting God is the most secure and steadfast support of all things.'
7:13.5
οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν φύσεως ἀήττητον δρόμον, συνάγων τὰ μέρη πάντα καὶ σφίγγων. δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ
這道從中心伸展到邊際,又從邊際伸展到中心,奔跑著本性中那不可征服的路程,將萬物各部分匯聚在一起、緊緊束縛。因為那生祂的父,使祂成為宇宙不可斷裂的紐帶。
This Word, stretched from the middle to the extremities and from the extremities to the middle, runs the unconquerable course of nature, gathering together all the parts and binding them tight. For the Father who begot him made him an unbreakable bond of the universe.
7:13.6
εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ ὑπὸ ἀέρος σβεσθήσεται πῦρ, οὐδ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν φωνῆεν στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγράμμου μουσικῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συνόδῳ μεσιτεύοντός τε καὶ διαιτῶντος
因此,理所當然地,全地不會被它懷抱所容納的一切水分解;火也不會被氣所熄滅;相反地,氣也不會被火點燃——因為神聖的道,將自己安置在這些無聲元素之間,作為有聲的界限,使整體如同記譜的音樂般彼此諧和,藉著調和一致的說服力,居間調停並裁定各對立元素之間的威脅。
Fittingly, therefore, the whole earth will not be dissolved by all the water which its bosoms contain, nor will fire be extinguished by air, nor conversely will air be set ablaze by fire, since the divine Word sets himself as a vocal boundary between voiceless elements, so that the whole may resound in harmony as in written music, the Word mediating and arbitrating, through persuasive concord, the threats of the opposites.
7:13.7
Ταῦτα ὁ Φίλων. καὶ Ἀριστόβουλος δὲ ἄλλος Ἑβραίων σοφὸς ἀνὴρ, κατὰ τὴν τῶν Πτολεμαίων ἀκμάσας ἡγεμονίαν, κυροῖ τὸ δόγμα ὡς πάτριον, αὐτῷ Πτολεμαίῳ τὴν τῶν ἱερῶν νόμων προσφωνῶν ἑρμηνείαν, ἐν ᾗ τάδε φησί
以上是腓羅所說的話。另一位希伯來智者亞里斯多布勒斯,活躍於托勒密王朝的統治時期,也確認此教義是祖傳的,他將聖法的釋義獻給托勒密本人,在其中如此說道:
These are the words of Philo. And Aristobulus too, another wise man of the Hebrews, who flourished during the reign of the Ptolemies, confirms this doctrine as ancestral, addressing to Ptolemy himself an interpretation of the sacred laws, in which he says the following:
7:14.1
Μεταφέροιτο δ ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πὰν φῶς ἐστὶν ἐξ αὐτῆς. διὸ καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέσεως ὄντες τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν. ἀκολουθοῦντες γὰρ αὐτῇ συνεχῶς, ἀτάραχοι καταστήσονται δι ὅλου τοῦ βίου. σαφέστερον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶπε Σολομῶν, πρὸ οὐρανοῦ καὶ γῆς αὐτὴν ὑπάρχειν· τὸ δὲ σύμφωνόν ἐστι τῷ προειρημένῳ
同樣的道理也可以轉用於智慧,因為一切光皆出於她。因此逍遙學派中有些人曾說,智慧具有燈火的地位。因為凡持續跟從她的人,一生都必安然無擾。而我們的祖先所羅門則說得更清楚、更美好——他說智慧存在於天地之先;這與前面所說的正相符合。
The same might also be transferred to wisdom, for all light is from her. Hence some of those belonging to the sect of the Peripatetics have said that she holds the rank of a lamp. For those who follow her continually will remain untroubled throughout their whole life. But more clearly and more beautifully one of our ancestors, Solomon, said that she exists before heaven and earth; and this is in accord with what has been said before.
7:14.2
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα περὶ τοῦδε καὶ παῖδες Ἑβραίων πεφιλοσοφήκασιν ἆρ οὖν οὐχ οὗτος λόγων εἴη ἂν ὁ θεοπρεπέστατος, δυνάμει θεοῦ λογικῇ καὶ πανσόφῳ, μᾶλλον δὲ αὐτῇ σοφίᾳ καὶ αὐτῷ θεοῦ λόγῳ τὴν ἀρχὴν ἀνατιθεὶς τῆς τοῦ παντὸς συστάσεως ἢ τοῖς ἀψύχοις καὶ ἀλόγοις στοιχείοις
以上這些以及諸如此類的說法,都是希伯來人的後裔對此議題所作的哲學思考。那麼,這種說法豈不是最合乎神的尊嚴的道理嗎?——即把萬有構成的本源歸於神那理性且全智的能力,或者更準確地說,歸於智慧本身以及神的道本身,而不是歸於無生命、無理性的元素呢?
These, then, and things like these, the children of the Hebrews have philosophized concerning this matter. Would not this, then, be the most god-befitting of accounts—one which attributes the origin of the constitution of the universe to the rational and all-wise power of God, or rather to Wisdom herself and to the Word of God himself, rather than to lifeless and irrational elements?
7:14.3
ἀλλὰ γὰρ τοιαῦτα παρ Ἑβραίοις καὶ τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς. σκεψώμεθα δὲ καὶ ἃ περὶ τῆς τῶν λογικῶν συστάσεως, τῶν μετὰ τὴν πρώτην ἀρχὴν, ἐκδιδάσκουσι
以上便是希伯來人論及萬有本源的教導。現在讓我們也來考察,他們對於在第一本源之後所產生的理性受造者之構成,教導了些甚麼。
Such, then, are the teachings among the Hebrews concerning the origin of all things. Let us now consider also what they teach concerning the constitution of the rational beings that come after the first origin.
7:15.1
Μετὰ τὴν ἄναρχον καὶ ἀγέννητον τοῦ θεοῦ παμβασιλέως οὐσίαν, τὴν οὐκ ἄλλοθεν ἢ ἐκ τοῦ πατρὸς γεγεννημένην ἀρχὴν, πρωτότοκόν τε οὖσαν καὶ συνεργὸν τῆς τοῦ πατρὸς βουλῆς, πρὸς αὐτόν τε ἀπεικονισμένην διδάσκουσι
在萬王之神那無始無生的本質之後,他們教導有一個本源,此本源非由他處而生、乃是由父所生,是頭生者,又是父旨意的同工,並依照父的形像而塑成。
After the unbeginning and unbegotten essence of God the great King, they teach of a beginning begotten from none other than the Father—being firstborn and fellow-worker of the Father's counsel, and modeled after him.
7:15.2
ταύτην δὲ τῶν μετὰ ταῦτα γενητῶν ἀπάντων πρωτεύειν, παρ ὃ καὶ εἰκόνα θεοῦ αὐτὴν, καὶ θεοῦ δύναμιν, καὶ θεοῦ σοφίαν, καὶ θεοῦ λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου, μεγάλης τε βουλῆς ἄγγελον ἀποκαλεῖν εἰώθασι
他們又教導說,這本源在其後一切受造之物中居於首位,因此他們慣常稱之為神的形像、神的能力、神的智慧、神的道,甚至也稱之為主軍隊的大元帥,以及大謀士之使者。
And this beginning, they teach, holds the first place among all things generated after it, on account of which they are accustomed to call it the Image of God, the Power of God, the Wisdom of God, the Word of God, and indeed also the Commander-in-Chief of the Lord's host, and the Angel of Great Counsel.
7:15.3
τὰς δὲ μετὰ τήνδε τὴν ἀρχὴν νοερὰς καὶ λογικὰς δυνάμεις οὐ λεκτὰς εἶναι ἀνθρώπου φύσει, τοῦ τε πλήθους ἕνεκα τῆς τε κατ εἶδος διαφορὰς, πλὴν ὅσον ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ δὴ οὐρανοῦ ἔνδον ὑφ ἑαυτῷ τὰ σύμπαντα περιειληφότος
至於在這本源之後的理智且理性的諸能力,他們教導人的言語無法盡述,因為其數量之眾多以及種類之差異——唯獨可以藉著與可見之物的類比,即太陽、月亮、星辰,以及包羅萬有於自身之內的諸天,來作某種程度的比擬。
As for the intelligent and rational powers that come after this beginning, they teach that these cannot be described in human speech, because of both their multitude and their differences in kind—except insofar as it is possible to approach the matter through examples drawn from analogy with visible things: the sun, the moon, and the stars, and heaven itself, which encompasses all things within itself.
7:15.4
ἄλλη γὰρ δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων φησὶν ὁ θεῖος ἀπόστολος· ἀστέρα γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ
神聖的使徒說:『日有日的榮光,月有月的榮光,星有星的榮光,這星和那星的榮光也有分別。』
'For there is one glory of the sun, and another glory of the moon, and another glory of the stars,' says the divine apostle; 'for star differs from star in glory.'
← 上一段下一段 →
← 第 6 章第 8 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。