📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 6 章 第 1/5 段

希臘文原文.72 節.部分字詞可點開查義.本章太長已分段,此段為 6:praef.1–6:6.48(全章共 346 節)

← 第 5 章第 7 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
6:praef.1
Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων αὐτάρκως ἡμῖν ἀπεληλεγμένου, καὶ τῆς θείας δυνάμεως τοῦ σωτῆρος ἡμῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας τὸ θεοπρεπὲς ἅμα καὶ βιωφελὲς ἐπιδεδειγμένης, ὅτι δὴ διὰ μόνης αὐτῆς, καὶ οὐ δι ἄλλης, τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτισάντων τε καὶ λυμηναμένων δαιμονικῶν φαντασμάτων ἐλευθερία πᾶσιν ὑπῆρχεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων, φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν νενομισμένοι δαίμονες δειχθεῖεν
有關神諭本質的論述,已經藉由前文所述充分駁斥;而我們救主的神能,也已透過祂福音的教導,展現了其合乎神性且有益人生的本質——因為正是唯獨藉著這神能,而非其他任何途徑,全人類才得以擺脫那自亙古以來便籠罩並殘害人類整個生命的鬼魔幻象、獲得自由。既然如此,來吧,讓我們也從人們對於「命運」所持的種種虛妄見解出發,來端正對這同一課題的論述,好叫那些被公認為能操控神諭的鬼魔,不僅因其行事方式之邪惡,也因他們所秉持的、既不正確也不真實的見解,而顯明為卑劣無能。
Since the manner of the oracles has been sufficiently refuted by us through what has already been set forth, and the divine power of our Savior, through his evangelical teaching, has been shown to be both god-befitting and life-benefiting — namely, that it was through this alone, and no other means, that freedom from the demonic phantasms which from time immemorial had darkened and ravaged the whole of human life came to belong to all men — come, let us now direct our discourse also against the false opinions men hold concerning fate, so that not only through the depravity of their manner, but also through the things they believe that are neither correct nor true, the demons supposed to move the oracles may be shown to be base and powerless.
6:praef.2
σκέψαι δ οὖν εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ αὐτῶν ὑποπεσεῖται λόγος, ἔκ τε ὧν παραθήσομαι ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ ὃν τὰς μαντείας ποιεῖσθαι λέγονται
那麼請你考慮一下,對你而言,既然你也與神聖的力量毫無干係,這關於它們的論述是否也會顯得站不住腳——一則從我即將呈上、用以駁斥命運論的種種論據看,二則從那被聲稱用以行使占卜的方式本身看,也是如此。
Consider, then, whether the argument concerning them will not fall into disrepute for you too, being alien to divine power — both from what I shall present in refutation of the doctrine of fate, and from the very manner itself in which they are said to render their prophecies.
6:praef.3
οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων γνῶσιν προειληφέναι φασὶν αὐτοὺς, ἐκ θεωρίας δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι οὔτ ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτοὺς, εἰ μὴ τὰ καθ εἱμαρμένην, φασί. τούτων δὲ ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος, ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ὧδε λέγων πρὸς λέξιν
因為他們並不聲稱這些神明是憑藉某種更高的能力預先知曉未來,而是說,他們是透過觀察星辰的運行,如同凡人一般去推測未來。如此看來,除了命運所定的以外,他們什麼也不能有益地做、也絲毫不能有所作為,這是他們自己說的。而對這一切的駁斥,正是那位鬼魔的擁護者本人,在他所著、題為《出自神諭的哲學》一書中,逐字這樣說道:
For they do not claim that these beings have foreknowledge of the future through a superior power, but that, from observation of the movement of the stars, like men, they conjecture the future. Thus, they say, the demons are able neither to benefit nor to accomplish anything at all, except what accords with fate. And the refutation of this comes from that very champion of the demons himself, in the work he entitled 'Philosophy from Oracles,' where he speaks, word for word, as follows:
6:1.1
Ἃ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν
「因為眾神所說的話,若他們果真是因知曉命定之事而說出,便是從星辰的運行中顯明出來的;而這一點,幾乎所有誠實不欺的神明都曾表明過。」
For the things which the gods say, if indeed they say them knowing what is fated, they reveal from the movement of the stars — and this nearly all the truthful among the gods have declared.
6:1.2
Εἶθ ἑξῆς ὑποβάς φησιν Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνὴ, ἐκ τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου. λέγει δ οὕτως ἐκφύεται γαίηθεν ὁδῶν, ὅθι λείμακες ὄμβρου διψοσύνῃ κατέμαρψαν ὅλον πόμα μητέρος αυτῆς, ἔνδον ὀρινομένης χρόνον ἄρκιον· οὔ τι δὲ κοῦρον, ἀλλὰ κόρην· Φοίβη γὰρ ἐΰσκοπος ἤροσεν ἁγνὴν Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο
接著,再往下一點,他又說:「阿波羅被人問及某婦人將生何子時,便從星象推斷答說是女孩,因他從受孕的時刻得知。」他是這樣說的:「她從道路旁的大地萌生而出,那裡的草地曾因乾旱渴求雨水,攫取了她母親(大地)全部的飲水,那時她(母親)正於腹中受孕,度過那個既定的期限——並非男孩,而是女孩:因為明察秋毫的福柏(月神)曾耕耘那位貞潔的庫普里斯(維納斯),催生出屬於你的、朋友啊,這個女性的後裔。」
Then, a little further down, he says: 'When Apollo was asked what the woman would bear, he said from the stars that it would be a girl, having discerned it from the time of conception.' He speaks thus: 'It springs forth from the earth by the roadside, where the meadows, in thirst for rain, seized the whole draught of their mother, while she was stirred within for the appointed time — not a boy, but a girl; for keen-sighted Phoebe plowed holy Cypris, hastening on the female offspring, O friend, that is yours.'
6:1.3
ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται. καὶ ^ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιραμὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν. ἐπάκουσον γὰρ ἡ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει, πνεύμονος ἀλγινόεσσαν ὑπερβλύζων κακότητα
你看,這正是從受孕之時得知的:因為當時月亮正朝向金星運行,他便說要生的是女孩。「因為眾神所說的話」——若他們果真連疾病也是從那同一來源預言出來的。且聽這一則:「果然,有一種惡毒的病邪正猛烈侵襲他的胸膛,肺部那令人痛楚的病害正不斷湧溢而出。」
Behold, this too is from the time of conception: because the moon was moving toward Venus, he said a female would be born. 'For the things which the gods say' — if indeed they also foretell diseases from that same source. For hear this: 'Truly an evil poison subdues him grievously in the breast, overflowing with the painful malignancy of the lung.'
6:1.4
καὶ ἑξῆς, οἶς ἐπιλέγει ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν εἰς ἔριν ἐστήριξε, κακηπελίῃσι δαμάζειν, ὑψιπόλοιο Κρόνοιο κακὴν ὐπ ἀταρπὸν ἰόντος
接下來,他又補充道:「然而,這正是命運女神們的心意所導引的,她們將他鎖進了幽暗的紛爭之中,要以種種苦難來折磨他,因高居眾城之上的克洛諾斯正沿著那條凶險的道路而行。」
And next, to which he adds: 'But it was the mind of the Fates that brought this about, and fixed him into dark strife, to be subdued by grievous afflictions, as lofty-citied Cronos proceeds along his baneful path.'
6:1.5
καὶ μεθ ἕτερα ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο ἀλγινόεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα σπεύσατο, σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε · τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ φευγέμεναι κακοεργὸν ἐπηπείλησεν Ἄρηα
又在另一段之後:「然而那令人痛苦、殘害生靈的命定之日,催逼著逼近克洛諾斯,急速趕來,要讓你耗盡此生的年壽,並毀滅了你心智的根基;因此,你那神一般的父親那顆聖潔的心,也威嚇要逃離那作惡的阿瑞斯。」
And after other lines: 'But the fated day for you to complete the span of life the grievous man-destroyer, hastening on against Cronos, hurried to bring, and it blotted out the foundation of your mind; wherefore also the sacred heart of your godlike father threatened to flee from evil-working Ares.'
6:1.6
ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται, ἀλλ ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς μαθηματικῶν λόγους, ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδείκνυσθαι
以上這些話表明,他們(眾神)的預言,根本不是出自他們自身的神能,而是依照占星家的推論、出自對星辰的觀察,以至於在這一點上,他們與凡人並無二致,也絲毫展現不出任何更優越、更具神性之本性的作為。
These things show that they do not prophesy at all from their own divine power, but from observation of the stars according to the reasoning of the astrologers, so that in this respect they differ in no way from men, nor display any work of a superior and more divine nature.
6:1.7
θέα δ ὡς καὶ τὸ ἐφ ἡμῖν ἀναιροῦσιν, ἱν, οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ ἡμῖν τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας προαιρέσεις
再看看他們是如何連我們自身可作主的事也一併否定掉的:他們不僅把外在的、不由我們掌控之事都歸諸星辰的運行,甚至連我們自身的抉擇意志,也一併歸於其下。
Observe also how they abolish what is within our own power, in that they attribute not only external things, and things not within our power, to the movement of the stars, but even our own moral choices.
6:2.1
Οὓτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ τὴν περὶ στρατιὰν προθυμίαν ἀφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη Ἄρεα κραιπνὸν ἔχει γενεθλήιον, ὅς μιν ὀρίνει, οὐδέ ἑ ταρχύσει · Ζῆνός γὰρ ἐπέχραε βουλὴ, ἤ οἱ κῦδος ἄρειον ἀπ Ἄρεος εὐθὺς ὀρέξει. καὶ πάλιν ἐπ ἄλλου εὐχαίτης ἐπέκειτο Κρόνος, στυγεροῖσι δὲ κέντροις ἄλγυνεν παιδὸς Ταλαοῦ δυσπέμφελον ἠῶ
於是,阿波羅談及某人時,也一併說明了此人對從軍那份熱忱究竟從何而來,說道:「他生辰所主之神乃是迅捷的阿瑞斯,正是他在攪動著這人,並不會使他安息;因為宙斯的旨意已然逼近,或者說,阿瑞斯將立刻賜他更優越的榮耀。」又論及另一人:「美髮的克洛諾斯正臨其上,以那可憎的刺針,折磨著塔拉奧斯之子那暴風雨般晦暗的黎明。」
Thus also Apollo, speaking concerning someone and at the same time explaining whence comes his eagerness for the army, said: 'He has swift Ares as ruler of his nativity, who stirs him up, nor will Ares let him rest; for the counsel of Zeus has pressed hard upon it, or straightway from Ares glory more excellent shall be granted him.' And again, concerning another: 'Fair-haired Cronos was in the ascendant, and with hateful goads afflicted the stormy dawn of the son of Talaus.'
6:2.2
εἰς τοσοῦτον δὲ τὴν εἱμαρμένην οἱ γενναῖοι θεοὶ πεφρίκασιν ὡς ὁμολογεῖν μηδὲ κεραυνουμένοις αὐτῶν τοῖς ἱεροῖς δύνασθαι ἐπαμύνειν. πολλὴ ἄρα γένοιτ ἂν ἐλπὶς ἀνθρώποις εὐχομένοις τυχεῖν βοηθείας παρὰ τῶν μηδὲ σφίσιν αὐτοῖς ἐπαρήγειν δυνατῶν. τί δὲ χρὴ λοιπὸν εὐσεβεῖν καὶ τοὺς θεοὺς προσκυνεῖν καὶ θεραπεύειν, μηδὲν οἵους τε καθόλου μηδὲ ἑαυτοῖς ἐπαρκεῖν; ἄκουε δ οὖν ἅ φησιν ὁ χρησμός·
那些高貴的神明對命運畏懼到這等地步,竟公然承認:就連自己的神廟遭雷擊之時,他們也無力施以援手。那麼,人若向那些連自己都無法自救的神祈求救助,豈不是抱著莫大的空想?既然如此,人還有什麼必要繼續虔誠敬拜、事奉這些神明呢?畢竟他們對任何事都全然無能為力,甚至連自身都照應不了!那麼,且聽這則神諭是怎麼說的:
To such a degree do the noble gods dread fate that they even confess themselves unable to defend their own sacred places when struck by lightning. Great, then, would be the hope for men praying to obtain help from those who are not even able to succor themselves! What need is there any longer to be pious, and to worship and serve the gods, who are wholly unable even to provide for themselves? Hear, then, what the oracle says.
6:3.1
Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν ὠ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης, ἔτλητ ἐλθέμεναι καἲ ἐμὴν ἐρεεινέμεν ὀμφὴν, ὁππόθι δῃωθῇ περικαλλέος ἕδρανα σηκοῦ. κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν. εὖτ ἂν ἄνω πνείοντες ὑπηέριοι κελάδοντες τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες — κρυμὸς δ αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται — μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθὴρ, αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός τὸν μὲν δὴ θῆρές τε κατ οὔρεα δειμαίνοντες φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν, οὐδὲ μένουσιν εἰσιδέειν ὄσσοισι καταιβάσιον Δῖός ἔγχος. τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ ἠλιβάτων τ ὀρέων κορυφαὶ νῆές τ ἐνὶ πόντῳ δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος · καὶ δ αὐτὴ πληγεῖσα Ποσειδάωνος ἑταίρη πολλάκις ἠχήεσσ ἀναχάζεται Ἀμφιτρίτη. ὑμεῖς οὑν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες, τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ ταῖσι γὰρ Οὐρανίδαο Δῖός κατένευσε κάρηνον, ὅττι κε δι)νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις. αἶσα γὰρ ἢν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι
神廟與聖所的命運也是如此,就連阿波羅本人的聖所,也命定要遭雷擊,正如他自己所說:「哦,你們這出於埃里克托尼奧斯神聖血脈的後裔啊,你們竟敢前來探問我的神諭,要問那座至美聖所的所在何時將被摧毀。且聽這來自月桂覆蓋的深邃內殿、那奇異的神諭之聲:當高空中呼嘯而過的疾風彼此相撞、發出隆隆聲響、相互角力爭鬥之時——那時,環繞無垠宇宙的四周將是一片無風的嚴寒——那被攪擾得混濁的高空若再無出口宣洩,便會有一道冒著煙的火光墜落大地、無論何處,隨機而落。野獸見狀,在山中戰慄逃竄,躲入最深的巢穴,不敢留下用眼目直視那自天而降的宙斯之矛。因它而屈服的,有諸位神明的殿堂、有高聳的巨樹、有峭拔山峰的頂端、也有海上的船隻,只因它那狂暴的飛擊逼近而至;就連波塞冬的伴侶安菲特里忒本身,一旦被擊中,也常常轟然作響地退避而去。因此,你們縱使心中懷抱著難以忍受的悲痛,也當在靈魂裡忍受命運女神們那不可改易的旨意;因為她們紡出的一切,宙斯——烏拉諾斯之子——已然點頭應允,讓其永不動搖,隨其紡錘所定。因為命中注定,在漫長歲月流轉之後,那至美的聖所終將被那從天而降的雷火所摧毀。」
So too are the allotted fates of temples and shrines; and the shrine of Apollo himself was allotted to be struck by lightning, as he himself says: 'O you born of the divine race of Erichthonius, you have dared to come and inquire of my voice where the seat of the most beautiful shrine shall be laid waste. Hear the wondrous voice from the laurel-roofed inner sanctuary. Whenever, blowing on high, the roaring winds aloft clash together, contending against one another in strife — and around the boundless universe there shall be a windless frost — and the fouled upper air holds no outlet for release, then a smoking fire-brand shall fall about the earth, wherever it chances. From it, beasts on the mountains, terrified, flee beneath the deepest coverts, nor do they stay to behold with their eyes the descending weapon of Zeus. By it are subdued the temples of the blessed gods, and the tall trees, and the peaks of towering mountains, and ships upon the sea, as it draws near with its fiery-blasted flight; and even Amphitrite herself, companion of Poseidon, when struck, often draws back resoundingly. You, then, though bearing in your hearts an unbearable grief, endure in your souls the unalterable decrees of the Fates; for to these the head of Zeus, son of Uranus, has bowed assent, that whatever they spin shall remain unshaken by their spindles. For it was destined that, in the course of long ages, the most beautiful shrine should be subdued by the swoops of fire-brands hurled from Zeus.'
6:3.2
εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων θεῶν οἱ ναοὶ, τά τε ἱερὰ αὐτῶν δώματα δάμναται ζαπύροις πωτήμασι, τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνητοῖς ἀνθρώποις τῆς τῶν πεπρωμένων ἀποφυγῆς; εἰ δὲ καὶ μηδεμία ἐκ θεῶν ὑπάρχοι βοήθεια, δεῖ δὲ ἐξ ἅπαντος τετλάναι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ, τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή; εἴποι ἄν τις
那麼,若連受人敬畏的眾神之神廟、他們的神聖居所,都要被命運女神們的紡錘、以及狂暴的雷火飛擊所征服,那麼必死的凡人,究竟還能有什麼希望逃脫命定之事呢?倘若連眾神那裡也毫無任何援助可言,而人終究無論如何都必須在靈魂中忍受命運女神們那不可改易的旨意,那麼,人們對眾神所付出的一切虔誠努力,豈不是徒勞無益?想必有人會這樣說。
If, then, by the spindles of the Fates even the temples of the venerable gods, and their sacred abodes, are subdued by fiery-blasted flights, what hope would still remain for mortal men of escaping what is fated? And if there be no help at all from the gods, and one must in every case endure in one's soul the unalterable decrees of the Fates, what is the point of the vain zeal shown toward the gods? So one might say.
6:3.3
τί δὲ δεῖ λοιβῆς τε κνίσης τε καὶ τὸ ἐκ τούτων γέρας τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ οὐδὲν ἧμας ὠφελεῖν δύνανται; ἐπεὶ μηδὲ τῶν ἀγαθῶν δοτῆρας οἴεσθαι χρῆν αὐτοὺς, ἀλλ ἣν καὶ τῶν ἐναντίων ὡμολόγουν αἰτίαν
若這些神明終究絲毫無法有益於我們,那麼何必還要獻上奠酒、焚燒祭牲的馨香,把由此而來的尊榮,分給那些根本不配得這些的對象呢?何況,人也不該把他們當作美善之事的賜予者,反倒該按他們自己所承認的,把他們看作連反面之事的成因也在內。
And what need is there to offer libation and the savor of sacrifice, and the honor derived from these, to those not even worthy of them, if they are able to benefit us in no respect at all? Since one ought not even to think them givers of good things, but rather, as they themselves confessed, the cause also of things contrary to good.
6:3.4
εἰ γὰρ πέπρωται ἀνθρώποις εἴτε τι ἀγαθὸν εἴτε τι καὶ ἐναντίον, ἔσται ἐξ ἀνάγκης καὶ παρέσται τοῦτο καὶ βουλομένων καὶ μὴ τῶν θεῶν. μόνην ἄρα τὴν ἀνάγκην θεραπευτέον, σμικρὰ, μᾶλλον δὲ τὸ μηδὲν φροντίσαντας τῶν θεῶν, μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων
因為,若人的命運中或有美善、或有相反之事,那都必然會發生、必然會臨到,無論眾神是否願意都一樣。既然如此,人所該服事的唯有那「必然性」,而對眾神,只該分毫、甚或全然不加以理會,因為他們既無法加害、也無法施恩於人。
For if it is fated for men, whether something good or something contrary, it will come to pass and be present of necessity, whether the gods wish it or not. Necessity alone, then, must be served, giving little thought — or rather none at all — to the gods, who are able neither to harm nor to benefit.
6:3.5
εἰ δὲ δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς, καὶ μόνος καὶ τούτων ὑπάρχει κύριος, ταῖσι γὰρ Οὐρανίδαο φησὶ) Δῖός κατένευσε κάρηνον, ὅττι κε δινήσωσι μένειν ἀσάλευτον ἀτράκτοις, τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ τῆς εἱμαρμένης δεσπότην μόνον θεὸν εἶναι ὁμολογεῖς, καὶ μόνον ἀγαθῶν δοτῆρα καὶ σωτῆρα; ὅτι δὴ μόνῳ αὐτῷ καὶ ἃ φῄς Μοιράων ἀμετάτροπα δήνεα τρέπειν καὶ μεταλλάττειν ῥᾴδιον· ὡς μήτ ἀνάγκῃ μήτε εἱμαρμένῃ τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. ἀλλ ὁ μὲν ἀληθὴς τοιαῦτα προφαίνει λόγος, ὁ δ ἔμπαλιν ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι
但若命運女神們也唯獨受那位總攬萬有的神所管轄,若唯獨他才是這一切之主——正如所說:「她們紡出的一切,宙斯——烏拉諾斯之子——已然點頭應允,讓其永不動搖,隨其紡錘所定」——那麼,你何不乾脆撇開一切,承認這位總攬萬有的君王、命運本身的主宰,才是唯一的神,也是美善之事唯一的賜予者與拯救者呢?因為唯獨對他而言,要轉變、更改你所稱「命運女神們那不可改易的旨意」,才是輕而易舉之事;如此一來,那真正奉獻於這位總攬萬有之神、獨獨虔敬事奉祂的人,便既不受制於必然性,也不受制於命運,反倒如同一個自由之人、脫離一切枷鎖,得以毫無阻礙地順隨那出於神的、關乎救恩的種種安排。真理之言所昭示的正是如此;然而,反過來看看,他又是憑藉什麼手段,宣稱命運的羈絆得以被解開的呢?
But if indeed the god who presides over all things alone rules the Fates, and he alone is lord even over these — for it is said, 'to these the head of Zeus, son of Uranus, has bowed assent, that whatever they spin shall remain unshaken by their spindles' — why then, setting all else aside, do you not confess that the all-sovereign one, master even of fate, alone is God, and alone the giver of good things and Savior? For it is to him alone that it is easy also to turn and alter what you call the unalterable decrees of the Fates — so that the one consecrated to the all-sovereign God, and who alone worships him piously, serves neither by necessity nor by fate, but, as one free and released from every bond, follows unhindered the divinely-inspired and salvific dispensations. Such things, then, does the true argument set forth; but observe, on the other hand, through what means he says the bonds of fate are loosed.
6:4.1
Δεηθέντος γάρ τινος καταδέξασθαι θεὸν, εἰπὼν ὁ θεὸς ὅτι ἀνεπιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀποτροπιασμοὺς ὑπαγορεύσας, ἐπάγει ῥιπῇ δαιμονίη γὰρ ἅλις ἐπιδέδρομεν ἀλκὴ σαῖσι γοναῖς, ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις
因為,當有人懇求某位神接納自己時,那神卻說,此人不適合,因為他已被天性所束縛,並因此教導了一些避邪之法,接著又加上這麼一句:「因為一股鬼魔的力量已大舉侵襲你的降生之時,你必須藉由這類法術逃離它。」
For when someone besought a god to receive him, the god, saying that he was unfit because he was bound by nature, and having on this account prescribed rites of aversion, adds: 'For a demonic force has run in abundance over your nativity, from which you must flee by such magic rites.'
6:4.2
δι ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν
由此也清楚顯明,法術之所以能解除命運的束縛,正是眾神所賜予的,為要以某種方式使其轉向、避開。
By which it is also clearly shown that magic, in the matter of loosing the bonds of fate, was given by the gods for the purpose of somehow diverting it.
6:4.3
Ταῦτά σοι ὁ Πορφύριος, οὐκ ἐγώ. ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ πιμπραμένου μὴ ἔλυσεν; ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ
這些話,是波菲利對你說的,並非我。既然如此,那位勸人以法術解除命運束縛的神,自己既是神明,為何在自己的神廟遭雷火焚燒之時,卻不能解除那命定之事呢?而那位鼓吹人行法術、卻不鼓勵人追求哲學的,這豈不清楚顯明了他究竟是何等性情嗎?而在這一切之上,這同一位(神)竟也親口承認,眾神會說謊。
These things Porphyry tells you, not I. He, then, who advises the loosing of fate's bonds by magic — how, being himself a god, did he not loose what was fated concerning his own temple when it was being burned by lightning? And he who urges one to practice magic, but not to philosophize — how would this not clearly reveal what sort of character he really has? On top of all this, this same man also confesses that the gods lie.
6:5.1
Αλλ ἤδη καὶ τὴν γνῶσιν τῆς φορὰς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμονίων ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες
但他又說,就連對於(天體)運行的精確認識,以及由此而生的種種星象會合,也都是人所無法測知的——不僅人如此,甚至連某些鬼魔也是如此;正因如此,他們在被問及許多事情時,才會撒謊。
But he goes on to say that even the exact knowledge of the celestial motion, and the conjunctions resulting from it, are incomprehensible to men — and not only to men, but even to some of the demonic beings — wherefore they too lie when questioned about many things.
6:5.2
Τούτοις αὖθις ἐπιλέγει Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς παρόντας ἑκόντας προστιθέναι τὸ ψεῦδος. πολλάκις γοῦν προλέγουσιν ὅτι ψεύσονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν ἀμαθίαν
對此,他又進一步補充說:「而且,是周遭的環境(大氣)迫使神諭變得虛假,並非那些在場的(鬼靈)出於自願才添上謊言。他們常常事先便宣告自己將要說謊;然而詢問者卻執意留下,並因自己的無知而強逼他們開口。」
To these he adds further: 'And it is the surrounding atmosphere that compels the oracles to become false, not that those present willingly add the falsehood. Often, at any rate, they foretell that they will lie; but the questioners remain and, through their own ignorance, compel them to speak.'
6:5.3
εἶπε γοῦν ὁ Ἀπόλλων ποτὲ, τοιαύτης οὒσης τῆς καταστάσεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος, κλεῖε βίην κάρτος τε λόγων · ψευδηγόρα λέξω. καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν δηλώσει τὰ ὢ λόγια
阿波羅曾經確實說過這樣的話:當時的情勢,正如我們已指出的,周遭的環境是惡劣的:「封住這話語的力道與威能吧,我將要說謊了。」而這些我們所說的話確實真實,那些神諭本身也將會證明這一點。
At any rate, Apollo once said — when the condition of the surrounding atmosphere, as we have shown, was evil — 'Shut up the force and might of words; I shall speak falsely.' And that these things we have said are true, the very oracles themselves will make clear.
6:5.4
ἔφη γοῦν τις κληθεὶς τῶν θεῶν σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται. καὶ ἐπιλέγει Πέφηνεν ἄρα πόθεν πολλάκις τὸ ψεῦδος συνίσταται
果然,有一位受人求問的神曾這樣說:「今日不宜談論星辰那神聖的軌道;因為預言的座位,如今已被禁錮於星辰之中。」他又補充說:「由此可見,謊言常常正是從這裡產生的。」
At any rate, some god, when invoked, said: 'Today it is not fitting to speak of the sacred path of the stars, for the seats of prophecy are now fettered among the stars.' And he adds: 'It has thus become clear whence the falsehood often arises.'
6:6.1
Ἀρά σοι πέπαυται λοιπὸν τὰ τῆς ἀμφιβόλου γνώμης, ὅτι μηδέν τι ἢν θεῖον ἐν τοῖς τῶν θεῶν χρησμοῖς. πῶς γάρ ποτε τὸ θεῖον ψεύσαιτ ἂν, τὴν φύσιν ὂν ἀψευδέστατον, εἴ γε ἀψευδὲς τὸ θεῖον; πῶς δὲ ἀγαθὸς δαίμων ταῖς ψευδολογίαις ἀπατήσειέ ποτε τοὺς χρωμένους; πῶς δ ἂν εἴη κρεῖττον ἀνθρώπου τὸ τῇ τῶν ἄστρων φορᾷ πεπεδημένον
那麼,你那猶疑不定的想法,如今是否已經止息了呢——即眾神的神諭之中,其實毫無任何神性可言。因為,若神本性上是最不會說謊的,那麼神性又怎麼可能撒謊呢?倘若神性確實不會撒謊的話。而一位良善的精靈,又怎麼可能以謊言欺騙那些求問於它的人呢?被星辰運行所束縛的東西,又怎麼可能勝過人類呢?
Has, then, your doubtful opinion now been laid to rest — namely, that there was nothing at all divine in the oracles of the gods? For how could the divine ever lie, being by nature most incapable of falsehood, if indeed the divine is free from falsehood? And how could a good daimon ever, by false speech, deceive those who consult it? And how could that which is fettered by the movement of the stars be superior to man?
6:6.2
θνητὸς μὲν οὑν ἀνὴρ βραχεῖαν ἀρετῆς σπουδὴν εἰσενεγκάμενος οὔποτ ἂν ψεύσαιτο, τἀληθὲς προτιμᾶν προθέμενος, οὐδ εἱμαρμένης ἀνάγκην οὐδ ἄστρων φορὰν αἰτιάσαιτο ψευσάμενος· ἀλλ εἰ καὶ τῷ σώματι πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτο ἐλευθεροστομῶν ἀντιφθέγξεται, ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα · τέμνε, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ ἄνεισ ἐς οὐρανὸν, πρὶν ἐξ ἐμοῦ σοι θῶπ ἀπαντῆσαι λόγον
一個必死的凡人,只要具備一點點對德行的追求熱忱,就絕不會說謊,因為他早已立志以真理為重;即便說了謊,他也絕不會歸咎於命運的必然,或星辰的運行。反之,即便有人以烈火或利刃加諸其身,強逼他違背真相,他仍會以自由不羈的口吻,如此反擊道:「儘管讓烈火燒來,讓刀劍臨身;割吧,燒我的肉吧,儘管暢飲我這烏黑的血液,喝個痛快吧;因為星辰寧可先墜入地底,大地寧可先升上高天,也絕不會有一句諂媚之言,從我口中出來迎合你。」
A mortal man, then, who has brought even a small measure of zeal for virtue, would never lie, having set before himself to prize the truth above all; nor, having lied, would he blame the necessity of fate or the movement of the stars. But even should someone apply fire or the sword to his body, compelling him to corrupt the true account, yet even against this, speaking with unfettered tongue, he will answer back: 'Let fire come, let swords come; cut, burn my flesh, drink your fill of my dark blood; for sooner shall the stars descend beneath the earth, and the earth ascend to heaven, than a flattering word shall come from me to meet you.'
6:6.3
τὸ δέ γε λαοπλάνον καὶ ἀπατηλὸν δαιμόνιον σκήπτεται τοὺς ἄφρονας σοφιζόμενον, ἔν ἐν οἶς ἂν τῆς τοῦ μέλλοντος προρρήσεως ἀποπίπτοι καταφυγὴν αὐτῷ τῆς ἀλογίας τὴν εἱμαρμένην πορίζοιτο
而那個迷惑百姓、詭詐欺人的鬼魔,卻藉口狡辯,向愚昧的人玩弄詭辯,好在自己對未來的預言落空之時,能為自己的荒謬找一條藉口,把「命運」當作自己遮羞的退路。
But the people-deceiving and fraudulent demon makes excuses, playing the sophist upon the foolish, so that in cases where it should fail in its prediction of the future, it might procure fate as a refuge for its own irrationality.
6:6.4
πάντα δ εἱμαρμένης διὰ τῶν χρησμῶν ἀναρτήσας ὁ δαίμων, καὶ τὸ ἐφ ἡμῖν ἐκ τῆς αὐτοπροαιρέτου κινήσεως ἀνελὼν, λὼν, ἀνάγκῃ δὲ καὶ τοῦτο καταδουλώσας, θέα εἰς οἷον κακῶν δογμάτων ὄλεθρον τοὺς αὐτῷ πειθομένους καταβέβληκεν
而這鬼魔,藉由種種神諭,把一切都繫在命運身上,甚至連本屬我們自主抉擇、出於自身意志而行的那部分,也一併廢除了,把它也一同奴役於必然性之下——你且看看,他把那些信從他的人,帶入了怎樣一種因錯謬教義而招致的毀滅之中。
And the demon, having hung everything upon fate through the oracles, and having abolished what is within our own power — that which arises from self-determined motion — and having enslaved even this to necessity, see into what a ruin of evil doctrines he has cast down those who trust in him.
6:6.5
εἰ γὰρ ἄστροις καὶ εἱμαρμένῃ οὐ μόνα τὰ ἐκτὸς, ἀλλὰ καὶ τὰς κατὰ λογισμὸν προθυμίας ἀναθετέον, καί τις ἀπαραίτητος ἀνάγκη τὰς ἀνθρωπίνας ἐκβιάζεται γνώμας, οἰχήσεταί σοι φιλοσοφία, οἰχήσεται χαὶ εὐσέβεια· οὐδέ τις ἦν τοῖς σπουδαίοις ἔπαινος ἀρετῆς, οὐδέ τις θεοφιλία, οὐδὲ τῶν ἐν ἀσκήσει πόνων καρπὸς ἐπάξιος, ἀνάγκης καὶ εἱμαρμένης τὴν αἰτίαν πάντων ἀναδεδεγμένης
因為若不僅外在之事,就連依理性而生的熱切意向也必須歸諸星宿與命運,且某種無可逃避的必然性強逼人的意志,那麼哲學必將離你而去,敬虔也必將離你而去;於是那些致力於德行的人便不再有任何稱讚,也沒有蒙神所愛可言,苦修勞苦也結不出配得的果實,因為必然性與命運已經承擔了萬事的因由。
For if it is not only external things but also our rational impulses that must be attributed to the stars and to fate, and if some inexorable necessity does violence to human judgments, then philosophy will be gone from you, and piety too will be gone; there would be no praise of virtue for the earnest, no love of God, nor any worthy fruit of the labors of ascetic discipline, since necessity and fate have taken upon themselves the cause of all things.
6:6.6
οὐ δὴ οὖν προσήκει καταμέμφεσθαι τοῖς περὶ τὸν βίον πλημμελοῦσιν, οὐδέ γε τοῖς ἀσεβέσι καὶ ἐπιρρητοτάτοις, ἀλλ οὐδὲ τοὺς σπουδαίους θαυμάζειν· ταύτῃ δὲ, ὡς ἔφην, οἰχήσεται καὶ τὸ μέγα τῆς φιλοσοφίας κλέος, οὐκ αὐτοπροαιρέτου μελέτης καὶ ἀσκήσεως, ἀλλ ἐκ τῆς τῶν ἄστρων ἀνάγκης ἀπῃωρημένον
既如此,就不宜責備那些在生活上有過犯的人,也不宜責備不敬虔、最應受譴責的人,同樣也不該讚賞那些勤奮之人;如此一來,如我所言,哲學那偉大的美名也將隨之消失,因為它不再出於自主選擇的鑽研與操練,而是懸繫於星宿的必然性之上。
It would then be unfitting to blame those who err in their way of life, nor indeed the impious and most blameworthy, but neither would it be fitting to admire the earnest; and thus, as I have said, the great glory of philosophy too will be gone, since it depends not on self-chosen study and discipline but hangs suspended from the necessity of the stars.
6:6.7
ὅρα οὖν εἰς οἷον κακῶν δογμάτων βυθὸν οἱ θαυμάσιοι θεοὶ καταβεβλήκασι, καὶ σκέψαι ὡς εἰς ἀσωτίαν καὶ ἀδικίαν καὶ ἄλλα μυρία κακὰ παρορμᾷ καὶ προτρέπει τουτὶ τὸ δόγμα, ἀνατροπὴν τοῦ παντὸς βίου ἀθρόως κατεργαζόμενον
你看這些「奇妙的」神明把人拋入怎樣的惡劣教義深淵,且思想這教義如何驅使、慫恿人走向放蕩、不義及無數其他惡事,一舉將整個人生顛覆殆盡。
See, then, into what an abyss of evil doctrines these wondrous gods have cast us, and consider how this very doctrine urges and incites men toward profligacy and injustice and countless other evils, working all at once the overthrow of the whole of life.
6:6.8
εἰ γοῦν τις αὐτόθεν πιστεύσειε τοῖς θαυμαστοῖς τῶν θεῶν χρησμοῖς, ὅτι τε τὸ ἀληθεύειν καὶ τὸ ψεύδεσθαι οὐχ ἡμέτερον ἔργον ἦν, ἀλλὰ τῆς ἀπαραιτήτου εἱμαρμένης, καὶ τὸ θέλειν ἐπὶ στρατείαν ἢ ἐπ ἄλλο τι τῶν πρακτέων ὁρμᾶν, καὶ τὸ μὴ θέλειν τὰ τοιάδε, πῶς οὐκ ἂν ἐθελήσειεν ἀμελεῖν καὶ καταρρᾳθυμεῖν ἐν ἅπασι τοῖς μὴ ἄνευ καμάτων καὶ πόνων καὶ τῆς ἡμῶν αὐτῶν προθυμίας κατορθοῦσθαι δυναμένοις
若有人竟從此便相信諸神那些奇妙的神諭,以為說真話與說假話並非我們自己的作為,而是那無可逃避的命運所致,同樣,願意從軍或著手其他任何應行之事,以及不願如此,也都是如此,那麼他豈能不甘於怠惰疏懶,對一切非經勞苦、辛勤及我們自身熱誠便無法成就之事漠然置之呢?
If, then, someone should straightway believe the wondrous oracles of the gods, namely that speaking truth and speaking falsehood are not our own doing but that of inexorable fate, and likewise that willing to set out on a military campaign or upon any other undertaking, and not willing such things, are alike fated, how would he not choose to be negligent and slothful in all things that cannot be accomplished without toil and labor and our own eagerness?
6:6.9
εἰ γὰρ ἐξ εἱμαρμένης τόδε τι γενήσεσθαι νομίζοι, εἴτε πονοίημεν ἡμεῖς περὶ αὐτὸ καὶ σπουδάζοιμεν εἴτε καὶ μὴ, πῶς οὐκ ἄν τις ἐθελήσειε τὸ ῥᾷον αἱρεῖσθαι, παρεὶς ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης γενησομένου τοῦ πραχθησομένου
因為若有人以為某事必因命運而發生,無論我們是否為此勞心竭力,那麼他豈不寧可選擇較輕省的路,任由自己懈怠疏忽,認為凡將要發生的事終究會因命運與必然性而成就?
For if one should suppose that a given thing will come to pass by fate, whether we toil and are earnest about it or not, how would one not choose the easier course, letting oneself go and being negligent, on the ground that whatever is to be done will come to pass by fate and necessity?
6:6.10
ὅθεν καὶ λεγόντῶν ἔστιν ἀκοῦσαι τῶν πολλῶν ὅτι ἄρα πραχθήσεται τοῦτο, εἴ γε εἵμαρταί μοι, καὶ τί με χρὴ παρέχειν ἐμαυτῷ πράγματα
由此也可聽見眾人如此說:「若這是命定歸我的,這事終究會發生,我又何必自尋煩惱呢?」
Hence one may hear the multitude saying, 'This, then, will come to pass if indeed it is fated for me; and why should I trouble myself?'
6:6.11
εἰ γὰρ ὁ ἐπὶ στρατείαν ὁρμῶν οὐκ ἐκ προαιρέσεως οἰκείας τοῦτ ἔπραττεν, ελαυνόμενος δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης, δῆλον ὅτι καὶ ὁ ἐπὶ λῃστείαν καὶ τυμβωρυχίας καὶ ἐπὶ τὰς ἄλλας ἤτοι ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρονας ἐπιτηδεύσεις τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ περὶ εἱμαρμένης λόγῳ
因為若那出征從軍者並非出於己身的抉擇,而是被外在的必然性所驅使,那麼顯然那走向搶劫、盜墓以及其他種種不虔不潔、放縱之事,或轉向端正節制之行的人,也都同樣如此——因為這正是命運之說必然導出的結論。
For if the man who sets out on a military campaign did so not from his own choice but driven by an external necessity, it is clear that the man who turns to brigandage and tomb-robbing and to other impious and licentious deeds, or to orderly and temperate pursuits, does so likewise — for this would follow consistently from the doctrine of fate.
6:6.12
πῶς οὖν ὁ ταῦτα μὴ ἐξ αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ ὑπὸ τῆς ἐξωθεν ἀνάγκης προσέξοι ἄν ποτε τῷ νουθετοῦντι καὶ διδάσκοντι σκοντι μὴ ἑαυτὸν ἐπιδιδόναι ἔκδοτον τοῖς προειρημένοις
既然如此,那認為自己並非出於己意、而是被外在必然性驅使去行這些事的人,又怎會聽從那勸誡教導他不可將自己拱手交付於前述諸惡的人呢?
How, then, could one who supposes that he undertakes these things not of himself but under external necessity ever heed one who admonishes and teaches him not to give himself over, surrendered, to the aforesaid evils?
6:6.13
εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα ὡς καὶ τῶν πρὸ ἡμῶν τισὶν εἴρηται, τί με, ὦ ἄνθρωπε, νουθετεῖς; ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ ἐμοὶ, τὸ μεταβάλλειν βάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη προκατεί ληφε
因為他大可對那勸誡他的人說出前人曾說過的話:「哦,先生,你何必勸誡我呢?要改變我的心意,這事根本不在我的能力範圍之內;因為命運早已預先定奪。」
For he might say to the one admonishing him, as was said also by certain men before us, 'Why, O man, do you admonish me? For surely it is not within my power to change my purpose; fate has already forestalled it.'
6:6.14
τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προθυμεῖσθαι δυνήσομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί μοι; προθυμήσομαι δὲ, εἰ καθείμαρται, καὶ ἄνευ τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. τί οὖν μάτην σεαυτῷ ἐνοχλεῖς
既然如此,我為何要竭力去做那些連我自己都無法生出熱望的事,除非這熱望本身也早已被命定於我?倘若確已命定,那麼即使沒有你的教導,我也自會因命運的牽引而生出熱望。那你又何必徒然自尋煩擾呢?
Why, then, must I strain myself toward things I shall not even be able to be eager for, unless this too has been fated for me? And if it has been fated, I shall be eager even without your teaching, being led by fate. Why, then, do you trouble yourself in vain?
6:6.15
ἀλλ εἰ καὶ τὸ σὲ παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖδθαι εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα, ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; ἀργὴ γὰρ καὶ ἀνωφελὴς ἡ παραίνεσις. εἰ γὰρ εἵμαρταί μοι, φιλοπονήσω εἰ δὲ μὴ εἵμαρται, ματαίαν ποιεῖσθαι τὴν σπουδὴν ἀμφοτέρους συμβήσεται
但即便你要說,你之所以勸勉教導我,本身也是出於必然,為要勸勉、說服我相信這些事,那麼即使如此,又何必為此汲汲營營呢?因為這勸勉終究是徒然無益的。若這是我的命定,我自會勤勉不懈;若非命定,那麼你我雙方的努力都終將歸於徒然。
But even if you should say that your very exhorting and teaching is accomplished by necessity, for the purpose of exhorting and persuading me of such things, still, even in this case, what need is there to be earnest? For the exhortation is idle and useless. If it is fated for me, I shall labor diligently; but if it is not fated, it will befall us both alike to make our earnestness in vain.
6:6.16
πῶς δὲ οὐ μᾶλλον ἀπορρᾳθυμῶν εἴποι ἂν πρὸς ἑαυτὸν ὁ ταύτην ἔχων τὴν δόξαν, ἄγε μηδαμῶς φιλοπονήσω, μηδὲ μάτην ἐνοχλήσω ἐμαυτῷ· γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης· κης· ὁ δὲ περί τι σπουδάζων, ἢ διδάσκων ἢ προτρέιτςε τρέπων ἑαυτὸν ἢ ἄλλον καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ πείθεσθαι, καὶ τὸ ἁμαρτάνειν καὶ μὴ, τό τε ἐπιτιμᾶν. ἁμαρτάνουσι, καὶ τὸ ἐπαινεῖν τοὺδθοῦντααα θοῦντας, πῶς οὐκ ἐναργῶς ἐλέγχεται τὸ μὲν ἔργον καταλιπὼν τοῦ παρ ἡμῖν καὶ τοὐ αὐτεξουσίου, τὸ δὲ τῆς εἱμαρμένης ὄνομα αὐτῷ συνάπτων μόνον
抱持這種見解的人,豈不更會出於怠惰而對自己說:「罷了,我斷不勞碌,也不徒然自尋煩擾,因為命定之事終究會依必然性而成就」?然而,那真正為某事竭力、或教導、或勸使自己或他人接受、或不接受,或犯罪、或不犯罪,並斥責犯罪者、稱讚行善者的人,豈不正明白暴露出:他在實際行動上已然棄絕了在我們能力範圍之內、出於自由意志之事,卻僅僅把「命運」這個名字附加在其上罷了?
And would not the man who holds this opinion, out of very slackness, rather say to himself, 'Come, let me by no means labor diligently, nor trouble myself in vain, for what is fated will come to pass of necessity'? Yet the one who is earnest about something — whether teaching or turning himself or another to persuasion or non-persuasion, to sinning or not sinning, and who rebukes those who sin and praises those who do well — how is he not clearly convicted of abandoning, in his very action, the doctrine of what is in our own power and of free will, while attaching to it merely the name of fate?
6:6.17
ὥσπερ εἰ τις τὴν τοῦ ἀγαθοῦ φύσιν, ἧς κατὰ τὴν παρουσίαν ἄριστα διοικεῖται τὸ ζῷον, τῷ τοῦ κακοῦ προσαγορεύοι ὀνόματι. οὕτω γὰρ ἐπεὶ ἐναργῶς ἑαυτῶν αἰσθανόμεθα μὴ βιαζομένων ὑπ ἄλλης τινὸς αἰτίας ἐν τῷ παιδεύειν τοὺς υἱεῖς καὶ μαστίζειν τοὺς οἰκέτας ἁμαρτήσαντας, καὶ ἐν τῷ τόδε τι βούλεσθαι καὶ μὴ βούλεσθαι, ἀλλ αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας σίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ εἱμαρμένην, πρὸς τὸ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις, ἐξ ὧν ὁρῶμεν μάλιστα κατορθούμενα τὰ τῶν ἀνθρώπων πράγματα
這就好比有人把善的本性——藉其臨在,一切生物才得以獲得最佳治理——冠以「惡」之名一般。因為既然我們明明覺察到,自己在教訓兒子、鞭責犯錯的僕人時,並非受任何其他因由所逼迫,而在願意或不願意某事上,也是完全出於自身的權能而達成這些行動,那麼主張這些事是依命運而發生的人便是錯謬的,因為這樣的說法會瓦解我們自身的熱誠,也會瓦解我們向他人所發出的勸勉與告誡——而正是藉著這些,我們看見人事最能得以匡正。
Just as if someone were to call by the name of evil the nature of the good, by whose presence the living creature is best governed. For in this way, since we clearly perceive ourselves not being compelled by any other cause in disciplining our sons and scourging servants who have erred, and in willing this or that or not willing it, but arriving at such motions entirely from our own authority, the man who says that these things happen according to fate would err, tending to undo both our own eagerness and the exhortations and admonitions we direct toward others, from which we see human affairs most of all set right.
6:6.18
καὶ μὴν καὶ νόμους ἀνατρέποι ἂν οὗτος ὁ λόγος τοὺς τοῦ συμφέροντος ἕνεκεν ἀνθρώποις κειμένους. τί γὰρ δεῖ προστάττειν ἢ ἀπαγορεύειν τοῖς ὑφ ἑτέρας ἀνάγκης κατεσχημένοις; ἀλλ οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας, οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν ἀδικίας καὶ εἰς εὐποιίας ἑτοιμότητα
再者,這種說法也會推翻那些為人類福祉而制定的法律。因為若人是被另一種必然性所轄制,又何必對他們發號施令或加以禁止呢?既然如此,也就無須懲罰犯錯者——他們並非出於同一因由而犯罪——也無須對行事最為美善者頒賜榮譽;然而,懲罰與獎賞這兩者,正是遏止不義、促成樂於行善之極大緣由。
Moreover, this doctrine would also overturn the laws laid down for men for the sake of their advantage. For what need is there to command or forbid those who are held fast by another necessity? Nor, indeed, would it be necessary to punish wrongdoers, since they have not sinned through the same cause, nor to award honors to those who do the noblest deeds — though each of these has furnished great cause for the restraint of injustice and for readiness in well-doing.
6:6.19
ἀλλὰ καὶ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἀνατρέποι ἂν ἥδε ἡ δόξα, εἴ γε μηδὲν ἡμῖν ὁ θεὸς, μηδὲ μὴν αὐτοὶ οἶ τῶνδε χρησμῳδοὶ, δοὶ, μήτ εὐχομένοις μήτ εὐσεβοῦσι συμβάλλονται εἱμαρμένης ἀνάγκαις πεπεδημένοις
此外,這種見解也會推翻對神明應有的敬虔,因為若我們已被命運的必然性所束縛,那麼無論我們是否祈求、是否敬虔,神都於我們無所助益,就連那些神諭的宣告者自身也同樣無所助益。
But this opinion would also overturn piety toward the divine, if indeed God contributes nothing to us, nor do the very givers of these oracles contribute anything, whether we pray or are pious, since we are fettered by the necessities of fate.
6:6.20
τὸ δὲ δίκην ἀψύχων λέγειν κινεῖσθαι ἡμὰς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους, εἰς τὸ ἐπάναγκες ἐθελῆσαι τάδε πρᾶξαι, καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον, ἐπείπερ ἐναργῶς αἰσθανόμεθα ἑαυτῶν ἡμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων, καὶ ἀμελούντων, πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα, καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούντων, καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρουμένων, τὰ δὲ φευγόντων καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως
至於說我們的活動有如無生命之物,被某種外在力量牽線操縱,忽左忽右,以致被迫立意去做某些事,又違背自己的心意去選擇另一些事,這豈不是極其無恥、厚顏無度嗎?因為我們明明覺察到,自己是憑著自身的衝動與行動去熱切追求某些事,又對某些事漠然置之;我們同樣覺察到,自己是憑此同一因由而成功或不成功,並非受任何其他因素所逼迫,而是憑自願的判斷去選取一些事,又出於自身的抉擇去逃避、拒絕另一些事。
But to say that we are moved after the manner of lifeless things, jerked this way and that like puppets by some external power, so as to be forced to will to do these things and to choose others contrary to our purpose — how would this not be shameless and most impudent, since we clearly perceive ourselves eagerly pursuing certain things by our own impulse and motion, and again being negligent of them, and we likewise perceive ourselves succeeding or not succeeding by this same cause, compelled by nothing else, but choosing some things by voluntary judgment and fleeing and declining others out of our own free choice?
6:6.21
οὕτ ὢ δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος ὥστε ὁμοίως τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι, καὶ τὸ τόδε τι ὁρᾶν, καὶ τόδ ἀκούειν, οὐ συλλογισμῷ, ἀλλ ἐνεργείᾳ καταλαμβανομένων, συναισθέσθαι ἑαυτῶν ἐξ ἡμῶν αὐτῶν καὶ τῆς ἡμετέρας βουλῆς ὁρμώντων, καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων, ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον τῆς ἐν ἡμῖν λογικῆς καὶ νοερὰς φύσεως ἐνδίκως ὁμολογεῖσθαι
自願之理是如此顯而易見,正如痛苦與快樂、見此聞彼並非藉推論、而是藉切身經歷而被領會一樣,我們也同樣覺察到自己是出於己身、出於自己的意願而行動,選取某些事,摒棄另一些事,以致我們裡面那理性、有靈的本性所具有的自由與自主,理當在一切方面都獲得公正的承認。
So evident, then, was the doctrine of the voluntary that, just as pain and pleasure, and seeing this and hearing that, are apprehended not by reasoning but by direct experience, so too we are conscious of ourselves as setting out from ourselves and from our own deliberation, choosing certain things and turning away from others, so that in every respect the freedom and self-determination of the rational and intellectual nature within us is justly acknowledged.
6:6.22
εἰ δὲ καὶ παρὰ προαίρεσιν μυρία συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταρἀττεο. διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν, καὶ τὸν λόγον, καθ ὃν τὰ οὐκ ἐφ ἡμῖν γίνεται, ἐπιθεωρητέον. οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔτις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. φέρ οὖν ἐπιμενλῶς τὸ πρόβλημα ἐπισκεψώμεθα
然而,若有無數事情也違背我們的心意而發生在我們身上,令大多數人為之困擾,此處就必須區分我們所處狀態的本性,並仔細考察那不在我們能力範圍之內之事所依循的道理。如此一來,這些事的因由就不會被歸諸某種毫無理性的命運,而是歸諸另一種依附於萬有天命的道理。那麼,讓我們仔細審視這個問題。
But if countless things also befall us contrary to our purpose, and these trouble the majority of men, here we must distinguish the nature of the state in which we exist, and we must consider the principle according to which what is not in our power comes to pass. For thus the cause of these things too will not be taken up by some irrational fate, but rather by another principle, one dependent upon the providence of the universe. Come, then, let us examine this problem carefully.
6:6.23
Πάντα μὲν ἀθρόως ἐκ θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι οἱ τῆς ἀληθοῦς εὐσεβείας θεσμοὶ διαγορεύουσιν
真敬虔的法度宣告:萬有無不整體地出於神的天命,也由神的天命所治理。
The ordinances of true piety proclaim that all things together exist and are governed by the providence of God.
6:6.24
ἤδη δὲ κατ εἶδος ἰδίως ἕκαστα τῶν γιγνομένων τὰ μὲν ἔξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ οἰκείᾳ κρίσει τε καὶ προαιρέσει κινούμενα, καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ ἐπισυμβεβηκότα τοῖς προηγουμένως γεγονόσι, ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος
然而,就個別事物各按其種類而言,有些是憑稟賦、有些是憑本性、有些是憑衝動與想像、有些則是憑理性與自身的判斷、抉擇而運行;有些事是依主導的道理而發生,另一些則是伴隨那先已依此道理發生之事而附帶產生。萬有的因由正是藉此構成了整體那紛繁多樣的秩序,為每一類存有分配了各自獨特、界定分明的本性構造。
But now, specifically according to their kind, individual things that come to be are moved, some by disposition, some by nature, some by impulse and imagination, others by reasoning and their own judgment and choice; and some things happen according to a governing principle, while others happen as accompaniments to what has already occurred according to that governing principle. In this way the Cause of the universe has constituted the varied and manifold ordering of the whole, allotting to each kind of existing thing its own distinct constitution of nature.
6:6.25
σχολῇ μὲν οὖν τις τὸν περὶ τῶν ἄλλων διεξέλθοι λόγον, τὸν δὲ περὶ τοῦ αὐτεξουσίου ῥᾷον ἂν καταμάθοι ὡδε
至於其他各類的道理,人恐怕難以從容一一詳述;但論及自主之事的道理,卻可以藉下述方式較為容易地明白。
One might, then, only with difficulty go through the account concerning the other kinds, but one could more easily come to understand the account concerning free will in the following way.
6:6.26
ἐπεὶ μὴ μονογενὲς χρῆμα μηδ ἐκ μιᾶς συνεστὼς φύσεως τυγχάνει ὢν ὁ ἄνθρωπος, ἐκ δυοῖν δὲ ἐναντίων εἴληχε τὴν σύνοδον, σώματος καὶ ψυχῆς, τοῦ μὲν κατὰ συμβεβηκὸς ὀργάνου τῇ ψυχῇ δεδεμένου, τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης, καὶ τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου, ὥσθ ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ φύσει συγγενῆ ταύτῃ τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοινωνηκὸς, διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ, τοτὲ μὲν φύσει σώματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ θεοῦ, δι οὓς οἶδε λόγους αὐτὸς, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν
既然人並非單一的存有,也並非由單一本性所構成,而是由兩種相對的元素結合而成,即身體與靈魂——身體是偶然繫附於靈魂的器具,而那有靈的實體則是依主導的道理而存在;一者無理性,一者有理性;一者可朽壞,一者不可朽壞;一者必死,一者不死——因此我們的身體與無理性的野獸為兄弟,靈魂則與有理性、不死的本性為親屬。正因如此,這棵具有雙重本性的萌芽既分享了雙重的性質,理當以雙重、相異的方式來引導其生命:時而屈服於身體的本性,時而藉那更神聖的部分而擁抱自身固有的自由;以致同一個存有既是奴僕又是自由人,這是神按祂自己所知的緣由,賜給人靈魂與身體如此一種摻合的分定。
Since man is not a thing of a single kind, nor does he happen to be composed of a single nature, but has received his composition from two opposites, body and soul — the body being an instrument bound to the soul accidentally, while the intellectual essence subsists according to a governing principle; the one being irrational, the other rational; the one corruptible, the other incorruptible; the one mortal, the other immortal — so that we bear a body akin to the irrational beasts, but a soul akin to the rational and immortal nature. For this reason it is fitting that this twofold growth, since it partakes of a twofold nature, should direct its life in a twofold and differing manner — at one time enslaved to the nature of the body, at another embracing its own proper freedom through the more divine portion — so that the same being is both slave and free, having been allotted by God, for reasons known to himself, such a commingling of soul and body.
6:6.27
εἰ δὴ οὑν τις τὰ κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς, εἱμαρμένης ὀνόματι χρώμενος, ὑπ αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. εἰ γὰρ εἱμαρμένης ἀνάγκη τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχὴ κατὰ φύσιν προσόντων παραποδίζεται, μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρεπόμενα, επόμενα, πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις
既然如此,若有人動用「命運」一詞,把身體或靈魂本性所固有之事歸諸必然性的因由,那他便誤用了應有的稱謂。因為若命運的必然性乃是無可阻擋的,然而身體與靈魂本性中所固有的許多事物卻常受阻礙,又有無數其他外來、違反本性的偶發事故臨到靈魂與身體,那麼命運與本性又怎能等同呢?
If, then, someone, using the term 'fate,' should ascribe to the cause of necessity those things which belong to the nature of either the body or the soul, he would miss the proper designation. For if the necessity of fate were something unhindered, yet many of the things naturally belonging to body and soul are impeded, and countless other things contrary to nature befall both soul and body accidentally from without — how, then, could fate and nature be the same thing?
6:6.28
εἰ γὰρ ἀπαράλλακτόν φασιν εἷναι τὴν εἱξμαρμένην, καὶ μὴ δύνασθαι τι παρ αὐτὴν γίνεσθαι (ἀνάγνην, γὰρ εἶναι ἀπαραίτητον·) πολλὰ δὲ, ὡς ἔφην, παρὰ τὰ κατὰ φύσιν καὶ ψυχὴ καὶ σώματι συμβαίνει, οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι ταὐτὸν εἶναι λέγων εἱμαρμένην καὶ φύσιν
因為若他們聲稱命運是恆常不變的,凡事皆不能違逆它而發生(他們說必然性乃是無可規避的),然而正如我所言,許多違反靈魂與身體本性之事卻確實發生,那麼稱命運與本性為同一者,便不能算是正確的稱謂。
For if they say that fate is invariable, and that nothing can happen contrary to it (for necessity, they say, is inexorable), yet many things, as I have said, happen to both soul and body contrary to what accords with nature, one could not rightly call fate and nature the same, in saying so.
6:6.29
γένοιτ ἂν οὑν τῶν ὄντων ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ἐφ ἡμῖν γιγνόμενα, οἶα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα, ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ οὔτε τῆς ψυχῆς τὸ ἐφ ἡμῖν οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν, οὐδὲ μὴν τῶν ἔξωθεν τὸ κατὰ συμβεβηκὸς, ἐνδίκως ἄν τις ἀποστεροίη τὸν αἴτιον
因此,在我們裡面存在的事物,有些是依理性與抉擇而發生,即在我們能力範圍之內者,如依靈魂本性而生之事;有些則依身體本性而生;還有一些是這兩者——我是說靈魂與身體——的偶發之事,卻是由其他事物依其本性所促成。然而,無論是靈魂中在我們能力之內者,或是身體中依本性而生者,抑或是外來的偶發之事,都不能公正地剝奪那萬有因由〔即神〕在其中的地位。
Among the things that exist in us, then, there would be those which come to be by reasoning and choice, that is, what is in our own power, such as the things according to the nature of the soul; and others according to the nature of the body; and others which are accidental to these — I mean to soul and body — but are brought about by other things according to nature. Yet one could not justly deprive the Cause of what belongs to the soul as being in our power, nor of what belongs to the body according to nature, nor indeed of what befalls us from without accidentally.
6:6.30
θεὸς γὰρ αὐτὸς ὁ τῶν ὅλων καὶ τῶν ἐφ ἡμῖν, καὶ τῶν κατὰ φύσιν, καὶ τῶνκατὰ κατὰ συμβεβηκὸς δημιουργὸς ὢν ἀποπέφανται. καθόλου γὰρ περὶ πάντων ἀκουστέον τῆς θείας γραφῆς, τὸ αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν ἀποφηναμένης
因為神自己已被宣告為萬有的創造者——無論是在我們能力範圍之內的事、依本性而生的事,或是偶發之事,皆出於祂。因為就萬事而論,我們都當聽從神聖經文的宣告:「祂說有,就有;祂命立,就立。」
For God himself has been declared to be the Maker of all things — of what is in our power, of what is according to nature, and of what is accidental. For concerning all things universally we must heed the divine Scripture, which declares: 'He spoke, and they came to be; he commanded, and they were created.'
6:6.31
εἰ δὴ οὖν βουλομένοις ποτέ τινα ἕτερα παρὰ τὴν ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον αὐτοὺς ὡς ἄρα τοῦτ ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ ψυχῆς καὶ σώματος, παρ ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ λογικὴ, ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φὐσιν αὐτὴ χώραν ἀλόγου μετείληφε· καὶ νοῦς ὁ φρονήσεως οἰκεῖος ἀφραίνει πολλάκις κατά τι συμβεβηκὸς, παρατραπεὶς ἐν ὑπερβαλλούσαις φέρε σώματος ἀρρωστίαις
既然如此,若我們所願之事有時竟違背我們的意向而發生,就當提醒自己,這正是我們裡面身體與靈魂那雙重、異質結合的緣故;正因如此,靈魂的本質雖本性上是有靈、有理性的,卻在天性尚屬幼稚的身體中,違反自己的本性而佔據了無理性的地位;而那本應以審慎為職分的心智,也常因某種偶發之事——例如身體極度的疾病所導致的錯亂——而顯出愚昧。
If, then, when we wish something, other things sometimes befall us contrary to our judgment, we must remind ourselves that this is precisely that twofold and heterogeneous character of the union within us — I mean of soul and body — on account of which the essence of the soul, though intellectual and rational by nature, has, in a body that is naturally in its infancy, itself contrary to its own nature taken on the place of the irrational; and the mind, whose proper function is prudence, often plays the fool by some accident, being deranged, say, by excessive bodily illnesses.
6:6.32
πολλάκις δὲ καὶ γήρας ἐπελθὸν σώματι κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἀπεστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογικὸν παρὰ φύσιν ἀμβλῦναν
此外,老年依本性臨到身體時,也常剝奪心智在壯年時所具有的種種成就,違反本性地使那有靈之魂的理性能力變得遲鈍。
And often, too, old age, coming upon the body according to nature, has deprived the mind of the achievements it had in its prime, blunting, contrary to nature, the rational faculty of the intellectual soul.
6:6.33
αἰκίαι δ αὖ πάλιν καὶ ἀλγηδόνες σώματι πηρώσεις τε ἐπισυμβᾶσαι πάρα φύσιν, τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβηκὸς ἐξενίκησαν, ἐνδούσης ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν ὡς ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα
再者,臨到身體、違反本性的凌辱、痛苦與殘傷,也曾因偶發之故壓倒了靈魂的自主意志,因靈魂與身體相結合之故而向痛苦屈服,彷彿有一條無可逃脫的鎖鏈,橫阻在靈魂固有的自由之前——有時是身體的本性作梗,有時則是外來的意外事故作梗。
Again, outrages and pains and mutilations befalling the body contrary to nature have, by accident, overcome the self-determination of the soul, which yields to the pains because of its union with the body — so that it is as though an inescapable bond were thrown as an obstacle before the freedom of the soul, at one time by the nature of the body, at another by things befalling it from without.
6:6.34
ἦν δὲ ἄρα καὶ τὸ τῆς ἐφ ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς καὶ ἰσχύος ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾶν καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ τοῖς ἔξωθεν ἐπισμβαίνουσιν
然而另一方面,我們那出於自主的抉擇能力也已達到如此的德行與力量,以致在許多事上敢於抗拒、對抗身體的本性以及外來的種種遭遇。
Yet, on the other hand, our own faculty of choice has also attained such a degree of virtue and strength as to dare, in many cases, to resist and contend against both the nature of the body and the things that befall us from without.
6:6.35
ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τὴν τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ, ἡ δὲ ψυχὴ λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει κρείττων καθίσταται τῆς τοῦ σώματος φύσεως· καὶ πάλιν ἡ μὲν πεινῆν καὶ διψῆν καὶ ῥιγοῦν καὶ τὰ τοιαῦτα προσαναγκάζουσα ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀναπεισθεῖσα, καί τινας ἀσκητικὰς προτροπὰς αύθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτερίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν, ἀρετῇ λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη
身體的本性確實會挑動人生出情慾的衝動,但靈魂卻以節制的理性套上韁繩,制伏這情慾,因而顯得比身體的本性更為強大。同樣,身體會以飢渴、寒冷等種種需要強逼人尋求本性所需的療治與滿足,但意志卻被節制的言語所說服,自願地熱愛某些苦修的勸勉,藉多日的禁食與忍耐勝過身體的本性,因為它已憑理性的德行判斷並選擇了這條路。
The nature of the body indeed calls a man toward the impulse of sexual desire, but the soul, casting a rein of sober reason upon the passion, establishes itself as stronger than the nature of the body. And again, the body, compelling us with hunger and thirst and cold and the like, urges us toward their natural remedies and satisfactions; but the will, persuaded by sober reasoning, and having freely embraced certain ascetic exhortations, outwits the nature of the body through many days of fasting and endurance, having judged and chosen this by the virtue of reasoning.
6:6.36
καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν σωμάτων κινήσει, ἡ δὲ προαίρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν ἠσπάσατο βίον
此外,身體依其本性喜愛一切逸樂與肉身柔滑舒適的活動,然而意志卻因渴慕德行,甘願擁抱勞苦艱辛的生活。
And again, the body according to its nature delights in all pleasures and in the smooth motion of physical comfort, but the will, out of desire for virtue, has embraced a laborious and rough way of life.
6:6.37
εἰσὶ δὲ οἱ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες μετίλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι
然而也有人轉向更惡劣之途,將本性的用途變為違反本性的用途,男與男彼此行出可恥之事。
There are also those who, turning to the worse, have exchanged natural use for that which is contrary to nature, males working shameless deeds with males.
6:6.38
οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδωσιν ὁ λογισμὸς, κρατεῖ δὲ ἐν πλείστοις, ὡς καὶ κρατεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἂγεται, τᾶι, ὡς καὶ πρὸ ὥρας ἔσθ ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος, ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη
由此可見,理性並非在一切事上都向本性屈服,反倒在大多數情況下能勝過本性,正如它有時也會被本性所勝;理性時而主導,時而被主導——甚至到了在時候未到之前,親手招致自己脫離身體的地步,只因它判定活著對自己已無益處。
Thus, then, reasoning does not yield to nature in all respects, but in most cases it prevails, just as it is also at times overpowered; and at one time it leads, at another it is led — so much so that there are occasions when, before its hour, it draws to itself with its own hands release from the body, when life is judged not to be advantageous to it.
6:6.39
εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος ἐπεὶ δὲ τὴν πολιτείαν καὶ τὸν ἐν ἀνθρώποις βίον ὁ θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων, ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς πεποιῆσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα, ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν
若他所有的爭戰僅止於對抗他自身身體固有的本性,這爭戰原是有限的;然而,神既已將他置身於眾多事物之間,過公民與世人的生活——使他必須與猛獸、毒蛇同居,處身於火與水、周遭之氣,以及其中種種相異多變的本性之中,過他日常的生活——那麼理當可知,他的爭戰與對抗,不僅在於對抗那與他相連的身體本身之本性,也在於對抗那過必死人生者所身處其間、無數的外來意外事故,以致他也必須在這些事上堅忍持守。
Now if his whole struggle were solely against the proper nature of his own body, this would be a moderate contest; but since God has laid down for him his civic life and his life among men amid many other things — so that he must spend his days together with beasts and venomous reptiles, in the midst of fire and water and the surrounding air, and amid all the varied and differing natures found among these — his conflict and resistance are fittingly directed not only against the proper nature of the body united to him, but also against the countless external accidents amid which the one who leads a mortal life dwells, so that he must also stand firm against these with endurance.
6:6.40
πολλαὶ γοῦν ἤδη καὶ τοιόνδε τροφῶν φύσεις καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος, κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα τάραχον οὐ τὸν τυχόντα τῷ καθ ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκε, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης, κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν οἰκείαν ἐπιτελουμένων
確實有許多種類的飲食、周遭大氣的種種混合、寒霜的侵襲與酷熱的燃燒,以及其他無數依其自身固有道理而自然運行、卻偶然臨到我們身上的事物,這些都因我們與身體的結合,而為我們的自主意志帶來不小的擾亂;因為我們身體的本性無法承受外來的種種侵襲,反倒被外物依其自身本性所發揮的作用所制伏、所勝過。
Many, indeed, are the natures of foods of such and such a kind, and such mixtures of the surrounding air, and onsets of frost and outbreaks of scorching heat, and very many other things that, moving naturally according to their own proper principles, befall us by way of contingency, and have furnished no small disturbance to our own free will because of its union with the body — since the nature of our bodies does not withstand the assaults coming from without, but is overpowered and conquered by external things operating according to their own proper nature.
6:6.41
πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβὰς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται, ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτῃ πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ περὶ τὴν ψυχὴν χρωμένου
再者,既然我們與眾多其他人共同度日,而這些人與我們一樣領受了相同的本質,也照樣憑自己的權能運用在自身能力範圍之內的事,行使他們自由的抉擇,那麼理所當然地,我們也將受制於他人的意向,因為那些人的自主意志便會以某種方式,或作用於我們的身體、或作用於我們的靈魂。
Again, moreover, since we spend our days together with a great many other men, who, having received the same essence as we, likewise carry off for themselves that which is in their own power under their own authority, exercising their own free choice, for this reason too we shall reasonably be subject also to the judgments of others, their own free will thereby acting upon us in some way with respect to the body or concerning the soul.
6:6.42
ὥσπερ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν προσπιπτόντων, οὕτως ἔστιν ὅτε καὶ προαίρεσις ὑπὸ μυρίων ἔξωθεν ἐνοχλουμένη προαιρέσεων, αὐτεξουσίῳ γνώμῃ πεισθεῖσα, ἑαυτὴν τοῖς ἔξωθεν ἐπιδίδωσι, καὶ τοτὲ μὲν βελτίων, τοτὲ δὲ χείρων ἀποτελεῖται. οἶδε γὰρ συνουσία φαύλη κακύνειν, ὥσπερ αὖ τούναντίον ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία. φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί, ὥσπερ οὖν καὶ σώζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι
正如我們身體的本性常被外來的侵襲所勝過,同樣,我們自主的抉擇有時也會受無數外來抉擇的騷擾,憑自己自由的判斷被說服,將自己交託給外物,因而時而變得更好,時而變得更壞。因為惡劣的交往能使人變壞,反之,良善之人的相處也能使人變好。正如「濫交敗壞善行」,同樣,良善之人的相處也能保守人、使人更為美善。
For just as the nature of our body is often overcome by things assailing it from without, so too there are times when our own faculty of choice, harassed by countless external choices, being persuaded by its own free judgment, gives itself over to external things, and becomes at one time better, at another worse. For evil company is known to corrupt, just as, conversely, the fellowship of the good makes men better. 'Bad company corrupts good character,' just as also the fellowship of the good preserves and improves.
6:6.43
καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται ἰσχύει δὲ πάλιν οἰκεία καὶ λογικῆς οὐσίας ἀρετὴ, καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα, καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη, φιλοσοφεῖν παρεσκεύασται. ὅτε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὑν καὶ βελτιοῦται τῆς ἔξωθεν τυγχάνουσα ἐπιμελείας
至於言語方面,靈魂的理性能力確實會因外來之事而或此或彼地被牽動;然而,理性本質固有的德行卻自有其力量,展現出真正屬神、如神般的能力——當它抵擋一切外物,以自由的心志勝過萬事,在自身的德行上絲毫不讓步時,便隨時預備好過哲學的生活。然而,一旦它疏忽怠惰,便會被更惡劣的影響帶入最惡劣的境地,正如它也會因外來的關照眷顧而變得更好。
And so the rational faculty of the soul, in respect of words, is carried this way and that by things befalling it from without; yet again the proper virtue of the rational essence has its own strength, and shows forth a power truly divine and godlike, whenever, withstanding all external things and overcoming them all with a free mind, yielding in nothing from its own virtue, it is prepared to practice philosophy. But whenever it grows negligent, it is reduced to the very worst condition by the worse influences, just as, conversely, it is improved when it happens to receive care from without.
6:6.44
τί χρὴ λέγειν ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ τοῦ παντὸς διοικήσει συντελούμεναι, εὑ τε καὶ ὀρθῶς ἔχουσαι τῷ παντὶ, πλείστην ὅσην τοῖς κατὰ μέρος καὶ δὴ καὶ τοῖς ἐφ ἡμῖν παντοίας κινήσεως περιουσίαν ἀπειργάσαντο
此外還需多言嗎——各種靈魂與身體或豐產或匱乏的際遇,藉著某種與整體治理相應的機緣而促成,對整體宇宙而言是美善、恰當的,卻也為個別事物、乃至為我們能力範圍之內的種種活動,帶來了極為豐富的餘裕。
What need is there to say, in addition to these things, that fruitful and unfruitful yields of such souls and bodies, coming about by some conjunction of circumstance fittingly with the governance of the whole, and being good and right for the universe as a whole, have produced a very great abundance of every kind of movement for particular things, and indeed for what is in our own power?
6:6.45
πᾶσιν δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ ἡμᾶς γινομένοις καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν, καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς ἐπιοῦσι, τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια, ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερνῶσα, πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα, συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ ἡμῖν, καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα
既然如此,就萬有整體而言——無論是出於我們、依我們的因由而生之事,或是從外偶然臨到我們之事,抑或是依本性運行之事——皆有一位全能、無所不能的神之天命統管一切,貫穿萬有而運行,多以更為神聖、我們無法言喻的道理來調度大多數事情,溫柔如以繩轡般引導萬有,也常將許多依本性而有之事,依時令調整成適宜之狀,且與我們能力範圍之內的事相輔相成、共同運作,並為外來所發生之事,分派應有的秩序。
Over all things universally, then, both those that arise from us and by our own cause, and those that come upon us from without by accident, and those that operate naturally, there presides one all-mighty and all-powerful providence of God, permeating all things, which orders most things by more divine reasons ineffable to us, guiding the universe with a gentle rein, refashioning many even of the things according to nature to what is fitting for the seasons, cooperating and working together with what is in our own power, and again assigning the due order to things that befall us from without.
6:6.46
Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρόπον, εἴς τε τὰ ἐφ ἡμῖν, καὶ τὰ κατὰ φύσιν γινόμενα, τά τε κατὰ συμβεβηκὸς, πάντων δὲ ἐφ ἔνα λόγον τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων, οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης χώραν ἔξει λόγος
既然萬事已如此劃分為三類——在我們能力範圍之內者、依本性而生者,以及偶發之事——而這一切又都統攝於一個原則,即出於神旨意的道理之下,那麼「命運」之說便無處立足了。
Since these things have thus been divided into three categories — into what is in our own power, what happens according to nature, and what happens by accident — while all of them are recapitulated under a single principle, the will of God, the doctrine of fate will nowhere have any place.
6:6.47
γένοιτο δ ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη τῆς κακίας πηγὴ, ἐν οὐδενὶ μὲν χώραν ἔχουσα τῶν κατὰ φύσιν, οὔτ ἐν σώμασιν οὔτ ἐν οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπιγινομένοις· εὑρεθείη δ ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ φύσιν ὁδεύουσα τὴν εὐθεῖαν βαδίζει, ἀλλ ὅτε τῆς βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα κυρία
如此,我們也就找出了那令眾人困惑不已的惡之根源了——這根源不存在於任何依本性而有之事,無論是在肉體之中,或是在諸實體之中;更遑論存在於外來的偶發之事中。惡的根源唯獨存在於靈魂那自主抉擇的活動之中,而且並非在靈魂依本性行走正直道路之時,而是在它偏離那王者大道、憑自己的意向轉向違反本性之途、自立為己身的主宰之時,方才尋見。
Thus we would also have found the source of evil, which is a source of much perplexity to the many — a source having no place in anything according to nature, neither in bodies nor in essences, still less among the accidental things that come upon us from without; but it would be found only in the self-determined movement of the soul, and in this, not when it journeys according to nature along the straight path, but when, departing from the royal road, it turns by its own judgment to what is contrary to nature, being itself established as its own mistress.
6:6.48
ἐπειδὴ τοῦτο γέρας ἐξαίρετον παρὰ θεοῦ λαβοῦσα ἐλευθέρα καὶ αὐτοκράτωρ τυγχάνει, τῆς οἰκείας ὁρμῆς τὸ κριτήριον εἰς ἑαυτὴν ἀναδεδεγμένη· νόμος δὲ θεῖος αὐτῇ συνεζευγμένος κατὰ φύσιν, λαμπτῆρος καὶ φωστῆρος δίκην, ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων, Ὁσῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ ἀριστερά· βασιλικὴν τὴν κατὰ τὸν ὀρθὸν λόγον πορείαν εἶναι διδάσκων
因為靈魂既從神那裡領受了這項特殊的殊榮,便得以自由自主,並將自身衝動的裁決權承擔於自身。而一項與靈魂天性相繫合的神聖律法,如同燈盞與明星一般,從其內裡向她發聲,回響著說:「你當走王者大道,不可偏向右,也不可偏向左」——藉此教導人,依循正直理性而行的道路,正是那王者大道。
For, having received this as a special privilege from God, the soul is free and self-governing, having taken upon itself the judgment of its own impulse; and a divine law, joined to it according to nature, like a lamp and a luminary, calls out to it, resounding from within, and saying: 'You shall go by the royal road; you shall turn aside neither to the right nor to the left' — teaching that the journey according to right reason is the royal road.
下一段 →
← 第 5 章第 7 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。