📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 12 章 第 1/5 段

希臘文原文.67 節.部分字詞可點開查義.本章太長已分段,此段為 12:1.1–12:15.1(全章共 306 節)

← 第 11 章第 13 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
12:1.1
Ὁ δωδέκατος ἡμῖν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐνθένδε ποθὲν ἤδη τὰ ἐνδέοντα τῷ προτέρῳ τῆς Πλάτωνος πρὸς τὰ Ἑβραίων λόγια συνῳδίας, ὡς ἐν ἁρμονίᾳ συμφώνου λύρας, ἀποδώσει, τὴν καταρχὴν ἐξ ἀπολογίας τῆς παρὰ τοῖς πολλοῖς βλασφημουμένης ἡμῶν πίστεως ληψόμενος
我們《福音的預備》第十二卷,將從此處開始,補足前一卷中關於柏拉圖與希伯來人聖言相協和之處尚有欠缺的部分,猶如協調一致的豎琴之和聲一般,並以為我們這遭眾人褻瀆的信仰所作的辯護作為開端。
The twelfth book of our Evangelical Preparation will render from this point onward what was lacking in the former book concerning the concord of Plato with the oracles of the Hebrews, as in the harmony of a well-tuned lyre, taking its beginning from a defense of our faith, which is blasphemed by the many.
12:1.2
μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικὴ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ γοῦν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐὰν ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν, καὶ ἄν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας· γέρων δὲ εἴ τίς τι ξυννοεῖ τῶν παρ ὑμῖν, πρὸς ἄρχοντά τε καὶ ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοιούτους λόγους. Ὀρθότατά γε, ὠ ξένε, κελεύεις
「至於有人指責拉刻代蒙(斯巴達)與克里特的政制,究竟對或不對,那是另一番討論;不過眾人所議論的,我或許能比你們二位更清楚地說出來。因為在你們那裡,倘若你們的律法確實安排得還算得當,那麼有一條最美好的律法,便是不許任何年輕人查問這些律法哪一條制定得好、哪一條制定得不好,而要眾口一聲、異口同音地一致承認,這一切既是諸神所頒立的,便都是美善的;若有人異口而言,便斷不容忍聽他說下去;但若你們當中有老年人,對此有所省思,也只可在執政官或同輩人面前提出這樣的言論,絕不可當著任何年輕人的面。」「客旅啊,你這番勸勉,實在最為正確。」
'Now whether one rightly or wrongly finds fault with the Laconian and the Cretan constitution would be another discussion; but as to what is said by the many, perhaps I might be better able to state it than either of you. For among you, if your laws have indeed been even moderately well framed, it would be one of the finest of laws that none of the young should inquire which of them are rightly or not rightly established, but that all, with one voice and from one mouth, should agree that all are rightly established, since the gods laid them down, and that if anyone speaks otherwise, they should not endure at all to listen to him; but if some old man among you perceives anything amiss, he should raise such matters with a ruler or with someone of his own age, in the presence of no young person.' 'Most rightly, O stranger, do you exhort us.'
12:1.3
Εἰκότως δῆτα καὶ ἡ Ἑβραίων προλαβοῦσα γραφὴ τῆς τῶν θείων γραφῶν συνέσεως τε καὶ θεωρίας τὴν πίστιν προτάττει δι ὧν φησιν ἐὰν δὲ μὴ πιστεύσητε, οὐ μὴ συνῆτε. καὶ αὖθις ἐπίστευσα, διὸ καὶ ἐλάλησα
希伯來人的經卷,既先於對神聖經文的理解與默觀,理當把信擺在首位,正如經上所說:「你們若不信,必不能明白。」又說:「我信,所以我說話。」
Fittingly, then, does the scripture of the Hebrews, which precedes the understanding and contemplation of the divine writings, put faith first, through the words where it says, 'But if you do not believe, you shall not understand.' And again, 'I believed, therefore I spoke.'
12:1.4
ἔνθεν καὶ παρ ἡμῖν τοῖς μὲν ἄρτι εἰσαγομένοις καὶ τὴν ἕξιν ἀτελέσιν, ὡς ἂν τὰς ψυχὰς νηπίοις, ἁπλούστερον ἡ ἐν ταῖς θείαις γραφαῖς ἀνάγνωσις παραδίδοται μετὰ τοῦ δεῖν πιστεύειν ὡς θεοῦ λόγοις τοῖς ἐμφερομένοις παρακελεύεσθαι · τοῖς δὲ τὴν ἕξιν προβεβηκόσι καὶ πολιοῖς τὸ φρόνημα ἐμβαθύνειν καὶ δοκιμάζειν τὸν νοῦν τῶν λεγομένων ἐπιτέτραπται. τούτους δὲ παισὶν Ἑβραίων δευτερωτὰς φίλον ἦν ὀνομάζειν, ὥσπερ ἑρμηνευτὰς καὶ ἐξηγητὰς ὄντας τῆς τῶν γραφῶν διανοίας
因此,在我們當中,對於那些剛剛入門、心志尚未成熟的人——他們的靈魂猶如嬰孩一般——神聖經文的誦讀便以較為簡明的方式傳授給他們,並囑咐他們務要相信,把其中所載的話當作神的話語來領受;但對於那些心志已經長進、見識已如白髮般成熟的人,則准許他們深入思索,並察驗所言之話語的真義。這樣的人,希伯來人的子孫喜歡稱之為「複述者」,意即他們乃是經文意旨的傳譯者與解釋者。
Hence also among us, to those who are newly introduced and still imperfect in their spiritual condition — being, as it were, infants in soul — the reading of the divine scriptures is delivered in a simpler manner, together with the requirement to believe, as being urged to receive the words conveyed as the words of God; but to those who are advanced in condition and, so to speak, gray-haired in understanding, it is permitted to go deeper in thought and to test the sense of what is said. These the children of the Hebrews were fond of calling 'deuterotai' (repeaters), as being, so to speak, translators and expounders of the meaning of the scriptures.
12:2.1
Οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τυρταῖε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς. φαίη ταῦτα ἄν που καὶ ὁμολογοῖ; Τί μήν
那麼,我們接下來可以這樣說:泰爾泰烏斯啊,看來你最讚揚的是那些在對外邦人與境外之戰中顯赫的人。他大概會這樣說並且同意吧?「當然。」
Well then, might we next say that you, Tyrtaeus, as it seems, especially praise those who become distinguished in war against a foreign and external enemy? He would say this, I suppose, and would agree. Of course.
12:2.2
Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς. ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρα ἔχομεν Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησι πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ
而我們雖承認這些人是好的,卻仍說在最大的戰爭中顯出卓越的人更為優勝,而且明顯是遠遠最優秀的。我們也有一位詩人作見證,就是西西里美加拉人的公民泰奧格尼斯,他說:『居爾諾斯啊,在艱難的內爭之中,一個可信賴的人,其價值堪與黃金白銀相衡。』
But we, while granting that these men are good, say that far better still, and clearly the best by far, are those who prove excellent in the greatest war. And we too have a poet as witness, Theognis, a citizen of the Megarians in Sicily, who says: 'A trustworthy man is worth his weight in gold and silver, Cyrnus, in grievous civil strife.'
12:2.3
τοῦτον δέ φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετὰ ἀνδρείας αὐτῆς μόνης ἀνδρείας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς · διαβάντες δὲ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνήσκειν ἐν τῷ πολέμῳ, φράζει Τυρταῖος, τῶν μισθοφόρων εἰσὶ πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων
我們說,此人在更艱難的戰爭中,遠勝於彼人——這差別大約等於正義、節制與明智結合勇敢,勝過單獨的勇敢那麼多。因為若無全德,人絕不可能在內亂中成為忠信而健全的人;而按泰爾泰烏斯所描述的,那些站穩陣腳、奮勇作戰、甘願在戰爭中赴死的人,在傭兵之中為數眾多,但他們大多數卻是魯莽、不義、傲慢,且幾乎是眾人中最無理智的,除了極少數人以外。
And we say that this man proves by far better than that one in the more grievous war—by about as much as justice, temperance, and wisdom, coming together with courage, are better than courage alone. For a man could never become trustworthy and sound amid seditions without virtue entire; whereas those who, as Tyrtaeus describes, stand their ground well and fight, willing to die in war, are found in great numbers among mercenaries, of whom the majority become bold, unjust, insolent, and about the most senseless of nearly all men, except for some very few.
12:2.4
ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος; καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δηλονότι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε ὁ παρὰ Δῖός νομοθέτης, πᾶς τε οὑ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους · ἔστι δ, ὥς φησι Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελείαν ὀνομάσειε
那麼,我們這番論述究竟導向何處?他說這些話,是想要闡明什麼?顯然是這一點:無論何處,那位承自宙斯的立法者——事實上凡是稍有用處的立法者——制定法律時,永遠只著眼於至高的德行;而如泰奧格尼斯所言,這就是在危難中的那種可信賴,人們或可稱之為完全的正義。
To what point, then, does this argument of ours now come? And wishing to make what clear does he say these things? Clearly this: that above all, the lawgiver here descended from Zeus—indeed every lawgiver who is of even the slightest use—will always frame his laws looking to nothing else than the greatest virtue; and this, as Theognis says, is that trustworthiness amid dangers which one might call perfect justice.
12:2.5
Καὶ παρ ἡμῖν ὁ σωτήριος λόγος ὁμοῦ συζεύξας τῇ πίστει τὴν φρόνησιν τὸν κατ ἀμφότερα κεκοσμημένον τοῖς αὐτοῦ λόγοις ἐγκρίνει λέγων τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος; καὶ αὖθις εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. σαφῶς γοῦν ἐν τούτοις οὐ τὴν ἄλογον πίστιν ἀποδέχεσθαι παρίστησιν, ἀλλὰ τὴν ταῖς μεγίσταις ἀρεταῖς συνεζευγμένην, εἰ δὴ τοιαῦται φρόνησις καὶ ἀγαθωσύνη
在我們這裡,救主之道也同樣將明智與信德結合,在祂自己的話語中稱許那在此二者兼備而美好的人,說:『那忠心又精明的管家究竟是誰呢?』又說:『好,又良善又忠心的僕人,你在不多的事上忠心,我要把許多事派你管理。』由此清楚可見,祂在這些話中所嘉許的並非不憑理性的信,而是與至大諸德結合的信,因為明智與良善正是如此。
And among us too, the saving Word, having joined prudence together with faith, approves in his own sayings the one who is adorned in both respects, saying: 'Who then is the faithful and prudent steward?' And again: 'Well done, good and faithful servant; you were faithful over a few things, I will set you over many.' Clearly, then, in these sayings he shows that he does not approve of unreasoning faith, but that which is yoked together with the greatest virtues, seeing that prudence and goodness are indeed such.
12:3.1
Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τόν κατὰ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. ταῦτα ἀληθεῖς μὲν, μακροὶ δέ εἰσι περιέχοντες λόγοι. πιστεύειν δὲ ταῖς τε ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δὲ καὶ τοῖς νομοθετοῦσι ταῦθ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται
我們似乎恰在適當的時機把前面的論述講完了,即:亡者的靈魂在死後仍具有某種能力,並且照管人間的事務。這些內容雖然真實,卻是冗長的說法。對於這類事,我們理當相信其他的傳聞——它們如此眾多且極為古老——也理當相信那些立法者所斷言的實情,只要他們看起來並非全然無知。
For it seems that we have gone through the foregoing arguments at an opportune moment, showing that the souls of the departed, once they have died, possess a certain power and take care of the affairs of men. These are true accounts, but lengthy ones. One must trust the other reports concerning such matters, being as they are so many and exceedingly ancient, and one must also trust those who legislate that these things are so, provided they do not appear altogether senseless.
12:3.2
Καὶ ἐν τῇ βίβλῳ δὲ τῶν Μακκαβαίων λέγεται Ἱερεμίας ὁ προφήτης μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου εὐχόμενος ὁρᾶσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς φροντίδα ποιούμενος τῶν ἐπὶ γῆς ἀνθρώπων. δεῖν δέ φησι καὶ ὁ Πλάτων τούτοις πιστεύειν
在《馬加比書》中也記載,先知耶利米在離世之後,仍為百姓禱告、顯現出來,彷彿仍在關懷地上之人。而柏拉圖也說,人應當相信這些事。
And in the book of Maccabees it is said that the prophet Jeremiah, after his departure from this life, is seen praying on behalf of the people, as one who takes thought for the men upon the earth. And Plato too says that one must believe these things.
12:4.1
Λόγων δὲ δισσὸν εἶδος· τὸ μὲν ἀληθὲς, ψεῦδος δὲ ἕτερον. Ναί. Παιδευτέον δὲ ἐν ἀμφοτέροις, πρότερον δὲ ἐν τοῖς ψευδέσιν; Οὐ μανθάνω, ἔφη, πῶς λέγεις. Οὐ μανθάνεις, ἦν δ ἐγὼ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους λέγομεν. τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. Ἒστι ταῦτα
「言論有兩種:一種真實,另一種虛構。」「是的。」「教育是否應當在這兩者中都進行,並且要先從虛構的開始?」「我不明白,」他說,「你這話是什麼意思。」「你不明白嗎,」我說,「我們最先是對孩童講故事的。而這故事就整體而言,大體上說是虛構的,其中卻也含有真實。我們在讓孩童接受體操訓練之前,先用故事來教導他們。」「正是如此。」
'Now there is a twofold kind of discourse: the one true, the other false.' 'Yes.' 'And must education take place in both, and first in the false ones?' 'I do not understand,' he said, 'what you mean.' 'Do you not understand,' I said, 'that first we tell tales to children? And this, generally speaking, is false, though there is also truth in it. And we make use of tales with children before gymnastic exercises.' 'That is so.'
12:4.2
Ταῦτα ὁ Πλάτων. καὶ παρ Ἑβραίοις δὲ τὰς τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παραδιδόναι, τοῖς δ ἐγγεγυμνασμένοις τὴν ἔξιν τὰς τῶν λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων τοὺς πολλοὺς νοημάτων
以上是柏拉圖所言。而在希伯來人中間,也有這樣的習慣:對於心靈尚屬幼稚的人,把那出於神感之經文的歷史,較為簡樸地當作某種故事來傳授;而對於已鍛鍊出成熟能力的人,則透過所謂的「二次講授」,把言語中更深奧、屬教義層面的默觀,以及那些為多數人所不察的意涵,加以闡明傳授。
This is what Plato says. And among the Hebrews too it is the custom to hand down the histories of the divinely inspired Scripture to those who are children in soul more simply, as it were certain tales, while to those trained by exercise in their faculties, it is customary to hand down the deeper and doctrinal contemplations of the words, through what is called the 'second teaching,' and the clarification of the thoughts that escape the many.
12:5.1
Οὐκοῦν οἶσθ ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστὸν, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος, ὅν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ
你難道不知道,每件事的開端最為重要,尤其對於任何年幼柔嫩的人更是如此嗎?因為正是在那個時候,最容易塑造出人們想要在每個人身上烙下的那種形貌。
Do you not know that the beginning is the most important part of every task, especially indeed for anyone young and tender? For it is then above all that the impression is molded and takes on whatever stamp one wishes to imprint upon each.
12:5.2
Κομιδῇ μὲν οὖν. Ἄρ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυχόντας μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας, καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπιτοπολὺ ἐναντίας δόξας ἐκείναις ἃς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτούς
的確如此。那麼,我們是否應當如此輕易地容許孩童聽那些隨手編造出來的故事,任憑他們在心中接受那些見解——而這些見解,大多與我們日後認為他們長大成人時應當持有的見解正相反呢?
Quite so. Shall we, then, so easily permit children to hear whatever tales happen to be fashioned by anyone at all, and to take into their souls opinions that are, for the most part, contrary to those which we shall think they ought to hold once they are grown?
12:5.3
Οὐδ ὁπωστιοῦν παρήσομεν. Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον, ὃν δ ἀν μὴ, ἀποκριτέον. τοὺς δ ἐγκραθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον
我們絕不容許任何一點。看來,我們首先必須監督那些編造故事的人:凡他們所編的故事若是好的,就當認可;若不好,就當摒棄。凡經認可的,我們要說服保姆與母親們拿去講給孩童聽,用這些故事來塑造他們的心靈,其重要程度遠勝於用雙手塑造他們的身體。至於她們現今所講的那些故事,其中大部分都必須被摒棄。
By no means shall we permit it at all. It seems, then, that we must first oversee the makers of tales, and whatever tale they make that is good we must approve, but whatever is not, we must reject. And the approved ones we shall persuade the nurses and mothers to tell to the children, molding their souls with these tales far more than they mold their bodies with their hands. But most of the tales they now tell must be cast out.
12:5.4
Καὶ ταῦτα πρὸ τοῦ Πλάτωνος πεφύλακτο παρ Ἑβραίοις. οἱ γὰρ ἔχοντες πνεῦμα θεῖον, διακριτικὸν πνευμάτων, ἐδοκίμαζον τὰ ὀρθῶς καὶ ἐξ ἁγίου πνεύματος λεγόμενά τε καὶ γραφόμενα, τὰ δὲ μὴ τοιαῦτα ἀπεδοκίμαζον, ὥσπερ καὶ τοὺς τῶν ψευδοπροφητῶν λόγους. ἀλλὰ καὶ τοὺς παῖδας τοὺς νηπίους ταῖς ἀπὸ τῶν θείων γραφῶν ὠφελιμωτάταις διηγήσεσιν, ὥσπερ τισὶ μυθολογίαις, γονεῦσί τε καὶ τροφοῖς ἔθος ἦν κατεπᾴδειν, προπαρασκευῆς ἕνεκα τῆς εἰς ἄνδρας αὐτοῖς ἐσομένοις θεοσεβείας
這些事,早在柏拉圖之前,希伯來人已經在遵行了。因為那些擁有神聖的靈——能辨別諸靈——的人,會鑑定哪些是正確地、出於聖靈而說出並寫下的,而摒棄那些並非如此的,正如他們也摒棄假先知的話語一樣。此外,父母與保姆習慣以出自神聖經卷、最有益處的敘事,猶如某些神話故事一般,來吟唱撫慰幼小的孩童,為要預先培養他們日後成年時應有的敬虔。
And these things had been observed among the Hebrews even before Plato. For those who possessed the divine Spirit, which discerns spirits, approved what was rightly spoken and written from the Holy Spirit, but disapproved of whatever was not such, just as also the words of the false prophets. Moreover, it was the custom for parents and nurses to charm the infant children, as it were, with certain mythologies—that is, with the most beneficial narratives drawn from the divine Scriptures—for the sake of preparing beforehand the piety they would have as grown men.
12:6.1
Ἂκουε δὴ, φασὶ, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγῷμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λἐγειν
「請聽,」他們說,「一段極為美好的話語——依我想,你會視之為神話,但我卻認為它是真實的言論;因為我將要告訴你的,我要當作真實的事來講。」
'Listen, then,' they say, 'to a very beautiful account, which you, I suppose, will consider a myth, but I consider a true account; for what I am about to tell you I shall tell as being true.'
12:6.2
Καὶ μετ ὀλίγα Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεως τε καὶ δίκης δεσμτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι
不久之後又說:凡以公義虔敬度過一生的人,一旦離世,便往福樂島去,居於全然的幸福之中,遠離一切禍患;但凡不義且不敬神度日的人,則往那報應與審判的牢獄——人稱為塔爾塔洛斯——而去。
And a little later: The man who has passed through life justly and piously, when he dies, departs to the Isles of the Blessed to dwell there in complete happiness, free from evils; but the man who has lived unjustly and impiously goes to the prison of retribution and justice, which they call Tartarus.
12:6.3
Καὶ αὖθις μετ ὀλίγα Ἒπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων · τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν σνγγενῶν καὶ καταλιπόντα ἐπὶ γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δὴ δικαία ἡ κρίσις ᾖ
隨後不久又說:其後,人必須被剝除這一切而受審判;因為受審判的是死人。而審判者本身也必須是赤裸的、是已死的,僅憑靈魂本身來察看每個人剛死之時的靈魂本身,那時他已與所有親屬隔絕,並將地上那一切裝飾盡皆留下,好使審判得以公正。
And again a little later: Then they must be judged stripped of all these things; for it is the dead who must be judged. And the judge too must be stripped, must be dead, beholding with the soul itself the very soul of each one who has just died, bereft of all his kinsmen and having left behind on earth all that adornment, so that the judgment may be just.
12:6.4
Καὶ ἐξῆς ἐπιφέρει Ταῦτά ἐστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι · καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε λογίζομαι συμβαίνειν· ὁ θάνατος τυγχάνει ὢν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπ ἀλλήλοιν
接著他又說:卡利克勒斯啊,這些便是我聽聞而信以為真的事;並且,我由這些話推斷出如下的結論:依我看,死亡其實不過是靈魂與身體這兩者彼此分離而已。
And next he adds: These are the things, Callicles, which I have heard and believe to be true; and from these accounts I reckon the following to follow: death happens to be, as it seems to me, nothing other than the dissolution of two things, the soul and the body, from each other.
12:6.5
ἐπειδὰν δὲ διαλυθῆτον, οὐδὲν ἧττον ἑκάτερον αὐτοῖν ἔχει τὴν ἔξιν τὴν αὑτοῦ, ἥνπερ καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν τὴν αὑτοῦ, καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα, ἔνδηλα πάντα · οἷον, εἴ τινος ἦν μέγα τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος, τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας · καὶ εἰ παχὺς, παχὺς καὶ ἀποθανόντος, καὶ τἄλλα οὕτως
當這兩者分離之後,各自仍然保有自己原有的狀態,正如此人生前所具有的一樣——身體保有其本性,以及種種調理與所歷的種種變化,全都清楚可見。譬如:若某人生前的身體因天生、因養育、或因兩者兼具而肥大,那麼他死後的屍體也同樣肥大;若他生前肥胖,死後也照樣肥胖,其餘依此類推。
And when they have been dissolved, each of the two nonetheless retains its own condition, just as it had when the man was alive—the body its own nature, together with its treatments and its experiences, all plainly visible; as, for instance, if someone's body was large by nature or by nourishment or both while he was living, his corpse too, once he has died, is large; and if he was stout, he is stout also when dead, and so on with the rest.
12:6.6
καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός· ἢ μαστιγίας εἴ τις ἦν, καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι, ἣ ὑπὸ μαστίγων, ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον · ἢ κατεαγότα εἴ του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος
同樣,若他生前留長頭髮,屍體也是長髮的;若有人生前曾遭鞭笞,身上留有鞭痕或其他創傷所致的疤痕,那麼在他死後,仍可見其身體帶著這些痕跡;若有人生前肢體斷裂或扭曲,死後也是如此。
And again, if he practiced wearing his hair long, his corpse too has long hair; or if someone had been flogged and bore on his body the marks of the blows as scars—whether from whips or other wounds—while living, then his body when dead can be seen bearing these same marks; or if someone's limbs were broken or distorted while alive, they are so also when dead.
12:6.7
καὶ ἑνὶ λόγῳ, οἶος εἶναι παρεσκεύαστο τὸ σῶμα ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτήσαντος ἦν πάντα, ἢ τὰ πολλὰ ἐπί τινα χρόνον. ταὐτὸν δή μοι δοκεῖ τοῦτ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, ( Καλλίκλεις · ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπειδὰν γυμνωθῇ τοῦ σώματος, τά τε τῆς φύσεως καὶ τὰ παθήματα τὰ διὰ τὴν ἐπιτήδευσιν ἑκάστου πράγματος, ἣν ἔσχεν ἐν τι) ψυχῇ ἄνθρωπος
總而言之,一個人生前身體被塑造成什麼樣子,這一切在他死後——至少大部分——在一段時間內仍清晰可見。卡利克勒斯啊,我想關於靈魂也是同樣的道理:靈魂一旦被剝除了肉體,其中的一切都會清楚顯現出來,無論是本性所留下的痕跡,還是人生前因追求各種事物而在靈魂中所留下的種種經歷。
And in a word, whatever condition the body was fashioned to be in while living, all these things were plainly visible also once he had died—or at least most of them—for some time. This same thing, then, I think, holds true also concerning the soul, Callicles: everything is plainly visible in the soul once it has been stripped of the body—both the marks of its nature and the experiences it has undergone through each man's pursuit of a given thing, which the man had in his soul.
12:6.8
ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστὴν, οἱ μὲν ἐκ τῆς Ἀσίας παρὰ τὸν Ραδάμανθυν, ὁ Παδάμαθυς ἐκείνους ἐπιστήσας θεᾶται ἑκάστου ψυχὴν, οὐκ εἰδὼς ὅτου ἐστὶν, ἀλλὰ πολλάκις τοῦ μεγάλου βασιλέως ἐπιλαβόμενος, ἢ ἄλλου ὁτουοῦν βασιλέως ἢ δυνάστου, κατεῖδεν οὐδὲν ὑγιὲς ὃν τῆς ψυχῆς, ἀλλὰ διαμεμαστιγωμένην καὶ οὐλῶν μεστὴν ὑπὸ ἐπιορκιῶν καὶ ἀδικίας, ἃ ἑκάστη ἡ πρᾶξις αὐτοῦ ἐξωμόρξατο εἰς τὴν ψυχὴν, καὶ πάντα σκολιὰ ὑπὸ ψεύδους καὶ ἀλαζονείας καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ ἀληθείας τετράφθαι· καὶ ὑπὸ ἐξουσίας καὶ τρυφῆς καὶ ὕβρεως καὶ ἀκρατείας τῶν πράξεων ἀσυμμετρίας τε καὶ αἰσχρότητος γέμουσαν τὴν ψυχὴν εἶδεν· ἰδὼν δὲ ἀτίμως αὐτὴν ἀπέπεμψεν εὐθὺ τῆς φρουρὰς, οἱ μέλλει ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη
於是,當他們來到審判官面前時,來自亞洲的人到拉達曼提斯面前——拉達曼提斯讓他們站在跟前,逐一察看每個靈魂,並不知道那是誰的靈魂;但常常,即使他抓住的是大王本人,或其他任何君王或權貴,他所見的靈魂卻毫無健全之處,反倒滿身傷痕、遍佈疤痕,那是由偽誓與不義所造成的,是他生前每一樁行為都在靈魂上留下的印記;一切都因虛謊與自誇而扭曲,因為在生時未曾依循真理,故無一處是正直的;並且,那靈魂因著權勢、奢靡、傲慢與行事上的放縱,充滿了失衡與醜陋。他看見這情形後,便不加尊重地將這靈魂逕自遣往囚禁之處,那靈魂即將前去承受與其相稱的苦楚。
When, then, they come before the judge, those from Asia before Rhadamanthys—Rhadamanthys, having them stand before him, examines the soul of each, not knowing whose it is, but often, when he has laid hold of the Great King himself, or of any other king or potentate whatever, he sees nothing sound in the soul, but finds it thoroughly scourged and full of scars from perjuries and injustice, which each of his deeds had smeared upon the soul; everything twisted through falsehood and boastfulness, and nothing straight, because it had been reared without truth; and he sees the soul, from license and luxury and insolence and intemperance of conduct, filled with disproportion and shamefulness. And having seen it, he dismisses it dishonorably straight to the place of confinement, where it is about to go and undergo the sufferings appropriate to it.
12:6.9
προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι, ἢ παράδειγμα τοῖς ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτόυς γίνωνται
凡是正當受懲罰、被他人依理懲治的人,理當如此:或是藉此變得更好、蒙受益處,或是成為他人的鑑戒,使旁人看見他所受的苦而心生畏懼,因而變得更好。
And it is fitting for everyone undergoing punishment, being rightly punished by another, either to become better and to profit thereby, or to become an example to others, so that others, seeing him suffer whatever he suffers, may become better through fear.
12:6.10
εἰσὶ δὲ οἶ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν, ὅμως δὲ δι ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφέλεια καὶ ἐνθάδε καὶ ἐν Ἃιδου· οὐδὲ γὰρ οἷόν τε ἄλλως ἀπαλλάττεσθαι
有一些人是因獲得益處、並向神明與世人償還罪責而蒙益的,那些人所犯的是可醫治的過犯;然而,他們無論在此世或在冥府,都是透過痛苦與苦楚才得到這益處的;因為要擺脫罪過,別無他法可循。
Now those who are benefited and pay the penalty at the hands of both gods and men are those who have committed curable offenses; nevertheless, their benefit comes to them through pains and sufferings, both here and in Hades; for it is not possible to be rid of it in any other way.
12:6.11
οἳ δ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδὲν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἶ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰ μέγιστα καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα
至於那些犯下極端不義之事、並因此類罪行而變得無可救藥的人,殷鑑正是出自他們;這些人自己既已無可救藥,便不再從中得到任何益處,但別人卻能因此得益——旁人看見他們為了自己的罪,永遠承受著最巨大、最痛苦、最可怖的苦楚,簡直就像被懸掛在冥府那牢獄之中作為範例一樣,成為每一個不斷抵達那裡的不義之人的鑒戒與警惕。
But those who have committed the extreme injustices and, because of such wrongdoings, have become incurable—from these come the examples; and these men themselves no longer profit at all, being as they are incurable, but others profit who see them undergoing, for their sins, the greatest, most painful, and most fearful sufferings for all time, being literally hung up there in Hades in the prison house as examples, spectacles and warnings for those of the unjust who are ever arriving.
12:6.12
ὧν ἐγώ φημι ἴνα καὶ Ἀρχέλαον ἔσεσθαι εἰ ἀληθῆ λέγει Πῶλος, καὶ ἄλλος ὅστις ἂν τοιοπῦτος τύραννος ᾖ. οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι
我說,這些人當中,若波羅斯所言屬實,阿爾克勞斯也將成為其中之一,任何其他這樣的僭主也是如此。而且我認為,這些殷鑑之中,大多數都出自僭主、君王、權貴,以及那些治理城邦的人;因為這些人正是因著自己所握的權勢,才犯下最重大、最為不敬神明的罪行。
Among these I say Archelaus too will be, if Polus speaks the truth, and any other who is such a tyrant. And I think that most of these examples have come from among tyrants, kings, potentates, and those who have managed the affairs of cities; for these, because of their power, commit the greatest and most unholy offenses.
12:6.13
μαρτυρεῖ δὲ τούτοις καὶ Ὃμηρος. βασιλέας γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκε τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν. Θερσίτην δὲ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς πεποίηκε μεγάλαις τιμωρίαις συνεχόμενον ὡς ἀνίατον· οὐ γὰρ, οἶμαι, ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος ἦν ἢ οἶς ἐξῆν
荷馬也為此作見證。因為他所描述的那些在冥府永遠受懲罰的人,正是君王與權貴——坦塔洛斯、西西弗斯與提提俄斯。但至於忒耳西忒斯,以及任何其他邪惡的平民,卻沒有人把他描繪成被關進重罰、無可救藥的樣子;這是因為,我想,他根本沒有機會作大惡;正因如此,他反倒比那些有機會作惡的人更為幸運。
And Homer bears witness to these things too. For he has made those who undergo punishment in Hades for all time to be kings and potentates—Tantalus, Sisyphus, and Tityus. But Thersites, and any other private individual who was wicked, no one has represented as being held fast in great punishments as incurable; for it was not, I think, within his power; and for that reason he was more fortunate than those who had such power.
12:6.14
ἀλλὰ γὰρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲ μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι· καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον, ἐν μεγάλῃ ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι · ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ ἔσονται καὶ ἄλλοι ἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις ἐπιτρέπῃ
然而,卡利克勒斯啊,那些變得極其邪惡的人,正是出自那些握有權勢者當中;但這並不妨礙在其中也出現善良之人,而這樣的人一旦出現,實在極其令人欽佩。因為,卡利克勒斯啊,一個人若已握有可以任意行不義的大權,卻仍能公正地度過一生,這是艱難的,也是極應受讚揚的事;這樣的人為數不多——雖然在此地與別處都曾出現過這樣的人,而我想日後也還會有其他良善之人,擁有這種公正處理他人所託付之事的美德。
But indeed, Callicles, it is from among the powerful that the exceedingly wicked men come to be; yet nothing prevents good men from arising among these as well, and it is truly worthy of the highest admiration when they do arise. For it is difficult, Callicles, and highly praiseworthy, when one has come into great power to do wrong, to live out one's life justly instead; few such men come to be—though both here and elsewhere such men have existed, and I think there will be others too, good men possessing this virtue of administering justly whatever is entrusted to them.
12:6.15
εἰς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ εἰς τοὺς ἂλλους Ἓλληνας, Ἀριστείδης ὁ Λυσιμάχου. οἱ δὲ πολλοὶ, ἄριστε, κακοὶ γίνονται. τῶν δὲ δικαστῶν, ὅπερ ἒλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδὲν, οὔθ ὅστις οὔθ ὧν τινῶν, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, ἐπισημηνάμενος ἐάν τε ἰάσιμος ἐάν τε ἀνίατος δοκῇ εἶναι
其中有一位在其餘希臘人中間也甚為著名,就是呂西馬科斯之子亞里斯提德。但大多數人,我的好朋友,卻變得邪惡。至於審判官,正如我方才所說的,每當那位拉達曼提斯抓到這樣一個人時,關於此人他一無所知,既不知其為誰,也不知其為誰之子,只知道此人邪惡;一旦看出這一點,他便將他遣往塔爾塔洛斯,同時預先標明他看起來是可醫治的還是無可救藥的。
And one such man has become quite renowned even among the rest of the Greeks, Aristides the son of Lysimachus. But most men, my good friend, become evil. As for the judges—as I was saying—whenever that Rhadamanthys takes hold of someone of this sort, he knows nothing else about him, neither who he is nor whose son, only that he is wicked; and having discerned this, he sends him off to Tartarus, marking him beforehand as to whether he seems curable or incurable.
12:6.16
ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. ἐνίοτε δὲ ἄλλην εἰσιδὼν ὁσίως βεβιωκυῖαν καὶ μετ ἀληθείας ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινὸς ψυχὴν, μάλιστα μὲν, ὡς ἐγώ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ὃς ἐν τῷ βίῳ) ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψε
他一旦抵達那裡,便承受相應的懲罰。但有時,拉達曼提斯看見另一個靈魂——那是某個平民或其他任何人虔誠而真誠度過一生的靈魂,尤其(卡利克勒斯啊,我要說)是一位哲學家的靈魂,他終生只管自己的事,從不多管他人閒事——見了這樣的靈魂,便心生讚嘆,將其遣送往福樂島去。
And having arrived there, he suffers what is fitting. But sometimes, having beheld another soul that has lived piously and with truth—the soul of a private man, or of anyone else, but above all, as I say, Callicles, of a philosopher who has minded his own affairs and not meddled in others' during his life—he has admired it and sent it off to the Isles of the Blessed.
12:6.17
ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός· ἑκάτερος δὲ τούτων ῥάβδον ἔχων δικάζει. ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται μόνος, ἔχων χρύσεον σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτὸν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν
埃阿科斯所做的事也是一樣;他們兩位審判官各執一根杖,據此審判。至於米諾斯,則獨自坐鎮監臨,手持金杖,正如荷馬筆下的奧德修斯所說,他看見米諾斯手持金杖,向亡魂裁決律法。
Aeacus does these same things; each of these two, holding a rod, gives judgment. But Minos sits alone, overseeing, holding a golden scepter, as Homer's Odysseus says he saw him, holding a golden scepter, giving judgment to the dead.
12:6.18
ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις, ὑπὸ τούτων τῶν λόγων πέπεισμαι, καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν. χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν, πειράσομαι τῷ ὄντι, ὡς ἂν δύνωμαι, βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνήσκω ἀποθνήσκειν
因此,卡利克勒斯啊,我自己是被這些論述說服了,我所留心的是,要如何向審判官呈現一個最健全的靈魂。所以,我要向眾人所看重的種種尊榮告別,致力於真理,盡我所能地努力成為實際上最好的人,無論是活著,還是在我死時,都要如此。
I myself, then, Callicles, am persuaded by these accounts, and I take care how I may present my soul to the judge in as sound a condition as possible. Bidding farewell, then, to the honors of the many, and practicing truth, I shall try, as far as I am able, being in reality the best man I can be, both to live and, when I die, to die.
12:6.19
παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθ ὅσον δύναμαι· καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι
我也竭盡所能地勸勉所有其他人;尤其我更要反過來勸勉你,投身於這樣的生活方式與這場競賽,我認為這場競賽勝過此世的一切競賽。
And I exhort all other men too, as far as I am able; and in particular I exhort you in return to this way of life and to this contest, which I declare to be worth more than all the contests here.
12:6.20
καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις, ἣν νῦν ἐγὼ ἔλεγον, ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱὸν, ἐπειδάν σου ἐπιλαβόμενος ἐκεῖνος ἄγῃ, χασμήσῃ καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε καὶ σὺ ἐκεῖ, καί σε ἴσως τυπτήσει εἰ τις καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ
我還要責備你,因為當那審判與判決臨到你身上(正是我方才所說的那件事)時,你將無法自救;而是當你來到那位審判官——埃癸娜之子——面前,他一旦抓住你、押著你走的時候,你將和我此刻一樣張口結舌、頭暈目眩,甚至有過之而無不及;也許還有人會不留情面地打你耳光,種種羞辱都會臨到你身上。
And I reproach you, that you will not be able to help yourself when your trial and judgment come, which I have just now been speaking of; but when you come before that judge, the son of Aegina, and he lays hold of you and leads you off, you will gape and grow dizzy no less than I do here—and you there; and someone there will perhaps strike you disgracefully on the cheek, and altogether treat you with contempt.
12:6.21
Τάχα δ οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ ὑπὸ γραὸς, καὶ καταφρονεῖς αὐτῶν. καὶ οὐδέν γ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἴ πη ζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν
或許,這些話在你聽來,就像是一個老婦人所講的神話一般,於是你便輕視它們。若我們竭力尋求,果真能找到比這些更好、更真確的道理,那麼輕視它們也就不足為怪了。
Perhaps, then, these things seem to you to be told like a myth, as if by some old woman, and you despise them. And there would be nothing surprising in despising them, if in searching we were able to find something better and more true than these.
12:6.22
νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν νῦν Ἑλλήνων, σύ τε καὶ Πόλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμφέρων, ἀλλ ἐν τοσούτοις λόγοις, τῶν ἄλλων ἐλεγχομένων, μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθὸν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ
然而如今你看,你們三位——你、波羅斯與高爾吉亞——是當今希臘人中最有智慧的,卻無法證明人應當過另一種生活,而非這一種在那邊看來也同樣有利的生活;反倒是在這麼多的論證之中,其他一切都已被駁倒,唯獨這個道理巋然不動:與其遭受不義,人更應當謹慎不去行不義;並且,一個人無論在私下還是在公眾場合,最應當致力的,不是要顯得良善,而是要真正成為良善。
But now you see that the three of you, who are the wisest of the Greeks living today—you and Polus and Gorgias—are not able to prove that one ought to live any other life than this one, which appears to be advantageous even there; but among so many arguments, while all the others have been refuted, this alone remains unshaken: that one must guard against doing wrong more than against suffering wrong, and that above all else a man must practice, not seeming to be good, but being good, both in private and in public.
12:6.23
Ὁ μὲν δὴ Πλάτων τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδὰμανθυν ὑπέθετο τῶν τετελευτηκότων δικαστὰς ἔσεσθαι, ὁ δὲ θεῖος λόγος μαρτύρεται πάντας δεῖν παραστήσεσθαι τῷ βήματι τοῦ θεοῦ, ἔνα κομίσηται ἕκαστος τὰ διὰ τοὺ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον
柏拉圖設想埃阿科斯、米諾斯與拉達曼提斯將是亡者的審判官;而神聖的話語卻見證說,眾人都必須站在神的審判台前,使各人可以照著他藉身體所行的事,或善或惡,領受相應的報應。
Plato, then, supposed that Aeacus, Minos, and Rhadamanthys would be the judges of the departed; but the divine word bears witness that all must stand before the judgment seat of God, so that each one may receive back the things done through the body, in accordance with what he has practiced, whether good or worthless.
12:6.24
καὶ πάλιν ἐν ἡμέρᾳ φησὶν) ὅταν κρίνῃ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ · τοῖς μὲν καθ ὑπομονὴν ἔργου αὐτοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον, τοῖς δ ἐξ ἐριθείας καὶ ἀπιστοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἓλληνος· οὐ γάρ ἐστι διαστολή
經上又說:「到了神審判人隱祕事的那日」,祂要照各人的行為報應各人:凡恆心行善、尋求榮耀、尊貴和不朽的,就以永生報應他們;至於那些出於私圖、不順從真理、反倒順從不義的人,必有忿怒與惱恨、患難與困苦,臨到一切作惡之人的靈魂,先是猶太人,後是希臘人;因為神並不偏待人。
And again it says: in the day when God judges the secrets of men, he who will render to each according to his works—to those who by patient endurance in good work seek glory and honor and incorruption, eternal life; but to those who are self-seeking and disobey the truth, and obey unrighteousness, wrath and fury, tribulation and distress, upon every soul of man who does evil, of the Jew first and also of the Greek; for there is no partiality.
12:7.1
Εὐλαβοῦ μέντοι μή ποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γὰρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα, οὐδ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμαστότερά τε καὶ ἐνθουσιαστικώτερα. πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόγις, ὥσπερ χρυσὸς, ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας
不過,務要謹慎,切莫讓這些道理落入未受教化之人的手中;因為依我看,這些道理對眾人而言,恐怕沒有比它更可笑的言論了,但對天資優異的人來說,卻沒有比它更令人驚嘆、更能激發靈感的了。然而,唯有經過反覆講述、時常聆聽,歷經多年,才能像黃金一樣,經過大量的琢磨精煉而得以淨化。
Be careful, however, that these things never fall into the hands of uneducated men; for there is hardly anything, as it seems to me, more laughable in the ears of the many than these things, nor again anything more admirable and inspiring to those of good natural ability. But being spoken often and always heard, and over many years, it is only with difficulty, like gold, purified through much labor.
12:8.1
Καὶ παρ ἡμῖν ὁ σωτήριος λόγος φησὶ μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. καὶ ὁ ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστί. Καὶ δὴ καὶ ἑνὸς ἀνδρὸς, ὁπόταν καλοὶ ἐν ψυχῇλόγοι ἐνόντες μηδὲν ποιῶσι πλέον, ἀλλὰ δὴ τούτοις πᾶν τοὐναντίον. ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας ἔγωγ ἂν θείην πόλεως τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλ οὐ τὰς τῶν δημιουργῶν, εἰ ἄρα μου καταμανθάνετε, ὦ ξένοι, ὃ λέγω. Μανθάνομέν γε, ὦ φίλε, καὶ συγχωροῦμεν ἃ λέγεις
在我們這裡,救主之道也說:「不要把聖物給狗,也不要把你們的珍珠丟在豬前。」因為屬血氣的人不領受神之靈的事,因為這在他看來是愚拙的。並且,就一個人而言,每當存在他靈魂中的美好言論不能發揮任何效用,反倒產生完全相反的結果時——我認為,這一切無知之中最嚴重的,應歸咎於城邦及每一個公民,而不應歸咎於工匠們的無知,若諸位客人明白我所說的意思。「朋友啊,我們明白,也贊同你所說的。」
And with us too, the saving word says: 'Do not give what is holy to the dogs, nor cast your pearls before swine.' For indeed the natural man does not receive the things of the Spirit of God, for they are foolishness to him. And indeed, in the case of a single man, whenever good words present in his soul accomplish nothing further, but rather the complete opposite results from them—all these forms of ignorance, the most grievous of all, I for my part would attribute to the city and to each individual citizen, but not to the ignorance of the craftsmen, if indeed you follow, strangers, what I am saying. 'We do follow, my friend, and we agree with what you say.'
12:8.2
Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ λεγόμενον] καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτοις ὡς σοφούς τε προσρητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε νεῖν ἐπιστῶνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσι
那麼,就讓這一點被確立為共同的定見:對於在此事上無知的公民,凡涉及治理之事,一概不可託付、不可授予,並且應當責之以無知,縱使他們極善於計算,並且把一切精巧的技藝、凡屬靈魂敏捷天賦所能練就的一切,都琢磨得爐火純青;反之,那些與此相反的人,則應當被稱為智者,縱使照俗話說,他們既不識字,也不會游泳,官職也應當授予他們,視他們為明智之人。
Let this, then, be laid down as agreed and stated: that to those citizens who are ignorant in this respect, nothing pertaining to rule is to be entrusted or granted, and they must be reproached as ignorant, even if they are highly skilled in calculation and have thoroughly practiced all the clever things and whatever pertains by nature to quickness of soul; whereas those who are the opposite of these must be addressed as wise, even if, as the saying goes, they know neither their letters nor how to swim, and offices must be given to them as to men of sound mind.
12:8.3
πῶς γὰρ ἂν, ὠ φίλοι, ἄνευ συμφωνίας γένοιτ ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν. ἀλλ ἡ καλλίστη καὶ μεγίστη τῶν ξυμφωνιῶν μεγίστη δικαιότατα λέγοιτ ἂν σοφία, ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος, ὁ δὲ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῆ σωτὴρ, ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται
朋友們,若無和諧一致,即使是最微小的一種明智,又豈能產生呢?這是不可能的。然而,那諸般和諧之中最美、最大的一種,最理當被稱為至大的智慧;凡依理性而活的人,便有分於此,而那背離此道的人,則成了敗家之人,對城邦絕無絲毫拯救之功,反倒在在顯出自己在這些事上全然無知。
For how, my friends, could even the smallest form of prudence come to be without concord? It is not possible. But the fairest and greatest of concords might most justly be called the greatest wisdom, of which he who lives according to reason is a partaker, while he who falls short of it proves to be a ruin of his household and in no way a savior with regard to the city, but on each occasion shows himself, on the contrary, to be utterly ignorant in these matters.
12:8.4
Ταῦτα μέν μοι ἀπὸ τῶν Νόμων κείσθω. ὁ δ αὐτὸς καὶ ἐν Πολιτικῷ περὶ τοῦ μὴ πάνυ τι περὶ τὰ ὀνόματα καὶ τἀς λέξεις σπουδάζειν τάδε φησί Καλῶς, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως
以上是我從《法律篇》摘引的話。這位作者在《政治家篇》中,論及不必過分講究名稱與措辭一事,說了以下的話:「說得好,蘇格拉底啊;你若能持守這種不過分講究名稱的態度,到了老年,你必顯出在明智上更加富足。」
Let this much, then, be set down for me from the Laws. And the same man, in the Statesman, concerning not being overly concerned about names and terms, says the following: 'Well said, Socrates; and if you preserve this habit of not being overly concerned about names, you will show yourself richer in prudence as you come into old age.'
12:9.1
Τῆς παρ Ἑβραίοις γραφῆς πρῶτον εἰσαγούσης Μωσἐα παραιτούμενον τὴν τοῦ λαοῦ προστασίαν δι ὧν πρὸς τὸν χρηματίζοντα ἔφησε δέομαι, κύριε, προχείρισαι ἄλλον τὸν δυνάμενον, ὃν ἀποστελεῖς, κἄπειτα τὸν Σαοὺλ κρυπταζόμενον πρὸς τὸ μὴ ἀναδέξασθαι τὴν βασιλείαν, καὶ τὸν προφήτην Ἰερεμίαν ὑποπαραιτούμενον, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων τὸ εὔλογον τῆς παραιτήσεως συνίστησι, λέγων οὕτως
希伯來人的經卷首先記載了摩西推辭領導百姓之責的事,他對那向他發預言之言的主說:「主啊,求你差遣別的、你所願意差遣的人。」其後又記載掃羅躲藏起來、不肯接受王位,以及先知耶利米也同樣推辭;現在請聽,柏拉圖如何也肯定這種推辭的合理性,他這樣說。
Since the Scripture among the Hebrews first introduces Moses declining the leadership of the people, saying to him who spoke to him in oracle, 'I beseech you, Lord, choose out another who is able, whom you will send'; and then Saul hiding himself so as not to accept the kingship; and the prophet Jeremiah likewise excusing himself—hear now how Plato too establishes the reasonableness of such declining, speaking as follows.
12:9.2
Οὐκοῦν, ὦ Θρασύμαχε, τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλ, ὅπερ πάλαι ἐλέγομεν, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου συμφέρον ἐλάττονος ὄντος σκοποῦσα, ἀλλ οὐ τὸ τοῦ κρείττονος
特拉緒馬庫斯啊,這豈不是已經很清楚了嗎:沒有任何一種技藝或治理是為自身謀求利益的,而是正如我們先前所說的,它所提供、所命令的,乃是對受治者有益的事,著眼於那較弱者的利益,而非那較強者的利益。
Is it not, then, Thrasymachus, already clear that no art nor rule provides what is beneficial to itself, but, as we were saying long ago, provides and commands what is beneficial to that which is ruled, looking to the advantage of the weaker, not of the stronger?
12:9.3
διὰ δὴ ταῦτα ἔγωγε, ὢ φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἐπανορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν, ὅτι ὁ μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποθ ἑαυτῷ τὸ βέλτιστον πράττει οὐδ ἐπιτάττει κατὰ τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ. ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖ ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμὴν, ἢ ζημίαν, ἐὰν μὴ ἄρχῃ
正因如此,特拉緒馬庫斯朋友啊,我方才才說,沒有人願意自願地去治理、去承擔起矯正他人過失的重任,除非能得到報酬;因為凡要善於施展其技藝的人,絕不會為自己謀求最大的利益,也不會依其技藝發號施令是為了自己,而是為了受治理的人。正因如此,看來對於那些願意治理的人,必須要有某種報酬存在——或是金錢,或是榮譽,或者,若不願治理,則須有懲罰。
For these reasons, then, my friend Thrasymachus, I was just now saying that no one is willing of his own accord to rule and to take in hand the correction of others' evils, but demands a wage, because he who is about to practice his art well never does what is best for himself, nor, in giving orders according to his art, does he give orders for his own sake, but for that of the one ruled. For which reasons, it seems, there must be a wage available for those who are going to be willing to rule—either money, or honor, or a penalty if they do not rule.
12:10.1
Τῶν παρ Ἑβραίοις λογίων τοὺς παρ αὐτοῖς προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας
希伯來人的神諭教導人,他們當中的先知與義人,都以無畏之心忍受了極端的侮辱、羞辱及一切危難;而柏拉圖在這一點上的見解與此相符,你可以從他在《理想國》第二卷中所寫下的以下這些話得知。
Since the oracles among the Hebrews teach that the prophets and righteous men among them endured the utmost insults and outrages and every danger with good courage, you may learn the concordant opinion of Plato on this very point from these words of his, which he set down in the second book of the Republic.
12:10.2
Τὸν δ οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἀπλοῦν καὶ γενναῖον, κατ Αἰσχύλον οὐ δοκεῖν, ἀλλ εἷναι ἀγαθὸν ἐθέλοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτω εἷναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη
既已設想了這樣一個人,讓我們在論述中,也把那正義之人立在他旁邊來相比——一位純樸而高貴的人,正如埃斯庫羅斯所言,他所願望的不是顯得良善,而是真正良善。因此必須從他身上除去「顯得」如此這一點。因為,若他顯得正義,他就會因顯得如此而獲得榮譽與饋贈;如此一來,便無法分辨他究竟是為了正義本身,還是為了那些饋贈與榮譽,才如此行事。
Having set up such a man, then, let us in turn set the just man beside him in our argument—a simple and noble man, wishing, in Aeschylus's phrase, not to seem but to be good. And the seeming must be taken away from him. For if he shall seem to be just, he will have honors and gifts for seeming to be such; so it would be unclear whether he is such for the sake of justice itself, or for the sake of the gifts and honors.
12:10.3
γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ · μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τῆς μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ αὐτῆς γιγνομένων· ἀλλ ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος
因此,除了正義之外,必須將他身上一切都剝除,並且要使他處於與前者完全相反的境地:他雖無任何過犯,卻要承受最大不義的惡名,好使他在正義上受到試煉,不因惡名及由此而生的種種而動搖;讓他至死堅定不移,一生都顯得不義,實際上卻是正義的。
He must, then, be stripped of everything except justice, and must be made to be in a condition opposite to the former man: though doing no wrong, let him have the reputation of the greatest injustice, so that he may be tested with regard to justice by not being softened by ill repute and the things that come from it; but let him remain unchanged until death, seeming to be unjust throughout his life, while being just.
12:10.4
Καὶ μετὰ βραχέα ἐπιλέγει Λεκτέον οὖν· καὶ δὴ, κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμὼ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται, καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν
不久之後他又補充說:因此必須這樣說;即便說得粗野一些,蘇格拉底啊,也請你不要以為這是我自己的看法,而是那些讚揚不義勝過正義之人的說法。他們會這樣說:這樣的正義之人,將要被鞭打、被拷問、被捆綁、被剜去雙眼,最終在遍嘗一切苦楚之後,還要被釘上木樁處死,這時他就會明白,人所應當追求的,不是真正成為正義,而是要顯得正義。
And shortly after he adds: It must be stated, then; and indeed, even if it be stated somewhat crudely, do not suppose, Socrates, that it is I who say it, but those who praise injustice above justice. And they will say the following: that the just man, so disposed, will be scourged, will be racked, will be bound, will have both his eyes burned out, and at last, after suffering every evil, will be impaled, and will thereby learn that one must wish not to be just, but to seem so.
12:10.5
Ταῦτα λόγοις ὁ Πλάτων · ἔργοις δὲ πολὺ πρότερον οἶ παρ Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι ὄντες ὡς ἀδικώτατοι ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος
這些是柏拉圖用言語所說的;但在事實上,遠在他之前,希伯來人中的義人與先知們就被記載為已經承受了所提到的這一切:他們雖然是最公義的人,卻像最不義的人一樣被人用石頭打死、被鋸成兩段、死於刀劍的殺戮,披著綿羊皮和山羊皮四處奔走,受窮乏、受患難、受苦待,在曠野、山嶺、洞穴和地穴中飄流——這世界並不配有這樣的人。
These things Plato said in word; but in deed, long before him, the righteous men and prophets among the Hebrews are recorded to have suffered all the things just mentioned — men who, though most righteous, were stoned as though most unrighteous, were sawn asunder, died by the slaughter of the sword, wandered about in sheepskins and goatskins, destitute, afflicted, ill-treated, wandering in deserts and mountains and caves and the holes of the earth — men of whom the world was not worthy.
12:10.6
καὶ οἶ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν δὲ ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι, ὁποῖα ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. καὶ μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν · ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν
我們救主的使徒們也是如此,他們追求至高的公義與虔敬,卻在眾人面前背負著不義的惡名;只需聽聽他們自己所說遭遇何等苦難的話:『我們成了一台戲,給世人和天使觀看。直到如今,我們還是又飢又渴,又赤身露體,又挨打,又沒有一定的住處;被人咒罵,我們就祝福;被人逼迫,我們就忍受;被人毀謗,我們就善勸;直到如今,人還把我們看作世界上的污穢,萬物中的渣滓。』
And the apostles of our Savior too, pursuing the loftiest righteousness and piety, yet being clothed by the multitude with a reputation for wickedness — one may hear from their own words what they suffered, saying: 'We have become a spectacle to the world, both to angels and to men; and to this very hour we hunger and thirst and are naked and are buffeted and have no fixed abode; being reviled, we bless; being persecuted, we bear it; being slandered, we entreat: we have become as the offscouring of the world.'
12:10.7
ἀλλὰ καὶ εἰσέτι δεῦρο οἶ γενναῖοι τοῦ σωτῆρος ἡμῶν μάρτυρες καθ ὅλης τῆς ἀνθρώπων οἰκουμένης οὐ τὸ δοκεῖν, ἀλλὰ τὸ εἶναι δίκαιοί τε καὶ εὐσεβεῖς ἀσκοῦντες ὅσα δὴ κατέλεξεν ὁ Πλάτων πεπόνθασιν· ἐπεὶ καὶ ἐμαστιγώθησαν, δεσμά τε καὶ στρέβλας ὑπέμειναν, καὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ, καὶ τέλος πάντα τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. ὧν οὐδένα παρ Ἓλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις, ὡς εἰκότως τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἓτερον ἢ θεσπίσαι διὰ τούτων περὶ τῶν παρ ἡμῖν διαπρεπόντων ἐν εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ
然而直到今日,我們救主那些高貴的殉道者,遍及普天之下有人居住之地,所操練的不僅是公義與虔敬的表象,更是其實質,他們所受的一切苦難正如柏拉圖所列舉的:他們被鞭打,忍受了鎖鏈與拷問,甚至雙眼被剜出,最終在承受了種種可怕的折磨之後被釘刺而死。在希臘人中間,你若尋找與他們相似的人,一個也找不到,因此可以恰當地說,這位哲人藉這些話所預言的,無非就是我們當中那些以虔敬與真實公義著稱的人。
But even to this very day the noble martyrs of our Savior throughout the whole inhabited world, practicing not merely the appearance but the reality of righteousness and piety, have suffered all the terrible things which Plato enumerated: for they were scourged, endured bonds and the rack, and indeed had their very eyes gouged out, and finally, after suffering every kind of horror, were impaled. Among the Greeks you would find no one like any of them, so that one might fittingly say that the philosopher did nothing else than prophesy through these words concerning those among us who are distinguished for piety and true righteousness.
12:11.1
Μώσεως κατά τινας ἀπορρήτους λόγους ἐν ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως θεοῦ τινα παράδεισον γεγονέναι φάντος, κἀν τούτῳ τὸν ἄνθρωπον ἠπατῆσθαι διὰ τῆς γυναικὸς πρὸς τοῦ ὄφεως, ἂντικρυς μονονουχὶ τὰ ῥήματα μεταποιήσας ὁ Πλάτων ἐπάκουσον οἶα ἐν Συμποσίῳ καὶ αὐτὸς ἀλληγορῶν τέθεικεν, ἀντὶ μὲν τοῦ παραδείσου τοῦ θεοῦ κῆπον Δῖός ὀνομάσας, ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐτοῦ γενομένης ἀπάτης Πενίαν ἐπιβουλεύουσαν ὑποθέμενος, ἀντὶ δὲ τοῦ πρώτου ἀνδρὸς, ὃν ἡ τοῦ θεοῦ μῆτίς τε καὶ πρόνοια υἱὸν ὃσπερ ἀρτιγενῆ προυβέβλητο, υἱὸν Μήτιδος Πόρον ἀποκαλέσας, ἀντὶ δὲ τοῦ φάναι, ὁπηνίκα συνίστατο ὅδε ὁ κόσμος, ὅτε ἐγένετο ἡ Ἀφροδίτη, εἰπὼν, οὕτω τὸν κόσμον ἀλληγορήσας τοῦ περὶ αὐτὸν κάλλους ἕνεκα. λέγει δ οὖν αὐτοῖς ῥήμασι τάδε
按照某些隱祕的說法,摩西曾說在世界創始之初,神曾造了一個樂園,人在其中因女人而被蛇所欺哄;柏拉圖幾乎是把這些話原封不動地改頭換面,你且聽聽他自己在《會飲篇》中同樣以寓意方式所立的說法:他不稱「神的樂園」,而稱之為「宙斯的花園」;不說「蛇」以及蛇所行的欺哄,而假設是「貧乏女神」(珀妮亞)暗中謀算;不說「第一個男人」——即神的智謀與眷顧所產生、猶如剛出生的兒子那人——而稱他為「墨提斯之子波羅斯」;又不說「當這世界被造成之時」,而說「當阿芙羅狄蒂誕生之時」——如此以寓言方式,因著世界的美而論及世界。他所用的原話如下:
Since Moses, according to certain secret sayings, said that at the beginning of the world's formation a certain paradise of God came to be, and that in it man was deceived through the woman by the serpent — Plato, having transposed the very words almost outright, hear what things he himself has likewise set forth allegorically in the Symposium: instead of the paradise of God he names the garden of Zeus; instead of the serpent and the deceit wrought by him, he posits Penia (Poverty) plotting; instead of the first man, whom the counsel and providence of God had put forward as a son, newly born as it were, he calls him Poros, son of Metis; and instead of saying, 'when this world was being formed,' he says, 'when Aphrodite came to be' — thus allegorizing the world for the sake of the beauty about it. He speaks then in these very words:
12:11.2
Ὃτε ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἶ θεοὶ, οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα, οἷα δὴ εὐωχίας οὔσης, ἀφίκετο ἡ Πενία, καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος, οἶνος γὰρ οὔπω ἦν, εἰς τὸν τοῦ Δῖός κῆπον εἰσελθὼν βεβαρημένος εὕδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὐτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου κατακλίνεταί τε παρ αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα. Τοιαῦτα μὲν δή τινα καὶ ἐν τούτοις ὁ Πλάτων ἐμφερῶς Μωσεῖ ὑπῃνίξατο
當阿芙羅狄蒂誕生的時候,眾神設宴,其中包括墨提斯之子波羅斯。他們用完膳之後,珀妮亞前來乞討,正如在宴會時所常見的,她站在門口。波羅斯因喝醉了甘露——那時尚未有酒——便進入宙斯的花園,因困倦而沉睡。於是珀妮亞因自己一無所有,便圖謀要從波羅斯得一個孩子,就躺在他身旁,懷了厄洛斯。這些事,柏拉圖也在此以類似摩西的方式暗中提及了。
When Aphrodite was born, the gods held a feast, among others Poros, the son of Metis. And when they had dined, Penia came to beg, as one might expect when there was a banquet, and she stood about the doors. Now Poros, having become drunk with nectar — for wine did not yet exist — went into the garden of Zeus, and being weighed down, fell asleep. Then Penia, plotting, because of her own destitution, to have a child by Poros, lay down beside him and conceived Eros. Such things, then, did Plato likewise hint at in these matters, in a manner resembling Moses.
12:12.1
Πἀλιν εἰρηκότος Μώσεως ῷ δὲ Ἀδὰμ οὐκ ἦν βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ θεὸς ἒκστασιν ἐπὶ τὸν Αδὰμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ αὐτῆς. καὶ ᾠκοδόμησε κύριος ὁ θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, μὴ συνεὶς ὁ Πλάτων οἵᾳ εἴρηται διανοίᾳ δῆλος μέν ἐστιν οὐκ ἀγνοήσας τὸν λόγον, Ἀριστοφάνει δ αὐτὸν, οἷα κωμῳδῷ χλευάζειν εἰωθότι καὶ τὰ σεμνὰ τῶν πραγμάτων, ἀνατίθησιν, ἐν Συμποσίῳ τάδε λέγοντα αὐτὸν εἰσάγων
摩西又曾說:『只是那時還沒有為亞當找到配偶般的幫助者。神使亞當沉睡,就取下他的一條肋骨,又用肉把原處填滿。耶和華神就用那從亞當所取的肋骨,造成一個女人。』柏拉圖雖然不明白這話真正的用意,卻顯然並非不知道這段記載,只是他把它歸到阿里斯托芬名下——因為阿里斯托芬是個素來慣於以喜劇方式嘲弄莊重事物的人——並在《會飲篇》裡讓他說出以下的話:
Again, Moses having said, 'But for Adam there was not found a helper like him. And God cast a trance upon Adam, and he slept; and He took one of his ribs, and filled up the flesh in its place. And the Lord God built the rib which He had taken from Adam into a woman' — Plato, not understanding in what sense this was said, is clearly not ignorant of the account, yet he attributes it to Aristophanes, as being one accustomed, as a comic poet, to mock even solemn matters, introducing him in the Symposium saying the following:
12:12.2
Δεῖ δὲ πρῶτον ὑμᾶς μαθεῖν τὴν ἀνθρωπίνην φύσιν καὶ τὰ παθήματα αὐτῆς. ἡ γὰρ πάλαι ἡμῶν φύσις οὐχ ἡ αὐτὴ ἦν ἥπερ νῦν, ἀλλὰ ἄλλη. πρῶτον μὲν γὰρ τρία ἦν τὰ γένη τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ἀμφοτέρων τούτων, οὑ νῦν ὄνομα λοιπὸν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος
『你們必須先明白人的本性及其種種遭遇。因為我們古時的本性並不像現在這樣,而是另一種。首先,人原有三種,並非像現在只有男、女兩種,而是還有第三種,是這兩種共有的;那種名字如今雖仍存留,其本身卻已不存在了。因為那時「陰陽人」既是一種形貌,也是一個名稱,兼取自男性與女性雙方共同而成。』
'You must first learn human nature and its experiences. For our nature long ago was not the same as it is now, but different. First of all, there were three kinds of human beings, not two as now, male and female, but a third besides was present, common to both of these, whose name still remains, though the thing itself has vanished; for at that time the androgynous was both a form and a name common from both, from the male and the female alike.'
12:12.3
Εἶθ ἐξῆς διασύρας τὰ αὐτῷ συνήθη ἐπιφέρει λέγων Ταῦτ εἰπὼν ὁ παρ αὐτῷ Ζεὺς ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἶ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν. ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσωπον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομὴν, ἔνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέλευεν
接著,他又照著自己一貫嘲弄的手法補充說:『說完這話,故事裡的宙斯便把人一分為二,正如人們切開準備醃漬的花楸果,又如用一根髮絲把蛋切開。無論切開了誰,宙斯都命令阿波羅把那人的臉和半邊頸子扭轉朝向切口,好讓那人望見自己的切痕,因而更加謹慎自守;又命令他把其餘的部分治好。』
Then, next, mocking in his own habitual manner, he continues, saying: 'Having said this, the Zeus of his tale cut human beings in two, just as people cut sorb-apples that are to be pickled, or as an egg is cut with a hair. And whomever he cut, he bade Apollo turn his face and the half of his neck around toward the incision, so that the man, beholding his own cutting, might be the more orderly for it, and he bade him heal the rest.'
12:13.1
Μώσεως τὸν πρῶτον τῶν γηγενῶν βίον ὑπογράψαντος ἐν παραδείσῳ θεοῦ γεγονέναι, θεόν τε αὐτῶν ἡγεῖσθαι ἐν ἀχρημάτῳ καὶ ἀκτήμονι διαγωγῇ, ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι, γυμνούς τε εἶναι τῆς μετὰ ταῦτα περιβολῆς, ἐπάκουσον τοῦ φιλοσόφου μονονουχὶ αὐτὰ δὴ ταῦτα Ἑλληνικῇ τῇ φωνῇ διερμηνεύοντος. λέγει δ οὖν
摩西描述地上所生之人最初的生活,說那生活是在神的樂園中度過的,人以神為引導者,過著無財無產的生活;一切都不待播種、不待耕耘而自然為他們生長;並且他們赤身裸體,尚未有後來的衣物遮蔽。你且聽這位哲人,幾乎是用希臘話把同樣的事逐一表述出來。他是這樣說的:
Since Moses, in describing the first life of the earthborn, wrote that it took place in the paradise of God, and that they regarded God as their leader, living a life without money or possessions, and that all things grew for them without sowing or plowing, and that they were naked, before the covering that came afterward — hear the philosopher, in almost the very same words, rendering these same things in the Greek tongue. He speaks then thus:
12:13.2
Θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῷον ὂν ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὐτῶν νομεύουσι. νέμοντος δ ἐκείνου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις γυναικῶν καὶ παίδων· ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν ·) ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων δρῶν καὶ πολλῆς ὕλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλ αὐτομάτης ἀναδιδούσης τῆς γῆς. γυμνοὶ δὲ καὶ ἄστρωτοι, θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο. τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον, ἀναφυομένης ἐκ γῆς πόας ἀφθόνου. τὸν δὴ βίον, ὠ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δ, ὡς λόγος ἐπὶ Δῖός εἶναι, τὸν νῦν, παρὼν αὐτὸς ᾔσθησαι
『那時是神親自照管他們,正如如今人——身為另一種更神聖的生物——牧養其他較低等的種類一樣。當神照管他們的時候,並沒有政治體制,也沒有妻兒的私有;因為眾人皆從地裡重新生出,對從前的事毫無記憶。這一類的事情全都不存在,他們卻從樹木與繁茂的林木中得著豐盛的果實,這些果實並非藉耕種而生,乃是地本身自然生出。他們赤身無床褥,多半露宿於天地之間;因為季節對他們是溫和無苦的,柔軟的臥榻則有大地自然生出的豐美青草作成。這種生活,蘇格拉底啊,你所聽聞的,是克羅諾斯治下的生活;至於眼前這種——傳說是宙斯治下的生活——你自己身歷其中,早已親自體驗過了。』
'A god tended them, presiding over them himself, just as men now — being another, more divine kind of creature — herd other, inferior kinds. And while he was tending them, there were no constitutions, nor possessions of wives and children; for they all rose up again out of the earth, remembering nothing of their former life; but such things as these were all absent, while they had abundant fruits from trees and much timber, growing not by cultivation but of the earth's own accord bringing them forth. And being naked and without bedding, they dwelt for the most part in the open air; for the seasons were tempered for them without distress, and they had soft beds, since abundant grass sprang up out of the earth. This life, then, O Socrates, you hear of as that under Cronos; but this present one, said to be under Zeus, you yourself, being present, have experienced.'
12:14.1
Πἀλιν Μώσεως ἀναγράψαντος ὅτι ἦν ὁ ὄφις φρονιμώτερος πάντων τῶν θηρίων, οἷά τε εἶπεν ὁ ὄφις τῇ γυναικὶ καὶ ἡ γυνὴ τῷ ὄφει, καὶ τὰς ὁμιλίας τοῦ ὄφεως ἐκθεμένου, ὁ Πλάτων οἶα γράφει ἐπάκουσον
摩西又曾記載:那蛇比田野一切的活物都更狡猾,並記下蛇對女人所說的話,以及女人對蛇所說的話,如此陳述了蛇的言談——你且聽柏拉圖是怎樣寫的:
Again, Moses having recorded that the serpent was more cunning than all the beasts, and what things the serpent said to the woman and the woman to the serpent, and having set forth the conversations of the serpent — hear what things Plato writes:
12:14.2
í μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις, ἀλλ καὶ θηρίοις διὰ λόγων δύνασθαι ξυγγίνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετ ἀλλήλων ὁμιλοῦντες, καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθετό τι διάφορον τῶν ἄλλων εἰς ξυναγυρμὸν φρονήσεως, εὔκριτον ὅτι τῶν νῦν οἱ τότε μυρίως πρὸς εὐδαιμονίαν διέφερον
『那時克羅諾斯所養育的人,既有如此充裕的閒暇,又有這樣的能力,不僅能以言語與人交往,也能與野獸交談,便把這一切都用於哲學的追求上,既與野獸交談,也彼此交談,向一切被造之物探詢,看是否有哪一種生物憑著自己特有的能力,察覺到與眾不同之處,可供匯聚成智慧;由此不難判斷,那時的人在幸福方面遠遠勝過如今的人。』
'Now the nurslings of Cronos, having so much leisure and such power available to them, not only to associate with men but also with beasts by means of speech, used all these things for the pursuit of philosophy, conversing both with beasts and with one another, and inquiring of every nature whether any creature, possessing some particular faculty, had perceived anything different from the rest for the gathering of wisdom; and it is easy to judge that those of that time differed immeasurably from those of the present in respect to happiness.'
12:14.3
εἰ δ ἐμπιπλάμενοι σίτων ἄδην καὶ πότων διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία μύθους, οἷοι δὴ καὶ τανῦν περὶ αὐτῶν λέγονται, καὶ τοῦθ, οὕτως γε κατ ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλα εὔκριτον. ὅμως δ οὖν ταῦτα μὲν ἀφῶμεν, ἴως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἶ τότε τὰς ὁ ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας
『但至於他們是否在飽足了飲食之後,彼此以及與野獸之間,以現今流傳關於他們的種種神話交談——這一點,至少依我的看法,也很容易判斷確是如此。然而,這些事我們姑且擱下,直到有某位足以告知我們的人出現,再來討論那時的人在知識與言語運用方面究竟抱持怎樣的渴望。』
'But whether, being filled to satiety with food and drink, they conversed with one another and with the beasts in myths — such as indeed are now told about them — this too, at least in my own opinion, would be quite easy to declare to be so. However, let us leave these matters aside, until some adequate informant should appear to us, as to which way those of that time held their desires concerning knowledge and the use of speech.'
12:15.1
Μώσης νομοθεσίαν ἀνθρώποις καταβεβλημένος ἐνόμισεν αὑτῷ δεῖν ἀρχαιολογίας ἐν τοῖς προοιμίοις· μνημονεύει δὲ τοῦ κατακλυσμοῦ καὶ τοῦ μετ αὐτὸν βίου τῶν ἀνθρώπων, ἔπειτα παλαιῶν ἀνδρῶν δρῶν τῶν παρ Ἑβραίοις θεοφιλῶν, καὶ τῶν δὲ ἄλλως ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται, κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων ἡγησάμενος ἱστορίαν ἔσεσθαι
摩西為人立法時,認為有必要在序言中先陳述古代的歷史;他提到洪水,以及洪水之後人類的生活,接著又提到希伯來人中蒙神喜愛的古代先賢,並敘述另一些人的行止——那些在種種過犯中被查驗出來的人的政制——因為他認為,述說這些歷史正與他所要立的律法相稱。
Moses, having laid down legislation for men, thought it necessary for himself to give an account of ancient history in his preambles; he mentions the flood and the life of men after it, then the ancient men beloved of God among the Hebrews, and he narrates the polity of those, on the other hand, who were examined and found wanting in transgressions — considering that a history of these matters would correspond fittingly to the laws he was laying down.
下一段 →
← 第 11 章第 13 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。