📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 7 章 第 1/4 段

希臘文原文.64 節.部分字詞可點開查義.本章太長已分段,此段為 7:1.1–7:8.36(全章共 259 節)

← 第 6 章第 8 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
7:1.1
Ἑβραίων πέρι λοιπὸν καὶ τῆς κατ αὐτοὺς φιλοσοφίας τε καὶ εὐσεβείας, ἣν τῶν πατρίων ἀπάντων προτετιμήκαμεν, τὸν τοῦ βίου τρόπον ὑπογράψαι καιρός
如今正是時候,來論述希伯來人,以及他們的哲學與敬虔——我們已將其置於我們一切祖傳傳統之上——並描繪出他們生活方式的樣貌。
It is now time to describe concerning the Hebrews, and concerning their philosophy and piety — which we have preferred above all our ancestral traditions — the manner of their way of life.
7:1.2
ἐπειδὴ γὰρ οὐκ ἀλόγῳ, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ τῆς διεψευσμένης ὁμοῦ πάντων Ἑλλήνων τε καὶ βαρβάρων θεολογίας τὴν ἀπόλειψιν Πεποιημένοι συνέστημεν, ὥρα λοιπὸν τὴν δευτέραν ἐπιλύσασθαι, τὴν αἰτίαν ἀποδιδόντας τῆς τῶν Ἑβραϊκῶν λόγων μεταποιήσεως
既然我們已經證明,我們脫離希臘人與蠻族共有的那虛謬神學,並非出於無理,而是出於審慎、清明的思辨,那麼現在便是時候處理第二個問題,說明我們何以改宗、採納希伯來人教義之緣由。
For since we have shown that we made our departure from the false theology common to all Greeks and barbarians alike, not without reason, but by a judged and sober process of reasoning, it is now time to settle the second matter, rendering the cause of our adoption of the Hebrew doctrines.
7:1.3
Τὸ μὲν οὖν μὴ φέρειν τινὰ μέμψιν ἡμῖν τὴν ἀπὸ βαρβάρων τοῦ συμφέροντος μετάληψιν ἐπὶ τῆς δεούσης σχολῆς παραστήσομεν, πάντα τοῖς Ἕλλησι καὶ αὐτοῖς γε τοῖς βοωμένοις αὐτῶν φιλοςόφοις τὰ φιλόσοφα μαθήματα, καὶ τὰ ἄλλως κοινὰ και ταῖς πολιτικαῖς λυσιτελοῦντα χρείαις, παρά βαρβάρων έβκευωρήβθαι έπιδείζοντες· τὸ δὲ μηδέν πω μηδ' ὅλως παρά τισιν εύρῆβθαι τῶν ἐθνῶν, οἷον τὸ παρ' Ἑβραίων ἡμῖν άγαθόν πεπορισμένον, ὧδε ἂν γένοιτο πρόδηλον
因此,我們將在適當的篇幅中證明,我們從蠻族那裡採納有益之事,並不應受任何責難;我們將指出,希臘人一切哲學的學問——即便是他們自己所稱頌的那些哲學家——以及其他凡對政治生活有益的一般知識,其實皆取材自蠻族。至於各民族當中從未有任何一族尋得過任何堪與我們從希伯來人所獲得的美善相比之物,這一點,將可藉以下方式得以彰顯。
That, then, our adoption of what is beneficial from barbarians brings upon us no blame, we shall demonstrate at the proper leisure, showing that all the philosophical teachings of the Greeks — even of their own celebrated philosophers — as well as all else that is generally useful and profitable for the needs of civic life, have been fashioned from materials taken from barbarians. But that no nation whatsoever has ever discovered anything comparable to the good which has been procured for us from the Hebrews, may become evident in the following way.
7:2.1
Οί μεν δὴ λοιποί πάντες ἄνθρωποι, ἄνωθεν ἐκ πρώτης τον βίον σνστάσεως καὶ εἰς τὸν χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει τῷ μηδέν περί τῆς ἐν αὐτοῖς ψνχῆς διειληφέναι πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν ὑπάρχειν ἡγησάμενοι, τὸ καλόν καὶ συμφέρον καὶ μόνον ἀγαθὸν τῇ τῶν σωμάτων ἀνέθηκαν ἡδονῇ· μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ προσηνὲς καὶ ἡδὺ πρὸς ἀπόλανσίν τε εὐδαίμονος βίου αὐτάρκη, περισπονδαστον ὑποθέμενοι θεῶν μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς ζωῆς αν της, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς, ἐφιέμενοι, καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὲ ἡδέως ζῆν ἀσπαζόμενοι, τοῦτο καὶ τοῖς ἰδίοις εὐξάμενοι παιβἰν ὡς μόνον ἀγαθὸν παρεῖναι
至於其餘所有的人,從生命最初立足之時起,直到後來的歲月,都僅僅依附於肉體的感官知覺,以為對自身之內的靈魂毫無更深的理解,也認為所存在的事物中並無高於眼見之物者,於是便將美善、有益、以及唯一的良善,都歸諸於肉體的快感。他們將此快感——視為唯一的良善、令人愉悅、甘美,且足以享受幸福人生——奉為至高追求的對象,尊之為諸神中最偉大者,甚至將其奉若神明;他們甚至連生命本身也不企求,除非其中摻雜著肉體之快感;他們珍愛的並非「為生而生」,而是「為求快活而生」;並且,他們也如此為自己的子女祈願,願這唯一的良善常伴其身。
Now all the rest of mankind, from the earliest beginning of life and throughout time, clinging solely to the perception of their bodies, and supposing that they had grasped nothing further concerning the soul within them, and that there existed nothing more than what is seen among the things that are, ascribed the noble, the beneficial, and the only good to bodily pleasure. And holding this alone — as being the only good, agreeable, and sweet thing, sufficient for the enjoyment of a happy life — to be the object of their supreme striving, they regarded it as the greatest of the gods and deified it, not even desiring life itself unless it should include a share of bodily pleasure, and embracing not life for life's own sake, but life for the sake of living pleasantly; and this same thing they prayed might be present to their own children as the only good.
7:2.2
ἔνθεν οἱ μὲν τὰ χορηγὰ τῆς ἐνσάρκον ζωῆς ἥλιον εἶναι καὶ σελήνην καὶ ἀστέρας ὑποτοπάβαντες, καί πως καὶ πρὸς τὴν ὄψιν τοῦ φωτὸς καταπλαγέντες πρώτους θεὺς ἀνηγόρευσαν, μόνους αἰτίους τῶν ὅλων εἶναι ἀποφηνάμενοι· οἶ δὲ τοὺς ἀπὸ γῆς καρποὺς τήν τε ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν οὐσίαν τά τε λοιπὰ τοῦ κόσμου μέρη, δι ὧν αὐτοῖς τὰ σώματα τρεφόμενά τε καὶ πιαινόμενα τὴν ἔνσαρκον ὁμοῦ ζωήν τε καὶ ἡδονὴν ἐθηρᾶτο, θεῶν πάλιν προσηγορίᾳ τετιμήκασιν· οἱ δὲ πολὺ πρότερον τούτων γυμνῇ καὶ ἀκαλύπτῳ κεφαλῇ τὰ σφέτερα πάθη καὶ τὴν δέσποιναν αὐτῶν ἡδονὴν, ἔρωτα καὶ πόθον καὶ ἀφροδίτην, καὶ αὐτῶν τῶν θεῶν κρατεῖν εἰπόντες ἀπεθέωσαν· οἶ δὲ τοὺς τῶν ἡδέων χορηγούς τε καὶ εὑρετὰς αὐτοῖς γενομένους ἄνδρας τυράννους τινὰς καὶ δυνάστας, δι ἃς ἔτυχον ἐξ αὐτῶν εὐπαθείας, ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν ἐθεοποίησαν· οἱ δὲ μοχθηρῶν πνευμάτων καὶ δαιμόνων γενόμενοι παραπαίγνια ἔτι μειζόνως τὸ παθητικὸν αὐτῶν μέρος τῆς ψυχῆς συνηύξησαν, τὰ ἡδέα καὶ παρὰ τούτων διὰ τῆς νενομισμένης αὐτῶν θεραπείας ἐκπορίζοντες· οἶ δὲ μηδενὸς τούτων ἀνασχόμενοι τὸ ἄθεον ὡς πολὺ κρεῖττον τῆς τοιᾶσδε θεολογίας εἰσηγήσαντο· οἷ δὲ ἔτι τούτων ἁπάντων ἀναιδέστεροι τὸν φιλόσοφον καὶ τρισευδαίμονα βίον οὐδ ἄλλον εἶναι ἢ τὸν ἡδὺν ἀπεφήναντο, τέλος τῶν ἀγαθῶν τὴν ἡδονὴν ὁρισάμενοι
於是,有人設想太陽、月亮與眾星乃是有形生命的供養者,且因目睹其光輝而心生驚駭,便率先宣稱它們為神,聲稱它們乃萬物唯一的成因;另有人則將大地所出的果實,以及濕、乾、熱等元質,並宇宙其餘各部分——正是藉這些,他們的身體得以滋養、肥壯,並藉此追求有形的生命與快感——同樣尊之以神的稱號;又有一批人,更早於這些人,便毫無遮掩、赤裸裸地宣稱自己的種種情慾,以及其主宰——快感,也就是愛慾、渴望與愛芙蘿黛蒂——竟支配眾神本身,因而將其奉為神明;又有人將那些曾為他們提供、發明種種享樂的人——某些暴君與權貴——奉為神明,因從中所得的享受,遂於他們生前死後皆加以神化;又有人成了邪惡精靈與鬼魔的玩物,反而更加助長自己靈魂中情慾的那一部分,甚至藉著慣行的祭祀禮儀,從這些鬼魔身上也謀取快感;又有人對以上種種皆不能忍受,遂提出無神論,以為這遠勝於這般神學;更有人比以上所有人都更肆無忌憚,宣稱那哲學的、三重幸福的生活,不過就是快樂的生活,將快感定為一切美善之終極目的。
Hence some, supposing that the sun and moon and stars are the providers of embodied life, and being struck with awe, in some way, at the very sight of their light, proclaimed them first to be gods, declaring that they alone are the causes of all things; others honored, again with the appellation of gods, the fruits of the earth and the moist, dry, and hot substances and the remaining parts of the cosmos, through which their bodies, being nourished and fattened, pursued embodied life together with pleasure. Others still, well before these, with bare and uncovered head, declared their own passions and their mistress pleasure — love and desire and Aphrodite — to have mastery even over the gods themselves, and thereby deified them. Others deified the men who became for them the providers and inventors of pleasures — certain tyrants and potentates — on account of the enjoyment they happened to derive from them, worshiping them as gods both while still living and after death. Others, becoming the playthings of wicked spirits and demons, further enlarged still more the passionate part of their soul, procuring their pleasures from these spirits also, through the rites customarily performed to them. Others, tolerating none of these, introduced atheism as something far superior to such a theology. And others, more shameless still than all of these, declared that the philosophical and thrice-blessed life is nothing other than the life of pleasure, defining pleasure as the end of all good things.
7:2.3
ταύτῃ δ οὖν τὸ πάντων ανθρώπων γένος, ὡς ἂν δεσποίνῃ πικρᾷ καὶ χαλεπωτάτῃ, ἡδονῇ θεῷ, μᾶλλον δὲ αἰσχρῷ καὶ ἀκολάστῳ δαίμονι, καταδεδουλῖομένον παντοίαις ἐνεφύρετο ταλαιπωρίαις. αἵ τε γὰρ θήλειαι αὐτῶν, κατὰ τὸν ἱερὸν ἀπόστολον, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, - ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρεωες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες
如此一來,全人類都淪為這位苛刻殘酷之女主人的奴隸——那奉為神明的快感,或者更確切地說,是那羞恥放縱的鬼魔——因而陷入種種苦難之中。正如那神聖的使徒所言,他們當中的婦女將天然的用處變為違反自然的用處;同樣地,男人也棄絕了女人天然的用處,彼此之間慾火中燒,男與男行可恥的事,就在自己身上受這妄為當得的報應。
In this way, then, the whole human race, enslaved to this bitter and most cruel mistress — pleasure as a god, or rather as a shameful and licentious demon — was plunged into all manner of miseries. For their women, according to the sacred Apostle, exchanged the natural use into that which is against nature; and likewise the men also, abandoning the natural use of the woman, were inflamed with lust for one another, males working shameless deeds with males, and receiving in themselves the due penalty of their error.
7:2.4
ταύτῃ καὶ Ἕλληνες καὶ βάρβαροι, σοφοί τε καὶ ἰδιῶται, χαμαί τε καὶ ἐπὶ γαστέρα πεσόντες, ὡς θεῷ τῇ ἡδονῇ προσεκύνησαν, πρηνεῖς τε σφᾶς αὐτοὺς ἑρπετῶν δίκην καταβαλόντες, ἄμαχον καὶ ἀπαραίτητον θεὸν ταύτην ἡγήσαντό τε καὶ ἔστερξαν· ἔν τε ᾠδαῖς καὶ ὕμνοις, ἔν τε θεῶν ἑορταῖς, ἔν τε ταῖς πανδήμοις θέαις, μόνης τῆς αἰσχρᾶς σχρὰς καὶ ἀκολάστου ἡδονῆς τὰ ὄργια καὶ τὰς ἀσέμνους τελετὰς μυούμενοί τε καὶ τελοῦντες, ὡς εἰ καί τι ἄλλο, καὶ τόδε καλῶς παρ ἡμῖν ἀνῃρῆσθαι. ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων
照此,希臘人與蠻族,智者與平民,皆匍匐在地、俯身伏地,敬拜快感如同敬拜神明,像爬蟲一般伏地叩拜,將這位不可抵擋、不容更改的神明奉為至寶,珍愛敬奉;無論在頌歌讚美詩中,在諸神的節慶裡,還是在眾人觀看的戲劇表演中,都在受啟蒙、行那羞恥放縱之快感的祕儀與不莊重的禮儀——若說有什麼事該被廢除,這也正是在我們當中已被妥善根除的一件事。因為「拜偶像的起頭,就是行淫亂之開端」。
In this way, both Greeks and barbarians, wise men and common folk alike, falling prostrate upon the ground on their bellies, worshiped pleasure as a god, casting themselves down flat like reptiles; they regarded her and cherished her as an invincible and inexorable deity — in odes and hymns, in the festivals of the gods, and in the public spectacles, being initiated into and performing the orgies and unseemly rites of shameful and licentious pleasure alone — a practice which, if anything else, has rightly been abolished among us. 'For the beginning of fornication is the devising of idols.'
7:2.5
καὶ τὰ μὲν περὶ τῆς τῶν ἄλλων ἐθνῶν θεολογίας τοσαύτην εἰλήφει, ὡς ἐν βραχεῖ φάναι, τὴν πολυτροπίαν, μιᾶς μὲν ἀρχῆς τῆς ἀκαθάρτου καὶ μιαρᾶς ἡδονῆς ἀνημμένα, ὕδρας δὲ πολυαυχένου καὶ πολυκεφάλου τρόπον εἰς πολλὰς καὶ ποικίλας διαιρέσεις τε καὶ τομὰς ἐξενηνεγμένα
至於其他各民族的神學,簡而言之,其形態竟是如此紛繁多樣——雖同出於那唯一的源頭,即污穢邪惡的快感,卻如多頸多首的九頭蛇一般,分裂延展出眾多形形色色的支派與分支。
And thus the theology of the other nations had assumed, to put it briefly, so great a variety — all suspended from the one source of unclean and defiled pleasure, yet spread out, after the manner of a many-necked and many-headed hydra, into many and varied divisions and offshoots.
7:2.6
ἐπειδὴ τοίνυν τοσαύτην ἔτυχον προβεβλημένοι τὴν πλάνην, εἰκότα δὴ αὐτοῖς ἡδονῇ θεῷ καὶ κακῷ δαίμονι χρωμένοις ἐπὶ κακοῖς κακὰ συνηγείρετο, γυναικομανίαις καὶ ἀρρένων φθοραῖς μητρογαμίαις τε καὶ θυγατρομιξίαις τὸν πάντα καταφυρομένοις βίον, καὶ τὴν ἄγριον καὶ θηριώδη φύσιν ὑπερβολῇ φαυλότητος νενικηκόσι. τοιοῦτος μὲν οὖν ὁ τρόπος τῶν παλαιῶν ἐθνῶν καὶ τῆς διεψευσμένης αὐτῶν θεολογίας, διὰ τῶν συνηγμένων ἡμῖν Ἑλληνικῶν λογογράφων τε καὶ φιλοσόφων ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται
既然他們陷入如此嚴重的謬誤,那麼理所當然,這些人既奉快感為神、實為惡鬼所役使,惡事便接連堆疊而來——他們整個生活都沉溺於對婦女的瘋狂慾念、男風的敗壞、與生母通婚、與親女苟合,其邪僻敗壞的程度甚至超過了野蠻兇殘的禽獸。以上便是古代各民族的生活方式,以及他們那虛謬神學的樣貌,這一切已在前面各卷中,藉我們所彙集的希臘作家與哲學家的著作加以證明。
Since, then, they happened to have put forward so great an error, it was only fitting that, worshiping pleasure as a god and as an evil demon, evils upon evils should be heaped up for them — their whole life defiled with madness for women, corruption of males, unions with mothers, and intercourse with daughters, and surpassing even the wild and savage nature of beasts in the excess of their depravity. Such, then, was the manner of life of the ancient nations and of their false theology, as has been demonstrated in the preceding books through the Greek writers and philosophers whom we have collected.
7:3.1
Εἰ δὴ οὖν συνῶπταί σοι ὁ τῶν παλαιῶν βίος, ἄθρει δὴ λοιπὸν τῇ διανοία μόνους παῖδας Ἑβραίων ἐν τοσούτοις τὴν ἐναντίαν ἀπιόντας
既然你已綜覽了古人的生活方式,那麼請再以心思細察:在如此眾多的人當中,唯獨希伯來的子民,走上了截然相反的道路。
If, then, you have surveyed together the life of the ancients, consider now with your mind how, amid so many, the sons of the Hebrews alone went the opposite way.
7:3.2
οἵδε γὰρ πρῶτοι καὶ μόνοι πάντων ἀνθρώπων ἄνωθεν ἐκ πρώτῆς τοῦ βίου καταβολῆς λογικῇ θεωρίᾳ τὴν διάνοιαν ἀναθέντες, καὶ τῇ περὶ τοῦ παντὸς φυσιολογίᾳ εὐσεβῶς ἐπιστήσαντες, πρῶτα μὲν τὰ τῶν σωμάτων στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἐξ ὣν τόδε τὸ πᾶν συνεστὼς κατεμάνθανον, ἥλιόν τε καὶ σελήνην καὶ ἀστέρας, οὐ θεοὺς, ἔργα δὲ εἶναι θεοῦ διελογίσαντο, τὴν φύσιν τῆς σωματικῆς οὐσίας οὐ μόνον ἄλογον, ἀλλὰ καὶ ἄψυχον εἶναι, καθ ὅσον ῥοώδης καὶ φθαρτὴ οὔσα τυγχάνει, συννοήσαντες, κἄπειτα λογισάμενοι ὡς οὐχ οἷόν τε τὴν τοῦ σύμπαντος κόσμου διάταξιν, εὖ καὶ σοφῶς ἡρμοσμένην, ἔμπλεων τε ζῴων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ὑπάρχουσαν, αὐτόματον ἐπιγράφεσθαι τὴν αἰτίαν, οὐδέ γε τῶν ἐμψύχων τὴν ποιητικὴν ἀρχὴν ἄψυχον ὑπολαμβάνειν, οὐδ ἄλογον τὴν τῶν λογικῶν δημιουργόν
因為唯獨這一族人,且是眾人之中最先如此的,從生命的起初根基,便將心思專注於理性的默觀,虔誠地致力於探究宇宙萬有的本性。他們首先明白構成萬物之身體的元素——土、水、氣、火——這宇宙正是由此組成;他們並推論,太陽、月亮與眾星並非神明,而是神的作為,因為他們認識到,物質實體的本性不僅是無理性的,更是無生命的,就其屬於流變、可朽壞的本質而言。繼而他們又推想,這整個宇宙的秩序既如此美善、如此智慧地和諧配置,又充滿了有生命之物,無論理性或無理性者皆備,實在不可能歸諸於某種偶然自發的成因;他們也不認為,有生命之物的致成本原竟是無生命的,或有理性之物的創造者竟是無理性的。
For these people, first and alone of all mankind, from the very foundation of life, dedicated their minds from the outset to rational contemplation, and applied themselves piously to the study of the nature of the universe as a whole. First, they came to understand the elements of bodies — earth, water, air, fire — of which this universe is composed; and they reasoned that the sun, moon, and stars are not gods, but the works of God, having recognized that the nature of bodily substance is not only irrational but also lifeless, insofar as it happens to be fluid and perishable. Then, reasoning further that it was not possible to ascribe the arrangement of the whole cosmos — so excellently and wisely fitted together, and full of living creatures both rational and irrational — to a cause that acts by chance, they concluded that one ought not to suppose the productive principle of living things to be itself lifeless, nor the maker of rational beings to be itself irrational.
7:3.3
ἐπεὶ δὲ μηδὲ ξύλων καὶ λίθων αὐτόματός ποτ ἂν οἰκοδομία συσταίη, οὐδέ γε ἐσθὴς ὑφάντου δίχα συντελεσθείη, οὐδὲ πόλλεις καὶ πολιτεῖαι νόμων ἐκτὸς καὶ ἀρχοντικῆς διατάξεως, οὐδὲ ἐκτὸς κυβερνήτου ναῦς, οὐδὲ τὸ ρμικρότατον τέχνης ὄργανον ὑποσταίη ἂν μὴ διὰ τεχνίτου, οὐδ εὐόρμου ποτὲ ναῦς λιμένος τύχοι μὴ οὐχὶ σὺν ἀγαθῷ κυβερνήτῃ· οὐδ ἡ τῶν καθόλου στοιχείων ἄρα φύσις, ἄψυχος οὖσα καὶ ἄλογος, τῷ καθ ἑαυτὴν λόγῳ δίχα τῆς ἀνωτάτω τοῦ θεοῦ σοφίας λόγου ποτὲ καὶ ζωῆς ἀνθέξεται. ταῦτα δὴ καὶ τὰ τοιαῦτα διανοηθέντες οἱ τῆς βραίων εὐσεβείας πατέρες, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νῷ κεκαθαρμένῳ καὶ ψυχῆς διαυγέσιν ὄμμασι τὸν πάντων δημιουργὸν θεὸν ἐσεβάσθησαν
既然連木石建造的房屋,也絕不可能自然而然地聚合成形,衣服也絕不可能無需織工便能完成,城邦與政體也絕不可能脫離法律與統治者的治理而建立,船隻也絕不可能沒有舵手,即使是技藝中最微小的工具也絕非無需工匠便能存在,船隻也絕不可能沒有優秀的舵手而尋得安穩的港灣——那麼,構成萬物之元素的整體本性,既是無生命、無理性的,又怎能單憑其自身之理,脫離神那至高的智慧與理性,而擁有理性與生命呢?希伯來人敬虔傳統的列祖,如此並照此思量之後,便由受造之物的宏偉與美麗出發,以潔淨的心思、靈魂清明的眼目,敬拜那創造萬物的神。
Since, then, not even a building of wood and stone could ever come together of its own accord, nor could a garment ever be completed without a weaver, nor cities and constitutions arise apart from laws and the ordinance of rulers, nor a ship exist without a helmsman, nor even the smallest instrument of a craft come into being without a craftsman, nor a ship ever find a fair harbor without a good pilot — so neither could the nature of the elements taken as a whole, being itself lifeless and irrational, ever lay hold of reason and life by its own inherent principle, apart from the supreme wisdom and reason of God. Having reasoned thus and in this manner, the fathers of the piety of the Hebrews, from the greatness and beauty of created things, with a mind purified and with the clear-sighted eyes of the soul, revered God the maker of all things.
7:4.1
Κἄπειτα μέρος οὐ μικρὸν τοῦ παντὸς σφὰς αὐτοὺς εἶναι συναισθόμενοι τὸ μέν τι αὐτῶν τίμιον εἷναι ἡγήσαντο, (τοῦτο δὲ καὶ τὸν ἀληθῆ ἄνθρωπον, τὸν κατὰ ψυχὴν νενοημένον,) τὸ δὲ τούτου χώραν περιβολῆς ἐπέχειν· τοῦτο δὲ εἶναι τὸ σῶμα. καὶ δὴ τοῦτον διελόμενοι τὸν τρόπον τὴν πᾶσαν περὶ τῆς τοῦ ἔνδον ἀνθρώπου ζωῆς φροντίδα καὶ σπουδὴν εἰσηνέγκαντο
其後,他們意識到自己乃是宇宙整體中不容小覷的一部分,便認為自身有一部分是尊貴的——這即是那真正的人,是按靈魂而構想的人——而另一部分則只是為此真人充當外殼包裹之所,這便是肉體。他們既如此區分之後,便將一切關切與致力,都投注於內在之人的生命。
Then, perceiving themselves to be no small part of the whole, they considered that one part of themselves was precious — this being the true man, conceived of as constituted according to the soul — while the other held the place merely of a covering for this true man, this being the body. And having thus made this distinction, they applied all their care and diligence to the life of the inner man.
7:4.2
τοῦτο δὲ παρὰ τῷ πάντων δημιουργῷ θεῷ προσφιλὲς εἶναι λογισάμενοι, ὅς που τὴν ἀνθρώπων φύσιν τῶν ἐπὶ γῆς ἀπάντων κρατεῖν οὐ ῥώμῃ σώματος ὡς ἀρετῆ̣ ψυχῆς ἐδωρήσατο· τὰ μὲν γὰρ τῶν ὄντων εἶναι ἄψυχα, οἷα λίθους καὶ ξύλα, τὰ δὲ ζωτικῆς δυνάμεως μέτοχα, οἶα τὰ ἀπὸ γῆς βλαρτήματα, τὰ δὲ αἰσθήσεως ὁρμῆς τε φανταστικῆς μεμοιραμένα, οἶα ζῴων τὰ ἄλογα· πάντα δὲ ταῦτα ἑνὶ τῷ τῶν ἀνθρώπων γένει πρὸς ὑπηρεσίαν δουλοῦσθαι, οὐ ῥώμῃ σώματος καὶ ἰσχύι· κατηναγκασμένα, λογισμῷ δὲ καὶ ψυχῆς ἀρετῇ, ᾗ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς ἀρχικόν τε καὶ βασιλικὸν γέρας ἄνωθεν παρὰ τοῦ τῶν ὅλων αἰτίου συγκεχωρῆσθαι κατειλήφασιν·)
他們又推想,這在創造萬物的神看來乃是可喜悅的,因為神正是憑靈魂的美德、而非憑肉體之力,賜予人性統管地上萬物的地位。因為在存在的萬物之中,有些是無生命的,例如石頭與木材;有些分有生命的能力,例如地上生長之物;又有些分有感覺與衝動想像之力,例如無理性的動物;而這一切,都被役使服事於人類這唯一的族類——並非因肉體之力與強壯而受制約,乃是憑理性與靈魂之美德;他們藉此明白,統管地上萬物那君王般、統治性的特權,乃是自上而由萬有的成因所賜予的。
And they reasoned that this was pleasing to God, the maker of all things, who somewhere granted to human nature to rule over all things upon earth, not by strength of body, but as a prerogative of the virtue of the soul. For among existing things, some are lifeless, such as stones and timber; others share in a vital power, such as the growths that spring from the earth; and others are allotted sensation and impulsive imagination, such as the irrational animals. And all these have been enslaved to serve the one race of mankind — constrained not by bodily strength and force, but by reason and virtue of soul, by which they have understood the ruling and royal prerogative over all things upon earth to have been granted to them from above, by the Cause of all things.
7:4.3
ἔνθεν ὁρμώμενοι σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾶν διενοήθησαν, τὸ δ ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν τε καὶ νοερὸν, θεῖόν τε καἰ ἐπιστημονικὸν ὡς ἂν τοῦ ἐπὶ πάντων θεοῦ τὴν ὁμοίωσιν φέρον, μόνον διὰ σπουδῆς ἔσχον
本著這樣的立足點,他們認為,不應將肉體及肉體的快感看得比地上其他被飼養的動物更為珍貴;反而唯獨致力於他們自身之內那治理之部分——因這正是那治理萬有者所固有的——即靈魂中理性、悟性的部分,那神聖且具知識的部分,因它承載著那統管萬有之神的形像。
Setting out from this, they did not think it right to prize the body and bodily pleasures any more than the other creatures nourished upon earth do, but they made their sole object of concern that governing element within themselves — as being proper to him who governs all things — that is, the rational and intelligent part of the soul, the divine and knowing part, as bearing the likeness of God who is over all.
7:4.4
εἶτα μηδὲν ἄλλο τι ἐνθυμηθέντες ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ θεοῦ, τέλος ἁπάσης εὐδαιμονίας τὴν αὐτοῦ γνῶσίν τε καὶ φιλίαν εἶναι ἀπεφήναντο, ὅτι καὶ αὐτῆς ζωῆς καὶ ψυχῆς καὶ σώματος καὶ τῶν τούτοις ἀναγκαίων μόνος αὐτὸς ἀνῆπται τὴν αἰτίαν
其後,他們思量得知,除了那供應一切美善之神以外,別無所謂良善,於是宣稱,一切幸福的終極目標,就在於認識並與祂為友;因為唯獨祂自己,掌握著生命本身、靈魂、肉體,以及這一切所需之物的成因。
Then, considering that nothing else is good apart from God, the provider of all good things, they declared that the goal of all happiness is the knowledge and friendship of him, since he alone holds fast the cause of life itself, of the soul, of the body, and of all the things necessary for these.
7:4.5
τούτῳ δὴ οὖν σφᾶς ὅλους αὐτῷ σώματι καὶ ψυχῇ φέροντες ἀνατεθείκασι, τεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ αὐτὸν ἀναρτησάμενοι, καὶ μόνῳ προσέχειν, ἄλλῳ δὲ μηδενὶ τῶν ὁρωμένων ἀξιώσαντες
因此,他們將自己整個人,身體與靈魂,一併帶到祂面前,全然奉獻於祂,將自己整個生命都寄託於祂身上,並認定唯獨當專注於祂,而不應顧念眼見萬物中的任何其他事物。
To him, then, they brought and dedicated themselves wholly, body and soul, having suspended their entire life upon him, and having deemed it right to attend to him alone, and to none other among the things that are seen.
7:4.6
οὕτω δὴ φιλόθεοι ὁμοῦ καὶ θεοφιλεῖς ἀναφανέντες θεραπευταί τινες ὄντως καὶ ἱερεῖς τοῦ ὑψίστου θεοῦ ἀπεφάνθησαν, ἢ καὶ γένος ἐκλεκτὸν καὶ βασιλικὸν ἱεράτευμά τε θεοῦ καὶ ἔθνος ἅγιον προσαγορευθῆναι ἠξιώθησαν, σπέρμα τῆς ἀληθοῦς ταύτης εὐσεβείας καὶ τοῖς ὀψιγόνοις αὐτῶν ἀπολελοιπότες
他們如此既愛神又蒙神所愛,遂被宣告為真正事奉至高神的僕役與祭司;甚至配得被稱為蒙揀選的族類、神的君尊祭司、聖潔的國度,並將這真敬虔的種子,留傳給他們的後裔。
Thus, having shown themselves at once lovers of God and beloved of God, they were declared to be in truth certain devotees and priests of the Most High God; indeed, they were deemed worthy to be called a chosen race, a royal priesthood of God, and a holy nation, having left behind the seed of this true piety even for their descendants.
7:4.7
ἆρ οὖν λογισμῷ σοι δοχοῦμεν τούσδε τῶν Ἑλληνιχῶν προτετιμηκέναι, καὶ μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν τῶν τε περὶ τοὺς θεοὺς δυσφήμων ἀτοπημάτων τὰς παρ Ἑβραίοις περὶ εὐσεβῶν ἀνδρῶν διηγήσεις ἀποδέξασθαι
那麼,在你看來,我們難道只是憑空推論,才將這些人置於希臘人之上,並選擇接受希伯來人當中關於敬虔之人的敘述,而非腓尼基人與埃及人那些對眾神惡名昭彰、荒誕不經之事嗎?
Do we, then, seem to you to have preferred these men to the Greeks by mere reasoning, and to have chosen to accept the narratives found among the Hebrews concerning godly men, rather than the ill-reputed absurdities concerning the gods of the Phoenicians and Egyptians?
7:5.1
Θέα δ οὖν ἔτι εἰς ὅσον θεοφιλοῦς ἀρετῆς προελθεῖν φασι τοὺς δηλουμένους. ἀποδεξάμενον τὸ θεῖον τῆς τε ἄλλης τοῦ βίου εὐσεβείας καὶ φιλοσοφίας τῆς τε περὶ αὐτὸ θεραπείας τοὺς ἄνδρας, ἤδη καὶ θειοτέρων χρησμῶν θεοφανειῶν τε αὐτοὺς καὶ ἀγγελικῶν ὀπτασιῶν ἠξίου, τὰ ἐνδέοντα τῇ θνητῇ φύσει ταῖς τῶν πρακτέων ὑποθήκαις ἐπιδιορθούμενον, δογμάτων τε καὶ μαθημάτων αὐτοῖς θεοπρεπῶν τὴν γνῶσιν ἀποκαλύπτον, ὡς μηκέτι συλλογισμοῖς, μηδὲ εἰκασίαις, ἐκλάμψει δὲ αὐτῆς ἀληθείας φωτίζεσθαι τὰς διανοίας αὐτῶν, ὥστε ἤδη θεοφορουμένους τὴν τῶν μέλλοντων ἔσεσθαι ὡς παρόντων ἐπιθεωρεῖν κατάληψιν, καὶ τὰ καθόλου συμβησόμενα τῷ τῶν ἀνθρώπων γένει θεσπίζειν
再進一步觀察,這些人被稱為達到了何等蒙神所愛的美德境界。神既悅納這些人一生其餘的敬虔、哲思,以及對祂的專一事奉,便進一步賜他們配得更為神聖的神諭、神的顯現,以及天使的異象,藉著行事的訓誨,補足他們必朽之性所欠缺的,並向他們啟示合乎神性的教義與學問的知識,使他們的心思不再單憑推理或臆測而受啟迪,反倒為真理本身的光輝所照亮;以致他們既如此為神所感動,便得以彷彿目睹眼前之事一般,洞察未來將要發生的事,並預言人類整體將要遭遇的種種事情。
But observe still further to what degree of divinely-beloved virtue those we have mentioned are said to have advanced. The Divine, having accepted these men both for the rest of their piety and philosophy of life and for their devoted service toward himself, already deemed them worthy also of more divine oracles, theophanies, and angelic visions, correcting what was lacking in their mortal nature through instructions concerning what was to be done, and revealing to them the knowledge of doctrines and teachings befitting God — so that their minds should no longer be illumined by syllogisms or conjectures, but by the very radiance of truth itself, to the point that, being now borne along by God, they might behold, as though present, the apprehension of things yet to come, and might prophesy the things that would befall the human race in general.
7:5.2
τοιαῦτα τῆς Ἑβραίων ἀρετῆς τὰ πολυύμνητα καὶ ὡς ἀληθῶς θεοφιλῆ περιέχει λόγια, ἃ τῶν Ἑλληνικῶν καὶ πατρίων μύθων τε καὶ λήρων προτετιμήκαμεν· οἱ μέν γε περὶ θεῶν τὰ αἰσχρότατα περιεῖχον, οἱ δὲ περὶ θεοφιλῶν ἀνδρῶν τὰς εὐσεβεῖς διδασκαλίας
以上便是那些備受頌揚、真正蒙神喜悅的言論,記載著希伯來人的美德,我們已將其置於希臘及祖傳的神話與無稽之談之上;因為後者充斥著關於眾神最為可恥之事,而前者卻蘊含著關於蒙神所愛之人的敬虔教訓。
Such, then, are the much-praised and truly God-beloved oracles containing the virtue of the Hebrews, which we have preferred to the Greek and ancestral myths and idle tales; for the latter contained the most shameful things concerning the gods, while the former contain the pious teachings concerning men beloved of God.
7:6.1
Ταῦτα δὲ πάλαι πρότερον πρὶν ἢ καὶ Μωσέα καὶ τὸ Ἰουδαίων γένος ὑποστῆναι ἐξ ἔτι μακροῦ αἰῶνος παρὰ τοῖς Ἰουδαίων προπάτορσιν ἐγνωρίζετο. καὶ γὰρ οὖν καὶ τοῦτο διαρθρῶσαι καλὸν, ὡς ὁ Ἰουδαϊσμὸς οὐκ ἦν πω τότε, ἀλλ Ἑβραῖοι μὲν οἱ δηλούμενοι ὁμοῦ τῇ προσηγορίᾳ καὶ τὸν τρόπον ὑπῆρχον, Ἰουδαῖοι δὲ οὔτ ἦσάν πω οὔτ ἐχρημάτιζον
而這些事,早在摩西與猶太民族出現之前,於更為久遠的年代,便已在猶太人的列祖之中為人所知曉。因此,有必要清楚闡明這一點:那時猶太教尚未存在,而這些人乃是「希伯來人」,無論就其稱謂還是生活方式而言皆然;「猶太人」則尚未存在,也未被如此稱呼。
These things, moreover, were known long before, even before Moses and the nation of the Jews came into existence, from a still more remote age, among the forefathers of the Jews. For it is indeed good to make this distinction clear: that Judaism did not yet exist at that time, but the persons in question existed as Hebrews, both in name and in manner of life, whereas Jews did not yet exist, nor were they so called.
7:6.2
Ἑβραίων δὲ καὶ Ἰουδαίων τὸ διάφορον γνοίης ἂν ὧδε ὡδε· τὴν μὲν προσηγορίαν οἱ μὲν ἀπὸ τοῦ Ἰούδα, ἐξ οὗ τῆς φυλῆς τὸ Ἰουδαίων μακροῖς ὕστερον χρόνοις βασίλειον συνέστη, οἱ δὲ ἀπὸ τοῦ Ἕβερ (προπάτωρ δὲ τοῦ Ἁβραὰμ οὗτος ἦν) ἐπεγράφοντο
希伯來人與猶太人之間的差異,可從以下方式得知:這名稱,據一些人說,是源自猶大,猶太人的王國正是很久以後才由這支派建立起來的;另有人則說,此名稱源自希伯(此人乃亞伯拉罕的先祖)。
The difference between Hebrews and Jews you might learn in this way: the appellation, according to some, is derived from Judah, from whose tribe the kingdom of the Jews was later, after a long time, established; according to others, it is derived from Eber (who was an ancestor of Abraham).
7:6.3
προτερεῖν τε Ἰουδαίων Ἑβραίους διδάσκουσιν οἱ ἱεροὶ λόγοι. τὸν δὲ τῆς εὐσεβείας τρόπον Ἰουδαίοις μὲν πρῶτον πρῶτον ἀπάρξασθαι τῆς νομοθεσίας Μωσέα, σαββάτου τινὸς παραδόντα ἡμέραν, καὶ ταύτης πλείστην ὅσην φυλακὴν εἰς ὑπόμνησιν σχολῆς τῶν ἱερῶν λόγων, βρωτέων τε καὶ οὐ βρωτέων ζῴων διαστολὴν, ἑορτάς τε ἐτησίους, καί τινας σωμάτων καθαρμοὺς, ἄλλης τε μακρᾶς περιόδου κατά τινα σύμβολα θειότερον ἐπιτελουμένης. Ἑβραῖοι δὲ πρεσβύτεροι Μωσέως γενόμενοι τοῖς χρόνοις, πάσης τῆς διὰ Μωσέως νομοθεσίας ἀνεπήκοοι ὄντες, ἐλεύθερον καὶ ἀνειμένον εὐσεβείας κατώρθουν τρόπον, βίῳ μὲν τῷ κατὰ φύσιν κεκοσμημένοι, ὡς μηδὲν νόμων δεῖσθαι τῶν ἀρξόντων αὐτῶν δι ἄκραν ψυχῆς ἀπάθειαν, γνῶσιν δὲ ἀληθῆ τῶν περὶ θεοῦ δογμάτων ἀνειληφέναι. ἀλλὰ γὰρ τῶνδε τοῦτον εἰρημένων τὸν τρόπον, ὥρα καὶ διὰ τῶν ἐγγράφων ἐλθεῖν
聖經教導我們,希伯來人先於猶太人而存在。至於敬虔的方式,摩西是第一位為猶太人立法之人,他頒定了某個安息之日,並極其嚴格地要求遵守,以此作為紀念、並騰出時間研讀聖言;此外還有可食與不可食動物之分辨、每年的節期、某些身體的潔淨禮儀,以及另有一段漫長的周期,依某些象徵、以更神聖的方式來實行。而希伯來人則是生活在早於摩西之時代的人,對摩西所頒佈的全部律法一無所知,卻仍活出一種自由、不受拘束的敬虔生活方式,因他們的生活合乎本性而端正有序,以致因靈魂極度不受情慾所擾,並不需要律法來管束他們,反倒已領受了關於神的教義的真知識。既然已如此陳述這些事,現在便是時候,進一步藉著文字記載來詳加論述了。
And the sacred writings teach that the Hebrews are prior to the Jews. As for the manner of piety, Moses was the first to inaugurate for the Jews the giving of the law, handing down a certain sabbath day and the very strict observance of it, in remembrance and leisure for the sacred writings, as well as the distinction of animals fit and unfit to eat, annual feasts, certain purifications of the body, and another lengthy cycle carried out more divinely according to certain symbols. The Hebrews, however, who lived in times earlier than Moses, being unacquainted with the whole legislation given through Moses, achieved a free and unconstrained manner of piety, being adorned with a life in accordance with nature, so that they had no need of laws to govern them, on account of the utmost freedom of their soul from passion, but had received true knowledge of the doctrines concerning God. But since these matters have been stated in this manner, it is time now to proceed also through the written records.
7:7.1
Ὁ τοίνυν μέγας θεόλογος Μωσῆς Ἑβραῖος ὢν ἐξ Ἑβραίων, εἰ καί τις ἄλλος, εὖ τε τὰ πάτρια ἐξεπιστάμενος, ὡς ἐν προοιμίοις τῶν ἱερῶν νόμων τοὺς τῶν προπατόρων Ἑβραίων βίους μνήμαις ἀνεξαλείπτοις παραδέδωκεν, ὧν τε ἀγαθῶν οὗτοι παρὰ θεοῦ ἠξιοῦντο, καὶ αὖ πάλιν ἄλλων ἀθέων τε καὶ ἀσεβῶν τρόπους τε καὶ τιμωρίας, ἀναγκαῖον ἡγησάμενος ὑπάρξειν τοῦτο τοῖς μέλλουσι τοὺς αὐτοῦ νόμους παιδεύεσθαι μάθημα εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων ὁμοιοτροπίας καὶ εἰς προτροπὴν τοῦ τῶν εὐδεβῶν βίου
那位偉大的神學家摩西,本身乃希伯來人中的希伯來人,若說有誰精通祖傳傳統,非他莫屬;他在其聖法的開篇部分,將希伯來列祖的生平,以永不磨滅的記憶傳留下來,記述了他們因神而蒙受何等美善之事,又記述了其他無神、不敬虔之人的行徑與應得的懲罰——他認為,這對於將要受教於他律法的人而言,實為必要的功課,既能使人避免效法惡人,又能勸勉人過敬虔的生活。
The great theologian Moses, then, being a Hebrew of Hebrews, and knowing the ancestral traditions thoroughly if anyone did, has, as in the introductory sections of his sacred laws, handed down in unfading remembrance the lives of the Hebrew forefathers, the good things of which they were deemed worthy by God, and, again, the ways and punishments of other men, godless and impious — considering this to be a necessary lesson for those who were to be instructed in his laws, both for the avoidance of imitating the wicked and for the encouragement of the life of the godly.
7:7.2
χρῆν δὲ καὶ ἄλλως μὴ ἀγνοεῖν ὅτι δὴ φθάσαντες, καὶ πρὸ τῶν ἐγγράφων αὐτοῦ νόμων, πλείους ἤδη τῶν προπατόρων ὀρθοῖς λογισμοῖς θεοσεβείας ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι θεοῦ καὶ προφῆται χρηματίσαντες αἰωνίας ἔτυχον παρ αὐτῷ μνήμης, ὣν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι τούτους, οἶς τοὺς νόμους διετάττετο
此外,也必須讓人明白這一點:早在摩西成文律法頒布之前,眾多列祖便已憑正直的思辨,具備敬畏神的美德,得以修飾自身;這些人既被稱為神的朋友、先知,便在祂那裡獲得永恆的紀念;而這些列祖與那些即將受頒律法的人,並非異族,而是同宗同族。
And it was also necessary, in another respect, that they should not be ignorant that, even before his written laws, a good many of the forefathers had already, through right reasoning, been adorned with the virtue of the fear of God; and these, having been named friends of God and prophets, obtained eternal remembrance with him — and that these were not of a race foreign to those to whom he was ordaining the laws.
7:7.3
διὸ καὶ μᾶλλον χρῆναι αὐτοὺς, ἀπογόνους θεοφιλῶν καὶ δικαίων ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσεβείας ζηλωτὰς άναδειχθῆναι, σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι παρὰ θεοῦ τυχεῖν, ἀλλὰ μὴ ἀποναρκῆσαι, μηδ ἀποκνῆσαι ὡς ἐπ ἀδυνάτοις τῆς τῶν ἀγαθῶν ἐλπίδος ἑαυτοὺς ἀπογνόντας·
正因如此,他們既生為蒙神喜愛、公義之人的後裔,就更當顯出對列祖敬虔之熱切效法,且當急切地渴慕從神那裡獲得如同其先祖所獲得的一樣的福分,而不應麻木退縮,也不應因自覺不可能達成,便對美善之盼望心灰意冷、絕望放棄。
For this reason, therefore, they ought all the more, having been born the descendants of men beloved of God and righteous, to show themselves zealots of the piety of their forefathers, and to be eager to obtain from God the same things as their begetters obtained, rather than growing numb or shrinking back, as though despairing of themselves regarding impossibilities, in respect of the hope of good things.
7:7.4
δυνατὰ γὰρ εἶναι καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα· ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν, καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν ὥσπερ ἐν εἰκόσι γραφής διατυπούμενος
因為這樣的美善,他們理當知道,確實是可能達成的,因這些美善已由他們自己的列祖完全實現過;摩西便將這些人的形像,傳授給那些受教於神聖事理之人,一一敘述古人的生平,並將每一個人各自特有的美德,彷彿以圖畫般描繪出來。
For those things, they should know, were possible, since they had been fully accomplished by their own forefathers; and Moses handed down images of them to those being instructed in divine matters, recounting the lives of the ancients and depicting, as it were in painted portraits, the particular virtue proper to each one of them.
7:8.1
Καὶ τούτων δὲ οὐδὲν ἐμποδὼν μὴ οὐχὶ διὰ βραχέων ἐπιδραμεῖν τὴν ἱστορίαν. πρὸ μὲν οὖν τοῦ κατακλυσμοῦ, ὥσπερ ἡ αὐτοῦ Μώσεως περιέχει γραφή· δεῖ δέ που, ὡς οἶμαι, μὴ ἄλλοθεν ἢ πάλιν οἴκοθεν τὰ Ἑβραίων πάτρια διασκοπῆσαι, ἐπεὶ καὶ τὰ Αἰγυπτία παρ Αἰγυπτίων καὶ τὰ Φοινίκων παρὰ τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἐλλήνων παρὰ τῶν ἐν τούτοις διαφανῶν, τά τε φιλοσόφων παρὰ τῶν φιλοσόφων, ἀλλ οὐ παρὰ τῶν ἀπείρων φιλοσοφίας· πόθεν δὲ ἄλλοθεν προσήκοι ἂν καὶ τὰ ἰατρικῆς ἢ παρὰ τῶν ἐπιστημόνων πυνθάνεσθαι; οὕτω δὴ κατὰ τὸ ἀκόλουθον ἡγοῦμαι δεῖν καὶ τὰ Ἑβραίων ἐκ τῶν παρ Ἑβραίοις λογίων, ἀλλὰ μὴ ἄλλοθέν ποθεν ἀποδέχεσθαι)
這些事跡,也沒有什麼妨礙我們簡要地加以概述。至於洪水之前的時期,正記載於摩西本人的著作之中;而我以為,希伯來人的祖傳傳統,理應僅從他們自己的來源加以考察,而非取自別處;正如我們對埃及事務的了解取自埃及人本身,對腓尼基事務的了解取自腓尼基人本身,同樣地,我們對希臘事務的了解,也取自希臘人中卓著者,對哲學家學說的了解,也取自哲學家本身,而非取自不諳哲學之人;又如,關於醫術之事,除了向精通此道之人請教,還能從何處尋得合宜的解答呢?依此類推,我認為,希伯來人的傳統,理當從希伯來人自己的言論中領受,而非取自其他任何來源。
And there is nothing to prevent us from running briefly through this history. Now, as for the period before the flood, this is contained in the very writing of Moses himself. It is necessary, I think, to examine the ancestral traditions of the Hebrews from no other source than their own, since it is likewise from the Egyptians themselves that we learned Egyptian matters, and from their own people that we learned Phoenician matters, just as, again, we learned Greek matters from those distinguished among the Greeks, and the doctrines of philosophers from philosophers, and not from those unversed in philosophy. And from what other source, indeed, would it be fitting to inquire concerning matters of medicine, than from those skilled in that science? So, then, in like manner, I consider it necessary to receive the traditions of the Hebrews from the oracles found among the Hebrews themselves, and not from any other source whatsoever.
7:8.2
ὥσπερ οὖν ὁ παρὰ τούτοις κατέχει λόγος, ἄνωθεν πρὸ τοῦ κατακλυσμοῦ ἐκ πρώτης ἀνθρώπων γενέσεως καὶ εἰς τὰς ἑξῆς διαδοχὰς θεοφιλεῖς τινες ἄνδρες γεγόνασι καὶ δίκαιοι πλείους· ὧν ὁ μὲν ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ
照他們所保存的記載,從最初、在洪水之前,自人類最初的起源開始,直到其後歷代相承,出現了不少蒙神喜愛、行義的人;其中有一位盼望能求告耶和華神的名。
As, then, the account preserved among them holds, from the very beginning, before the flood, from the first origin of mankind and onward through the succeeding generations, there arose a good many men who were beloved of God and righteous; of these, one hoped to call upon the name of the Lord God.
7:8.3
τοῦτο δὲ δηλοῖ τὸ μηδένα πλὴν τῶν ἁπάντων τὸν δημιουργὸν δεσπότην ὁμοῦ καὶ θεὸν τῶν ὅλων ἐπιγράψασθαι. πεπεῖσθαι γὰρ αὐτὸν οὐ μόνον ποιητικῇ δυνάμει εὖ καὶ ἐν κόσμῳ τὸ πᾶν διατεθεικέναι, ἀλλὰ καὶ δεσπότου δίκην, ὡς ἂν μεγάλης πόλεως, τοῦ σύμπαντος κυριεύειν, οἰκονομεῖν τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ κύριον ὄντα καὶ βασιλέα καὶ θεόν
這表明,他所承認的,唯有那萬有的創造者,同時作為萬有的主宰與神,別無他者。因為他深信,這位創造者不僅憑其創造的能力,將整個宇宙美善有序地安置妥當,更如同一位大城的主人一般,以主人之姿統管萬有,同時治理、管家般照管一切,既是主,也是王,也是神。
This signifies that he acknowledged no one else, save the maker of all things, as Master and God of the universe at once. For he was convinced that this maker had not only, by his productive power, arranged the whole universe well and in order, but also, after the manner of a master over a great city, ruled the whole as lord, administering and governing the household of all things together, being at once Lord, King, and God.
7:8.4
οὑ τὴν ὡς κυρίου καὶ θεοῦ ἔννοιάν τε καὶ προσηγορίαν πρῶτος ὁ δηλούμενος θεοφιλὴς ἐν νῷ βαλλόμενος βαλλόμενος, ἀντὶ πάσης ὑπάρξεως καὶ προσηγορίας καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτον ἑαυτῷ θησαυρὸν ἀγαθῶν ψυχῆς τε ὁμοῦ καὶ σώματος πεπορισμένος
這位我們所提及、蒙神喜愛之人,是最先在心中構思出「主」與「神」這一觀念與稱謂之人;他寧可捨棄一切財物、名銜與豐厚產業,甚至寧可捨棄一切美善之物,也盼望能求告耶和華神的名,藉此為自己的靈魂與肉體,同時獲得這一項美善的珍寶。
This man, the one we have mentioned as beloved of God, being the first to conceive in his mind the notion and the appellation of him as Lord and God, hoped to call upon the name of the Lord God in place of all possessions, titles, and wealth — or rather, in place of every good thing — thereby procuring for himself this as a treasure of goods for both soul and body alike.
7:8.5
παρ ὃ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ Ἑβραίοις ἀναγέγραπται. κέκληται δ οὖν Ἐνὼς, ὅπερ ἐστὶν ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἢ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ
因此,他被希伯來人記載為堪稱「第一位真人」者。故稱之為以挪士(Ἐνώς),此名意即「真人」,乃恰如其分之稱謂。蓋彼等謂,除了那獲得神之知識與虔敬、真正兼具明理與虔誠者之外,不當視任何人為真人,也不當如此稱呼。
Wherefore he is recorded among the Hebrews as the first to have been styled a true man. He is called Enos, which is 'a true man,' by a name that hits the mark exactly. For they say that none other ought to be considered and named a true man except him who has attained the knowledge of God and piety, one who is at once truly a knower and pious.
7:8.6
ὅτι δὴ τοὺς μὴ τοιούτους τοιούτους, θρεμμάτων κατ οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους καταβεβλημένους, θῆρας μᾶλλον ἢ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφὴ, κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας
因為那些並非如此的人——雖然被稱為「人」——與無理性的牲畜毫無分別,猶如伏地俯首、專注於腹欲享樂者,希伯來經文教導我們稱他們為野獸而非人,因為經文向來慣於精準地、名符其實地使用稱謂。
Because indeed those who are not such—though called such [men]—differing in nothing from irrational cattle, being as it were cast down prone upon their belly and pleasure, the Hebrew scripture teaches us to call beasts rather than men, being accustomed to use its appellations in their strict and proper sense.
7:8.7
παρ ὃ τοὺς τοιούσδε τοτὲ μὲν λύκους καὶ κύνας, τοτὲ δὲ σύας φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι, προσαγορεύειν εἴωθεν
因此,經文慣於稱呼這類人,時而為豺狼與犬,時而為喜好污穢、樂在其中的豬豕,又或稱之為爬蟲與蛇,比擬於邪惡的多樣形態。
Wherefore it is accustomed to call such persons at one time wolves and dogs, at another swine that delight in wallowing in filth, and again reptiles and serpents, likening them to the manifold forms of vice.
7:8.8
εἰ δὲ καί ποτε τὸν κοινὸν καὶ πολὺν ἄνθρωπον καὶ τὸ γένος αὐτὸ χρεὼν διασημῆναι, πάλιν οἰκείᾳ καὶ προσφυεῖ χρωμένη προσηγορίᾳ τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ σημαίνει, ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων ἀνθρώπων προπάτορι κύριον εἶναι καὶ προσφυὲς ὄνομα, τὸν γηγενῆ δηλοῦν κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν μετάληψιν μετάληψιν, ὑποφαίνει
但若須指稱普遍而眾多之人、亦即人類本身時,經文又採用恰當且合宜之稱謂,以「亞當」之名指稱一切人,因為這正是萬人始祖與先祖本有且合宜之名,按希臘語之轉譯,意指「由地而生者」,此乃其所暗示者。
But if ever it is necessary to signify the common and general man, and the race itself, again employing a proper and fitting appellation, it signifies every man by the name of Adam, since indeed this is the proper and fitting name for the forefather and progenitor of all men, indicating—according to the rendering into the Greek tongue—one who is earth-born, as it suggests.
7:8.9
ὅ γέ τοι Ἐνὼς πρῶτος θεοφιλῶν παρ Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ κατὰ ψυχὴν παριστὰς λογικὸν ὄντως καὶ γνωστικὸν καὶ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐπιστημονικόν· ὣν τὸ μὲν πρῶτον θεογνωσίας ἀληθοῦς, τὸ δὲ δεύτερον τῆς εἰς τὸν ἐπιγνωσθέντα θεὸν ἐλπίδος γένοιτ ἂν ἀποδεικτικόν
以挪士確實被記載於希伯來人中,為蒙神喜愛者之首,因他是第一個盼望呼求主神之名的人,藉此彰顯出靈魂中真正合乎理性、具知識、且精通對神聖之事之虔敬者;其中前者可證明對神真實的知識,後者則可證明對已被認識之神的盼望。
Enos indeed is recorded among the Hebrews as first among those beloved of God, since he first hoped to call upon the name of the Lord God—setting forth that which, according to the soul, is truly rational and possessed of knowledge, and skilled in piety toward the divine; of which the first would demonstrate true knowledge of God, and the second, hope toward the God who has been known.
7:8.10
τὸ γὰρ μὴ παραμελεῖν μηδ ἐν δευτέρῳ τίθεσθαι τὰ τῆς θείας ἐπιγνώσεως ἐπιγνώσεως, ἀεὶ δὲ καὶ διὰ παντὸς ἐλπίζειν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ μὲν ὡς οἰκετῶν δεσπότου, τὸ δ ὡς ἵλεω καὶ ἀγαθοῦ πατρὸς, τοῦτ ἂν εἴη τὸ πάντων τρισμακάριον τέλος
因為不忽略、也不將神聖知識之事置於次要地位,反而始終不斷盼望呼求主神之名——一方面如僕人對主人,另一方面如對慈悲良善之父——這便是萬事中三重蒙福的終極目的。
For not to neglect nor to place in second rank the things pertaining to divine knowledge, but always and continually to hope to call upon the name of the Lord God—the one as of servants toward a master, the other as toward a gracious and good father—this would be the thrice-blessed end of all things.
7:8.11
τοιόσδε μὲν οὖν ὁ παρ Εβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος, οὐχ ὁ γηγενὴς ἐπίκλην Ἀδὰμ δι ἐντολῆς θεοῦ παράβασιν τῆς τῶν κρειττόνων ἐκπεσὼν λήξεως, ἀλλ ὁ θεοφιλων πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ
如此便是希伯來人中所引介的第一位真人——並非那因違背神誡命而從更美之分墮落、別號亞當的地生者,而是那第一位蒙神喜愛者,他盼望呼求主神之名。
Such then is the first and true man introduced among the Hebrews—not the earth-born one surnamed Adam, who through transgression of God's commandment fell from the better portion, but the very first one beloved of God, who hoped to call upon the name of the Lord God.
7:8.12
κρίναντες οὑν καὶ αὐτοὶ λογισμῷ σώφρονι τὸ τοιόνδε ζηλοῦν ἠγαπήσαμεν, καὶ ἀπεδεξάμεθα ὡς λυσιτελῆ καὶ ὠφελιμωτάτην ἡμῖν τὴν τοῦ λόγου διήγησιν, εὐχὴν θέμενοι κατ ἴσα τῇ τοῦ δηλωθέντος εἰκόνι τὸ ὄνομα τοῦ τῶν ἁπάντων δημιουργοῦ τε καὶ δεσπότου μετὰ βεβαίας καὶ ἀγαθῆς ἐλπίδος ἐπικαλεῖσθαι
我們自己也以清醒的思慮判斷後,喜愛效法此事,並且領受了這段論述,視之於我們有益且最為有利,因此我們立下祈願,仿效前述所示之典範,以堅定良好之盼望呼求萬有創造者兼主宰之名。
Having ourselves also judged, with sober reasoning, we have loved to emulate such a thing, and have accepted the narration of this account as profitable and most beneficial to us, having made it our prayer, after the likeness of him who has been shown, to call upon the name of the Maker and Master of all things with sure and good hope.
7:8.13
ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον ἄλλος εὐηρέστησε τῷ κυρίῳ, καὶ οὐχ εὑρίσκετο, ὥς φησι Μωσῆς, διότι μετέθηκεν αὐτὸν ὁ θεὸς δι ἄκραν ἀρετῆς τελείωσιν. δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς
然而在前述之人之後,另有一人蒙主喜悅,卻「尋不著」,正如摩西所言,因為神因其至極的德行成全而將他遷移了。因為真正的智者實在難尋。
But after the one mentioned, another pleased the Lord, and was not found, as Moses says, because God translated him on account of the utmost perfection of his virtue. For the truly wise man is hard to find.
7:8.14
οὗτος δ ἂν εἴη ὁ ἐν τῷ θεῷ τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμένος. ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας τε καὶ ἐμπορίας γαῖ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται· ὁ δ ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς, ὑπὸ θεοῦ εὕρηται
這便是那在神裡面完全的人,他已從眾人的日常交際中被遷移出去。因為那不如此之人,在追逐市場、法庭、店鋪與商貿、追隨龐大人群、被推擠又推擠他人之中,被吞沒於邪惡的深淵之中;而那被神接去、從此地遷往彼處的人,雖為世人所不見、尋不著,卻因已成為神的朋友,而為神所尋見。
This would be the one perfect in God, who has been translated from the common intercourse of the multitude. For he who is not such is swallowed up in the midst of the depth of vice, pursuing marketplaces and law-courts, shops and commerce, chasing after the great crowd, being pushed and pushing; but he who has been taken by God and translated from the things here to the things there is unseen and unfound by men, but having become a friend of God, is found by God.
7:8.15
τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον· χάριν δὲ θεοῦ σημαίνοι ἂν τοὔνομα. καὶ ταύτης τοιγαροῦν ὡς ἀγαθῆς εἰκόνος τὸν βίον ζηλοῦν μακάριον εἶναι ἡγησάμεθα
希伯來人稱此人為以諾(Ἐνώχ),意即「朋友」;此名或意味著神的恩典。因此,我們視此為美好的典範,認定效法其生平乃是蒙福之事。
This one the Hebrews name Enoch, 'friend'; and the name would signify the grace of God. And therefore, deeming this as a good image, we have judged it blessed to emulate his life.
7:8.16
τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾀ αὐτοῦ μεμαρτύρηται. τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε. πολὺς αὐχμὸς καὶ γνόφος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος, οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαν τες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας ἢ κατὰ θνητῶν φύσιν ὑπάρξαντες, εἴθ ὁπωσοῦν κατεσκευασμένοι, τῆς ἐν ἀνθρώποις περιέργου διδασκαλίας ἀπάρξαντες, γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέγονται παραδοῦναι τῷ βίῳ, ὥστε πὰν τὸ ἀνθρώπειον γένος μιᾶς ὑπὸ ψῆφον γενέσθαι παρὰ θεῷ δίκης
在這些人之後,第三位又有一人以義聞名——挪亞,在他的世代中蒙見證。而以下便是其義的證據:一場浩大的乾旱與難以言喻的邪惡陰霾籠罩了全人類;那些被眾口傳頌為巨人的人,藉著不敬神、褻瀆的行徑,造成了至今仍被高聲控訴的「與神為敵之戰」;而那些促成他們誕生之因——無論是屬於某種優於必死本性的存有,或是以任何其他方式構成——據說已在人間開創了好奇多事的教導,把巫術及其他邪惡詭詐的法術傳授於世,以致全人類都落入了神面前同一項定罪的判決之下。
Third after these, again another man, righteous, has been attested—Noah, in his generation. And these would be the proofs of his righteousness: a great drought and a gloom of unspeakable wickedness had overtaken the whole race of men, and those celebrated in every mouth as giants were bringing about, by godless and impious undertakings, the wars against God still cried aloud even to this day; and already those responsible for their begetting—whether they were of some portion superior to mortal nature, or however they were constituted—having initiated among men the meddlesome teaching, are said to have handed down to human life the contrivances of sorcery and other evil-working magic, so that the whole human race came under a single sentence of condemnation before God.
7:8.17
καὶ δὴ πάντων ἑνὶ νεύματι διαφθείρεσθαι μελλόντων, μόνος εἷς οὗτος ὁ νῦν ἡμῖν δηλούμενος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται. πάντων δῆτα τῶν ἐπὶ γῆς κατακλυσμῷ διολλυμένων καὶ τῆς γῆς αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν ἀποκαθαιρομένης ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ τῷ μετὰ ταῦτα βίῳ ζώπυρον σπέρμα παραδοξότατον πρὸς τοῦ θεοῦ τετήρηται
誠然,當眾人即將因神一聲令下而全遭滅絕之際,唯獨此人——如今向我們展示者——在他的世代中與其家人一同被見證為義。當地上眾生皆因洪水而滅亡、大地本身也因驟然氾濫的洪水而被洗淨先前的邪惡時,這位蒙神喜愛者連同其子女妻室,被神保存下來,成為此後生命最奇妙的活火種。
And indeed, when all were about to be destroyed by a single nod, this one alone, the one now being shown to us, was found righteous in his generation, together with his household. When all upon the earth were perishing by the flood, and the earth itself was being purged of its former evils by the sudden inundation of waters, the God-beloved one, together with his sons and wives, was preserved by God as a most wondrous living spark of seed for the life that followed.
7:8.18
γένοιτο δ ἂν καὶ οὕτος ἀρχέτυπος εἰκὼν, ζῶσα καὶ ἔμψυχος, τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπο,υ θεοφιλοῦς παρεσχημένος
而此人也堪稱一活生生、有靈氣的原型典範,為由他而生的後裔樹立了蒙神喜愛之生活方式的榜樣。
And this one too would be an archetypal image, living and animate, having furnished an example of a God-beloved manner of life to those born of him.
7:8.19
Καὶ οἱ μὲν πρὸ τοῦ κατακλυσμοῦ τοιοίδε· οἶ δὲ μετὰ τοῦτον ἐπ εὐσεβείᾳ διαπρεπεῖς ἄλλοι πάλιν, ὧν τὴν μνήμην τὰ ἱερὰ διασώζει λόγια. τούτων τις ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου θεοῦ, βασιλεὺς δίκαιος τῇ Ἑβραίων προσηγορίᾳ χρηματίσας
以上便是洪水以前之人;而洪水以後又有其他因虔敬而顯著之人,聖言記載保存了他們的記憶。其中一位被記載為至高神的祭司,依希伯來語之稱謂,其名意為「公義之王」。
Such then were those before the flood; but those after it, distinguished for piety, were again others, whose memory the sacred oracles preserve. One of these is recorded as priest of the Most High God, having been styled by the Hebrew appellation 'righteous king.'
7:8.20
τούτοις δὴ πᾶσιν οὐδὲ εἷς σώματος περιτομῆς λόγος ἦν, ἀλλ οὐδὲ τῶν Μώσεως Ἰουδαἱκῶν παραγγελμάτων παραγγελμάτων· διόπερ αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον, οὐδέ γε Ἕλληνας, ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ ἂν κυριώτερον ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ, ἢ καὶ μᾶλλον παρὰ τὴν ἑρμηνείαν τῆς προσηγορίας
對這一切人而言,並無肉身受割禮之事,甚至也無摩西猶太律例之事;因此,稱他們為猶太人並不恰當,稱之為希臘人亦然,因為他們並不像希臘人或其餘外邦人那樣相信諸多神明。他們更恰當的稱謂應是「希伯來人」,其名或源自希伯(Heber),或更確切地說,源自此稱謂之字義解釋。
Now for all these there was no account whatsoever of bodily circumcision, nor indeed of the Jewish precepts of Moses; wherefore it is not right to call them Jews, nor indeed Greeks, since they did not, like the Greeks or the rest of the nations, believe in a plurality of gods. They would more properly be called Hebrews, either from Heber, or rather from the interpretation of the appellation.
7:8.21
περατικοὶ γάρ τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ τῶν ὅλων θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι. φυσικοῖς γάρ τοι λογισμοῖς καὶ νόμοις ἀγράφοις τὴν ὀρθὴν τῆς ἀρετῆς διευθύναντες πορείαν, καὶ πέραν τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες ἀναγράφονται
因為此名可解作某種「渡越者」,意指他們已將航道從此世諸事轉向、渡至對萬有之神的仰望與默觀。蓋憑藉自然的理性與未成文的律法,引導德行走上正道,並超越肉體的享樂而抵達至智且敬虔的生活,故如此記載。
For they are interpreted as a kind of 'crossers-over,' having directed their course from the things here to the crossing-over unto, and the contemplation of, the God of all things. For by natural reasonings and unwritten laws, having guided the straight path of virtue, and having crossed beyond the pleasures of the flesh unto the all-wise and God-fearing life, they are so recorded.
7:8.22
ἐν δὴ τούτοις ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γε νάρχης Ἁβραὰμ καταριθμείσθω, ᾧ μαρτυρεῖ τὰ λόγια δικαιοσύνην, οὐ τὴν ἐκ νόμου πάλιν Μωσέως, ὅτι μηδὲ ἦν πω τότε, (μετὰ γοῦν τὸν Ἁβραὰμ ἑβδόμῃ γενεᾷ Μωσῆς ἀναπέφηνε) πλὴν ἀλλὰ καὶ οὗτος δίκαιος καὶ εὐσεβὴς, εἰ καί τις ἄλλος, ἀνείρηται, τοῖς ἄνωθεν δεδηλωμένοις παραπλησίως
在這一切人之中,也當為我們數上那被稱頌為全民族始祖的亞伯拉罕,聖言見證他的義——並非源自摩西律法的那種義,因為那時尚未有律法(亞伯拉罕之後第七代,摩西方才出現)——然而,此人若非無人能及,也堪稱義且虔敬,一如以上所示諸人。
Among all these let there also be numbered for us the celebrated founder of the whole nation, Abraham, to whom the oracles bear witness of righteousness—not that righteousness again from the law of Moses, since it did not yet exist then (for Moses appeared in the seventh generation after Abraham)—but nevertheless this man too, if any other, has been recorded as righteous and pious, in like manner to those shown above.
7:8.23
λέγει δ οὖν ἡ γραφὴ καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. πατέρα δὴ πολλῶν ἐθνῶν ὁ θεῖος χρησμὸς τοῦτον ἔσεσθαι προαγορεύει, διαρρήδην τε εὐλογηθήσεσθαι ἐν αὐτῷ φησι πάντα τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλὰς, ἄντικρυς τὰ νῦν καθ ἡμὰς συντελούμενα θεσπίζων
經文如此說道:「亞伯拉罕信神,這就算為他的義。」神聖的預言宣告他將成為多國之父,並明確表示地上萬國與萬族都必因他蒙福——這正是清楚預言了如今在我們中間應驗之事。
The scripture then says, 'And Abraham believed God, and it was reckoned to him for righteousness.' The divine oracle foretells that he would be the father of many nations, and expressly says that in him all the nations of the earth and all the tribes shall be blessed—plainly prophesying the things now being fulfilled among us.
7:8.24
ἀλλ ὅ γε Ἁβραὰμ ἐκεῖνος μετὰ τὴν ἐν δικαιοσύνη τελείωσιν, οὐ διὰ τοῦ Μωσέως νόμου, διὰ δὲ πίστεως κατωρθωμένης αὐτῷ, μετά γε τὰς ἀναγράπτους θεοφανείας, ἐπ αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν πατὴρ, πρῶτος ἀπάντων κατὰ χρησμὸν τὸ σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γεννωμένοις ἐπιτελεῖν παραδοὺς, εἴτε εἰς ἐμφανῆ σημείωσιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθίας, εἴτε καὶ ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον, ἢ τῆς ἐκείνων ἀρετῆς ἀπολειπόμενοι, εἴτε καθ ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν
然而,那位亞伯拉罕,在義上達到成全之後——並非藉著摩西律法,而是藉著在他身上正確成就的信心——在諸多記載的神顯之後,正當他年邁將要成為親生兒子之父之時,依照神諭,成為萬人中第一個在肉身受割禮者,並將此禮傳予由他所生的後裔遵行——或是作為他後裔將要繁衍眾多的明顯標記,或是為使子孫擁有先祖的記號,無論是效法先祖的熱忱而生活,或是不及其德行,又或出於其他任何緣故,此刻無暇詳加探究。
But that Abraham, after his perfection in righteousness—not through the law of Moses, but through faith rightly accomplished in him—after the recorded theophanies, when in his very old age he was about to become the father of a legitimate son, was the first of all, according to the oracle, to be circumcised in body, having handed this down also to be performed by those born of him—whether as a manifest token of the great multitude of children to come from him, or that his children might have a paternal mark, whether living according to the zeal of their forefathers or falling short of their virtue, or for other reasons whatsoever, which it is not now the occasion to investigate closely.
7:8.25
τοιόσδε μὲν οὖν καὶ οὗτος εἰς μίμησιν ἐκκείμενος. μετὰ δ αὐτὸν Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ θεοφιλίας διάδοχος ἀναδείκνυται, κλήρων ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς διαδεδεγμένος. μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φασι συνελθόντα λόγια μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ ἥν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψασθαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερβολῇ σωφροσύνης λέγεται
此人亦是如此,被立為效法之典範。在他之後,以撒被顯明為承繼其父對神之知識與對神之愛者,並從其父承繼了萬般產業中最美好、三重蒙福的那一份。神聖的言語說,他只與一位妻子同房,僅施行一次生育之舉;在那一次中,他被顯為雙生子之父,據說此後,出於極度的節制,他便將與妻子的房事限制於此。
Such then is this man too, set forth for imitation. After him, Isaac is shown to be the successor of his father's knowledge of God and love of God together, having inherited from his father this, the fairest and thrice-blessed of all inheritances. The divine oracles say that he, having come together with one wife, made use of a single act of begetting children; in which, having been shown to be the father of twin offspring, he is said, by an excess of self-control, to have thereafter confined his intercourse with his wife to this.
7:8.26
ἐνταῦθά σοι καὶ Ἰακωβ, ὁ καὶ Ἰσραὴλ, εἰσήχθω, διώνυμός τις γεγονὼς ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλλάττουσαν προκοπήν. ὅτε μὲν οὑν ἐγγυμναζόμενος τοῖς πρακτικοῖς ἤθεσί τε καὶ βίοις τῶν ὑπὲρ εὐσεβείας πόνων ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ ἀθλητὴν ἡ προσηγορία δηλοῖ ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα φωνήν·
在此,也當為你引介雅各,即以色列——此人因其自身德行的不同進展,而擁有兩個名字。當他仍在操練實踐的習性與生活方式、經歷為虔敬而奮鬥的試煉時,他的名字是雅各;此稱謂譯為希臘語,意即「苦修者」與「競技者/摔跤手」。
Here too let Jacob, also called Israel, be introduced to you—a man who came to bear two names, according to the differing advancement of his own virtues. When, then, being trained in the practical habits and ways of life, he was undergoing the trials of the labors for piety, his name was Jacob; and the appellation, rendered into the Greek tongue, signifies 'ascetic' and 'wrestler/athlete.'
7:8.27
ὅτε δὲ λοιπὸν τὰ νικητήρια κατὰ τῶν ἀντιπάλων ἀπολαβὼν στέφεται, ἤδη τε τῶν κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ καὶ τοὔνομα μεταβάλλει ὁ χρηματίζων θεὸς, ὁμοῦ καὶ θεοπτίας αὐτὸν ἀξιῶν, καὶ τῶν θειοτέρων γερῶν τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος
但當他終於贏得並戴上勝過對手的獎賞冠冕、並已享有屬乎默觀之美善時,那與他對話的神便為他改名,一方面使他配得見神之異象,一方面藉此稱謂賜予他更神聖之尊榮與特權的報償。
But when at last he received and was crowned with the prizes of victory over his adversaries, and now enjoyed the goods pertaining to contemplation, then the God who addressed him also changed his name, at once deeming him worthy of the vision of God, and bestowing through the appellation the rewards of more divine honors and privileges.
7:8.28
λέγει δ οὖν πρὸς αὐτὸν ὁ χρησμὸς οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός, τὸν ὁρατικὸν ἄνδρα καὶ θεωρητικὸν τοῦ Ἰσραὴλ ὑποφαίνοντος ὑποφαίνοντος· ἐπεὶ καὶ τοὔνομα μεταβληθὲν σημαίνει ἄνθρωπον ὁρῶντα θεόν
神諭於是對他說:「你的名不再叫雅各,你的名要叫以色列,因為你與神較力,與人較力都得了勝」——此即暗示「以色列」意為能觀看、默觀之人;因為此名一經更改,即意味著「見神之人」。
The oracle then says to him: 'Your name shall no longer be called Jacob, but Israel shall be your name, because you have prevailed with God, and are mighty with men'—indicating the man who sees and contemplates, of 'Israel'; since indeed the name, once changed, signifies 'a man who sees God.'
7:8.29
τοιόσδε μὲν οὖν καὶ οὗτος ἐξ οὖ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους ὑπέστη γένος. μυρία δ ἂν λεχθείη περὶ τοῦ βίου τῶν ἀνδρῶν καὶ τῆς φιλοσόμου καρτερίας τε αὐτῶν καὶ ἀσκήσεως, τὰ μὲν πρὸς λέξιν θεωρούμενα, τὰ δὲ καὶ δι ὑπονοιῶν ἀλληγορούμενα· περὶ ὧν εἴρηται μὲν καὶ ἄλλοις, ἀτὰρ καὶ ἡμῖν ἐν οἷς ἐπραγματευσάμεθα περὶ τῆς τῶν παλαιῶν ἀνδρῶν πολυπαιδίας. τοιοίδε μὲν οὖν καὶ οὔτοι
此人亦是如此,猶太民族十二支派之族即由他而出。關於這些人的生平、他們愛智的忍耐與苦修,可述之事不可勝數,有些當按字面理解,有些則透過隱義寓意解讀——關於此,其他人已有論述,我們自己也曾在論述古代先賢眾多後裔之著作中提及。以上便是這些人。
Such then is this man too, from whom arose the twelve-tribed race of the Jewish nation. Countless things might be said concerning the life of these men and their philosophic endurance and asceticism, some to be understood literally, others allegorized through hidden meanings—concerning which things have been said both by others, and indeed by us also, in the works we have composed concerning the abundant offspring of the ancient men. Such then were these men also.
7:8.30
Ἔχω σοι παρ αὐτοὺς καὶ ἄλλον εἰπεῖν, Ἰὼβ ὄνομα τῷ ἀνδρὶ ἀνδρὶ, ὃν τὰ ἱερὰ μαρτυρεῖ λόγια γεγονέναι ἄνθρωπον ἄμεμπτον, ἀληθινὸν, δίκαιον, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· οὗτός γέ τοι οὐδὲν προσήκων τῷ Ἰουδαίων γένει ἐπὶ πᾶσι τοῖς τῆς εὐσεβείας κατορθώμασι μεμαρτύρηται
除此之外,我還可舉出另一人——名叫約伯,聖言見證他是一個完全、正直、公義、敬畏神、遠離一切惡事的人。此人雖與猶太民族毫無關係,卻在一切虔敬的成就上蒙見證。
I have also another to mention besides these—a man named Job, whom the sacred oracles testify to have been a man blameless, true, righteous, God-fearing, abstaining from every evil deed. This man, though in no way related to the Jewish race, has been attested above all for the accomplishments of piety.
7:8.31
οἵ γε μὴν τοῦ Ἰακὼβ παῖδες, τὴν πάτριον θεογνωσίαν τε καὶ θεοσέβειαν ἠγαπηκότες, τὴν τῶν ἀνέκαθεν Ἑβραίων φήμην ἐπὶ μέγα δόξης προῆγον, ὥστε ἤδη καὶ πάσης Αἰγύπτου τὴν ἀρχὴν ἀνάψασθαι
雅各的兒子們既愛慕其祖傳對神的知識與敬拜,便將自古以來希伯來人的聲譽推向莫大的榮耀,以致他們甚至點燃了統治全埃及的權柄。
The sons of Jacob, having loved their ancestral knowledge and worship of God, advanced the renown of the Hebrews of old to great glory, so that they even kindled rule over the whole of Egypt.
7:8.32
ὁ γάρ τοι Ἰωσὴφ τοῖς σωφροσύνης προαναστεφθεὶς βραβείοις, κἄπειτα τὴν Αἰγυπτίων ὑποδεξάμενος ἡγεμονίαν, τὸν θεοφιλῆ τῶν Ἑβραίων διέδειξε τρόπον, ὃν καὶ αὐτὸν ζηλοῦν δι εὐχῆς πεποιήμεθα, δοῦλον αὐτὸν ἐξ οἰκείων ἐπιβουλῆς γεγενημένον καὶ δοῦλον Αἰγυπτίου ἀνδρός
因約瑟先以節制的獎賞加冠於己身,其後又接掌埃及的治理權柄,展現了希伯來人蒙神喜愛的風範——這種風範,我們也已立願效法——此人乃是因親族的陰謀而淪為奴隸,並成為一名埃及人的奴僕。
For Joseph, having been crowned first with the prizes of self-control, and then having received the governance of Egypt, displayed the God-beloved manner of the Hebrews—which manner we too have made it our prayer to emulate—he who had become a slave through the plotting of his own kin, and a slave of an Egyptian man.
7:8.33
τὰ μὲν γὰρ ἄλλα ὅσα εἰς ὡραιότητα καὶ ῥώμην σώματος αὐτῷ καὶ εὐμορφίαν ηὐτύχητο παρίημι, εἰ καὶ τὰ λόγια κάλλους αὐτὸν ὥρᾳ πάντων διενεγκεῖν ἀναγράφει· τὰ δὲ περὶ ψυχῆς πῶς ἄν τις ἀναγράψειε, κατ ἀξίαν τῆς τἀνδρὸς ἀρετῆς τὸν ἔπαινον διελθεῖν προῃρημένος
至於他在容貌與體格之俊美強健方面所享有的一切幸運,我略而不談,儘管聖言記載他在美貌的盛年上超越眾人;然而,關於他靈魂方面的事,若有意給予配得此人德行的稱頌,又豈是言語所能盡述?
As for all the other things which he was fortunate to possess in beauty and bodily strength and comeliness, I pass over, even though the oracles record that he surpassed all in the bloom of beauty; but as for the things concerning his soul, how could one record them, intending to give praise worthy of the man's virtue?
7:8.34
φύσει μὲν αὐτῷ παρεῖναι λόγος τὸ ἐλευθέριον γνώρισμα, τοῦ τε τρόπου τὸ εὐγενὲς ἐπανθοῦν τῷ προσώπῳ· τοῖς δὲ εὐσεβείας διαπρέπουσι κόσμοις διαφερόντως ἐξήσκητο ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ φρονήσει τε καὶ ἀνδρείᾳ τὴν ψυχὴν ἐκλάμπειν, καὶ πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ τοῦ τῶν ἁπάντων θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι
天性中,自由高貴的印記便已顯於他身上,其性情之高尚亦洋溢於面容;然而他更是特別操練於彰顯虔敬的種種美德,以致他的靈魂在節制、公義、明智與勇敢中閃耀光輝,而更早之前,便已在對萬有之神的知識與虔敬上光芒四射——據說這是他的父母自襁褓時便已灌注於他靈魂之中的。
By nature there was present in him the mark of a free and noble spirit, the nobility of his character blossoming upon his countenance; but he had been trained exceptionally in the adornments that distinguish piety, so that his soul shone forth in self-control and righteousness, prudence and courage, and much earlier still in the knowledge and piety of the God of all things, which his parents are said to have instilled in his soul from swaddling clothes.
7:8.35
ἐπιμανείσῃ δ οὖν αὐτῷ τῇ τοῦ δεσπότου γαμετῇ, εἰς ἀκολάστους τε καὶ ἐρωτικὰς ὁμιλίας ἅτε νέον τὸ σῶμα κατασύρειν πειρωμένῃ, καὶ πρῶτα μὲν λόγοις ἀπατᾶν αὐτὸν ἐπιχειρούσῃ, εἶτα δὲ ἱκεσίαις ἀντιβολούσῃ, καὶ τέλος βιαιότερον χεῖρας ἐπάγειν τολμώσῃ, ἀναιδέσι τε ἤδη καὶ ἀναισχύντοις περιπλοκαῖς χρωμένη, τῆς τῶν πατέρων εὐσεβοῦς διδασκαλίας ὁ ἥρως τὴν μνήμην ἀναπεμπασάμενος, καὶ τὸν θεοσεβῆ καὶ ἀληθῶς Ἑβραῖον ἔργοις ὁμοῦ καὶ λόγοις ἀποδείξας, τὸ μὲν αἰσχρὸν καὶ ἀκόλαστον γύναιον διασείεται, κραταιοτέρᾳ τῇ χειρὶ παραλλάξας· ὥσπερ δέ τινος δεινοῦ καὶ λελυττηκότος θηρὸς ἀποδρὰς φυγῇ τὴν σωτηρίαν πορίζεται
當時,主人的妻子對他神魂顛倒,因見他身體年輕,便企圖將他拖入放蕩淫亂的私通之中,起初試圖以言語誘騙他,繼而以懇求哀告他,最終竟膽敢更加粗暴地下手,已然採取無恥且厚顏的擁抱糾纏;然而這位英雄,回想起父輩虔敬的教導,並藉行為與言語一同證明自己真是敬畏神、真是希伯來人,便甩開那可恥淫蕩的婦人,以更強的手掙脫她;他就如逃避某隻兇猛狂暴的野獸一般,藉逃跑而保全了自己的性命。
When, then, his master's wife became infatuated with him, and, since his body was young, attempted to drag him into licentious and amorous intercourse—first attempting to deceive him with words, then entreating him with supplications, and finally daring to lay hands upon him more violently, already resorting to shameless and impudent embraces—the hero, calling to mind the pious teaching of his fathers, and having shown himself in deed and word alike to be truly God-fearing and a true Hebrew, shakes off the shameful and licentious woman, eluding her with a stronger hand; and as if fleeing from some terrible and raging beast, he procures his safety by flight.
7:8.36
κἄπειτα αὐτὸς πρὸς ἑαυτὸν σώφρονι λογισμῷ τοιάδε ἐπιλογίζεται, καί φησιν εἰ ὁ κύριός μου δι ἐμὲ οὐδὲν γινώσκει τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῷ δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν ῥῆμα τὸ μέγα τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ; ἐφ οἷς οἶα νικηφόρον τοῖς ἀρετῆς βραβείοις ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων θεὸς τὴν κατὰ τῶν δεσποτῶν αὐτοῦ καὶ αὐτῆς Αἰγύπτου βασιλείαν τε καὶ ἡγεμονίαν παραδίδωσι· πλὴν ἀλλὰ καὶ οὗτος Εβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἢν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις ἀνείληπται
隨後,他以清醒的思慮自我反省,說道:「我主人不知道家中有甚麼事,他把一切所有的都交在我手裡,我怎能作這大惡、得罪神呢?」為此,萬有之神彷彿為得勝者加冕德行的獎賞一般,將轄制他主人及埃及本身的王權與治理交付於他;然而,此人也是希伯來人中的希伯來人,並非猶太人,因猶太之事那時尚未存在,他已被列入最蒙神喜愛、三重蒙福之人的行列。
And then he reasons with himself with sober logic, and says: 'If my master, because of me, knows nothing of what is in his house, and has given all that he has into my hands, how then shall I do this great wicked thing, and sin before God?' In return for which, as though crowning him victoriously with the prizes of virtue, the God of all things delivers into his hands the kingship and rule over his masters and over Egypt itself; yet this man too—a Hebrew of Hebrews, not a Jew, since the things of the Jews did not yet exist—has been reckoned among those most beloved of God and thrice-blessed.
下一段 →
← 第 6 章第 8 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。