📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 4 章 第 1/4 段

希臘文原文.50 節.部分字詞可點開查義.本章太長已分段,此段為 4:1.1–4:6.2(全章共 175 節)

← 第 3 章第 5 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
4:1.1
Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ λυτρωτοῦ καὶ σωτῆρος ἡμῶν ἠλευθερώθημεν, ἐν τῷ τετάρτῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ
如今時機已到,要在《福音的預備》這第四卷書中,駁斥多神迷信之第三種類型——我們已藉著我們的救贖主與救主的能力與恩慈,從此種迷信中得蒙釋放。
The occasion now calls for us, in this fourth book of the Evangelical Preparation, to refute the third kind of the polytheistic error, from which we have been set free by the power and benevolence of our Redeemer and Savior.
4:1.2
ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν, εἴς τε τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον, καὶ εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρημένον, εἰς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον, ταύτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγγραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικὸν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσι, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύ θους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαίρουσι προσαγορεύοντες, καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστὼς, πολιτικὸν αὐτοῖς προσαγορευόμενον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ τῆς τῶν θεολογουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον
因為他們把自己神學的全部類型,較概括地分為三類:其一是神話式的,由詩人們演成戲劇;其二是自然哲學式的,由哲學家們發明;其三是由法律所維護、在各城邦與地方所保存的類型。這三部分中已有兩部分在此書之前的諸卷中為我們所闡述——其一是他們稱之為神話的歷史性類型,其二是超乎神話之上、他們稱之為自然哲學的、或思辨的、或隨他們所喜好的其他名稱的類型。如今則是時候在本書探討第三種。這一種乃是依城邦與地方所建立的類型,他們稱之為「政治性」的;它特別受到法律的維護,因其既古老又屬祖傳,且本身自然顯出所論諸神能力的美德。
For since they divide the whole kind of their theology, more generically, into three parts — into the mythical, dramatized by the poets; the physical, invented by the philosophers; and that which is upheld by the laws and preserved in each city and country — and since two of these parts have already been set forth by us in the books before this one: namely, the historical, which they call mythical, and that which rises above the myths, which they call physical or theoretical or by whatever other name they prefer — it would now be time to go through the third on the present occasion. This is the kind established according to cities and countries, called by them 'political'; and it is especially upheld by the laws, as being at once ancient and ancestral, and as displaying of itself the excellence of the powers spoken of in theology.
4:1.3
διατεθρύληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοὶ, θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν, ἐπισκήψεις τε κατὰ ἀσεβῶν · ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν ράσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐδενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια, μηδὲ κινεῖν τὰ ἀκίνητα, στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ, μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. ταύτῃ γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν
他們間流傳著關於神諭所與神諭、對各種病痛的醫治療癒、以及對不敬者所施的懲罰性警示等等說法。他們宣稱曾親身經歷這些事,因而深深說服自己:他們敬奉神明便是行義,而我們卻犯了最大的不敬——竟輕視這些如此顯著、如此施惠的力量,公然違背法度;殊不知各族本應敬重祖傳的習俗,不可擾動不該擾動之事,理當遵循並追隨先祖的虔敬,不可因貪新好異而妄加干涉。因此他們說,法律理所當然地將死刑定為觸犯此事者的懲罰。
There is much talk among them, then, of oracular shrines and oracles, of cures and healings of all sorts of afflictions, and of punitive visitations upon the impious. Claiming to have had experience of these things, they have thoroughly persuaded themselves that by honoring the divine they act justly, while we commit the greatest impiety, holding in no account such manifest and beneficent powers, and openly transgressing the law — whereas each people ought to revere its ancestral customs, not disturb what should remain undisturbed, but keep in line and follow the piety of their forefathers, and not meddle out of a love of innovation. For this reason, they say, death has fittingly been fixed by the laws as the penalty for those who offend in this matter.
4:1.4
τὸ μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς θεολογίας εἶδος ὅπη τις βούλεται ποιητῶν τιθέσθω, ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον · τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται, μήτε τις ποιητῶν, φασὶ, μήτε φιλοσόφων κινείτω, τοῖς δ ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἴν τε ἀγροῖς καὶ πόλεσι μενέτω πᾶς στοιχῶν, νόμοις πατρίοις πειθόμενος
第一種歷史性且神話式的神學類型,就隨各詩人所願去建立吧;第二種也一樣,即哲學家透過神話較具自然哲學色彩的寓意所表達的類型。但第三種——已由法律規定應由執政者尊崇並守護,因其既古老又具政治性——他們說,無論詩人或哲學家都不可加以擾動;反倒讓所有人,無論在鄉間還是城中,都遵循自古沿襲下來的制度,順從祖傳的法律。
The first kind of theology, then, being historical and mythical, let each of the poets set forth as he pleases; likewise the second, that of the philosophers, expressed through the more physical allegory of the myths. But the third — which has been established by law as something to be honored and safeguarded by the rulers, being at once ancient and political — let neither poet, they say, nor philosopher disturb; rather, let everyone in the countryside and in the cities remain in line with the institutions that have prevailed from of old, obeying the ancestral laws.
4:1.5
πρὸς δὴ οὖν ταῦτα καιρὸς ἀποδοῦναι τὸν παρ ἡμῖν λόγον, ἀπολογισμόν τε ὑποσχεῖν τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς πραγματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις, καὶ τοῖς τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης
面對這些說法,如今是時候提出我們自己的論述,並為我們救主福音性的事工作出辯護——這事工正是宣告與上述說法相反的信息,且是為對抗萬民一切律法而立的新律。
Against these claims, then, it is now time to give our own account, and to render a defense of the evangelical enterprise of our Savior, which proclaims the contrary of what has been said, and legislates against the laws of all the nations.
4:1.6
Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα προφανὲς καὶ αὐτοῖς, ὅτι δ οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν θεολογίας φέρει τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον ἐν τῷ πρώτῳ δέδεικται συγγράμματι, ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβίαστον αὐτοῖς περιέχει τὴν ἐξήγησιν
至於那些無生命的雕像並非神明,這一點連他們自己也是顯而易見的;而他們的神話神學並不含有任何莊嚴、與神相稱的道理,這已在第一卷書中證明;同樣地,第二卷與第三卷也已證明,那較具自然哲學色彩的、對神話所作的哲學式解釋,也並未提供不牽強的說明。
That the lifeless images are not gods is evident even to themselves; and that their mythical theology contains no account that is dignified or befitting the divine has been demonstrated in the first book — just as, likewise, it has been shown in the second and third books that the more physical and philosophical interpretation of the myths does not contain for them an unforced explanation either.
4:1.7
τὸ δὴ τρίτον φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς ξοάνοις ἐμφωλευούσας δυνάμεις, πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας, ἢ τούτων ἁπάντων τὰ ἐναντία
現在讓我們來考察第三點:關於那些潛藏在雕像中的力量,究竟應當如何看待——牠們是否在性情上文雅、良善,且真正屬神;抑或恰恰相反。
Let us, then, examine the third: what we ought to think about the powers that lurk within the images — whether they are, in character, refined and good and truly divine, or the very opposite of all these things.
4:1.8
ἄλλος μὲν οὖν τάχα ἂν ἴσως τὸν περὶ τούτων ἐφοδεύων λόγον πλάνην εἶναι τὸ πᾶν καὶ γοήτων ἀνδρῶν τεχνάσματά τε καὶ ῥᾳδιουργίας ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος εἶναι νομίζειν τὰ περὶ αὐτοῦ θρυλούμενα. τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημένων πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ, πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφθαι
或許另有人在探討此事的論述中,可能主張整件事全是幻術,是江湖術士的伎倆與詭計,完全否定這說法——認為所報導的事既非屬於神,甚至也不屬於惡靈。因為那些神諭的詩篇與措辭,據他看來,並非無才之人所作,而是極其巧妙地為欺騙而設計的偽作,以模稜兩可、居中的方式構成,好使無論結果朝哪個方向發展,都能不失技巧地應驗其一。至於那些迷惑眾人的種種奇異異象,則是繫於某些自然原因罷了。
Now perhaps someone else, pursuing the argument concerning these matters, might maintain that the whole thing is simply delusion, and the contrivances and impostures of charlatan men, entirely dismissing the opinion that what is reported about it belongs to a god — or even to an evil demon. For the compositions and the wording of the oracles, he would say, are the fabrications not of untalented men but of men very cleverly contrived for deception, composed in an ambiguous and middle manner, so as not unskillfully to fit either of the outcomes expected from the result; while the marvels that deceive the majority through certain wonders are attached to natural causes.
4:1.9
πολλὰ γὰρ εἶναι εἴδη ῥιζῶν καὶ βοτανῶν καὶ φυτῶν καὶ καρπῶν καὶ καὶ λίθων, ξηρῶν τε ἄλλων καὶ ὑγρῶν παντοίας ὕλης δυνάμεων ἐν τῇ τῶν ὅλων φύσει, τὰ μὲν ἀποκρουστικὰ καί τινων ἀπελαστικἀ, τὰ δὲ συνάγειν πεθυκότα καὶ ἐφέλκεσθαι, τὰ δὲ διακρίνειν καὶ σκεδαννύναι πυκνοῦν τε καὶ στέλλειν δυνάμενα, ἕτερα δὲ χαλᾶν καὶ ὑγραίνειν καὶ ἀραιοῦν, σώζειν τε αὖ πάλιν ἄλλα καὶ ἕτερα κτείνειν, τρέπειν τε διόλου, καὶ τὸ παρὸν ἐναλλάττειν, καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν, τοτὲ δὲ τῇδε, καὶ τὰ μὲν πρὸς πλείω χρόνον, τὰ δὲ πρὸς βραχὺν τοῦτο ποιεῖν, καὶ πάλιν τὰ μὲν εἰς πλῆθος, τὰ δὲ μέχρις ὀλίγων μόνον ἰσχύειν, καὶ τῶν μὲν τάδε ἡγεῖσθαι, τισὶ δὲ ἕτερα ἐπακολουθεῖν, συντρέχειν τε ἄλλα ἄλλοις καὶ συναύξειν καὶ συμφθείρεσθαι· ναὶ μὴν καὶ ὑγιείας εἶναι τινὰ ποιητικὰ, ἰατρικῆς οὐκ ἄπωθεν ἐπιστήμης,, τὰ δὲ νοσοποιὰ τυγχάνειν καὶ δηλητήρια· ἤδη δὲ φυσικαῖς ἀνάγκαις συμβαίνειν τινὰ, καὶ τῇ σελήνῃ συναύξειν καὶ συμφθίνειν, φθίνειν, ζῴων τε εἶναι καὶ φυτῶν καὶ ῥιζῶν ἀντιπαθείας μυρίας, καὶ πολλὰ θυμιαμάτων καρωτικῶν τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν· συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία καὶ τοὺς τόπους ἐν οἶς τελίσκεται τὰ γιγνόμενα · ὄργανά τε εἶναι καὶ σκεύη πόρρωθεν αὐτοῖς ἐπιτηδείως τῇ τέχνῃ προηυτρεπισμένα· πολλοὺς δὲ καὶ συνεργοὺς τῆς μαγγανείας παραλαμβάνεσθαι ἔξωθεν, πολυπραγμονοῦντας τοὺς ἀφικνουμένους καὶ τὰς ἑκάστου χρείας καὶ ὧν ἧκέ τις δεησόμενος· πολλὰ δὲ καὶ τὰ ἄδυτα καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐντὸς ἀποκρύπτειν· καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνεργεῖν τῇ κατ' αὐτοὺς ὑποθέσει· καὶ αὐτὴν δὲ οὐχ ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν καὶ τὴν τῶν ὡς θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν, τήν τε ἐκ προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν
因為(他會說)在萬有的本性中,存在著各種各樣的根、草藥、植物、果實與石頭,有乾有濕,具備各式各樣的物質效力:有些能排斥、驅逐某些事物,有些則天生能吸引、招聚;有些能分解、驅散,能使之凝聚或收縮;另有些能鬆弛、滋潤、稀釋;有的能保存,另有的能致死;有的能徹底轉變並改易當下的狀態,時而如此變化,時而如彼變化,有的作用時間長,有的短暫;有的效力廣及眾多,有的僅及少數;有的居先,另有的隨其後而來;有些彼此相輔相成,共同增長或共同衰敗。的確,有些具有促進健康之效,與醫術不無關聯,另有些則致病、有毒。又有些事因自然之必然而發生,隨月亮盈虧而消長;動物、植物、根莖之間存在著無數相剋相斥的性質;還有許多能使人昏迷、催眠的薰香,另有些則能使人產生幻覺。此外,施行此事的場所與地點本身也起了不小的作用;還有依其技藝從遠處精心準備好的器具與用品;也有許多從外聘來協助行騙的同夥,他們刻意打聽來訪者的情況、各人的需要,以及各人前來所求為何;許多密室、以及一般人無法進入的聖所深處,也隱藏著許多機關;黑暗本身對他們的這套把戲也貢獻不小;而最不可忽視的,是那早已存在的先入之見,以及那些以為自己在朝見神明而心懷的迷信,加上從祖先傳下來、早已根深柢固的觀念。
For there are, he would say, many kinds of roots and herbs and plants and fruits and stones, of both dry and moist matter, possessing powers of every sort in the nature of the universe — some repellent and driving away certain things, others naturally apt to attract and draw together, others able to separate and disperse, to condense and to contract, still others to relax and moisten and rarefy; some again preserve, while others kill; some transform utterly and alter the present state, at one time changing it this way, at another that way, some acting over a longer time, others over a short time; some are effective upon a multitude, others only upon a few; some take the lead while others follow upon certain conditions; some run together with others, growing and decaying together with them. Indeed, some are productive of health, not far removed from the science of medicine, while others prove disease-causing and poisonous. Some things, moreover, occur by natural necessities, waxing and waning together with the moon; and there exist countless antipathies among animals and plants and roots, and many fumigations that induce stupor and sleep, while others produce hallucinations. Not least do the very locations and places in which these things are performed contribute their share; instruments and equipment, too, are skillfully prepared beforehand for them by their art from far off; and many accomplices in the trickery are enlisted from outside, who busily inquire into the newcomers and each person's needs and what he has come to request; much, too, is concealed within the inner sanctuaries and recesses of the temples inaccessible to the many; and darkness itself contributes not a little to their scheme; and, not least, the preconceived assumption itself and the superstition of those who approach them as if they were gods, together with the opinion already held in advance from their ancestors.
4:1.10
προσκείσθω καὶ τὸ τῶν πολλῶν ἠλίθιον τῆς διανοίας, τό τε ἀδρανὲς τοῦ λογισμοῦ καὶ ἀβασάνιστον του πλήθους, καὶ ἔμπαλιν τὸ δεινὸν καὶ κακεντρεχὲς τῶν περὶ τὴν κακότεχνον ταύτην διατριβὴν τευταζόντων, τό τε τῶν γοήτων ἀπατηλὸν καὶ πανοῦργον τοῦ τρόπου, τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προὐ̓πισχνουπρουπισχνουμένων καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσι θεραπευόντων, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων, καὶ εἰς ἄδηλον καταμαντευομένων, τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκοτούντων, ὡς μή τινα συνιέναι τὸ χρησθὲν, τῇ δὲ τοῦ λεχθέντος ἀδηλίᾳ τὸν ἔλεγχον ἐκφεύγειν
再加上一點:大多數人心智的愚昧、群眾理性的軟弱與不加審察;反過來,那些從事這卑鄙技藝之人的狡猾與惡毒的機智;還有那些江湖術士欺詐、狡詐的性情——他們有時預先向每個人許諾他所喜悅的事,以美好的盼望來安撫當下的處境,有時則對未來妄加揣測,向不可知之事妄作占卜,以措辭的模稜兩可與含糊不清來遮蔽神諭的意思,使無人能理解所宣示的內容,並藉著所言的晦澀不明來逃避被人駁斥。
Let there be added to this also the stupidity of mind found in the majority, the feebleness of reasoning and lack of scrutiny among the crowd; and, conversely, the cunning and malicious cleverness of those who busy themselves with this base art; and the deceitful and unscrupulous character of the charlatans, who at one time promise beforehand to each person what is pleasing to him and, by good hopes, attend to the present situation, and at another time make conjectures about the future and divine into what is uncertain, obscuring the sense of the oracles with ambiguous phrasing and obscurities, so that no one may understand what has been declared, and so that by the unclarity of what was said they may escape refutation.
4:1.11
πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαραλαμβανομένων τοῖς γιγνομένοις ἐπῳδῶν δή τινων μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ τὰ μηδ ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα· μάλιστα δὲ τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ τῷ τε πεπλασμένῳ τύφῳ τῆς θεοφορίας ἐσχηματισμένα, καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών
另有許多事乃是藉著其他一些欺詐與怪異之術而成就的,即在所發生之事中夾雜著某些咒語,配上某種毫無意義的蠻族腔調,好使那些其實根本什麼都不是的事,因此顯得像是被鄭重其事地看待。但最令人稱奇的,是即使在那些被認為出身教育之人當中,大多數人也對這些神諭本身的詩篇感到驚異——這些詩篇在詞語的編排上修飾得極為精美,在辭藻的浮誇宏偉上顯得裝腔作勢,還摻雜了許多誇張的鋪張與偽裝神靈附體的虛張聲勢,並藉著含糊其辭的聲音,欺騙了幾乎全體民眾。
Many things happen also through certain other deceptions and wonder-working devices, incantations of some sort being employed together with what takes place, accompanied by some meaningless and barbaric utterance, so that the things brought about by them — which are nothing whatever in themselves — may seem to be taken seriously on that account. But most of all, even among those thought to proceed from education, the majority are struck with astonishment at the very compositions of the oracles themselves, which are well embellished in the arrangement of their words, well puffed up with the grandiosity of high-sounding language, fashioned moreover with much boastful exaggeration and the counterfeit pomp of divine inspiration, and which through their ambiguous utterance deceive almost the entire populace.
4:2.1
Ὅσα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγε τῶν χρησμῶν, οὐ κατὰ πρόγνωσιν τοῦ μέλλοντος, κατὰ δέ τινα στοχασμὸν ἐξενηνεγμένα, τούτων μυρία, μᾶλλον δὲτὰ πάντα σχεδὸν, ἥλω πολλάκις τῆς προρρήσεως ἀποπεπτωκότα, ἐναντίως ἢ κατὰ τὸ χρησθὲν τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μήποτ ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν κατά τινα φορὰν συντυχικὴν, ἢ κατὰ τὴν στοχασθεἴσαν τοῦ μέλλοντος προσδοκίαν, τὸν χρησμὸν ἐπαληθεύειν ἐνομίσθη ποιεῖν
至於他們那些逃過了模稜兩可、並非依對未來的預知、而僅憑某種臆測所發出的神諭,其中無數——或者說幾乎全部——常常被逮個正著,落空於其所預言的,事情的結果與所宣告的恰恰相反;除非偶爾在萬中選一的稀有情況下,由於某種巧合的際遇,或恰好符合對未來的臆測預期,才被視為使該神諭應驗。
As for those of their oracles which have escaped ambiguity, being uttered not by foreknowledge of the future but according to some mere conjecture, countless of these — or rather almost all of them — have often been caught falling short of their prediction, the outcome of events turning out contrary to what was declared; unless, rarely, one out of countless cases, occurring by some coincidental chance, or according to the conjectured expectation of the future, was thought to make the oracle come true.
4:2.2
ὃ δὴ καὶ μάλιστα θρυλοῦντας ἂν ἴδοις καὶ στήλαις ἐγχαράττοντας καὶ πανταχόσε γῆς βοῶντας, ὅτι μὲν, εἰ τύχοι, τοσοίδε τὸν ἀριθμὸν ἀπεσφάλησαν, μηδαμῆ μηδενὸς ἐθέλοντας μνημονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέ τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχε, θαυμάζοι ὡς κατὰ μαντείαν χαἲ πρόγνωσιν ἔνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη περιελθεῖν ἀριθμόν
你會看見他們最愛大肆宣揚這一點——鐫刻在石碑上,向天下四方誇口:某某數量的神諭曾經落空,這一點他們絕口不提;卻反覆炫耀某一次,從無數神諭中恰巧應驗了一則。這就好比有人在萬人抽籤中,看見兩人偶然抽中同一個號碼,便驚訝地以為這是憑占卜與預知而使同一個號碼恰好落在兩人身上一樣(其實不過是偶然罷了)。
This is exactly what you might see them chiefly proclaiming, engraving on stelae and shouting to every corner of the earth: that, say, so-and-so many oracles missed their mark — of this they are entirely unwilling to make any mention — while going on and on, up and down, about the fact that in this one case, one out of countless oracles happened to come true; just as if someone, upon two men drawing the same lot out of ten thousand, should marvel — if it should ever happen that they both hit upon the same number at once — as though it were by divination and foreknowledge that the same identical number came round to fall to both of them.
4:2.3
οὕτω γὰρ ἔχειν τὸ ἀπὸ μυρίων ἐπὶ μυρίοις χρησθέντων ἅπαξ ποτὲ συμβὰν κατὰ τύχην· ὃ καὶ συνιδόντα τὸν μηδὲν στερρὸν ἐν βάθει ψυχῆς κεκτημένον ὑπερεκπλήττεσθαι τὸ χρηστήριον, ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεως τε καὶ πολέμων οἶ δεδηλωμένοι, σκέψασθαί τε τῶν παλαιῶν τὰς ἱστορίας, καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνικάδε ἀρετῆς τι θεῖον ἔργον ἐνεδείξαντο, ὁπηνίκα ἤνθει μὲν τὰ Ἑλληνικὰ, συνειστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ ὄντα χρηστήρια, πάσης προνοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων, τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόντων
情況正是如此:從萬萬個神諭中,才偶然應驗一次;那些心中毫無定見的人,一見此便對神諭所大為驚嘆——若他們能理智地思考、不至於愚蠢,反倒該去想想這些所謂的神諭曾成為多少人死亡、內亂與戰爭的禍首,也該去查考古代的史書,就會發現:即便在希臘事業鼎盛、那些一度聲名遠播(如今卻已不復存在)的神諭所仍屹立不倒、備受當地居民依照祖傳律法與奧祕加以敬奉與侍候之時,那些神諭所也未曾在那個時代顯出任何神聖的德行之功。
This is how matters stand: out of ten thousand upon ten thousand oracles delivered, one happens by chance to come true once; and it is the man who possesses nothing solid in the depth of his soul who, upon observing this, is utterly astonished at the oracle — whereas it would have been far better for him, reasoning soundly and not behaving foolishly, to consider how many others the aforementioned oracles have been the cause of death for, and of civil strife and wars, and to examine the histories of the ancients, and to observe that not even in that age did they display any divine work of virtue whatsoever — at the very time when Greek affairs were flourishing, and those oracles once so celebrated were still standing (though now they exist no longer), esteemed with all foresight and diligence by the local peoples, who, according to their ancestral laws and mysteries, revered and cultivated them.
4:2.4
καὶ τότε γοῦν μάλιστα τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν πολέμων συμφοραῖς, ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ δι ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας, ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες ὅπως καὶ εἰς τὸν κατ ἀλλήλων πόλεμον τοὺς χρωμέ νοῦς παρώξυνον, καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγμάτων τὰς ἀποκρίσεις ἐποιοῦντο, καὶ ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας, καὶ ὡς τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἀπεκρύπτοντο
正是在戰爭的災禍中,他們最徹底地被證明無能為力;那些高貴的神諭發布者既無力施予幫助,便藉著神諭的含糊其辭而被抓包,狡詐地欺騙那些前來投靠他們的人——如我們日後在適當時候將要展示的那樣,說明他們如何煽動求問者彼此互相征戰,如何對重大事務給出無關痛癢的答覆,如何藉神諭戲弄求問者、將他們引入歧途,又如何以晦澀不明的黑暗來掩蓋自己的無知。
And indeed it was precisely then, in the calamities of wars, that they were most clearly convicted of being able to do nothing; for, being unable to render help, those noble oracle-givers were caught out through the ambiguity of their oracles, having cunningly deceived those who took refuge with them — as we shall demonstrate at the fitting time, showing how they even incited those who consulted them into war against one another, and how they gave answers about matters of no serious importance, and how they led their inquirers astray, playing games with them through their oracles, and how they concealed their own ignorance beneath the darkness of obscurity.
4:2.5
σκέψαι δὲ καὶ αὐτὸς πυθόμενος, ὡς καὶ ἀρρώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν ὑποσχόμενοι, κἄπειτα πιστευθέντες ὡς δὴ θεοὶ, καὶ τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς εἰσπραξάμενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν, γόητες ἄνδρες, ἀλλ οὐ θεοὶ διελεγχθέντες, οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβούσης
你不妨自己去查考一下:這些神明常常向病人應許康復、生命與痊癒,隨後被人相信真是神明,並藉此「神聖的」買賣收取重金,不久之後卻被揭穿其真面目——原來不過是江湖騙子,並非神明;而那些被欺騙的人,也絲毫沒有得到什麼好結局。
Consider also for yourself, having inquired, how oftentimes, having promised to the sick strength and life and safety, and then being believed to be gods indeed, and having exacted great fees for this divinely-inspired trade, not long afterward they were exposed for what they were — men and charlatans, proven to be no gods — while no fortunate outcome befell those who had been deceived.
4:2.6
τί δεῖ λέγειν, ὡς οὐδὲ τοῖς ἑαυτῶν συνοίκοις, τοῖς δὴ κατὰ τὴν αὐτὴν πόλιν διατρίβουσιν, οἱ θαυμάσιοι μάντεις τὰς ἐξ αὐτῶν παρέσχον ἐπικουρίας, ἀλλὰ καὶ νοσοῦντας ἂν ἴδοις αὐτόσε καὶ ἀναπήρους καὶ πᾶν τὸ σῶμα λελωβημένους μυρίους; τί δή ποτε οὖν τοῖς μὲν ἔξω καὶ πόρρωθεν ἐξ ἀλλοδαπῆς ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς δὴ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν παρέχειν, ἀλλ ὅτι τοὺς μὲν ξένους ἀγνῶτας ὄντας τῆς ῥᾳδιουργίας ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ τοὺς συνήθεις, ὡς ἂν τῆς τέχνης οὐκ ἀπείρους, συνίστορας δὲ ὄντας τῆς ἐπὶ τοῖς τελουμένοις παιδιᾶς
何須多說:這些奇異的先知連自己的同城居民都得不到他們的幫助,反倒在那裡可以看見無數患病、殘廢、渾身傷殘之人?那麼他們為何對從遠方、從外邦而來的人許以美好的盼望,卻不肯這樣待自己的同鄉——這些人本該是他們的親朋與同胞公民,理應優先蒙受神明臨在所帶來的益處?原因無他:外地人不熟悉他們的伎倆,較容易上當;而熟識他們的人卻不然,因為熟人並不陌生於這門技藝,且深知這場戲的內幕。
What need is there to say that the marvelous seers did not even provide their own beneficial help to their own fellow-inhabitants, those dwelling within the same city, but that one could see there countless sick, crippled, and bodily maimed persons? Why, then, did they hold out good hopes to those coming from outside and from far-off foreign lands, but no longer to their own fellow-townsmen — to whom, of all people, as their own friends and fellow citizens, they ought to have provided the good arising from the presence of the gods? It was because they could more easily deceive strangers, who were unacquainted with their trickery, but no longer their intimates, who were not unfamiliar with the art and were privy to the game being played in what was performed.
4:2.7
οὕτω δὲ τὸ πᾶν οὐ θεῖον, οὐδὲ ἀνθρωπίνης ἐπινοίας κρεῖττον ἦν· ὥστε κἀν ταῖς μεγίσταις συμφοραἳς, ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως θεοῦ κατὰ τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώμασι καὶ ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς νεὼς αὐτῶν ὑπομεῖναι
這一切既非出於神明,也絲毫不超乎人的謀劃;因此即便在最大的災禍中——那由至高至上的萬王之王上帝從天而降、加諸不敬者身上的災禍——他們的神殿連同其中的奉獻物與雕像,也遭受了徹底的毀壞與突然的傾塌。
In this way the whole thing was not divine, nor superior to human contrivance; so that even in the greatest calamities — those hanging from above over the impious, sent by the all-sovereign God — their temples, together with their votive offerings and images, suffered utter destruction and sudden collapse.
4:2.8
ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; ποῦ ὁ Πύθιος; ὁ Κλάριος; ποῦ καὶ ὁ Δωδωναῖος; τὸ μέν γε Δελφικὸν χρηστήριον τρίτον ὑπὸ Θρᾳκῶν ἐμπρησθῆναι κατέχει λόγος, οὐδὲν τοῦ μαντείου εἰς τὴν τοῦ μέλλοντος γνῶσιν, ἀλλ οὐδὲ τοῦ Πυθίου τὰ οἰκεῖα προφυλάξασθαι δεδυνημένου. ταυτὸν δὲ παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρησμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα, τὸ ἐν αὐταῖς Ὀλυμπιάσι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσι· καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου Δῖός ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ διαφθαρῆναι, τό τε Ἀλεξανδρείᾳ ὁμοίως καταφλεχθῇναι
請問,那素為全希臘所稱頌、自古以來聲名遠播的德爾斐聖所今在何處?皮提亞神諭又在何處?克拉羅斯神諭呢?多多納神諭又在何處?相傳德爾斐神諭所曾三度遭色雷斯人焚燬,而占卜之術對於預知未來竟毫無用處,就連皮提亞自己的產業都無法保全。史載羅馬的卡皮托神殿在托勒密王朝時期也遭遇同樣的命運,據說同一時期羅馬的維斯塔女神廟也曾遭祝融之災;又記載在凱撒時代前後,希臘那尊偉大的奧林匹克神像,即立於奧林匹亞的那尊,遭天神以雷擊中;另有記載說卡皮托的宙斯神殿也曾遭焚毀;還有萬神殿被雷電摧毀,亞歷山大城的萬神殿也同樣遭火焚燒。
For where, tell me, is that shrine at Delphi, celebrated among all the Greeks from time immemorial? Where is the Pythian? The Clarian? Where too is the Dodonean shrine? The story holds that the Delphic oracle was burned down three times by the Thracians, its divination proving of no use for knowledge of the future, nor was the Pythian able even to protect his own property. The same thing is recorded to have befallen the Capitol at Rome in the time of the Ptolemies, in which period it is also said that the temple of Vesta at Rome suffered a fire; and around the time of Julius Caesar they record that the great Olympic statue of the Greeks, the one at Olympia itself, was struck by lightning from the god; and at another time, they say, the temple of Capitoline Zeus was burned; and that the Pantheon was destroyed by lightning, and likewise the one at Alexandria was consumed by fire.
4:2.9
καὶ τούτων παρ αὐτοῖς Ἕλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. μακρὸς δ ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰκείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυνατοὶ πεφώρανται · οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμφοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ ἂν ποτε κἂν ἄλλοις ἐπαρκέσειαν
這些事件的記載見證,在希臘人自己的文獻中都有留存。若要一一列舉,證明這些令人稱奇的神諭發布者竟連保衛自己的聖所都無能為力,那將是一篇冗長的論述;至於他們在自己遭難之時尚且對自己毫無用處,又怎能指望他們曾對別人有所助益呢?
Recorded testimonies of these events are extant among the Greeks themselves. It would be a long discourse were one to enumerate each case, in an attempt to show that these marvelous oracle-givers have been found unable even to defend their own shrines; and those who proved of no use even to themselves in their calamities could hardly ever, one would think, be of assistance to others.
4:2.10
ἕν δέ τι προσθεὶς τοῖς εἰρημέμνοις μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν θεολόγων τε αὐτοῖς καὶ προφητῶν, πλείους οὐ μόνον πάλαι, ἀλλὰ καὶ ἔναγχος καθ ἡμὰς αὐτοὺς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βασάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν τὴνπᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πὰν εἶναι ὁμολογήσαντες · οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς μεθόδους τῆς κακοτεχνίας ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο
再補充一點,這將是我們所觀察到最重要的一項要點:即便是那些極其「充滿神靈」之人——即那些最重要的祭司、神學家與先知本身——其中有許多人,不僅在往昔,甚至就在我們這個時代不久之前,為了這套所謂的神聖智慧而受苦,在羅馬的法庭上經受拷打酷刑之後,揭露了整場迷信不過是人為的欺詐,承認整件事全是精心設計的騙術;他們甚至在自己所留下的供詞紀錄中,親筆記下了整套製作手法及其惡技的方法。
One further point, added to what has been said, would prove the greatest point of all to have observed: that already among the most god-inspired themselves — the very ones who were above all the hierophants, theologians, and prophets — a great many, not only long ago but even recently, in our own time, having been made to suffer for the sake of this theosophy, revealed under torments and torture before Roman tribunals the whole delusion to be the work of men's deceits, confessing that it was entirely a contrived trickery; and they even set down in writing, in statements released by themselves in their memoranda, the whole manner of the contrivance and the methods of the base art.
4:2.11
διὸ δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτίσαντες πάντα λόγον ἀνεκάλυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. ὁποῖοι δὲ ἦσαν οὗτοι; μὴ δὴ νόμιζε τῶν ἀπερριμμένων καὶ ἀφανῶν τινάς · οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα, καὶ τὴν ἄλλην ὀφρῦν ἀνεσπακότων, οἶ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ ἡμῶν ὕβρεσιν ἐν τῷ καθ ἡμᾶς διωγμῷ λαμπρυνόμενοι ἴσμεν δὲ καὶ τὸν φιλόσοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα
正因如此,他們為這致命的迷信付上了應得的代價,從而揭露了整件事,並以自己親身的行為為所陳述之事作了確鑿的證明。這些人又是什麼身分呢?切莫以為他們是些被摒棄、無名無姓的人物。其中有些人正出身於那令人稱羨、高貴堂皇的哲學門派——即那些身披哲人斗篷、擺出一副高傲姿態的人;另有些人則是安提阿城中在職的官員——正是那些在我們這時代的逼迫中,因對我們施加暴行而最為自炫得意的人。我們也知道,米利都有一位身兼哲學家與先知的人,也遭遇了同樣的事。
For this reason, then, paying the fitting penalty for their pernicious delusion, they uncovered the whole matter, confirming by their own deeds the proof of what has been said. And what sort of men were these? Do not think them to have been some cast-off and obscure persons. Some of them set out from this same admirable and noble philosophy, of the men who wear the philosopher's cloak and have raised their eyebrows in that other manner of solemn pretension; others were caught among the officials of the city of Antioch — the very ones who most of all made themselves conspicuous by their outrages against us during the persecution in our time. We know, too, of a philosopher and prophet in one who endured the same experiences as those described, at Miletus.
4:2.12
Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι, μηδὲ μὴν δαίμονας, τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους, πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων
有人若將這些事實,連同其他更多的證據匯集起來,或許便會說:那些造成各城邦神諭所的,既非神明,甚至也不是鬼魔,而不過是江湖術士的迷惑與欺詐。
Gathering these facts, and yet more besides, one might say that the causes behind the oracular shrines in the various cities are neither gods nor even demons, but rather the delusion and deceit of charlatan men.
4:2.13
καὶ ἦσάν γε παρ αὐτοῖς Ἕλλησιν ὅλαι διὰ φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προιστάμεναι τῆς δόξης, ὡς οἶ ἀπὸ τοῦ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου,, κυνικοὶ τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων, παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες, οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσι μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν, ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν
事實上,在希臘人中還有一整批因哲學而聞名的學派,也支持這個見解——如亞里士多德的追隨者及逍遙學派歷代傳人、犬儒學派以及伊比鳩魯學派。我對這些人尤其感到驚異:他們自襁褓之時起即在希臘的風俗中成長,自幼便從父輩承接了這些神明的信仰,卻未受其中任何一種迷惑所擒獲,反倒強而有力地駁斥了那聲名遠播的神諭所與眾人趨之若鶩的占卜術毫無真實可言,宣稱它們不僅無益,反倒有害。
And indeed, among the Greeks themselves there were whole schools, distinguished through philosophy, that championed this very opinion — such as those from Aristotle and all the successive members of the Peripatos, the Cynics, and the Epicureans, whom I especially have marveled at, seeing how, though reared in Greek customs from their very swaddling clothes, and having received from their fathers as children the belief that the beings in question were gods, they were not caught by either snare, but forcefully refuted the celebrated oracular shrines and the divinatory practices pursued by all as bearing no truth whatsoever, and declared them to be useless, and rather to be positively harmful.
4:2.14
μυρίων δὲ ὄντων—καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων, ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ ἴ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προρρήσεως κατασκευασθέντα. γράφει δ οὖν πρὸς αὐτὸν ὁ συγγραφεὺς, ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην, καὶ ὅτι ἐν τοἲς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα διαψεύδονται, καὶ ὅτι σπανίως αὐτοῖς ἐκ συντυχίας ποτέ τινα συμβαίνει, ὅτι τε ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις. ἄκουε δ οὖν ἅ φησι κατὰ λέξιν
這樣的人不計其數——其中也有許多人透過眾多論證徹底推翻了占卜術——我認為,為了佐證上述所言,此刻只需引述其中一人的一段話已足夠,這段話正是回應克呂西波斯根據占卜預言所建構的、關於命運的論證。這位作者便如此致函反駁他,指出從占卜術中推斷命運乃是謬誤,希臘人的占卜多數落空,僅偶爾因巧合而應驗某事,而其預言既無用又有害。且聽他逐字所說的內容。
Since there are countless such men, and since many have accomplished the overthrow of divination through numerous arguments, I judge that it is sufficient for the present purpose, for the sake of testimony to what has been said, to cite even a single quotation from one of these, one that answers the arguments constructed by Chrysippus concerning fate on the basis of the predictions of divination. The author, then, writes against him, refuting the notion that fate is rightly inferred from divinations, and that in most cases the divinations of the Greeks prove false, and that only rarely by coincidence does something come to pass for them, and that their prediction is useless and even harmful. Listen, then, to what he says, word for word.
4:3.1
Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ τοιαύτην τινά. μὴ γὰρ ἂν τὰς τῶν μάντεων προρρήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο· ὃ καὶ αὐτὸ πολλῆς εὐηθείας μεστόν ἐστιν. ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προρρήσεις, ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος, τοῦ πάντα γίνεσθαι καθ εἱμαρμένην, καὶ οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ· ἐπειδὴ καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ προαγορευθέντα, μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν ἡ ἐνάργεια δείκνυσιν
他〔克呂西波斯〕在前述那卷書中還提出了另一種類似的證明。他說:若非萬事皆被命運所包羅,占卜者的預言便不可能為真——這說法本身充滿了極大的天真。因為他彷彿把「所謂占卜者的一切預言都會應驗」當作不證自明的前提,或者說,彷彿這一點更可能是由「萬事皆按命運而發生」這個假設所推導出的結論,而似乎這個假設本身也同樣不可能被證明為假——殊不知明顯的事實正好顯示相反:並非所有預言都會應驗,反倒是其中大多數並不應驗。
He brings forward also another proof of this sort in the aforementioned book. For he (Chrysippus) says that the predictions of the seers would not be true unless all things were encompassed by fate — a statement which itself is full of much simplicity. For he argues as though it were self-evident that all the predictions of the so-called seers come to pass, or rather as though this point were more likely to be granted by someone on the basis of the premise that all things happen according to fate, and as though it, too, were not equally liable to be declared false — since plain evidence shows the contrary, namely that not all the things predicted come to pass, but rather that most of them do not.
4:3.2
οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικε, δι ἀλλήλων κατασκευάζων ἑκάτερα. τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ εἱμαρμένην
克呂西波斯就是這樣向我們提出他的證明,用兩者互相論證彼此。因為他想從「占卜術確實存在」這一點來證明「萬事皆按命運而發生」;而他若不先預設「萬事皆按命運發生」,便無法以其他方式證明「占卜術確實存在」。
Thus Chrysippus has brought us his proof, establishing each of the two points by means of the other. For he wishes to demonstrate that all things happen according to fate from the fact that divination exists, while he could not otherwise demonstrate that divination exists unless he first assumed that all things come about according to fate.
4:3.3
ποῖος δ ἂν μοχθηρότερος τρόπος ἀποδείξεως τούτου γένοιτο; τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνάργειαν ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαντικὴν ἐπιστήμην εἶναι σημεἲον ἂν εἴη, ἀλλὰ τοῦ τυχικῶς συμπίπτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκβάσεις· ὅπερ οὐδεμίαν ἡμῖν ἐπιστήμην ὑποδείκνυσιν
還有比這更拙劣的證明方式嗎?因為占卜者所預言之事中有些確實應驗,這並不能證明占卜是一門科學,只能證明結果碰巧與預言相符——而這對我們而言絲毫不能表明任何科學可言。
What more defective mode of proof than this could there be? For the fact that some of the things predicted by seers plainly come to pass would not be a sign that divination is a science, but rather that the outcomes happen by chance to coincide with the predictions — which indicates to us no science whatsoever.
4:3.4
οὐδὲ γὰρ τοξότην ἂν εἴποιμεν ἐπιστήμονα τὸν ἅπαξ ποτὲ τυχόντα τοῦ σκοποῦ, πολλάκις δὲ ἀποτυγχάνοντα, οὐδὲ ἰατρὸν τὸν ἀναιροῦντα τοὺς πλείους τῶν θεραπευομένων ὑπ αὐτοῦ, ἔνα δέ ποτε διασῶσαι δυνηθέντα· οὐδὲ ὅλως ἐπιστήμην λέγομεν τὴν μὴ πάντα ἢ τά γε πλεῖστα τῶν οἰκείων ἔργων κατορθοῦσαν
因為我們不會稱一個偶爾射中靶心、卻屢屢失手的人為神射手;也不會稱一個大多數病人都醫死、偶爾才救活一人的人為良醫;我們根本不會將那不能在其本業的絕大多數(甚或全部)工作上取得成功的東西,稱為一門科學。
For we would not call a man a skilled archer who once hit the target but missed it many times; nor would we call a man a physician who kills the majority of those he treats but occasionally manages to save one; nor at all do we call something a science if it does not achieve success in all, or at least in most, of the works proper to it.
4:3.5
ὅτι δὲ ἀποτυγχάνεται αἰ τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη, καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην, οὐχὶ διὰ ταύτης ἑαυτοῖς βοηθοῦντες ἐν ταῖς κατὰ τὸν βίον χρείαις, ἀλλὰ γνώμῃ τε ἰδίᾳ ποτὲ χρώμενοι καὶ συμβουλῇ καὶ συνεργείᾳ τῶν ἐν ἑκάστοις τῶν πραγμάτων ἐμπειρίαν κεκτῆσθαι νενομισμένων
至於所謂占卜者在大多數情況下都會失準這一點,全人類的生活經驗本身即可作證;而這些自稱擁有占卜技藝的人本身,也並非依靠占卜來幫助自己應付日常生活的需要,反倒常常依憑自己的判斷,並倚賴那些在各項事務上被認為擁有經驗之人的建議與協助。
That so-called seers fail in most of their predictions the whole life of mankind would testify; and these very men themselves, who profess the art of divination, do not help themselves through it in the needs of daily life, but instead rely at times on their own private judgment, and on the counsel and cooperation of those reputed to possess experience in each particular matter.
4:3.6
ἀλλὰ περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν καλεῖν μαντικὴν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον, παρατιθέμενοι τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα · νυνὶ δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσομεν, ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη — οὐ γὰρ τὸ μηδεπώποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε, μηδ ὡς ἐπὶ τὸ πλεῖστον, μηδ ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἶ διειληφότες τὰς ὑφ ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν — ἔπειτα εἰ καὶ καθ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προαγορευτικὴν, τὸ μὲν πάντα καθ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν
至於這被我們姑且稱之為占卜的東西根本不成立這一點,我們將在別處作更詳盡的闡述,並一併陳述伊比鳩魯在此問題上的見解。此刻,我們只就已述之事再補充一點:所謂占卜者有時說中預言,這並非出於科學,而僅是出於偶然的緣故——因為我們早已界定(依照我們對各個名詞所持的明確概念):所謂「出於運氣之事」,並非指從未達成所欲之事,而是指並非總是、亦非大多數時候、亦非出於科學而達成,卻偶爾碰巧成功之事。再者,即便姑且假設占卜確實能對一切未來之事進行理論性的預見與預言為真,由此所能推出的也只是「萬事皆按命運而發生」,而占卜對人生的實用性與益處卻永遠無法因此得到證明。也正因如此,克呂西波斯與其說是在證明占卜,不如說更像是在歌頌占卜。
But concerning the fact that this thing we have taken up to call divination does not truly exist, we shall render a fuller account elsewhere, setting forth also the views held by Epicurus on this matter. For the present, we shall add only this much to what has been said: that the fact that the so-called seers sometimes speak truly in their predictions would be the work not of science but of a merely fortuitous cause — for we have already defined, having distinguished the clear conceptions we hold under each name, that the work of chance is called such not when one never attains the thing proposed, but when one does not attain it always, nor for the most part, nor from science, whenever one does at some point happen to succeed. Furthermore, even if it were, by hypothesis, true that divination is capable of theoretically foreseeing and foretelling all future events, it would follow from this only that all things happen according to fate, but its usefulness and benefit to life would never thereby be demonstrated. This is why Chrysippus seems, above all, to be praising divination in song rather than proving it.
4:3.7
τί γὰρ ὄφελος ἡμῖν ἦν προμανθάνειν τὰ πάντως ἐσόμενα δυσχερῆ, ἃ οὐδὲ προφυλάξασθαι δυνατὸν ἂν εἴη; τὰ γὰρ καθ εἱμαρμένην γινόμενα πῶς ἄν τις φυλάξασθαι δύναιτο; ὥστ οὐδὲν ὄφελος ἡμῖν τῆς μαντικῆς, μᾶλλον δὲ καὶ πρὸς κακοῦ τινος ἐγίνετο ἂν αὕτη, τὸ προλυπεῖσθαι μάτην παρέχουσα τοῖς ἀνθρώποις ἐπὶ ταῖς προδηλουμέναις δυσχερείαις κατ ἀνάγκην ἐσομέναις
因為若那些必然要發生的困苦,是我們根本無法防範的,那麼預先得知它們對我們又有何益處呢?畢竟,按命運而發生之事,人又豈能有所防範?如此看來,占卜對我們毫無益處可言,反倒可能招來某種害處,即在那些已預先宣告、必然發生的困苦到來之前,白白使人徒增憂愁。
For what benefit would it be to us to learn in advance the difficulties that are absolutely certain to happen, which it would not even be possible to guard against? For how could anyone guard against things that come about according to fate? So then divination would be of no benefit to us at all — rather it would even prove to work toward some harm, providing men with needless grief in advance concerning difficulties, foretold beforehand, that must necessarily come to pass.
4:3.8
οὐ γὰρ τὴν ἴσην πάλιν εὐφροσύνην τις φήσει παρέχειν τὴν τῶν ἐσομένων ἀγαθῶν τροαγόρευσιν, ἐπειδήπερ οὐχ οὕτως πέφυκεν ἄνθρωπος χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν· τὰ δ ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν, διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἶ μὲν γὰρ πολλοὶ καὶ μείζω τῶν δυνατῶν γενέσθαι κατηλπίκασιν
再者,未來美好之事的預告,也不會帶來與痛苦相稱的等量喜樂;因為人的本性並非如此構造——人對所盼望之美好所感到的喜悅,並不及對禍患所感到的痛苦那般強烈。此外,在未聽聞這類預言之前,我們大多不太會指望自己會遇上美好之事;而對於禍患,我們幾乎人人都更容易預先設想,因人本性向善所致——因為大多數人甚至對超乎可能之事都懷抱著過高的期望。
Nor, again, would anyone say that the foretelling of future goods provides an equal measure of joy; for man is by nature not so constituted as to rejoice over expected goods to the same degree that he is distressed over evils. Besides, before hearing such predictions, we do not, for the most part, hope for good things to happen to ourselves at all; whereas evils we all, so to speak, more readily anticipate, on account of our natural affinity toward the good — for indeed most men have hoped even for goods greater than what is possible to attain.
4:3.9
ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαρὰν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἔκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν, ἢ ἐπ ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι, πολλάκις δὲ καὶ μει.οῦν τὴν χαρὰν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ · τὴν δὲ τῶν κακῶν προαγόρευσιν, καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει, καὶ διὰ τὸ παρ ἐλπίδας ἐνίοτε προλέγεσθαι, μεγάλως συνταράττειν
由此可見,預告美事並不會大幅增添喜樂,因為即便沒有預言,人本就會自行期待更好的事發生;即便有所增加,也僅因所謂的確定性而稍微增添一些,且常常反而因所聽聞的不如所盼望的那般美好而減損喜樂。至於預告禍患,則因其本性令人厭惡,又因有時預言與人所盼望的相違,故往往造成極大的擾亂不安。
From this it follows that the foretelling of good things does not intensify joy very much at all, since even apart from the prediction each person already expects better things for himself of his own accord — or it intensifies joy only slightly, through the seeming certainty of the announcement — and often it even diminishes joy, whenever what is heard falls short of what was hoped for; whereas the foretelling of evils, both because of their naturally aversive character and because they are sometimes foretold contrary to one's hopes, causes great disturbance.
4:3.10
ἀλλ ὅμως εἰ καὶ μὴ τοῦτο συνέβαινε, τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ φυλαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ εἱμαρμένην, ἐφ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι
然而,即便不致如此,占卜的預言終將毫無用處,這一點對誰而言也應是顯而易見的。因為若有人主張:占卜的用處在於預先告知某種若我們不加防範便必然發生的困苦——那麼他就再也無法證明萬事皆按命運而發生,因為防範與否,其實掌握在我們自己手中。
But even if this were not to happen, that the prediction would prove useless would surely be evident to everyone. For if someone should claim that the usefulness of divination can be preserved on the ground that a certain difficulty, which is absolutely bound to happen unless we take precautions against it, is foretold in advance, he will no longer be able to show that all things come about according to fate, since it lies within our own power whether to take precautions or not.
4:3.11
εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύωσιν ἡμῖν
因為若有人主張此事同樣受制於必然性——即命運延伸至一切存在之事——那麼占卜的用處又再次被推翻。因為:若命定我們會防範,我們便會防範;若命定我們不會防範,我們便顯然不會防範,即便所有的占卜者都向我們預告了將要發生的事也是徒然。
For if someone should claim that this too is compelled by necessity — that fate extends to all things that exist — then again the usefulness of divination is destroyed. For we shall take precautions if it has been fated that we do so, and we shall clearly not take precautions if it has not been fated that we do so, even should all the seers foretell to us what is going to happen.
4:3.12
τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου καὶ αὐτὸς ὁ Χρύσιππός φησι πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ αὐτῶν προρρηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ δυνηθῆναι
克呂西波斯自己就曾說:伊底帕斯與普里阿摩斯之子亞歷山德羅斯(帕里斯)的例子中,儘管他們的父母千方百計圖謀殺害他們,好防範神諭所預言將由他們而來的災禍,卻終究無法如願。
Chrysippus himself, at any rate, says that in the cases of Oedipus and of Alexander the son of Priam, although their parents contrived many schemes to kill them, so as to guard themselves against the evil foretold by them, they were nevertheless unable to do so.
4:3.13
οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεως φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν. τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω, πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς
就這樣,連他們自己也未能從禍患的預告中得到任何益處——他說——這正是由命運所致的緣故。以上這些話,就當作額外補充之言吧,用以說明占卜不僅毫無根據,而且毫無用處。
Thus, he says, the foretelling of evils proves of no benefit even to these men themselves, on account of the cause arising from fate. Let this, then, be said as a further point, over and above what was necessary, to show that divination is not only baseless but also useless.
4:3.14
Ταῦτα μὲν ὁ φιλόσοφος. σύ γε μὴν παρὰ σαυτῷ σκέψαι πῶς Ἕλληνες ὄντες, καὶ τὴν Ἑλλήνων σύντροφον παιδείαν ἐκ νέας ἡλικίας κτησάμενοι, τά τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες, Ἀριστοτελικοὶ πάντες, Κυνικοί τε καὶ Ἐπικούρειοι, καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, τῶν παρ αὐτοῖς Ἕλλησι βοωμένων μαντείων κατεγέλασαν
以上便是這位哲學家所言。至於你自己,不妨想一想:這些身為希臘人、自幼即接受希臘傳統教育、且比一般人更熟知有關諸神一切祖傳習俗的人——所有亞里士多德學派的人、犬儒學派、伊比鳩魯學派,以及一切持類似看法的人——竟然嘲笑希臘人自己所推崇的那些著名神諭。
These, then, are the words of the philosopher. But do you yourself consider, on your own, how it is that men who were Greeks, who had acquired from a young age the education native to the Greeks, and who knew the ancestral traditions concerning all the gods better than most — all the Aristotelians, the Cynics, and the Epicureans, and all who held similar views to these — laughed to scorn the celebrated oracles among the Greeks themselves.
4:3.15
καὶ μὴν, εἴπερ ἦν ἀληθῆ τὰ θρυλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἓλληνας ὄντας, καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους, μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τιθεμένους
誠然,若那些流傳於世、關於神諭所行奇事的說法確實為真,那麼這些人——身為希臘人,且精確通曉祖傳習俗,又不曾將任何值得認識之事置於次要地位——理當也會為之震驚敬服才是。
And surely, if what is commonly reported concerning the marvel-working of the oracles had been true, it would have been reasonable for these men too, being Greeks, and knowing their ancestral customs with precision, and placing nothing worth knowing second in importance, to have been struck with astonishment.
4:3.16
ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιουσία· ἀλλ οὐ ταύτῃ μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς ἂν ἐκ τῶν παρ αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ πυθόχρηστα θεοπρόπια τὰ δηλούμενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκφάνσιν καταμάθωμεν
以上這些論點,以及諸如此類的論證,本可提供豐富的材料,用以徹底推翻有關神諭所之論說。然而,我認為此刻不宜循此路徑來進行論述,而應遵循我們最初出發時所定的路線:姑且承認那些為之辯護的人所言為真,讓他們依照自己一方所承認的說法,主張這些神諭確係真實、確係皮提亞神諭所發出的真正神啟——如此,我們便可深入探究他們所陳述之事的精確內容。
These points, then, and all such as these, might have furnished abundant material for gathering an overthrow of the case made for the oracles. But it does not seem to me right to conduct the present argument along this path; rather, following the course upon which we set out at the beginning — granting that those who champion these matters speak the truth, so that, on the basis of what is admitted among themselves, they might affirm that the oracles are true and that the divine responses given from Pythian inspiration are genuinely as described — let us come to learn the precise disclosure of the things they describe.
4:4.1
Οἶμαι δὲ παντί τῳ εἶναι σαφὲς ὡς ὁ τῶν προκειμένων ἔλεγχος οὐ μικρὸν, ἀλλὰ καὶ μέγιστον ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς ὑποθέσεως. εἰ γὰρ οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας πανταχῆ πάντες, Ἕλληνες καὶ βάρβαροι, δειχθεῖεν μὴ τὸν ἀληθῆ θεὸν ἐπεγνωκότες, ἀλλ ἤτοι τὰ μὴ ὄντα ὡς ὄντα δοξάζοντες, ἢ ὑπό τινων μοχθηρῶν καὶ θεομάχων πνεμάτων δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων τυφλῶν δίκην ὧδε κἀκεῖσε περιηγμένοι, καὶ βυθῷ κακίας πρὸς αὐτῶν καθειλκυσμένοι · καὶ τί γὰρ ἄλλ ἢ δαιμονῶντες;) πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς εὐαγγελικῆς οἰκονομίας μυστήριον, πάντας πανταχόθεν ἐκ τῆς πατροπαραδότου πλάνης τῆς τῶν δαιμόνων καταδυναστείας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν φωνῆς ἀνακεκλημένους, καὶ τοὺς μέχρις ἐσχατιῶν γῆς οἰκοῦντας ἀνθρώπους τῆς ἐξ αἰῶνος κατασχούσης τὸν πάντα βίον ἀπάτης λελυτρωμένους, ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο λελύσθαι μὲν καὶ καθῃρῆσθαι αὐτοῖς ναοῖς καὶ ξοάνοις τὰ πεπαλαιωμένα τῆς τῶν ἐθνῶν ἁπάντων πλάνης ἱδρύματα, ἱερὰ δὲ ὄντως σεμνὰ καὶ εὐσεβείας διδασκαλεῖα τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ὅλων ἐν μέσαις πόλεσί τε καὶ κώμαις δυνάμει καὶ ἀρετῇ τοῦ σωτῆρος ἡμῶν ἀνὰ τὸν σύμπαντα κόσμον ἀνεγηγέρθαι, θυσίας τε τὰς θεοπρεπεῖς εὐχαῖς ὁσίων διαθέσει κεκαθαρμένῃ κακίας ἁπάσης, ἔν τε ἀπαθείᾳ ψυχῆς καὶ πάσης ἀρετῆς ἀναλήψει, κατὰ τὰ θεῖα καὶ σωτηριώδη παιδεύματα, ἐξ ἁπάντων ὁσημέραι διηνεκῶς τῶν ἐθνῶν ἐπιτελεῖσθαι, τὰς δὴ καὶ μόνας ἀρεστὰς οὔσας καὶ προσηνεῖς θυσίας τῷ ἐπὶ πάντων θεῷ
我想這對任何人來說都是顯而易見的:對眼前這些議題的駁斥,將構成福音論述中不小、實則最重大且最必要的部分。因為,若能證明在我們救主耶穌基督降臨之前,普天之下所有的人——無論希臘人或蠻族——都未曾認識真神,而是要嘛把不存在的東西當作存在的來崇拜,要嘛被某些邪惡、與神為敵的靈,即那些惡毒污穢的鬼魔,如瞎子一般被牽來牽去,並被牠們拖入邪惡的深淵——他們豈非無異於被鬼附的人?——那麼,福音救贖大計那偉大的奧祕,豈不更顯得無比宏大嗎?就是說:萬民從四面八方,藉著我們救主的聲音,蒙召脫離祖傳的迷惑、脫離鬼魔的暴虐轄制;甚至連住在地極的人,也從那自亙古以來緊緊挾制全人類生活的欺騙中得蒙救贖。以致從那時直到如今,萬民那已陳舊過時的迷信根基,連同其廟宇與雕像,皆已被拆毀、廢除;而真正莊嚴、堪稱虔敬教化之所的聖所,卻藉著我們救主的能力與美德,在普天下的城鎮鄉村中興起,獻給萬有的君王與造物之主;且從萬民之中,日日不斷地獻上與神相稱的祭——即由聖潔之人所獻上、心懷已淨盡一切邪惡、靈魂已脫離情慾、並已依照神聖救人的教訓而具備一切美德的禱告之祭——這才是唯一蒙萬有之神所悅納、所喜愛的祭。
I think it is clear to everyone that the refutation of the matters now under discussion will constitute not a small but the greatest and most necessary part of the evangelical case. For if it can be shown that all men everywhere before the coming of our Savior Jesus Christ, Greeks and barbarians alike, had not come to know the true God, but were either glorifying things that do not exist as though they existed, or were led about here and there, like blind men, by certain wicked and God-warring spirits — evil and unclean demons — and dragged down by them into the depth of vice (and indeed, what else were they but demon-possessed?) — how would not the great mystery of the evangelical dispensation appear all the greater: that all men everywhere have been recalled from their ancestral error, from the tyranny of demons, by the voice of our Savior, and that even men dwelling at the ends of the earth have been redeemed from the deceit that had, from time immemorial, held their whole life in its grip? So that from that time until now, the age-worn foundations of the error of all the nations have been dissolved, together with their temples and images, while truly reverend shrines and schools of piety have been raised up, by the power and virtue of our Savior, throughout the whole world, in the midst of cities and villages, dedicated to the King of all and the Maker of the universe; and that from all the nations, continually, day by day, sacrifices befitting God are being offered — offerings of prayers from holy men whose disposition has been purified of all vice, in freedom from passion of soul and in the taking up of every virtue, according to the divine and saving teachings — these being the only sacrifices pleasing and acceptable to the God over all.
4:4.2
τούτων δὲ οὕτως ἐχόντων, πῶς οὐκ ἂν εἴημεν ἐν ταὐτῷ δεδειχότες καὶ ὅτι μετὰ σώφρονος λογισμοῦ, οὐχὶ δὲ ἀλογίᾳ ἑαυτοὺς ἐπιδόντες, ἀποστάται τῆς πατροπαραδότου γεγόναμεν δεισιδαιμονίας, κρίσει δικαίᾳ καὶ ἀληθεῖ τὸ κρεῖττον ἀγαπήσαντες, καὶ τῆς ἐνθέου καὶ ἀληθοῦς εὐσεβείας ἐρασταὶ γεγενημένοι. ἀλλὰ τούτων μὲν ἅλις, ἁπτέον δὲ λοιπὸν τῶν προκειμένων
既然事實如此,我們豈不同時也已證明:我們背棄祖傳的迷信,並非出於放縱自己於無理性之中,而是本著明智的思考;我們是以公正真實的判斷,選擇了更美善的道路,並成為真正屬神、真實虔敬之愛慕者嗎?然而,關於這些已說得夠多了,現在該進而處理眼前的議題了。
Since these things are so, how could we not, at the same time, have also demonstrated that it was with sound reasoning, and not by surrendering ourselves to irrationality, that we became apostates from the ancestral superstition, having loved the better course by a just and true judgment, and having become lovers of the truly divine and true piety? But let this suffice on these matters, and let us now proceed to take up what lies before us.
4:5.1
Οἱ μὲν δὴ τὴν Ἑλληνικὴν θεολογίαν ἐξηκριβωκότες, καθ ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν τρόπους, εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦντες, πρώτιστα πάντων τὸν πρῶτον ἀφορίσαντες θεὸν, εἰδέναι φασὶ τοῦτον εἶναι τὸν ἐπὶ πᾶσι πρῶτόν τε ὄντα καὶ πάντων θεῶν πατέρα τε καὶ βασιλέα, μεθ ὃν γένος τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἃ πάντα τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα πῆ μὲν ἄγειν, πῆ δὲ ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ· ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ κακὸν ἡγεῖσθαί φασι· τοῦτο δὲ εἶναι μοχθηρῶν δαιμόνων γένος, φίλῳ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ θεός· πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι
那些精確闡述希臘神學的人,以有別於前述諸說的另一種方式,把整套理論分為四個等級。首先,他們劃定至高的第一神,宣稱知道這位乃是位居萬有之首、是眾神之父與眾神之王;其次的等級是諸神;再其次是精靈(daimones);第四則是英雄。這一切等級都分沾了那優越本性的一部分,一方面統領,一方面又受統領,且皆因分沾光明而被稱為「光」。但他們也說,惡屬於那較低劣的本質;這便是邪惡精靈的種類,牠們絕不與善為友,卻在對立本性之中擁有首要的力量,正如神在較優越者之中擁有首要力量一般;這一切則都被稱為「黑暗」。
Those, then, who have refined the Greek theology in precision, dividing the whole matter, according to a different manner than those already mentioned by us, into four genera, first of all mark off the primary God, and say that they know this one to be first over all and both father and king of all the gods; after him comes the second genus, that of the gods; following it, that of the daimons; and fourth, that of the heroes. All of these, having a share in the character of the superior, in one respect lead and in another are led, and all such things are called 'light' by participation in light. But they say that evil belongs to the substance of the inferior; and this is the genus of wicked daimons, which is by no means a friend to the good, but which possesses primacy of power in the nature of things opposed to the good, just as God does among the higher beings. And all such things are called 'darkness.'
4:5.2
ταῦτα τοῦτον διαστειλάμενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ὑποτετάχθαι· δαίμοσι δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. τοιούτῳ δ ἀφορισμῷ κεχρημένοι πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν· δεύτερον τοὺς ἀγαθοὺς δαίμονας· τρίτον τὰς τῶν ἡρώων ψυχὰς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμονᾶς
他們如此劃分之後,便宣稱:諸神的管轄範圍是天界,直到月亮以上的以太;精靈的範圍則是月亮四周與空氣中;靈魂的範圍則在地上與地底。依照這樣的劃分,他們主張:首先當敬拜天界與以太的諸神;其次是善良的精靈;第三是眾英雄的靈魂;第四則是要設法安撫那些卑劣邪惡的精靈。
Having distinguished these matters in this manner, they say that heaven and the ether up to the moon are assigned to the gods; the region around the moon and the air to the daimons; and the region around the earth and beneath the earth to souls. Employing such a division, they say that, first of all, one must worship the heavenly and etherial gods; second, the good daimons; third, the souls of heroes; and fourth, one must appease the base and wicked daimons.
4:5.3
ταῦτα δὲ λόγῳ διαιροῦντες ἔργῳ συγχέουσι τὰ πάντα, μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες, καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προιὼν ἀπελέγξει. πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας, καὶ εἴτε φαύλους εἴτε ἀγαθοὺς, ἐκ τῶν παρατεθησομένων
然而,他們雖在理論上如此區分,實際上卻把一切混為一談,代替上述所有等級,唯獨敬奉那些邪惡的力量,並使自己完全臣服於牠們——這一點我們接下來的論述將加以證明。現在你可以自行從即將提出的材料中,考察那些透過雕像運作的力量究竟屬於何種——究竟該宣稱牠們是神明還是精靈,是卑劣的還是良善的。
But though they distinguish these things in theory, in practice they confound everything, worshiping, instead of all the aforementioned classes, only the wicked powers, and enslaving themselves wholly to them — as our argument, proceeding onward, will demonstrate. It is now open to you to examine, on the basis of what will be set forth, what sort of powers those are that operate through the images — whether one ought to declare them gods or daimons, and whether base or good.
4:5.4
τὰ μὲν γὰρ παρ ἡμῖν θεῖα λόγια οὐδ ὅλως ἀγαθὸν οὐδέν ὀνομάζει δαίμονα, πάντας δὲ πονηροὺς εἷναι τοὺς τῆς λήξεως ταύτης καὶ δὴ καὶ τῆς προσηγορίας μετειληφότας, ὡς οὐδ ἕτερον θεὸν ἀληθῶς καὶ κυρίως πλὴν ἴνα τὸν πάντων αἴτιον · τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ἅτε τὴν φύσιν γεννητὰς οὔσας καὶ πολλῷ τὸν ἀγέν νῆτον καὶ σφῶν αὐτῶν ποιητὴν θεὸν ἀφυστερούσας, οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς οὔτε δαίμονας ἀποκαλεῖν ἀξιοῖ, μέσας δὲ οὔσας θεοῦ καὶ δαιμόνων εὐθυβόλῳ καὶ μέσῃ προσηγορίᾳ ἀγγέλους θεοῦ καὶ πνεύματα λειτουργικὰ, δυνάμεις τε θείας καὶ ἀρχαγγέλους, καί τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύμασιν αὐτῶν ὀνομάζειν εἴωθε, τοὺς δὲ δαίμονας, εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξειπεῖν, οὐχ ᾗπερ Ἕλλησι δοκεῖ παρὰ τὸ δαήμονας εἷναι καὶ ἐπιστήμονας, ἀλλ ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, δαίμονάς τινας προσφυῶς ὀνομάζεσθαι
因為我們自己的神聖典籍,從不把任何良善的存有稱為「精靈」(daimon),反而認為凡屬於這一類、且分沾這個稱謂的存有全都是邪惡的,因為除了那唯一萬有之因者外,並無其他真正、確實意義上的神。至於那些文雅良善的力量——牠們雖在本性上是被造的,遠不及那位未受造、身為牠們自身創造者的神,然而卻也與邪惡精靈這一類有所區別——聖經並不認為適合稱牠們為「神」或「精靈」,而是因牠們處於神與精靈之間的中間地位,慣以恰當而居中的稱謂稱牠們為「神的天使」與「服役的靈」、「神聖的能力」與「大天使」,以及其他一些與牠們職務相稱的名號。至於「精靈」(daimon)一詞——若我們也有必要說明其字源——並非如希臘人所以為的、源自「知者」(daēmones,即有知識、有見識者),而是源自「懼怕」(deimainein),即「畏懼」與「令人畏懼」之意,某些存有因而恰如其分地被稱為「精靈」。
For our own divine oracles (the Scriptures) do not at all call any good being a daimon, but hold that all who share in this lot and indeed in this very appellation are wicked, since there is no other God, truly and properly speaking, save the one Cause of all things. As for the refined and good powers — since they are by nature begotten, and fall far short of the unbegotten God who is their own Maker, yet are nonetheless also set apart from the wicked class of daimons — Scripture does not see fit to call them either gods or daimons; but, since they occupy a position midway between God and daimons, it is accustomed to name them, by a fitting and intermediate designation, angels of God and ministering spirits, divine powers and archangels, and by certain other titles suited appropriately to their functions. As for the daimons — if indeed it falls to us to explain their etymology as well — it is not, as seems good to the Greeks, from being 'knowing ones' (daēmones) and possessed of understanding, but rather from deimainein, that is, 'to be afraid' and 'to inspire fear,' that certain beings are fittingly called daimons.
4:5.5
τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου, οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονικῆς ἀλλοτρίας τυγχανειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον τὰς μήτε τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν
至於神聖良善的力量,其性情既與精靈之性情全然有別,其稱謂自然也理當與精靈之名有別;因為若把那既無相同意向、亦無相同性情本質的存有,硬要冠以同一個名稱,實在是最不合理不過的事。
The divine and good powers, then, are estranged from the daimonic appellation, just as they are also estranged from the daimonic character; since it would be most irrational of all things to deem beings that share neither in disposition nor in the nature arising from character worthy of one and the same designation.
4:6.1
Φέρε οὖν ἐπισκεψώμεθα τίς ὁ κατ αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθωμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι, καὶ εἴτε ὀρθῶς αὐτῶν ἀνεχωρήσαμεν εἴτε καὶ μή. εἰ δὲ μέλλοιμι παρ ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εὖ οἷδ ὅτι μηδ ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλήμοσι τὸν λόγον. διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις
好,讓我們來考察一下他們自己對神諭所的說法,這樣我們便能明白該宣稱牠們具備哪一種力量,並判斷我們脫離牠們的舉動究竟是對是錯。但若我出於自己的資源來提出對這些事的證明,我深知這樣的論述必然無法免於好挑毛病之人的責難。因此,我不打算自己說任何話,而要再度援引來自外部的見證資料。
Come, then, let us examine what their own account of the oracles is, so that we may learn what kind of power we ought to declare them to be, and whether we were right or not in withdrawing from them. But if I were to bring forward the proofs of what has been said out of my own resources, I know well that I would not present an argument free of reproach to those fond of finding fault. For this reason, saying nothing of my own, I shall again make use of testimonies drawn from outside sources.
4:6.2
μυρίων δὲ ὄντων παρ Ἕλλησι λογογράφων τε καὶ φιλοσόφων, πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ ἡμᾶς γεγονὼς ταῖς καθ ἡμῶν ἐλλαμπρύωεται ψευδηγορίαις. μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ ἡμᾶς δοκεῖ καὶ δαίμοσι καὶ οἷς φησι θεοῖς ὡμιληκέναι, ὑπέρ τε τούτων πρεσβεῦσαι, καὶ πολλῷ μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι
儘管希臘的作家與哲學家不計其數,但在探討眼前這議題上,我認為最合適的,莫過於那位「精靈之友」——他生於我們這個時代,卻以他攻擊我們的謊言而自誇。因為在我們這時代所有哲學家中,此人似乎與精靈、以及他所謂的諸神最為親近往來,並曾為牠們代言辯護,而且遠比他人更為深入細緻地探究了有關牠們的種種事物。
Now, though there are countless writers and philosophers among the Greeks, I judge above all others fitting for the matter at hand that very 'friend of the daimons,' who, having lived in our own time, glories in his falsehoods against us. For of all the philosophers of our own era, this man seems most to have consorted with daimons and with those he calls gods, to have acted as their advocate, and to have investigated the matters concerning them far more precisely than others.
下一段 →
← 第 3 章第 5 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。