📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 4 章 第 4/4 段

希臘文原文.27 節.部分字詞可點開查義.本章太長已分段,此段為 4:21.3–4:23.8(全章共 175 節)

← 第 3 章第 5 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
4:21.3
ταῦτα γὰρ ἄνωθεν ἐκ παλαιοῦ τὰ θεῖα ὡς ἀληθῶς παρ Ἑβραίοις ἐθέσπιζε λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς ψυχὰς καὶ δαιμόνων πονηρῶν πολυπλόκοις δεσμοῖς πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. ὅθεν εἰκότως τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ σωτηρίου λόγου καταυγασθέντες, σώφρονές τε καὶ εὐλαβεῖς βεῖς καὶ συνετοὶ γενόμενοι, καὶ πάντων ἐλεύθεροι κακῶν, οὔτε θύσομεν οὔτε δουλεύσομεν τοῖς τῶν ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν κατετυράννουν· ἀχθέντες δὲ καὶ προσαχθέντες ὑπὸ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τῷ μόνῳ καὶ ἀληθεῖ θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ, σωτῆρί τε καὶ εὐεργέτῃ, καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ καὶ παμβασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ θεὸν ἡγησόμεθα, καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας, μόνον γεραίροντες καὶ μόνον αὐτὸν εὐσεβοῦντες, τες, οὐχ ᾗ τοῖς δαίμοσι φίλον, ἀλλ ᾗ τῷ πρὸς αὐτοῦ καταπεμφθέντι πάντων ἀνθρώπων σωτῆρι διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται
這些神聖的話語,實在是自遠古以來,早已藉希伯來人所發出的真實神諭,預先宣告了對我們──那些昔日盲目、被邪惡精靈重重枷鎖所捆綁之人──靈魂的救贖。因此,我們理解力的雙眼既已蒙救恩之道照亮,成為審慎、敬虔、明智之人,並脫離一切邪惡,我們就既不獻祭、也不為奴於萬國所奉之神──他們昔日確曾轄制過我們;反倒既已被我們救主的教導所引導、被帶到那獨一真神面前──他實是我們的主人、供養者、救主與施恩者,更是萬有的創造者、締造者與全能君王──我們就唯獨以祂為真神,唯獨向祂奉上應得的敬意,唯獨尊崇祂、唯獨敬拜祂,不是照精靈所喜悅的方式,而是照那位受祂差遣、作萬人救主者,藉其福音教導所傳授下來的方式。
For these divine oracles, truly, from ancient times of old, had been proclaimed among the Hebrews, announcing beforehand the redemption of our souls, once blind, and bound with the manifold fetters of evil daemons. Whence it is fitting that we, the eyes of our understanding having been illumined by the saving word, having become prudent and reverent and intelligent, and free from all evils, shall neither sacrifice to nor be enslaved to the gods reckoned as such by the nations, who indeed formerly tyrannized over us; but having been led and brought forward by the teaching of our Savior to the one and true God -- who is indeed both Master and Nourisher, Savior and Benefactor, and moreover Maker and Creator and King of all -- we shall regard Him alone as the true God, and to Him alone shall we render the fitting reverence, honoring and worshiping Him alone, not in the manner pleasing to the daemons, but in the manner that has been handed down through the evangelical teaching of Him who was sent down by Him as Savior of all men.
4:21.4
ταύτῇ δὲ θεοσεβοῦντες διώξομεν καὶ ἀπελάσομεν ἑαυτῶν, πολλοῦ δεῖ φοβηθησόμεθα, τοὺς πονηροὺς δαίμονς μόνας δι ἁγνείας καὶ καθαροῦ τρόπου βίου τε σώφρονος καὶ παναρέτου, τοῦ δὴ πρὸς τοῦ σωτῆρος ἡμῶν διωρισμένου. καθαρᾷ γὰρ μὴ δύνασθαι ψυχῇ πλησιάζειν διὰ τὸ ἀνόμοιον ὡμολόγηται ἀλλ οὐδὲ μαντείας καὶ χρησμῶν δεησόμεθα, οὐδὲ σπλάγχνα ζῴων διερευνήσομεν, οὐδέ τι τῶν διὰ δαιμονικῆς κινήσεως νήσεως ἐνεργουμένων πολυπραγμονήσομεν
我們既如此敬拜神,就要驅逐並遠遠逐出邪惡的精靈──非但不懼怕他們,反倒僅僅藉著純潔、清白的生活方式,以及審慎、具備一切美德的生命──此正是我們救主所訂立的準則。因為眾所公認,他們無法靠近潔淨的靈魂,因其與己不相似之故。此外,我們也不需要占卜與神諭,不需要探究動物的內臟,也不需要對任何藉惡魔活動所運作之事多加費心。
Worshiping God in this way, we shall drive out and banish from ourselves -- far from fearing them -- the evil daemons, solely through purity and a clean manner of life, and through a life that is prudent and possessed of every virtue, such as has indeed been ordained by our Savior. For it has been agreed that they cannot approach a pure soul, because of its unlikeness to them. But neither shall we have need of divinations and oracles, nor shall we search out the entrails of animals, nor shall we busy ourselves with any of the things wrought through demonic activity.
4:21.5
ὧν γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων ἡμῖν ἀφίστασθαι μελετᾶν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο, μόνων δὲ ἐκείνων ἐφίεσθαι προύτρεψε, περὶ ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφὲς, αὐτὸς δὲ μόνος ὁ τοῦ θεοῦ λόγος, ὁ ἐν τοῖς ἀληθινοῖς ἐνοικῶν σπλάγχνοις τῶν οἴων τε αὐτὸν δι ἄκραν ψυχῆς καθαρότητα ἔνδον ἐν ἑαυτοῖς χωρεῖν. περὶ ὧν φησί που έν τοῖς ἱεροῖς γράμμασιν ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός
因為世人所汲汲於追求的那些事物,基督的道已吩咐我們當操練自己與之保持距離;反倒勸勉我們唯獨渴慕那些事──關於這些事,實在沒有占卜者,也沒有動物的內臟能夠揭示明白,唯獨神的道自己能夠,祂居於那些藉靈魂極度潔淨、得以在己內容納祂之人的真實肺腑之中。關於這些人,聖經某處這樣說:『我要住在他們中間,在他們中間往來;我要作他們的神,他們要作我的子民。』
For the things for the sake of which the many are so zealous, the word of Christ has commanded us to practice keeping ourselves apart from; but it has exhorted us to desire only those things concerning which, truly, no diviner nor the entrails of animals will disclose what is clear, but only the Word of God himself, who dwells in the true inward parts of those able, through the utmost purity of soul, to receive him within themselves. Concerning these it says somewhere in the sacred writings: 'I will dwell in them, and walk among them, and I will be their God, and they shall be my people.'
4:21.6
Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. ἄκουε δ οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ τῆς Περὶ τῶν ἐμψύχων ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαρρήδην ὁμολογῶν τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν ἐκτυπουμένοις, καὶ παντοίας μορφὰς χαρακτηρίζονιας, λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων. ἀγαθῶν γὰρ, φησὶν, ὑποδυόμενοι πρόσωπα καὶ προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω θεοὺς ἑαυτοὺς ἐπιφημίζεσθαι βούλονται. τοσοῦτόν τέ φησιν αὐτοὺς ἰσχῦσαι ὡς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους τῶν Ἑλλήνων ποιητὰς καὶ φιλοσόφους, οὓς καὶ ὁμολογεῖ τῆς τοῦ πλήθους γεγονέναι διαστροφῆς αἰτίους· ὅτι τε ἐξ αὐτῶν πᾶσα γοητεία συνέστη, καὶ τὰ πρὸς ἡδονὴν ἀνθρώποις δι αὐτῶν προξενεῖται· ὅπως τε θεοὶ εἶναι βούλονται, δαίμονες ὄντες φαῦλοι· καὶ ὡς ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι ὁ μέγιστος. ταῦτα δὲ ὁ Πορφύριος πάντα τοῦτον ἱστορεῖ τον τρόπον
以上便是從論獻祭的段落所得、駁斥精靈邪惡的論證。且再聽同一位作者在他《論不食活物》一書中,又如何論及這同一件事,明白承認邪惡的精靈化身於眾多形象、扮出種種樣貌,藉此躲避人的察覺、迷惑大多數的人。他說,他們戴上良善者的面具,藉煽動人的欲望來籠絡群眾,企圖使自己被尊稱為至高的神明。他還說,他們的能力如此之大,竟連希臘最有智慧的詩人與哲學家也受其欺騙,而他也承認,正是這些詩人哲學家成了群眾敗壞的罪魁禍首;一切妖術皆由他們而生,人所貪求的享樂也是藉他們而得;他們雖是卑劣的精靈,卻想被當作神明;而那統轄他們的權能,竟被人以為就是那位至高無上的神。以上種種,波菲利便是這樣一一記載的。
These, then, are the arguments from the topic of sacrifices that refute the wickedness of daemons. But hear also what the same author, in his work On Abstinence from Animate Beings, again relates concerning these same matters, expressly confessing that evil daemons, taking shape in many forms and assuming all manner of appearances, escape notice and deceive most men. For, he says, putting on the masks of good beings and winning over the multitudes by inflaming men's desires, they wish to have themselves proclaimed as the highest gods. And he says they have such power as to deceive even the wisest of the poets and philosophers among the Greeks, whom he also confesses to have been the causes of the multitude's corruption; and that from them all sorcery has arisen, and through them things pleasurable are procured for men; and that they wish to be gods, though they are base daemons; and that the power that presides over them is thought to be the greatest god. All this Porphyry relates in this manner.
4:22.1
Ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύματος οὐ κρατοῦσιν, ἀλλ ὡς τὸ πολὺ καὶ κρατοῦνται, διὰ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἶ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν· αὗται δὲ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταὶ, κακοεργοὶ δ ἂν εἰκότως λέγοιντο
至於那些不能掌控其相連氣質(πνεῦμα)的靈魂,反倒大多被此氣質所掌控者,因此每當這氣質的忿怒與欲望發動衝力時,這些靈魂便被大力牽引、席捲而去;這些靈魂本身也是精靈,卻可合理地被稱為作惡者。
But as many souls as do not master their continuous pneuma, but for the most part are themselves mastered by it, are for this reason led about and swept along exceedingly, whenever the angers and desires of the pneuma take the impulse; and these souls, being themselves also daemons, might reasonably be called evil-workers.
4:22.2
καί εἰσιν οἱ σύμπαντεσ οὗτοί τε καὶ οἷ τῆς ἐναντίας δυνάμεως, ἀόρατοί τε καὶ τελείως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις. οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται, οὐδὲ μορφὴν πάντες μίαν, ἀλλ ἐν σχήμασι πλείοσιν· ἐκτυποὐμεναι δὲ καὶ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν αἶ μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς εἰσιν· ἐνίοτε δὲ καὶ μεταβάλλουσι τὰς μορφὰς οἵ γε χείρους
這一切靈體──不論是這些,還是那具有相反能力的另一類──都是不可見的,對人類的感官而言全然無法察知。因為他們並非披有堅實的身體,也並非全都只有一種形貌,而是存在於眾多形態之中;其形貌乃是印刻於其氣質、並賦予其氣質特徵,有時顯現出來,有時則隱而不見;其中較為惡劣者,有時甚至還會變換其形貌。
And all these -- both these and those of the opposite power -- are invisible and altogether imperceptible to human senses. For they are not clothed with a solid body, nor do they all have one form, but exist in many shapes; and their forms, being impressed upon and imparting character to their pneuma, at one time become manifest, and at another time are invisible; and sometimes the worse among them even change their forms.
4:22.3
τὸ δὲ πνεῦμα ῂ μέν ἐστι σωματικὸν; παθητικόν ἐστι καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι ὥστε τὸ εἶδος αὐτῶν διαμένειν πλείω χρόνον, οὐ μήν ἐστιν αἰώνιον καὶ γὰρ ἀπορρεῖν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι
這氣質,就其屬乎形體而言,是可受影響、可朽壞的;然而由於它被靈魂如此束縛,以致其形態能維持相當長久的時間,即便如此,它也並非永恆的,因為很可能有東西不斷從它流散而出,並且它也會發生變化。
The pneuma, insofar as it is bodily, is passible and corruptible; but inasmuch as it is so bound by the souls that its form persists for a longer time, it is nevertheless not eternal, for it is likely that something continually flows away from it, and that it undergoes change.
4:22.4
ἐν συμμετρίᾳ μὲν οὖν τὰ τῶν ἀγαθῶν, ὡς καὶ τὰ σώματα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἵ πλέον τῷ παθητικῷ νέμοντες τὸν περίγειον τόπον οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσι δρᾶν. βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος, ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου, σφοδρ καὶ αἰφνιδίους, οἷον ἐνέδρας, ὡς τὸ πολὺ ποιοῦν τὰς ἐμπτώσεις, πὴ μὲν λανθάνειν πειρώμενοι, πῆ δὲ βιαζόμενοι
良善靈體的氣質是均衡協調的,正如可見之物的形體一般;而作惡者的氣質則是失衡的,這些靈體既將較多份額分配給可受影響的部分,便盤據於塵世之地,凡屬邪惡之事無所不為。因其性情本就強暴、詭詐,又缺乏來自更高精靈階序的護衛,故大多以猛烈、突如其來的方式發動攻擊,如同埋伏一般,有時暗中潛藏、伺機而動,有時則以強力逼迫而來。
The pneuma of good beings, then, is well-proportioned, as also are the bodies of visible things, while that of the evil-workers is disproportionate; these, giving the greater share to the passible part, occupy the terrestrial region, and there is nothing evil they do not attempt to do. For, having a character altogether violent and treacherous, and being deprived of the guardianship that comes from the superior daemonic order, they for the most part make their assaults violent and sudden, like ambushes, at one time trying to escape notice, at another using force.
4:22.5
Καὶ ἐξῆς ἐπιλέγει Ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσι μεταστῆσαι ἡμᾶς ἐθέλοντες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφ ἑαυτοὺς ἐπιστρέψαι. πᾶσι γὰρ τοῖς οὕτως ἀνομολόγως καὶ ἀκαταλλήλως γιγνομένοις αὐτοὶ χαίρουσι, καὶ ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσι, προσεταιριζόμενοι τὰ πλήθη, διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσι καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν, κενοδοξίας τε αὖ, ἐξ ὢν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενῆ τούτων
接著他又補充說:『他們之所以做出這些事及與此類似之事,乃是因為他們想要使我們偏離對眾神的正確概念,轉而歸向他們自己。因為他們喜愛一切以這種不合宜、不相稱的方式發生的事,並且彷彿戴上其他諸神的面具一般,享受著我們的愚昧無知,藉著以對財富、權勢與享樂的貪愛欲望,以及虛榮之心,去煽動人的欲望,來籠絡群眾──而正是從這些欲望中,滋生出紛爭、戰爭及與此相類之事。』
And next he adds: 'These things, and the like, they do because they wish to remove us from the right conception of the gods and turn us toward themselves. For they delight in all things that come to pass in such an incongruous and unfitting manner, and, as it were putting on the masks of the other gods, they enjoy our folly, winning over the multitudes by inflaming men's desires with passions and longings for wealth, power, and pleasures, and again for vainglory, from which arise factions and wars and things akin to these.'
4:22.6
τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε, καὶ τὰ ὅμοια ἀναπείθουσι καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλήμασιν ὑπάγειν· ᾧ δὴ καὶ τεταράχθαι φασὶ πάντ ἄνω κάτω. πεπόνθασι δὲ τοῦτο οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλίγοι
然而,其中最可怕的是,他們由此更進一步,甚至說服人相信類似的事也發生在最偉大的諸神身上,乃至於使那至善的神本身也蒙上這些指控──他們竟說,因此上上下下的一切都陷入了混亂。而遭受這種蒙蔽的,不僅是無知之人,就連從事哲學的人當中,也不乏其人。
But the most terrible thing of all is that, ascending from these, they also persuade men of similar things concerning the greatest gods, even to the point of subjecting the best god himself to these same charges -- by which, they say, all things above and below have been thrown into confusion. And this has been suffered not by the uninitiated alone, but also by not a few of those who spend their time in philosophy.
4:22.7
ἡ δ αἰτία δι ἀλλήλων γέγονε. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς καινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσι συνέβησαν· καὶ πάλιν αὖ τὰ πλήθη σύμφωνα ταῖς αὐτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα
而其原因乃是彼此相互造成的。因為哲學家中那些沒有從這股新潮流中抽身自守的人,最終與群眾抱持了同樣的看法;而反過來,群眾聽聞那些被視為智者之人所說的話竟與自己的意見相符,便更加堅定地益發如此看待諸神之事。
And the cause has arisen mutually, through one another. For those of the philosophers who did not stand apart from the novel current came to the same conclusions as the multitudes; and again, in turn, the multitudes, hearing from those reputed to be wise things in accord with their own opinions, were further emboldened to think such things about the gods all the more.
4:22.8
τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσε τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ, κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ, δέον ἐμπεσως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ. οὐ γὰρ θερμότητος, ὥς φησι Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου, οὐδὲ ψυχρότητος τὸ θερμαίνειν, ἀλλὰ τοῦ ἐναντίου, οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν
因為詩藝更助長了世人的臆想,因其運用一種刻意營造驚駭與迷惑效果的言辭,能夠使人陷入迷魅、對最不可能之事也深信不疑──殊不知人本當堅定地確信:善絕不會造成傷害,惡也絕不會帶來益處。誠如柏拉圖所言,使人變冷者並非源自熱,而是出於其相反者;使人變暖者也並非源自冷,而是出於其相反者;同樣地,造成傷害之事也絕非出於公義。
For the poetic art further inflamed men's suppositions, by using a manner of speech contrived for astonishment and enchantment, capable of producing bewitchment and belief concerning the most impossible things -- whereas one ought to be firmly persuaded that the good never harms, nor does evil ever benefit. For, as Plato says, it does not belong to heat to cool, but to its opposite; nor does it belong to cold to warm, but to its opposite; so too it does not belong to justice to harm.
4:22.9
δικαιότατον δὲ δήπου φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ ἂν ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλάπτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ· τὰ δ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο
而神性之物就其本性而言,理當是萬物中最公義的,否則它就不成其為神性之物了。因此,這種(傷害之)能力與份位,必須從那些行善的精靈之列中被切割除去。因為那天生傾向且願意造成傷害的能力,正與行善的能力相反;而相反之事絕不可能同時並存於同一主體之中。
And surely the divine, by nature, is the most just of all things, since otherwise it would not be divine. Therefore this power and portion must be cut off from the daemons who work good. For that power which is by nature disposed and willing to harm is contrary to that which works good; and contraries could never coexist in one and the same subject.
4:22.10
Καὶ αὖθις Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐπιτελεῖται· τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐτῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοητειῶν διαπραττόμενοι
他又說:『況且,一切妖術正是藉這些相反的靈體才得以成就;因為那些藉妖術行惡之人,最為敬重的正是這些靈體,以及那統轄他們的權能。』
And again: 'Through these contrary beings, moreover, all sorcery is accomplished; for these, and their ruling power above all, are honored by those who work evils through acts of sorcery.'
4:22.11
πλήρεις γάρ εἰσι πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. διὰ τούτων φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες· πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη
因為他們充滿了各種幻象,又能藉著行奇事異能來欺哄人。這些不祥的精靈正是藉此炮製愛情迷藥與情慾符咒;因為一切放蕩、對財富與榮耀的貪求,都是藉他們而來,尤其是欺詐更是如此。
For they are full of every kind of illusion, and capable of deceiving through the working of wonders. Through them the ill-omened daemons contrive love-charms and erotic spells; for all licentiousness and hope of riches and glory come about through them, and above all, deception.
4:22.12
τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες λοιβῇ τε κνίσῃ τέ, δι ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσι, ποικίλως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν θυσίαις
因為謊言正是他們本性所固有的;他們想要成為神,而那統轄他們的權能,也想被人以為就是那位至高無上的神。這些正是那些喜愛奠酒與烤肉香氣者,藉此使他們氣質與形體性質得以肥壯滋長。因為這東西正是靠著蒸氣與煙氣為生,以種種不同方式透過種種不同途徑,並藉血肉之祭得以增強力量。
For falsehood is native to them; for they wish to be gods, and their ruling power wishes to be thought to be the greatest god. These are the ones who delight in libation and the savor of burnt fat, by which their pneumatic and bodily nature is fattened. For this thing lives on vapors and exhalations, in various ways through various means, and is strengthened by sacrifices of blood and flesh.
4:22.13
Διὰ δὴ τούτων ἀκηκόαμεν ὁμολογούντων ὅτι μὴ μόνον οἱ παρ Ἕλλησι ποιηταὶ προσεξέκαυσαν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τὰς περὶ τῶν φαύλων δαιμόνων ὡς περὶ θεῶν καὶ ἀγαθῶν, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οἱ περὶ θεοὺς δοκοῦντες σπουδαίως ἔχειν, οἳ καὶ αὐτοὶ οὐ θεοὺς, ἀλλὰ πονηροὺς δαίμονας περιέποντες τὰ πλήθη καὶ τοὺς δήμους εἰς τὴν ὁμοίαν πλάνην ἐξετραχήλισαν
藉著這些話,我們便聽見他親口承認:不僅是希臘的詩人助長了世人以為卑劣精靈即是神明、良善之物的臆想,就連那些從事哲學、看似對諸神虔誠專注之人,他們自己所侍奉的其實也並非神明,而是邪惡的精靈──他們也因此使群眾與百姓一併跌入同樣的迷途歧路之中。
Through these words, then, we have heard him confessing that not only did the poets among the Greeks further inflame men's suppositions concerning base daemons as though they were gods and good beings, but also, among those who spend their time in philosophy, those who seemed to be earnestly devoted to the gods -- who, themselves too, in attending upon not gods but evil daemons, dragged headlong the multitudes and the peoples into the same error.
4:22.14
ὡμολόγησε γοῦν σαφῶς ὁ λόγος ὡς ἄρα παρὰ τῶν δοκουντων σοφῶν ἀκούοντα περὶ θεῶν τὰ πλήθη συμφωνα ταῖς αὐτῶν δόξαις ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον ὡς περὶ θεῶν περὶ τῶν μοχθηρῶν δαιμόνων. καὶ ταῦτα οὐκ ἐξ ἡμῶν κατηγορεῖται, ἀλλ ὑπ αὐτῶν τῶν ἀκριβέστατα τὰ οἰκεῖα μᾶλλον ἢ ἡμεῖς εἰδότων
這段論述已明白承認:群眾聽聞那些被視為智者之人論及諸神之事,竟與自己的看法相符,於是便更加堅定地益發將那些邪惡的精靈當作神明來看待。而這些指控並非出自我們之口,而是出自那些對其自身之事知之甚詳、遠勝於我們所知的人自己之口。
The argument, then, has plainly confessed that the multitudes, hearing about the gods from those reputed wise things in accord with their own opinions, were further emboldened to think all the more of the wicked daemons as though they were gods. And these charges are not brought by us, but by those very men who knew their own affairs more precisely than we do.
4:22.15
ὁ γέ τοι αὐτὸς συγγραφεὺς οὐ παρέργως ὁμιλήσας τῇ τοὺς πολλοὺς λανθανούσῃ δεισιδαιμονίᾳ φησὶ τοὺς πονηροὺς δαίμονας βούλεσθαι εἶναι θεοὺς καὶ ἀγαθῶν δόξαν ἔχειν παρὰ ἀνθρώποις, τίς τε προεστῶσα αὐτῶν δύναμις τυγχάνει ὁ αὐτὸς πάλιν διασαφήσει, τοὺς ἄρχοντας τῶν πονηρῶν δαιμόνων λέγων εἶναι τὸν Σάραπιν καὶ τὴν Ἑκάτην · ἡ δὲ θεία γραφὴ τὸν βελζεβούλ. ἄκουε δ ὅπως καὶ περὶ τούτου του γράφει ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας
這同一位作者,既非泛泛而論地談及那使多數人渾然不覺的迷信,便說邪惡的精靈想要成為神明,並在世人中享有良善的名聲;而他自己接著又會進一步說明,統轄他們的究竟是何等權能,指出撒拉皮斯與赫卡忒乃是邪惡精靈的首領──然而聖經卻稱之為別西卜。且聽他在《出於神諭的哲學》一書中,如何論及此事:
This same author, indeed, having dealt not superficially with the superstition that escapes the notice of most men, says that the evil daemons wish to be gods and to have a reputation for goodness among men; and he himself will again make clear what power it is that presides over them, saying that Serapis and Hecate are the rulers of the evil daemons -- though the divine Scripture calls him Beelzebul. Hear, then, how he writes concerning this matter in his work 'On the Philosophy from Oracles':
4:23.1
Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν, οὐδ ἐκ τῶν συμβόλων μόνων ἀναπεισθέντες, ἀλλ ὅτι τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. αὐτὸς δὲ τῷ Πλούτωνι ὁ θεὸς, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων, καὶ σύμβολα διδοὺς πρὸς τὴν τούτων ἔλασιν
我們並非毫無理由地懷疑邪惡的精靈受轄於撒拉皮斯,也並非僅憑其象徵符號便輕信如此,而是因為對這些靈體的安撫祭禮與驅避祭禮,都是向普魯托獻上的,正如我們在第一卷中所指出的那樣。而這位神本身就等同於普魯托,正因如此,他才特別成為精靈的統轄者,也正是他授予驅逐這些靈體的象徵符號。
We do not, without reason, suspect the evil daemons to be under Serapis, nor have we been persuaded merely by his symbols, but because the propitiatory rites and the apotropaic rites against these beings are directed to Pluto, as we showed in the first book. And the god himself is identical with Pluto, and for this reason especially is he the ruler of daemons, and it is he who gives the symbols for driving them away.
4:23.2
οὕτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν ὡς πᾶσι ζῲοις ὁμοιούμενοι προσίασι τοῖς ἀνθρώποις · ὅθεν καὶ παρ Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται, καὶ ζῷα προσουδίζεται πρὸ τῆς θρησκείας τῶν θεῶν, ἐξελαυνόντων τῶν ἱερέων τούτους, διὰ τοῦ δοῦναι πνεῦμα, ἢ αἷμα ζῴων, καὶ διὰ τῆς τοῦ ἀέρος πληγῆς, ἔνα τούτων ἀπελθόντων παρουσία του θεοῦ γένηται
這位神明也曾向他的懇求者揭示:這些靈體會化作各種動物的形貌接近世人;因此在埃及人、腓尼基人,以及一般深諳神聖事務的智者當中,聖所裡會揮鞭作響,又在敬拜諸神之前將牲畜擲地摔打,祭司們藉著吐氣,或以動物之血,以及擊打空氣的方式,將這些靈體驅逐出去,好使這些靈體離去之後,神明的臨在得以降臨。
This god, then, has revealed even to his suppliants that these beings, assuming the likeness of every kind of animal, approach men; whence also among the Egyptians and the Phoenicians, and in general among those wise concerning divine things, whips are cracked in the sanctuaries, and animals are dashed to the ground before the worship of the gods, the priests driving these beings off by the giving of breath, or the blood of animals, and by the striking of the air, so that, once these beings have departed, the presence of the god may come about.
4:23.3
καὶ οἶκος δὲ πᾶς μεστὸς, καὶ διὰ τοῦτο προκαθαίρουσι καὶ ἐκβάλλουσι τούτους, ὅταν θεὸν κατακαλῶσι. καὶ τὰ σώματα τοίνυν μεστὰ ἀπὸ τούτων· καὶ γὰρ μάλιστα ταῖς ποιαῖς τροφαῖς χαίρουσι. σιτουμένων γὰρ ἡμῶν προσίασι καὶ προφαῖςνουσι τῷ σώματι, καὶ διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ τοὺς θεοὺς προηγουμένως, ἀλλ ἔν οὗτοι ἀποστῶσι. μάλιστα δὲ αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις, καὶ ἀπολαύουσι τούτων εἰσδύνοντες τοῖς χρωμένοις
而且每一間屋子也都充滿了這些靈體,因此人在呼求神明之前,都要事先加以潔淨,將這些靈體驅逐出去。同樣,人的身體也充滿了這些靈體;因為他們尤其喜愛某些特定的食物。當我們進食之時,他們便會靠近,並在身體附近顯露出來,這正是行潔淨之禮的原因──並非首先是為了諸神的緣故,而是為了使這些靈體離去。他們尤其喜愛血液與各種汙穢之物,並藉著潛入使用這些東西之人的身內,來享用這些東西。
And every house too is full of them, and for this reason people purify it beforehand and cast these beings out, whenever they call upon a god. And bodies likewise are full of them; for they especially delight in certain kinds of food. For when we are eating, they approach and show themselves near the body; and this is the reason for acts of purification -- not primarily for the sake of the gods, but so that these beings may depart. Above all, they delight in blood and in impurities, and they enjoy these by insinuating themselves into those who make use of them.
4:23.4
ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας · οἱ καὶ εἰς ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπίπτειν ἐμπίπτειν διὰ τῆς συναπολαύσεως τῆς μετ αὐτῶν γιγνομένης
因為總而言之,對某事物欲望的強化,以及氣質欲求衝動的加劇,除了源於這些靈體的臨在之外,別無他因;正是這些靈體,藉著與他們一同產生的共同享樂,迫使人陷入含混不清的聲音與噴氣喘息之中。
For, in general, the intensification of desire toward anything, and the impulse of the pneuma's appetite, are made violent from no other source than the presence of these beings; and it is they who compel men to fall into inarticulate sounds and hissings, through the shared enjoyment that comes to pass together with them.
4:23.5
ὅπου γὰρ πνεύματος πλείονος ὁλκὴ ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπληρωμένης, ἢ τῆς προθυμίας δι ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξωθεν σπώσης, ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων πνευμάτων σοι δηλούσθω. ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτῆς συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται τὸ πνεῦμα
因為凡是氣質吸入異常增多之處──不論是由於腹部因放縱享樂而填滿,或是由於熱切之情因享樂之強烈而急促呼吸、從外大量吸取氣息──在那裡,這類靈體的臨在,便可讓你藉此察知。人的本性所能大膽察覺、環繞自身而設下的陷阱,也僅止於此了;因為實際上,當神明真正進入之時,這氣質便會倍增數倍之多。
For wherever there is a drawing-in of more pneuma than usual -- whether from the belly being filled through indulgence in pleasure, or from eagerness breathing hard through intensity of pleasure and drawing in much from without -- there let the presence of such spirits be made known to you. Up to this point human nature ventures to discover the snares set around itself; for indeed, when the god enters in, the pneuma is multiplied many times over.
4:23.6
Ταῦτα μὲν οὑν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν Εκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων· οὓς καταπαύει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα. ἄρχει δ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς συνέχουσα τὸ τρίστοιχον. Καὶ πάλιν φησὶν
以上便是他論及邪惡精靈的話,他說撒拉皮斯乃是他們的統轄者。同一位作者也教導說,赫卡忒同樣統轄這些靈體,他這樣說:『這些也許正是撒拉皮斯所統轄的靈體,而他們的象徵便是三頭犬──也就是存在於水、地、氣三元素中的邪惡精靈──那位將他們掌握在手中的神明,使他們止息。而赫卡忒也統轄他們,因為她維繫著這三元素。』他又說:
Such, then, is what he says concerning the evil daemons, of whom he says Serapis is the ruler. And that Hecate too rules over these, the same author teaches, speaking thus: 'Perhaps these are the beings over whom Serapis rules, and the symbol of these is the three-headed dog -- that is, the evil daemon in the three elements, water, earth, and air -- whom the god who holds them in his hand brings to rest. And Hecate too rules over them, as she who holds together the three elements.' And again he says:
4:23.7
Ἕν χρηστήριον ἔτι παραθεὶς, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον ἥδ ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος, ταυρῶπις, τρικάρηνος, ἀπηνὴς, χρυσοβέλεμνος, Φοίβη ἀπειρολεχὴς, φαεσίμβροτος Εἰλήθυια, τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα· αἰθέρα μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις, ἠέρα δ ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι · γαῖα δ ἐμῶν σκυλάκων δνοφερὸν γένος ἡνιοχεύει
再引述一則赫卡忒親自所作的神諭,我便要就此結束對她的論述:『我乃多相顯現的少女,遊行於天穹,牛面、三首、無情、佩金箭,福柏,未曾婚配,主生育之光照世人的伊蕾提亞,身負三重本性的三重印記:作為以太,我以火焰般的形象顯現;作為氣,我端坐於閃耀旋轉的軌道之上;作為大地,我駕馭我那幽暗一族的獵犬。』
Having set forth still one more oracle, which Hecate herself has composed, I will bring to a close my discussion concerning her: 'I am the maiden of many apparitions, wandering through heaven, bull-faced, three-headed, relentless, with golden arrows, Phoebe, undefiled in marriage, Eileithyia, light-bringer to mortals, bearing the threefold tokens of a triple nature: as ether, I appear in fiery images; as air, I sit enthroned in gleaming, whirling courses; and as earth, I drive the dark race of my hound-whelps.'
4:23.8
οἶς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς τίνες οἶ σκύλακες· ὅτι οἶ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς, ἀλλ οὐδὲν ἀγαθὸν ἐπαγομένους, τοὺς παρὰ τοῖς πολλοῖς θεολουμένους,, φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύνωμεν
對此,作者接著明白指出那些「獵犬」究竟是誰:即是我們方才剛講完的那些邪惡精靈。以上便是這些內容了。至於那些被眾人奉為神明者,其實乃是真正邪惡的精靈,絲毫不帶來任何良善之事,來,讓我們再藉更多的證據,進一步加以確證。
To these words the author adds, plainly stating who the hound-whelps are: namely, the evil daemons, of whom we have just now ceased speaking. So much, then, for this. But concerning the fact that those deified by the many are truly evil daemons, and bring nothing good with them, come, let us confirm this yet further through additional evidence.
← 上一段
← 第 3 章第 5 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。