📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 以斯帖記

True

以斯帖記 第 3 章

希臘文原文.15 節.部分字詞可點開查義

← 第 2 章第 4 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
3:1
μετὰ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης Αμαν Αμαδαθου Βουγαῖον καὶ ὕψωσεν αὐτόν καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ
這些事以後,亞達薛西王使哈米大他的兒子布該人哈曼得著尊榮,高舉了他,使他的座位高過他所有的臣友。
And after these things King Artaxerxes glorified Haman son of Hamadathos, a Bougaean, and exalted him, and gave him the first seat above all his friends.
3:2
καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ
凡在院中的人都向哈曼下拜,因為王曾這樣吩咐;惟獨末底改不向他下拜。
And all who were in the court did obeisance to him, for the king had so ordered it to be done; but Mardochaeus did not do obeisance to him.
3:3
καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ Μαρδοχαῖε τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα
在王院中的人就對末底改說:「末底改啊,你為甚麼違背王所吩咐的話呢?」
And those in the king's court said to Mardochaeus: Mardochaeus, why do you disregard what is spoken by the king?
3:4
καθ’ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ καὶ οὐχ ὑπήκουεν αὐτῶν καὶ ὑπέδειξαν τῷ Αμαν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι Ιουδαῖός ἐστιν
他們天天對他說,他卻不聽從他們。他們就把末底改抵擋王命的事告訴哈曼;末底改也已向他們說明自己是猶大人。
Every day they spoke to him, and he did not listen to them. And they pointed out to Haman that Mardochaeus was setting himself against the words of the king; and Mardochaeus had shown them that he was a Jew.
3:5
καὶ ἐπιγνοὺς Αμαν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος ἐθυμώθη σφόδρα
哈曼知道末底改不向他下拜,就非常惱怒,
And when Haman learned that Mardochaeus did not do obeisance to him, he was exceedingly enraged.
3:6
καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ιουδαίους
就定意要除滅亞達薛西國中所有的猶大人。
And he plotted to destroy all the Jews under the kingdom of Artaxerxes.
3:7
καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου καὶ ἔπεσεν ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός ὅς ἐστιν Αδαρ
亞達薛西在位第十二年,哈曼作了一道決議,又日復一日、月復一月地抽籤,要在一日之內滅絕末底改的族類;籤落在那月,就是亞達月,的十四日。
And he made a decree in the twelfth year of the reign of Artaxerxes, and cast lots day by day and month by month, so as to destroy in one day the race of Mardochaeus; and the lot fell on the fourteenth of the month, which is Adar.
3:8
καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς
他對亞達薛西王說:「有一個民族散居在你全國各族之中,他們的律法與各族的都不同,又不遵守王的律法;容留他們與王無益。
And he spoke to King Artaxerxes, saying: There exists a nation scattered among the nations throughout all your kingdom, and their laws are different from those of all the nations, and they disregard the laws of the king; and it is not expedient for the king to let them be.
3:9
εἰ δοκεῖ τῷ βασιλεῖ δογματισάτω ἀπολέσαι αὐτούς κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια
王若以為美,就請降旨滅絕他們;我必繳一萬他連得銀子入王的庫房。」
If it seems good to the king, let him decree that they be destroyed; and I will pay over ten thousand talents of silver into the king's treasury.
3:10
καὶ περιελόμενος ὁ βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χεῖρα τῷ Αμαν σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ιουδαίων
王就摘下自己的戒指,交在哈曼手中,叫他用來蓋印,封那寫來攻擊猶大人的文書。
And the king took off his ring and gave it into Haman's hand, to seal what was written against the Jews.
3:11
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Αμαν τὸ μὲν ἀργύριον ἔχε τῷ δὲ ἔθνει χρῶ ὡς βούλει
王對哈曼說:「銀子你留著,那民族你可以隨意處置。」
And the king said to Haman: Keep the silver, and deal with the nation as you wish.
3:12
καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ καὶ ἔγραψαν ὡς ἐπέταξεν Αμαν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσιν κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν δῑ Ἀρταξέρξου τοῦ βασιλέως
正月十三日,王的書記被召了來,照哈曼所吩咐的,寫給從印度到衣索比亞一百二十七省各處的軍長和首領,也寫給各族的首領,按著各族的方言,經由亞達薛西王發出。
And the king's scribes were called in the first month, on the thirteenth, and they wrote as Haman ordered, to the generals and to the rulers throughout every province from India to Ethiopia, to the hundred and twenty-seven provinces, and also to the rulers of the nations according to their own language, by King Artaxerxes.
3:13
καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τῶν Ιουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου ὅς ἐστιν Αδαρ καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν τῆς δὲ ἐπιστολῆς ἐστιν τὸ ἀντίγραφον τόδε βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήθην μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τῶν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην πυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας σωφροσύνῃ παρ’ ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Αμαν ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ’ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ κείμενον διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Αμαν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τοῦ ἐνεστῶτος ἔτους ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα
文書藉驛卒送到亞達薛西的全國,要在十二月,就是亞達月,的一日之內滅絕猶大人的族類,並奪取他們的財物。那文書的抄本如下:「大君王亞達薛西寫給從印度到衣索比亞一百二十七省的首領,並他們手下的地方官,如下:我既統治許多民族,掌管了全地,就定意不因權柄的膽氣而自高,乃要常以寬厚溫和治理,使我治下之民的生活永遠平靜無波;又要使國度得以安寧、道路暢通,直到地極,並使萬人所渴望的和平得以更新。我向謀士們查問怎樣才能成就這事,哈曼——他在我們中間以明達見長,在忠誠上始終如一,以堅定的信實見稱,又已得著國中第二的尊位——他向我們指出:在天下萬族之中混雜著一個懷惡的民族,他們的律法與各族相反,總是置諸王的詔令於不顧,以致不肯順服我們所正直無可指摘地施行的共同治理。我們既看明惟獨這民族始終與每一個人作對,奉行一套異於常情的律法生活方式,對我們的政務懷著惡意,作出極壞的惡事,以致國度不得安定,所以我們吩咐:凡在掌管政務、作我們第二個父親的哈曼所寫的文書中向你們指明的人,連同妻子兒女,都要在本年十二月亞達月十四日,用仇敵的刀劍連根滅絕,不可有絲毫憐憫和顧惜;好叫這些從前和如今與我們為敵的人,在一日之內被強行趕下陰間,從此以後使我們的政務得以安穩太平,直到末了。」
And it was sent by couriers into the kingdom of Artaxerxes, to destroy the race of the Jews on one day of the twelfth month, which is Adar, and to plunder their goods. And of the letter this is the copy: The great king Artaxerxes writes thus to the rulers of the hundred and twenty-seven provinces from India to Ethiopia, and to the local governors subordinate to them: Having ruled over many nations and having gained mastery over the whole inhabited world, I purposed — not lifted up by the boldness of power, but always conducting myself with greater fairness and with gentleness — to establish for ever the lives of my subjects free from every wave, and, rendering the kingdom civilized and passable to its uttermost bounds, to renew the peace longed for by all people. And when I inquired of my counsellors how this might be brought to its end, Haman — who excels among us in sound judgement, and has been proved unchanging in goodwill and of steadfast fidelity, and has carried off the second honour of the kingdom — pointed out to us that there is mingled among all the tribes throughout the inhabited world a certain ill-disposed people, opposed in its laws to every nation, continually setting aside the decrees of the kings, so as not to submit to the joint government blamelessly directed by us. Having therefore understood that this nation alone stands perpetually in opposition to every man, following a strange manner of life by its laws, and ill-disposed toward our affairs, bringing to pass the worst of evils, so that the kingdom does not attain stability, we have therefore commanded that those indicated to you in the writings of Haman, who is set over affairs and is our second father, all of them, together with wives and children, be destroyed root and branch by the swords of their enemies, without any pity or sparing, on the fourteenth of the twelfth month, Adar, of the present year; so that those who of old and now are ill-disposed to us, having in one day gone down violently into Hades, may for the time to come afford us stable and untroubled affairs to the end.
3:14
τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην
這文書的抄本在各省公佈出來,又吩咐各族的人要為那日預備妥當。
And copies of the letters were posted up province by province, and it was commanded to all the nations to be ready for that day.
3:15
ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σουσαν ὁ δὲ βασιλεὺς καὶ Αμαν ἐκωθωνίζοντο ἐταράσσετο δὲ ἡ πόλις
這事在書珊也急速辦理;王和哈曼一同飲酒作樂,城中卻一片慌亂。
And the matter was hastened also in Susa; and the king and Haman were carousing, but the city was in turmoil.
← 第 2 章第 4 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。