← 回書卷目次 · 七十士譯本 › 士師記
True
士師記 第 8 章 希臘文原文.35 節.部分字詞可點開查義
← 第 7 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 9 章 → 📖 這一章另有 3 種原文 ——
並排對照 (希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註 。原形主要取自同語言其他書卷的逐詞標註 (不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯 ,直接譯自本頁的原文 (非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
⏮ ▶ 播放整章 原文誦讀(本站合成語音) –:–– 速度0.75× 1× 1.25× 1.5× 下載 mp3 8:1▷ ⧉ ⤴︎
καὶ εἶπαν πρὸς Γεδεων ἀνὴρ Εφραιμ τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιαμ καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Εφραιμ τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιαμ καὶ ἐκρίνοντο μετ’ αὐτοῦ κραταιῶς
以法蓮人對基甸說:「你向我們行的這事是甚麼意思呢?你去與米甸人擺陣爭戰的時候,竟不召我們同去!」他們就與他激烈爭論。
And the men of Ephraim said to Gideon, "What is this thing you have done to us, in not calling us when you went to draw up in battle against Madiam?" And they contended with him strongly.
8:2▷ ⧉ ⤴︎
καὶ εἶπεν πρὸς αὐτούς τί ἐποίησα νῦν καθὼς ὑμεῖς ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Εφραιμ ἢ τρυγητὸς Αβιεζερ καὶ εἶπεν πρὸς αὐτούς τί ἐποίησα νῦν καθὼς ὑμεῖς οὐχὶ κρείττω ἐπιφυλλίδες Εφραιμ ἢ τρυγητὸς Αβιεζερ
基甸對他們說:「我現在所行的,豈能像你們所行的呢?以法蓮所摘的餘葡萄,豈不勝過亞比以謝所收的葡萄嗎?」
And he said to them, "What have I now done, compared with you? Is not the gleaning of Ephraim better than the vintage of Abiezer?"
8:3▷ ⧉ ⤴︎
ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ’ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῖς καὶ κατέπαυσαν τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ’ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον
「耶和華已將米甸的首領俄立和西伊伯交在你們手中;我所能做的,怎能比得上你們呢?」他說了這話,他們的靈就從他身上鬆緩下來。
"Into your hand the Lord delivered the rulers of Midian, Oreb and Zeb; and what was I able to do such as you did?" Then, when he spoke this word, their spirit was relaxed from him.
8:4▷ ⧉ ⤴︎
καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ’ αὐτοῦ πεινῶντες καὶ διώκοντες καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ’ αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες
基甸來到約旦河,就過了河,他和跟隨他的三百人都又飢餓,又追趕。
And Gideon came to the Jordan and crossed over, he and the three hundred men with him, hungry and pursuing.
8:5▷ ⧉ ⤴︎
καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου ὅτι ἐκλείπουσιν καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεε καὶ Σελμανα βασιλέων Μαδιαμ καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ’ ἐμοῦ ὅτι πεινῶσιν ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ
他對疏割人說:「求你們拿餅來,給這跟在我腳下的百姓作食物,因為他們力竭了;看哪,我正追趕米甸的兩王西巴和撒慕拿。」
And he said to the men of Sokchoth, "Please give loaves as food for this people who are at my feet, for they are giving out; and behold, I am pursuing after Zebee and Selmana, kings of Midian."
8:6▷ ⧉ ⤴︎
καὶ εἶπον οἱ ἄρχοντες Σοκχωθ μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους καὶ εἶπαν οἱ ἄρχοντες Σοκχωθ μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους
疏割的首領說:「西巴和撒慕拿的手現今豈已在你手中嗎?我們不給你的軍兵餅。」
And the rulers of Sokchoth said, "Is the hand of Zebee and Selmana now in your hand? We will not give loaves to your force."
8:7▷ ⧉ ⤴︎
καὶ εἶπεν Γεδεων διὰ τοῦτο ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σελμανα ἐν χειρί μου καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς αβαρκηνιν καὶ εἶπεν Γεδεων οὐχ οὕτως ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς βαρκοννιμ
基甸說:「為此,耶和華將西巴和撒慕拿交在我手中的時候,我就要用曠野的荊棘和亞巴其寧碾打你們的肉。」
And Gideon said, "Therefore, when the Lord gives Zebee and Selmana into my hand, I myself will thresh your flesh with the thorns of the wilderness and with the abarkenin."
8:8▷ ⧉ ⤴︎
καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχωθ καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοκχωθ
他從那裡上到毘努伊勒,照樣對他們說;毘努伊勒人回答他,像疏割人回答的一樣。
And he went up from there to Phanouel and spoke to them in the same way; and the men of Phanouel answered him just as the men of Sokchoth had answered.
8:9▷ ⧉ ⤴︎
καὶ εἶπεν Γεδεων πρὸς ἄνδρας Φανουηλ ἐν ἐπιστροφῇ μου μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω καὶ εἶπεν τοῖς ἀνδράσιν Φανουηλ λέγων ἐν τῷ ἐπιστρέφειν με μετ’ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον
基甸對毘努伊勒人說:「我平平安安回來的時候,必拆毀這樓。」
And Gideon said to the men of Phanouel, "When I return in peace, I will tear down this tower."
8:10▷ ⧉ ⤴︎
καὶ Ζεβεε καὶ Σελμανα ἐν Καρκαρ καὶ ἡ παρεμβολὴ αὐτῶν μετ’ αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ καὶ ἡ παρεμβολὴ αὐτῶν μετ’ αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες οἱ καταλειφθέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν
西巴和撒慕拿在加各,跟隨他們的營約有一萬五千人,就是外邦人全營所剩下的;已經倒斃的有十二萬拔刀的人。
Now Zebee and Selmana were in Karkar, and their camp with them, about fifteen thousand, all those left from the whole camp of the foreigners; and those who had fallen were a hundred and twenty thousand men who drew the sword.
8:11▷ ⧉ ⤴︎
καὶ ἀνέβη Γεδεων ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαι καὶ Ιεγεβαλ καὶ ἐπάταξεν τὴν παρεμβολήν καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναῖς ἀνατολῶν τῆς Ναβεθ ἐξ ἐναντίας Ζεβεε καὶ ἐπάταξεν τὴν παρεμβολήν ἡ δὲ παρεμβολὴ ἦν πεποιθυῖα
基甸就從拿拜和耶基巴勒東邊、住帳棚之人的路上去,擊打那營;那營正安然無備。
And Gideon went up by the road of those who dwell in tents, east of Nabai and Iegebal, and he struck the camp; and the camp was off its guard.
8:12▷ ⧉ ⤴︎
καὶ ἔφυγον Ζεβεε καὶ Σελμανα καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν καὶ ἔφυγεν Ζεβεε καὶ Σαλμανα καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν
西巴和撒慕拿逃跑,基甸追趕他們,捉住米甸的兩王西巴和撒慕拿,又使全營驚惶潰亂。
And Zebee and Selmana fled, and he pursued after them and seized the two kings of Midian, Zebee and Selmana, and he threw the whole camp into panic.
8:13▷ ⧉ ⤴︎
καὶ ἐπέστρεψεν Γεδεων υἱὸς Ιωας ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Αρες καὶ ἀνέστρεψεν Γεδεων υἱὸς Ιωας ἐκ τοῦ πολέμου ἀπὸ ἀναβάσεως Αρες
約阿施的兒子基甸從戰陣回來,是從亞勒斯戰陣的上邊回來。
And Gideon son of Ioas returned from the battle line, from above the battle line of Ares.
8:14▷ ⧉ ⤴︎
καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων Σοκχωθ καὶ τῶν πρεσβυτέρων αὐτῶν ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωθ καὶ τοὺς πρεσβυτέρους αὐτῆς ἑβδομήκοντα ἑπτὰ ἄνδρας
他捉住疏割人中的一個少年,查問他;那少年就把疏割的首領和他們長老七十七人的名字給他寫下來。
And he caught a young man from the men of Sokchoth and questioned him; and he wrote down for him the names of the rulers of Sokchoth and of their elders, seventy-seven men.
8:15▷ ⧉ ⤴︎
καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν ἰδοὺ Ζεβεε καὶ Σελμανα ἐν οἷς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλείπουσιν ἄρτους καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν αὐτοῖς ἰδοὺ Ζεβεε καὶ Σαλμανα δῑ οὓς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου ὅτι δώσομεν τοῖς ἀνδράσιν σου τοῖς ἐκλελυμένοις ἄρτους
基甸到了疏割的首領那裡,說:「你們看,西巴和撒慕拿在這裡;你們曾為他們譏誚我說:『西巴和撒慕拿的手現今豈已在你手中嗎,以致我們要把餅給那些力竭的人呢?』」
And Gideon came to the rulers of Sokchoth and said, "Look, here are Zebee and Selmana, about whom you reproached me, saying, 'Is the hand of Zebee and Selmana now in your hand, that we should give loaves to the men who are giving out?'"
8:16▷ ⧉ ⤴︎
καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοῖς ἄνδρας Σοκχωθ
他就拿住那城的長老,用曠野的荊棘和巴拉其寧,用這些碾打那城的人。
And he took the elders of the city, with the thorns of the wilderness and with the barakenim, and with them he threshed the men of the city.
8:17▷ ⧉ ⤴︎
καὶ τὸν πύργον Φανουηλ κατέστρεψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως καὶ τὸν πύργον Φανουηλ κατέσκαψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως
他又推倒毘努伊勒的樓,殺了那城的人。
And he overthrew the tower of Phanouel and killed the men of the city.
8:18▷ ⧉ ⤴︎
καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σελμανα ποῦ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβωρ καὶ εἶπαν ὡς σύ ὣς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σαλμανα ποῦ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβωρ καὶ εἶπαν ὡσεὶ σύ ὅμοιος σοί ὅμοιος αὐτῶν ὡς εἶδος μορφὴ υἱῶν βασιλέων
他問西巴和撒慕拿說:「你們在他泊所殺的那些人在哪裡呢?」他們說:「他們像你一樣,都有王子的模樣。」
And he said to Zebee and Selmana, "Where are the men whom you killed at Thabor?" And they said, "As you are, so were they, after the likeness of a king's son."
8:19▷ ⧉ ⤴︎
καὶ εἶπεν Γεδεων ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν ζῇ κύριος εἰ ἐζωογονήκειτε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμᾶς καὶ εἶπεν Γεδεων ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν καὶ ὤμοσεν αὐτοῖς ζῇ κύριος εἰ ἐζωογονήσατε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμᾶς
基甸說:「他們是我的弟兄,是我母親的兒子。耶和華是永活的!你們從前若存留他們的性命,我就不殺你們了。」
And Gideon said, "They were my brothers, the sons of my mother. As the Lord lives, if you had kept them alive, I would not kill you."
8:20▷ ⧉ ⤴︎
καὶ εἶπεν Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ ὅτι ἐφοβήθη ὅτι ἔτι νεώτερος ἦν καὶ εἶπεν τῷ Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ ὅτι ἐφοβήθη ὅτι ἦν νεώτερος
他對他的長子益帖說:「你起來殺他們吧!」但那少年沒有拔出他的刀來,因為他害怕,他還年幼。
And he said to Iether his firstborn, "Rise up and kill them." But the boy did not draw his sword, for he was afraid, because he was still young.
8:21▷ ⧉ ⤴︎
καὶ εἶπεν Ζεβεε καὶ Σελμανα ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου καὶ ἀνέστη Γεδεων καὶ ἀπέκτεινεν τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν καὶ εἶπεν Ζεβεε καὶ Σαλμανα ἀνάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῖν ὅτι ὡς ἀνὴρ ἡ δύναμις αὐτοῦ καὶ ἀνέστη Γεδεων καὶ ἀνεῖλεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν
西巴和撒慕拿說:「你自己起來,迎上我們吧,因為你的力量正如壯士的力量。」基甸就起來,殺了西巴和撒慕拿,又奪了他們駱駝頸項上的月牙圈。
And Zebee and Selmana said, "Rise up yourself and meet us, for your strength is as a man's." And Gideon rose and killed Zebee and Selmana, and he took the crescents that were on the necks of their camels.
8:22▷ ⧉ ⤴︎
καὶ εἶπον ἀνὴρ Ισραηλ πρὸς Γεδεων κύριε ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ καὶ εἶπεν ἀνὴρ Ισραηλ πρὸς Γεδεων ἄρχε ἐν ἡμῖν σὺ καὶ οἱ υἱοί σου ὅτι σέσωκας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ
以色列人對基甸說:「我主啊,求你管轄我們,你和你的兒子都管轄我們,因為你救了我們脫離米甸人的手。」
And the men of Israel said to Gideon, "My lord, rule over us, both you and your son, for you saved us from the hand of Midian."
8:23▷ ⧉ ⤴︎
καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων οὐκ ἄρξω ἐγώ καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν κύριος ἄρξει ὑμῶν καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων οὐκ ἄρξω ἐγὼ ὑμῶν καὶ οὐκ ἄρξει ὁ υἱός μου ὑμῶν κύριος ἄρξει ὑμῶν
基甸對他們說:「我不管轄你們,我的兒子也不在你們中間管轄;耶和華必管轄你們。」
And Gideon said to them, "I will not rule, and my son will not rule among you; the Lord will rule over you."
8:24▷ ⧉ ⤴︎
καὶ εἶπεν Γεδεων πρὸς αὐτούς αἰτήσομαι παρ’ ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς ὅτι Ισμαηλῖται ἦσαν καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων αἰτήσομαι παρ’ ὑμῶν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τῶν σκύλων αὐτοῦ ὅτι ἐνώτια χρυσᾶ πολλὰ ἦν αὐτοῖς ὅτι Ισμαηλῖται ἦσαν
基甸對他們說:「我要向你們求一件事:請你們各人把所奪的一個耳環給我。」原來他們有金耳環,因為他們是以實瑪利人。
And Gideon said to them, "I will ask a request of you: let each man give me an earring from his spoils" - for they had golden earrings, because they were Ismaelites.
8:25▷ ⧉ ⤴︎
καὶ εἶπαν διδόντες δώσομεν καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ καὶ εἶπαν διδόντες δώσομεν καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ καὶ ἔρριψεν ἐκεῖ ἀνὴρ ἐνώτιον χρυσοῦν τῶν σκύλων αὐτοῦ
他們說:「我們情願給你。」基甸就鋪開自己的外衣,各人把所奪的一個耳環丟在其上。
And they said, "We will gladly give." And he spread out his cloak, and each man threw there an earring from his spoils.
8:26▷ ⧉ ⤴︎
καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν ὧν ᾔτησεν χίλιοι καὶ πεντακόσιοι χρυσοῖ πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιαμ καὶ ἐκτὸς τῶν περιθεμάτων ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν καὶ ἐγενήθη ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν ὧν ᾐτήσατο σίκλοι χίλιοι καὶ ἑπτακόσιοι χρυσοῦ πλὴν τῶν σιρώνων καὶ τῶν ὁρμίσκων ενφωθ καὶ τῶν περιβολαίων τῶν πορφυρῶν τῶν ἐπὶ τοῖς βασιλεῦσιν Μαδιαμ καὶ πλὴν τῶν κλοιῶν τῶν χρυσῶν τῶν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν
他所要的金耳環,重一千五百塊金子;此外還有米甸諸王身上的月牙圈、墜子、衣服和紫色的袍子,並他們駱駝頸項上的項圈。
And the weight of the golden earrings that he asked for was one thousand five hundred gold pieces, besides the crescents and the pendants and the garments and the purple robes that were on the kings of Midian, and apart from the collars that were on the necks of their camels.
8:27▷ ⧉ ⤴︎
καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφωθ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Εφραθα καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφουδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Εφραθα καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον
基甸以此製成一個以弗特,設立在他的城以法拉他;以色列眾人就在那裡隨從它行邪淫,這就成了基甸和他全家的絆腳石。
And Gideon made it into an ephoth and set it up in his city Ephratha; and all Israel played the harlot after it there, and it became a stumbling block to Gideon and to his house.
8:28▷ ⧉ ⤴︎
καὶ συνεστάλη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεων καὶ ἐνετράπη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέθεντο ἆραι κεφαλὴν αὐτῶν καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα ἐν ἡμέραις Γεδεων
這樣,米甸在以色列人面前被制伏了,不再抬起頭來。基甸在世的日子,國中太平四十年。
So Midian was brought low before the sons of Israel, and they did not again lift up their head; and the land was quiet forty years in the days of Gideon.
8:29▷ ⧉ ⤴︎
καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ κατῴκησεν ἐν τῷ οἴκῳ αὐτοῦ
約阿施的兒子耶路巴力回去,住在自己家裡。
And Ierobaal son of Ioas went and settled in his house.
8:30▷ ⧉ ⤴︎
καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ
基甸有七十個兒子,都是從他身所出的,因為他有許多妻子。
And Gideon had seventy sons who had come out of his loins, for he had many wives.
8:31▷ ⧉ ⤴︎
καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχεμ καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν καὶ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ καὶ ἡ παλλακὴ αὐτοῦ ἡ ἐν Σικιμοις ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ
他有一個妾在示劍,她也給他生了一個兒子,基甸給他起名叫亞比米勒。
And his concubine was in Sychem, and she also bore him a son, and he set his name as Abimelech.
8:32▷ ⧉ ⤴︎
καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εφραθα Αβιεσδρι καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πολιᾷ ἀγαθῇ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εφραθα πατρὸς Αβιεζρι
約阿施的兒子基甸死在自己的城裡,葬在亞比以斯得利人的以法拉他,在他父親約阿施的墳墓裡。
And Gideon son of Ioas died in his own city, and he was buried in the tomb of Ioas his father, in Ephratha of Abiesdri.
8:33▷ ⧉ ⤴︎
καὶ ἐγένετο καθὼς ἀπέθανεν Γεδεων καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βααλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν καὶ ἐγενήθη ὡς ἀπέθανεν Γεδεων καὶ ἀπεστράφησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθεντο αὑτοῖς τὸν Βααλβεριθ εἰς διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν
基甸一死,以色列人就轉去隨從眾巴力行邪淫,並為自己與巴力立約,以它作他們的神。
And it happened, when Gideon died, that the sons of Israel turned back and played the harlot after the Baalim, and they made for themselves a covenant with Baal, that he should be their god.
8:34▷ ⧉ ⤴︎
καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ θεοῦ αὐτῶν τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν
以色列人不記念耶和華神,就是那救他們脫離四圍一切欺壓他們之人的手的。
And the sons of Israel did not remember the Lord God, who had rescued them from the hand of all who afflicted them round about.
8:35▷ ⧉ ⤴︎
καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ αὐτός ἐστιν Γεδεων κατὰ πάντα τὰ ἀγαθά ἃ ἐποίησεν μετὰ Ισραηλ καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ Γεδεων κατὰ πᾶσαν τὴν ἀγαθωσύνην ἣν ἐποίησεν μετὰ Ισραηλ
他們也沒有照著耶路巴力(他就是基甸)向以色列所行的一切善事,以恩慈待他的家。
And they did not show mercy to the house of Ierobaal - he is Gideon - according to all the good things that he had done for Israel.
← 第 7 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 9 章 → 新的原文誦讀上線時通知我 每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。
訂閱