← 回書卷目次 · 七十士譯本 › 士師記
True
士師記 第 5 章 希臘文原文.31 節.部分字詞可點開查義
← 第 4 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 6 章 → 📖 這一章另有 3 種原文 ——
並排對照 (希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註 。原形主要取自同語言其他書卷的逐詞標註 (不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯 ,直接譯自本頁的原文 (非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
⏮ ▶ 播放整章 原文誦讀(本站合成語音) –:–– 速度0.75× 1× 1.25× 1.5× 下載 mp3 5:1▷ ⧉ ⤴︎
καὶ ᾖσαν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν
那日,底波拉和亞比暖的兒子巴拉歌唱說:
And on that day Debbora and Barak the son of Abineem sang, saying:
5:2▷ ⧉ ⤴︎
ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ισραηλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον
以色列中有啟示被顯明出來,當百姓甘心獻上自己的時候。你們要頌讚主!
A revelation was revealed in Israel, when the people offered themselves willingly. Bless the Lord!
5:3▷ ⧉ ⤴︎
ἀκούσατε βασιλεῖς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τῷ κυρίῳ ἐγώ εἰμι ᾄσομαι ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ισραηλ ἀκούσατε βασιλεῖς ἐνωτίζεσθε σατράπαι δυνατοί ἐγὼ τῷ κυρίῳ ᾄσομαι ψαλῶ τῷ θεῷ Ισραηλ
君王啊,你們要聽;總督啊,你們要側耳。我是屬主的,我是屬主的;我要歌唱,我要向主以色列的神歌頌。
Hear, O kings, and give ear, O satraps: I am the Lord's, I am; I will sing, I will make melody to the Lord, the God of Israel.
5:4▷ ⧉ ⤴︎
κύριε ἐν τῇ ἐξόδῳ σου ἐν Σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ κύριε ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἐξεστάθη καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ
主啊,你在西珥出來的時候,你從以東的田野起行的時候,地就震動,天滴下露水,雲也滴下雨水。
O Lord, at your going forth in Seir, when you departed from the field of Edom, the earth quaked, and the heaven dropped dews, and the clouds dropped water.
5:5▷ ⧉ ⤴︎
ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ελωι τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ
群山在主以羅伊面前搖動,這西奈也在主以色列之神面前搖動。
Mountains were shaken before the face of the Lord Eloi — this Sina — before the face of the Lord God of Israel.
5:6▷ ⧉ ⤴︎
ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους ἐπορεύθησαν ὁδοὺς διεστραμμένας
在亞拿之子珊迦的日子,在雅億的日子,人都離棄了大道,改走小徑;他們走彎曲的路。
In the days of Samegar son of Anath, in the days of Iael, they forsook the roads and travelled by byways; they travelled by crooked ways.
5:7▷ ⧉ ⤴︎
ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ ἐξέλιπον ἕως οὗ ἀναστῇ Δεββωρα ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ισραηλ ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ ἐξέλιπεν ἕως οὗ ἐξανέστη Δεββωρα ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ
以色列中的勇士都衰微了,都衰微了,直到底波拉興起,直到以色列中有一位母親興起。
The mighty men in Israel failed, they failed, until Debbora arose, until a mother arose in Israel.
5:8▷ ⧉ ⤴︎
ἐξελέξαντο θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ισραηλ ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν
他們揀選了新的神;那時首領們的城邑就爭戰。以色列的四萬人中,可曾看見一面盾牌、一枝長矛麼?
They chose new gods; then the cities of rulers made war. Was a shield to be seen, or a spear, among forty thousand in Israel?
5:9▷ ⧉ ⤴︎
ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε κύριον ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ οἱ δυνάσται τοῦ λαοῦ εὐλογεῖτε τὸν κύριον
我的心嚮往那為以色列所定規的事。百姓中甘心獻上自己的人哪,你們要頌讚主!
My heart is toward the things ordained for Israel. You who offer yourselves willingly among the people — bless the Lord!
5:10▷ ⧉ ⤴︎
ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ’ ὁδῷ ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων καθήμενοι ἐπὶ λαμπηνῶν
你們正午騎母驢的,坐在審判座上的,並沿路往議會去的,
You who ride on a she-donkey at noon, you who sit on the judgment seat, and you who travel the roads of the assemblies on the way —
5:11▷ ⧉ ⤴︎
διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ δικαιοσύνας αὔξησον ἐν Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων ἐκεῖ δώσουσιν δικαιοσύνην κυρίῳ δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ ὁ λαὸς κυρίου
你們要傳述!在打水之處,那撥弄琴弦之人的聲音中——他們必在那裡將公義的作為歸給主,就是公義的作為。求你使公義在以色列中加增。那時,主的百姓下到各城去。
Recount it, from the sound of those who strike up music among those who draw water! There they shall render righteous deeds to the Lord, righteous deeds. Increase them in Israel! Then the people of the Lord went down to the cities.
5:12▷ ⧉ ⤴︎
ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ᾠδήν ἀνάστα Βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξέγειρον μυριάδας μετὰ λαοῦ ἐξεγείρου ἐξεγείρου λάλει μετ’ ᾠδῆς ἐνισχύων ἐξανίστασο Βαρακ καὶ ἐνίσχυσον Δεββωρα τὸν Βαρακ αἰχμαλώτιζε αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ
底波拉啊,興起,興起!興起,興起,唱一首歌吧!亞比暖的兒子巴拉啊,起來,擄掠你所擄掠的!
Awake, awake, Debbora! Awake, awake, utter a song! Arise, Barak, and lead captive your captivity, son of Abineem!
5:13▷ ⧉ ⤴︎
τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ κύριε ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου
那時,所剩下的人下到勇士那裡;主的百姓為他下去,在強壯的人中間。
Then a remnant went down to the mighty; the people of the Lord went down for him among the strong.
5:14▷ ⧉ ⤴︎
ἐξ ἐμοῦ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Αμαληκ ὀπίσω σου Βενιαμιν ἐν τοῖς λαοῖς σου ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως
以法蓮出於我,在亞瑪力中把他們連根拔起;便雅憫啊,在你的眾民中隨在你後面。瑪吉在我裡面,他們下去搜尋;西布倫那裡有握著書記記事之杖的人。
From me Ephraim rooted them out in Amalek; after you, Beniamin, among your peoples. In me Machir — they went down searching out; and from Zaboulon those who wield the rod of a scribe's recounting.
5:15▷ ⧉ ⤴︎
καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας
以薩迦中的首領與底波拉、巴拉同在;巴拉也是這樣,他在山谷中徒步差派人。至於流便的各分部,有深深觸及人心的大事。
And chiefs in Issachar with Debbora and Barak; so too Barak in the valleys — he sent forth on his feet. As for the divisions of Rouben, great are the things that reach the heart.
5:16▷ ⧉ ⤴︎
εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων εἰς διαιρέσεις Ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων τοῦ διελθεῖν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας
他們為何坐在雙重馱擔中間,要聽使者的呼哨呢?至於流便的各分部,有極深的心中省察。
Why did they sit between the double packsaddles, to hear the whistling of messengers? As for the divisions of Rouben, great are the examinations of the heart.
5:17▷ ⧉ ⤴︎
Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐσκήνωσεν καὶ Δαν εἰς τί παροικεῖ πλοίοις Ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις Ασηρ παρῴκησεν παρ’ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν
基列在約旦河那邊安營;但為何寄居在船上呢?亞設坐在海邊,並要在海的出口處安營。
Galaad encamped beyond the Jordan; and Dan — why does he sojourn among ships? Aser sat by the seacoast of the seas, and at its outlets he will encamp.
5:18▷ ⧉ ⤴︎
Ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλι ἐπὶ ὕψη ἀγροῦ Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ
西布倫是輕看自己性命、以至於死的民;拿弗他利也在田野的高處。
Zaboulon is a people that held its life in contempt, even unto death; and Nephthali, upon the heights of the field.
5:19▷ ⧉ ⤴︎
ἦλθον αὐτῶν βασιλεῖς παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω δῶρον ἀργυρίου οὐκ ἔλαβον ἦλθον βασιλεῖς καὶ παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον
他們的王來了,擺開陣勢;那時迦南的諸王在他納、米吉多水旁爭戰,卻沒有得著銀子的禮物。
Their kings came, they drew up in array; then the kings of Chanaan fought at Thanaach by the water of Megeddo; they took no gift of silver.
5:20▷ ⧉ ⤴︎
ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισαρα ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα
眾星從天上擺陣,從自己的軌道上擺陣攻擊西西拉。
From heaven the stars drew up in array; from their courses they arrayed themselves against Sisara.
5:21▷ ⧉ ⤴︎
χειμάρρους Κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους Κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή χειμάρρους Κισων ἐξέβαλεν αὐτούς χειμάρρους καδημιμ χειμάρρους Κισων καταπατήσει αὐτοὺς ψυχή μου δυνατή
基順河把他們沖走了——那古時的河,基順河。我剛強的心必踐踏他。
The torrent Kison swept them away — the torrent of the ancients, the torrent Kison. My mighty soul shall trample him down.
5:22▷ ⧉ ⤴︎
τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ τότε ἀπεκόπησαν πτέρναι ἵππου αμαδαρωθ δυνατῶν αὐτοῦ
那時,馬蹄被絆住了;他的勇士急忙奔馳。
Then the hooves of the horse were hobbled; his mighty ones hurried in haste.
5:23▷ ⧉ ⤴︎
καταρᾶσθε Μηρωζ εἶπεν ἄγγελος κυρίου καταρᾶσθε ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοῖς καταράσασθε Μαρωζ εἶπεν ὁ ἄγγελος κυρίου καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός
主的使者說:「你們要咒詛米羅斯,要咒詛!凡住在其中的都當受咒詛,因為他們不來幫助主,不在勇士中間前來幫助。」
Curse Meroz, said the angel of the Lord; curse! Cursed be everyone who dwells in her, because they did not come to the help of the Lord, to the help among the mighty.
5:24▷ ⧉ ⤴︎
εὐλογηθείη ἐν γυναιξὶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη
願基尼人希百的妻子雅億在婦女中蒙福;願她在帳棚中的婦女以上蒙福。
Blessed among women be Iael, the wife of Chaber the Kenite; above the women in tents let her be blessed.
5:25▷ ⧉ ⤴︎
ὕδωρ ᾔτησεν γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον ὕδωρ ᾔτησεν αὐτήν καὶ γάλα ἔδωκεν αὐτῷ ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον
他求水,她給了奶;用尊貴人的碗,端上奶酪。
He asked for water; she gave milk. In a bowl of nobles she brought curds.
5:26▷ ⧉ ⤴︎
χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησεν Σισαρα διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτοῦ τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ
她伸左手拿帳棚的橛子,伸右手拿勞工的錘子;她錘打西西拉,把他的頭釘穿,又擊打,把他的鬢角釘穿。
She stretched out her left hand to the peg, and her right hand to the workmen's hammer; and she hammered Sisara, she nailed through his head, and she struck, she nailed through his temple.
5:27▷ ⧉ ⤴︎
ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς ἐν ᾧ ἔκαμψεν ἐκεῖ ἔπεσεν ταλαίπωρος
他在她腳中間翻倒,仆倒,躺臥了;他在她腳中間屈身仆倒;他在哪裡屈身,就在哪裡仆倒斷氣。
Between her feet he was rolled down; he fell and lay still. Between her feet he sank down and fell; as he sank down, there he fell, having expired.
5:28▷ ⧉ ⤴︎
διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς τοῦ τοξικοῦ διότι ᾐσχύνθη ἅρμα αὐτοῦ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ
西西拉的母親從窗戶往外探望,探出窗孔之外:「他的戰車為何蒙羞呢?他戰車的腳步為何遲延呢?」
Through the window the mother of Sisara leaned out, beyond the loophole: Why is his chariot put to shame? Why do the feet of his chariots tarry?
5:29▷ ⧉ ⤴︎
αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς
她那些有智慧的女官回答她,她自己也把自己的話反覆對自己說。
Her wise princesses answered her, and she herself returned her own words to herself.
5:30▷ ⧉ ⤴︎
οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκῦλα βαμμάτων τῷ Σισαρα σκῦλα βαμμάτων ποικιλίας βάμματα ποικιλτῶν αὐτά τῷ τραχήλῳ αὐτοῦ σκῦλα οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ σκῦλα βαμμάτων Σισαρα σκῦλα βαμμάτων ποικιλίας βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον
他們豈不是要遇見他正在分掠物麼?憐憫人的必憐憫一個男丁的頭。西西拉得了染色衣物為掠物,得了彩色染衣為掠物,就是繡工所染的衣物,作他頸項上的掠物。
Will they not find him dividing spoils? A compassionate one will show compassion for the head of a man. Spoils of dyed cloths for Sisara, spoils of dyed cloths of embroidery, dyed works of embroiderers — these as spoils for his neck.
5:31▷ ⧉ ⤴︎
οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη
主啊,願你一切的仇敵都這樣滅亡;願愛他的人如日頭出現,大有能力。於是那地太平了四十年。
So let all your enemies perish, O Lord; and let those who love him be as the going forth of the sun in his might. And the land was quiet forty years.
← 第 4 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 6 章 → 新的原文誦讀上線時通知我 每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。
訂閱