← 回書卷目次 · 七十士譯本 › 士師記
True
士師記 第 18 章 希臘文原文.31 節.部分字詞可點開查義
← 第 17 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 19 章 → 📖 這一章另有 3 種原文 ——
並排對照 (希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註 。原形主要取自同語言其他書卷的逐詞標註 (不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯 ,直接譯自本頁的原文 (非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
⏮ ▶ 播放整章 原文誦讀(本站合成語音) –:–– 速度0.75× 1× 1.25× 1.5× 下載 mp3 18:1▷ ⧉ ⤴︎
ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δαν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει ἡ φυλὴ τοῦ Δαν ἑαυτῇ κληρονομίαν τοῦ κατοικεῖν ὅτι οὐκ ἔπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία
當那些日子,以色列中沒有王。當那些日子,但支派正為自己尋找可居住的產業,因為直到那日,在以色列眾支派中,還沒有產業歸給他們。
In those days there was no king in Israel; and in those days the tribe of Dan was seeking for itself an inheritance to dwell in, because until that day no inheritance had fallen to it in the midst of the tribes of Israel.
18:2▷ ⧉ ⤴︎
καὶ ἀπέστειλαν οἱ υἱοὶ Δαν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν καὶ ἦλθον ἕως ὄρους Εφραιμ ἕως οἴκου Μιχαια καὶ ηὐλίσθησαν ἐκεῖ καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γῆν καὶ παρεγένοντο εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκεῖ
但的子孫從他們的宗族中打發五個人,就是有能力的人,從撒拉和以實陶出去,要窺探那地、詳查那地。他們對他們說:「你們去詳查那地。」他們就來到以法蓮山地,直到米迦亞的家,在那裡住宿。
And the sons of Dan sent from their clans five men, sons of valour, from Saraa and from Esthaol, to spy out the land and to search it thoroughly; and they said to them: Go and search out the land. And they came as far as the mountain of Ephraim, as far as the house of Michaias, and they lodged there.
18:3▷ ⧉ ⤴︎
αὐτοὶ ἐν οἴκῳ Μιχαια καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ τίς ἤνεγκέν σε ὧδε καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ καὶ τί σοι ὧδε αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ τίς ἤγαγέν σε ὧδε καὶ τί ποιεῖς ἐνταῦθα καὶ τί σοί ἐστιν ὧδε
他們在米迦亞的家那裡,就聽出那少年利未人的聲音,便轉到那裡,對他說:「誰帶你到這裡來?你在這地方作甚麼?你在這裡有甚麼?」
They were at the house of Michaias, and they recognized the voice of the young man, the Levite, and they turned aside there and said to him: Who brought you here? And what are you doing in this place? And what have you here?
18:4▷ ⧉ ⤴︎
καὶ εἶπεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχαιας καὶ ἐμισθώσατό με καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα καὶ εἶπεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα
他對他們說:「米迦亞如此如此待我,雇了我,我就作了他的祭司。」
And he said to them: Thus and thus Michaias did for me, and he hired me, and I became a priest to him.
18:5▷ ⧉ ⤴︎
καὶ εἶπαν αὐτῷ ἐρώτησον δὴ ἐν τῷ θεῷ καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ καὶ εἶπαν αὐτῷ ἐπερώτησον δὴ ἐν τῷ θεῷ καὶ γνωσόμεθα εἰ κατευοδοῖ ἡ ὁδὸς ἡμῶν ἣν ἡμεῖς πορευόμεθα ἐπ’ αὐτήν
他們對他說:「請你求問神,使我們知道我們所行的這路通達不通達。」
And they said to him: Please inquire of God, that we may know whether the way on which we are going will prosper.
18:6▷ ⧉ ⤴︎
καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς πορεύεσθε ἐν εἰρήνῃ ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς πορεύεσθε εἰς εἰρήνην ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν καθ’ ἣν ὑμεῖς πορεύεσθε ἐν αὐτῇ
祭司對他們說:「你們平平安安地去吧,你們所行的路是在主面前的。」
And the priest said to them: Go in peace; your way on which you are going is before the Lord.
18:7▷ ⧉ ⤴︎
καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισα καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ’ ἐλπίδι ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ κληρονόμος ἐκπιέζων θησαυροῦ καὶ μακράν εἰσιν Σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας
那五個人就去了,來到拉伊撒,看見其中的民安然居住,如同西頓人的規矩,平靜無事;那地沒有人折辱人或使話語蒙羞,也沒有承受產業的人榨取財寶。他們離西頓人甚遠,與人也沒有來往。
And the five men went and came to Laisa, and they saw the people in her midst dwelling in security, after the manner of the Sidonians, at rest; and there was no one putting to shame or disgracing a word in the land, no heir squeezing out treasure; and they are far from the Sidonians and have no dealings with any person.
18:8▷ ⧉ ⤴︎
καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν τί ὑμεῖς κάθησθε καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ καὶ ἔλεγον αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν τί ὑμεῖς κάθησθε
那五個人回到撒拉和以實陶他們弟兄那裡,對他們的弟兄說:「你們坐著作甚麼呢?」
And the five men came to their brothers at Saraa and Esthaol, and they said to their brothers: Why are you sitting still?
18:9▷ ⧉ ⤴︎
καὶ εἶπαν ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς ἡσυχάζετε μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν καὶ εἶπαν ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς σιωπᾶτε μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν
他們說:「起來,我們上去攻擊他們;因為我們看見了那地,看哪,極其美好。你們竟安坐不動!不要遲延,要去進入,承受那地為業。」
And they said: Arise, and let us go up against them, for we have seen the land, and behold, it is very good. And you are keeping still! Do not be slow to go and to enter in to take possession of the land.
18:10▷ ⧉ ⤴︎
καὶ ἡνίκα ἂν ἔλθητε εἰσελεύσεσθε πρὸς λαὸν ἐπ’ ἐλπίδι καὶ ἡ γῆ πλατεῖα ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ ἡνίκα ἂν εἰσέλθητε ἥξετε πρὸς λαὸν πεποιθότα καὶ ἡ γῆ εὐρύχωρος ὅτι παρέδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν τόπος οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος ὅσα ἐν τῇ γῇ
你們一到,就必進到一族安然居住的民那裡;那地也寬闊,因為神已將它交在你們手中。那是個毫無缺乏、地上各樣物件都不缺的地方。
And when you come, you will enter to a people dwelling in security, and the land is broad, for God has given it into your hand — a place where there is no lack there of anything that is in the land.
18:11▷ ⧉ ⤴︎
καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δαν ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως καὶ ἀπῆραν ἐκ συγγενείας τοῦ Δαν ἐκ Σαραα καὶ Εσθαολ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικά
於是但的宗族中有六百人,佩帶打仗的兵器,從撒拉和以實陶從那裡出發。
And there set out from there, from the clans of Dan, from Saraa and from Esthaol, six hundred men girded with weapons of battle array.
18:12▷ ⧉ ⤴︎
καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαριμ ἐν Ιουδα διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης ἰδοὺ ὀπίσω Καριαθιαριμ καὶ ἀνέβησαν καὶ παρενεβάλοσαν ἐν Καριαθιαριμ ἐν Ιουδα διὰ τοῦτο ἐκλήθη τῷ τόπῳ ἐκείνῳ Παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης ἰδοὺ κατόπισθεν Καριαθιαριμ
他們上去,在猶大的基列耶琳安營。因此那地方名叫但營,直到今日;看哪,就在基列耶琳的後面。
And they went up and encamped at Kariathiarim in Iouda. Therefore that place was called the Camp of Dan to this day; behold, it is behind Kariathiarim.
18:13▷ ⧉ ⤴︎
καὶ παρῆλθον ἐκεῖθεν ὄρος Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχαια παρῆλθαν ἐκεῖθεν καὶ ἦλθαν ἕως τοῦ ὄρους Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχα
他們從那裡經過以法蓮山地,來到米迦亞的家。
And they passed on from there to the mountain of Ephraim and came as far as the house of Michaias.
18:14▷ ⧉ ⤴︎
καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν Λαισα καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ εφωδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νῦν γνῶτε ὅ τι ποιήσετε καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰ οἴδατε ὅτι ἐν τοῖς οἴκοις τούτοις εφουδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νῦν γνῶτε τί ποιήσετε
那曾去窺探拉伊撒地的五個人回答他們的弟兄說:「你們知道這家裡有以弗得、家神像、雕像和鑄像嗎?現在你們要知道所當作的。」
And the five men who had gone to spy out the land of Laisa answered and said to their brothers: You know that in this house there are an ephod and teraphin and a carved image and a cast image. And now consider what you will do.
18:15▷ ⧉ ⤴︎
καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου οἶκον Μιχαια καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσήλθοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μιχα καὶ ἠσπάσαντο αὐτόν
他們就轉到那裡,進了那少年利未人的家,就是米迦亞的家,問他安好。
And they turned aside there and entered the house of the young man, the Levite, the house of Michaias, and asked him after his welfare.
18:16▷ ⧉ ⤴︎
καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης οἱ ἐκ τῶν υἱῶν Δαν καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος οἱ ἐκ τῶν υἱῶν Δαν
那六百但人佩帶自己打仗的兵器,站在大門的門口。
And the six hundred men girded with their weapons of battle array stood at the door of the gate — those of the sons of Dan.
18:17▷ ⧉ ⤴︎
καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν ἐπελθόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ ὁ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ θύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά
那曾去窺探那地的五個人上去了。
And the five men who had gone to spy out the land went up.
18:18▷ ⧉ ⤴︎
καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαια καὶ ὁ ἱερεὺς ἑστώς καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμεῖς ποιεῖτε καὶ οὗτοι εἰσῆλθον εἰς οἶκον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμεῖς ποιεῖτε
他們進到那裡,進了米迦亞的家,祭司正站著;他們就把雕像、以弗得、家神像和鑄像都拿了去。祭司對他們說:「你們作甚麼呢?」
And they entered there into the house of Michaias, and the priest was standing there, and they took the carved image and the ephod and the teraphin and the cast image. And the priest said to them: What are you doing?
18:19▷ ⧉ ⤴︎
καὶ εἶπαν αὐτῷ κώφευσον ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ’ ἡμῶν καὶ γενοῦ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ισραηλ καὶ εἶπαν πρὸς αὐτόν κώφευσον ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ’ ἡμῶν καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ
他們對他說:「不要作聲,用手摀口,跟我們去吧,作我們的父,作我們的祭司。你作一人之家的祭司好呢?還是作以色列一族之支派並一家的祭司好呢?」
And they said to him: Be silent, put your hand upon your mouth, and come with us, and become to us a father and a priest. Is it better for you to be priest of the house of one man, or for you to become priest of a tribe and a house, to a clan in Israel?
18:20▷ ⧉ ⤴︎
καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως καὶ ἔλαβεν τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ
祭司心裡喜悅,便拿著以弗得、家神像、雕像和鑄像,來到這民中間。
And the heart of the priest was glad, and he took the ephod and the teraphin and the carved image and the cast image, and he went in the midst of the people.
18:21▷ ⧉ ⤴︎
καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν καὶ ἔταξαν τὴν πανοικίαν καὶ τὴν κτῆσιν αὐτοῦ τὴν ἔνδοξον ἔμπροσθεν αὐτῶν
他們就轉身前行,把孩子、牲畜財物和輜重都安置在前頭。
And they turned and departed, and they put the children and the possessions and the baggage in front of them.
18:22▷ ⧉ ⤴︎
αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαια καὶ ἰδοὺ Μιχαιας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαια ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δαν αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν
他們離米迦亞的家已經遠了。看哪,米迦亞和住在米迦亞家鄰近各家的人都呼喊起來,追上了但的子孫。
They had gone far from the house of Michaias, and behold, Michaias and the men in the houses that were near the house of Michaias cried out and overtook the sons of Dan.
18:23▷ ⧉ ⤴︎
καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ Δαν καὶ εἶπαν τῷ Μιχαια τί ἐστίν σοι ὅτι ἐβόησας καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα τί ἐστίν σοι ὅτι ἔκραξας
但的子孫轉過臉來,對米迦亞說:「你有甚麼事,竟這樣呼喊呢?」
And the sons of Dan turned their face and said to Michaias: What is the matter with you, that you have cried out?
18:24▷ ⧉ ⤴︎
καὶ εἶπεν Μιχαιας ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε καὶ τί ἐμοὶ ἔτι καὶ τί τοῦτο λέγετε πρός με τί κράζεις καὶ εἶπεν Μιχα ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐμαυτῷ ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε καὶ τί ἐμοὶ ἔτι καὶ τί τοῦτο λέγετέ μοι τί τοῦτο κράζεις
米迦亞說:「你們把我所造的雕像和祭司都拿了去,你們走了,我還有甚麼呢?你們怎麼還對我說『你喊甚麼』呢?」
And Michaias said: You have taken my carved image which I made, and the priest, and you have gone away; and what is left to me? And how is it that you say to me: What are you crying about?
18:25▷ ⧉ ⤴︎
καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ’ ἡμῶν μήποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ’ ἡμῶν μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου
但的子孫對他說:「不要讓我們聽見你的聲音,恐怕心裡苦毒的人遇上我們,就把性命——連你全家的性命——都一併賠上了。」
And the sons of Dan said to him: Do not let your voice be heard among us, lest men bitter in soul fall in with us, and they add a life, even the life of your household.
18:26▷ ⧉ ⤴︎
καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς ὁδὸν αὐτῶν καὶ εἶδεν Μιχαιας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν καὶ ἐπόστρεψεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ
但的子孫就走他們的路去了。米迦亞見他們比自己強壯,就轉身回自己的家去了。
And the sons of Dan went on their way; and Michaias saw that they were stronger than he, and he turned back to his house.
18:27▷ ⧉ ⤴︎
καὶ οἱ υἱοὶ Δαν ἔλαβον ὃ ἐποίησεν Μιχαιας καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ καὶ ἦλθον ἐπὶ Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ’ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ καὶ ἦλθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν
但的子孫帶著米迦亞所造的,並那作他祭司的人,來到拉伊撒,到那平靜安然、安心倚靠的民那裡,用刀口擊殺他們,又放火燒了那城。
And the sons of Dan took what Michaias had made, and the priest who was his, and they came against Laisa, against a people at rest and confident in security, and they struck them with the edge of the sword, and they burned the city with fire.
18:28▷ ⧉ ⤴︎
καὶ οὐκ ἦν ὁ ῥυόμενος ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ρααβ καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ καὶ οὐκ ἔστιν ἐξαιρούμενος ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων καὶ αὐτὴ ἐν κοιλάδι ἥ ἐστιν τοῦ οἴκου Ροωβ καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ
無人搭救,因為那城離西頓人甚遠,與人也沒有來往。那城在拉哈家的谷中。他們建造那城,住在其中。
And there was no deliverer, because it is far from the Sidonians, and they have no dealings with anyone; and it lay in the valley of the house of Raab. And they built the city and settled in it.
18:29▷ ⧉ ⤴︎
καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν ἐν ὀνόματι Δαν πατρὸς αὐτῶν ὃς ἐτέχθη τῷ Ισραηλ καὶ Ουλαμαις τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν ὃς ἐγενήθη τῷ Ισραηλ καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον
他們照著他們祖宗但的名,給那城起名叫但;但是以色列所生的。那城先前的名字是烏拉邁斯。
And they called the name of the city Dan, after the name of Dan their father, who was born to Israel; and Oulamais was the name of the city formerly.
18:30▷ ⧉ ⤴︎
καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δαν τὸ γλυπτόν καὶ Ιωναθαμ υἱὸς Γηρσομ υἱὸς Μανασση αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως ἡμέρας ἀποικίας τῆς γῆς καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δαν τὸ γλυπτὸν Μιχα καὶ Ιωναθαν υἱὸς Γηρσωμ υἱοῦ Μωυσῆ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς
但的子孫為自己立了那雕像。革桑的兒子、瑪拿西的兒子約拿探,他和他的子孫作但支派的祭司,直到那地被擄遷徙的日子。
And the sons of Dan set up for themselves the carved image; and Ionatham son of Gersom, son of Manasse, he and his sons were priests to the tribe of Dan until the day of the deportation of the land.
18:31▷ ⧉ ⤴︎
καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτόν ὃ ἐποίησεν Μιχαιας πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλωμ καὶ ἔταξαν ἑαυτοῖς τὸ γλυπτὸν Μιχα ὃ ἐποίησεν πάσας τὰς ἡμέρας ὅσας ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλω
神的殿在示羅的一切日子,他們都為自己立著米迦亞所造的那雕像。
And they set up for themselves the carved image which Michaias had made, all the days that the house of God was in Selom.
← 第 17 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 19 章 → 新的原文誦讀上線時通知我 每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。
訂閱