📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 士師記

True

士師記 第 21 章

希臘文原文.25 節.部分字詞可點開查義

← 第 20 章
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
21:1
καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν ἐν Μασσηφα λέγοντες ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηφα λέγων ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα
以色列人在米斯巴起誓說:「我們中間沒有一個人可以把自己的女兒給便雅憫人為妻。」
And the sons of Israel swore in Massepha, saying, "No man of us shall give his daughter to Benjamin for a wife."
21:2
καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν καὶ παρεγένοντο πᾶς ὁ λαὸς εἰς Μασσηφα καὶ Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
百姓來到伯特利,在那裡坐在神面前直到晚上,放聲大哭。
And the people came to Baithel and sat there until evening before God, and they lifted up their voice and wept a great weeping.
21:3
καὶ εἶπαν εἰς τί κύριε θεὲ Ισραηλ ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ισραηλ φυλὴν μίαν καὶ εἶπαν ἵνα τί κύριε ὁ θεὸς Ισραηλ ἐγενήθη αὕτη ἐν τῷ Ισραηλ τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ φυλὴν μίαν
他們說:「耶和華以色列的神啊,為何有這樣的事,以致今日以色列中缺了一個支派呢?」
And they said, "To what end, O Lord God of Israel, has this come about, that one tribe should be missing from Israel today?"
21:4
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου
次日百姓清早起來,在那裡築了一座壇,獻上全燔祭與完全祭。
And it came to pass on the next day that the people rose early and built there an altar and offered up whole burnt offerings and offerings of completion.
21:5
καὶ εἶπον οἱ υἱοὶ Ισραηλ τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτῳ θανατωθήσεται καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ὁ μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτῳ ἀποθανεῖται
以色列人說:「以色列眾支派中,誰沒有上到會眾中來見耶和華呢?」因為他們曾起了重誓,說凡不上米斯巴到耶和華那裡的,必被治死。
And the sons of Israel said, "Who from all the tribes of Israel did not come up in the assembly to the Lord?" For a great oath had been laid on those who had not come up to the Lord at Massepha, saying, "He shall surely be put to death."
21:6
καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἀδελφὸν αὐτῶν καὶ εἶπαν ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ισραηλ καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν ἀφῄρηται σήμερον φυλὴ μία ἐξ Ισραηλ
以色列人為他們的弟兄便雅憫心生憐恤,說:「今日以色列中被剪除了一個支派。
And the sons of Israel were moved with pity toward Benjamin their brother, and they said, "Today one tribe has been cut off from Israel.
21:7
τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας
我們怎樣為那些剩下存留的人辦理妻室呢?因為我們已經指著耶和華起誓,不把我們的女兒給他們為妻。」
What shall we do for those remaining who are left, concerning wives? For we have sworn by the Lord not to give them of our daughters for wives."
21:8
καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν Ισραηλ ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν καὶ εἶπαν τίς μία τῶν φυλῶν Ισραηλ ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν
他們說:「以色列支派中有哪一個沒有上米斯巴到耶和華那裡去呢?」看哪,從基列雅比沒有一個人到營中、到會眾那裡來。
And they said, "Which one from the tribes of Israel is there that did not go up to the Lord at Massepha?" And behold, no man had come to the camp from Iabis Galaad, to the assembly.
21:9
καὶ ἐπεσκέπη ὁ λαός καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβις Γαλααδ καὶ ἐπεσκέπη ὁ λαός καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ
百姓被數點,見基列雅比的居民中沒有一人在那裡。
And the people were mustered, and there was no man there from the inhabitants of Iabis Galaad.
21:10
καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας καὶ ἀπέστειλαν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν
會眾就打發一萬二千個勇力之子往那裡去,吩咐他們說:「你們去,用刀口擊殺基列雅比的居民。
And the congregation sent there twelve thousand men from the sons of valour, and commanded them, saying, "Go and strike the inhabitants of Iabis Galaad with the mouth of the sword.
21:11
καὶ τοῦτο ποιήσετε πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε τὰς δὲ παρθένους περιποιήσεσθε καὶ ἐποίησαν οὕτως καὶ οὗτος ὁ λόγος ὃν ποιήσετε πᾶν ἀρσενικὸν καὶ πᾶσαν γυναῖκα γινώσκουσαν κοίτην ἄρσενος ἀναθεματιεῖτε
你們要這樣行:凡男子,和一切曾與男子同寢的女子,都要滅絕歸邪;至於處女,你們要存留。」他們就這樣行了。
And this you shall do: every male, and every woman who has known the bed of a male, you shall devote to destruction; but the virgins you shall preserve." And they did so.
21:12
καὶ εὗρον ἀπὸ οἰκούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλων τὴν ἐν γῇ Χανααν καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλω ἥ ἐστιν ἐν γῇ Χανααν
他們在基列雅比的居民中尋得四百個年輕處女,是未曾與男子同寢認識男人的,就把她們帶到迦南地的示羅營中。
And they found among the inhabitants of Iabis Galaad four hundred young virgins who had not known a man in the bed of a male, and they brought them to the camp, to Selon which is in the land of Chanaan.
21:13
καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμιν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς Βενιαμιν τὸν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην
全會眾打發人去,向臨門磐的便雅憫人說話,招呼他們來和好。
And the whole congregation sent and spoke to the sons of Benjamin at the rock of Remmon, and called them to peace.
21:14
καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως καὶ ἀπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς τὰς γυναῖκας αἵτινες ἦσαν ἐκ τῶν γυναικῶν Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως
當時便雅憫人回到以色列人那裡,以色列人就把從基列雅比女子中存留下來的女子給了他們;他們這樣行,眾人都以為滿意。
And Benjamin returned to the sons of Israel at that time, and the sons of Israel gave them the women whom they had kept alive from the daughters of Iabis Galaad; and it pleased them so.
21:15
καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ καὶ ὁ λαὸς παρεκλήθη τῷ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ
百姓為便雅憫心生憐恤,因為耶和華使以色列支派中有了破口。
And the people were moved with pity over Benjamin, because the Lord had made a breach in the tribes of Israel.
21:16
καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας ὅτι ἠφανίσθη ἀπὸ Βενιαμιν γυνή καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας ὅτι ἠφάνισται ἐκ τοῦ Βενιαμιν γυνή
會眾的長老說:「便雅憫中的婦女既已滅絕,我們怎樣為那些剩下的人辦理妻室呢?」
And the elders of the congregation said, "What shall we do for those who remain, concerning wives, since woman has been wiped out from Benjamin?"
21:17
καὶ εἶπαν κληρονομία διασῳζομένων τῷ Βενιαμιν καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ισραηλ καὶ εἶπαν κληρονομία διασεσῳσμένη τῷ Βενιαμιν καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Ισραηλ
他們又說:「便雅憫中得存活的人應當有產業,免得一個支派從以色列中被塗抹。
And they said, "There must be an inheritance for those of Benjamin who are preserved, and a tribe shall not be blotted out from Israel.
21:18
ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν καὶ ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν
只是我們不能把我們的女兒給他們為妻,因為以色列人曾起誓說:『把女子給便雅憫人的,必受咒詛。』」
For we shall not be able to give them wives from our daughters, because we swore among the sons of Israel, saying, 'Cursed is he who gives a wife to Benjamin.'"
21:19
καὶ εἶπαν ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλων ἀφ’ ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ’ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθηλ εἰς Συχεμ καὶ ἀπὸ νότου τῆς Λεβωνα καὶ εἶπαν ἑορτὴ τῷ κυρίῳ ἐν Σηλω ἀφ’ ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ’ ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιθηλ εἰς Σικιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνα
他們又說:「看哪,一年一度在示羅有耶和華的節期,示羅在伯特利以北,日出的方向,在從伯特利上示劍的路旁,又在利波拿以南。」
And they said, "Behold now, there is a feast of the Lord at Selon from days to days, which is north of Baithel, toward the risings of the sun, on the road that goes up from Baithel to Sychem, and south of Lebona."
21:20
καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες πορεύεσθε ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν
他們就吩咐便雅憫人說:「你們去,埋伏在葡萄園中,
And they commanded the sons of Benjamin, saying, "Go, lie in wait in the vineyards,
21:21
καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλων χορεύειν ἐν τοῖς χοροῖς καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλων καὶ πορεύεσθε εἰς γῆν Βενιαμιν καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τῶν κατοικούντων Σηλω ἐν Σηλω χορεῦσαι ἐν χοροῖς καὶ ἐξελεύσεσθε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλω καὶ ἀπελεύσεσθε εἰς γῆν Βενιαμιν
留意觀看,若示羅居民的女子出來跳舞,你們就從葡萄園出來,各人從示羅的女子中搶一個為妻,然後往便雅憫地去。
and you shall watch, and behold, if the daughters of the inhabitants of Selon come out to dance in the dances, then you shall come out from the vineyards and seize for yourselves, each man a wife from the daughters of Selon, and go to the land of Benjamin.
21:22
καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν αὐτοῖς ἔλεος ποιήσατε ἡμῖν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς ὡς καιρὸς πλημμελήσατε καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν πρὸς αὐτούς ἐλεήσατε αὐτούς ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς κατὰ τὸν καιρὸν ἐπλημμελήσατε
她們的父親或弟兄若來與你們爭訟,我們就對他們說:『求你們施恩把她們給我們吧,因為我們在戰陣中沒有為各人取得妻子;並不是你們把她們給他們的,照那時候,你們就有了過犯。』」
And it shall be, when their fathers or their brothers come to contend with you, we will say to them, 'Show us mercy in the matter of them, for we did not take, each man his wife, in the battle; for it was not you who gave them to them—as at that time, you have transgressed.'"
21:23
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ἃς διήρπασαν καὶ ἀπῆλθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς
便雅憫人就這樣行,按著自己的人數,從所搶的跳舞女子中娶了妻;他們就去,回到自己的產業,重建那些城邑,住在其中。
And the sons of Benjamin did so, and took wives according to their number from the dancing women whom they had seized; and they went and returned to their inheritance and rebuilt the cities and dwelt in them.
21:24
καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ καὶ ἀπῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ
那時以色列人各人歸自己的支派、自己的宗族,從那裡起行離去;他們各人從那裡出去,歸自己的產業。
And the sons of Israel walked away from there at that time, each man to his tribe and to his kindred; and they went out from there, each man to his inheritance.
21:25
ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει
當那些日子,以色列中沒有王,各人行自己面前看為正的事。
And in those days there was no king in Israel; a man did what was right before himself.
← 第 20 章
123456789101112131415161718192021

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。