📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 士師記

True

士師記 第 7 章

希臘文原文.25 節.部分字詞可點開查義

← 第 6 章第 8 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
7:1
καὶ ὤρθρισεν Ιαρβαλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ καὶ παρεμβολὴ Μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι καὶ ὤρθρισεν Ιεροβααλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ παρενέβαλεν ἐπὶ τὴν γῆν Αρωεδ καὶ παρεμβολὴ Μαδιαμ καὶ Αμαληκ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ τοῦ βουνοῦ τοῦ Αβωρ ἐν τῇ κοιλάδι
耶巴力(他就是基甸)和跟隨他的眾民清早起來,在亞拉得泉旁安營;米甸的營在他北邊,從迦巴押‧亞摩拉那裡,在谷中。
And Iarbal—he is Gideon—rose early, and all the people with him, and they encamped by the spring of Arad; and the camp of Madiam was to the north of him, from Gabaath Amora, in the valley.
7:2
καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ’ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ’ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με
主對基甸說:「跟隨你的人太多,我不能將米甸交在他們手中,免得以色列向我自誇說:『是我自己的手救了我。』
And the Lord said to Gideon, "The people with you are too many for me to give Madiam into their hand, lest Israel boast against me, saying, 'My own hand has saved me.'
7:3
καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων τίς ὁ φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν καὶ εἶπεν κύριος πρὸς αὐτόν λάλησον δὴ εἰς τὰ ὦτα τοῦ λαοῦ λέγων τίς δειλὸς καὶ φοβούμενος ἀποστραφήτω καὶ ἐξώρμησαν ἀπὸ τοῦ ὄρους τοῦ Γαλααδ καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν
現在你要在百姓耳中宣告說:『凡懼怕膽怯的,可以回去,離開基列山。』」於是百姓中有二萬二千人回去,只剩下一萬人。
"And now speak in the ears of the people, saying, 'Whoever is fearful and cowardly, let him turn back and withdraw from Mount Galaad.'" And twenty-two thousand of the people turned back, and ten thousand were left.
7:4
καὶ εἶπεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πᾶν ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ καὶ εἶπεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατάγαγε αὐτοὺς εἰς τὸ ὕδωρ καὶ δοκιμῶ αὐτούς σοι ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται μετὰ σοῦ αὐτὸς πορεύσεται μετὰ σοῦ καὶ ὃν ἐὰν εἴπω σοι ὅτι οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ
主對基甸說:「百姓還是太多;你要帶他們下到水旁,我必在那裡為你篩淨他們。我指著誰對你說『這人可以與你同去』,他就可以與你同去;凡我指著他對你說『這人不可與你同去』的,他就不可與你同去。」
And the Lord said to Gideon, "The people are still too many. Bring them down to the water, and I will sift them for you there. And it shall be that whomever I say to you, 'This one shall go with you,' he shall go with you; and everyone of whom I say to you, 'This one shall not go with you,' he shall not go with you."
7:5
καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν καὶ κατεβίβασεν τὸν λαὸν εἰς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἐκ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἂν κάμψῃ ἐπὶ τὰ γόνατα αὐτοῦ τοῦ πιεῖν μεταστήσεις αὐτὸν καθ’ αὑτόν
他就帶百姓下到水旁。主對基甸說:「凡用舌頭從水中舔飲、像狗舔的,你要叫他單獨站著;以及凡屈膝跪下喝水的。」
And he brought the people down to the water, and the Lord said to Gideon, "Everyone who laps with his tongue from the water, as a dog would lap, you shall set him apart by himself; and everyone who bends down on his knees to drink."
7:6
καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ καὶ ἐγένετο πᾶς ὁ ἀριθμὸς τῶν λαψάντων ἐν τῇ γλώσσῃ αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶς ὁ ἐπίλοιπος τοῦ λαοῦ ἔκαμψαν ἐπὶ τὰ γόνατα αὐτῶν τοῦ πιεῖν ὕδωρ
那用手捧到口邊舔飲的,數目共有三百人;其餘的百姓都屈膝跪下喝水。
And the number of those who lapped with their hand to their mouth was three hundred men; and all the rest of the people bowed down on their knees to drink water.
7:7
καὶ εἶπεν κύριος πρὸς Γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ καὶ εἶπεν κύριος πρὸς Γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ παραδώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πᾶς ὁ λαὸς ἀποτρεχέτω ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
主對基甸說:「我要藉這三百舔水的人拯救你們,將米甸交在你手中;其餘的百姓都可以各歸自己的地方去。」
And the Lord said to Gideon, "By the three hundred men who lapped I will save you, and I will give Madiam into your hand; and all the people shall go, each man to his own place."
7:8
καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ τὸν πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ ἡ παρεμβολὴ Μαδιαμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν τῇ χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς τὸ σκήνωμα αὐτοῦ τῶν δὲ τριακοσίων ἀνδρῶν ἐκράτησεν ἡ δὲ παρεμβολὴ Μαδιαμ ἦν ὑποκάτωθεν αὐτοῦ ἐν τῇ κοιλάδι
他們手中拿了百姓的食物和他們的角。他打發以色列眾人各歸自己的帳棚,卻使那三百人剛強。米甸的營在他下邊的谷中。
And they took the people's provisions in their hand and their horns; and he sent away every man of Israel, each to his tent, and he strengthened the three hundred men; and the camp of Madiam was below him in the valley.
7:9
καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀνάστα κατάβηθι τὸ τάχος ἐντεῦθεν εἰς τὴν παρεμβολήν ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου
那一夜,主對他說:「起來,下到營中去,因為我已將它交在你手中。
And it happened in that night that the Lord said to him, "Rise, go down into the camp, for I have given it into your hand.
7:10
καὶ εἰ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν εἰ δὲ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
你若懼怕下去,就同你的僕人法拉下到營裡去;
And if you are afraid to go down, go down, you and Phara your servant, to the camp,
7:11
καὶ ἀκούσῃ τί λαλήσουσιν καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ καὶ ἀκούσῃ τί λαλοῦσιν καὶ μετὰ ταῦτα ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ εἰς μέρος τῶν πεντήκοντα τῶν ἐν τῇ παρεμβολῇ
你必聽見他們所要說的,此後你的手就剛強,你便可下到營中去。」於是他和他的僕人法拉下去,到了營中那五十人的前頭。
and you shall hear what they will say, and after this your hands shall be strengthened, and you shall go down into the camp." And he went down, he and Phara his servant, to the head of the fifty who were in the camp.
7:12
καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν παρεμβεβλήκεισαν ἐν τῇ κοιλάδι ὡς ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλ’ ἦσαν ὥσπερ ἡ ἄμμος ἡ ἐπὶ τὸ χεῖλος τῆς θαλάσσης εἰς πλῆθος
米甸人、亞瑪力人和一切東方人都散布在谷中,多如蝗蟲;他們的駱駝無數,卻多如海邊的沙。
And Madiam and Amalek and all the sons of the east lay strewn in the valley, like a locust in multitude; and their camels were without number, but they were like the sand on the seashore in multitude.
7:13
καὶ ἦλθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν καὶ ἔπεσεν καὶ ἀνέστρεψεν αὐτὴν ἄνω καὶ ἔπεσεν ἡ σκηνή καὶ εἰσῆλθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγεῖτο τῷ πλησίον αὐτοῦ τὸ ἐνύπνιον καὶ εἶπεν ἰδοὺ τὸ ἐνύπνιον ὃ ἠνυπνιάσθην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου κυλιομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς Μαδιαμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψεν αὐτήν καὶ ἔπεσεν ἡ σκηνή
基甸到了,看哪,有一人正向他的鄰舍述說一個夢,說:「有一個夢!看哪,我做了一個夢:看哪,有一個大麥餅滾進米甸營中,來到帳棚那裡,把它撞倒,帳棚就倒了;又把它翻轉過來,帳棚就塌了。」
And Gideon came, and behold, a man was recounting a dream to his neighbor; and he said, "A dream! Behold, I dreamed, and behold, a round barley loaf was rolling through the camp of Madiam, and it came as far as the tent and struck it, and it fell, and it turned it upside down, and the tent fell."
7:14
καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη ἀλλ’ ἢ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν
他的鄰舍回答說:「這不是別的,乃是以色列人約阿施的兒子基甸的刀;神已將米甸和全營都交在他手中了。」
And his neighbor answered and said, "This is nothing but the sword of Gideon son of Ioas, a man of Israel; God has given Madiam and the whole camp into his hand."
7:15
καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιαμ καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν διήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κύριον καὶ ἐπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιαμ
基甸聽見這夢的述說和夢的講解,就敬拜主,回到以色列營中,說:「起來吧!因為主已將米甸的營交在我們手中了。」
And when Gideon heard the recounting of the dream and its interpretation, he did obeisance to the Lord and returned to the camp of Israel and said, "Arise, for the Lord has given the camp of Madiam into our hand."
7:16
καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν μέσῳ τῶν ὑδριῶν
他把那三百人分作三隊,把角交在各人手中,又把空瓶和瓶中的火把交給他們。
And he divided the three hundred men into three companies and put horns in the hands of all of them, and empty jars, and torches in the jars.
7:17
καὶ εἶπεν πρὸς αὐτούς ἀπ’ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς καὶ ἔσται καθὼς ἂν ποιήσω οὕτως ποιήσετε καὶ εἶπεν πρὸς αὐτούς ἀπ’ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσῳ τῆς παρεμβολῆς καὶ ἔσται ὡς ἐὰν ποιήσω οὕτως ποιήσετε
他對他們說:「你們要看著我,照樣去行。看哪,我要進到營的邊上;我怎樣行,你們也要怎樣行。
And he said to them, "You shall look to me, and so shall you do. And behold, I am going into the edge of the camp, and it shall be that just as I do, so you shall do.
7:18
καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ καὶ πάντες μετ’ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ Γεδεων καὶ σαλπιῶ τῇ κερατίνῃ ἐγὼ καὶ πάντες οἱ μετ’ ἐμοῦ καὶ σαλπιεῖτε ταῖς κερατίναις καὶ ὑμεῖς κύκλῳ τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ Γεδεων
我和一切跟隨我的人一吹角,你們也要在全營的四圍吹角,並且說:『為主,也為基甸!』」
And I will sound the horn, I and all who are with me, and you shall sound the horns all around the whole camp, and you shall say, 'For the Lord and for Gideon!'"
7:19
καὶ εἰσῆλθεν Γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ’ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν καὶ εἰσῆλθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ’ αὐτοῦ ἐν μέρει τῆς παρεμβολῆς ἀρχομένης τῆς φυλακῆς τῆς μεσούσης πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν
基甸和跟隨他的一百人,在中更之初來到營的邊上;他們果然驚動了守望的人,就吹角,抖落手中的瓶。
And Gideon and the hundred men who were with him came to the edge of the camp at the beginning of the middle watch; and they indeed roused the sentries, and they sounded the horns and shook out the jars that were in their hands.
7:20
καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τῇ χειρὶ τῇ ἀριστερᾷ αὐτῶν τῶν λαμπάδων καὶ ἐν τῇ χειρὶ τῇ δεξιᾷ αὐτῶν αἱ κερατίναι τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων
三隊人就吹角,打破瓶子,左手拿著火把,右手拿著要吹的角,喊叫說:「刀劍為主,也為基甸!」
And the three companies sounded the horns and broke the jars, and they held the torches in their left hands and in their right hands the horns to sound, and they cried out, "A sword for the Lord and for Gideon!"
7:21
καὶ ἔστησαν ἀνὴρ ἐφ’ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμεν πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν καὶ ἔστησαν ἕκαστος καθ’ ἑαυτὸν κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμον πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον
他們在營的四圍各站各的地方;全營的人都奔跑,發出信號,逃走了。
And they stood, each man in his own place, all around the camp; and the whole camp ran and gave the signal and fled.
7:22
καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι καὶ ἔθετο κύριος μάχαιραν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ καὶ ἐν ὅλῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τῆς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ
三百枝角一吹,主就使全營中各人的刀砍向自己的鄰舍;全營的人逃跑,直到伯西厄他‧迦拉迦他,直到亞波米烏拉的岸邊,到他巴。
And they sounded with the three hundred horns, and the Lord set each man's sword against his neighbor throughout all the camp; and the camp fled as far as Bethseedta Garagatha, to the bank of Abomeoula, to Tabath.
7:23
καὶ ἐβόησαν ἀνὴρ Ισραηλ ἀπὸ Νεφθαλι καὶ ἀπὸ Ασηρ καὶ ἀπὸ παντὸς Μανασση καὶ ἐδίωξαν ὀπίσω Μαδιαμ καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ
以色列人從拿弗他利、從亞設、從瑪拿西全地呼喊起來,追趕米甸人。
And the men of Israel cried out from Nephthali and from Aser and from all Manasse, and they pursued after Madiam.
7:24
καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἀγγέλους ἐξαπέστειλεν Γεδεων ἐν παντὶ ὁρίῳ Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην
基甸打發使者走遍以法蓮全山地,說:「你們下來迎擊米甸人,把水口佔據,直到伯希拉,並約旦河。」於是以法蓮眾人都呼喊起來,先佔了水口,直到伯希拉,並約旦河。
And Gideon sent messengers throughout all the hill country of Ephraim, saying, "Come down to meet Madiam and seize for yourselves the water as far as Baithera, and the Jordan." And every man of Ephraim cried out, and they seized beforehand the water as far as Baithera, and the Jordan.
7:25
καὶ συνέλαβον τοὺς ἄρχοντας Μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουρ καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηφ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἀπὸ πέραν τοῦ Ιορδάνου καὶ συνέλαβον τοὺς δύο ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουριν καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηβ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἐκ τοῦ πέραν τοῦ Ιορδάνου
他們捉住米甸的首領俄立和西伊伯,將俄立殺在蘇珥,將西伊伯殺在雅基弗西弗,又追趕米甸人;他們把俄立和西伊伯的頭從約旦河那邊帶到基甸那裡。
And they captured the rulers of Madiam, both Oreb and Zeb, and they killed Oreb at Sour, and Zeb they killed at Iakephzeph, and they pursued Madiam; and they brought the head of Oreb and Zeb to Gideon from beyond the Jordan.
← 第 6 章第 8 章 →
123456789101112131415161718192021

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。