📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 5 章 第 3/4 段

希臘文原文.62 節.部分字詞可點開查義.本章太長已分段,此段為 5:4.12–5:13.7(全章共 228 節)

← 第 4 章第 6 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
5:4.12
καὶ ὅλον γε τοῦτο αἴτιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι θεὸν, τὸ μόνον εἶναι φύσει τοῦ θεοῦ υἱὸν καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι ὅλου σώζειν τοῦ μόνου θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ παρωμοιωμένην, τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην
而他之所以也是神,其全部的緣由就在於:他惟獨是本性上神的兒子,被稱為「獨生子」,並且他完全地保存著獨一神那有靈、活著、有理智的形像,在一切事上與父相似,並承載著父神性本身的相似之處。
And the whole cause of his also being God would be this: that he alone is by nature the Son of God, and is entitled 'only-begotten,' and that he preserves throughout the ensouled and living, intelligent image of the only God, being in all respects made like the Father, and bearing the very likeness of his Godhead.
5:4.13
ταύτῃ τοιγαροῦν καὶ αὐτὸν ὡς ἂν μόνον υἱὸν καὶ μόνον εἰκόνα ὄντα τοῦ θεοῦ καὶ τῆς ἀγεννήτου καὶ ἀνάρχου τοῦ πατρὸς οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωγράφου τε καὶ ζωοποιοῦ πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι, ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ πατρὸς ἠξιωμένον τῆς προσηγορίας, εἰληφότα τε, ἀλλ οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα
因此,神聖的經言理所當然地宣稱他為神,因為他是那位獨一的子,是神惟一的像,按著相似的範式披戴了父那不受生、無始本質的能力,並由那位一切工匠中最精巧、無所不知的父——即那生命的塑造者與賦予者——精工細琢,達到極盡精確的相似;他之所以被稱為神,是因為他連同其他一切,也是由父所賜予配得這稱謂的,是領受而來的,而非他自己本有的、自屬的。
For this reason, then, the divine oracles fittingly proclaim him God, as being the only Son and the only image of God, clothed with the powers of the Father's unbegotten and beginningless essence according to the pattern of likeness, and wrought by the Father, the most skillful of all craftsmen and the all-knowing, life-giving artist, to the utmost precision of that likeness — proclaim him God as one who, along with the other attributes, has also been deemed worthy of this appellation by the Father, having received it, and not possessing it as his own by right.
5:4.14
ὁ μὲν γὰρ δίδωσιν, ὁ δὲ λαμβάνει· ὥστε κυρίως καὶ ἕνα ἐκεῖνον εἶναι θεὸν καὶ μόνον μὲν καὶ φύσει ὄντα καὶ μὴ παρ ἑτέρου λαβόντα, τὸν δὲ τῶν δευτερείων ἠξιῶσθαι καὶ τὸ θεὸν εἶναι λαβόντα παρὰ τοῦ πατρὸς ἔχειν, ὡς ἂν εἰκόνα τοῦ θεοῦ, μιᾶς ἐπ ἀμφοῖν κατὰ τὸ παράδειγμα τῆς θεότητος ἐπινοουμένης, ἑνός τε ὄντος θεοῦ του καθ ἑαυτὸν ἀνάρχως καὶ ἀγεννήτως ὄντος, διὰ δὲ τοῦ υἱοῦ ὡς ἂν δι ἐσόπτρου καὶ εἰκόνος ἐπιθεωρουμένου
因為一位是施予者,另一位是領受者;所以嚴格地說,唯有那一位才是神,是獨一而按本性如此的,並非從別處領受而來;而另一位則是被算為配得次一等的地位,他為神的身分乃是從父所領受、擁有的,如同神的像一般——就雙方而言,其神性乃是按同一範式而被理解為一體的:存在著一位按自己而言無始、不受生的神,卻是藉著子、彷彿透過一面鏡子與一個形像,被人所觀照認識。
For the one gives, and the other receives; so that properly speaking that one alone is God, being so both singly and by nature, and not having received it from another, while the other has been deemed worthy of the second place, and holds his being God as something received from the Father, as being the image of God — a single Godhead being conceived in respect of both, according to the pattern, there being one God existing in himself, without beginning and unbegotten, but being contemplated, as it were through a mirror and an image, by means of the Son.
5:4.15
τοῦτό τοι καὶ τὸ πνευματικὸν παιδεύει λόγιον, οὐκ ἄλλως φάσκον θεὸν εἶναι προσκυνητὸν τὸν δηλούμενον ἀλλ ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ πατέρα. ἐν σοὶ γὰρ, φησὶ, προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ σὺ δὲ αὐτὸς θεὸς ὢν σωτὴρ τοῦ Ἰσραὴλ τυγχάνεις, καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος θεὸς εἶ, ἐπεὶ ἐν σοὶ ὁ θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ
這靈感的話語正是教導這一點:所指之神之所以配受敬拜,並非別的緣故,乃是因著那居於他裡面的父。因為經上說:「他們要在你裡面禱告,因為神在你裡面」;而你自己既是神,便是以色列的救主,也正因此你是大能而隱藏的神,因為神在你裡面,此外再沒有別的了。
This indeed the spiritual oracle also teaches, saying that the one signified is a God to be worshipped in no other way than on account of the Father who dwells in him. For, it says, 'they shall pray in you, because God is in you'; and you yourself, being God, are the savior of Israel, and for this reason you are a mighty and hidden God, since God is in you, and there is none besides him.
5:4.16
ἀντὶ δὲ τοῦ ἐκοπίασεν Αἴγυπτος τὸ Ἑβραικὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ κόπος Αἰγύπτου ἐκδεδώκασιν, ἔν ᾖ τὸ λεγόμενον τοιοῦτον σοὶ προσκυνήσουσι, καί σοι ἔσονται δοῦλοι ὁ κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ· δι ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάντα ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ
希伯來文與其他各家譯者不作「埃及勞碌」,而是譯為「埃及的勞苦」,其意思如下:「埃及的勞苦,和古實的貨物,並示巴人,都要敬拜你,作你的奴僕」——我認為此處所指的是某些蠻族與無名的外邦人,以及一切早已被鬼魔迷信所折磨摧殘的民族。
Instead of 'Egypt has labored,' the Hebrew and all the other translators render 'the labor of Egypt,' in which the sense is as follows: 'the labor of Egypt, and the merchandise of the Ethiopians, and the Sebo'im shall worship you and become your slaves' — by which I take it are signified certain barbarous and obscure nations, and all those who had long before already been worn down by demonic superstition.
5:4.17
ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθιστᾶσα
因為埃及人被視為萬國中最為迷信的民族,且是最先開始拜偶像謬誤的一族,所以(此預言)理所當然地將他們列為首先要臣服於基督之人,並藉著他們也使關於其餘拜偶像者之事顯明出來。
For since the Egyptians were thought to be the most superstitious of all nations, and to have been the first to originate the error of idolatry, the prophecy fittingly places them first among those to be subjected to Christ, and through them also makes clear what pertains to the other idolaters.
5:4.18
καὶ ταῦτα πεπλήρωται ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσι προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν
而這些事都已在我們的救主與主身上應驗,因為他在萬國中受敬拜,遍及天下的各族萬民中,無數的人群都事奉他。
And these things have been fulfilled in the case of our Savior and Lord, in that he is worshipped among all nations, and countless multitudes of the nations throughout the inhabited world serve him.
5:4.19
Αἰθίοπας δὲ καὶ Σεβωεὶμ τοὺς ἐνταῦθα ταῦθα προσκυνήσειν τῷ Χριστῷ προφητευομένους καὶ διὰ τοῦ ὄα Ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι δι ὧν εἴρηται ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι, καὶ προσκυνήσουσιν αὐτῷ. δῆλον ἐκ τῆς συμφράσεως ὅτι καὶ τῷ ἐν ἐκείνοις προφητευομένῳ Χριστῷ προσκυνησουσιν. Ψαλμοῦ λβ΄. Ὡς θεοῦ λόγον οὐσιώδη κατ ἐπικέλευσιν τοῦ πατρὸς ὁμοίως ἡμῖν οἶδε δημιουργὸν τῶν ἀπάντων ὁ Δαβίδ· Λαὶ ὡς τὸν αὐτὸν τοῦ θεοῦ λόγον ὁ αὐτὸς προφήτης ἐπὶ θεραπείᾳ τῶν ἀνθρώπων ἐκ τοῦ πατρὸς ἀπεστάλθαι μαρτυρεῖ· καὶ ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν γῆν πληρώσειν τῆς αὐτοῦ διδασκαλίας θεσπίζει
至於此處所預言將要敬拜基督的古實人與示巴人,我認為在詩篇第七十一篇中也有所指明,其中說:「在他面前古實人必屈身,阿拉伯和示巴的諸王要獻上禮物,並要敬拜他。」從上下文可見,他們也要敬拜那些篇章中所預言的基督。〔選自〕詩篇三十二篇:大衛如何與我們一樣,認識那本質性的神之道乃是奉父的命令而創造萬有者;這位先知又如何見證,同一位神的道乃是為醫治世人而由父所差遣的;以及他如何預言,在短時間內,這道要以他的教訓充滿全地。
And I think that the Ethiopians and the Sebo'im, prophesied here as about to worship Christ, are also signified through Psalm 71, in which it is said: 'Before him the Ethiopians shall fall down, and the kings of the Arabians and of Sheba shall bring gifts, and they shall worship him.' It is clear from the context that they shall worship the Christ prophesied in those psalms as well. From Psalm 32: How David, in like manner to us, knows the essential Word of God as the maker of all things by the command of the Father; and how the same prophet testifies that the same Word of God was sent from the Father for the healing of men; and how he foretells that in a short time he would fill the whole earth with his teaching.
5:5.1
Τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις ἀυτῶν. Καὶ ἐν ῥ δὲ καὶ ς Ψαλμῷ εἴρηται ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. καὶ πάλιν ἐν ρμζ΄ ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ
諸天藉耶和華的話而立,天上萬象藉他口中的氣而成。詩篇一百零六篇又說:他發出他的話語,醫治他們,救他們脫離敗壞。又在詩篇一百四十七篇說:他向地發出他的話語,他的話奔跑甚快。
By the word of the Lord the heavens were established, and all their host by the breath of his mouth. And in Psalm 106 it is said: He sent forth his word, and healed them, and delivered them from their corruptions. And again in Psalm 147: He who sends forth his word to the earth; his word runs swiftly.
5:5.2
Ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας Ψαλμῷ φάσκοντι τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν συνᾴδει τὸ ἱερὸν εὐαγγέλιον διαρρήδην λέγον ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ Χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο τοῦ θεοῦ
因為此篇詩篇說「諸天藉耶和華的話而立」,這與那神聖的福音書相合,福音書明白地說:「太初有道,道與神同在,道就是神。這道太初與神同在。萬物是藉著他造的,凡被造的,沒有一樣不是藉著他造的。」福音書理所當然地稱他為神,因為在前面已論及的經文中,這位如今被稱為「道」而被神學性地論述的同一位,也曾被宣稱為智慧、神的生子、祭司、基督、君王、主、神,以及神的形像。
For with the psalm now in hand, which says, 'By the word of the Lord the heavens were established,' the holy Gospel agrees, saying expressly: 'In the beginning was the Word, and the Word was with God, and the Word was God. He was in the beginning with God. All things were made through him, and without him nothing was made.' The Gospel fittingly names him God, since, through the passages already discussed, this same one now called 'Word' in theological terms has also been proclaimed Wisdom, and Offspring of God, and Priest, and Christ, King, and Lord, and God, and Image of God.
5:5.3
καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἑξῆς κατὰ τὸν παρόντα ἐπιλέγει Ψαλμὸν φοβηθήτω τὸν κύριον πάσα ἡ γῆ, ὑπ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἶ κατοικοῦντες οἰκουμένην, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν
而他既是異於父的另一位,是父的執事——即,是奉那更大者的命令而施行創造——這一點在此篇詩篇接著也有陳明,說:「願全地都敬畏耶和華,願世上所有的居民都因他而戰慄;因為他說有,就有;他命立,就立。」
And that he, being other than the Father, was his minister — such that, at the command of the Greater, he created — is further stated in the present psalm, which goes on to say: 'Let all the earth fear the Lord; let all who dwell in the world be moved by him; for he spoke, and they came to be; he commanded, and they were created.'
5:5.4
Πρόδηλον γὰρ ὡς ὁ λέγων ἑτέρῳ λέγει καὶ ὁ ἐντελλόμενος· ἑτέρῳ παρ ἑαυτὸν ἐντέλλεται. σαφῶς δὲ ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσει μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ αὐτὸν ἐφοβήθη τὸν κύριον Ἰησοῦν
因為顯然,說話者是向另一位說話,發命令者也是向自己以外的另一位發出命令。而顯然,隨著我們救主的道成肉身,來自全地——即來自地上萬國——無數的群眾,不再如從前那樣懼怕鬼魔,反倒懼怕主耶穌自己。
For it is evident that he who speaks, speaks to another, and he who commands gives a command to another besides himself. And clearly, at the incarnation of our Savior, countless multitudes from all the earth — that is, from all the nations upon the earth — no longer feared the demons as before, but feared the Lord Jesus himself.
5:5.5
πάντες τε οἶ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φάσκοντι λογίῳ φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ ἀπ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην
而所有住在世上的人,都因基督之名而戰慄震動,正應驗了此處所論的話語:「願全地都敬畏耶和華,願世上所有的居民都因他而戰慄。」
And all who dwell in the world were shaken at the name of Christ, in accordance with the oracle now under discussion, which says: 'Let all the earth fear the Lord, and let all who dwell in the world be moved by him.'
5:5.6
Ταῦτα μὲν οὖν ἐκ τοῦ β΄ καὶ λ΄ Ψαλμοῦ. σύμφωνα δὲ τούτοις εὕροις ἄν καὶ ἐν ρμη΄ Ψαλμῷ, ὃς διδάσκει οὐ τὰ περὶ γῆν μόνα, ἀλλὰ καὶ τὰ κατ οὐρανὸν καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν κατ ἐπικέλευσιν τοῦ τῶν ὅλων θεοῦ γεγονέναι. λέγει δ οὖν αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πάσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, ὅτι αὐτὸς εἷπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν
以上這些內容取自第三十二篇詩篇。你在第一百四十八篇詩篇中也能找到與此相符的內容,此篇教導不僅地上的萬物,連天上的萬物,以及一切受造之物,都是奉萬有之神的命令而造成的。經文說:「你們從諸天讚美耶和華,在高處讚美他!他的眾使者都要讚美他,他的諸軍都要讚美他!日頭月亮,你們要讚美他!放光的星宿,你們都要讚美他!因為他說有,就有;他命立,就立。」
These things, then, are from the thirty-second psalm. You would find things in agreement with these also in Psalm 148, which teaches that not only the things pertaining to earth, but also those pertaining to heaven, and, in short, the whole creation, came into being at the command of the God of all things. It says: 'Praise the Lord from the heavens; praise him in the highest. Praise him, all his angels; praise him, all his hosts. Praise him, sun and moon; praise him, all you stars and light; for he spoke, and they came to be; he commanded, and they were created.'
5:5.7
Εἰ γὰρ αὐτὸς ἐνετείλατο, καὶ τίς ἦν ὁ τοσοῦτος ὡς τὴν περὶ τῶν τηλικούτων ἐντολὴν ὑποδέξασθαι, ἢ ὁ τοῦ θεοῦ λόγος, ὁ ποικίλως διὰ τῆς παρούσης ρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος, καὶ λόγος θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἀπάντων δημιουργικούς τε καὶ ποιητικοὺς λόγους ὁ παντοκράτωρ ἐν αὐτῷ καταβέβληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾶν παραδούς
因為,若是他自己下命令,那麼誰又能偉大到足以承受這關乎如此重大之事的命令呢?除了神的道之外,還能有誰?這位在我們此處論題中被以多種方式加以神學論述、且理所當然地被稱為「神的道」者,正因為全能者已將創造萬有、造作萬有的理則存放在他裡面,並將以理與秩序治理、統管萬有之事託付給他。
For if he himself commanded, who was so great as to receive the command concerning things of such magnitude, except the Word of God, who is variously described theologically throughout the present subject of ours, and who is fittingly called the Word of God, since the Almighty has deposited in him the creative and productive principles of all things, having entrusted to him the governing and administering of the universe by reason and order?
5:5.8
μὴ γὰρ οὖν τις ὑπολάβοι τῷ παρὰ ἀνθρώποις ἐκ συλλαβῶν συνεστῶτι, ἔκ τε ὀνομάτων καὶ ῥημάτων συγκειμένῳ, ἐνάρθρῳ καὶ προφορικῷ λόγῳ τὸν τοῦ θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ ἡμίν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς καὶ τοῖς διὰ τούτων σημαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν φάρυγγός τε καὶ στόματος προφερόμενος, ὁ δὲ τῆς ἀιδίου καὶ ἀσωμάτου φύσεως πάντη κατὰ πάντα τοῦ καθ ἡμᾶς παρηλλαγμένος οὐδὲν ἀνθρώπειον ἐπάγοιτ ἂν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως ὁμωνυμίᾳ
因此,切不可有人以為神的道與人間那由音節組成、由名詞與動詞構成、發自喉舌的語言相似;因為我們人間的言語,其存在是憑聲音、音節,以及藉此所表達的意義而成,是透過舌頭、氣管、咽喉與口所發出的;而那(神的道),其本性是永恆而無形的,在一切方面都與我們的言語截然不同,不會帶有任何屬人的成分,僅僅是與人間之「言語」一詞同名共用而已。
Let no one, then, suppose that the Word of God is similar to the articulate and spoken word among men, which is composed of syllables and made up of nouns and verbs; for our word possesses its being in sounds and syllables and in the things signified through these, being uttered through the tongue and the windpipe, the throat and the mouth; but he, being of an eternal and incorporeal nature, wholly and in every way different from the word among us, would carry nothing human about him, having only the shared use of the name in common.
5:5.9
ἐπεὶ μήτε φωνὴν τὴν δι ἀέρος κρούσεως ὑφισταμένην, μήτε ῥήματα, μήτε συλλαβὰς, μήτε γλῶτταν, μήτε στόμα, μήτε ὅλως τι τῶν ἀνθρωπείων καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων θεοῦ παραληπτέον· ψυχῆς γὰρ ἂν εἴη λόγος οὗτος, οὐδαμῶς οἷός τε καθ ἑαυτὸν δίχα ψυχῆς εἷναι ἢ ὑποστῆναι. τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτοκίνησίς τε καὶ ἐνέργεια διανοίας τυγχάνων
因為在論及萬有之神時,決不可以有音氣相擊而生之聲音、言辭、音節、舌頭、口,或任何屬人、屬必死者的東西加諸於他;因為這樣的「言語」只能屬於一個有靈魂者,離開靈魂便絕不能單獨存在或立存。人間的言語正是如此:就其本身而言,並無獨立的本質,也無獨立的位格,完全只是心智自身的一種運動與活動而已。
Since one must not attribute to the God of all things either voice arising through the striking of air, or spoken words, or syllables, or tongue, or mouth, or anything at all human and mortal; for such a word would belong to a soul, being in no way able to exist or subsist by itself apart from a soul. For such is the word among men: properly speaking, without independent essence and without hypostasis of its own, being wholly a self-motion and an activity of the mind.
5:5.10
ἀλλὰ οὐ καὶ ὁ τοῦ θεοῦ τοιοῦτος, ἔχων δὲ καθ ἑαυτὸν οἰκείαν ὑπόστασιν πάντη θείαν καὶ νοερὰν, ἰδίως μὲν ὑφεστῶσαν, ἰδίως δ αὖ πάλιν ἐνεργοῦσαν, ἄυλόν τε οὖσαν καὶ ἀσώματον, καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγεννήτου καὶ μόνου θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γεννητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων μένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν
但神的道卻並非如此;他自己擁有屬己的位格,完全是神聖的、屬理智的,其存在是各別的,其運行也是各別的,是無質料、無形體的,並且在一切方面都與那首要、不受生、獨一的神之本性相似,他自身承載著一切受生之物的理則,也承載著一切可見之物那無形、不可見的形式。因此,神聖的神諭也稱他為智慧,並稱他為神的道。
But the Word of God is not such as this; rather he has, of himself, his own proper hypostasis, wholly divine and intelligent, subsisting distinctly and again acting distinctly, being immaterial and incorporeal, and in all respects made like the nature of the first and unbegotten and only God, bearing within himself the rational principles of all begotten things, and the incorporeal and invisible forms of visible things. For this reason the divine oracles call him also Wisdom and the Word of God.
5:6.1
Ἄκουέ μου Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται τίς αὐτοῖς ἀνήγγειλε ταῦτα. κύριος ἀγαπῶν σε ἐποίησε τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ἆραι σπέρμα Χαλδαίων. ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα. ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. προσαγάγετε πρός με, καὶ ἀκούσατε ταῦτα. οὐκ ἀπ ἀρχῆς ἐν κρυφῆ λελάληκα. ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην. καὶ νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ
雅各、以色列啊,我所呼召的,你們當聽我的話:我是首先的,我也是永遠常存的;我的手立了地的根基,我的右手鋪張了諸天。我要呼召他們,他們就一同站立,都要聚集,且要聽是誰向他們宣告了這些事。耶和華因愛你,就在巴比倫成就他的旨意,除滅迦勒底人的後裔。我已經說了,我已經呼召了;我領他來,使他的道路通達。你們要就近我,聽這些話。我從起初並非在隱密處說話。這事成就之時,我就在那裡。如今主耶和華差遣我,並差遣他的靈。
Hear me, Jacob and Israel, whom I call: I am the first, and I am forever; my hand founded the earth, and my right hand established the heaven. I will call them, and they shall stand together, and they shall all be gathered, and they shall hear who declared these things to them. The Lord, loving you, has done your will upon Babylon, to remove the seed of the Chaldeans. I have spoken, and I have called. I brought him, and made his way prosperous. Draw near to me, and hear these things. I have not spoken in secret from the beginning. When it came to pass, there I was. And now the Lord, the Lord, has sent me, and his Spirit.
5:6.2
Ὅρα δὴ καὶ νῦν τίνα τρόπον ὁ φήσας ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος, ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν
現在請看,那位曾說「我是首先的,我也是永遠常存的」、那位立定地與天的,是何等明白地承認自己是被「主耶和華」所差遣的,如此以他慣常的方式將父兩次宣稱為「主」,好叫你也擁有這一項對於所探究之事而言無可爭辯的見證。
Observe, then, also here in what manner the one who said, 'I am the first, and I am forever,' who established the earth and the heaven, so plainly confesses that he has been sent by 'the Lord, the Lord,' thus in his customary manner proclaiming the Father twice as 'Lord,' so that you might have this also as an indisputable testimony to the matter under inquiry.
5:6.3
πρῶτον δὲ αὐτὸν ὡς ἐν γεννητοῖς εὐσεβῶς βῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγέννητον καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ πατρί. τὸ γάρ τοι πρῶτον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον· ὅπερ οὐκ ἂν ἐπὶ τοὺ πατρὸς ἁρμόσειεν
經文虔敬地說他在受生之物中是「首先的」,而將那無始、不受生、超乎「首先」之上的本質歸於父。因為「首先」一詞本身就預設了為數更多者的存在,是在尊榮與次序上居於最前的——這是不適合用於父的。
And it piously says that he is 'first' among begotten things, assigning to the Father the beginningless and unbegotten essence, which is above the 'first.' For the term 'first' presupposes a greater number, being placed foremost in honor and order — which would not be fitting to apply to the Father.
5:6.4
οὐ γὰρ δὴ γεννητῶν πρῶτος ὁ ἐπὶ πάντων θεὸς, ἐπεὶ μηδ ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεννήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου λόγου πάντων τῶν γεννητῶν πρώτου χρηματίζοντος
因為那在萬有之上的神絕非受生者中的「首先者」,因為他根本沒有被構想出任何起始;相反,他乃是超乎並高於「首先者」之上,因為正是他生出並使「首先者」得以立存——惟獨神聖的道才被稱為一切受生之物中的「首先者」。
For the God who is over all is certainly not 'first' among begotten things, since no beginning at all is conceived for him; rather, he would be beyond and above 'the first,' inasmuch as he himself both begot and gave subsistence to 'the first' — the divine Word alone being entitled 'first' of all begotten things.
5:6.5
ζητουμένου δὲ ἄρα κατὰ τὸ αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, τίνι τὴν τῶν γεννητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται ὅτι τῷ φήσαντι ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν· ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ
至於前面所提出的問題——按照「他說有,就有;他命立,就立」這句話,究竟受生之物的創造是奉誰的命令而行的——如今已清楚證明,乃是奉那說「我的手立了地的根基,我的右手鋪張了諸天」者的命令;而這一位也承認自己是被那更大者所差遣的,說:「如今主耶和華差遣我,並差遣他的靈。」
Now when the question is raised, according to the words 'he spoke and they came to be, he commanded and they were created,' to whom the creation of begotten things has been commanded, it has now been clearly demonstrated that it was to the one who said, 'My hand founded the earth, and my right hand established the heaven' — who also confesses that he has been sent by the Greater, saying, 'And now the Lord, the Lord, has sent me, and his Spirit.'
5:6.6
εἴη δ ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων ἐπειδὴ τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν· κατὰ τὴν ἀπὸ τοῦ Ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ εἰ καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ κύριος θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὑτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ αὐτοῦ ὀνόματι
說這些話的,應當也就是那神聖的道,因為「諸天是藉耶和華的話而立」——正如前引詩篇所述。然而,儘管神的道自己也被神學性地稱以「主」的稱謂,他仍極其虔敬地兩次稱呼那至高、更偉大的父與主為「主」,用一個有所區別的名號來稱呼他。
And it would be the God-Word who says these things also, since 'by the word of the Lord the heavens were established,' according to the citation from the Psalm. Nevertheless, even though the Word of God himself is theologically designated by the title 'Lord,' still he most piously calls his own highest and greater Father and Lord 'Lord' twice, using a distinguishing name for him.
5:6.7
καὶ νῦν γάρ φησι κύριος κύριος ἀπέσταλκέ με, ὡς ἂν κυρίως ὄντος τοῦ ἐπὶ πάντων θεοῦ πρώτου καὶ ἀληθῶς κυρίου αὐτοῦ τε τοῦ μονογενοῦς γενοῦς αὐτοῦ λόγου, καὶ τῶν μετ αὐτὸν γεννητῶν ἁπάντων, καθ ὧν δευτέρως τὴν Κυρείαν καὶ δεσποτείαν παρὰ τοῦ πατρὸς ὁ τοῦ θεοῦ λόγος ἀναδεξάμενος, οἶα γνήσιος υἱὸς καὶ μονογενὴς, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρηματίζοι κύριος. Ἀπὸ τῆς Γενέσεως. Ὡς καὶ ὁ μέγιστος τοῦ θεοῦ θεράπων Μώσης ἐν τῇ κοσμοποιία οἶδε πατέρα καὶ θεὸν τῶν ὅλων ἑτέρω κοινολογούμενον ἐπὶ τῇ τοῦ ἀνθρώπου δημιουργίᾳ· τὸν θεῖον δὲ λόγον τοῦτον εἶναι προμεμαθήκαμεν
因為經上說:「主耶和華差遣了我」,因為那在萬有之上的神,才是真正、恰如其分的主,既是他自己獨生之道的主,也是他以後一切受生之物的主;而神的道就這些受生之物而言,從父那裡在次一等的地位上領受了主權與治理,因此他作為真實的獨生子,理所當然、也是虔敬地被稱為第二位的「主」。〔選自〕創世記:神最偉大的僕人摩西在論及創世之工時,如何知道萬有的父與神在造人之事上與另一位商議——而我們已經知道,這另一位正是那神聖的道。
For it says, 'And now the Lord, the Lord, has sent me,' inasmuch as the God who is over all things is properly and truly Lord, both of his own only-begotten Word and of all begotten things after him; and since the Word of God, in relation to these, has received in the second place lordship and dominion from the Father — being, as a genuine and only-begotten Son, fittingly and piously entitled 'Lord' also, in the second place. From Genesis: How Moses also, the greatest servant of God, in the account of the making of the world, knows the Father and God of all things conversing with another concerning the creation of man — and we have already learned that this is the divine Word.
5:7.1
Καὶ εἷπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ ὁμοίωσιν. καὶ αὖθις καὶ εἶπεν ὁ θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, νον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ αὐτόν
神說:我們要照著我們的形像、按著我們的樣式造人。又說:神說:那人獨居不好,我們要為他造一個配偶幫助他。
And God said, Let us make man according to our image and likeness. And again, And God said, It is not good that the man should be alone; let us make him a helper according to him.
5:7.2
Καὶ ἔνα γε μή τις πρὸς ἀγγέλους ταῦτα εἰρῆσθαι νομίσειε, παραχρῆμα δηλοῖ τὸν κεκελευσμένον οὐκ ἄγγελον ὄντα θεοῦ, λέγων καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. Απὸ τῆς αὐτῆς. Ὡς ὁ αὐτὸς Μώσης δύο σαφέστατα κυρίους ἀνεπικαλύπτως θεολογεῖ
而為免有人以為這些話是對天使所說的,摩西隨即表明那受命者並非神的一位天使,說:神就造出人來,乃是照著神的形像造他。〔選自〕同一卷書:同一位摩西如何極其明白、毫不隱晦地論述兩位主。
And lest anyone should suppose that these words were spoken to angels, Moses shows immediately that the one who was commanded was not an angel of God, saying: And God made man; according to the image of God he made him. From the same book: How the same Moses most plainly and openly speaks theologically of two Lords.
5:8.1
Ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου
日頭出來,照在地上,羅得到了瑣珥。耶和華將硫磺與火,從耶和華那裡降與所多瑪。
The sun rose upon the earth, and Lot entered into Zoar; and the Lord rained upon Sodom brimstone and fire from the Lord.
5:8.2
Σαφῶς δεύτερον ἀναγορεύει, ὃν καὶ διδάσκει παρὰ τοῦ μείζονος ἐπιτραπέντα τὴν κατὰ τῶν ἀδεβῶν ποιήσασθαι τιμωρίαν. πλὴν ἀλλ εἰ καὶ δύο κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ οὐ καὶ ταῖς ὁμοίαις ἐπ ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον, καὶ τοῦ δευτέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα· τὸν δὲ τοῦ θεοῦ λόγον τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος
摩西清楚宣告了第二位(主),並教導我們這一位是蒙那更大者許可,去對不敬虔者施行懲罰的。然而,雖然我們公開承認有兩位主,我們卻不對這兩者使用同樣的神學稱謂;我們虔敬地按著次序被教導:那至高者是父、是神、也是主,並且是那第二位的主與神;而神的道,即第二位的主,我們被教導他是那在他之下者的主人,卻不能以同樣的方式作那更大者的主人。
Moses plainly proclaims a second Lord, whom he also teaches was permitted by the Greater to execute punishment upon the impious. Nevertheless, although we openly confess two Lords, we do not employ the same theological terms concerning both; but, piously observing due order, we have been taught that the one who is highest is Father and God and Lord, and Lord and God of the second; while the Word of God, the second Lord, we have been taught is master of those under him, but not in the same way of the Greater.
5:8.3
οὐ γὰρ τοῦ πατρὸς κύριος οὐδὲ τοῦ πατρὸς θεὸς, ὁ θεὸς λόγος, ἀλλ ἐκείνου μὲν εἰκὼν καὶ λόγος καὶ σοφία καὶ δύναμις, τόν δὲ μετ αὐτὸν δεσπότης καὶ κύριος καὶ θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχὴν καὶ εἰς ἴνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας. Ἀπὸ τῆς αὐτῆς. Ὡς ὁ αὐτὸς θεράπων τὸν θεὸν λόγον δηλοῖ δεύτερον θεὸν καὶ κύριον προωνομασμένον, ἐν ἀνθρώπου τε μορφὴ καὶ σχήματι ὦφθαί τε καὶ χρηματίσαι τοῖς παλαιοῖς ἱστορεῖ
因為那神——道並非父的主,也非父的神,而是父的形像、道、智慧與能力;至於在他以後的萬有,他則是他們的主人、主與神。而父則既是子的父,又是子的主與神。因此,我們虔敬的神學,理所當然地都回溯歸於一個本原、一位神。〔選自〕同一卷書:同一位僕人(摩西)如何記述那已被先前稱為第二位神與主的神——道,曾以人的形貌與樣式向古人顯現,並與他們交談。
For the God-Word is not Lord of the Father, nor God of the Father, but is the image and Word and Wisdom and Power of that one; while of those after him he is master, Lord, and God. But the Father is both Father of the Son, and his Lord and God. Whence, fittingly, the matters of our pious theology, tracing back, converge for us upon one origin and one God. From the same book: How the same servant shows the God-Word, already named the second God and Lord, to have appeared to the men of old in human form and shape, and to have conversed with them, as he relates.
5:9.1
Ὤφθη δὲ κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ πάλιν ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεός. εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ, καὶ πληθυνῶ σε σφόδρα
耶和華向亞伯拉罕顯現,對他說:我要把這地賜給你的後裔。又說:亞伯拉罕年九十九歲的時候,耶和華向亞伯拉罕顯現,對他說:我是神;你要行在我面前,作完全人,我就要與你立約,使你的後裔極其繁多。
And the Lord appeared to Abraham, and said to him, To your seed I will give this land. And again: And Abraham was ninety-nine years old, and the Lord appeared to Abraham, and said to him, I am God; be well-pleasing before me, and be blameless, and I will make my covenant between you and me, and I will multiply you exceedingly.
5:9.2
καὶ αὖθις ὤφθη δὲ ὁ θεὸς αὐτῷ πρὸς τῇ δρυὶ· τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησε
又說:神在幔利橡樹那裡向他顯現,那時他正午坐在帳棚門口。他舉目觀看,見有三個人站在他對面;他一見,就從帳棚門口跑去迎接他們,俯伏在地。
And again: And God appeared to him by the oak of Mamre, as he sat at the door of his tent at noon. And lifting up his eyes he looked, and behold, three men were standing above him; and when he saw them, he ran to meet them from the door of his tent, and did obeisance.
5:9.3
καὶ ἑξῆς μετὰ τὴν ὀπτασίαν ἐπιφέρει ὁ δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς
在異象之後,經文接著說:耶和華說:我所要做的事,豈可瞞著我的僕人亞伯拉罕呢?亞伯拉罕必要成為大而強盛的國,地上的萬國都必因他得福。
And following upon the vision, it goes on to say: And the Lord said, Shall I hide from Abraham my servant what I am doing? For Abraham shall surely become a great and populous nation, and in him shall all the nations of the earth be blessed.
5:9.4
καὶ τούτοις αὖθις ἐπιλέγει ὡς περὶ ἑτέρου ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὑτοῦ καὶ τῷ οἴκῳ αὑτοῦ μετ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν
經文接著又補充說,彷彿是論及另一位:因為我知道他必吩咐他的眾子和他的家屬,在他以後遵守耶和華的道,秉公行義,使耶和華所應許亞伯拉罕的話都能成就。
And to these it adds further, as concerning another: For I knew that he would command his sons and his household after him, and they would keep the ways of the Lord, to do righteousness and judgment, that the Lord might bring upon Abraham what he spoke to him.
5:9.5
Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ κύριος, ἕτερον κύριον ὁμολογῶν δηΛάδη τὸν αὑτοῦ πατέρα καὶ ποιητὴν τοῦ παντός. ὅ γε μὴν Ἀβραὰμ, οἷα προφήτης κατάληψιν ἔχων ἀκριβῆ τοῦ χρηματίζοντος ἑξῆς τοῖς προεκτεθεῖσι ποτνιᾶται λέγων μὴ συναπολέσῃς δίκαιον μετ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον, ἕνεκεν τῶν πεντήκοντα δικαίων; μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς ὁ κρίνων πάσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν
這些話正是那位向亞伯拉罕說話的主自己所記載說的,他藉此承認另有一位主——即他自己的父,也是宇宙的創造者。而亞伯拉罕,作為先知,對那位向他說話者有著準確的認識,緊接著前述之事,便懇求他說:你真要將義人與惡人同殺嗎?將有義人與惡人一樣嗎?假若那城裡有五十個義人,你還剿滅那地方嗎?不為城裡這五十個義人饒恕其中的人嗎?將義人與惡人同殺,將義人與惡人一樣看待,這斷不是你所行的。審判全地的主,豈不行公義嗎?
These very things the Lord who conversed with Abraham has himself recorded as saying, thereby confessing another Lord — namely, his own Father and Maker of the universe. And Abraham indeed, having, as a prophet, an accurate apprehension of the one who spoke with him, immediately after the things already set forth, entreats him, saying: Will you destroy the righteous with the impious, and shall the righteous be as the impious? If there be fifty righteous in the city, will you destroy them, and not spare the whole place for the sake of the fifty righteous? Far be it from you to do this thing, to slay the righteous with the impious, so that the righteous should be as the impious. Far be it from you, who judge all the earth, to do this — will you not do justice?
5:9.6
Ἀγγέλοις δὴ φάσκειν ταῦτα, ἤ τινι τῶν τοῦ θεοῦ λειτουργῶν, οὐχ ἡγοῦμαι λέγεσθαι ἁρμόζειν· οὐδὲ γὰρ τοῦ τυχόντος ἂν εἴη τὸ κρίνειν πάσαν τὴν γῆν. ἀλλ οὐδ ἄγγελος ὁ προγραφεὶς ἀνηγόρευται, κρείττων δέ τις ἀγγέλου θεὸς καὶ κύριος πρὸς τῇ ἀναγεγραμμένῃ δρυὶ· μετὰ τῶν δυοῖν ἀγγέλων ἐν ἀνθρώπου που σχήματι ὁραθείς
我認為不宜說這些話是對天使、或神的某位事奉者所說;因為審判全地並非隨便什麼人所能勝任。而且,前文所記載的那一位,並不被稱為天使,他乃是勝過天使的神與主,曾在前文所提及的橡樹旁,與那兩位天使一同,以人的形貌顯現。
Now I do not think it fitting to say that these words are spoken to angels, or to any of God's ministers; for judging all the earth would not belong to just anyone. But indeed the one recorded above is not proclaimed an angel; rather he is a God and Lord superior to an angel, who was seen in human form, together with the two angels, at the oak already mentioned.
5:9.7
πάλιν γε μὴν οὐδὲ τὸν ἐπὶ πάντων θεὸν ἡγητέον διὰ τούτων δηλοῦσθαι. μεταβάλλειν γὰρ φάναι τὸ θεῖον, καὶ σχηματίζεσθαι εἰς ἀνδρὸς εἶδος καὶ μορφὴν οὐκ εὐαγές. λείπεται δὴ αὐτὸν εἶναι τὸν τοῦ θεοῦ λόγον τὸν διὰ τῶν πρόσθεν τεθεολογημένον ὁμολογεῖν· ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται, καὶ θεωρεῖταί γε εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος
再者,我們也不應以為這是萬有之神藉此所顯明的;因為說神會變化,取人的形狀與樣貌,這是不敬虔的。那麼,就只剩下承認這是前文已論述的神的道了;因此直到如今,附近地區的居民仍將此地當作神聖之地來敬奉,以此紀念曾在該處向亞伯拉罕顯現的那幾位,而那棵橡樹至今仍可看見依然屹立在那裡。
Again, moreover, one must not suppose that the God who is over all is signified by these things either; for to say that the Divine changes and takes the shape and form of a man is not pious. It remains, then, to confess that it is the Word of God who has been theologically described in what precedes; and hence, even now, among the people of the surrounding region, the place is venerated as though divine, in honor of those who appeared there to Abraham, and to this day the terebinth is still to be seen remaining there.
5:9.8
οἱ γὰρ τῷ Ἀβραὰμ ἐπιξενωθέντες, ἐπὶ γραφῆς ἀνακείμενοι, κείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ εἴη δ ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτὸς, ὁ ἡμέτερος σωτὴρ, ὃν καὶ οἶ ἀγνῶτες σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι. οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπειον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραὰμ ὅστις εἴη αὑτὸν ἐξέφηνε καὶ τὴν τοῦ πατρὸς αὑτοῦ παρεδίδου γνώμην. Ἀπὸ τῆς αὐτῆς. Ὡς ὁ αὐτὸς προφήτης ἐπὶ τοῦ Ἰακὼβ σαφέστερον ἐμφαίνει τὸν δηλούμενον κύριον, ὃν δὴ καὶ θεὸν καὶ ἄγγελον ἀποκαλεῖ, τοῦ ἐπὶ πάντων θεοῦ προσειπὼν
因為那些接受亞伯拉罕款待的(在畫像上呈現的那三位),兩位分立兩旁,居中者為更尊貴者、在尊榮上超乎其他二者——這一位就是我們已經確認的那位主,就是我們的救主,連那些原不認識他的人也敬拜他,藉此印證了神聖的話語。所以正是這一位,從那時起就在人間播下敬虔的種子,穿上人的形貌與樣式,向那蒙神所愛的先祖亞伯拉罕顯明自己是誰,並將他父的旨意傳達給他。〔選自〕同一卷書:同一位先知(摩西)如何在論及雅各之事上,更清楚地顯明此處所指的主,稱他既是神,也是天使,同時又稱及那萬有之上的神。
For those who were entertained by Abraham, depicted in painting, two on either side, and in the middle the greater one, surpassing in honor — this would be the Lord already made known to us, our own Savior, whom even those who do not otherwise know him worship, confirming the divine oracles. This same one, therefore, from that time sowing among men the seeds of piety, having put on human form and shape, revealed to the God-beloved forefather Abraham who he was, and delivered to him the mind of his own Father. From the same book: How the same prophet, concerning Jacob, more clearly displays the Lord in question, whom he also calls both God and angel, though speaking of the God who is over all.
5:10.1
Καὶ ἐπορεύθη εἰς Χαρρὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. καὶ ἔλαβεν ἀπὸ τῶν λίθων, καὶ ἔθηκε πρὸς κεφαλῆς αὑτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη εἰς τὴν γῆν, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἶ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ αὐτήν. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ θεὸς Ἰσαὰκ, μὴ φοβοῦ· ἡ γῆ ἐφ ἣν σὺ καθεύδεις ἐπ αὐτὴν, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου
雅各就往哈蘭去,來到一個地方,因為太陽落了,就在那裡住宿。他就從那地方的石頭中拿一塊,枕在頭下,在那裡躺臥睡了;就夢見一個梯子立在地上,梯子的頭頂著天,有神的使者在梯子上,上去下來。耶和華站在梯子以上,說:我是耶和華,你祖亞伯拉罕的神,也是以撒的神;不要懼怕。你所躺臥之地,我要賜給你和你的後裔。
And he journeyed to Haran, and came to a certain place, and slept there, for the sun had set. And he took one of the stones there, and put it under his head, and slept in that place, and dreamed; and behold, a ladder was fixed upon the earth, whose top reached to heaven, and the angels of God ascended and descended upon it. And the Lord stood firmly above it, and said, I am the Lord, the God of Abraham your father, and the God of Isaac; do not fear. The land on which you are sleeping, to you will I give it, and to your seed.
5:10.2
καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν καὶ λίβα· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάση, οὑ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἴως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι
你的後裔必像地上的塵沙那樣多,必向東西南北開展;地上萬族必因你和你的後裔得福。看哪,我與你同在,你無論往哪裡去,我必保佑你,領你歸回這地,總不離棄你,直到我成就了我所應許你的。
And your seed shall be as the sand of the sea, and shall spread abroad to the sea and to the east, and to the north and to the south; and in you shall all the tribes of the earth be blessed, and in your seed. And behold, I am with you, keeping you in every way you go, and I will bring you back into this land; for I will not forsake you, until I have done all that I have spoken to you.
5:10.3
καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν ὅτι ἐστὶ κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. καὶ ἐφοβήθη, καὶ εἷπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος. οὐκ ἔστι τοῦτο ἀλλ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοὐ οὐρανοῦ. καὶ ἀνέστη Ἰακὼβ τὸ πρωῒ, καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, οἶκος θεοῦ
雅各睡醒了,說:耶和華真在這裡,我竟不知道。他就懼怕,說:這地方何等可畏!這不是別的,乃是神的殿,也是天的門。雅各清早起來,把所枕的石頭立作柱子,澆油在上面,就給那地方起名叫伯特利(神的殿)。
And Jacob awoke from his sleep, and said, The Lord is in this place, and I did not know it. And he was afraid, and said, How fearful is this place! This is nothing else but the house of God, and this is the gate of heaven. And Jacob rose up early in the morning, and took the stone which he had put under his head, and set it up as a pillar, and poured oil on the top of it, and Jacob called the name of that place, House of God.
5:10.4
Τοῦτον τὸν ἐνταῦθα διὰ τοσούτων χρηματίζοντα κύριον καὶ θεὸν ἄγγελον τοῦ θεοῦ προϊὼν ἐξῆς εὑρήσεις, ἐν οἷς φησι πρὸς τὰς γυναῖκας αὐτὸς Ἰακὼβ καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ ὕπνον, Ιακὼβ· ἐγὼ δὲ εἶπα, τί ἐστι; καὶ ἐξῆς ἑώρακα, φησὶ, πάντα ὅσ ἁ λαβὰν σοὶ ποιεῖ. ἐγὼ ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ, οὑ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι εὐχήν
這一位在此處經過這許多稱謂被稱為主與神者,你將在下文發現他又被稱為神的使者,就是雅各自己對他妻子們所說的話:神的使者在夢中對我說:雅各。我說:我在這裡。他又說:我已經看見拉班向你所行的一切事了。我就是那在伯特利向你顯現的神,你在那裡用膏抹過柱子,向我許過願。
This one who here is thus at length designated Lord and God, you will find further on called angel of God, in the passage where Jacob himself says to his wives: And the angel of God said to me in a dream, Jacob; and I said, What is it? And I have seen, he says, all that Laban is doing to you. I am the God who appeared to you in the place where you anointed a pillar to me, and vowed a vow to me.
5:10.5
Ἄρ οὖν ὁ ἀνωτέρω φήσας ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ θεὸς Ἰσαὰκ, ᾧ καὶ στήλην ἀνίστησιν ὁ θεοφιλὴς, θεὸς μὶν ἦν καὶ κύριος· αὐτῷ γὰρ λέγοντι πιστευτέον· οὐ μὴν ὁ ἐπὶ πάντων, ἀλλ ὁ ἐκείνου δεύτερος, τὰ τοῦ πατρὸς εἰς ἀνθρώπους διακονούμενος καὶ διαγγέλλων
那麼,前文說「我是耶和華,你父親亞伯拉罕的神,也是以撒的神」的那一位——蒙神眷愛的雅各也為他立了石柱——固然是神,也是主(因為既然他親口說話,理當信從);然而他並非那位在萬有之上的神,而是那位之後的第二位,向世人服事並傳達父的事。
Was, then, he who said above, 'I am the Lord, the God of Abraham your father, and the God of Isaac' — to whom also the God-beloved Jacob set up a pillar — indeed God and Lord (for one must believe him who speaks); yet not the God over all, but the second after that One, ministering and proclaiming to men the things of the Father.
5:10.6
διὸ καὶ ἄγγελον αὐτὸν ὁ Ἰακὼβ ἐπὶ τοῦ παρόντος καλεῖ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ φάσκων καθ ὕπνον, ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ. οὐκοῦν ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἠσαίᾳ δὲ τῷ προφήτῃ φήτῃ μεγάλης βουλῆς ἄγγελος, ὁμοῦ δὲ καὶ θεὸς καὶ ἄρχων καὶ ἐξουσιαστὴς προσαγορεύεται, ἐν οἶς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει λέγων ὅτι παιδίον ἐγενήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, πατὴρ τοῦ μέλλοντος αἰῶνος
因此雅各在此處也稱他為天使,說:「神的天使在夢中對我說:我就是那在那地方向你顯現的神。」如此,同一位在此顯然被稱為主的使者,同時又是神,又是主。而在先知以賽亞書中,他被稱為「大謀略的天使」,同時又被稱為神、統治者、掌權者,在那預言他降生為人的經文中說:「有一嬰孩為我們而生,有一子賜給我們,政權必擔在他的肩頭上,他的名稱為大謀略的天使、和平的君、大能的神、掌權者、將來永世的父。」
Wherefore Jacob too, in the present passage, calls him an angel, saying, 'The angel of God said to me in my sleep, I am the God who appeared to you in this place.' Thus the same one is here plainly proclaimed both angel of the Lord and God and Lord. And in Isaiah the prophet he is styled 'Angel of Great Counsel,' and at the same time is addressed as God and Ruler and Potentate, in the passage where he foretells his birth among men, saying: 'A child has been born for us, and a son has been given to us, whose government is upon his shoulder, and his name is called Angel of Great Counsel, Prince of Peace, Mighty God, Potentate, Father of the age to come.'
5:11.1
Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὑτοῦ. καὶ διέβη τὴν διάβασιν τὴν Ἰαβώχ, καὶ ἔλαβεν αὐτοὺς, καὶ διεβίβασε πάντα τὰ ἑαυτοῦ. ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιε μετ αὐτοῦ ἄνθρωπος ἕως πρωΐ. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ αὐτοῦ. καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος· ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπε δ αὐτῷ, τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν, Ἰακὼβ. εἶπε δ αὐτῷ, οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἔνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ εἶδος θεοῦ· εἶδον γάρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ
那夜他起來,帶著他的兩個妻子、兩個婢女,和他的十一個孩子,過了雅博渡口,帶他們過去,又把他一切所有的都帶過去。雅各就獨自留下,有一個人和他摔跤,直到黎明。那人見自己勝不過他,就將他大腿窩的寬處摸了一下,雅各在與他摔跤的時候,大腿窩的寬處就扭了。那人說:「天已經黎明,容我去吧。」雅各說:「你不給我祝福,我就不容你去。」那人對他說:「你名叫什麼?」他說:「雅各。」那人說:「你的名不要再叫雅各,要叫以色列,因為你與神較力,你也必與人較力,都得了勝。」雅各問他說:「請將你的名告訴我。」那人說:「何必問我的名呢?」於是在那裡給他祝福。雅各就給那地方起名叫「神之形」,說:「因為我面對面見了神,我的性命仍得保全。」日頭剛出來的時候,他經過了那「神之形」之地。
And rising up that night he took his two wives and his two maidservants and his eleven children, and crossed over the crossing-place of Jabbok, and took them and brought all that was his across. But Jacob was left alone, and a man wrestled with him until morning. And when he saw that he could not prevail against him, he touched the broad part of his thigh, and the broad part of Jacob's thigh grew numb as he wrestled with him. And he said to him, 'Let me go, for the dawn has come up.' But he said, 'I will not let you go unless you bless me.' And he said to him, 'What is your name?' And he said, 'Jacob.' And he said to him, 'Your name shall no longer be called Jacob, but your name shall be Israel, because you have prevailed with God, and shall be mighty with men.' And Jacob asked him, and said, 'Tell me your name.' And he said, 'Why do you ask this, my name?' And he blessed him there, and called the name of that place 'Jacob, Form of God'; 'for I saw God face to face, and my soul was saved.' And the sun rose upon him when he had passed by the Form of God.
5:11.2
Τῷ μὲν Μωσεῖ εἴρητο οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδε θεὸν οὐχ ἁπλῶς, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· καὶ σωθείς γε οὐ τὸ σῶμα, ἀλλὰ τὴν ψυχὴν τῆς ἐπὶ Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν προσηγορίας, εἴ γε ἑρμηνευθὲν ὁρῶντα θεὸν τὸ Ἰσραὴλ ὄνομα σημαίνει. οὐκ ἄρα τὸν ἐπὶ πάντων θεὸν ἐώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλοι ὁ πάσης ὢν ανωτάτω οὐσίας· οὐσίας· ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν
對摩西曾有話說:「沒有人能見我的面而仍活著。」但在此處,雅各見神卻不是泛泛地見,而是面對面地見;他得救也不是身體,而是靈魂蒙了「以色列」這稱號的尊榮——這是與靈魂相稱的名號,倘若「以色列」這名字譯出來正是「見神者」的意思。由此可見,他所見的並非那位在萬有之上的神;因為那位是不可見的、不變的,且是超乎一切本質之上者,斷不可能變為人形。所以,正是那一位,雖然雅各殷切詢問,當時卻還不到向雅各透露其稱號的時候。
To Moses it had been said, 'No one shall see my face and live.' But here Jacob saw God, not merely in general, but face to face; and being saved, not in body but in soul, he was deemed worthy of the surname 'Israel,' a title befitting the soul, if indeed the name 'Israel,' when interpreted, signifies 'one who sees God.' He did not, then, see the God over all; for this One is invisible and unchangeable, and He who is highest of all essence could in no way be transformed into a man. It was of Him, then, that it was not yet the fitting time to disclose the title even to Jacob, though he inquired earnestly.
5:11.3
εἰ δὲ ἀγγέλων τινα, ἢ τῶν κατ οὐρανὸν θείων πνευμάτων τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς διακονούμενον ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι καὶ θεολογεῖσθαι τὸν δηλούμενον· καὶ γὰρ καὶ θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει, καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ Ἑβραίοις στοιχείων ἐπισημειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασι · τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος, ὥσπερ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, ὡς αὖθις ἡ θεία γραφὴ λέγει ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραὰμ, οἶ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας
若有人以為他不過是眾天使之一,或是天上服事聖徒、傳達神諭的眾神聖之靈中的一位,那就顯然錯了:這一點,一則從此處所指者被以本義稱為「主」、並被神學地稱為「神」可以看出——因為神聖的經文明白宣告他為神,並稱他為主,以希伯來人四字母的標記來尊崇他,而希伯來人的子孫向來只將此標記用於那不可宣之於口、不可言說的神的稱謂;二則也從經文清楚地將他與眾天使區分開來——每當「道」願意稱呼別的存有為天使時便是如此——譬如對所多瑪那些不敬虔的人:那位曾向亞伯拉罕以神與主的身份說話者,絕不肯讓自己親臨他們那裡,正如神聖的經文又說:「主便離去,就是他與亞伯拉罕說完話的時候;那兩位天使卻在晚上到了所多瑪。」
But if one should suppose him to be one of the angels, or of the divine spirits in heaven who minister the oracles to the saints, he is plainly deceived: this appears, first, from the fact that the one indicated is spoken of in the proper sense as Lord and is theologically named God — for the divine Scripture expressly proclaims him God, and calls him Lord, honoring him with the notation of the four letters among the Hebrews, which the children of the Hebrews are wont to compose only for the unutterable and ineffable name of God; and secondly, from the fact that Scripture clearly distinguishes him from the angels whenever the Word wishes to call others angels — as, for example, in the case of the impious men in Sodom: the one who was speaking as God and Lord with Abraham in no way deems his own presence worthy to go to them, as the divine Scripture again says: 'The Lord departed, when he had ceased speaking with Abraham, but the two angels went to Sodom in the evening.'
5:11.4
καὶ τῷ Ἰακὼβ δὲ συνήντησαν ἄγγελοι θεοῦ · καὶ ἰδὼν εἶπε, παρεμβολὴ θεοῦ αὕτη. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου παρεμβολαί
又有神的眾天使遇見雅各;他看見了就說:「這是神的軍營。」於是給那地方起名叫「眾營」。
And angels of God met Jacob; and when he saw them he said, 'This is God's camp.' And he called the name of that place 'Camps.'
5:11.5
Οὕτως δὴ ὁ θεοφιλὴς εὖ διέκρινεν τὰς ὀπτασίας ὥστε νῦν μὲν τὸ ὄνομα τοῦ τόπου παρεμβολὰς καλεῖν, ἀπὸ τῆς τῶν ἀγγελικῶν παρεμβολῶν θέας. ὅτε δὲ τῷ θεῷ προσομιλεῖ, καλεῖ τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ, ἐπιλέγων εἶδον γὰρ θεὸν πρόσωπον πρόσωπον. ἀλλὰ καὶ τῷ Μωσεῖ ὅτ ἄγγελος ἐπιφαίνεται, τοῦτ αὐτὸ καὶ ἡ θεία γραφὴ σημαίνει λέγουσα ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ βάτου. ὅτε δὲ τὸν αὐθέντην, αὐτὸν δὴ τὸν δηλοῖ, θεὸν καὶ κύριον, ἀλλὰ οὐκέτι ἄγγελον ὀνομάζει
雅各這位蒙神眷愛者,就是這樣善於分辨這些異象:一時他將那地方命名為「眾營」,是因見了眾天使的軍營;但當他與神親自交談時,卻稱那地方為「神之形」,並補充說:「因為我面對面見了神。」同樣,當一位天使向摩西顯現時,神聖的經文也表明了同一件事,說:「耶和華的使者從荊棘裡的火焰中向他顯現。」但當經文指明那位主宰本身,就是神與主的時候,就不再稱之為天使了。
Thus the God-beloved Jacob rightly discerned the visions, so that at one time he named the place 'Camps,' from the sight of the angelic camps, but when he conversed with God, he called the name of the place 'Form of God,' adding, 'For I saw God face to face.' So too, when an angel appears to Moses, the divine Scripture signifies this very thing, saying, 'And an angel of the Lord appeared to him in a flame of fire out of the bush'; but when it indicates the very Master himself, God and Lord, it no longer names him angel.
5:11.6
ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι ὧν φησιν ἐξῆρε δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν. ἐξῆρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν
同樣,在紅海邊,經文也清楚地將天使與主分別開來,說:「神的使者,就是那在以色列眾子軍營前面的,就轉到他們後邊行;雲柱也從他們前面轉到他們後邊。」
Likewise at the Red Sea it clearly distinguishes the angel and the Lord, in the words: 'And the angel of God, who was leading the camp of the sons of Israel, moved and went behind them; and the pillar of the cloud also moved from before their face.'
5:11.7
Ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ ἐπέβλεψε κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης, δι ὅλης δὲ τῆς ἐρήμου ἐν διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων
正如在前面的段落中,主是以某種形貌向古時的人顯現、與之交往,這裡也同樣藉著雲彩。經文接著說:「到了晨更的時候,耶和華從雲柱火柱中觀看埃及人的軍隊」;並且在整個曠野中,神都是藉著雲彩向摩西曉諭。
But just as in the earlier passages the Lord has been introduced dealing with the ancients under a visible form, so also here through a cloud. It is said next: 'And it came to pass in the morning watch, that the Lord looked upon the camp of the Egyptians in the pillar of fire and cloud'; and throughout the whole wilderness God dealt with Moses through the cloud.
5:11.8
ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον, ἀλλ ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδε τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήσεσι· κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἶ λέξεις ἄγγελον θεοῦ προσειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον
確切地說,當這記述要指明其為天使之本性時,既不稱之為神也不稱之為主,而是公然稱其為天使;但當它認出那顯現者是主與神的時候,便明明白白地使用這些稱謂。至於稱之為主與神並非指那第一因,這一點已由神聖經文本身的措辭明顯證實:經文既在雅各的記事中先前稱其為主與神,此處又稱他為「神的天使」。
Precisely, then, when the account wishes to indicate the nature of an angel, it names him neither God nor Lord, but openly calls him angel; but when it recognizes the one appearing as Lord and God, it plainly employs these very titles. And that by 'Lord' and 'God' it does not signify the first Cause has been clearly demonstrated by the very wording of the divine Scripture, which called 'angel of God' the one previously named, in the case of Jacob, 'Lord' and 'God.'
5:11.9
λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμβασιλέα καὶ θεὸν τῶν ὅλων. εἴη δ ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸ πρῶτον αἴτιον
由此可見,在一切存有之中,除了那萬有之王與萬有之神以外,另有一位是神、也是主。這一位,應當就是那先於萬世而有的神的道,他勝過一切天使的本性,卻又次於那第一因。
It remains, then, that there is among existing things a certain God and Lord, second after the King of all and God of all. And this would be the Word of God who exists before the ages, greater than every angelic nature, but lesser than the first Cause.
5:12.1
Εἶπε δὲ ὁ θεὸς Ἰακὼβ, εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον θυσιαστήριον τῷ θεῷ, τῷ ὀφθέντι σοὶ ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὑτοῦ καὶ πᾶσι τοῖς μεθ τοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν μέρα θλίψεως, ὃς ἦν μετ ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην
神對雅各說:「起來,上伯特利去,住在那裡,並要在那裡築一座壇給神,就是你逃避你哥哥以掃的時候向你顯現的那位。」雅各就對他的家人和一切與他同在的人說:「你們要除掉你們中間的外邦神,也要自潔,更換衣裳;我們要起來,上伯特利去,在那裡築一座壇給主——就是在我遭難的日子應允我、與我同在、在我所行的路上保佑我的那位。」
And God said to Jacob, 'Arise, go up to the place Bethel, and dwell there, and make an altar there to God, who appeared to you when you fled from the face of Esau your brother.' And Jacob said to his household, and to all who were with him, 'Put away the strange gods that are among you, and purify yourselves, and change your garments, and let us arise and go up to Bethel, and let us make there an altar to the Lord who answered me in the day of affliction, who was with me, and saved me in the way in which I went.'
5:12.2
Ἐνταῦθα ὁ θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγέννητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς, ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακῶβ, δυνάμει τε ἀρρήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. εἶπε γοῦν ὁ θεὸς αὐτῶ ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοί. τίς δ ἦν ὁ ὦφθαι αὐτῷ ἀρτίως παρεστήσαμεν, τὸν θεὸν λόγον εἶναι ἀποδείξαντες. Ἀπὸ τῆς Ἐξόδου. Ὡς ὁ ἐπὶ πάντων θεὸς, αὐτὸς ὢν ὁ δι ἀγγέλου τῷ Μωσεῖ χρηματίζων, ὦφθαι τοῖς πατράσιν, οὐκέτι δι ἀγγέλου, διὰ δὲ τοῦ υἱοῦ διδάσκει
在此,神本身,即萬有之神,那唯一非受生者、超乎萬有之上者,並未親自顯現,而是以不可見的方式向雅各曉諭,並以不可言喻的大能感動他,明明是在論及另一位。因為神對他說:「要為那向你顯現的神築一座壇。」至於那向他顯現者究竟是誰,我們方才已經述明,已證明就是神的道。摘自《出埃及記》。萬有之上的神,即那藉天使向摩西曉諭者,如何教導我們他向列祖顯現時,不再是藉天使,而是藉著子。
Here God himself, the God of all, the only unbegotten one and highest of all, without appearing visibly — but rather dealing invisibly with Jacob, and moving him by an ineffable power — plainly speaks concerning another. For God said to him, 'Make an altar to the God who appeared to you.' Who it was that appeared to him we have just shown, having demonstrated that it was God the Word. From Exodus. How the God over all, who is himself the one dealing with Moses through an angel, teaches that he appeared to the fathers no longer through an angel, but through the Son.
5:13.1
Καὶ Μώσης ἦν ποιμαίνων τὰ πρόβατα τοῦ γαμβροῦ αὐτοῦ, καὶ ἦλθεν εἰς τὸ ὄρος τοῦ θεοῦ ἐν Χωρήβ. ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου. καὶ μεθ ἕτερα ὡς ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκμέσου τοῦ βάτου λέγων, Μώση Μωσῇ, μὴ ἐγγίσῃς ὧδε. λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἁγία ἐστί. καὶ μετ ὀλίγα καὶ εἶπε κύριος πρὸς αὐτὸν, ἐγώ εἰμι ὁ ὤν
摩西正在牧養他岳父的群羊,來到神的山,就是何烈山。耶和華的使者從荊棘裡的火焰中向他顯現。此後不久,當摩西正要上前觀看時,主便從荊棘中呼叫他說:「摩西,摩西,不要挨近這裡;把你腳上的鞋脫下來,因為你所站之地是聖地。」不久之後,主又對他說:「我就是那存在者(自有永有的)。」
And Moses was shepherding the flocks of his father-in-law, and he came to the mountain of God, to Horeb. And the angel of the Lord appeared to him in a fire of flame out of a bush. And after other words, when the Lord saw that he drew near to look, he called him out of the midst of the bush, saying, 'Moses, Moses, do not draw near here; loose the sandal from your feet, for the place on which you stand is holy ground.' And a little after, the Lord said to him, 'I am the One who is.'
5:13.2
καὶ αὖθις ἐλάλησε κύριος πρὸς Μωσῆν, καὶ εἶπε πρὸς αὐτὸν, ἐγὼ κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς, καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς
耶和華又對摩西說:「我是耶和華,我曾向亞伯拉罕、以撒、雅各顯現,作他們的神,我的名卻沒有向他們顯明,我又與他們堅立了我的約。」
And again the Lord spoke to Moses, and said to him, 'I, the Lord, appeared to Abraham and Isaac and Jacob, being their God, and I did not make known to them my name, and I established my covenant with them.'
5:13.3
Ὠσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἠσαίου φέρε εἰπεῖν καὶ Ἱερεμίου καὶ τῶν παραπλησίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου, ὡς ἂν δι ὀργάνου, θεσπίζων, καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ ἐπὶ πάντων θεοῦ ἦν διὰ τοῦ προφήτου χρηματίζον, οὕτω δὴ καὶ νῦν εἰσαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει
正如在人間眾先知的情形——比如以賽亞、耶利米,以及其他相似的先知——所看見的是一個人,但那藉著這顯現者、彷彿藉一件器具而發預言的乃是神;有時是基督的位格,有時是聖靈的位格,有時則是萬有之上的神藉先知曉諭;照樣,如今對這位初次蒙引導的摩西,至高、萬有之上的神也是藉著那顯現的天使,發出上述的宣告。
Just as in the case of the prophets among men — Isaiah, for example, and Jeremiah, and the like — the thing seen was a man, but it was God who, through the one who appeared, as through an instrument, uttered the oracle; and at one time it was the person of Christ, at another that of the Holy Spirit, at another that of the God over all, that was speaking through the prophet — so also now, to Moses being introduced to this vision, the Most High and God over all utters the foregoing oracles through the angel who appeared.
5:13.4
ὧν γένοιτο ἂν ὁ νοῦς τοιόσδε, σοὶ μὲν, ( προφῆτα, ὡς ἂν εἰσαγομένω καὶ μηδὲν πλέον ἀγγελικῆς ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων ὅτι ἐγώ εἰμι ὁ ὢν, καὶ ὅτι τὸ ὄνομά μού ἐστι κύριος· τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. τίς δ ἦν ὁ τοῖς πατράσιν ὀφθεὶς, καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς, προαποδέδεικται, ἡνίκα τὸν θεὸν καὶ τὸν κύριον ἄγγελον θεοῦ ὠνομάσθαι ἐπεδείκνυμεν
這番話的意涵,大約可以這樣理解:「先知啊,你既是剛剛被引入這境地,除了天使的異象之外還無法領受更多,所以此刻我甘願讓我的使者向你顯現,只將我自己的名向你彰明,教導你我就是那存在者,我的名是耶和華;但對你的列祖,我所彰顯的不僅止於此,我所賜予他們的比這更大——因為我曾親自向他們顯現。」至於那位向列祖顯現者是誰,並非萬有之上的神,這一點我們先前已經證明過了,那時我們已指出,雅各所見的那位神與主曾被稱為「神的天使」。
The sense of which might be something like this: 'To you, O prophet, since you are just being introduced to these matters and are able to take in nothing more than an angelic vision, for the present I have willed that my angel should be seen, and I make manifest to you only my own name, teaching that I am the One who is, and that my name is Lord. But to your fathers I revealed not this alone, but bestowed something greater than this; for I appeared to them.' Now who it was that appeared to the fathers, and that it was not the God over all, has been demonstrated beforehand, when we showed that the God and Lord seen by Jacob was called an angel of God.
5:13.5
πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων θεὸς, ὦφθαί φησι τοῖς πατράσιν ζητήσαι ἄν τις εἰκότως. λυθείη δ ἂν τὸ ζητηθὲν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν. λεγομένου παρὰ τοῖς ἑβδομήκοντα τοῦ καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, θεὸς αὐτῶν ὤν ὁ μὲν Ἀκύλας φησὶ καὶ ὡράθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ ἐν θεῷ ἱκανῷ·
那麼人們或許會理所當然地追問:這裡那超乎萬有之上者,就是那獨一在萬有之上的神本身,怎麼會說他曾向列祖顯現呢?這個疑問,若我們留意神聖經文的精確措辭,便可迎刃而解。七十士譯本原文作:「我曾向亞伯拉罕、以撒、雅各顯現,作他們的神」;阿奎拉譯本卻作:「我曾在『全足的神』裡向亞伯拉罕、以撒、雅各顯現。」
One might reasonably ask, then, how here the One beyond all things, who is himself the only God over all, says that he appeared to the fathers. The question would be resolved if we attend to the precision of the divine Scripture. For where the Seventy have it, 'And I appeared to Abraham and Isaac and Jacob, being their God,' Aquila renders, 'And I was seen by Abraham and by Isaac and by Jacob, in God Sufficient.'
5:13.6
δι ὦν σαφῶς παρίστησιν ὅτι μὴ αὐτὸς ὁ ἐπὶ πάντων θεὸς, ὁ μόνος ὢν, δι ἑαυτοῦ ὤφθη, ἀλλ οὐδ ὥσπερ τῷ Μωσεῖ, οὕτω καὶ τοῖς πατράσι δι ἀγγέλου, ἢ διὰ βάτου, ἢ πυρὸς, ἀλλ ἐν· θεῷ ἱκανῷ χρηματίζων ἐστὶν, ὥστε διὰ τοῦ υἱοῦ τὸν πατέρα καὶ τοῖς πατράσιν ἑωρᾶσθαι, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίοις πρὸς αὐ— τοῦ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἐν αὐτῷ γὰρ καὶ δι αὐτοῦ ἡ τοῦ πατρὸς ἀπεκαλύπτετο γνῦσις
由此清楚可見,那唯一真實存在的萬有之上的神,並非親自顯現;也不像對摩西那樣藉天使、或藉荊棘、或藉火向列祖曉諭,而是「在全足的神裡」向他們曉諭,使得父也藉著子而被列祖所見,正如福音書中論及他所說的:「看見了我的,就是看見了父。」因為正是在他裡面、藉著他,父的知識才得以啟示出來。
By this he clearly shows that the God over all, who alone truly is, was not seen by himself, nor, as with Moses, did he deal with the fathers through an angel, or through the bush, or through fire, but he was dealing with them 'in God Sufficient' — so that through the Son the Father was seen even by the fathers, according to what was said in the Gospels concerning him: 'He who has seen me has seen the Father.' For in him and through him the knowledge of the Father was being revealed.
5:13.7
ἀλλ ὅτε μὲν ἀνθρώπων σωτήριος ἐπεφαίνετο, διὰ τῆς τοῦ υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσι τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαρραβωνιξόμενος· ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς καὶ κολαστὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι ἐν θεῷ ἱκανῷ, ἀλλ ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας, καὶ ἐν εἴδει πυρὸς καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτοὺς, δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης, κατεσθίειν φλογὸς παρεφαίνετο. αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν, τὸ δὲ πῦρ τὴν διαλαβοῦσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν
但是,當他以人類救主的身份顯現時,是藉著子的人形被人看見的,由此預先向蒙神眷愛的人保證,將來要臨到萬人的、藉著他而有的救恩;然而,當他即將成為那些不敬虔的埃及人的報應者與懲罰者時,卻不再「在全足的神裡」顯現,而是藉著一位執行懲罰的天使,以火的形貌顯現,並顯出即將如兇猛帶刺的柴薪一般吞噬他們的烈焰。故有人說,那荊棘乃是暗喻埃及人那兇猛、殘酷、未馴服的邪惡,那火則暗喻那將要臨到他們身上的報應與懲治之力。
But when he was appearing as the savior of mankind, he was seen through the human form of the Son, giving in advance, from that time, to those who were beloved of God, a pledge of the salvation that was to come to all men through him; but when he was about to be the avenger and punisher of the impious Egyptians, he appeared no longer in 'God Sufficient,' but in an angel who was minister of the punishment, and in the appearance of fire, and of the flame that was about, like a savage and thorny substance, presently to devour them. They say, then, that the bush signifies the savage, cruel, and untamed wickedness of the Egyptians, and the fire the avenging and chastising power that overtook them.
← 上一段下一段 →
← 第 4 章第 6 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。