📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 5 章 第 1/4 段

希臘文原文.53 節.部分字詞可點開查義.本章太長已分段,此段為 5:praef.1–5:1.17(全章共 228 節)

← 第 4 章第 6 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
5:praef.1
Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα· καθ ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱὸν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοερὰν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γεννητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγεννήτου φύσεως νοερὰν εἰκόνα·) ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος, καθ ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικὸν, καθ ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώπου σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, αὐτὸν δὴ ἐκεῖνον τὸν βοώμενον ἐθνάρχην θεοφιλέσιν
既然在此書之前的那一部著作,即《福音的證明》中,我們已論及論我們救主耶穌基督的兩種方式──一種是超越自然、超乎一切之上的,我們依此方式將祂界定為神的獨生子,或神本質性的道,萬有的第二因,或一個理智性的實質,是神所生、德全的首生本性,是先於一切受造之物的神聖而全德的能力,或是那未受生之本性的理智性形像;另一種則與我們同類、更為切近,我們依此方式又將祂界定為神的道,是那在人裡面宣講父之虔敬的道,祂正是依此方式,在古時、更早以前,以人的形貌,向那些亞伯拉罕周圍的人顯現,正是那位向蒙神喜愛之人被宣稱為族長的那一位,
Since a twofold manner of considering our Saviour Jesus Christ has been set forth in the treatise preceding this one, the Proof of the Gospel—the one supernatural and transcendent, according to which we define him to be the only-begotten Son of God, or the essential Word of God, the second cause of all things, or an intellectual essence, and the God-begotten, virtuous, first-born nature, the divine and all-virtuous power before all begotten things, or the intellectual image of the unbegotten nature; while the other is kindred to us and more familiar, according to which we again define him as the Word of God, declarative among men of the piety of the Father, according to which manner he appeared long ago, in earlier times, in human form, to those around Abraham—he being that very one proclaimed as ethnarch to those who are beloved of God,
5:praef.2
αὗθίς τε φανησόμενον ἐν ἀνθρώποις δι ἀνθρώπου γενέσεως, καὶ παραπλησίας ἡμῖν σαρκὸς. αἴσχιστα πείσεσθαι προείρητο·) ὁδῷ καὶ τάξει προχωρήσαι ἂν ἡμῖν ὁ λόγος μέλλουσι τὰς περὶ αὐτοῦ προφητικὰς ἐκτίθεσθαι μαρτυρίας, εἰ δὴ ἐν πρώτοις κατὰ τὰ ἐπηγγελμένα τὸ πρῶτον ἐξετάσαιμεν, καὶ τὴν ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ θεολογίαν ἀπὸ τῆς παλαιὰς καὶ προφητικῆς μαρτυρίας πιστώσαιμεν. ἀναγκαῖον δὲ προεπισκέψασθαι ὁποῖός ποτε ἦν ὁ τρόπος τῆς παρ Ἑβραίοις τῶν προφητῶν θεοληψίας, παρ ὧν καὶ τὰ προηγορευμένα προπεπαιδεύμεθα
並且豫先宣告祂還要再次藉著人的誕生、藉著與我們相似的肉身,顯現在世人中間,且要忍受極為可恥之事──我們的論述,若能依所應許的次序,先按著先前所言逐一考察,並用古時先知性的見證,來印證福音書中關於祂神性的教訓,便可循著正當的次第與程序向前推進了。但在此之前,我們有必要先行考察一下:希伯來人中先知蒙神感動的方式究竟是怎樣的,正是藉著他們,我們也預先受了那些預言的教導。
and who was, moreover, foretold to appear again among men through a human birth and flesh like our own, and to suffer things most shameful—our discourse would proceed in due order and sequence for us, who are about to set forth the prophetic testimonies concerning him, if indeed we should first examine, in accordance with what has been promised, the first manner, and should confirm the theology concerning him found in the Gospels by the ancient and prophetic testimony. But it is necessary first to consider beforehand what, then, was the manner of the divine possession of the prophets among the Hebrews, by whom we too have been instructed in advance in the things foretold.
5:praef.3
Μαντεία καὶ χρηστήρια πανταχόσε γῆς Ἕλληνες καὶ βάρβαροι μνημονεύουσι συστῆναι. ταῦτα δέ φασιν ἐκ προνοίας τοῦ δημιουργοῦ ἐπὶ χρῆσιν καὶ ὠφέλειαν τῶν ἀνθρώπων καταδειχθῆναι, ὡς μηδὲν εἶναι τὸ διαφέρον τῶν παρ Ἑβραίοις προφητῶν πρὸ τὰ τῶν λοιπῶν ἐθνῶν χρηστήρια· ὡς γὰρ Ἑβραίοις διὰ τῶν τοιῶνδε προφητῶν, οὕτω καὶ τοῖς ἄλλοις ἔθνεσι διὰ τῶν κατὰ τόπον μαντειῶν τὸν ἐπὶ πάντων θεὸν χρᾶν καὶ τὰ συμφέροντα ὑποτίθεσθαι
希臘人和外族人都在世界各地記述有占卜與神諭的存在。他們〔異教徒〕聲稱,這些占卜神諭是出於造物主的天意,為著人類的使用與益處而設立的──彷彿希伯來人中的先知與其餘各民族的神諭之間,並沒有任何差別;因為他們說,正如萬有之神藉著希伯來人這樣的先知向他們發神諭,同樣地祂也藉著各地的占卜,向其他各族發神諭,指示對他們有益的事。
Both Greeks and barbarians everywhere on earth record the existence of divination and oracles. And they say that these were instituted by the providence of the Creator for the use and benefit of mankind—so that there is no difference between the prophets among the Hebrews and the oracles of the rest of the nations; for just as, they say, the God over all speaks oracles and suggests what is expedient to the Hebrews through such prophets, so too he does to the other nations through the local divinations.
5:praef.4
μὴ γὰρ Ἰουδαίων μόνον εἶναι θεὸν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀπάντων ἀνθρώπων· καὶ οὐ μᾶλλον ἐκείνων ἢ τούτων κήδεσθαι, πάντων δ ἐξ ἴσου προνοεῖν, ὥσπερ οὖν καὶ ἥλιον ἀφθόνως τοῖς πᾶσι δεδωρῆσθαι, ἀλλ οὐ μόνοις Ἑβραίοις, καὶ τὰς ἐτησίους τῶν ἐπιτηδείων χορηγίας, σωμάτων τε τοῖς πάσι κατασκευὴν ὁμοίαν, ἔνα τε γενέσεως τοῖς πᾶσι τρόπον καὶ φύσιν λογικῆς ψυχῆς μίαν
他們聲稱:神並非只是猶太人的神,也是其餘一切世人的神;祂並非更多眷顧前者過於後者,而是平等地眷顧眾人,正如祂也毫不吝嗇地將太陽賜給了眾人,而非僅僅賜給希伯來人;祂也照樣把每年所需的供應、相似的身體構造、同一種出生的方式、以及同一種理性靈魂的本性,賜給了眾人。
For, they say, God is not the God of the Jews alone, but of all the rest of mankind as well; and he cares no more for the former than for the latter, but provides equally for all—just as he has, indeed, bestowed the sun ungrudgingly on all, and not on the Hebrews alone, and the yearly supplies of necessities, and a like structure of bodies for all, and one manner of birth for all, and one nature of the rational soul.
5:praef.5
οὕτω δὲ καὶ τῆς τῶν μελλόντων προγνώσεως τὴν ἐπιστήμην πᾶσιν ἀνθρώποις ἀφθόνως παρέχειν, τοῖς μὲν διὰ προφητῶν ἀνδρῶν, τοῖς δὲ διὰ χρηστηρίων, τοῖς δὲ διὰ ὀρνίθων πτήσεως, ἢ διὰ θυτικῆς, ἢ δι ὀνειροπομπείας, ἢ διὰ κληδόνων, ἢ παλμῶν, ἤ τινων ἑτέρων συμβόλων. ταῦτα γάρ φασιν πᾶσιν ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ προνοίας δεδωρῆσθαι, ὡς μηδὲν πλέον ἔχειν δοκεῖν τοὺς Ἑβραίων προφήτας
照他們的說法,祂也照樣毫不吝嗇地將對未來的預知之知識賜給了眾人──有的藉先知之人,有的藉神諭,有的藉鳥的飛翔,有的藉獻祭占卜,有的藉夢的傳送,有的藉徵兆,或身體的跳動,或其他某些徵象。因為他們聲稱,這一切都是神的天意賜給眾人的,以致希伯來人的先知看來並沒有比別人更多什麼優越之處。
So too, they say, he provides to all men ungrudgingly the knowledge of foreknowledge of the future—to some through prophet-men, to others through oracles, to others through the flight of birds, or through sacrificial divination, or through the sending of dreams, or through omens, or throbbings of the body, or certain other signs. For they say that these things have been bestowed on all men by the providence of God, so that the prophets of the Hebrews appear to have nothing more than the rest.
5:praef.6
Τοιοῦτος μὲν οὖν ὁ παρ ἐκείνων λόγος· ὁ δὲ παρ ἡμῶν ὧδέ πως αὐτοῖς ἀπαντήσεται. εἰ μέν τις συνίστη λόγος θεοὺς ἀληθῶς, ἢ θείας δυνάμεις, ἢ δαίμονας ἀγαθοὺς ἐφεστάναι τοῖς τῶν εἰρημένων μαντείοις, ἢ τοῖς οἰωνοῖς, ἢ τοῖς λοιποῖς τοῖς κατωνομασμένοις, ἦν ἂν χώραν ἀπονεῖμαι τοῖς λεγομένοις, ὡς τοῦ ἐπὶ πάντων θεοῦ κἀκεῖνα τοῖς χρωμένοις ἐπ ὠφελείᾳ δεδωρημένου· εἰ δὲ ἐντελέσιν ἀποδείξεσι καὶ αὐτῶν Ἑλλήπων ὁμολογίαις ἤδη πρότερον δαίμονας αὐτοὺς εἶναι καὶ οὐδ ἀγαθοὺς, πάσης δὲ βλάβης καὶ μοχθηρίας αἰτίους, πῶς ἂν δύναιντο θεοῦ εἶναι προφήται; φαύλους δὲ αὐτοὺς ὁ λόγος ἐφώρασε διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἔκ τε τῆς πάλαι κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν συντελουμένης αὐτοῖς ἀνθρωποθυσίας, ἔκ τε ὧν ἠπάτων τοὺς ἐρωτῶντας ἀγνοίᾳ τοῦ μέλλοντος, ἔκ τε ὧν ἡλίσκοντο μυρία ψευδόμενοι, τοτὲ μὲν ἐκ τοῦ προφανοῦς, τοτὲ δὲ διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας, δι ἧς τοὺς πρόσφυγας πλείστοις πλειστάκις περιβάλλοντες κακοῖς ἀπηλέγχθησαν
以上便是他們一方的論述;而我們一方的答覆大致如下:倘若真有某種論證確實能證明有真神,或神聖的能力,或善良的精靈,在掌管前述那些神諭、鳥占、或其他所提及的種種,那麼容許這種說法佔有一席之地,說是萬有之神也把這些事物賜給使用它們的人以求益處,倒也未嘗不可;然而,倘若藉著完整的證明,甚至藉希臘人自己的承認,已在先前指明它們原是精靈──而且並非善良的精靈──反倒是一切傷害與邪惡的緣由,那麼它們又怎能是神的先知呢?我們的論述已在《福音的預備》一書中,藉著它們古時在各地、各城、各邦所施行的人祭,藉著它們如何因不知未來而欺騙求問者,藉著它們如何在無數謊言中被拆穿──有時是公然被拆穿,有時則是藉著神諭的模稜兩可而被拆穿,藉此它們一次又一次地將求助的人捲入極大的災禍之中,而遭到揭露定罪──已將它們揭示為邪惡的。
Such, then, is the argument on their part; but ours will meet them in this manner. If there were some argument that truly established that gods, or divine powers, or good spirits, presided over the aforesaid oracles, or the auguries of birds, or the rest of the things named, there would be room to give place to what has been said, on the ground that the God over all had bestowed these things too, for their benefit, upon those who made use of them. But if by complete demonstrations, and by the confessions even of the Greeks themselves, it has already been shown before that these beings are demons, and not even good ones, but the causes of every harm and depravity, how could they possibly be prophets of God? Our argument has exposed them as base, through the Evangelical Preparation, both from the human sacrifice anciently performed for them in every place and city and region, and from the ways in which they deceived their inquirers through ignorance of the future, and from the ways in which they were caught out in countless falsehoods—sometimes openly, and sometimes through the ambiguity of their oracles, whereby, having entangled their suppliants time and again in the greatest evils, they stood convicted.
5:praef.7
καὶ ἐπεὶ προαπεδείκνυτο μιαρὸν αὐτῶν καὶ ἀκάθαρτον τὸ φῦλον ἐκ τοῦ χαίρειν αἰσχραῖς καὶ ἀκολάστοις περὶ αὐτῶν λεγομέναις ᾠδαῖς καὶ ὕμνοις καὶ μυθικοῖς διηγήμασιν, ἱστορίαις τε ἀσέμνοις καὶ ἐπιβλαβέσιν, ἃς καὶ καθ ἑαυτῶν κυροῦντες καὶ ὡς ἀληθεῖς βεβαιοῦντες ἥλωσαν
並且既已先行證明,它們這族類是污穢、不潔的──從它們喜愛那些關於它們自己所唱的可恥、放蕩的歌曲與頌歌,以及神話式的敘事,還有那些不莊重、有害的傳說可知;而它們竟認可這些傳說是關乎自己的,並確認其為真實,因而遭到定罪。
And since it was demonstrated beforehand that their race was defiled and unclean, from the fact that they took delight in shameful and licentious songs and hymns sung about them, and in mythical narratives, and in indecent and harmful stories—which, by ratifying against themselves and confirming as true, they stood convicted.
5:praef.8
καὶ τέλος ἀπάντων ἔλεγχος τῆς ἀδρανοῦς αὐτῶν φύσεως ἦν τὸ σβεσθῆναι καὶ μηκέθ ὁμοίως χρᾶν· καὶ σβεσθῆναι μὴ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ
而最終,一切事的明證,就是它們軟弱無力的本性遭到熄滅,不再像從前那樣發出神諭;而這熄滅發生的時間,不是別的,正是從我們救主耶穌基督顯現的那些日子開始的。
And, finally, the proof of all was the extinguishing of their feeble nature and their no longer giving oracles as before; and this extinguishing occurred at no other time than from the days of the appearing of our Saviour Jesus Christ.
5:praef.9
ἐξ οὗ γὰρ εἰς πάντα τὰ ἔθνη διέδραμεν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ λόγος, ἐξ ἐκείνου καὶ τὰ χρηστήρια διέλιπεν, καὶ δαιμόνων θάνατοι μυημονεύονται. πάντα δὲ οὖν ἦν ταῦτα καὶ ἄλλα τούτοις παραπλήσια μυρία, δι ὧν πονηροὶ δαίμονες ὄντες οἱ περὶ ὧν ὁ λόγος ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηλέγχθησαν
因為,自從祂福音教訓的道傳遍萬國之時起,那些神諭也就從那時起停息了,甚至有精靈死亡的記載。以上這一切,連同其他無數與此類似的事,都是我們在《福音的預備》一書的論述中,藉以將這些邪惡的精靈揭露定罪的憑據。
For from the time when the word of his evangelical teaching ran through all the nations, from that time also the oracles ceased, and the deaths of demons are recorded. All these things, then, together with countless others similar to these, were the means by which those beings, being wicked demons, were exposed and convicted in the discourse of the Evangelical Preparation.
5:praef.10
εἰ δὴ οὖν τοιοίδε τινὲς τυγχάνουσι, τίς αἱρεῖ λόγος τοῦ ἐπὶ πάντων θεοῦ μαντείας εἶναι ἡγεῖσθαι τὰ τῶν δαιμόνων χρηστήρια, ἢ τοῖς τοῦ θεοῦ προφήταις τὰ κατ αὐτοὺς παραβάλλειν; ποτακαὶ δὲ αὐτῶν αἱ προρρήσεις, ἃς, ὅτε καὶ ἐδόκουν ὑφεστάναι, πρὸς τοὺς ἐρωτῶντας ἐποιοῦντο; ἆρα οὐχὶ περὶ ἀσέμνων ταπεινῶν τε καὶ εὐτελῶν ἀνδρῶν, πυκτῶν, φέρε, ἤ τινων τοιούτων, οὓς θυσίαις τιμᾶν ἐκέλευον; ποῖα δὲ τὰ περὶ τῆς ἀνθρωποθυσίας νενόμιστο; κεφάλαιον γὰρ δὴ τοῦτο τῶν εἰρημένων
既然這些精靈原是如此,那麼有什麼道理能容許我們把邪靈的神諭視為出於萬有之神的占卜,或把它們的事與神的先知相提並論呢?再者,它們的豫言又是何等性質?就是它們當年被以為存在時,向求問者所發出的豫言?豈不都是關於一些不莊重、卑下、無足輕重的人物──比方拳擊手之類的人──它們命人用祭物來尊崇這些人嗎?至於它們所規定的人祭又是怎樣的呢?因為這一點,正是前面所述諸事的核心要點。
If, then, they happen to be of such a kind, what reasoning would allow us to consider the oracles of the demons to be prophecies from the God over all, or to compare their affairs with the prophets of God? And of what sort, moreover, were their predictions, which—at the time when they were even thought to exist—they used to give to those who inquired of them? Were they not concerning indecent, lowly, and worthless men—boxers, for instance, or certain such persons—whom they commanded to honour with sacrifices? And what were the customs concerning human sacrifice? For this indeed is the chief point of what has been said.
5:praef.11
ἆρά τινι πράγματι κατέλιπον φαύλῳ ἀτοπίας ὑπερβολὴν, εἰ δὴ οἱ σωτῆρες ἀνθρώπων θεοί τε καὶ ἀγαθοὶ δαίμονες τοὺς ἱκέτας αὐτῶν καὶ εὐσεβεῖς πρόσφυγας φυγὰς κατασφάττειν τὰ ἑαυτῶν φίλτατα, ὡσπερεί τινα ἄλλα θρέμματα, παρεκελεύοντο, ἄντικρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες· ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ πολιτικὰς διατάξεις καθ οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγορευούσας, ἢ φιλοσοφίας δόγματά τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας
倘若這些自稱是人類「救主」的神明與善靈,竟慫恿它們的懇求者、虔誠的求庇者,親手屠殺自己最親愛的人,如同宰殺別的牲畜一般──赤裸裸地渴求人血,甚於任何野獸的本性,證明它們無非是嗜血者、食人者、毀滅之友──那麼,還有什麼卑劣之事,是它們沒有做到極致荒謬的呢?或者,若有人願意,就讓他說說看,在我們所述的這些事中,它們是否展示出任何莊嚴、配得稱為美德之事──或是普及全人類的占卜與豫言,或是規定眾人當如何生活的律法與政治制度,或是那些神明向愛智慧之人所提出的哲學教義與學問。
Did they, indeed, leave any base thing short of the very extreme of absurdity, if it is true that these 'saviours' of mankind, gods and good demons, exhorted their own suppliants and pious refugees to slaughter their dearest ones, as though they were some other kind of cattle—thirsting outright for human blood beyond the nature of any wild beast, and thereby proving themselves to be nothing other than blood-drinkers and man-eaters and lovers of destruction? Or let anyone who wishes say so, if he can show anything venerable or worthy of virtue among the things we have described—or divinations and predictions extending to the whole human race, or laws and civic ordinances proclaiming how all men ought to live, or the doctrines and disciplines of philosophy proposed by the gods to the lovers of philosophy.
5:praef.12
ἀλλ οὐκ ἂν ἔχοι τις φάναι τοιοῦτον πώποτε ὑπῆρχθαι τῷ βίῳ ἐκ τῶν περιβοήτων χρηστηρίων· εἰ γὰρ ἦν ταῦτα, οὐκ ἂν διαφόροις ἐχρήσαντο καὶ μαχομένοις νόμοις ἄνθρωποι ὑπὸ θεῶν νομοθετούμενοι
然而,沒有人能夠說,那些赫赫有名的神諭,曾為人類的生活提供過任何這樣的事物;因為若真有這樣的事,那些由神明頒賜律法的人,就不會採用彼此歧異、相互矛盾的律法了。
But no one could say that anything of this kind was ever furnished to human life by the famed oracles; for if this had been so, men who were being given laws by gods would not have made use of divergent and mutually conflicting laws.
5:praef.13
θεοὶ γὰρ ὄντες καὶ ἀγαθοὶ πῶς οὐκ ἂν τοῖς αὐτοῖς ἐχρήσαντο διατάγμασι; πῶς δ οὐχὶ ταῖς σώφροσι καὶ δικαιοτάταις νομοθεσίαις; τίς οὖν τῆς Σόλωνος, ἢ Δράκοντος, ἢ τῶν ἄλλων ἀνθρώπων Ἕλλησίν τε καὶ βαρβάροις νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων, καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα
因為既是神,又是良善的,他們怎能不採用同樣的律令呢?又怎能不採用最節制、最公正的立法呢?既然眾神近在咫尺,又藉神諭頒布所需的一切,那麼梭倫、德拉古,或其他為希臘人和外族人立法的人,又有什麼用處呢?
For being gods, and good, how would they not have employed the same decrees? And how not the most temperate and most just legislations? What need, then, was there of Solon, or Draco, or the other men who were lawgivers to the Greeks and to the barbarians, seeing that the gods were near at hand, and were ordaining through their oracles what was needful?
5:praef.14
εἰ δὲ δὴ φαίη τις αὐτοὺς καὶ οὐδ ἄλλους εἶναι τοὺς καθ ἕκαστον ἔθνος ἀνθρώπων νομοθετοῦντας, καὶ τίς ἆρα ἐκεῖνος καὶ ποταπὸς εἰπάτω θεὸς, ὁ Σκύθαις, φέρε, ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθὸν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν, εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι, πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας, τοὺς θαυμαστοὺς αὐτῶν χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας
但若有人說,正是這些神明——而非別的——為每一個民族的人立法,那就請他說明,那究竟是何等的神:例如那位命令西徐亞人吃人肉的神,或是立法讓人與自己的母親和女兒交合的神,或是規定把年老者丟給狗吃、視為美事的神,或是准許人娶自己的姊妹、男與男苟合的神?我又何必一一列舉希臘人與外族人當中那些違法的言論,來證明他們那些令人驚異的授諭者並非神明,而是邪惡、可憎的鬼魔,把三重可悲的人類推向違反自然的醜行呢?
But if someone should say that these very beings, and no others, are the ones who legislate for each nation of men, then let him say who and of what sort that god is who, for instance, ordained that the Scythians should devour human flesh, or who legislated that men should have intercourse with their own mothers and daughters, or who decreed that the aged should be thrown to dogs as a good thing, or who permits men to marry their sisters and males to mix with males. And what need is there for me to enumerate the lawless doctrines current among Greeks and barbarians, as proof that these wondrous oracle-givers of theirs were not gods but wicked and accursed demons, who have cast the thrice-wretched race of men down into abominations contrary to nature?
5:praef.15
ὁπότ οὐδ οἶ παρ Ἕλλησι βεβοημένοι θεοὶ καὶ μάντεις ὀνησιφόρον τι καὶ λυσιτελὲς εἰς ψυχῆς ὠφέλειαν τοῖς χρωμένοις ἀποδείκνυνται παρεσχημένοι
既然連希臘人中負有盛名的神明與占卜者,也顯明並未曾為求問於他們的人,帶來任何有益或有利於靈魂益處的事物。
since not even the gods and diviners famed among the Greeks are shown to have provided anything beneficial or profitable for the soul's advantage to those who consulted them.
5:praef.16
τί γὰρ δή ποτε καταλιπόντες ἄνδρες Ἕλληνες τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐπὶ τὴν βάρβαρον ἐστέλλοντο γῆν ἐμπορίαν μαθημάτων ἔξωθέν ποθεν ἐρανιζόμενοι, παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι; θεῶν γὰρ ἢ καὶ δαιμόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ σοφίαν ἐκδιδασκόντων, τί ποτ ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δὲ ἀπ ἄλλου δογμάτων τινῶν ἐπινοίας ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ εἰ μὴ προσεῖχον αὐτοῖς οἶ πολλοὶ τῶν ἀνθρώπων, τοὺς εὐσεβεῖς δ οὖν καὶ θεοῖς προδιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι
究竟為何希臘人捨棄了本可從諸神那裡得的益處,反倒動身前往外族之地,從外邦某處搜羅學問的貨物,而其實他們大可以諸神為師呢?因為倘若諸神,或善良的鬼靈,發出神諭,有時藉著預知與其他奇異的作為顯明自己的能力,有時又藉著學問中萬無一失的真理,教授真正的智慧,那麼哲學家的門徒為何不曾拜他們為師,反倒各自從不同的來源取得某些學說的構想,以致因長期的爭論而形成哲學家形形色色的宗派呢?就算世人多數不曾留意於這些神明,那麼至少那些虔敬、事奉諸神的人,理當從諸神所賜的益處中,得著萬無一失的知識才是。
For why in the world did Greek men, forsaking the benefit that came from these gods, set out for the barbarian land, gathering from abroad a merchandise of learning, when it was possible for them to have the gods as their teachers? For if gods, or good demons, gave oracles, and at one time displayed their own power through foreknowledge and other marvel-working, and at another time taught true wisdom through the unerring truth of their teachings, what then was the reason that the sons of the philosophers were not made disciples of these, but instead, each deriving from a different source the conceptions of certain doctrines, out of their long disagreement there arose the various sects of the philosophers? But if the many among men did not attend to them, at least those who were pious and devoted to the gods surely ought to have obtained infallibility from the benefit of the gods.
5:praef.17
τίνες οὖν οὗτοι; οὓς γὰρ ἂν φῇς, τούτους ἀπελέγχουσι πλανωμένους οἶ ἀντιδοξάζοντες. ἀλλὰ γὰρ, ὡς ἔοικε, δαιμόνων ἦν μαντεῖα, μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐτοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἔπη βόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου μᾶλλον δὲ, εἰ χρὴ φάναι ἐλευθέρᾳ φωνῇ, τούτους ἅπαντας ἀρχεκάκους ἡγεῖσθαι χρῆν γεγονέναι οἱ δὴ περὶ σφῶν αὐτῶν μοιχείας καὶ ἀρρενομιξίας, μητρογαμίας τε καὶ ἀδελφῶν ἐκθέσμους κοινωνίας ^ καὶ μυρίας ἄλλας θεομαΧίας, ἔχθρας τε καὶ πολέμους θεῶν πρὸς θεοὺς, ἀνθρώπων τε ᾠδαῖς καὶ ὕμνοις καὶ διηγήμασι, μυστηρίων τε ἐν ἀπορρήτοις τελεταῖς λεγόντων ἀκροώμενοὶ, οὐδεὶς γοῦν αὐτῶν πώποτε ἐπὶ τοῖς εἰρημένοις, ὡς ἐπ ἀκολάστοις καὶ μηδὲ σώφροσιν ἀνθρώποις ἁρμόζουσι φρονεῖν ἢ λέγειν τὰ τοιαῦτα, ἀγανακτήσας φαίνεται
那麼這些神明究竟是誰呢?因為凡你所指名的,都被與他們持相反主張的人揭穿為謬妄。看來,這些神諭其實出於鬼魔,其能力所及不過是查出竊賊,或尋回失物,或其他諸如此類的小事——他們既在地上四周的空氣中度日,具備這類知識並不足為奇。至於任何美善智慧的哲學學說、任何政制、任何依乎正理而立的律法,他們卻一言未發。毋寧說——若容我坦率直言——這一切都該被視為萬惡之源;因為當他們聽見世人在頌歌、讚美詩與故事中,以及祕儀的隱密儀式裡,述說他們自己彼此通姦、男與男苟合、與母親成婚、與姊妹有違法之交合,以及無數其他神與神之間的爭戰、仇恨與戰爭時,他們當中竟沒有一個顯出憤慨,彷彿這類思想或言論唯獨配得放蕩之人,甚至連節制之人都不配有此想法或言論。
Who then are these? For whomever you might name, these are the very ones whom their rival claimants convict of error. But it seems that the oracles were of demons, reaching only as far as the detection of a thief, the loss of some vessel, or some other such matter — knowledge which it was not unlikely they possessed, since they spent their existence in the air about the earth. But of nothing good or wise did they utter any word pertaining to a philosophical doctrine, nor to a constitution, nor to a law established on right reason. Rather — if one must speak with free voice — all these ought to be reckoned the very authors of evil, who, when they heard men, in their own regard, speaking of adulteries and unions of male with male, marriages with mothers, and unlawful intercourse of brother and sister, and countless other battles of gods, and enmities and wars of gods against gods — in songs and hymns and narratives, and in the secret rites of mysteries — none of them, at any rate, ever appears to have shown indignation at what was said, as though such thoughts or words befitted licentious men, and not even temperate ones.
5:praef.18
καὶ τί με χρὴ διατείνεσθαι, παρὸν ἐξ ἑνὸς τοῦ μεγίστου παραδείγματος τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ὡς ἀληθῶς μιαρὸν τῶν δηλουμένων συνορᾶν; λέγω δὲ ἐκ τῆς ἀνθρωποθυσίας
我又何必多費唇舌?既然只需藉一個最重大的例子,便能看出上述之事何等殘忍、何等不近人情、且確實何等污穢——我指的就是以人為祭獻的事。
And why should I labor at length, when it is possible from one, the greatest example, to perceive the cruelty and inhumanity, and truly the pollution, of what has been described? I mean, from human sacrifice.
5:praef.19
τὸ γὰρ μὴ μόνον ἀλόγων ζῴων σφαγαῖς χαίρειν, ἀλλὰ καὶ ἀνθρώπων ἀπωλείαις, ποίας ὠμότητος ὑπερβολὴν οὐχ ὑπερηκόντισε; ταῦτα γὰρ ἦν, ὡς ἔφην ^ τὰ διὰ τῆς Προπαρασκευῆς ἐξ αὐτῶν τῶν Ἑλληνικῶν φιλοσόφων τε καὶ συγγραφέων μεμαρτυρημένα, ἐξ ὧν καὶ μάΛίστα δαίμονες ὄντες πονηροὶ πολυπλόκοις μηχαναῖς, τοτὲ μὲν ταῖς διὰ μαντειῶν, τοτὲ δὲ ταῖς δι οἰωνῶν ἢ συμβόλων ἢ θυμάτων ἢ τῶν παραπλησίων, τὸ ἁνθρώπειον διαστρέφοντες γένος δείκνυνται
不僅以宰殺無理性的動物為樂,甚至以毀滅人類為樂——這種殘忍還有什麼程度能超越它呢?正如我先前所言,這些事都是根據希臘哲學家與作家自己的見證、在《福音的預備》中確立的;由此也最能顯明,他們原是邪惡的鬼魔,用種種複雜的詭計——有時藉占卜,有時藉鳥占,或象徵,或祭牲,或諸如此類——敗壞人類。
For to delight not only in the slaughter of irrational animals, but also in the destruction of human beings — what excess of cruelty has this not outstripped? These, as I have said, are the things attested through the Preparation from the Greek philosophers and writers themselves, from which it is shown, above all, that being wicked demons, through manifold devices — at one time by means of divinations, at another by omens, or symbols, or sacrificial victims, or the like — they pervert the human race.
5:praef.20
διόπερ ἀποφαντέον αὐτῶν τὰ χρηστήρια μὴ τοῦ ἐπὶ πάντῶν γεγονέναι θεοῦ. οὐκοῦν οὐδὲ συγκρίνειν αὐτὰ τοῖς Ἑβραίων προφήταις θεμιτὸν ἂν εἴη, ὧν ὁ πρῶτος ἱεροφάντης καὶ θεόλογος γέγονε Μώσης· ὅσων ἀγαθῶν τῷ βίῳ παραίτιος κατέστη· πρῶτον μὲν δογμάτων εὐαγγελικῶν καὶ ἀληθῶν περὶ τοῦ ποιᾐτοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων θεοῦ, περί τε τοῦ δευτέρου αἰτίου τῶν μετ αὐτὸν λογικῶν καὶ νοερῶν οὐσιῶν, περί τε κοσμογονίας καὶ ἀνθρωπογονίας γραφὴν ἱερὰν ἐξέδωκεν, ἔτι τε τῶν θεοσεβῶν ἱστορίας τῶν πάλαι θεοφιλῶν Ἑβραίων, ὥσπερ τινὰς ἀρετῶν εἰκόνας ὑποτυπωσάμενος, εἰς ζῆλον τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ὑπηκόους ἀνεκίνησε, καὶ νομοθεσίας ἐνθέου καὶ καταλλήλου τοῖς τότε χρωμένοις φωτὸς ἀπήρξατο λόγων, καὶ θρησκείας θεοσεβοῦς πέφηνεν εἰσαγωγεὺς, καὶ ἐπὶ πᾶσι τῶν μακροῖς ὕστερον χρόνοις ἔσεσθαι μελλόντων τὰς προρρήσεις ἀναπεφώνηκεν, ὡς μικρὸν ὕστερον μνημονευθήσεται
因此,必須宣告,他們的神諭並非出於那位在萬有之上的神。既然如此,也就不可將這些神諭與希伯來人的先知相提並論;在這些先知中,第一位聖傳者與論神者便是摩西——他為人生成就了何等眾多的美善之事啊!首先,他頒布了一部聖經,內含關於萬物創造者與造作者——神——的美好而真實的教義,也論及祂之後那位次於祂、屬理性且屬智性的實體「第二因」,並著述了關於宇宙生成與人類生成的記述。此外,他記述古時蒙神喜愛的希伯來敬虔之人的歷史,彷彿描繪出諸般美德的形像,藉此激起其治下之民效法善人之心;他又開創了一套出於神啟、切合當時之人所用的立法話語,如同一道光明;他顯明自己是敬虔宗教的引進者;而在這一切之上,他更宣告了關於許久之後將要發生之事的預言,正如稍後將要提及的那樣。
For this reason it must be declared that their oracles were not of the God who is over all. Nor, therefore, would it be lawful to compare them with the prophets of the Hebrews, of whom the first hierophant and theologian was Moses; of how many good things he became the cause for human life! First, he put forth a sacred writing of doctrines that were good tidings and true concerning the Maker and Fashioner of all things, God, and concerning the second cause of the rational and intelligent beings after him, and concerning the coming-into-being of the world and of man. Further, by narrating the histories of the pious, godly men of old among the Hebrews, as sketching out certain images of virtues, he stirred up his subjects to emulation of good men, and he made a beginning of the discourses of a divinely inspired legislation, suited to those who used it at that time, as of a light; and he has shown himself the introducer of a godly religion; and above all, he has proclaimed aloud predictions of things that were to come to pass in ages long afterward, as will be recalled a little later.
5:praef.21
καὶ τοιοῦτος μὶν οὗτος· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ μετ αὐτὸν προφῆται, πάρεργον μὲν, εἴπου τι τῶν ἐφημέρων ἐζητεῖτο, καὶ τοῦτο προύλεγον τοῖς ἐρωτῶσι, τὸ δὲ κεφάλαιον τῆς προφητείας αὐτοῖς ἐπὶ μεγάλοις συνετελεῖτο
他便是如此之人。在他之後的先知也照樣行——若偶有人求問日常瑣事,他們固然也順帶預告求問者這類事;但他們預言的要旨,卻是成就在重大的事上。
Such then was he; and in the same manner also the prophets after him — as a secondary matter, if perchance something of the transient affairs of daily life was sought, they would foretell this too to those who inquired; but the main point of their prophecy was accomplished with regard to great things.
5:praef.22
οὐ γὰρ ἐπὶ μαντείᾳ τῶν ἐφημέρων καὶ πρὸς τὸν παρόντα καιρὸν ἐπιζητουμένων οὐδέ γε σμικρῶν καὶ ταπεινῶν τὰ τῆς θεοφορίας ἠξιοῦντο, ἀλλ ἐπὶ τοῦ παντὸς ἀνθρώπων γένους ἡ τοῦ θείου πνεύματος ἐν αὐτοῖς ἔλλαμψις μεγίστην ὑπόθεσιν περιέχουσα, οὐ περὶ νοσοῦντος ἀνθρώπου τὸ σῶμα, οὐδὲ περὶ τῆς προσκαίρου καὶ πολυπαθοῦς ταύτης ζωῆς τὴν πρόρρησιν ἐπαγγελλομένη, οὐδὲ περί τινος ἀπολωλότος, οὐδ ἄλλως περί τινων μέσων καὶ ἀδιαφόρων, ἃ οὔτε παρόντα ψυχῆς βελτιώσει συμβάλλεται οὔτε μὴ παρόντα ζημίαν ἢ βλάβην περιποιεῖ. ἀλλ ἢν μὲν, ὡς ἔφην, ὅτε καὶ ταῦτα προύλεγον, οὐ κατὰ τὸν προηγούμενον δὲ λόγον, ἀλλὰ κατὰ ἀκολουθίαν τῆς τῶν κρειττόνων καταλήψεως· τὰ δέ γε πρωτοτύπως αἴτια τῆς ἐν τῷ προφητεύειν αὐτοὺς θεοληψίας μείζονα τὴν ὑπόθεσιν ἢ κατὰ τὰ εἰρημένα περιεἶχεν·
因為神所賜予他們的靈感,並非為了關乎日常瑣事、只求應付當下需要的占卜,也不是為了微小卑下之事。相反,神聖之靈在他們裡面的光照,是為著全人類,含有極為重大的主題;它所應許的預言,並非關乎人身體的疾病,也不是關乎這短暫、充滿苦難的生命,也不是關乎某件失物,也不是關乎其他任何中性、無關緊要之事——這些事,有則無助於靈魂的改善,無則也不致造成損害。但如我所說,他們確實也曾預告這類事,然而並非按照他們〔預言〕的主要用意,而是隨著他們對更重大之事的領悟而附帶產生的;至於他們在預言中被神充滿的最初緣由,其所含的主題實遠比上述那些更為重大。
For the gifts of theophoric possession were not deemed worthy for the sake of divination concerning the transient matters sought for the present occasion, nor for small and lowly things; rather, over the whole human race the illumination of the divine Spirit within them held the greatest subject matter — it did not promise prediction concerning a man's bodily illness, nor concerning this temporary and much-suffering life, nor concerning something lost, nor otherwise concerning certain intermediate and indifferent things, which neither, when present, contribute to the soul's improvement, nor, when absent, bring about loss or harm. But it was, as I have said, that when they also foretold these things, it was not according to the principal aim, but as a consequence following upon the apprehension of greater things; while the primary causes of their being possessed by God in prophesying contained a subject matter greater than what has been mentioned.
5:praef.23
εἰ δ οὖν τις τὴν πᾶσαν περιοχὴν τῆς Μώσεως γραφῆς καὶ τῶν μετ αὐτὸν ἀκριβῶς διερευνήσειεν, εὕροι ἂν προτροπὴν καὶ διδασκαλίαν εὐσεβείας τῆς εἰς τὸν τῶν ὅλων θεὸν αὐτὸν δὴ τὸν δημιουργὸν ἀπάντων περιέχουσαν, γνῶσίν τε καὶ θεολογίαν τὴν ἀνωτάτω τοῦ δευτέρου αἰτίου, πάσης δὲ πολυθέου πλάνης ἀποτροπὴν, εἶτα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τῶν δὴ καὶ ἀπαρξαμένων τῆς εἰρημένης εὐσεβείας μνήμην, προρρήσεις τε καὶ ἀναφωνήσεις κατὰ τὸν ἐκείνων βίον ὑστέροις ποτὲ χρόνοις μελλόντων βιώσεσθαι, δι ἐπιφανείας καὶ παρουσίας εἰς ἀνθρώπους θεοῦ, αὐτοῦ δὴ τοῦ δευτέρου κυρίου καὶ θεοῦ μετὰ τὸν ἀνωτάτω πατέρα καὶ αὐτοῦ χρηματίζοντος διδασκάλου τῆς αὐτῆς εὐσεβείας, καὶ σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προύλεγον τὸν τῆς θεοσεβείας τῶν πάλαι θεοφιλῶν Εβραίων τρόπον παραδοθήσεσθαι
若有人細心考察摩西之著作及其後諸卷的整體內容,便會發現其中包含著對萬有之神——即萬物的創造者本身——的敬虔的勸勉與教導,以及對「第二因」至高的認識與神學論述,並且棄絕一切多神的迷妄;此外,又記念古時蒙神喜愛、率先開創上述敬虔之道的先賢;並記有他們生平中所發、預告後世某個時候將要發生之事的預言與宣告——即論到神藉顯現與降臨到人間,也就是那位僅次於至高父神的第二位主與神,祂親自要作同一敬虔之道的教師,並要作向人類生命顯現的救主;他們藉此預告,古時蒙神喜愛的希伯來人那敬虔神明的方式,將被傳予外邦萬民,希臘人與外族人同蒙其惠。
If, then, one should carefully investigate the whole scope of the writing of Moses and of those after him, he would find it containing an exhortation and teaching of piety toward the God of all, the very Maker of all things himself, and knowledge and the highest theology concerning the second cause, and an aversion from every polytheistic error; and further, a remembrance of the godly men of old who indeed made the beginning of the said piety; and predictions and utterances made in the course of their lives concerning things that were destined to happen at some later time, through the manifestation and presence among men of God — namely, of the second Lord and God after the supreme Father, who himself would also serve as teacher of that same piety, and as savior about to appear to the life of men — through whom they foretold that the manner of the piety of the ancient, godly Hebrews would be handed down to all the nations, both Greeks and barbarians alike.
5:praef.24
ταῦτα Μωσῆς, ταῦτα δὲ καὶ τῶν λοιπῶν προφητῶν παῖδες, οἳ πάντες ἐξ ἑνὸς στόματος προεκήρυττον· καὶ τοῦτ ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου πνεύματος ἐπιφορᾶς φορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους καὶ τὴν ἀνωτάτω περὶ πατρὸς καὶ υἱοῦ θεολογίαν, παιδεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων, καὶ τῶν μετὰ ταῦτα τῆς τῶν προγόνων εὐσεβείας ἐκπεπτωκότων, τόν τε κατὰ τούτ ὢν ἔλεγχον διὰ μακρῶν ἐκφᾶναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι αὐτοῦ τῆς παλαιὰς Ἑβραίων θεοσεβείας εἰς πάντα τὰ ἔθνη μετάδοσιν προκηρῦξαι
這些便是摩西所教導的;此後諸先知的門人也照樣傳講,眾人皆同出一口,先行宣告。這正是神聖之靈臨到世人、賜下靈感的緣由:教導人認識神、明白關於父與子至高的神學,訓誨真敬虔之道,記念古時行事正直的人,也記念此後背離祖宗敬虔之道的人,並以長篇論述闡明對此的責備;又預先宣告全人類的救主與教師將要降臨,並預先宣告藉著祂,希伯來人古老的敬神之道,將被傳予外邦萬民。
These things Moses taught, and these things also the sons of the remaining prophets, who all with one mouth proclaimed beforehand; and this was the cause of the bestowal of the divine Spirit's outpouring upon men — to teach men the knowledge of God and the highest theology concerning Father and Son, to instruct them in the manner of true piety, and to make mention of those of old who had lived rightly, and of those afterward who had fallen away from the piety of their forefathers, and to bring forth, in lengthy discourses, the reproof pertaining to this; also to declare in advance the coming of the savior and teacher of the whole human race, and to proclaim beforehand the transmission, through him, of the ancient piety of the Hebrews to all the nations.
5:praef.25
Ταῦτα ἦν τὰ ἐξ αἰῶνος στήλαις καὶ βίβλοις ἱεραῖς τῶν προφήτων συμφώνως ἀναπεφωνημένα· αὐτὰ δὴ ταῦτα, ἃ καὶ ἡμῖν αὐτοῖς ὀφθαλμοῖς μετὰ τὸν μακρὸν αἰῶνα εἰσέτι νῦν πληρούμενα συνορᾶται, μιᾷ δὲ φωνῇ πάντες οὗτοι καὶ θείῳ πνεύματι κάτοχοι πᾶσιν ἀνθρώποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας, ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκηκότες τοῖς ὑπηκόοις προυβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ τῆς πολυθέου πλάνης ἀπομιμεῖσθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδάσκοντες πάσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιρρήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες μόνῳ προσανέχειν συνεβούλευον τῷ πάντων δημιουργῷ θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν ἐν ἀνθρώποις πραττομένων, μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους ἐπιδημεῖν τὸν Χριστὸν τοῦ θεοῦ, σωτῆρα παντὸς γένους ἀνθρώπων καὶ διδάσκαλον βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησάμενον
以上這些,便是自古以來、在碑銘與眾先知的聖書中一致宣告的事;正是這些事,即便在漫長歲月之後,如今仍在我們親眼所見之下應驗著。這一切被神聖之靈充滿的人,異口同聲,向萬人預先宣告真敬虔的光——靈魂與身體的潔淨,以及心思的全然滌淨;他們自己先行操練,然後將這些立為榜樣,向凡歸附他們的人推行,攔阻他們行一切放蕩之事,也不叫他們效法多神迷妄那些違法的習俗,教導他們奮勇逃避一切鬼魔的勾當,逃避古時人們曾熱衷追求的那些人祭,逃避那些關於諸神可恥、聲名狼藉的故事;他們攔阻這一切,並勸人單單倚靠萬有的創造者神,因祂乃是鑒察人間所行、施行審判的那一位;也不叫人不知道,神的基督將要降臨、寄居於人間,立自己為全人類的救主,作外邦人與希臘人真敬虔道理共同的教師。
These were the things proclaimed in harmony from ages past, on tablets and in the sacred books of the prophets; these very things, which even now, after so long an age, are seen with our own eyes to be still being fulfilled. And with one voice, all these men, possessed by the divine Spirit, proclaimed beforehand to all men the light of true piety — purity of soul and body, and complete cleansing of the mind — which they themselves had first practiced and then set forth as an example for those under them, restraining those who approached from every licentious act, and from imitating the unlawful practices of polytheistic error; teaching them to flee headlong from every demonic undertaking, and from those human sacrifices once so eagerly pursued, and from the shameful and infamous stories told about the gods; and, keeping them from these things, they counseled them to cleave only to the God who is Maker of all, as being the overseer and judge of what is done among men; and not to be ignorant that the Christ of God was destined to sojourn among men, having established himself as savior of the whole human race and teacher of true piety to barbarians and Greeks alike.
5:praef.26
τοσοῦτόν τι ἦν τὸ διάφορον τῶν ὑπὸ τοῦ θείου πνεύματος κατόχων καὶ τῶν ὑπὸ δαιμονικῆς ἐνεργείας μαντεύεσθαι προσποιουμένων. εἶτα τὸ μὲν πονηρὸν δαιμόνιον, οἷα σκότου οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐπιφοιτήσεως, τὸν ὑπ αὐτοῦ οἶα νεκρὸν ἐξήπλου τοῦ κατὰ φύσιν λογισμοῦ παρευηνεγμένον, οὐδ ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι αὐτοῦ, παντελῶς δ ἀναίσθητον καὶ παράφρονα, παρ ὃ καὶ μαντείαν ὥσπερ τινὰ μανίαν εἰκότως ἐοίκασι τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι
神聖之靈所充滿的人,與那些假裝藉鬼魔之力行占卜的人,其間差異竟是如此之大。邪惡的鬼魔,既與黑暗同類,便藉其臨到,將黑暗與昏霧籠罩在靈魂之上,使被附之人彷彿死屍一般,被剝奪了本然的理性,既不能明白自己藉牠所說所行的,全然失去知覺、神智狂亂;正因如此,人們似乎理所當然地把這種昏迷般的墮落稱為某種瘋狂似的「占卜」。
So great was the difference between those possessed by the divine Spirit and those who pretended to divine by a demonic operation. For the wicked demon, being as it were akin to darkness, wraps the soul in darkness and mist through its visitation, laying out, as it were, lifeless, the one it possesses, deprived of his natural reasoning, so that he neither follows what is said or done through him, but is altogether without sense and out of his mind; wherefore, it seems, men have fittingly called this sort of collapse 'mantic,' as being a kind of madness.
5:praef.27
τὸ δέ γε ἀληθῶς καὶ ἔνθεον πνεῦμα, φωτοειδὲς, μᾶλλον δὲ φῶς αὐτὸ τυγχάνον, ᾗ δ ἂν ἐπέλθῃ ψυχῇ, καινὴν παραχρῆμα καὶ λαμπροτάτην φωτὸς ἡμέραν ἐν αὐτῇ κατειργάζετο, διαυγεστέραν τε καὶ θεωρητικωτέραν πολὺ πλέον νῦν ἢ πρότερον αὐτὴν αὐτῆς ἀποφαῖνον, φαῖνον, ὥστε νήφειν καὶ ἐγρηγορέναι, συνορᾶν τε πάντων μάλιστα καὶ συγκρίνειν τὰ θεσπιζόμενα
至於那真正屬神、由神所感的靈,本是光明的形貌——不如說,本身就是光;祂降臨於哪個靈魂,便立時在其中造成一個嶄新、光明燦爛的白晝,使它比先前更為透澈、更具洞察力,以致清醒警醒,尤其能明察並辨別所宣告的神諭。
But the truly divine and inspired Spirit, being light-like — or rather being light itself — whatever soul it came upon, it immediately produced within it a new and most radiant day of light, rendering it far more translucent and more contemplative than it had been before, so that it became sober and watchful, and above all able to perceive and to discern the things being divinely announced.
5:praef.28
παρ ὅ μοι δοκοῦμεν εὖ καὶ ἀληθῶς προφήτας ἀποκαλεῖν τοὺς τοιούσδε παρὰ τὸ προφαίνειν καὶ προφωτίζειν ἐν αὐτοῖς τὸ θεῖον πνεῦμα μὴ μόνον τὰ παρόντα, ἀλλὰ καὶ τῶν μελλόντων ἀληθῆ καὶ ἀκριβῆ γνῶσιν
因此,我以為我們稱這樣的人為「先知」,實在既恰當又真確;因為此詞正源自神聖之靈在他們裡面「預先顯明」與「預先光照」——不僅顯明當下之事,也顯明對將來之事真確而精準的知識。
For this reason it seems to me that we rightly and truly call such men 'prophets,' from the fact that the divine Spirit within them makes manifest beforehand and illumines beforehand not only present things, but also a true and accurate knowledge of things to come.
5:praef.29
σκέψασθε δὲ εἰ μὴ πολὺ κρείττων οὗτος καὶ ἀληθὴς ὁ λόγος, φάσκων πνεῦμα θεῖον ψυχαῖς ἐπιφοιτᾶν κεκαθαρμέναις καὶ νῷ λογικῷ καὶ διαυγεῖ πρὸς ὑποδοχὴν τοῦ θείου παρεσκευασμέναις, ἢ ὁ τῶν ἐν ἀψύχῳ ὕλῃ καὶ σκοτίοις μυχοῖς ἐναποκλειόντων τὸ θεῖον ἔν τε γυναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνοὺς, ἐπί τε αἶγας καὶ ἄλλα ζῷα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι μυσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γάλων καί τινων ἄλλων τοιουτοτρόπων, δι ὧν τὴν τῶν μελλόντων πρόγνωσιν οἶ θαυμάσιοι τὸν ἐπὶ πάντων θεὸν ἐκφαίνειν ὑπειλήφασι
你們且想一想:這個說法——即神聖之靈降臨於已被潔淨、具有理性且透澈之心、預備好接受神性的靈魂——豈不遠比另一種說法更為優越、更為真確嗎?另一種說法,是把神性關閉在無生命的物質、黑暗的角落之中,關閉在並不純潔的男女靈魂裡,甚至還關閉在烏鴉、鷹隼及其他鳥占之鳥身上,關閉在山羊及其他動物身上,是的,甚至關閉在水的凝聚之中,在肝臟占卜裡,在污穢醜陋的畜牲之血裡,在有毒爬蟲——例如蛇與鼬鼠及其他類此之物——的軀體裡;這些奇妙之人竟以為,萬有之上的神是藉著這些東西彰顯對未來的預知!
Consider, then, whether this account is not far better and truer, which asserts that the divine Spirit visits souls that are purified and possess a rational, translucent mind prepared for the reception of the divine — rather than the account of those who shut up the divine within lifeless matter and dark recesses, and within the impure souls of women and men, and even, further, upon ravens and hawks and other birds of omen, upon goats and other animals, yes, and even upon bodies of water, in liver-divinations, and in the blood of loathsome and repulsive creatures, and in the bodies of venomous reptiles, such as serpents and weasels and certain other things of that sort — through which these marvelous people have supposed that the God who is over all reveals foreknowledge of things to come.
5:praef.30
τοῦτο δ ἀνδρῶν ἢν μὴ συνεωρακότων θεοῦ φύσιν, μηδέ γε θείου πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ οὐδ έν λογικοῖς ἅπασιν, εἰ μή ποτε * * ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἴους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας· οὓς τοῦ θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων
這種見解乃出於一些人,他們既未曾洞察神的本性,也未曾構想神聖之靈的能力——這能力絕不會居留在無生命或無理性的活物裡,甚至也不在一切有理性者裡面,除非〔……〕唯獨在靈魂裡,且是在有美德的靈魂裡,正如我們方才的論述所描繪的希伯來眾先知那樣;我們說,他們得以配蒙神聖之靈,乃是為著重大的事,有助於全人類、全世界之改善。
But this was the view of men who had not perceived together the nature of God, nor had conceived the power of the divine Spirit — a power that in no way takes up residence in lifeless or irrational creatures, nor indeed in all rational beings, except perhaps [...] only in the souls, and in virtuous souls, such as our discourse has just now described the prophets of the Hebrews to be; whom we say were deemed worthy of the divine Spirit for the sake of great matters, contributing to the betterment of the whole inhabited world of men.
5:praef.31
εἰ δέ ποτ αὐτοῖς σκιᾶς δίκην ἐπηκολούθει τὸ καὶ τὰ παρόντα τῶν μέσων καὶ ἀδιαφόρων γνωρίζειν, καὶ προλέγειν κατὰ καιρὸν τὰ ἀγνοούμενα τοῖς ἐρωτῶσιν, ἀναγκαίως καὶ τοῦτο τοῖς πάλαι αὐτοῖς πλησιάζουσι παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν οἷ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τόν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφήτων οἰκείων
若說他們有時彷彿附帶著影子一般,也能知曉當下那些中性、無關緊要之事,並在適當時候,將求問者所不知的事預先告知,那麼,他們之所以有必要向古時親近他們的人提供這些,也是為了不讓那些貪求預知之事的人,藉口自己缺乏本族的先知,就自以為有理由轉向外族異邦的神諭去求問。
And if there ever followed upon them, after the manner of a shadow, the ability also to know present matters of the intermediate and indifferent sort, and to foretell on occasion the things unknown to those who inquired, they provided this too, of necessity, to those of old who drew near to them, so that those greedy for foreknowledge might not seem to have reasonable grounds to turn aside to the foreign oracles of alien nations for lack of prophets of their own.
5:praef.32
Ἀλλὰ ταῦτα μὲν ὧδε τέλος ἐχέτω, τῆς ἐν τοῖς Ἑβραίων προφήταις θείας δυνάμεως ὄντα παραστατικά. ὥρα δὴ οὖν αὐτοῖς, οἵα δὴ ἐνθέοις ἀνδράσι καὶ σοφοῖς οὐ κατ ἄνθρωπον γενομένοις, κατ ἐπίπνοιαν δὲ θείου πνεύματος, πείθεσθαι διδάσκουσι, παιδεύεσθαί τε τὰ παρ αὐτοῖς δόγματα καὶ τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεολογίας, οὐκέτ ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλότριον ἐπάγονται· φέρ οὖν ἤδη λοιπὸν ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον τὴν ἐν τοῖς εὐαγγελίοις περὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ θεολογίαν ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα
那麼,這些關於希伯來先知裡所顯之神能的論證,就在此告一段落。如今是時候該聽從他們了——他們既是蒙神感動的智慧之人,非按常人之道而成,乃是按神聖之靈的感孚而成,教導我們當信服他們,受教於他們所持的教義,以及他們敬虔而不謬的神學;我們對此已不再存有疑慮,唯恐他們引入了與美德和真理相悖的東西。那麼,現在讓我們重新從頭展開論述,藉先知的見證,來確證福音書中關於我們救主耶穌基督的神學。
But let these matters, then, have their conclusion here, being demonstrative of the divine power present in the Hebrew prophets. It is time, then, to obey them, as inspired and wise men who did not become such after the manner of ordinary men, but by the inspiration of the divine Spirit, since they teach us to be obedient, and to be instructed in the doctrines found among them, and in their pious and unerring theologies, no longer holding doubt as to whether they introduce anything alien to virtue and truth. Come, then, taking up the discourse anew from the beginning, let us now confirm, from prophetic testimony, the theology found in the Gospels concerning our Savior Jesus Christ.
5:praef.33
ἡ μὲν οὖν εὐαγγελικὴ μαρτυρία ὧδε τὸν Χριστὸν θεολογεῖ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο ἔνετο οὐδ ἕν. καλεῖ δ αὐτὸν καὶ φῶς νοερὸν, καλεῖ δὲ καὶ κύριον, ὥσπερ οὖν καὶ θεόν
那麼,福音的見證便如此論及基督的神性:「太初有道,道與神同在,道就是神。萬物是藉著祂造的;凡被造的,沒有一樣不是藉著祂造的。」〔福音〕也稱祂為理性之光,也稱祂為主,正如也稱祂為神一樣。
The evangelical testimony, then, sets forth the theology of Christ thus: 'In the beginning was the Word, and the Word was with God, and the Word was God. All things came into being through him, and without him not one thing came into being.' It calls him also intelligible light, and it calls him Lord, just as also God.
5:praef.34
καὶ ὁ θεσπέσιος δὲ Παῦλος, οἷα τοῦ Χριστοῦ μαθητὴς ὢν καὶ ἀπόστολος, συνᾴδει τῇ θεολογίᾳ, ταῦτα περὶ αὐτοῦ διεξιών ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. τὰ πάντα δι αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι αὐτοῦ συνέστηκε. κεκληται καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία. αὐτὰ δὴ οὖν ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη
而神所感動的保羅,身為基督的門徒與使徒,也與此神學相合,論及祂說道:「祂是那不能看見之神的像,是首生的,在一切被造的以先;因為萬有都是靠祂造的,無論是天上的、地上的,或是有位的、主治的、執政的、掌權的,一概都是藉著祂造的,又是為祂造的。祂在萬有之先,萬有也靠祂而立。」祂又被稱為神的能力、神的智慧。如今,我們的目的正是要從希伯來人的經卷中,摘取這些同樣的道理,作為花朵一般加以採集,使兩方彼此相合之處得以顯明,藉此確立真理的證明。
And the divinely-inspired Paul too, being a disciple and apostle of Christ, is in harmony with this theology, saying of him these things: 'He who is the image of the invisible God, the firstborn of all creation, because in him all things were created, those in the heavens and those upon the earth, whether thrones, or lordships, or principalities, or powers. All things were created through him and unto him, and he is before all things, and all things hold together through him.' He is also called the power of God and the wisdom of God. It is proposed, then, that these very things now also be gathered as blossoms from the scriptures found among the Hebrews, so that through the harmony present in both parts, the demonstration of the truth might be established.
5:praef.35
χρὴ δὲ μὴ ἀγνοεῖν ὅτι οἶ μὲν θεῖοι χρησμοὶ πολὺ τὸ καὶ πρὸς λέξιν καὶ πρὸς διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασι, τοῦ δυσθεωρήτου χάριν ἑβδομήκοντα δ οὖν ἄνδρες ἀθρόως Ἑβραῖοι συμφώνως αὐτὰς μεταβεβλήκασιν, οἶς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον
必須知道的是,這些神聖的神諭,在希伯來語言中,無論在字句上或在意義上,都含有極多超乎尋常之處,因此難以審辨,於是就有了不同的希臘文譯本。七十位希伯來人共同一致地將其譯出;我們將特別留意這個譯本,因為基督的教會也樂於採用它。
But it must not be unknown that the divine oracles, containing in the Hebrew tongue much that is extraordinary both in wording and in sense, have received differing translations into Greek, on account of the difficulty of discerning them. Seventy men, all Hebrews together, have translated them in agreement with one another; to these we shall pay especial attention, since it is also pleasing to the Church of Christ to make use of them.
5:praef.36
εἰ δέ που γίνοιτο χρεία, οὐδὲ τὰς τῶν μετὰ ταῦτα νεωτέρων ἑρμηνευτῶν ἐκδόσεις, αἷς φίλον εἰσέτι νῦν Ἰουδαίοις χρῆσθαι, παραιτησόμεθα· ὡς ἂν πανταχόθεν τὰ τῆς ἀποδείξεως ἡμῖν βεβαιοτέρας τύχοι παραστάσεως. τούτων ἡμῖν πεπροοιμιασμένων καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψόμεθα
然而,若有需要之處,我們也不會拒絕使用此後較晚出的譯者所作的譯本——這些譯本,猶太人至今仍樂於採用;如此,我們證明的陳述便能從各方面獲得更為穩固的支持。既已為我們作了這番前言鋪陳,現在就讓我們著手進入那些出於神啟的話語本身吧。
But if there should ever be need, we shall not refuse even the editions of the later translators who came after, which the Jews still find it pleasing to use even now, so that from every side the presentation of our demonstration might attain a more secure establishment. Now that these things have been set forth by way of preface for us, let us at last lay hold of the divinely-inspired words themselves.
5:1.1
Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν. μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. δι ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. δι ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι ἐμοῦ κρατοῦσι γῆς· ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν· πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη
我智慧使謀略成為我的居所,我又召喚了知識與悟性。敬畏主,是恨惡不義、狂傲、驕橫,並惡人的道路。我也恨惡邪僻的惡道。謀略與安穩屬我,聰明屬我,能力也屬我。藉著我,君王掌權;藉著我,掌權者秉公斷案。藉著我,尊貴者顯為尊大;藉著我,統治者掌管大地。凡愛我的,我也愛他們;尋求我的,必尋見恩典。財富與榮耀在我,眾多的產業與公義也在我。
I, Wisdom, have made counsel my dwelling, and knowledge and understanding I have called upon. The fear of the Lord hates injustice, insolence and arrogance, and the ways of the wicked. And I have hated the crooked ways of evil men. Mine is counsel and security, mine is prudence, and mine is strength. Through me kings reign, and rulers write justice. Through me the great ones are magnified, and tyrants through me hold sway over the earth. I love those who love me, and those who seek me shall find grace. Wealth and glory belong to me, and abundant possession, and righteousness.
5:1.2
βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιοσυνῆς ἀναστρέφομαι ^ ἔνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τἀς ἀβύσσους ποιήσαι
得我為果實,勝過黃金與許多寶石;我所出的,勝過精選的銀子。我行在公義的道路上,來往於正直的路徑之間,好將產業分給愛我的人,使他們的府庫充滿美物。我若把每日所發生的事告訴你們,我也要記得數算那些從亙古以來的事。主創造我,為祂道路的開端,為要成就祂的工作;在太初、在祂造地以先、在祂造深淵以先,就已立定我為根基。
It is better to reap me as fruit than gold and much precious stone, and my offspring are better than choice silver. I walk in the ways of righteousness, and I go about in the paths of justice, that I may apportion possessions to those who love me, and fill their treasuries with good things. If I should declare to you the things that happen day by day, I will remember to number the things from of old. The Lord created me the beginning of his ways for his works; before the age he founded me, in the beginning, before he made the earth, and before he made the depths.
5:1.3
πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἐδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ οὐρανόν ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ οὐρανὸν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ αὐτῷ ἁρμόζουσα ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων
在眾水的泉源湧出以先,在群山奠定以先,在一切岡陵以先,祂就生了我。主造了無人居住之地,也造了普天之下有人居住的邊陲。祂預備諸天的時候,我與祂同在;祂在風上劃定自己寶座的時候〔我也同在〕;祂使上面的雲層堅固,穩妥地設立普天之下的泉源;祂為海洋定下界限,使眾水不得越過祂口中之言;祂使地的根基堅固的時候,我在祂身旁,與祂相配合;我常是祂所喜悅的;我天天在祂面前歡樂,時時刻刻,祂既完成了普天下的世界,就歡喜,又因世人而喜樂。
Before the springs of the waters came forth, before the mountains were settled, and before all the hills, he begets me. The Lord made the uninhabited regions and the inhabited extremities of what is under heaven. When he was preparing the heaven, I was present with him; and when he marked off his own throne upon the winds; when he made the clouds above strong, and set securely the springs of what is under heaven; when he set for the sea its fixed limit, and the waters shall not pass beyond his mouth; when he made strong the foundations of the earth, I was beside him, fitting together; I was the one in whom he delighted, and day by day I rejoiced before his face at all times, when he rejoiced, having completed the inhabited world, and delighted in the sons of men.
5:1.4
Η πρὸ τῶν γεννητῶν θεία καὶ πανάρετος οὐσία, ἡ νοερὰ καὶ πρωτότοκος τῆς ἀγεννήτου φύσεως εἰκὼν, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱὸς πολυώνυμός τις ὢν καὶ διὰ πλείστων προσρήσεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόντος ἀξιώματί τε καὶ προσηγορίᾳ τετίμηται, λόγον θεοῦ αὐτὸν καὶ φῶς, καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἐπὶ πάσι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν προσαγορεύειν μεμαθήκαμεν
這在一切受造之先、屬神且全備美德的實體,這屬理性、乃不生之本性首生之像者,這萬有之神真實而獨生的兒子——祂本有眾多的名號,也藉極多的稱謂而被論以神學——在目前這段經文中,被賦予「智慧」這個尊號與稱呼加以尊崇。我們曾學會稱祂為神的道、光、生命與真理,並且在這一切之上,稱祂為基督——神的能力、神的智慧。
The divine and all-virtuous essence that exists prior to all begotten things, the intelligible and firstborn image of the unbegotten nature, the true and only-begotten Son of the God of all — being of many names, and theologically designated by very many titles — has, in the present instance, been honored with the dignity and appellation of 'Wisdom.' We have learned to address him as the Word of God, and Light, and Life and Truth, and above all, as Christ, the power of God and the wisdom of God.
5:1.5
ἤδη οὑν τὰ μετὰ χεῖρας αὐτὸς περὶ ἑαυτοῦ, ὡς ἂν θεοῦ σοφία ζῶσα καὶ καθ αὑτὴν ὑφεστῶσα, δι τοῦ σοφωτάτου Σολομῶνος διεξέρχεται ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην, καὶ τὰ τούτοις ἐπαγόμενα λέγων
因此,在目前這段經文中,祂自己——既是神那活的智慧,且憑自身獨立而存——藉著至智的所羅門,親自論及自己說:「我智慧使謀略成為我的居所,我又召喚了知識與悟性」,以及此後接續的話語。
Already, then, in the passage before us, he himself, as being the living Wisdom of God, subsisting in his own right, discourses concerning himself through the most wise Solomon, saying: 'I, Wisdom, have made counsel my dwelling, and knowledge and understanding I have called upon,' and the words that follow upon these.
5:1.6
ἀλλὰ καὶ ὡς τὴν τῶν ὅλων διοίκησιν καὶ πρόνοιαν ἀναδεδεγμένος ἐπιφέρει δι ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. δι ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. εἶτα εἰπὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος ἐπάγει λέγων κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με δι ὧν ὁμοῦ καὶ γεννητὸν ἑαυτὸν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ ἀγεννήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρόπον τῶν γεννητῶν ἁπάντων προβεβλημένον
祂又以承擔萬有的治理與眷顧者身分,接著說:「藉著我,君王掌權;藉著我,掌權者秉公斷案;藉著我,尊貴者顯為尊大。」隨後,祂說要記念從亙古以來的事,又接著說:「主創造我,為祂道路的開端,為要成就祂的工作;在太初就已立定我為根基。」藉著這些話,祂同時教導了兩件事:一是祂自己乃是被生的,二是祂並非與那不生者相同——祂在一切時代之先便已得其本體,並如同根基一般,被立於一切受造之物之先。
But also, as having taken up the administration and providence of all things, he adds: 'Through me kings reign, and rulers write justice; through me the great ones are magnified.' Then, having said that he would remember the things from of old, he goes on to say: 'The Lord created me the beginning of his ways for his works; before the age he founded me' — by which words he teaches at once both that he himself is begotten, and that he is not the same as the unbegotten, having come into being before every age, and having been set forth after the manner of a foundation for all begotten things.
5:1.7
ὅθεν τὸν θεῖον ἀπόστολον εἰκὸς ὁρμώμενον περὶ αὐτοῦ φάναι, ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. πρωτότοκος μὲν γὰρ πάσης ἀνείρηται κτίσεως κατὰ τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. νοοῖτο δ ἂν εἰκότως εἰκὼν τοῦ θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνων
由此看來,那位神所感動的使徒,很可能便是取材於此,論及祂說:「祂是那不能看見者的像,是首生的,在一切被造的以先;因為萬有——天上的、地上的——都是在祂裡面被造的。」因為祂被宣稱為「一切被造之物中首生的」,正對應於「主創造我,為祂道路的開端,為要成就祂的工作」這句話。而祂之被理解為「神的像」,也是恰當的,因為祂本是那不生之本性的後裔。
Hence it is likely that the divine apostle, taking his start from this, said concerning him: 'He who is the image of the invisible, the firstborn of all creation, because in him all things were created, those in heaven and those upon earth.' For he has been proclaimed 'firstborn of all creation' in accordance with the saying, 'The Lord created me the beginning of his ways for his works.' And he might fittingly be understood as 'image of God,' inasmuch as he is the offspring of the unbegotten nature.
5:1.8
τοῦτο δ οὖν ἐν τοῖς μετὰ χεῖρας ὁμολογεῖ δι ὧν φησι πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ἔνθεν αὐτὸν υἱὸν μονογενῆ καὶ πρωτότοκον τοῦ θεοῦ λόγον ἀναγορεύομεν τὸν αὐτὸν ὄντα τῇ δηλουμένη σοφίᾳ. ὅπως δὲ γέννημα θεοῦ αὐτὸν εἶναι φαμὲν ἰδίας ἂν δέοιτο ἐξετάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν, ἢ διαίρεσιν, ἢ μείωσιν, ἢ τομὴν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν
因此,祂在目前這段經文中,藉著「在群山奠定以先」,以及「祂在一切岡陵以先生了我」這樣的話,承認了這一點。由此,我們宣告祂為神獨生的兒子,是首生的道,與這裡所論的智慧本是同一位。但我們說祂是神的後裔,究竟是何種意義,這需要另作專門的探討;因為我們設想祂那不可言喻的生成,並非按著流溢,也非按著分張,或分割,或減損,或切割,也不是按著任何一種凡在必死者之生成中所發生的方式。
This, then, he confesses in the passage before us, when he says, 'before the mountains were settled,' and 'before all the hills he begets me.' Hence we proclaim him only-begotten Son and firstborn Word of God, being the same as the Wisdom here spoken of. But in what manner we say he is the offspring of God would require its own particular inquiry, since we do not conceive his ineffable generation according to emanation, nor according to extension, or division, or diminution, or excision, or according to any of the processes at all that are accomplished in mortal generation.
5:1.9
οὐδὲ γὰρ θέμις τῶν ἐν γεννητοῖς τισι τὴν ἄρρητον καὶ ἀκατωνόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ ἡμῖν τῶν ζῴων γενέσεις οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μεριστὴν καὶ χωριστὴν ἐκ τοῦ κατρὸς προεληλυθέναι τὸν υἱὸν φάναι ὅσιον
因為將祂那不可言喻、無以名之的生成與成體,比擬為任何受造之物的生成,是不合宜的;也不可拿任何屬乎暫時、屬乎必死之物的形像來比擬祂;因為即便按照我們這裡活物的生成方式,說子乃是按著情慾、或按著分割,作為一種可分、可離的實體,從父而出,也是不敬虔的說法。
For it is not lawful to liken his ineffable and unnameable generation and coming-into-being to that of any begotten things whatsoever, nor to compare to him any image drawn from temporal and mortal things; since it would not be pious to say that the Son proceeded from the Father as a substance divisible and separable from substance, according to the passible or divisive manner found among us in the generation of living creatures.
5:1.10
ἀμερὲς γὰρ καὶ ἄτομον τὸ θεῖον, οὐ τεμνόμενον, οὐ διαιρούμενον, οὐκ ἐκτεινόμενον, οὐ μειούμενον, οὐ συστελλόμενον, οὐ μείζον, οὐ χεῖρον, οὐ κρεῖττον αὑτοῦ γινόμενον, οὐκ ἔχον ὲν ἑαυτῷ ἕτερον τι αὐτοῦ, ἔνα καὶ πρόηται τοῦτο
因為神性是無分之物,不可分割:不被切分,不被分割,不被延展,不被減損,不被收縮,不會比自身更大、更小或更好,也不在自身之內存有屬於自身的某個他物,可以將之作為一部分而放出。
For the divine is without parts and indivisible, not cut, not divided, not extended, not diminished, not contracted, not becoming greater or lesser or better than itself, not having within itself some other thing of itself, which it might put forth as one part.
5:1.11
πὰν γὰρ τὸ ἔν τινι ὂν ἢ ὡς συμβεβηκὸς, οἶον λευκὸν ἐν σώματι, ἢ ὡς ἕτερον ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῆ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποὺς ἢ δάκτυλος τοῦ παντὸς ὄντα μέρη, ὣν ἀποκοπὴν ἤ τινα τομὴν ἢ διαίρεσιν πεπονθότων, ἀτελὲς καὶ κολοβὸν, ὡς ἂν τοῦ μέρους ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν
因為凡存在於某物之內的東西,其存在方式不外乎:或如附性存在於實體,例如白色存在於身體之中;或如一物存在於另一物之中,如懷孕婦人腹中所懷之胎兒;或如部分存在於整體之中,如手、足、指頭作為身體的部分而存在——這些部分若遭受切除、切割或分離,整體便會因該部分被截斷而變得不完整、殘缺。
For everything that exists in something else either exists as an accident, as whiteness in a body, or exists as one thing in another, as that which is carried in the womb of a pregnant woman, or as a part in the whole, as a hand or foot or finger in a body, being parts of the whole; and if these should suffer amputation or some cutting or division, the whole is left incomplete and maimed, as though mutilated in its part.
5:1.12
ἀλλὰ γὰρ καὶ τὸ εἰκόνι τοιᾷδε καὶ ὁμοιώσει χρῆσθαι ἐπὶ τῆς ἀγεννήτου φύσεως τοὺ τῶν ὅλων θεοῦ, καὶ τῆς τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου γενέσεως, πάντων ἂν εἴη ἀσεβέστατον
然而,若把這類形像與比方套用在萬有之神那不生的本性之上,套用在祂獨生、首生者的生成之上,那將是最為不敬虔的事。
But indeed, to use such an image and likeness with regard to the unbegotten nature of the God of all, and with regard to the generation of his only-begotten and firstborn, would be the most impious of all things.
5:1.13
οὐ τοίνυν ὡς ἕτερον ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἢν ὁ υἱὸς ἀγέννητος ἐν τῷ πατρὶ, μέρος ὢν αὐτοῦ, ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονε· τροπῇ ἀρ ἤδη τοῦτο οἰκεῖον. Καὶ δύο γἄν οὕτως ἀγέννητα Εἶεν, τὸ προβεβληκὸς καὶ τὸ πρπβεβλημένον. Καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς τῆς κατὰ τὴν προβολήν διαστάσεως;; οὔκουν ὡς Μέρος ἤ μέλος ἀγεννήτως ἡνωμένον ἀεὶ πρότερον, ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἶόν τε ἐινοεῖν
因此,子並非如一物存在於另一物那樣,自無窮無始的永世以來,即以不生之姿存在於父之內,作為父的一部分,其後才經歷變化,被排出而存在於父之外——因為那樣就已經是屬於「變異」的性質了。而且,如此一來,就會有兩個不生者:放出者與被放出者。那麼哪一種狀態更好呢?是放出發生變異之前的那種狀態,還是分離之後的那種狀態呢?因此,不能設想子與父的關係,是如同一直以不生的方式與父永遠聯合為一部分或一肢體,此後才分離、脫離整體而獨立存在。
Not, then, was the Son, as one thing in another, unbegotten within the Father from infinite and beginningless ages, being a part of him, which was afterward changed and, being emptied out, came to exist outside of him; for this would already belong to the category of alteration. And in that case there would be two unbegotten things — that which put forth, and that which was put forth. And which state would be the better one? The state prior to the alteration involved in the emission, or that of the separation? It is not possible, then, to conceive of the Son as related to the Father as a part or member unbegottenly united to him forever before, and then afterward separated and coming to exist apart from the whole.
5:1.14
ἄρρητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν ὄντα σωμάτων οἰκεῖα, τῆς δὲ ἀσωμάτου καὶ ἀΰλου φύσεως ἀλλότρια. Διὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα Πάλιντὸ τὴν γενεσιν αὐτοῦ τίς διηγήσεται;ἀνφθέγξαιτο ἄν
因為這些說法既不可言宣,也是徹頭徹尾的不敬虔,它們原屬於物質、屬乎身體之物,卻與那非物質、無形無質的本性格格不入。因此,在此處,人或許可以恰當地再度發出那句話:「誰能述說祂的世代呢?」
For these things are unspeakable, and outright impious — belonging properly to material bodies, but foreign to the incorporeal and immaterial nature. Wherefore, at this point one might fittingly again utter that saying: 'Who shall declare his generation?'
5:1.15
ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον, καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γεννητὸν Τὸν υἱὸν τοῖς λοιποῖς γεννητοῖς ὁμοίως ἀποφήνασθαι. ἄλλη γὰρ υἱοῦ γένεσις καὶ ἄλλη ἡ διὰ τοῦ υἱοὺ δημιουργία
因為,走向另一個極端同樣並非無害,即單純地把子宣稱為「出於無有」而受生,如同其餘一切受造之物一般。因為子的生成是一回事,而藉子所成就的創造,則是另一回事。
Since indeed it is not without danger to go to the opposite extreme, and simply, in this manner, to declare the Son to have been begotten out of things that are not, in like manner to the rest of begotten things. For the generation of the Son is one thing, and the creation that comes about through the Son is another.
5:1.16
ἀλλὰ γὰρ ὥσπερ ἡ θεία γραφὴ τοτὲ Μὲν πρωτότοκον πάσης κτίσεως τὸν υἱὸν ἀναγορεύει ἐξ αὐτοῦ πρωσώπου, τὸ κὐριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοὺ φάσκουσα, τοτὲ δὲ γέννημα τοῦ παρτὸς εἶναι λέγει κατὰ τὸ πρὸ δὲ πάντων βουνῶν γεννᾷ με
然而,正如神聖的經文有時以祂本人的口吻,宣稱子為「一切被造之物中首生的」,說「主創造我,為祂道路的開端」;有時卻又說祂乃是父的後裔,正如「祂在一切岡陵以先生了我」所言。
But indeed, just as the divine Scripture at one time proclaims the Son firstborn of all creation, speaking in his own person, saying, 'The Lord created me the beginning of his ways,' so at another time it says that he is the offspring of the Father, according to the saying, 'before all the hills he begets me.'
5:1.17
Ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἄν ἔχοι, καὶ τὸ πρὸ πάντων αἰώνων εἶναι λόγον ὄντα θεοῦ δημιουγικὸν καὶ τὸ πατρὶ συνεῖναι, μονγενῆ τε υἱὸν εἶναι τοῦ τῶν ὅλων θεοῦ, ὑπουργόν τε καὶ συνεφγὸν τῷ πατὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμήσεως γεγεννημένον ὁμολογεῖν
因此,我們若也依循此道,那便是健全的做法:承認祂在萬世之先便是神那具創造能力的道,與父同在,是萬有之神獨生的兒子,並確認祂是為著協助、與父同工,成就萬有本體之生成與秩序之安排而被生。
It would, then, be sound for us also to follow this course, and to confess that, being before all ages the Word of God, endowed with creative power, he coexists with the Father, and is the only-begotten Son of the God of all, having been begotten as minister and fellow-worker with the Father in the coming-into-being and ordering of all things.
下一段 →
← 第 4 章第 6 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。