📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 5 章 第 2/4 段

希臘文原文.57 節.部分字詞可點開查義.本章太長已分段,此段為 5:1.18–5:4.11(全章共 228 節)

← 第 4 章第 6 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
5:1.18
Εἰ γὰρ οὖν καὶ ἄλλο τι ἄρρητον καὶ ἀκατάληπτον ἡμῖν ἐν τῇ τῶν ὅλων ἀπολέλειπται φύσει, μυρία δὲ τὰ τοιαῦτα, ὅποῖα καὶ τὰ τοῖς θεοφιλέσιν ἐπηγγελμένα τυγχάνει, ἅ ὀφθαλμὸς οὐκ εἶδεν καῖ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, κατὰ τὸν ἱερὸν ἀπόστολον, πολὺ πρότερον πάσης ἐννοίας ἐπέκεινα, ἄρρητα καὶ ἀκατωνόμαστα, ἀνεπινόητά τε καὶ ἀνενθύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοι μονογενοῦς τοῦ θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν, ἢ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; εἰ δέ τις τούτου περαιτέρω χωρῶν τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασι, τάχα ἂν εἴποι τῆς τοῦ πατρὸς ἀγεννήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας, ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν, τὸν υἱὸν ἐξ ἀπείρων αἰώνων, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε συνεῖναι, καὶ συγγενόμενον ἀεὶ τῷ πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες καὶ τῷ φωτὶ τὴν αὐγὴν, ἀλλ οὐ τοῖς ὑποδείγμασι κατὰ πάντα τρόπον ὁμοίως, ὥσπερ οὖν ἤδη πρότερον εἴρηται
因為,倘若在萬有的本性之中,尚有其他某些於我們而言不可言喻、不可理解之事——這樣的事何其眾多,正如所應許給那些蒙神所愛之人的,即那「眼睛未曾見過,耳朵未曾聽過,也未曾進入人心」的事,正如那位聖使徒所言——那麼,關於神獨生者最初生成的事,就更遠遠超乎一切觀念之外,是不可言喻、無以名之,是無法構想、無法思議的了;對於祂,我們除了「誰能述說祂的世代呢?」之外,再也沒有別的話可說、可想。但若有人越過此界,膽敢貿然把這一切完全無法思議之事,拿可見的、屬肉體的例子來加以比擬,他或許會說:正如某種芬芳與光的輝耀那樣,子自無窮的永世——不如說,在萬世之先——便從父那不生的本性與不可言表的本體而存在;且既已存在,便與父同在,永遠與父相偕,如同馨香之於香膏,光輝之於光體一樣——只是並非在各方面都與這些例子完全相似,正如前面已經說過的那樣。
For if, then, there remains for us in the nature of all things some other thing that is ineffable and incomprehensible — and there are countless such things, of the sort that have been promised to those who are dear to God, things that eye has not seen nor ear heard, and that have not entered into the heart of man, according to the sacred apostle — far more, then, would the matters concerning the primal generation of the only-begotten of God lie beyond every conception, being ineffable and unnameable, inconceivable and unthinkable, we having nothing further to say or think concerning him than, 'Who shall declare his generation?' But if someone, going further than this, should be led on by rashness to compare things wholly beyond conception to visible and corporeal examples, he might perhaps say that, just as a certain fragrance and a ray of light, the Son subsisted from infinite ages — or rather, before all ages — from the unbegotten nature and the ineffable essence of the Father, and having come into being, coexists and is ever together with the Father, as the sweet scent is with the perfume and the ray with the light — yet not in every respect similarly to the examples, as indeed has already been said before.
5:1.19
τὰ μὲν γὰρ ἄψυχα σώματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγὴ σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτὶ, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος καθ ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκε, καὶ οὐκ ἀγεννήτως συνυπάρχει τῷ πατρὶ, ἀλλ ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος, ἥ τε εὐωδία ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου, καὶ οὐ καθ ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει
因為無生命的物體,是把這一附性擁有於某種性質之中;例如光輝,因與光的本性同源,且在本體上與光同存,便不能脫離其所在之物而獨立存在;然而神的道,卻是按自身而得其本體、獨立存在的,祂並非以不生的方式與父同存,而是作為獨生的兒子,唯獨祂在萬世之先由父所生。至於馨香,本是其所依附之物的某種身體性流出物,並非按自身、脫離其最初的緣由而充滿靠近它的東西——它本身同樣仍是屬物質性的東西。
For lifeless bodies possess this accident within qualities; for the ray, being connatural with the nature of light and existing essentially together with light, could not subsist apart from that in which it is; whereas the Word of God has been made a distinct essence and subsists in his own right, and does not coexist with the Father unbegottenly, but as only-begotten Son, alone begotten of the Father before all ages. And fragrance, being a certain corporeal effluence of its substrate, and not, in its own right, apart from its first cause, fills that which draws near it — being itself, no less, a corporeal thing.
5:1.20
οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ σωτὴρος ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγεννήτου κατά τι πάθος ἤ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκε τῷ πατρὶ, ἐπεὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ γεννητὸς, καὶ ὁ μὲν πατὴρ, ὁ δὲ υἱός. προυπάρχειν δὲ καὶ προυφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν ἂν ὁμολογήσειεν
因此,關於我們救主最初得其本體的事,我們並不當如此理解。因為祂並非按著某種情慾或分割,出自那不生的本體,也並非以無始的方式與父同存;因一為不生者,一為受生者;一為父,一為子。無論何人,都會承認父先於子而存在,也先於子而獨立成體。
In this manner, then, the matters concerning the primal essential existence of our Savior will not be understood by us. For he has not come into being from the unbegotten essence by any passion or division, nor does he coexist with the Father without beginning; since the one is unbegotten, the other begotten, and the one is Father, the other Son. And everyone, whoever he may be, would confess that the Father exists prior to, and subsists before, the Son.
5:1.21
εἴη δ ἂν ταύτῃ καὶ εἰκὼν θεοῦ, ἀρρήτως πάλιν καὶ ἀνεπιλογίστως ἡμῖν, ζῶντος θεοῦ ζῶσά τις καὶ καθ αὑτὴν ὑφεστῶσα ἀΰλως καὶ ἀσωμάτως καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ οὐχ οἵα τις πάλιν ἡ παρ ἡμῖν εἰκὼν, ἕτερον μὲν ἔχουσα τὸ κατ οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ ὅλον αὐτὸ εἶδος ὢν, καὶ αὐτοουσίᾳ τῷ πατρὶ ἀφομοιούμενος, οὕτω δὲ καὶ ζωτικωτάτη τοῦ πατρὸς εὐωδία τυγχάνει, ἀρρήτως ἡμῖν πάλιν καὶ ἀνεπιλογίστως
照此,祂也是神的像——這對我們而言,同樣是不可言喻、無法闡述的——是那活神的一個活的像,憑自身而獨立存在,非物質、非形體,且與一切相反之物毫無混雜;然而,這並非像我們這裡所謂的像那樣,具有一個屬於本質的底層物與另一個外形分開;而是祂全然就是那形式本身,且在本體上與父相肖。照此,祂同樣也是父那生機盎然至極的馨香——這對我們同樣是不可言喻、無法闡述的。
In this manner he would also be the image of God — again ineffably and inexplicably for us — a living image of the living God, subsisting in his own right, immaterially and incorporeally, and unmixed with anything contrary; yet not such an image as ours, which has one thing as its underlying substance and another as its form, but being wholly form itself, and assimilated to the Father in essence itself. So too, in this manner, he is the most vital fragrance of the Father — again ineffably for us, and inexplicably.
5:1.22
ἐπεὶ καὶ πάντα, ὅσα ἐστὶ περὶ αὐτὸν ἀληθῆ, ἄρρητα ἂν εἴη ἀνθρώπων φωναῖς, καὶ λογισμοῖς σμοῖς θνητῶν ἀνεπιλόγιστα κατὰ τὸν ἀκριβῆ λόγον. ἀλλὰ γὰρ ὡς ἡμῖν ἀκούειν φίλον, τοιώσδε καὶ τὰ λόγια παιδεύει
因為凡關乎祂的一切真實之事,按精確的道理而言,實在都是人的言語所不能言宣的,也是必死者的理性所不能闡述的。然而,按著我們所樂於聽聞的方式,這些神諭也如此教導我們關於這些事。
since indeed all things that are true concerning him would be ineffable by human voices, and inexplicable by the reasonings of mortals, according to strict reckoning. But yet, in such a manner as it is agreeable for us to hear, the oracles instruct us also concerning these matters.
5:1.23
ἢ οὐχὶ καὶ Χριστοῦ εὐωδίαν αὐτὸς ἑαυτὸν καὶ τοὺς αὑτῷ παραπλησίους ὁ ἱερὸς ἀπόστολος προσεῖπεν, διὰ τὴν τοῦ Χριστοῦ πνεύματος μετοχὴν, μύρον τε ἐκκενωθὲν ὁ οὐράνιος νυμφίος ἐν τοῖς Ἄισμασιν ἀνηγόρευται; διὸ τῆς αὐτοῦ ἐκκενώσεως τὰ πάντα ὁρατά τε καὶ ἀόρατα, σώματά τε καὶ ἀσώματα, λογικά τε καὶ ἄλογα μετασχόντα, ἀναλόγως κατηξίωται μετουσίας, καὶ τῆς τοῦ θείου λόγου μετείληφε κοινωνίας
那位神聖的使徒,豈不也曾稱他自己與像他一樣的人為「基督的馨香之氣」,因他們分享了基督之靈嗎?在雅歌中,天上的新郎豈不也被稱為「傾倒出來的香膏」嗎?因此,藉著祂的傾倒,萬有——無論可見的或不可見的,有形的或無形的,有理性的或無理性的——都各按比例,蒙獲分享的資格,也分沾了與神聖之道相交的分。
Did not the sacred apostle also address himself and those like him as 'the fragrance of Christ,' through their participation in the Spirit of Christ? And in the Song of Songs the heavenly Bridegroom has been proclaimed 'perfume poured out.' Wherefore, through his outpouring, all things, both visible and invisible, both corporeal and incorporeal, both rational and irrational, having partaken, have been deemed worthy of participation in due proportion, and have shared in the fellowship of the divine Word.
5:1.24
ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθήσεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ κύριον καὶ μόνον ἀληθῶς ἀγαθὸν, ἀγαθοῦ γεννητικὸν, δευτερεύοντος δὲ, καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ ἀτμίς ἐστι τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς, καὶ ἀπαύγασμα φωτὸς ἀι·δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ
整個世界都把對這神聖氣息的感知,賦予那些理性感官未受損害的人:即那些本性屬地、屬必朽的物體,竟能散發出一種非物質、不朽壞的馨香。這香氣的源頭,是那從上而來的萬有之神——祂身為祂獨生之道的父,自己便是那第一、至尊、且唯一真正的良善者,是良善的生發者;而子則居於第二的地位,彷彿是從那第一而居首的本體所供應而來;祂——依照關於祂的神諭所教導的、我們順服而聽從的話語——被形容為父之本體某種馨香,因為祂「乃是神能力的蒸氣,是全能者榮耀純淨的流溢,是永恆之光的光輝,是神作為的那毫無瑕疵的明鏡,也是祂良善的像」。
The whole world imparts the apprehension of this divine breath to those whose rational senses are not maimed, in that bodies which are by nature earthy and perishable breathe forth an immaterial and incorruptible fragrance — while the God of all is the one who, from above, is the source, being himself, as Father of his only-begotten Word, the first and sovereign and only truly good, generative of good; and the Son, being second, and, as it were, supplied from the first and governing essence, is the one alone who has been described to us, obedient as we are to the oracle that instructs concerning him, as a kind of fragrance of the paternal essence — since indeed he is 'the vapor of the power of God, and a pure emanation of the glory of the Almighty, and the radiance of eternal light, and the spotless mirror of the working of God, and the image of his goodness.'
5:1.25
Πλὴν ἀλλὰ ταῦτα ὅπη ἄν τις καὶ θέλοι, ταύτῃ τιθέσθω· ἡμῖν δὲ ἐξαρκεῖ τὸ ἀληθὲς ἐκεῖνο καὶ εὐσεβὲς αὖθις ἐπαναλαμβάνειν ῥῆμα, δι οὗ καὶ τὴν λύσιν ἐπιθήσομεν τοῖς ἐζητημένοις, πολλάκις ἤδη ἐπειπόντες τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἀνέφικτος γὰρ ὡς ἀληθῶς, καὶ οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ μονογενοῦς τοῦ θεοῦ τυγχάνει γένεσις, ὥσπερ οὖν καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν οὐδεὶς ἔγνω φησὶ) τὸν πατέρα εἰ μὴ ὁ υἱός
然而,這些事無論人願意如何理解,就任其如此吧;對我們而言,只需再度重申那句真確而敬虔的話便已足夠,藉此也為所探討的問題定下解答——我們已多次說過:「誰能述說祂的世代呢?」因為神獨生者的生成,確實是人所不能及的,而且不僅人所不能及,甚至連一切受造本體之上的諸權能也不能及;正如我們的救主與主自己,親自引領祂自己的門徒進入這奧祕,說:「除了子,沒有人知道」——祂如此說——「父。」
But nevertheless, let each of these matters be laid down however one might wish; for us it suffices to repeat once more that true and pious saying, by which we shall also set the resolution upon the questions raised — having already said many times, 'Who shall declare his generation?' For truly unattainable — and not to men alone, but even to powers beyond all created essence — is the generation of the only-begotten of God, just as our Savior and Lord himself, initiating his own disciples into these very mysteries, says: 'No one has known,' he says, 'the Father, except the Son.'
5:1.26
ᾧ καὶ ἐπιλέγει καὶ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ πατρὸς καὶ τῆς περὶ τοῦ υἱοῦ θεολογίας τοῖς πᾶσι πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀπορρήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶνος λέξεσι τῆς Σοφίας ἀκουστέον λεγούσης πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με
祂又補充說:「除了父,也沒有人知道子。」既然關於父與子的神學,對眾人而言同樣是未知的,唯獨他們彼此知道,那麼我們就當如聽隱祕之事一般,聆聽前面所引所羅門的話語,即智慧所說:「在群山奠定、大地被塑造以先,在一切岡陵以先,祂就生了我。」
To which he adds also, 'and no one has known the Son, except the Father.' Since, then, the theology concerning both the Father and the Son is alike unknown to all except themselves, we must listen, as to things spoken in secret, to the words of Solomon cited above, where Wisdom says: 'Before the mountains were settled and the earth was fashioned, and before all the hills, he begets me.'
5:1.27
ἔτι δέ φησι συμπαρεῖναι τῷ πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· ἡνίκα γοῦν ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ. καὶ τὸ ἐξ ἀπείρων δὲ αἰώνων ἀίδιον τῆς σὺν πατρὶ διαμονῆς ἐμφαίνει, οἷς ἐπιλέγει ἤμην παρ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ἑ προσέχαιρε, καθ ἡμέραν δὲ προσώπῳ αὐτοῦ προσέχαιρον
祂又說,祂在父造作諸天時與父同在:「祂預備諸天的時候,我與祂同在。」祂又藉以下的話,顯明自無窮的永世以來,祂與父同在乃是永恆不變的:「我在祂身旁,與祂相配合;我常是祂所喜悅的;我天天在祂面前歡樂。」
He further says that he was present with the Father as he was fashioning the heaven: 'When he was preparing the heaven, I was present with him.' And he shows also the eternal duration of his abiding with the Father from infinite ages, when he adds: 'I was beside him, fitting together; I was the one in whom he delighted, and day by day I rejoiced before his face.'
5:1.28
καὶ ἀβύσσους δὲ καὶ πηγὰς ὑδάτων, ὄρη τε καὶ βουνοὺς, καὶ ὅσα ἄλλα κατὰ τὸν τόπον κοινοῖς ῥήμασιν οἷς ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως ἐκ μέρους τὸ πᾶν δηλοῦντος ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας δυνάμεις, ὧν πάντων πρωτότοκος Σοφία καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε
至於「深淵」與「眾水的泉源」、「群山」與「岡陵」,以及本段中其他以通常字眼所稱呼的事物,我們或當理解為藉部分指涉整個宇宙的構造,或當更取其象徵意義,把這些所指之物轉喻為理性的實體與屬神的權能——在這一切之先,那首生的智慧、獨生首生的神之道,早已預先存在;我們稱祂為基督,正是師從那位使徒教師所言:「基督乃是神的能力,神的智慧。」祂在此處被恰當地冠以「智慧」的稱謂,因為〔祂彰顯了〕唯一有智慧的父那全智且合乎知識的萬有默觀……
And as for 'the depths' and 'the springs of waters,' 'mountains' and 'hills,' and whatever else is named in this passage by common terms, one must either understand these as indicating, in part, the whole constitution of the world, or one must take them in a more figurative sense, transferring what is signified by them to intelligible essences and divine powers — of all of which the firstborn Wisdom and only-begotten and first-born Word of God pre-existed, whom we call Christ, being disciples of the apostle our teacher who says, 'Christ, the power of God and the wisdom of God.' And here he is fittingly called by the title of 'Wisdom,' as belonging to the Father alone wise, the all-wise and scientific contemplations of the whole...
5:2.1
* * * * * * * * * * * * * * * * * * * * ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ, ἐν δὲ τῷ τρίτῳ τὴν κατ ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ. εἶτ ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ ἀνθρώπων μὲν, ὑπ αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησὶν ὦ θεὲ, (πρὸς τὸν χρισθέντα ἀποτεινόμενος) ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου·
〔……〕在第二個稱謂中,祂以王的杖尊榮他;在第三個稱謂中,祂見證他在美德上的完全。此後,經文教導說,這位既是神又是王的,是由至高的神所膏立的,正因如此,他成了基督。因為,除了被神——那萬有之上的神——所膏立、而非被人所膏立的那一位,人還能稱他為什麼呢?關於這一點,經文如此說,向那受膏者說道:「神啊,你喜愛公義,恨惡不義;所以神,就是你的神,膏立了你。」
[...] and in the second [title] he honors him with a royal scepter, and in the third he bears witness to his perfection according to virtue. Then, upon these, he teaches that this very one, God and King, has been anointed by the most high God, and that in this way he has become Christ. For what else could one call the one who was anointed not by men, but by God himself who is over all? Accordingly, on this point he says, addressing the anointed one: 'O God, you have loved righteousness and hated iniquity; therefore God, your God, has anointed you.'
5:2.2
ὡσεὶ ἔλεγεν, ὁ ἐπὶ πάντων θεὸς ἔχρισέ σε ἔλαιον ἄγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρῖσμα ἦν οὐδὲ ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ καὶ φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ φίλον ἦν τοὺς παλαιοὺς Ἑβραίων ἱερέας καὶ βασιλέας χρίεσθαι
彷彿祂在說:「那萬有之上的神以歡喜的油膏立你,勝過膏立你的同伴。」由此可見,這裡所指的膏立,既非俗常之物,也非屬地之物,更不像摩西所立律法所規定、以必朽物質製成的膏油——古時希伯來的祭司與君王正是慣常以此受膏的。
As if he were saying: 'The God who is over all has anointed you with the oil of gladness beyond your companions.' So that this anointing here signified was neither common nor earthly, nor like that legislated by Moses and prepared from perishable matter, with which the ancient priests and kings of the Hebrews were accustomed to be anointed.
5:2.3
ἔνθεν ἡμῖν εἰκότως καὶ θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται, ὡς ἂν μόνος, μὴ δι ἀνθρώπων, μηδ ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων ποιητοῦ, τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεοπρεπεῖ χρίσματι κεχρισμένος
由此,祂被恰當地宣告為我們的神,同時也是基督,因為唯獨祂並非藉人、也非出於人,而是由萬有的創造者親自,以那非物質、與神相稱的膏——即神聖的喜樂與歡欣——所膏立。
Hence it is fittingly that he has been proclaimed to us both God and Christ at once, as being the only one who, not through men nor from men, but by the Maker of all things himself, has been anointed with an incorporeal and godlike anointing of divine joy and gladness.
5:2.4
διόπερ ἐνδίκως μόνος, ἀκάκως μόνος, ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους, Χριστὸς ἂν ἀναγορευθείη. οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἶ οἷοί τε λέγειν μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ; περὶ ὧν εἴρηται μὴ ἅπτεσθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε
因此,唯獨祂能被正當地、無可指摘地、真正而恰如其分地稱為基督,相較於那些被稱為祂之「同伴」的人。那麼祂的同伴又是誰呢?或者說,是誰能宣稱:「因為我們已成了基督的同伴」呢?論到這些人,經上曾說:「不可觸犯我的受膏者,也不可惡待我的先知。」
For this reason he alone would rightly, alone blamelessly, alone truly and properly, be proclaimed Christ, in comparison with those called his companions. But who might his companions be, or who are they who are able to say, 'For we have become companions of Christ'? Concerning whom it has been said: 'Touch not my anointed ones, and do my prophets no harm.'
5:2.5
καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ καὶ θεοῦ καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας καὶ δι ἢν αἰτίαν, καθ ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι ὁπλιτικῆς παρατάξεως, ἀλλ ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς
既然這些經文已清楚顯明,這位蒙愛者、神、王者的基督,那麼你也是時候該探究了:這樣一位偉大的存在,怎會說祂有仇敵呢?這些仇敵又是誰?因何緣故,祂磨快了自己的箭矢與自己的刀劍,要對付他們?又如何,祂並非藉武裝的陣列,而是為了真理、溫柔與公義的緣故,使無數的萬民歸服於自己?
And now that Christ, beloved, and God, and King, has been clearly shown through these words, it is time for you to inquire how one so great is said to have enemies, and who they are, and for what cause; against whom he sharpened his own arrows and his own sword; and how it was not by martial array, but for the sake of truth and gentleness and righteousness, that he brought countless peoples into subjection to himself.
5:2.6
ζητοῦντα δὲ ἀκριβῶς ταῦτα καλῶς ἂν ἔχοι μεταφέρειν αὐτὰ ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο· ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρισθέντα, οὔτε οὖν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον, κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ ὃ δὴ καὶ διὰ Ἠσαίου φησὶ πνεῦμα κυρίου ἐπ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με
若有人細心探究這些事,那麼把它們轉用於我們的救主與主、神的基督耶穌身上,就再恰當不過了——回顧此前已詳細論述過的、關於祂降臨人間的一切。在那段過程中,祂擊潰了那些兇惡、有害的鬼魔,以及邪惡、污穢之靈的仇敵、無形之權勢,從萬國之中招聚了無數的萬民歸屬自己。由此,恰當地應宣稱這位就是神真正的基督——祂並非以俗常之油、按古人慣常的方式受膏(關於祂,並無這樣的記載),而是以一種更美、屬神的膏膏立祂;正因如此,祂也藉以賽亞說:「主的靈在我身上,因為主膏了我。」
For one who inquires into these matters precisely, it would be well to transfer them to our Savior and Lord, Jesus the Christ of God, going back to what has been set forth in detail concerning his sojourn among men — in the course of which, having routed the hostile and invisible powers of the wicked and destructive demons, and of the evil and unclean spirits, he gathered to himself countless peoples out of all the nations. Him, then, it would be fitting from this to proclaim the true Christ of God — not anointed with common oil in the customary manner of men of old (for nothing of the kind is recorded of him), but with a better and divinely inspired anointing, on account of which he also says through Isaiah: 'The Spirit of the Lord is upon me, wherefore he has anointed me.'
5:2.7
ὅθεν καὶ μᾶλλον ἀπάντων τῶν πώποτε παρ Ἑβραίοις σωματικώτερον χρισθέντων μόνος ἀνὰ πᾶσαν τὴν οἰκουμένην Χριστὸς παρὰ τοῖς πᾶσι βεβόηται, καὶ τῆς ἐξ αὐτοῦ Χριστιανῶν προσηγορίας τὴν σύμπασαν ἔπλησεν οἰκουμένην. ὅπως δὲ φαμὲν αὐτὸν κεχρῖσθαι καὶ τί τὸ χρῖσμα καὶ τίς ὁ τῆς χρίσεως τρόπος αὐταρκῶς ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν
因此,比一切從前在希伯來人中曾以較屬肉體之方式受膏者更甚,唯獨祂在普天之下被眾人稱為基督,並以由祂而來的「基督徒」之名,充滿了整個天下。至於我們如何說祂受膏,以及膏是什麼,膏立的方式為何,我們已在此前的著作中充分討論過了。
Wherefore, more than all those ever anointed in a more bodily manner among the Hebrews, he alone throughout the whole inhabited world is proclaimed among all as Christ, and has filled the entire inhabited world with the appellation of Christians derived from him. But in what manner we say he was anointed, and what the anointing was, and what the mode of the anointing, we have discussed sufficiently in the treatise before this one.
5:2.8
τούτου δὲ ἐν τοῖς χείλεσι καὶ ἐν τῇ διδασκαλίᾳ τοσαύτη κατεχύθη χάρις, ὡς ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελθείσης εὐσεβείας ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσι παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ θεοῦ δόξαν περιβεβλῆσθαι, καὶ παρὰ πᾶσιν ἀνθρώποις Χριστὸν ἀναγορεύεσθαι
祂的唇齒與教訓中,傾注了如此浩大的恩典,以致在短短時間內,便使各處都充滿了祂所宣揚的敬虔;於是,如今在萬國之中,凡遵循祂教導的人,正如目前這段預言所言,祂已被披上君王與神的榮耀,並在萬人之中被尊稱為基督。
Upon his lips and in his teaching so great a grace was poured out, that in a short time it filled every place with the piety proclaimed by him; so that already, among all the nations, among those who follow his teaching, in accordance with the prophecy before us, he is invested with the glory both of king and of God, and is proclaimed Christ by all men.
5:2.9
πρόδηλοι δὲ καὶ οἶ ἐχθροὶ, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τόν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται
祂的仇敵也是顯而易見的——不僅是先前存在的仇敵,也包括那些始終與祂的道爭戰的人,無論是在人間,或是在無形的權勢之中;祂常以一種無形、隱祕的能力,將這些仇敵一一擊敗,並從所有外邦之中,使各式各樣的萬民都歸服於自己。
Manifest also are his enemies — not only those who existed before his coming, but also those who continually make war upon his word, whether among men or among invisible powers; whom, by an invisible and hidden power, he has ever been overthrowing, and has made subject to himself peoples of every sort out of all the nations.
5:2.10
τὰ δὲ ἐξῆς ἐν τῷ Ψαλμῷ σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου, τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολιπούσης, καὶ τῷ προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευθείσης, κόριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ ἂν τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας
詩篇接下來所說:「你的衣服都有沒藥、沉香、肉桂的香氣」,以及此後所述——那些論及一位王后與離開父家的女兒、嫁與前面所述的基督、王、神為妻,稱祂為主的話語——或可指向那由外邦聚集而成的教會:她已離棄祖傳、屬鬼魔的迷妄,得潔淨,並藉與神聖之道的相交而配合為一;這段經文合宜的解釋,容日後從容再作論述。
What follows in the Psalm — 'myrrh and cassia and stacte from your garments' — together with what comes after this, being spoken of as concerning a queen and a daughter who has left her father's house, and has been given in marriage to the aforementioned Christ, King and God, and who proclaims him her Lord — might be referred to the Church of the nations, which has turned away from its ancestral and demonic error, and has been purified and fitted together in fellowship with the divine Word, receiving its fitting interpretation at leisure.
5:3.1
Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ
主對我主說:「你坐在我的右邊,等我使你的仇敵作你腳下的凳子。」主必從錫安為你伸出能力的杖,你必在你仇敵中掌權。在你掌權之日,你的眾聖民中光輝燦爛,主權必與你同在。從子宮,在晨星以先,我已生了你。主起了誓,決不後悔:「你永遠為祭司,是照著麥基洗德的等次。」
The Lord said to my Lord, 'Sit at my right hand, until I make your enemies a footstool for your feet.' The Lord will send forth from Zion a scepter of power for you, and you shall have dominion in the midst of your enemies. With you is the sovereignty in the day of your power, amid the splendors of your holy ones. From the womb, before the morning star, I have begotten you. The Lord has sworn and will not change his mind: 'You are a priest forever, according to the order of Melchizedek.'
5:3.2
Κύριος ἐκ δεξιῶν σου. τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν πρωτότοκον πάσης κτίσεως θεοῦ λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ πατρὸς γέννημα, τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν Ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα
「主在你的右邊。」目前這篇詩篇也稱祂為主——即我們的救主與主,一切被造之物中首生的、神的道,太初以先的智慧,神道路的開端,父首生且獨生的後裔,蒙以基督之名尊榮者;經文教導祂既與萬有之上、萬有之主的神同坐一寶座,同時又是祂的兒子,並且是父永遠的祭司。
'The Lord at your right hand.' The present Psalm also calls him Lord — our Savior and Lord, the firstborn of all creation, the Word of God, the Wisdom before the age, the beginning of the ways of God, the firstborn and only-begotten offspring of the Father, the one honored with the title of Christ — teaching that he is at once enthroned together with, and Son of, the God who is over all and Lord of all, and an eternal priest of the Father.
5:3.3
πρῶτον δὴ οὑν ἐπίστησον ὡς ἤδη τοῦτο δεύτερον γέννημα θεοῦ προσηγόρευται. καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον ἑαυτοῦ κύριον δεύτερον μετὰ τὸν τῶν ὅλων ἀναγορεύει. εἶπε γὰρ φησὶν) ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου. τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ ὁμοίως, ἰδίως δ αὐτὸν κύριον ὠνόμαζον
首先,你要留意,這一位在此已被稱為神的第二位後裔。既然我們相信先知之事乃是藉神的靈向我們說出的,那麼請看,這豈不正是那說話於先知裡面的聖靈自己,在萬有之主以後,宣告祂自己的主為第二位嗎?因為經上說:「主對我主說:你坐在我的右邊。」希伯來人向來以那由四個字母組成、不可宣之於口的稱呼,稱呼第一位主,即那作萬有之總主宰者;至於第二位,他們卻不再用同樣的方式稱呼,而是以「主」作為祂特有的稱謂。
First, then, take note that this one has here been called the second offspring of God. And since it is believed that the matters of prophecy have been spoken to us by the Spirit of God, observe whether it is not indeed the Holy Spirit himself, speaking in the prophet, who proclaims his own Lord as second after the Lord of all. For it says, 'The Lord said to my Lord, Sit at my right hand.' The first Lord, as being the sovereign Master of all things universally, the Hebrews used to call by an unpronounceable name, expressed through the four letters; but the second they did not name in like manner, but called him 'Lord' as his own particular designation.
5:3.4
εἰκότως οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἐρόμενός ποτε τοὺς Φαρισαίους τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ; τίνος ἐστὶν υἱός; εἰπόντων τοῦ Δαβίδ ἐπιλέγει πῶς οὖν Δαβίδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων, εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιόν μου; μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοὐ Δαβίδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτη πνεύματος
因此,我們的救主與主、神的基督耶穌自己,理所當然地在有一次問法利賽人:「你們對基督有什麼看法?祂是誰的兒子?」他們回答說「是大衛的」之後,祂便接著說:「那麼,大衛怎麼會在聖靈感動下稱祂為主,說『主對我主說:你坐在我的右邊』呢?」祂幾乎是在解釋這句話的意思,說這話不僅宣告祂是大衛的主,也宣告祂是先知裡面那靈的主。
Fittingly, then, our Savior and Lord, Jesus the Christ of God himself, once asking the Pharisees, 'What do you think concerning the Christ? Whose son is he?' — when they said, 'David's' — adds, 'How then does David in the Spirit call him Lord, saying, "The Lord said to my Lord, Sit at my right hand"?' — almost as if he were explaining the saying to mean that it proclaims him Lord not only of David, but also of the Spirit in the prophet.
5:3.5
εἰ δὲ τὸ πνεῦμα τὸ προφητικὸν, τοῦτο δ ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ ἂν εἴποιεν αἱ μετὰ τὸ ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασι καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα
倘若那先知性的靈——我們相信這靈就是聖靈——都承認這一位為主,教導祂與父同坐一寶座,且並非泛泛地稱祂為主,而是稱祂為靈自己的主,那麼,在聖靈以後的一切理性權能,就更當如此承認了;一切受造之物,無論是那可見於形體者,或是立於無形之中者,也理當如此承認——因為理應顯明,祂乃是這一切之主,是唯一與父同坐一寶座者,萬有都是藉著祂而成的;正如那位令人驚歎的使徒所言:「在祂裡面,天上地上的萬有都被造,無論是可見的或不可見的。」
And if the prophetic Spirit — which we believe to be the Holy Spirit — confesses this one to be Lord, teaching that he is enthroned together with the Father, and not merely Lord in an unqualified sense, but also his own Lord, then far more, and to a much greater degree, would the rational powers that come after the Holy Spirit say this — as would the whole creation, both that seen in bodies and that which stands in incorporeal things — of all of which he might fittingly be shown to be Lord, being the sole one enthroned with the Father, through whom all things came into being, since, according to the wondrous apostle, 'in him were created all things in the heavens and upon the earth, whether visible or invisible.'
5:3.6
μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ πατρὸς ὁμοιώσεως ἔχειν κῦρος, ὡς ἂν καὶ μόνον σύνθρονον τοῦ πατρὸς ἀναδεδειγμένον. πρόδηλον οὖν ὅτι οὐδενὶ τῶν γεννητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα ἐνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ
因此,理應唯獨祂有分於父之肖像的權能,正如祂也是唯一被顯明與父同坐一寶座的那位。由此可見,除了那一位——即前面經文中被以各種方式論及的那一位——之外,任何受造者都無權獲得掌管萬有之全能治權與王權的右座。
It is fitting, then, that he alone should have authority over the likeness to the Father, as being also alone shown to be enthroned together with the Father. It is manifest, therefore, that it is not lawful for any of the begotten to obtain the right hand of the almighty rule and kingship, except indeed for that one alone who, throughout the passages before us, is variously spoken of in theological terms.
5:3.7
ἐπίστησον οὖν ὡς πρὸς ἴνα καὶ τὸν αὐτὸν ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων κύριος καὶ τὴν κάθου ἐκ δεξιῶν μου δωρεῖται φωνὴν, καὶ τὴν πρὸ ἑωσφόρου γεγέννηκά σε, μεθ ὅρκου δὲ διαβεβαιώσεως ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα διαρκοῦς ἱερωσύνης παραδίδωσιν ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
所以,你要注意:正是同一位,那至高、超乎萬有之上的主,既賜給他「你坐在我的右邊」這話,也賜給他「在晨星以先,我已生了你」這話;並且藉起誓的確認,把那延續至無盡永世、堅定不移、不可更改的祭司尊榮,傳授給他:「主起了誓,決不後悔:你永遠為祭司。」
Take note, then, that it is to one and the same person that the Lord who is highest and over all bestows both the word 'Sit at my right hand,' and 'Before the morning star I have begotten you'; and, with the confirmation of an oath, he hands down to him the unshaken and inviolable honor of a priesthood enduring to infinite age: 'The Lord has sworn and will not change his mind, You are a priest forever.'
5:3.8
τίς δ ἂν ἐπινοοῖτο, οὔτι δὴ θνητὸς ἀνὴρ, ἀλλὰ οὐδὲ τῆς ἀγγελικῆς φύσεως, ὑπὸ θεοῦ μὲν γεγενημένος, εἰς αἰῶνα δὲ ἱερωμένος, ἢ μόνος ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπὼν κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με; καὶ πρόσσχες δὲ ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας τῷ τε παρόντι Ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς
那麼,還有誰能被設想是這樣的人呢?當然不是必死的凡人,甚至也不是天使性的存在——一位由神所造成、卻被立為永世祭司的,除了那位在前面也曾說過「主創造我,為祂道路的開端,為要成就祂的工作;在太初、在祂造地以先,就已立定我為根基;在群山奠定以先,在一切岡陵以先,祂就生了我」的那一位之外,還能是誰呢?因此,你要專心留意,仔細考察目前這篇詩篇,以及前面所引述的那些話語。
Who, then, could be conceived — certainly not a mortal man, nor even one of angelic nature — who, having been brought into being by God, has been made a priest for eternity, except that one alone who also said before, in the earlier words, 'The Lord created me the beginning of his ways for his works; before the age he founded me; in the beginning, before the mountains were settled, before all the hills, he begets me'? Apply your mind, then, carefully, attending both to the present Psalm and to the sayings set forth before it.
5:3.9
ἐν μὲν γὰρ τούτῳ ὁ ἀνωτάτω θεὸς σύνθρονον τὸν δεύτερον καὶ ἡμῶν κύριον ἑαυτοῦ καθίστησι λέγων κάθου ἐκ δεξιῶν μου· ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν ὁ λόγος ἔφησεν, ὁμοῦ θεὸν αὐτὸν ἀναγορεύων δι ὧνφησιν ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
因為在此篇(詩篇)中,至高的神使那第二位——也是我們的主——與自己同坐寶座,說:「你坐在我的右邊」;而在此篇之前的那一篇中,道曾說他的寶座「存到永永遠遠」,同時藉此宣稱他為神,說:「神啊,你的寶座是永永遠遠的。」
For in this psalm the Most High God enthrones the second, our Lord also, as co-seated with himself, saying, 'Sit at my right hand'; but in the one before this the Word declared that his throne endures for ever and ever, at the same time proclaiming him God by the words, 'Thy throne, O God, is for ever and ever.'
5:3.10
πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας ῥάβδον φησὶν δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών· ἐν δ ἐκείνῳ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. καὶ αὖθις ὁ μὲν παρών φησιν κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου· ὁ δὲ πρόσθεν τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει
再者,在此篇中說:「耶和華必從錫安伸出你能力的杖」;而在那一篇中則說:「正直的杖是你國度的杖」。又,此篇說:「你坐在我的右邊,等我使你的仇敵作你的腳凳,你必在你仇敵中間掌權」;那一篇則說:「大能者啊,你的箭是磨快的,射入王的仇敵心中」。由此可見,兩篇論及所指者之仇敵的話彼此相合。
Again, in the psalm now before us it says, 'The Lord shall send forth for you a rod of power out of Zion'; but in that former one, 'a rod of straightness is the rod of your kingdom.' And again the present one says, 'Sit at my right hand, until I make your enemies your footstool, and you shall rule in the midst of your enemies'; but the former one says, 'Your arrows are sharpened, O mighty one, in the heart of the enemies of the king.' Therefore what is said about the enemies of the one signified agrees in both.
5:3.11
τίς δῆτα οὖν ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας, τούς τε πρὸς αὐτοῦ κυριευομένους λαοὺς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθωσιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀνθρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολεμίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειε τὸν παρόντα χρησμὸν εἰς πρόσωπον ἀωαφωνηθέντα τοῦ θεσπιζομένου, τὸ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου
那麼,誰若親眼看見我們救主的眾教會遍佈全地——在城市之中、鄉村與地區之內——欣欣向榮,又看見那被他所治理的萬民,以及那無數獻身於他的群眾,四面被人間可見的、與那看不見、隱而不顯的仇敵與基督教訓的敵人所圍繞,還能不驚訝此處論及那被預言者之位格所宣佈的神諭:「你要在你仇敵中間掌權」呢?
Who then, seeing with his own eyes the churches of our Savior flourishing in the midst of cities, villages, and regions throughout the whole inhabited world, and the peoples brought under his lordship, and the myriad multitudes everywhere consecrated to him, surrounded on every side by visible enemies among men and by invisible and unseen enemies and foes of the teaching of Christ, would not marvel at the present oracle, uttered concerning the person of the one prophesied, 'Rule in the midst of your enemies'?
5:3.12
Καὶ ἐπειδήπερ ἐν τῷ πρόσθεν κεχρῖσθαι τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου, ἱερέων δερέων δὲ οἰκεῖον ἦν παρ ΕβραίΟις τὸ χρίεσθαι, εἰκότως ὁ μετὰ χεῖρας ἤδη λευκότεΡον ἱερέα αὐτὸν ἐπιφημίςει, πλείονα προτιθεὶς περὶ Αὐτοῦ διδασκαλίαν, δι ἦς μόνον αὐτὸν παρὰ τοὺς Πώποτε αἰώνιον ἱερέα εἶναι παιδευει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν
又因為在前一篇中他「被膏抹以喜樂的油,勝過同伴」,而在希伯來人中膏抹本是祭司所特有的,故此篇(現在手上這篇)理所當然更清楚地宣稱他為祭司,並就他提出更詳盡的教導,藉此教導人惟獨他是亙古以來所未有的永遠祭司——這是任何人類本性都不可能達到的。
And since in the former psalm he was anointed with the oil of gladness above your fellows, and among the Hebrews anointing was proper to priests, fittingly the psalm now in hand proclaims him more clearly still as priest, setting forth fuller teaching concerning him, by which it instructs that he alone, beyond all who have ever been, is an eternal priest — a thing that cannot be applied to any human nature.
5:3.13
Κατἀ τὴν τάξιν Μελχισεδὲκ ἱερᾶσθαί φησιν αὐτὸν, πρὸς ἀντιδιαστολὴν τοῦ κατὰ τὴν Μωςέως δεάταξιν ἱερέως, ἤτοι τοῦ Ααρὼν, ἢ καί τινος τῶν ἐξ ἐκείνου, ὦν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς, ὕστερόν ποτε δι ἀνθρώπων ἀλοιφῇ τινι σκευαστῇ κριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπετελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπετελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπετίθετο τὴν ἱερςςύνην, καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσιν· ἀλλὰ οὐδὲ μεθ ὁρκωμοςίας θεοῦ ἐπὶ τὴν λειτουργίαω παρῄει, κρίσει δὲ ἀνθρώπων τιμώμενος, ὡς καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ θεοῦ θεραπείας, οἶος ἀναγέγραπται ὁ Ἠλεί
經文說他是「照著麥基洗德的等次」作祭司,用以區別於按摩西所定之規例而立的祭司——即亞倫,或亞倫的某位後裔。他們每一位起初都不是祭司,後來才由人用某種調製的膏油膏立,可以說是在預表和象徵中成為一種影子式的、形像式的基督;而且,既是必死的,不久便卸下祭司職分;他只在猶太民族中作祭司,並不在其他外邦人中;他上任供職也不曾伴隨神的起誓,而是憑人的判斷而受尊崇——以致有時竟有人被發現不配在他們中間事奉神,如經上所記的以利便是如此。
It says that he is a priest 'according to the order of Melchizedek,' by way of contrast with the priest according to the ordinance of Moses — that is, Aaron, or one of his descendants — each of whom, not having been a priest before, was later anointed by men with some prepared unguent, and so became, so to speak, a shadowy and image-like Christ in types and symbols; and moreover, being mortal, laid aside the priesthood after no long time, and was priest only among the people of the Jews, and not among the other nations; and moreover did not enter upon his ministry with an oath sworn by God, but was honored by the judgment of men — so that at times one might be found among them unworthy of the service of God, such as Eli is recorded to have been.
5:3.14
ἔτι πρὸς τούτοις ὁ παλαιὸς ἐκεῖνος ἱερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ἐκ μόνης ἐκεῖνος ἰερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ὁ παλαιὸς ἐκεῖνος ἱερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ἐκ μόνης ἐκρίνετο ρυλῆς τῆς Λευί· ἔδει δὲ ἐξ ἅπαντος καὶ τὸ γένος ἐκ τῆς τοῦ Ἀαρὼν διαδοχῆς αὐτὸν φέρειν, θύμαςί τε ζῴων ἀλόγων καὶ αἅμασι σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον· ὁ δὲ Μελχισεδὲκ ὠνομασμένος, ὃ μεταλαμβάνεται εἰς τὴν Ελλάδα φωνὴν βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλὴμ, ὃ καὶ αὐτὸ ἂν εἴη βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, οὐκ ἔχων κατὰ τὴν ἱστορίαν οὐκ ἀρχὴν ἡμερῶν, οὐ ζωῆς τέλος, ἀλλ οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον
此外,按摩西規例所立的那位古時祭司,必須單單出自利未支派,而且無論如何都必須是亞倫後裔一脈相承者,用不能理性的活物為祭牲、以血為祭,行肉身的敬拜來事奉神。但那名叫麥基洗德的——這名字譯成希臘話是「公義的王」,接著又是「撒冷王」,這也就是「和平的王」——按照史記,他無父、無母、無族譜,沒有生命的開始,也沒有生命的終結,且與亞倫祭司職分的性質毫無共通之處。
Furthermore, that ancient priest according to the ordinance of Moses was judged fit solely from the tribe of Levi; and it was necessary in every case that he also bear his lineage from the succession of Aaron, and that he serve the Deity with a bodily worship consisting of sacrifices of irrational animals and blood. But the one named Melchizedek — which, translated into the Greek tongue, is 'king of righteousness,' and then 'king of Salem,' which would itself be 'king of peace' — is, according to the history, without father, without mother, without genealogy, having neither beginning of days nor end of life, and bears nothing at all in common with the manner of Aaron's priesthood.
5:3.15
οὔτε γὰρ ὑπ ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἢν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλὰ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει
因為他既非由人所揀選,也未曾用調製的油受膏,更不是出自那尚未顯現的族類;而最為奇特的是,他甚至連肉身也未受割禮,卻仍祝福亞伯拉罕,彷彿他遠勝於亞伯拉罕;他也不是用祭物和奠酒向至高神供職為祭司,更未曾在耶路撒冷的聖殿中執行事奉。
For he was not chosen by men, nor anointed with prepared oil, nor was he of a lineage not yet even manifest; and, most paradoxical of all, he had not even been circumcised in the flesh, and yet he blesses Abraham, as being far superior to him; nor again did he serve as priest to the Most High God with sacrifices and libations, nor indeed did he perform his ministry in the temple at Jerusalem.
5:3.16
πῶς γὰρ τῷ μηδὲ ὄντι; εἰκότως οὖν ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι, οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος, ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ σὺ ἱερεὺς εἰς τὸν αἰῶνα. οὐ γὰρ ἔσῃ, φησὶ, μὴ ὢν πάλαι, ἀλλ οὐδ ἦσθα μὲν πάλαι, νῦν δὲ οὒ, ἀλλὰ παρὰ τοῦ φήσαντος ἐγώ εἰμι ὁ ὢν σὺ εἶ καὶ ἱερεὺς εἰς τὸν αἰῶνα διαμένεις
因為那時(聖殿)尚未存在,他又如何能在那裡供職呢?既然如此,我們的救主基督身上也不會有任何與亞倫相似之事發生,這是理所當然的——因為他並非先前不是祭司、後來才被立為祭司的;他被稱為祭司,不是「成為」,乃是「本是」。因為必須仔細留意「你是永遠的祭司」這句話。經上並非說「你將要成為」,彷彿他先前並非如此;也不是說「你從前如此,如今卻不然」;而是那位曾說「我是那我是者」的神,論到他說「你是」並且「你永遠常存為祭司」。
For how could he, when it did not even exist? Fittingly then, since nothing resembling Aaron was to befall our Savior Christ either — for he was not shown to be a priest later, having not been one before; rather, he became a priest not by 'becoming' but by 'being.' For one must attend carefully to the words, 'You are a priest forever.' For it does not say, 'You shall be,' as one who was not so before; nor again, 'you were so formerly, but now are not'; but, from him who said, 'I am he who is,' it is said, 'you are,' and 'you remain a priest forever.'
5:3.17
ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο οὔτε ἐκ φυλῆς τῶν ἱερωμένων ὁ Χριστὸς, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλε τῆς ἱερωσύνης, οὐδὲ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἔθνεσι καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ ἱερέα φησὶν ἔσεσθαι
既然基督既不是在某個時間點開始其祭司職分,又不是出自祭司支派,也不是用調製的、屬身體的油受膏,他的祭司職分也不會有終結,且不僅要為猶太人所獨有,也要為萬國萬民而立——因這一切緣故,此篇理所當然地免除他按亞倫預表而行的事奉,宣稱他要照麥基洗德的等次作祭司。
Since, then, Christ neither began his priesthood at a point in time, nor came from the priestly tribe, nor was anointed with prepared and bodily oil, nor was his priesthood destined to have an end, nor was he to be established for the Jews alone but for all nations as well — for all these reasons the psalm fittingly releases him from the ministry after the type of Aaron, and declares that he shall be a priest according to the order of Melchizedek.
5:3.18
καὶ τό γε ἀποτέλεσμα τοῦ χρησμοῦ θαυμάσιον συνορῶντι ὅπως ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὑτοῦ θεραπευτῶν ἐπιτελεῖ
這神諭的應驗實在令人驚歎,凡看見的人都能明白:我們的救主、神的基督耶穌,正是照著麥基洗德的樣式,直到如今仍藉著他自己的事奉者,在世人中間施行祭司的事奉。
And the fulfillment of the oracle is marvelous to behold, how our Savior Jesus Christ of God, after the manner of Melchizedek, even now still performs the priestly rites among men through his own ministers.
5:3.19
ὥσπερ γὰρ ἐκεῖνος ἱερεὺς ἐθνῶν τυγχάνων οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἔπειτα οἶ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος, καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μώσεως γραφὴ μαρτυρεῖ λέγουσα καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἢν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραάμ
正如那位身為外邦人祭司的麥基洗德,從未見他使用任何肉身的祭物,僅用酒和餅祝福亞伯拉罕;同樣,我們的救主與主自己首先如此,隨後那些出於他、遍及萬國的祭司們,按照教會的規制施行屬靈的祭司事奉,也用酒和餅隱示他身體與救贖之血的奧祕——麥基洗德藉神聖的靈預先看見了這些事,並預先運用了將來之事的預表,正如摩西的經文所見證的,說:「撒冷王麥基洗德帶著餅和酒出來;他本是至高神的祭司,他就給亞伯拉罕祝福。」
For just as that one, being priest of the nations, is nowhere found to have used bodily sacrifices, but blessed Abraham with wine and bread alone, in the same manner our Savior and Lord himself first, and then all those priests who come from him throughout all the nations, performing the spiritual priestly service according to the ordinances of the Church, signify by wine and bread the mysteries of his body and of the saving blood — Melchizedek having foreseen these things beforehand by the divine Spirit, and having made prior use of the images of things to come, as the writing of Moses testifies, saying: 'And Melchizedek king of Salem brought forth bread and wine; now he was priest of the Most High God, and he blessed Abraham.'
5:3.20
εἰκότως οὖν καὶ μεθ ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ ὤμοσε κύριος ὁ θεὸς, καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ, λέγων, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ
所以理所當然地,主神以起誓確認之,且「必不後悔」,惟獨向此處所指者起誓說:「你是照麥基洗德的等次永遠為祭司。」
Fittingly, then, the Lord God swore, with the taking of an oath, to the one signified alone, and 'will not repent,' saying, 'You are a priest forever according to the order of Melchizedek.'
5:3.21
ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπόστολός φησιν ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἔνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος
請聽使徒論及這些事所說的話:「照這樣,神願意向那承受應許的人格外顯明他的旨意是不更改的,就起誓為證。藉這兩件不更改的事,神決不能說謊,好叫我們這奔往避難所、抓住那擺在前頭之盼望的人,可以大得勉勵。」
Hear also what the Apostle says concerning these things: 'Wherein God, wishing more abundantly to show unto the heirs of the promise the immutability of his counsel, confirmed it by an oath, that by two immutable things, in which it is impossible for God to lie, we might have a strong consolation, we who have fled for refuge to lay hold upon the hope set before us.'
5:3.22
καὶ ἐπιφέρει λέγων καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερευς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἄπο τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος
他又接著說:「那些成為祭司的人本來很多,因為受死所阻,不能長久留任;他卻因為永遠常存,就擁有不能更改的祭司職分。因此,凡靠著他來到神面前的人,他都能拯救到底,因為他長遠活著,替他們代求。這樣一位大祭司,本是我們所應當有的——聖潔、無邪惡、無玷污、遠離罪人,且高過諸天。」
And he goes on to say: 'And those former priests indeed were many, because they were prevented by death from continuing; but he, because he continues forever, has an unchangeable priesthood. Wherefore also he is able to save to the uttermost those who come to God through him, seeing he ever lives to make intercession for them. For such a high priest indeed was fitting for us — holy, harmless, undefiled, separated from sinners, and made higher than the heavens.'
5:3.23
καὶ ἐπιλέγει κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἀγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ ἄνθρωπος. ταῦτα μὲν ὁ ἀπόστολος
他又補充說:「我們所講的事,其中的要點就是:我們有這樣一位大祭司,已經坐在天上至大者寶座的右邊,在聖所,就是那真帳幕裡執行職事,這帳幕是主所支搭的,不是人所支搭的。」使徒的話到此為止。
And he adds: 'Now the chief point of what we are saying is this: we have such a high priest, who is seated at the right hand of the throne of the Majesty in the heavens, a minister of the sanctuary and of the true tabernacle, which the Lord pitched, and not man.' Thus far the Apostle.
5:3.24
ὁ δὲ Ψαλμὸς ὑποβὰς καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προφητευομένου δηλοῖ λέγων ἐκ χειμάρρου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν
而詩篇繼續往下,也用隱晦的方式指出那被預言者的受難,說:「他必在路上喝那溪水,所以他要昂起頭來。」
And the psalm, proceeding further, also indicates, in veiled fashion, the passion of the one prophesied, saying: 'He shall drink from the brook by the way; therefore shall he lift up his head.'
5:3.25
χείμαρρον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ Ψαλμὸς λέγων χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. ἐν τῷ χειμάρρῳ τοίνυν πίεται, φησὶ, τὸ ποτήριον δηλονότι, ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ ἐμοῦ
另有一篇詩篇也指明「溪水」是指試煉的時刻,說:「我們的性命曾經過急流;我們的性命曾經過那難以站立的水。」所以他說在溪水中他要喝——這顯然是指那杯,就是他在受難之時所隱晦提及的,說:「父啊,倘若可行,求你叫這杯離開我。」
Another psalm also indicates that the 'brook' means the season of trials, saying: 'Our soul has passed through the torrent; then would our soul have passed through the overwhelming water.' In the brook, then, he says he shall drink — that is, the cup which he obscurely referred to at the time of the passion, saying: 'Father, if it be possible, let this cup pass from me.'
5:3.26
καὶ πάλιν εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον ὕψωσε κεφαλὴν, καὶ κατὰ τὸν ἀπόστολον ἐπεὶ γὰρ γέγονεν ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο, φησὶν, ὑπερύψωσεν αὐτὸν ὁ θεὸς, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. καὶ πάντα ὑπέταξε, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ, κατὰ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ Ψαλμοῦ παρίστησι λέγων κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσῳ τῶν ἐχθρῶν καὶ πολεμίων αὐτοῦ τῶν πεπιστευκότων εἰς αὐτὸν ἀπάντων κατακυριεύει
又說:「倘若這杯不能離開我,非要我喝下不可,就願你的旨意成就。」於是他喝了這杯,就「昂起頭來」;正如使徒所說:「因為他既存心順服父,以至於死,且死在十字架上,所以神將他升為至高,使他從死人中復活,叫他坐在自己的右邊,遠超過一切執政的、掌權的、有能的、主治的,和一切有名的名號,不但是在今世,也是在來世的。」又說:「神叫萬物都服在他的腳下」,正如藉詩篇向他所立的應許:「你坐在我的右邊,等我使你的仇敵作你的腳凳。你要在你仇敵中間掌權。」如今人人都清楚看見,我們救主的能力和他教訓的道,直到現今仍在他的仇敵和敵對者當中——就是在一切歸信於他的人當中——掌權。
And again: 'If it is not possible for this to pass unless I drink it, your will be done.' Having drunk this cup, then, he 'lifted up his head,' and, in the words of the Apostle: 'because he became obedient to the Father unto death, even death on a cross, therefore,' he says, 'God highly exalted him, raising him from the dead and seating him at his right hand, far above all rule and authority and power and dominion, and every name that is named, not only in this age but also in that which is to come. And he put all things,' he says, 'under his feet,' according to the promise made to him, which he sets forth through the psalm, saying: 'Sit at my right hand, until I make your enemies your footstool. Rule in the midst of your enemies.' It is evident to everyone that even now the power of our Savior, and the word of his teaching, rules in the midst of his enemies and adversaries, in the midst of all who have come to believe in him.
5:4.1
Ἐγὼ κύριος ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ αὐτῆς· ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα τὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε κύριος Σαβαώθ
我耶和華造了地,又造了地上的人;我親手堅立諸天,我向眾星發出命令;我興起那憑公義而立的王,他一切的道路都正直。他必建造我的城,使被擄的民歸回,不藉贖價,也不藉禮物,這是萬軍之耶和華說的。
I the Lord made the earth, and man upon it; I with my hand established the heaven; I gave command to all the stars; I raised up the king with righteousness, and all his ways are straight. He shall build my city, and shall turn back the captivity of the people, not for ransom nor for gifts, says the Lord of Sabaoth.
5:4.2
Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς θεὸς περί τινος βασιλέως καὶ σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα λυτρώσασθαί τε τὴν ἐπισυμβᾰσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει· ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἶα θεῷ οἶ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεἵν ἐν αὐτῷ θεὸν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων
到此為止,萬有的創造者神藉著先知預言了關於某位王與救主的事,他將要建立敬虔的國度,並救贖那因鬼魔迷惑而臨到世人的擄掠。緊接著,先知的靈又暗示了外邦異族的臣服,就是他們要臣服於這位被預言者;而那些將要臣服的人要如同敬拜神一般敬拜他,也要在他裡面禱告,因為有更大者——即那至高的父、萬有之神——居住在他裡面。
Thus far, then, God the maker of all things, through the prophet, foretells these things concerning a certain king and savior who was to build up the commonwealth of piety, and to redeem the captivity that had befallen men through demonic error; and following upon this, the prophetic spirit hints at the subjection of the foreign nations — that they will be subjected to the one prophesied, and that those who are to be subjected will worship him as God, and will pray in him, because of the greater God who dwells in him — namely, the Father who is above all, and the God of all things.
5:4.3
τὰ δὲ τῆς λέξεως οὕτως ἔχει οὕτω λέγει κύριος, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἶ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσι νέοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν ὅου. σὺ γὰρ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ., Ταῦτα μὲν ἡ προφητεία. οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνασθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως ἐναργῶς οὕτως εἰσαγούσης θεὸν τοῦ Ἰσραὴλ σωτῆρα καὶ ἕτερον ἐν αὐτῷ θεόν. προσκυνήσουσί σοι φησὶν) οἱ δίκαιοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλήν σου. σὺ γὰρ εἷ ὁ θεὸς καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἱσραὴλ σωτήρ
經文原文如下:「主如此說:埃及必因勞碌而困乏,古實的貨物,並身量高大的西巴人,都必過來歸你,作你的奴僕,並要帶著鎖鍊跟隨你,又要敬拜你,在你裡面禱告,因為神在你裡面,除你以外再沒有別神。你實在是神,我們竟不知道,以色列的神、救主啊!凡抵擋他的都必蒙羞抱愧,都要含羞而去。」以上就是此篇預言。我認為無論何等剛愎之人,都無法反駁這清楚明白的字句,因為經文如此明顯地同時引入了「以色列的神——救主」與「在他裡面的另一位神」。經文說:「義人必敬拜你,又要在你裡面禱告,因為神在你裡面,除你以外再沒有別神。你實在是神,我們竟不知道,以色列的神、救主啊!」
The wording is as follows: 'Thus says the Lord: Egypt has labored, and the merchandise of the Ethiopians, and the Sabeans, men of stature, shall cross over to you, and shall become your slaves, and shall follow after you bound in fetters, and shall worship you, and shall pray in you, because God is in you, and there is no God besides you. For you are God, and we did not know it, O God of Israel, savior. All who set themselves against him shall be ashamed and confounded, and shall go away in shame.' Such is the prophecy. And I do not think anyone, however contentious he may be, will be able to gainsay the plain and clear sense of the wording, which so evidently introduces both the God of Israel as savior and another God within him. 'The righteous,' it says, 'shall worship you, and shall pray in you, because God is in you, and there is no God but you. For you are God, and we did not know it, O God of Israel, savior.'
5:4.5
τὸ δὲ οὐκ ᾔδειμεν ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων παρὰ μόνοις τοῖς ἑβδομήκοντα εἰρημένον ἑτέρως εἶχε τὸ Ἑβραικὸν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησὶ θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σώζων
至於「我們竟不知道」這句話,是以先前未曾認識他之人的口吻所說的,這僅見於七十士譯本;希伯來原文則有不同的說法。阿奎拉將其譯為:「神,大能者,自我隱藏,以色列的神,拯救者。」
Now the phrase 'we did not know,' spoken as from the person of those who had not previously recognized him, is found only in the Seventy; the Hebrew had it differently, which Aquila, translating, renders: 'God then, mighty, hiding himself, God of Israel, saving.'
5:4.6
ὁ δὲ Θεοδοτίων διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος θεὸς σώζων. σφόδρα θαυμαστῶς κρυφαῖον θεὸν τὸν Χριστὸν ὀνομάζει, καὶ τὴν αἰτίαν δὲ, δι ἣν θεὸν αὐτὸν μόνον ὡς ἐν γεννητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγέννητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ἐν τούτῳ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον) εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι
至於提阿多田(Theodotion)則譯作:「因此,大能、隱藏的神,拯救者。」他極其奇妙地稱基督為「隱藏的神」;並清楚教導他為何在一切受造受生之物中,惟獨稱他為神(僅次於那首先且未受生者)的原因——就是父居住在他裡面。因為照著神聖使徒所說:父「喜悅一切的豐盛都居住在他(基督)裡面」。
Theodotion, however, renders: 'Therefore mighty, hidden God, saving.' Most remarkably he names Christ 'hidden God,' and he clearly teaches the reason why he calls him alone God among all begotten things, after the first and unbegotten — namely, the indwelling of the Father in him. For in him, according to the divine Apostle, 'it pleased the Father that all the fullness of the Godhead should dwell.'
5:4.7
τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν σου. ἀντὶ δὲ τοῦ πλήν σου πλὴν αὐτοῦ ὁ Θεοδοτίων πεποίηκεν, ἔν ᾖ οὐκ ἔστι θεὸς πλὴν αὐτοῦ, δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ δι ὃν καὶ σὺ τυγχάνεις ὢν θεός. κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοὶ, θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος, θεὸς σώζων. κατὰ δὲ τὸν Σύμμαχον μόνον ἐν σοὶ θεὸς, καὶ οὐκ ἔστιν ἔτι οὐδ ὑπάρχει θεὸς, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σώζων
這句經文正是要表明:「神在你裡面,除你以外再沒有別神」。提阿多田用「除他以外」取代「除你以外」,作:「在他裡面沒有別的神」——即指那在你裡面的神,正因此你才成為神。照阿奎拉的譯法則是:「惟獨在你裡面有那大能者,在你之外再沒有別的;神,大能而自隱,神,拯救者。」照西馬庫(Symmachus)的譯法:「惟獨在你裡面有神,此外再沒有,也沒有別的神存在;你實在是隱藏的神,以色列的神,拯救者。」
This the wording indicates in saying, 'God is in you, and there is no God besides you.' Instead of 'besides you,' Theodotion has 'besides him,' reading: 'in whom there is no God besides him' — namely, the God who is in you, because of whom you also come to be God. According to Aquila it runs thus: 'only in you is the Mighty One, and there is none else beside you; God then, mighty and hiding himself, God, saving.' According to Symmachus: 'only in you is God, and there is none else, nor does another God exist; you are truly a hidden God, God of Israel, saving.'
5:4.8
δι ὧν τὸ αἴτιον τοῦ εἶναι θεὸν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρέστησεν
藉著這些譯文,經文已清楚闡明基督之所以為神的緣由,就是那位居住在他裡面的神。
By these renderings the passage has clearly set forth the cause of Christ's being God — namely, the God dwelling in him.
5:4.9
ἐπεὶ γὰρ ἐν σοὶ, φησὶν, ἐστὶ θεὸς, διὰ τοῦτο σὺ θεὸς ἰσχυρὸς καὶ κρυφαῖος. οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος θεὸς εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύτερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ ἑαυτὸν, οὔτε ὑφεστὼς δίχα τοῦ θεοποιοῦντος αὐτὸν πατρὸς, οὔτ ἄνευ τοῦ πατρὸς θεολογούμενος, ἀλλ ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς διὰ τὸν ἐν αὐτῷ πατέρα, συνών τε τῷ πατρὶ καὶ ἐξ αὐτοῦ καὶ δι αὐτὸν θεοποιούμενος, τό τε εἶναι ὁμοῦ καὶ τὸ θεὸς εἶναι οὐκ ἐξ ἑαυτοῦ, παρὰ δὲ τοῦ πατρὸς ἐσχηκώς
因為經上說「神在你裡面」,所以「你是大能而隱藏的神」。由此可見,那真實而獨一的神只有一位,惟獨他才恰如其分地配得「神」這稱謂;而那第二位則是藉著分享那真實者的交通而被算為配得,他既不是憑自己而存在,也不是離開那使他成為神的父而立存,更不是離開父而被稱述為神;他之所以是、活、立存,完全是因著那居於他裡面的父,是與父同在,並且是從父、藉父而被立為神的;他的存在本身,連同他為神的身分,都不是出於自己,而是從父領受而來的。
For since, it says, God is in you, therefore you are a mighty and hidden God. It follows, then, from these things, that the true and only God would be one, being alone properly entitled to the appellation; while the second is deemed worthy of participation and communion with the true God, neither existing by himself, nor subsisting apart from the Father who makes him God, nor spoken of theologically apart from the Father, but being wholly this very thing — existing, living, and subsisting — on account of the Father who is in him, being with the Father, and being made God from him and through him, having his very being, together with his being God, not from himself, but received from the Father.
5:4.10
διὸ δὴ μετὰ τὸν πατέρα τιμᾶν καὶ αὐτὸν ὡς θεὸν ἐδιδάχθημεν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα θεὸν, ὥσπερ οὖν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. ὡς γὰρ ἂν τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν οὗ τοὺς χαρακτῆρας καὶ τὴν ὁμοίωσιν φέρει, τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ εἶς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἶς δ ὁ κατ ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώμενος) οὕτω δῆτα καὶ ὁ μονογενὴς υἱὸς, εἰκὼν ὢν μόνος τοῦ θεοῖ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὑ φέρει ὁμοίωσιν εἰκών τε ἀνηγόρευται τοῦ ἀοράτου θεοῦ θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρὸς, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν, ἀλλ οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος
因此我們蒙教導,在父以後也要尊崇他為神,是因著那居住在他裡面的神——正如此處的預言所包含的一樣。因為,正如君王的畫像因所繪之人的形貌與相似而受尊崇,畫像受尊崇時,君王本身也一同受尊崇,於是受尊崇者其實是一位,而非二位——因為並沒有兩位君王,一位是真實的首位,一位是畫像上所描繪者,而是二者合為一位,不僅在思想上如此,在稱謂與尊崇上也是如此——照樣,獨生子既是那看不見之神惟一的像,理所當然地因他所帶的相似而被稱為那看不見之神的像,並且由父自己使他成為神,他天生便具有這樣的本性,從他最初存在之時起就是如此,他所承載的父之形像乃是與生俱來的,並非後天獲得的。
For this reason we have been taught to honor him also, after the Father, as God, on account of the God who dwells in him — just as the prophecies now before us contain. For just as the image of a king would be honored on account of him whose features and likeness it bears, and when the image is honored, the king himself is honored also, so that the one honored would be one, and not two — for there are not two kings, the first and true one and the one represented in the image, but the one comprising both, not only conceived of, but also named and honored, as one — so also the only-begotten Son, being the sole image of the invisible God, is fittingly, on account of him whose likeness he bears, proclaimed the image of the invisible God, and is made God by the Father himself, having such a nature by birth, from his very first existence, bearing the image of the Father as natural, not acquired.
5:4.11
διὸ καὶ φύσει θεὸς ὁμοῦ καὶ μονογενὴς υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιούμενος, ἐπισυμβεβηκός τε τὸ ἀξίωμα τῆς τοῦ θεοῦ προσηγορίας ἐπέχουσι, πλὴν εἰ καὶ φύσει μονογενὴς υἱὸς καὶ θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλὰ οὐχ ὁ πρῶτος θεὸς, πρῶτος δὲ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός
因此,他本性上同時既是神,又是獨生子,並不像那些從外面被收納之人,其「神」這尊稱的尊嚴乃是附加而來的一般;然而,儘管他本性上是獨生子,也被頌揚為我們的神,他卻不是那首要的神,而首先是神的獨生子,也正因此才是神。
Therefore he happens to be by nature both God and only-begotten Son together, and not like those who are adopted from without and hold the dignity of the appellation 'God' as something accruing to them; yet, although he is by nature only-begotten Son and is acclaimed as our God, he is not the first God, but is first the only-begotten Son of God, and for this reason God.
← 上一段下一段 →
← 第 4 章第 6 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。