📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 8 章 第 1/5 段

希臘文原文.59 節.部分字詞可點開查義.本章太長已分段,此段為 8:praef.1–8:1.45(全章共 273 節)

← 第 7 章第 9 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
8:praef.1
Ἀποδείξαντες δι ὅσων ὁ τοῦ θεοῦ λόγος εἰς ἀνθρώπους ἥξειν ἐθεσπίζετο, ὅθεν τε καὶ ὅπη καὶ ὅπως ὀφθήσεσθαι τοῖς ἐπὶ γῆς ἐν ταῖς παρ Ἑβραίοις προφητικαῖς φωναῖς ἐκηρύττετο, ὅτι τε αὐτὸς ἐκεῖνος ἦν, καὶ οὐδ ἄλλος, ὁ τῶν αἰώνων προυφεστὼς υἱὸς τοῦ θεοῦ, ὃν διὰ τῶν ἑτέρων θεόν τε καὶ κύριον καὶ ἀρχιστράτηγον καὶ μεγάλης βουλῆς ἄγγελον θεοῦ τε ἀρχιερέα τυγχάνειν προμεμαθήκαμεν, ἀκολούθως μετὰ τὰ προδιεξωδευμένα τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ πάλιν ἐξ αὐτῶν τῶν προφητικῶν προρρήσεων ἐπιμαρτυρώμεθα, ἐνθένδε ἀρξάμενοι
我們已經證明了:藉著何等眾多的證據,預示神的道將要臨到世人;並藉著希伯來人先知的話語,宣告祂從何處、在何地、以何種方式向地上的人顯現;又證明了那位便是祂本人,並無他者,就是那位先於萬世而存在的神之子——我們已從其他經文得知,祂被稱為神、主、大元帥、大謀士的使者,以及神的大祭司。現在依照前文所鋪陳的次序,我們當再次從先知的預言本身,見證祂顯現的時候;就從此處開始吧。
Having demonstrated, by how many proofs it was foretold that the Word of God would come to men -- whence, and where, and how he was proclaimed to be seen by those on earth in the prophetic utterances among the Hebrews; and that it was he himself, and no other, the Son of God pre-existing before the ages, whom through the other prophets we have already learned to be God and Lord and Commander-in-chief and Angel of Great Counsel and High Priest of God -- we now, following upon what has been traced out before, must bear witness once more, from the prophetic predictions themselves, to the times of his appearing; and let us begin from this point.
8:praef.2
Τῶν χρόνων τῆς τοῦ Χριστοῦ παρουσίας ἐκφανῆ σημεῖα τάδε ἔσεσθαι προκηρύττουσιν αἶ ἱεραὶ γραφαί. τριῶν τὸ πρὶν ἐπιφανῶν ἀξιωμάτων παρὰ Ἑβραίοις διαπρεπόντων δι ὣν τὸ ἔθνος συνεκροτεῖτο, ἑνὸς μὲν τοῦ βασιλικοῦ, ἑτέρου δὲ τοῦ προφητικοῦ, καὶ ἐπὶ τούτοις τοῦ ἀρχιερατικοῦ, τούτων ὁμοῦ τὴν κατάλυσιν καὶ τὴν παντελῆ καθαίρεσιν σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας ἔσεσθαι θεσπίζουσι
聖經預先宣告了以下這些將成為基督降臨之時代的明顯記號。從前希伯來人中曾有三種顯赫的職分,全民族即賴此三者而維繫:一是王職,一是先知職,再加上大祭司之職;聖經宣告,這三者一同的廢止與徹底廢除,將成為基督降臨的記號。
The sacred scriptures proclaim beforehand that these will be the manifest signs of the times of Christ's coming. Whereas formerly there had been three illustrious offices among the Hebrews, by which the nation was held together -- one the royal, another the prophetic, and besides these the high-priestly -- they prophesy that the dissolution and complete abolition of all three together will be signs of the coming of Christ.
8:praef.3
δείγματα δὲ τῶν αὐτῶν εἶναι χρόνων καὶ τῆς κατὰ Μωσέα θρησκείας τὴν περιγραφὴν, τῆς τε Ἰερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ ἱεροῦ τὴν ἐρήμωσιν, οὐ μὴν ἀλλὰ καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, καὶ ἄλλα δὲ τῶν αὐτῶν ὑποβάλλουσι σημεῖα χρόνων, πλῆθος εἰρήνης, ἐθνῶν τῆς ἐξ αἰῶνος κατ ἔθνος καὶ κατὰ πόλιν τοπαρχίας καὶ πολυαρχίας ἀναίρεσιν, τῆς πολυθέου καὶ δαιμονικῆς εἰδωλολατρίας ἀποστροφὴν, ἐπίγνωσιν εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων δημιουργοῦ θεοῦ
這些記號還包括:摩西所立宗教的界限被劃定,耶路撒冷及其聖殿的荒涼,以及整個猶太民族淪為仇敵與外邦人之奴的境況;此外,聖經還提出其他屬於同一時代的記號:和平之豐盛、萬國中自古以來按國按城而立的地方統治與多頭政治之廢除、對眾神與鬼魔式偶像崇拜之背棄,以及對那位創造萬有的獨一神之敬虔認識。
And they say that further indications of these same times are the circumscription of the religion according to Moses, the desolation of Jerusalem and of the temple beside it, and moreover the enslavement of the whole Jewish nation under enemies and foes; and they set forth still other signs of the same times: an abundance of peace, the abolition among the nations of the age-old rule of local governors and of the many rulers that existed nation by nation and city by city, the turning away from polytheistic and demonic idolatry, and the recognition of the piety of the one God, creator of all.
8:praef.4
ταῦτα οὖν ἅπαντα, μὴ ὄντα πάλαι κατὰ τοὺς τῶν προφητῶν χρόνους ἐπὶ τῆς Χριστοῦ παρουσίας γενήσεσθαι οἱ θεῖοι χρησμοὶ προηγόρευον, ἁ καὶ ταῖς προρρήσεσιν ἀκολούθως εἰς πέρας ἐλθόντα ὅσον οὔπω παραστήσεται
凡此種種,在先知的時代原本並不存在,然而神聖的預言卻預先宣告:這些事將在基督降臨之時發生;而它們如何依照預言而應驗,即將於下文加以說明。
All these things, then, not existing formerly in the times of the prophets, the divine oracles foretold would come to pass at the coming of Christ; and that they have come to their fulfillment in accordance with the predictions will presently be shown.
8:praef.5
τά γε μὴν αἴτια τοῦ μὴ πρότερον, ἀλλὰ νῦν ἐπ ἐσχάτων καιρῶν μετὰ τὸν μακρὸν καὶ πολὺν αἰῶνα τὸν Χριστὸν ἐμφανῆ γενέσθαι τῷ βίῳ λέλεκται μὲν ἤδη καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἐν βραχέσιν εἰρήσεται
至於基督為何並非在更早以前,而是直到如今——在經歷漫長悠久的世代之後、在這末後的時候——才向世人顯現,其緣由前文已有論述;然而此處仍將簡要重述。
As for the reasons why Christ became manifest to human life not earlier, but only now, in these last times, after the long and many an age, this has indeed already been stated before; nevertheless it shall now also be told briefly.
8:praef.6
πολὺς ἦν πάλαι πρότερον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπισκοτῶν ἀφροσύνης καὶ ἀσεβείας αὐχμὸς, δεινή τε ἀθεότης κατακρατοῦσα τοὐ παντὸς ἀνθρώπων βίου, ὡς μηδὲν τῶν ἀγρίων καὶ ἀτιθάσων θηρίων διαφέρειν δοκεῖν· μήτε γοῦν πόλεις, μήτε πολιτείας, μήτε νόμους, μήτε τι σεμνὸν καὶ βιωφελὲς εἰδότες, μηδὲ μὴν ἐπιστήμας καὶ τέχνας ἐν νῷ τιθέμενοι ἀρετῆς τε καὶ φιλοσοφίας οὐδ εἰς ἔννοιαν ἰόντες, μόναις ἐπ ἐρημίαις ἔν τε ὄρεσι καὶ σπηλαίοις καὶ κώμαις τὰς διατριβὰς ἐποιοῦντο, λῃστρικώτερον ἐπιτιθέμενοι τοῖς πλησιάζουσι, πορίζοντες τὰ πρὸς τὸ ζῆν οὐκ ἄλλοθεν ἀλλ ἢ ἐκ τῆς τῶν καταδεεστέρων καταδυναστείας
在往昔更早的時候,有一片深重的愚昧與不敬虔之乾旱籠罩著人類的靈魂,一種可怕的無神之風統治著人類的整個生活,以致他們看起來與野獸毫無二致。他們既不知有城邦,也不知有政體、律法,更不知任何高尚而有益於人生之事;他們心中既無科學與技藝,也未曾有絲毫美德與哲學的概念,只在荒野、山嶺、洞穴與村落中棲居度日,如強盜一般侵襲鄰近之人,除了憑藉欺壓弱者之外,別無他法謀取生計。
Long ago, formerly, there was a great drought of folly and impiety overshadowing the souls of men, and a dreadful godlessness holding sway over the whole life of mankind, such that they seemed to differ in nothing from wild and untamed beasts. For they knew neither cities, nor civil constitutions, nor laws, nor anything dignified and beneficial to life; nor did they take thought of sciences and arts, nor did they even come to any notion of virtue and philosophy, but made their dwelling solely in deserted places, on mountains and in caves and villages, attacking their neighbors more like brigands, and procuring the means of life from nowhere else than by tyrannizing over the weaker.
8:praef.7
ἀλλὰ μὴν οὐδὲ θεὸν τὸν ἐπὶ πάντων ᾔδεσαν, οὐδέ γε εὐσεβείας ἀληθοῦς τρόπον, φυσικαῖς δὲ ἐννοίαις ἀνακινούμενοι τὸ μὲν ὑπάρχειν ἐν τοῖς οὖσι θείαν τινὰ δύναμιν καὶ θεὸν εἶναι καὶ ὀνομάζεσθαι σωτήριόν τε καὶ εὐεργετικὴν τυγχάνειν τὴν προσηγορίαν αὐτοφυεῖ διδασκαλίᾳ συνωμολόγουν, τὸ δὲ μὴ ἄλλο τι νομίζειν ἢ τὸν ἐπέκεινα ἁπάσης τῆς ὁρωμένης οὐσίας οὐκέθ οἷοί τε ἦσαν ἀποδέχεσθαι
此外,他們甚至不認識那超乎萬有的神,也不知真敬虔之道;然而受自然觀念的觸動,他們憑著一種與生俱來的教導,一致承認在萬有之中確實存在某種神聖的能力,稱之為神,並認為「神」這稱號含有拯救與施恩之意;然而他們卻再也無法接受:應當認定此神不外乎是那超越一切可見實體者。
Moreover, they did not even know the God who is over all, nor indeed the manner of true piety; but, being stirred by natural notions, they agreed, by a self-taught instruction, that there does exist among beings a certain divine power, and that it is called God, and that this appellation is one of salvation and beneficence -- yet they were no longer capable of admitting that this ought to be conceived as nothing other than that which is beyond all visible substance.
8:praef.8
διόπερ οἶ μὲν αὐτῶν ἐσεβάσθησαν καὶ λάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, οἶ δὲ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὑτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, ὡς ἐναλλάξαι τὴν δόξαν ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. νεκρῶν δὴ οὑν οἵδε ἀνδρῶν δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενομένων εἰκόνας ἀνειδωλοποιήσαντες, καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν
因此,他們當中有人敬拜、事奉受造之物過於造物主,也有人在自己的思念中變為虛妄,他們無知的心就昏暗了,以致將那不朽神的榮耀,變換為必朽壞的人、飛禽、走獸、爬蟲的形像。這些人於是將某些早已死去的權貴、甚至暴君的形像製成偶像,並將神聖的敬拜加諸其上,將這些人荒誕放縱的行徑尊崇為神明的功業,如此立為神學。
For this reason, some of them venerated and served the creation rather than the Creator, while others were made vain in their reasonings, and their senseless heart was darkened, so that they exchanged the glory of the incorruptible God for the likeness of an image of corruptible man, and of birds, and four-footed beasts, and creeping things. These men, then, having fashioned into idols the images of certain dead potentates or even tyrants of old, and having invested these with divine reverence, deified them, exalting the outlandish and licentious deeds of these very men as though they were the achievements of gods.
8:praef.9
πῶς οὖν τοῖς τυγχάνουσιν ἐν τοιαύτῃ βίου καταστάσει τὸν πάνσοφον καὶ πανάρετον τοὺ Χριστοῦ λόγον τὴν εἰς ἄκρον καταγγέλλοντα φιλοσοφίαν τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις δύνασθαι ἁρμόττειν; διὸ δὴ ἐκείνους ἡ θεία καὶ πάντων ἔφορος δίκη ὡς ἀγρίανκαὶ βλαβερωτάτην ὕλην περικόπτουσα τοτὲ μὲν κατακλυσμοῖς, τοτὲ δὲ πυρπολήσεσι μετῄει, τοτὲ δὲ αὐτοὺς τοῖς κατ ἀλλήλων πολέμοις ἀνδροκτασίαις τε τε καὶ πολιορκίαις ἐπαλλήλοις παρεδίδου, πρὸς αὐτῶν τῶν δαιμόνων, τῶν δὴ θεῶν αὐτοῖς νενομισμένων, ἐπὶ τὸν κατ ἀλλήλων πόλεμον ἐξοιστρουμένους, ὥστε ἄβατον εἶναι τοῖς πλησιοχώροις ἀνεπίμικτόν τε καὶ ἀκοινώνητον τὸν τότε τῶν ἀνθρώπων βίον· βραχεῖς δέ τινας, ὡς ἐν τοιαύτῃ καταστάσει, καὶ ἀριθμῷ ληπτοὺς
既然如此,那全然智慧、全然美善、宣揚極致哲學的基督之道,又怎能適合那些正處於如此生活境況、沉溺在如此深重邪惡之中的人呢?因此,那監察萬有的神聖公義便追討他們,將他們如同兇惡且極為有害的荒草一般加以剷除:時而以洪水,時而以焚燒,時而又將他們交付於彼此相殘的戰爭、殺戮,以及接連不斷的圍城之中;他們正是被自己所奉為神明的那些鬼魔所煽動,陷入彼此相殘的戰爭,以致當時人類的生活彼此隔絕、互不往來、毫無交通,鄰邦之間無法通行。至於少數幾人——在此境況下實屬預料之中——且數目寥寥可數——
How then could the all-wise and all-virtuous Word of Christ, proclaiming philosophy in its utmost perfection, be fitted to those found in such a condition of life, and to those wallowing in so great a depth of wickedness? Wherefore the divine justice that oversees all things pursued after them, cutting them away as wild and most harmful undergrowth -- at one time by floods, at another by conflagrations, and at another delivering them over to wars against one another, to slaughters of men and to successive sieges, being goaded on, by the very demons whom they had accounted gods, into war against each other -- so that the life of men at that time was impassable to their neighbors, unmixed and having no fellowship with them; while a few -- as might be expected in such a condition -- and few enough to be numbered,
8:praef.10
ὧν τὰ παρ Ἑβραίοις μνημονεύει λόγια, θεοφιλεῖς εὑροῦσα, τούτοις διὰ χρησμῶν καὶ θειοτέρας ἐπιφανείας ὡμίλει, δεξιουμένη τοὺς ἄνδρας καὶ θεραπεύουσα νόμοις τοῖς παρὰ Μώσεως εἰσαγωγικοῖς καὶ βιωφελέσιν
希伯來人的典籍記載了這少數人,發現他們蒙神所愛;於是她便藉著神諭與更為神聖的顯現,與這些人交往,接納他們,並藉著摩西所頒佈、具有引導性且有益於人生的律法來照顧他們。
-- of whom the oracles among the Hebrews make mention, finding them beloved of God; with these she held converse through oracles and more divine manifestations, welcoming the men and tending them by the laws given through Moses, which were introductory and useful for life.
8:praef.11
ἀλλ ὅτε δὴ ἐκ τῆς τούτοις διαταγείσης νομοθεσίας ἔκ τε τῶν μετὰ ταῦτα προφητικῶν μαθημάτων εἰς πάντας ἀνθρώπους εὐωδίας δίκην προχεομένων ἤδη λοιπὸν ἡμέρωτο τῶν πολλῶν τὰ φρονήματα, τοῖς τε πολλοῖς ἔθνεσι πολιτεῖαι καὶ νομοθεσίαι συνίσταντο, ἀρετῆς τε καὶ φιλοσοφίας ὄνομα παρὰ πολλοῖς ἐβοᾶτο, ὡς ἂν πεπαυμένης τῆς παλαιᾶς θηριωδίας, μετατιθεμένης δὲ τῆς ἀγρίας καὶ ἀπηνοῦς διαίτης ἐπὶ τὸ πραότερον, αὐτὸς ἤδη λοιπὸν κατὰ καιρὸν τὸν προσήκοντα ὁ τῶν τελείων τε καὶ οὐρανίων δογμάτων τε καὶ μαθημάτων τέλειος καὶ οὐράνιος διδάσκαλος, ὁ τῆς ἀληθοῦς θεογνωσίας εἰσαγωγεὺς, ὁ θεὸς λόγος ἐπέφανεν ἑαυτὸν κατὰ τὸν ὑπογραφέντα τῆς ἐνανθρωπήσεως αὐτοῦ χρόνον, μίαν τοῖς πᾶσιν ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, τῷ τε παντὶ ἔθνει τῶν ἀνθρώπων τὴν τοῦ πατρὸς φιλανθρωπίαν εὐαγγελιζόμενος, ἐπὶ μίαν τε τοὺς πάντας παρορμῶν ἐν θεῷ σωτηρίαν, ἀλήθειάν τε αὐτὴν καὶ φῶς ἀληθοῦς εὐσεβείας, βασιλείαν τε οὐρανῶν, καὶ αἰωνίου ζωῆς ἐπαγγελίαν τοῖς πᾶσι προμνώμενος
然而,當那頒賜給這些人的律法,以及其後如馨香之氣傾注於眾人的先知教訓,已使眾人的心思漸趨馴化;當眾多外邦民族之中也開始建立起政體與法制;當「美德」與「哲學」之名已在眾人口中流傳——彷彿古老的野蠻已經止息,那狂野粗獷的生活方式正轉向溫和——這時,那完全而屬天的教師,教授一切完全而屬天教義與學問者、真實認識神之道的引路者,神的道,便在合宜的時候、依照祂道成肉身所預定的時刻,親自顯現,向所有外邦民族——無論希臘人或化外之人——並向全人類,傳揚父對人的仁愛之福音,勸勉眾人同歸於在神裡的唯一救恩,並預先向眾人應許真理本身、真敬虔之光、天國,以及永生的應許。
But when, from the legislation given to these men, and from the prophetic teachings that followed after and were poured out upon all mankind like a sweet fragrance, the minds of the many had by now been tamed, and civil constitutions and legislations were being established among the many nations, and the name of virtue and philosophy was proclaimed among many -- as though the old savagery had ceased, and the fierce and harsh manner of life were now changing over to gentleness -- then at last, in due season, the perfect and heavenly Teacher of perfect and heavenly doctrines and teachings, the one who introduces true knowledge of God, the God the Word himself, manifested himself according to the appointed time of his becoming man, proclaiming to all the nations alike, both Greeks and barbarians, and to the whole race of mankind, the good tidings of the Father's love for man, urging all together toward one salvation in God, and betrothing to all in advance truth itself and the light of true piety, and the kingdom of heaven, and the promise of eternal life.
8:praef.12
Ταῦτα μὲν οὑν περὶ τῶν χρόνων εἰρήσθω, δι ἣν αἰτίαν νῦν, ἀλλ οὐ πάλαι πρότερον ὁ Χριστὸς τοῦ θεοῦ εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. φέρε δὲ ἐπανελθόντες τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ τὰ σημεῖα κατὰ μέρος ἐπισκεψώμεθα, τὰς εὐαγγελικὰς περὶ τῆς γενέσεως αὐτοῦ φωνὰς ἐν πρώτοις ἐπισημειωσάμενοι
關於時代的問題,以及神的基督為何是在如今、而非在更早以前向眾人照耀顯現,就此言之已足。現在讓我們回過頭來,逐一考察祂降臨之時代的種種記號,首先要留意的是福音書中論及祂誕生的話語。
Let this much, then, be said concerning the times, and the reason why the Christ of God shone forth upon all men now, and not formerly, long before. But come, let us return and examine one by one the signs of the times of his coming, first noting the evangelical statements concerning his birth.
8:praef.13
ὁ μὲν οὖν Ματθαῖος τὸν χρόνον τῆς ἐνσάρκου αὐτοῦ ἐπιφανείας ὧδέ πως ἱστορεῖ, λέγων τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως. καὶ μετ ὀλίγα φησὶν ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας, ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ
馬太如此記載祂道成肉身顯現的時候,說:『當希律王的時候,耶穌生在猶太的伯利恆。』過了不久,他又說:『只因聽見亞基老接續他父親希律作了猶太王……』
Matthew, then, records the time of his enfleshed appearing in this manner, saying: 'Now when Jesus was born in Bethlehem of Judea, in the days of Herod the king.' And shortly after he says: 'But when he heard that Archelaus was reigning over Judea in the place of Herod his father...'
8:praef.14
ὁ δὲ Λουκᾶς τὸν τῆς διδασκαλίας αὐτοῦ καὶ ἀναδείξεως χρόνον παρέστησε λέγων ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου ΙΙιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καιάφα. τούτοις δὴ οὖν καλῶς ἔχει παραθέσθαι τὴν παρὰ Μωσεῖ τοῦ Ἰακὼβ προφητείαν τοῦτον ἔχουσαν τὸν τρόπον· Περὶ τῶν χρόνων τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ
路加則如此記述祂教訓與顯現的時候,說:『該撒提庇留在位第十五年,本丟彼拉多作猶太巡撫,希律作加利利分封的王,他兄弟腓力作以土利亞和特拉可尼地方分封的王,呂撒聶作亞比利尼分封的王,亞那和該亞法作大祭司。』既然如此,將摩西書中雅各論猶大的預言與此並列陳述,實屬合宜;其文如下。論祂向世人顯現的時代。
But Luke sets forth the time of his teaching and manifestation, saying: 'Now in the fifteenth year of the reign of Tiberius Caesar, Pontius Pilate being governor of Judea, and Herod being tetrarch of Galilee, and his brother Philip tetrarch of the region of Ituraea and Trachonitis, and Lysanias tetrarch of Abilene, in the high-priesthood of Annas and Caiaphas.' It will be well, then, to set alongside these the prophecy of Jacob concerning Judah found in Moses, which runs in this manner. Concerning the times of his appearing to men.
8:1.1
Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε, συνάχθητε ἔνα ἐπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ ἐσχάτου τῶν ἡμερῶν. ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακὼβ, ἀκούσατε, Ἰσραὴλ, τοῦ πατρὸς ὑμῶν
雅各叫了他的眾子來,說:『你們聚集起來,好叫我告訴你們日後必遇見的事。雅各的眾子啊,你們要聚集而聽;以色列啊,你們要聽你們父親的話。』
And Jacob called his sons and said, 'Gather yourselves together, that I may tell you what shall befall you in the last days. Assemble and hear, sons of Jacob; hear Israel, your father.'
8:1.2
εἶτα τούτοις ἑξῆς ἐπιμεμψάμενός τινά τισι τοῖς προτέροις υἱοῖς, ὡς διά τινα αὐτῶν πλημμελήματα γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ πατρός σου· σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν
接著,他依序責備了幾個先前出生的兒子,認為他們因某些過犯而不配承受即將宣告的預言;然後對第四子——因其品行勝過其餘弟兄——如此宣告:『猶大啊,你的兄弟必稱讚你;你的手必按在你仇敵的頸背上;你父親的眾子必向你下拜。猶大是隻小獅子;我兒啊,你從嫩枝上而出;你伏下,你臥如獅子,又如小獅子。誰敢使他起來?權杖必不離猶大,統治者也不離他兩腿之間,直到那為他所存留的事來到;他就是萬國所仰望的。』
Then, next in order, having found fault with certain ones among the earlier sons, on the ground that on account of certain transgressions of theirs they had become unworthy of the prediction about to be pronounced, he prophesies these things to the fourth, as one who had shown a manner of life better than the rest of his brothers: 'Judah, your brothers shall praise you; your hands shall be on the back of your enemies; your father's sons shall bow down to you. Judah is a lion's whelp; from the shoot, my son, you have gone up; you couched, you slept as a lion, and as a lion's whelp. Who shall rouse him up? A ruler shall not fail from Judah, nor a leader from his loins, until the things reserved for him come; and he is the expectation of nations.'
8:1.3
Σκόπει δὴ πρῶτον τίνα ἄρα φησὶν εἶναι τὰ ἀποκείμενα αὐτῷ, καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ θεὸς ἀνείρηκε θεσπίσας. γέγραπται γοῦν ὡς ἄρα εἷπεν ὁ θεὸς τῷ Ἀβραὰμ καὶ ἔσῃ εὐλογητὸς, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς
首先當思考:他所謂『為他所存留的事』究竟是指什麼,並且察看這是否正是神向亞伯拉罕及其祖先們所宣告、論及萬國蒙召之事。經上記著說,神對亞伯拉罕如此說:『你必蒙福,我必賜福給那些為你祝福的,咒詛你的我必咒詛他;地上的萬族都必因你得福。』
Consider first, then, what he says the things reserved for him to be, and see whether they are not the very things which God declared and prophesied to Abraham and the forefathers around him concerning the calling of the nations. For it is written that God said to Abraham: 'And you shall be blessed, and I will bless those who bless you, and those who curse you I will curse; and in you shall all the tribes of the earth be blessed.'
8:1.4
καὶ αὖθις Ἀβραὰμ δὲ φησὶ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς. ἔτι δὲ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ, μὴ φοβοῦ. καὶ ἑξῆς καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς
又再說:『亞伯拉罕必成為又大又多的國,地上的萬國都必因他得福。』神諭對以撒也宣告了相似的話:『我必使你的後裔多如天上的星,地上的萬國都必因你的後裔得福。』對雅各也是如此說:『我是耶和華,是你父親亞伯拉罕的神,也是以撒的神,不要懼怕。』下文又說:『地上的萬族都必因你得福。』
And again it says: 'Abraham, becoming, shall become a great and populous nation, and in him shall all the nations of the earth be blessed.' The oracle proclaims similar things to Isaac also, in this manner: 'And I will multiply your seed as the stars of heaven, and in your seed shall all the nations of the earth be blessed.' And to Jacob likewise it is said: 'I am the Lord, the God of Abraham your father, and the God of Isaac; fear not.' And further on: 'And in you shall all the tribes of the earth be blessed.'
8:1.5
καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ θεὸς ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται
在另一次,神又對他說:『我是你的神;你要生養眾多;列國和多國的會眾必從你而出,君王也必從你腰間而出。』
And at another time God said to him: 'I am your God; increase and multiply; nations and congregations of nations shall come forth from you, and kings shall come forth from your loins.'
8:1.6
τοσαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προρρήσεις τοῦ θεοῦ προμεμαθηκὼς ὁ Ἰακὼβ, παίδων αὐτῷ τὸν ἀριθμὸν προμεμαθηκὼς δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας περιεσκόπει ἐξ ὁποίου ἄρα αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχοῦς ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτελέσματα
雅各既已預先領受了如此眾多論及萬國蒙召的神之預言,也已預先知道自己有十二個兒子,臨終之際便召集眾子,仔細考量究竟這神之預言將透過哪一支的世系得以應驗;於是他先對前三個兒子加以斥責,指出他們的過犯,接著又進一步教導:由於他們所犯下的罪行,神預言的應驗將不會透過他們完成。
Jacob, having learned beforehand so many predictions of God concerning the calling of the nations, and having learned beforehand that the number of his children was twelve, at the end of his life called them all together and considered from the succession of which of them the fulfillment of God's predictions would come to its end. Then, having laid upon the first three of his sons the reproofs of their transgressions, he adds, teaching that, on account of the deeds they had dared to do, the fulfillment of the predictions would not be accomplished through them.
8:1.7
ἐπὶ δὲ τὸν τέταρτον ἐλθὼν τὸν Ἰούδαν, ὁμοῦ τὸν φήσαντα αὐτῷ χρησμὸν βασιλεῖς ἐκ ὀσφύος αὐτοῦ ἐξελεύσονται διὰ τῆς τούτου διαδοχῆς τέλος λήψεσθαι θεσπίζει. πρόδηλον γὰρ ὡς ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν συνέστη γένος· ὁμοῦ καὶ τὰς τοῦ θεοῦ προρρήσεις καὶ τὰς τῶν ἐθνῶν ἐθνῶν ὑποσχέσεις καθ ὁποίους ἐνστήσονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας
當雅各說到第四子猶大時,他宣告:那先前對他所說的『君王必從你腰間而出』的神諭,將透過猶大的世系得以完成。因為顯而易見,王族正是出於猶大支派。雅各同時也表明了:神的預言與對萬國的應許將在何時實現,並教導說,將有一位從猶大而出者,成為萬國、地上萬族領受那如同亞伯拉罕所得之福的緣由。
But coming to the fourth, Judah, he prophesies that the oracle spoken to him -- 'kings shall come forth from your loins' -- would come to its fulfillment through his succession. For it is manifest that the royal race was constituted from the tribe of Judah. At the same time he sets forth in what times both the predictions of God and the promises to the nations would take effect, and teaches that from him would come forth the one who was to become, for all the nations and all the tribes of the earth, the cause of a blessing similar to that of Abraham.
8:1.8
ταῦτα οὖν ἅπαντα ἦν τὰ ἀποκείμενα τῷ Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ βασιλεῖς βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη
以上這一切,就是『為猶大所存留的事』,也就是先前論及萬國所預言的事,以及『君王必從你腰間而出』這句話。因此,猶大蒙揀選勝過其餘弟兄,配得一個比其他支派更為顯赫的王族支派。
All these things, then, were the things reserved for Judah -- namely, the things prophesied of old concerning the nations, and the words 'kings shall come forth from your loins.' Therefore, being preferred above the rest of his brothers, he was deemed worthy of a royal tribe, more illustrious than the others.
8:1.9
αὐτίκα ἐπὶ τῆς διατάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μώσεως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γὰρ καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς υἱῶν Ἰούδα, σὺν δυνάμει αὐτῶν
果然,在摩西之時安排全體百姓之際,神即吩咐由這支派引領其餘支派。經上記著:『耶和華對摩西、亞倫說:以色列人要各歸自己的旗下,在本族的家室支搭帳棚,對著會幕的四圍安營。首先在東邊安營的,是猶大營的軍隊,按著他們的隊伍。』
Immediately, then, in the ordering of the whole people in the days of Moses, God commands that this tribe should lead the rest. For it is written: 'And the Lord spoke to Moses and Aaron, saying: Let every man keep to his own company, by their standards, according to the houses of their fathers; let the sons of Israel encamp before the Lord, round about the tabernacle of testimony; and those encamping first, toward the east, shall be the company of the camp of the sons of Judah, with their army.'
8:1.10
καὶ ἐξῆς ἐπὶ τῶν εἰς τὸν ἐγκαινισμὸν τῆς σκηνῆς ἀναφερομένων εἶπε κύριος πρὸς Μωσῆν, ἄρχων εἷς καθ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὑτῶν. καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὑτοῦ Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα
接著,論到為帳幕行奉獻禮所獻的供物,耶和華對摩西說:『每日必有一位首領奉獻他們的供物。』第一日奉獻供物的,是亞米拿達的兒子拿順,就是猶大支派的首領。
And next, concerning the offerings brought at the dedication of the tabernacle, the Lord said to Moses: 'One ruler each day shall bring their gifts.' And the one bringing his gift on the first day was Naasson son of Aminadab, ruler of the tribe of Judah.
8:1.11
καὶ ἐν τῇ βίβλῳ δὲ τοῦ τοῦ Ναυὴ τῆς γῆς τῆς ἐπαγγελίας κλήρῳ κατὰ τῶν λοιπῶν φυλῶν διανεμηθείσης, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει
在嫩之子(約書亞)的書卷中也記載:應許之地是藉抽籤分給其餘各支派的,唯獨猶大支派無需抽籤,且在眾支派之先,便領受了自己那份土地。
And in the book of the son of Nun also, when the land of promise was divided by lot among the rest of the tribes, the tribe of Judah, without a lot and before all the others, receives its own portion of the land.
8:1.12
ἀλλὰ καὶ μετὰ τὴν τελευτὴν Ἰησοῦ ἐπηρώτων οἶ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ, λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπε κύριος, Ἰούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ. σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν ἑξῆς γέγραπται καὶ ἀνέβη Ἰούδας, καὶ κύριος τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ
此外,約書亞死後,以色列人求問耶和華說:『我們中間誰當首先上去攻打迦南人,率領作戰呢?』耶和華說:『猶大當先上去;看哪,我已將那地交在他手中。』由此可見,神藉此明確吩咐猶大支派要率領全以色列;因此下文接著記著:『猶大就上去了,耶和華將迦南人和比利洗人交在他手中。』
Moreover, after the death of Joshua, the sons of Israel inquired of the Lord, saying: 'Who shall go up for us against the Canaanite, to lead the war against him?' And the Lord said: 'Judah shall go up; behold, I have given the land into his hands.' Clearly, then, by these words God commands that the tribe of Judah should lead the whole of Israel; whence it is written next: 'And Judah went up, and the Lord gave the Canaanite and the Perizzite into his hand.'
8:1.13
καὶ πάλιν καὶ ἐπολέμησαν οἶ υἱοὶ Ἰούδα ἐν Ἰερουσαλὴμ, καὶ κατελάβοντο αὐτὴν, καὶ κατέβησαν υἱοὶ Ἰούδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ. καὶ αὖθις καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὑτοῦ. καὶ ἑξῆς καὶ ἦν κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος. καὶ μετὰ ταῦτα καὶ ἀνέβησαν οἶ υἱοὶ Ἰωσὴφ, καί γε αὐτοὶ ἐν Βαιθὴλ, καὶ Ἰούδας μετ αὐτῶν
又再記著:『猶大人攻打耶路撒冷,將城攻取;猶大人又下去,與迦南人爭戰。』又說:『猶大和他哥哥西緬同去。』下文又說:『耶和華與猶大同在,他就得了那山地為業。』此後又記著:『約瑟家也上去攻打伯特利,猶大也與他們同去。』
And again: 'And the sons of Judah fought against Jerusalem and took it; and the sons of Judah went down to fight against the Canaanite.' And once more: 'And Judah went with Simeon his brother.' And further: 'And the Lord was with Judah, and he inherited the mountain.' And after these things: 'And the sons of Joseph also went up, even they, to Bethel, and Judah with them.'
8:1.14
καὶ ἐν τῇ βίβλῳ δὲ κριτῶν διαφόρως κατὰ χρόνους προισταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἶ κριταὶ, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο, πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου διαδόχων ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων, μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων, μεθ ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὁ καὶ τὸν νεὼν ἐγείρας
士師記中,儘管歷代帶領百姓的士師先後不同,且這些士師似乎出自不同的支派,然而總體而言,仍是猶大支派引領全民族;到了大衛及其後裔的時代,這種情形更為顯著——他們本身正是出自猶大支派,並延續王權直到被擄至巴比倫;此後,當那些從被擄之地歸回本鄉的人重新歸來時,再度引領他們的乃是撒拉鐵的兒子所羅巴伯,出自猶大支派,也正是他重建了聖殿。
And in the book of Judges too, though at various times different persons stood at the head of the people, and even though the judges appeared to be from various tribes, nevertheless, on the whole, the tribe of Judah led the entire nation -- and this much more so in the times of David and of his successors, who were themselves of the tribe of Judah and who carried on the kingship until the captivity in Babylon; after which, when those from the captivity returned again to their own land, Zerubbabel led them once more, the son of Salathiel, of the tribe of Judah, who also raised up the temple.
8:1.15
ἔνθεν καὶ ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ γενεαλογοῦσα ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο. ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει διάφοροι προειστήκεισαν τοῦ λαοῦ, ὧν οὐκέθ ἡμῖν δυνατὸν ἐξακριβάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ σωτῆρος χρόνων
因此,歷代志經卷在記述以色列十二支派的族譜時,也是從猶大支派開始的。既然如此,此後的時代同樣也應承認由這同一支派引領其餘各支派——即便在某些時期,帶領百姓的乃是其他人;然而這些人的世系,我們已無法詳加考證,因為從那時起直到救主的時代,並無神聖經卷流傳下來記載此段歷史。
Hence also the scripture of the Chronicles, in tracing the genealogy of the twelve tribes of Israel, made its beginning from that of Judah. It follows, then, consistently with these things, that in the times after this too the same tribe must be acknowledged to have led the rest, even though in part different persons stood at the head of the people, whose lineages we can no longer determine with precision, since no divine book has come down to us covering the period from that time up to the time of the Savior.
8:1.16
πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος αἱρεῖ φάναι τὴν τοῦ Ἰούδα φυλὴν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευθερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξε καὶ μέχρι τῶν Αὐγούστου χρόνων, καθ οὓς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις τὸ πὰν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται· καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται καὶ βασιλεὺς Αὔγουστος
然而,理當可以這樣說:猶大支派的領導延續到全民族仍享有自由與自治、由自己的統治者與領袖治理之時為止。此種狀況自始便存在,一直延續到奧古斯都的時代;正是在那時候,隨著我們救主耶穌顯現於世人之間,全民族淪為羅馬人的奴僕;並且,取代了那些按祖傳及依律法治理他們之人的,乃是頭一位異族出身的希律作他們的領袖,而奧古斯都則為王。
Nevertheless, reason permits us to say that the tribe of Judah endured so long as the whole nation, enjoying freedom and self-governance, was administered under rulers and leaders of its own. This they possessed from the beginning, and until the times of Augustus, in whose days, when Jesus our Savior had appeared among men, the whole nation was made a slave to the Romans; and instead of those who had led them by inheritance from their fathers and according to the laws, Herod, a man of alien race, first led them, and Augustus was king.
8:1.17
ἕως μὲν οὑν οὐδέπω διαλελοίπει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, τῶν προφητειῶν οἶ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. οὕτως οὖν Ἠσαίας ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν καὶ Ἄχας καὶ Ἐζεκίου, οἷ ἐβασίλευσαν τῆς Ἰουδαίας, προφητεύει
因此,只要猶大之中未曾斷絕統治者,其兩腿之間也未曾斷絕領袖,先知預言的年代便是按照該民族統治者的次序記載的。例如,以賽亞便是在烏西雅、約坦、亞哈斯與希西家——這些統治猶太地的君王——在位期間說預言的。
So then, as long as a ruler from Judah had not yet failed, nor a leader from his loins, the times of the prophecies were recorded by reference to the rulers of the nation. Thus, for instance, Isaiah prophesies in the reign of Uzziah, Jotham, Ahaz, and Hezekiah, who reigned over Judea.
8:1.18
ὁμοίως δὲ καὶ Ὠσηέ. ὁ δὲ Ἀμὼς ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ιεροβοὰμ υἱοῦ Ἰωὰς, βασιλέως Ἰσραὴλ, καὶ Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα. ὁμοίως δὲ καὶ Ἱερεμίας. ἀλλ ὅτε ἐκλέλοιπεν ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισανἸούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ
何西阿亦是如此。阿摩司則是在猶大王烏西雅在位、以色列王約阿施的兒子耶羅波安在位之時;西番雅則是在猶大王亞們的兒子約西亞在位之時。耶利米亦是如此。然而,當猶大中的統治者,以及其兩腿之間的領袖已然斷絕之時,那藉基督所預言、萬國所仰望的事即將照耀人間之際,便再也沒有稱為猶大的君王,也沒有稱為以色列的領袖了。
Likewise Hosea. And Amos prophesies in the days of Uzziah king of Judah, and in the days of Jeroboam son of Joash, king of Israel; and Zephaniah in the days of Josiah son of Amos, king of Judah. Likewise also Jeremiah. But when a ruler from Judah, and a leader from his loins, had failed, since the expectation of the nations prophesied through the Christ was now about to shine forth on human life, no longer were kings called by the name of Judah, nor leaders by the name of Israel.
8:1.19
τούτων δὲ ταῖς προφητείαις ἀκολούθως κατὰ τοὺς ὡρισμένους χρόνους διαλελοιπότων, πρῶτος μὲν Αὔγουστος, δεύτερος δὲ Τιβέριος, μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασιλεῖς, οἵ τε κατὰ τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται
當這些(本族的統治者)依照預言,在指定的時候相繼斷絕之後,首先是奧古斯都、其次是提庇留,連同其他民族一併,也被宣告為猶太民族的君王,加上他們統治之下猶太地的巡撫與分封王;此外,如前文已述,希律也並非出身猶太人的種族,而他同樣也是從羅馬人手中接過統治猶太人的權柄。
And when these had ceased, in accordance with the prophecies, at the appointed times, first Augustus, and second Tiberius, were proclaimed kings, among others, also over the Jewish nation, together with the procurators and tetrarchs of Judea under them; and moreover Herod too, as I have already said before, a man not belonging by race to the Jews, who likewise received from the Romans the rule over the Jews into his own hands.
8:1.20
Τούτων ἡμῖν προτετηρημένων καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι Ἱούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου. δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἶς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους
既然我們已先行注意到這些事,時機便已催促我們著手考察這一預言:『猶大啊,你的兄弟必稱讚你。』雅各共有十二個兒子,猶大是其中第四個,正如我們先前已經說過的,他自己也是希伯來民族中一位支派之祖。
Now that these things have been noted beforehand by us, the moment already calls us to lay hold of the examination of the prophecy: 'Judah, your brothers shall praise you.' Of the twelve sons that Jacob had in all, Judah was the fourth, as we have already said before, himself one tribal father of the Hebrew nation.
8:1.21
ἀλλ ὅτι γε οὐκ αὐτὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι ταῖς λέξεσι τῆς θείας γραφῆς, πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνῆς λεγούσης ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε, συνάχθητε καὶ ἀναγγελῶ ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ ἐσχάτου τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ισραὴλ τοῦ πατρὸς ὑμῶν
然而,父親對他所說的這些話,其實並非指向那位(歷史上的)猶大本人,這一點對於仔細留意神聖經文措辭的人而言,自會清楚顯明。首先,從雅各對眾子所說的話便可看出:『雅各叫了他的眾子來,說:你們聚集起來,好叫我告訴你們日後必遇見的事;雅各的眾子啊,你們要聚集而聽;以色列啊,你們要聽你們父親的話。』
But that the words spoken by the father regarding him did not have that man himself in view will become clear to those who attend carefully to the wording of the divine scripture, first from the statement of Jacob addressed to his sons, which says: 'And Jacob called his sons, and said, Gather together, that I may announce to you what shall befall you in the last days; assemble and hear, sons of Jacob; hear Israel, your father.'
8:1.22
σαφῶς γὰρ ἐπαγγέλλεται προφητεύειν αὐτοῖς τὰ μέλλοντα αὐτοῖς ἀπαντήσεσθαι μακροῖς ὕστερον χρόνοις καὶ, ὡς αὐτός φησιν, ἐπ ἐσχάτου τῶν ἡμερῶν. καὶ ἄλλως δὲ τὰ ὧς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσειε τῷ πρώτῳ ἐκείνῳ ἀνδρί
因為他明白宣稱要向他們預言那將在久遠以後才會臨到之事,正如他自己所說『在日後』。此外,論及猶大所說的這些話,也不能合理地套用在那位(歷史上)最早的猶大本人身上。
For he plainly professes to prophesy to them the things that would befall them in times long afterward, and, as he himself says, 'in the last days.' And besides, the things said with reference to Judah could not reasonably be applied to that first man himself.
8:1.23
οὐ γὰρ ἐκεῖνον τὸν Ἰούδαν ᾔνεσαν οἶ ἀδελφοί· ἐπὶ ποίῳ γὰρ αὐτοῦ κατορθώματι τοῦτο ἐποίησαν ἄν; οὐδὲ μὴν ἐκείνῳ ὢ προσεκύνησαν οἱ υἱοὶ τοῦ πατρός. μᾶλλον δ ἂν ὁ λόγος ἥρμοσεν, εἰ τῷ Ἰωσὴφ εἴρητο, ἐπειδὴ τοῦτον ἅμα τοῖς λοιποῖς ἀδελφοῖς καὶ αὐτὸς Ἰούδας προσκυνήσας φαίνεται, πλὴν ἀλλὰ πρὸ τῶν λόγων τῆς προφητείας· μετὰ γὰρ τούτους οὐδέν τι τοιοῦτον οὐδὲ περὶ τὸν Ἰωσὴφ, ἦπού γε περὶ τὸν Ἰούδαν, γεγονὸς ἡ ἱστορία παρίστησι
因為他的弟兄們並未稱讚那位歷史上的猶大——他有何等美德,使他們如此稱讚呢?他父親的眾子也並未向他下拜。這句話反倒更適合套用在約瑟身上,因為猶大自己連同其餘弟兄,確曾向約瑟下拜——然而那是在這番預言之前發生的事;因為在這番話之後,經文並未記載類似的事再度發生,無論是關於約瑟,更遑論關於猶大了。
For his brothers did not praise that Judah; for on what good deed of his would they have done so? Nor indeed did his father's sons bow down to him. Rather, the saying would have fitted Joseph better, since Judah himself, along with the rest of the brothers, is seen to have bowed down to him -- but this was before the words of the prophecy; for after these words the narrative shows nothing of the kind having occurred, either concerning Joseph, still less concerning Judah.
8:1.24
καὶ τὸ ἀναπεσὼν δὲ ὡς λέων καὶ ὡς σκύμνος μείζονος ἂν δέοιτο ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ τὰ ἀποκείμένα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου παρουσίας. τόδε γὰρ, φησὶν, οὐκ ἔσται, ἔστ ἂν γένοιτο τόδε
而『你伏下臥如獅子,又如小獅子』這句話,也需要更深一層的思考,非猶大所能相稱。此外,其後所說『權杖必不離猶大,統治者也不離他兩腿之間,直到那為他所存留的事來到,他就是萬國所仰望的』,在我看來,正是暗示那位所預言者降臨的時候。因為這彷彿是說:『某事將不會發生,直到某事發生為止。』
And the phrase 'you couched as a lion, and as a lion's whelp' would require a greater contemplation than one appropriate to Judah. Moreover, what is said afterward -- 'A ruler shall not fail from Judah, nor a leader from his loins, until the things reserved for him come, and he is the expectation of nations' -- seems to me to hint at the times of the coming of the one prophesied. For it says, in effect: 'This shall not be, until that come to pass.'
8:1.25
οὐδὲ γὰρ πρότερον παύσονται τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι ἢ τὴν τῶν ἐθνῶν προσδοκίαν ἐλθεῖν καὶ τὰ ἀποκείμενα τῷ προφητευομένῳ. ταῦτα δὲ ὁμοίως τοῖς ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων ἡρμήνευσεν· ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε τὸν τρόπον οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, αὐτοῦ, ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν
因為猶太民族的統治者與領袖,不會在萬國所仰望的、以及為那位所預言者存留的事來到之前先行止息。這幾句話,提阿多田(Theodotion)的譯法與七十士譯本相同;而阿奎拉(Aquila)則如此譯出:『權杖必不離猶大,立法者也不離他兩腳之間,直到他來到,萬民都要歸聚於他。』
For the rulers and leaders of the Jewish nation shall not cease sooner than the expectation of the nations arrives, and the things reserved for the one prophesied. These same words Theodotion translated in the same way as the Seventy; but Aquila rendered it after this manner: 'A scepter shall not depart from Judah, nor the lawgiver from between his feet, until he come, and unto him shall be the gathering of the peoples.'
8:1.26
ἔνθα λεγομένου τοῦ οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, πάλιν οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρὸς, ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ Ἰούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου καὶ τὰ ἐξῆς ἐπ ἐκεῖνον ἀνεφέρετο. πλείστοις δ οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέστησαν, οὐκ ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς
此處所說『權杖必不離猶大』,同樣須理解為並非指涉那位歷史上最早的猶大本人,正如『猶大啊,你的兄弟必稱讚你』及其後諸語,也並非指他一人。因為在極長的歲月中,猶太民族的統治者與領袖屢屢建立,卻並非出自那位(歷史上的)猶大的世系。
In this passage, where it is said 'a ruler shall not fail from Judah,' again it will be necessary to understand this as referring not to Judah himself, that first man, just as neither did 'Judah, your brothers shall praise you,' and what follows, refer to him. For, over very many years, rulers and leaders of the Jewish nation were established who were not of that man's succession.
8:1.27
πρῶτος μὲν γὰρ Μώσης αὐτὸς ἡγήσατο τοῦ λαοῦ, μὴ ἐκ τοῦ Ἰούδα, ἀλλ ἐκ τοῦ Λευὶ γεγονὼς, εἶτα Ἰησοῦς ἐκ φυλῆς Ἐφραΐμ, μεθ ὃν ἦρξεν αὐτῶν Δεββώρα ἐκ φυλῆς Ἐφραΐμ, καὶ Βαράκ ἐκ φυλῆς Νεφθαλεὶμ, μεθ οὓς Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ αὐτὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς, ἔπειτα Ἐσεβὼν ἐκ Βηθλεὲμ, καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλὼν, ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς Δὰν, ἔπειτα ἀναρχίας αὐτῶν γενομένης ἡγεῖτο αὐτῶν Ἠλεὶ ὁ ἱερεὺς ἐκ φυλῆς Λευί
因為首先是摩西本人帶領百姓,他並非出自猶大,而是出自利未;其後是約書亞,出自以法蓮支派;此後底波拉治理他們,出自以法蓮支派,巴拉則出自拿弗他利支派;此後是出自瑪拿西支派的基甸;接著是基甸的兒子,其後是出自同一支派的陀拉;接著是出自伯利恆的以比讚;此後是出自西布倫支派的以倫;接著是出自以法蓮支派的押頓;此後又有出自但支派的參孫;此後百姓陷入無君無首之亂局,由出自利未支派的祭司以利治理他們。
For first Moses himself led the people, being not of Judah but of Levi; then Joshua, of the tribe of Ephraim; after him Deborah ruled them, of the tribe of Ephraim, and Barak, of the tribe of Naphtali; after them Gideon, of the tribe of Manasseh; then the son of Gideon, and after him Tola, of the same tribe; then Ebzan, from Bethlehem; and after him Elon, of the tribe of Zebulun; then Abdon, of the tribe of Ephraim; and again Samson, of the tribe of Dan; then, when anarchy had come upon them, Eli the priest led them, of the tribe of Levi.
8:1.28
οὗτοι πάντες κριταὶ κρίναντες τὸν Ἰσραὴλ, οὐκ ἐκ διαδοχῆς Ἰούδα, ἐκ διαφόρων δὲ φυλῶν ἄλλοθεν ἄλλος γενόμενος· καὶ ὅ γε μετὰ τούτους πρῶτος αὐτῶν βασιλεύσας Σαοὺλ ἐκ φυλῆς Βενιαμίν
以上這些人都是審判以色列的士師,並非出自猶大的世系,而是各自出於不同的支派,此人出於此支派、彼人出於彼支派;而在這些士師之後,首位在他們中間作王的掃羅,則是出自便雅憫支派。
All these were judges who judged Israel, not by succession from Judah, but each coming from a different tribe, one from one and another from another; and he who, after these, first reigned as king over them, Saul, was of the tribe of Benjamin.
8:1.29
πῶς οὖν τὸ οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ (ὡς ἂν οἰηθείη τις) ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες, ἀλλ ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων; εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσι διήρκεσαν οὗτοι του παντὸς ἔθνους βασιλεύσαντες, ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ οὐδὲ ὅλων τούτων, καθ οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες
既然如此,『權杖必不離猶大,統治者也不離他兩腿之間』這句話,又怎能如某些人所設想的那樣,套用在出自猶大支派的統治者與領袖身上呢?因為從雅各去世之時起,將近一千年的時間裡,統治者顯然並非只出自猶大支派,而是時而出自這支派,時而出自那支派,直到大衛的時代為止。即便在如此漫長的時間之後,大衛及其世系繼位、統治猶太民族的諸王確實出自猶大支派,你也當知道,他們統治全民族的時間並未滿五百年,而且僅統治三個支派,甚至連這三個支派也未能全然統治——因為在那段時期,另有他人正掌管著民族中更大的部分,統治著全部九個支派的王權。
How then can the saying 'A ruler shall not fail from Judah, nor a leader from his loins,' as someone might suppose, be referred to the rulers and leaders from the tribe of Judah, when for nearly a thousand whole years from the time of Jacob's death they are seen to have been raised up not from the tribe of Judah alone, but at one time from one tribe and at another from another, right up to the times of David? And if, after all these, David and those who reigned over the Jewish nation in succession from him were of the tribe of Judah, yet you must know that these did not continue reigning over the whole nation for even five hundred whole years, but only over three tribes, and not even the whole of these -- since during that time there were others who happened to be administering the kingship over the greater part of the nation, indeed over the whole of nine tribes.
8:1.30
μετὰ γὰρ τὴν τοῦ Σολομῶνος τελευτὴν διαιρεθέντος τοῦ παντὸς ἔθνους ἐξ Ἰούδα, τοῦ Δαβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ ὅλων φυλῶν ἐπὶ τῆς Ἰερουσαλὴμ ἐβασίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας
所羅門死後,全民族分裂;此後大衛的繼承者,出自猶大,在耶路撒冷所統治的僅止於三個支派,如前所述,甚至連這三個支派也未能全然統治,直到被擄至巴比倫為止。
For after the death of Solomon, when the whole nation had been divided, the successors of David, from Judah, reigned in Jerusalem over three tribes -- and not even the whole of these, as I have said -- until the captivity in Babylon.
8:1.31
κατ αὐτοὺς δὲ τούτους ἐπὶ τῆς Σαμαρείας οὕτω καλουμένης πόλεως τόν ἐννέα φυλῶν ἡγούμενοι οὐκ ἐξ Ἰούδα, ἀλλ ἐξ ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, ὧν πρῶτος ἦν Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραΐμ, καὶ οἶ καθεξῆς μετὰ τοῦτον, ὡς μηδ ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ Δαβὶδ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι
與此同時,在那座名為撒瑪利亞的城中,也有其他人相繼領導著那九個支派——並非出自猶大,而是出自其他支派;其中首位是出自以法蓮支派的耶羅波安,其後又有繼位者相繼領導。因此,即便在大衛至被擄巴比倫之間的這段時期,出自猶大支派者也未曾統領全民族。
In the days of these same kings, at the city called Samaria, others continued leading the nine tribes -- not from Judah, but from other tribes; of these the first was Jeroboam, of the tribe of Ephraim, and those who followed him in succession -- so that not even in the intervening times, from David to the captivity in Babylon, did those of the tribe of Judah lead the whole nation.
8:1.32
τί δεῖ λέγειν ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον αὖθις ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ γενέσεως διετέλεσαν πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ, τῶν μὲν κατὰ χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς; ὥστε ἐξ ἀπάντων τούτων παρίστασθαι μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν, μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέρεσθαι τὸ φάσκον λόγιον οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, μόνως δ ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἀπάσης λέγεσθαι ταῦτα νοήσαιμεν
又何需再言:從巴比倫歸回之後,又經過五百餘年,直到基督誕生為止,他們持續採行貴族政體,各時期的大祭司相繼領導民族,卻無一人出自猶大支派?由此種種可見,那句『權杖必不離猶大,統治者也不離他兩腿之間』的預言,並非指涉那位歷史上最早的猶大本人,也不是指他的世系繼承者;唯有依照我們先前所提出的理解——即這番話乃是就整個支派而言——這段經文才能講得通。
What need is there to say how, after the return from Babylon, again for more than five hundred years, up to the birth of Christ, they continued under a form of government that was aristocratic, the high priests from time to time leading the nation, and none of them from the tribe of Judah? So that it is established from all these things that the oracle which says 'a ruler shall not fail from Judah, nor a leader from his loins' is not to be referred to that first man Judah himself, nor to his successors; and the passage could stand consistently only if we should understand these words, according to what we have set forth before, as spoken concerning the tribe as a whole.
8:1.33
αὕτη γοῦν ἐξ ἀρχῆθεν, ἐξ αὐτῶν τῶν κατὰ Μωσέα χρόνων, τοῦ παντὸς ἔθνους ἡγήσατο· κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἡ τε χώρα ἐπικέκληται καὶ τὸ πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. οὕτω τοίνυν νοήσαιμεν τὸ λεγόμενον ὡς εἰ σαφέστερον ἔλεγεν, οὐκ ἐκλείψει τοὐ παντὸς ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή
因為這一支派自始——即自摩西之時起——便引領著全民族;正因它居於主導地位——彷彿神從一開始便已揀選它來引領——這片土地至今仍以此支派為名,稱為猶太地,他們整個民族體系也稱為猶太人。因此,我們當如此理解這句話,彷彿它更明白地說:『引領全民族的猶大支派,將不會斷絕。』
For this tribe, from the very beginning, from the times of Moses themselves, led the whole nation; and it is in accordance with its predominance -- inasmuch as it had been designated by God from the beginning to lead -- that the land is still even now called Judea, after the tribe, and their whole national body is styled 'Jews.' Thus, then, we should understand the saying, as if it had been expressed more plainly: 'The tribe of Judah, leading the whole nation, shall not fail.'
8:1.34
ὁ Σύμμακος οὐ περιαιρεθήσεται φησὶν ἐξουσία Ἰούδα, τὸ ἐξουσιαστικὸν δήπου καὶ ἀρχικὸν ἀξίωμα τῆς μετὰ ταῦτα ὑποστάσης τοῦ Ἰούδα φυλῆς παριστάς. στάς. ταύτης γοῦν οὔτε τὸ σκῆπτρον, ὡς ὁ Ἀκύλας φησὶ, βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς, οὔτε τὴν ἐξουσίαν κατὰ τὸν Σύμμαχον περιαιρεθήσεσθαι θεσπίζει, ἴως ἂν ἔλθῃ, φησὶν, ᾧ ἀπόκειται, καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν
敘馬庫斯(Symmachus)如此說:『猶大的權柄必不被奪去』——這顯然是在指明其後所立猶大支派那種掌權、統治的尊位。因此,經文所宣告的是:無論是(如阿奎拉所言、作為王權象徵的)權杖,還是(依敘馬庫斯所言的)權柄,皆不會被奪去,『直到』——經文說——『那所歸屬的一位來到,他必成為萬國所仰望的。』
Symmachus says: 'The authority of Judah shall not be taken away' -- thereby indicating, presumably, the authoritative and ruling dignity of the tribe of Judah that was afterward established. For it, then, the text prophesies that neither the scepter -- as Aquila says, this being a symbol of royal rule -- nor, according to Symmachus, the authority, shall be taken away, 'until,' it says, 'he come to whom it is reserved, and he shall be the expectation of the nations.'
8:1.35
ποίαν ταύτην προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ αὐτὸν προπάτορσι κεχρηματισμένην; πρῶτον μὲν οὗν θαυμάζειν ἄξιον ὅπως δώδεκα οὐσῶντῶνπαρ Ἑβραίὄις φυλῶν ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆςἸούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀνηγόρευται προσηγορία οὐ δι ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον τῇ τοῦ Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα
這所仰望的又是什麼,若非古時向亞伯拉罕及其後諸祖先所宣告的那個應許呢?首先值得驚嘆的是:希伯來人本有十二支派,然而這民族之名,直到如今,卻唯獨從猶大而來,並無其他緣由,唯獨是因為預言的話語將統治的尊位賦予了猶大支派。
And what expectation is this, if not the one anciently declared to Abraham and to the forefathers after him? Now, first of all, it is worthy of admiration how, though there were twelve tribes among the Hebrews, the appellation of the nation has been proclaimed, even to this day, from none other than Judah alone -- for no other reason than that the oracle of the prophecy invested the tribe of Judah with the ruling dignity.
8:1.36
ἀλλὰ καὶ τὴν πάτριον αὐτῶν χώραν Ἰουδαίαν διὰ τὴν αὐτὴν ἀποκαλεῖσθαι συμβαίνει αἰτίαν. ἐπεὶ διὰ τί μὴ ἀπὸ τοῦ πρώτου τῶν δώδεκα, λέγω δὲ ἀπὸ τοῦ Ῥουβὶμ, τὸ ἔθνος αὐτῶν ἐχρημάτισε, καίτοι παρὰ τῷ θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; διὰ τί δὲ μὴ ἀπὸ τῆς τοῦ Λευὶ, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῇς ἱερωσύνης τιμήματι τὸν Ἰούδαν παρεξάγοντος; τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης οὐ μόνον Αἰγύπτου, ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνάψασθαι τοῦτον, τούς τε ἐξ αὐτοῦ γενομένους μακροῖς ὕστερον χρόνοις ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ ἔθνους ἡγήσασθαι, δι οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος καὶ τὴν χώραν ἐπιγράψασθαι; τίς δ οὐκ ἂν ὁμολογήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βενιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μητρόπολις ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ θεοῦ νεὼς κεκλήρωτο; ἀλλ ὅμως οὐδ ἐκ τούτων, οὐδ ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς, ἡ τῆς χώρας καὶ τοῦ παντὸς ἔθνους προσηγορία διέπρεψε τῇ προφητείᾳ ἀκολούθως
此外,他們的祖傳之地也因同樣的緣故而被稱為猶太地。試問,這民族的名稱,何以不是取自十二支派中的長子──即流便──儘管按神的律法,長子理當受尊榮?又何以不取自利未,他無論在年資或祭司的尊榮上,皆勝過猶大?又何以不是取自約瑟,使全民族與這片土地以他為名,因為他古時不僅掌管全埃及,也掌管自己的族人;而且他的後裔在久遠以後,長期領導著全民族中整整九個支派——照理說,全民族與這片土地更應銘刻這位先祖之名才是?又有誰不會承認,在這一切之外,他們理當更合理地取名於便雅憫,因為他們那聞名遐邇的王都、以及座落其上、至聖的神之聖殿,正是分給了便雅憫支派?然而事實卻是:無論這些支派,還是其他任何支派,都不是這片土地與全民族之名的由來,唯獨猶大支派,依照這預言而顯赫獨尊。
But it also happens that their ancestral land is called Judea for the same reason. For why was their nation not named from the first of the twelve, I mean from Reuben, even though the firstborn were honored under the divine law? And why not from Levi, who surpassed Judah both in time and in the honor of the priesthood? And why did it not rather happen that the whole nation and the land were named from Joseph, on account of his having anciently held sway not only over the whole of Egypt but also over his own kinsmen, and because those descended from him, in far later times, led the nation for the greater part over the whole of nine tribes -- on whose account it would have been more fitting for the whole nation and the land to have been inscribed with the forefather's name? And who would not acknowledge that, beyond all these, they might reasonably have taken their name from Benjamin, since to this one's tribe their renowned royal metropolis, and upon it the most holy temple of God, had been allotted? But nevertheless, neither from these, nor from any other, but from the tribe of Judah alone, did the appellation of the land and of the whole nation stand out preeminent, in accordance with the prophecy.
8:1.37
οὕτω γέ τοι τὸ οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἐπὶ τὴν φυλὴν ἡμῖν ἀνενήνεκται, καὶ μόνως οὕτως ἀληθῶςἡ πρόρρησις ἀποδέδοται. ἀπὸγοῦν τὠνΜωσέως χρόνων καθεξῆς οὐ διέλιπον μερικοὶμὲν αὐτῶν ἄρχοντες, ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγησάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους
如此看來,『權杖必不離猶大』這句話,我們已將其歸於整個支派,唯有如此,這預言才算得到真實的解釋。自摩西之時起,他們相繼有各別的統治者出自不同的支派而輪流治理,如前所述;然而總體而言,卻是猶大支派居於全民族之首。
Thus, then, the words 'a ruler shall not fail from Judah' have, for us, been referred to the tribe, and only in this way is the prediction truly rendered. From the times of Moses onward, particular rulers of theirs, coming from various tribes as I have said, did not cease to lead in turn, while as a whole the tribe of Judah stood at the head of the entire nation.
8:1.38
παραδείγματι δὲ καταδέξῃ τὸ εἰρημένον. ὡς γὰρ ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς οἱ μὲν κατ ἔθνος ἐπίτροποί τε καὶ ἡγούμενοι, ἔπαρχοί τε καὶ στρατοπεδάρχαι, οἵ τε πάντων ἀνωτάτω βασιλεῖς, οὐ πάντες ἐκ τῆς Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδ ἀπὸ τῆς Ῥώμου καὶ Ῥωμύλου σπορᾶς, ἀλλ ἐκ μυρίων ἄλλος ἄλλοθεν ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε καὶ οἱ μετ αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τὴν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας ἡ καθόλου πάντων ἀρχή· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν καθ Ἑβραίους χρῂ νοεῖν πραγμάτων, μιᾶς μὲν καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφημισμένης, τῶν δὲ κατὰ μέρος ἡγουμένων τς καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν, καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προσηγορίᾳ. λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην φυλὴν ὑπὸ τοῦ προφήτου τὸ Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου
你不妨藉一個比喻來領會此意。正如在羅馬帝國之中,按民族設立的巡撫與統領、行省長官與統帥,乃至最高的君王,並非全都出身於羅馬城,也非出自羅慕路斯與雷慕斯的血裔,而是來自無數民族,此人出自此邦,彼人出自彼邦;然而所有的君王,以及其後的統治者與領袖,皆冠以「羅馬人」之名,整個帝國也因此稱為「羅馬帝國」,全體統治的名分也由此稱號而來。希伯來人的情況也當作如是理解:猶大支派整體被宣告統領全民族,而各別的領袖與君王雖出自不同支派,卻皆以猶大之名為尊榮。因此,可以這樣說:先知所說『猶大啊,你的兄弟必稱讚你』,乃是對整個支派而說的。
You will accept the point by way of an example. For just as, under the Roman empire, the procurators and governors appointed nation by nation, the prefects and generals, and the kings above all -- these are not all natives of the city of Rome, nor of the stock of Romus and Romulus, but come from countless nations, one from one place and another from another; yet nevertheless all the kings and, after them, the rulers and governors are inscribed with the appellation 'Roman,' and the whole empire is named 'of the Romans,' and from this appellation the entire government of all is derived; in the same way one must understand the affairs among the Hebrews -- the tribe of Judah as a whole being proclaimed over the entire nation, while the individual rulers and kings were established from various tribes, yet all of them being honored, as a whole, with the appellation of Judah. Let it be said, then, that the words spoken by the prophet -- 'Judah, your brothers shall praise you' -- were addressed to the whole tribe.
8:1.39
οἶδε γὰρ αὐτὴν ἅτε προνομίας ἠξιωμένην πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι, καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις, καὶ μόνη τοῦ παντὸς ἔθνους ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως ἐπιλέγεται πρὸς αὐτὴν αἰ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν ἀξίωμα σκύμνος λέοντος εἶναι λέγεται
因為他知道,這支派因蒙受特殊的恩遇,被尊崇於其餘支派之上;並且,由於它在戰事中居於先鋒,且唯獨它在對敵作戰的陣列中引領全民族,故經文對它恰如其分地說:『你的手必按在你仇敵的頸背上。』其後,又因它掌權統治、身為王族的尊位,被稱為『小獅子』。
For he knows that it, the tribe, had been honored above the rest of the tribes, deemed worthy of special privilege; and since it took the lead in wars, and alone led the whole nation in battle formations against enemies, it is fittingly said to it: 'Your hands shall be on the back of your enemies.' Then, on account of its ruling and royal dignity, it is called a lion's whelp.
8:1.40
σεμνυνόμενος δὲ ὁ προπάτωρ ὁμοῦ καὶ προφήτης ἐπὶ τῷ τῆς φυλῆς ἀξιώματι προστίθησι λέγων ἐκ βλαστοῦ υἱέ μου ἀνέβης
這位先祖,同時也是先知,因這支派的尊位而自豪,於是又加上這句話:『我兒啊,你從嫩枝上而出。』
And the forefather, being at the same time also a prophet, glorying in the dignity of the tribe, adds, saying: 'From the shoot, my son, you have gone up.'
8:1.41
τὸ δὲ ἀναπεςὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησι. τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλὴν, τίς, φησὶν, ἀναστήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος
『你伏下臥如獅子,又如小獅子』這句話,正表明其自豪與英勇,面對外來侵犯時的堅定不搖,以及那無所畏懼、輕視仇敵的態度。既然這支派如此——或者更確切地說,這支派本性如此——經文便說:『誰敢使他起來?』藉此暗示:那將使他從寶座上起來、將這所指明的支派逐出其統治尊位者,必是某位偉大、奇異、罕見、難以窺見其真貌的人物。
And the phrase 'you couched, you slept as a lion, and as a lion's whelp' represents at once its pride and its boldness, its unshakable calm before attackers from without, and its fearlessness and contempt for its enemies. Being such -- or rather, the tribe being of such a character -- 'who,' it says, 'shall rouse him up?' -- thereby hinting that the one who was to rouse him from the throne, and to remove the tribe here indicated from its ruling dignity, would be someone great and marvelous, rare and hard to behold.
8:1.42
τίς δὲ ἄρα οὗτος ἦν ἐξῆς ἡμᾶς ἐφίστησι, τοῦτον εἶναι διδάσκων τὸν μέλλοντα προσδοκίαν ἔσεσθαι τῶν ἐθνῶν, ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις ἢ ἐκλείπειν καὶ ἄρχοντα καὶ ἡγούμενον μετασταθήσεσθαι, καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται
至於這人究竟是誰,經文接著引導我們注意,教導我們這位便是那將要成為萬國所仰望者,並預言:他不會顯現於世人之間,除非統治者與領袖已然斷絕、被撤除,且猶大支派已從其統治地位上被廢黜。
But as to who this was, he next directs our attention, teaching that this one is he who was to be the expectation of the nations, who -- it is prophesied -- would not appear among men sooner than both ruler and leader would fail and be removed, and the tribe of Judah would rise up and depart from its rule.
8:1.43
τίς δ οὗτος ἦν ἢ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός; οὗ ἐπὶ τῆς γενέσεως, ἀκολούθως τῆ προκειμένῃ προρρήσει, ἐξέλιπον μὲν ἄρχοντες καὶ ἡγούμενοι ἐξ αὐτῶν Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα, τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων ἔθνος χειρωσαμένοις, παρ ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων ἰδίως τοῦ ἔθνους αὐτῶν, ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται
這人究竟是誰?豈不正是我們的救主、我們的主耶穌基督嗎?在祂誕生之時,正應驗了先前所引的預言:出自猶太人自己、掌管其民族的統治者與領袖已然斷絕;而猶大支派連同整個民族一同從其自古以來的統治與王族尊位上被廢黜,直到如今仍在服事那自那時起便掌權至今的羅馬人——正是他們連同其他民族一併征服了猶太民族。正是從羅馬人手中,希律——他雖為那民族所獨有,卻是頭一位出身異族者——經奧古斯都與羅馬元老院之議決,被立為王。
And who was this but our Savior and Lord Jesus Christ? At his birth, in accordance with the foregoing prediction, rulers and leaders established over their nation from among the Jews themselves ceased; and the tribe of Judah, together with the whole nation, was cast down from its age-old ruling and royal dignity, and from that time to this day it serves the Romans, who still now hold power and who, along with the rest, have also subdued the Jewish nation -- by whom Herod, the first to belong properly to that nation while being of alien race, was proclaimed king both by Augustus and by the senate and council of the Romans.
8:1.44
ἦν γοῦν ὁ Ἡρώδης Ἀντιπάτρου παῖς, ὁ δὲ Ἀντίπατρος Ἀσκαλωνίτης, ἔκ τινος τῶν περὶ τὸν νεὼν τοὐ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὅς δὴ Κυπρίνην ὀνόματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος τὸν Ἡρώδην ποιεῖται
希律乃是安提帕特之子,而安提帕特是亞實基倫人,出身於所謂的阿波羅神廟廟奴之列;正是這位安提帕特娶了名叫居普琳(Cypris)的女子為妻——此女出身阿拉伯——而生下了希律。
Herod, then, was the son of Antipater, and Antipater was an Ascalonite, from among those called the temple-slaves attached to the temple of Apollo; he it was who, having taken to wife a woman named Cypris, of Arabian descent, begat Herod.
8:1.45
οὕτος δὴ οὖν πρῶτος ἐκ τοιούτου γένους ὁρμώμενος τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν, ἐφ ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελὼν, πρῶτός τε αὐτὸς, ὡς ἔφην, ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς· καθ ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, φήσασα, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, ὃν καί φησι γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν
這人便是出自這樣血統的頭一人,他將出自大祭司世系、最後一位在位者許爾堪(Hyrcanus)——猶太民族本族統治即在他手中終結——除去道路,將其殺害;他自己則如前所述,成為頭一位出身異族、被宣告為猶太人之王者。正是在他在位期間,耶穌基督誕生了;此時猶大支派的尊位已被廢黜,猶太人的統治權與王權也已被廢黜,先前所引的預言也已然應驗——那預言說:『權杖必不離猶大,統治者也不離他兩腿之間,直到那為他所存留的事來到』——而經文又說,這一位並非猶太民族所仰望的,而是萬國所仰望的。
This man, then, springing first from such a lineage, removed from his path -- putting him to death -- Hyrcanus, who had held the last place in the succession of high priests, in whom the native rule of the Jewish nation had come to its end; and he himself, as I have said, was first proclaimed king of the Jews, being of alien race. In his time, when Jesus the Christ was born, both the dignity of the tribe of Judah had been cast down, and the rule and kingship of the Jews had also been cast down, and the previously cited prophecy had been fulfilled, which said: 'A ruler shall not fail from Judah, nor a leader from his loins, until the things reserved for him come' -- which one, it says, was to be, not the expectation of the Jewish nation, but of the nations.
下一段 →
← 第 7 章第 9 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。