📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 但以理書

True

但以理書 第 4 章

希臘文原文.37 節.部分字詞可點開查義

← 第 3 章第 5 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
4:1
Ναβουχοδονοσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς φυλαῖς καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ εἰρήνη ὑμῖν πληθυνθείη
尼布甲尼撒王寄給住在全地的各民、各族、各方言的人:願你們大享平安!
Nebuchadnezzar the king, to all the peoples, tribes and tongues that dwell in all the earth: may peace be multiplied to you.
4:2
τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησεν μετ’ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν
至高的神向我所行的神蹟奇事,我看為美,就向你們述說。
The signs and the wonders that the Most High God has done with me, it has seemed good before me to declare to you.
4:3
ὡς μεγάλα καὶ ἰσχυρά ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν
何等偉大!何等有力!他的國是永遠的國,他的權柄存到萬代。
How great and how mighty they are! His kingdom is an everlasting kingdom, and his authority endures from generation to generation.
4:4
ἔτους ὀκτωκαιδεκάτου τῆς βασιλείας Ναβουχοδονοσορ εἶπεν εἰρηνεύων ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐθηνῶν ἐπὶ τοῦ θρόνου μου ἐγὼ Ναβουχοδονοσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐθαλῶν
尼布甲尼撒在位第十八年,他說:我在我家中安然無事,在我的寶座上亨通。 我尼布甲尼撒在我家中亨通,並且昌盛。
In the eighteenth year of the reign of Nebuchadnezzar he said: I was at peace in my house and prospering upon my throne. I, Nebuchadnezzar, was prospering in my house and flourishing.
4:5
ἐνύπνιον εἶδον καὶ εὐλαβήθην καὶ φόβος μοι ἐπέπεσεν ἐνύπνιον εἶδον καὶ ἐφοβέρισέν με καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με
我作了一個夢,就戰兢起來,有懼怕臨到我身上。 我作了一個夢,那夢使我驚駭;我在床上心裡煩亂,我腦中的異象使我驚惶。
I saw a dream, and I was afraid, and fear fell upon me. I saw a dream, and it terrified me; and I was troubled upon my bed, and the visions of my head alarmed me.
4:6
καὶ δῑ ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι
我就降旨,將巴比倫一切的哲士都帶到我面前,好叫他們把夢的講解告訴我。
And a decree was set forth by me to bring in before me all the wise men of Babylon, so that they might make known to me the interpretation of the dream.
4:7
καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοί μάγοι γαζαρηνοί Χαλδαῖοι καὶ τὸ ἐνύπνιον εἶπα ἐγὼ ἐνώπιον αὐτῶν καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι
於是念咒的、術士、觀兆的和迦勒底人都進來了;我將那夢在他們面前說出,他們卻不能把夢的講解告訴我。
And the enchanters, the magicians, the diviners and the Chaldeans came in, and I told the dream before them, but they did not make known to me its interpretation.
4:8
ἕως οὗ ἦλθεν Δανιηλ οὗ τὸ ὄνομα Βαλτασαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου ὃς πνεῦμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτοῦ εἶπα
直到但以理進來,他的名叫伯提沙撒,是照著我神的名起的;他裡面有神聖別的靈。我就把那夢在他面前說出來:
until Daniel came in, whose name is Belteshazzar, after the name of my god, who has a holy spirit of God within himself; and I told the dream before him:
4:9
Βαλτασαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοὶ καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου οὗ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι
「伯提沙撒,念咒之人的領袖啊,我知道你裡面有神聖別的靈,任何奧祕都難不倒你;你且聽我所見之夢的異象,把它的講解告訴我。
“Belteshazzar, chief of the enchanters, of whom I know that a holy spirit of God is in you, and no mystery is beyond you: hear the vision of the dream that I saw, and tell me its interpretation.
4:10
ἐκάθευδον καὶ ἰδοὺ δένδρον ὑψηλὸν φυόμενον ἐπὶ τῆς γῆς ἡ ὅρασις αὐτοῦ μεγάλη καὶ οὐκ ἦν ἄλλο ὅμοιον αὐτῷ ἐπὶ τῆς κοίτης μου ἐθεώρουν καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς καὶ τὸ ὕψος αὐτοῦ πολύ
我睡著了,看哪,有一棵高大的樹生長在地上,它的樣子極大,沒有別的樹像它。 我在床上觀看,看哪,有一棵樹在地當中,它的高度極大。
I was sleeping, and behold, a lofty tree growing upon the earth; its appearance was great, and there was no other like it. Upon my bed I was watching, and behold, a tree in the midst of the earth, and its height was great.
4:11
καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη ἡ κορυφὴ αὐτοῦ ἤγγιζεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ ἕως τῶν νεφελῶν πληροῦν τὰ ὑποκάτω τοῦ οὐρανοῦ ὁ ἥλιος καὶ ἡ σελήνη ἐν αὐτῷ ᾤκουν καὶ ἐφώτιζον πᾶσαν τὴν γῆν ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς
它的樣子極大,樹頂挨到天上,樹身直到雲端,遮滿了天以下的地方;日頭和月亮住在其中,照亮全地。 那樹長大而堅固,它的高度直到天上,它的樹身伸到全地的盡頭。
And its appearance was great; its top drew near to heaven, and its girth reached to the clouds, filling the places beneath heaven; the sun and the moon dwelt in it and gave light to all the earth. The tree grew great and strong, and its height reached to heaven, and its girth to the ends of all the earth.
4:12
οἱ κλάδοι αὐτοῦ τῷ μήκει ὡς σταδίων τριάκοντα καὶ ὑποκάτω αὐτοῦ ἐσκίαζον πάντα τὰ θηρία τῆς γῆς καὶ ἐν αὐτῷ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνόσσευον ὁ καρπὸς αὐτοῦ πολὺς καὶ ἀγαθὸς καὶ ἐχορήγει πᾶσι τοῖς ζῴοις τὰ φύλλα αὐτοῦ ὡραῖα καὶ ὁ καρπὸς αὐτοῦ πολύς καὶ τροφὴ πάντων ἐν αὐτῷ καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ
它的枝子長約三十斯他丟,地上一切的走獸都在它底下得蔭庇,空中的飛鳥在其上搭窩;它的果子又多又好,供應一切活物。 它的葉子華美,果子甚多,其上有眾生的食物;田野的走獸臥在它底下,空中的飛鳥住在它的枝子上,凡有血肉的都從它得食。
Its branches were about thirty stadia in length, and beneath it all the beasts of the earth took shade, and in it the birds of heaven nested; its fruit was abundant and good, and it supplied all living creatures. Its leaves were beautiful and its fruit abundant, and in it was food for all; and beneath it the wild beasts sheltered, and in its branches the birds of heaven dwelt, and from it all flesh was fed.
4:13
ἐθεώρουν ἐν τῷ ὕπνῳ μου καὶ ἰδοὺ ἄγγελος ἀπεστάλη ἐν ἰσχύι ἐκ τοῦ οὐρανοῦ ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου καὶ ἰδοὺ ιρ καὶ ἅγιος ἀπ’ οὐρανοῦ κατέβη
我在睡夢中觀看,看哪,有一位使者帶著能力從天上被差來。 我夜間在床上觀看異象,看哪,有一位警醒者,就是一位聖者,從天而降。
I was watching in my sleep, and behold, an angel was sent in strength from heaven. I was watching in a vision of the night upon my bed, and behold, a watcher, a holy one, came down from heaven.
4:14
καὶ ἐφώνησε καὶ εἶπεν αὐτῷ ἐκκόψατε αὐτὸ καὶ καταφθείρατε αὐτό προστέτακται γὰρ ἀπὸ τοῦ ὑψίστου ἐκριζῶσαι καὶ ἀχρειῶσαι αὐτό καὶ ἐφώνησεν ἐν ἰσχύι καὶ οὕτως εἶπεν ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτοῦ καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ
他呼喊,對他說:把它砍下,把它毀壞;因為至高者已經下令,要將它連根拔起,使它成為無用的。他大聲呼喊,這樣說:砍下這樹,摘去它的枝子,抖落它的葉子,打散它的果子;願走獸從它底下被震離,飛鳥也離開它的枝子。
And he called out and said to him: Cut it down and destroy it, for it has been decreed by the Most High to uproot it and make it useless. And he cried out with strength and spoke thus: Cut down the tree and pluck off its branches and shake off its leaves and scatter its fruit; let the beasts be shaken away from beneath it, and the birds from its branches.
4:15
καὶ οὕτως εἶπε ῥίζαν μίαν ἄφετε αὐτοῦ ἐν τῇ γῇ ὅπως μετὰ τῶν θηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς
他又這樣說:要在地裡給它留下一條根,好叫他與地上的走獸一同在山間吃草如牛。只是要把它根上所生的留在地裡,用鐵和銅的鍊鎖住;他要臥在外面的青草中,在天上的甘露裡,他的分要與走獸同在地上的草中。
And he spoke thus: Leave one root of it in the earth, so that with the beasts of the earth he may feed on grass like an ox in the mountains. Only leave the growth of its roots in the earth, and in a band of iron and bronze; and he shall lie down in the grass outside and in the dew of heaven, and his portion shall be with the beasts in the grass of the earth.
4:16
καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἀλλοιωθῇ καὶ ἑπτὰ ἔτη βοσκηθῇ σὺν αὐτοῖς ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται καὶ καρδία θηρίου δοθήσεται αὐτῷ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτόν
願他的身體因天上的甘露而改變,並且七年與牠們一同吃草。他的心必從人的心改變,獸的心必賜給他,必有七期在他身上更迭。
And let his body be changed by the dew of heaven, and let him feed with them for seven years. His heart shall be changed from that of men, and the heart of a beast shall be given to him, and seven seasons shall be changed over him.
4:17
ἕως ἂν γνῷ τὸν κύριον τοῦ οὐρανοῦ ἐξουσίαν ἔχειν πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς καὶ ὅσα ἂν θέλῃ ποιεῖ ἐν αὐτοῖς ἐνώπιόν μου ἐξεκόπη ἐν ἡμέρᾳ μιᾷ καὶ ἡ καταφθορὰ αὐτοῦ ἐν ὥρᾳ μιᾷ τῆς ἡμέρας καὶ οἱ κλάδοι αὐτοῦ ἐδόθησαν εἰς πάντα ἄνεμον καὶ εἱλκύσθη καὶ ἐρρίφη καὶ τὸν χόρτον τῆς γῆς μετὰ τῶν θηρίων τῆς γῆς ἤσθιε καὶ εἰς φυλακὴν παρεδόθη καὶ ἐν πέδαις καὶ ἐν χειροπέδαις χαλκαῖς ἐδέθη ὑπ’ αὐτῶν σφόδρα ἐθαύμασα ἐπὶ πᾶσι τούτοις καὶ ὁ ὕπνος μου ἀπέστη ἀπὸ τῶν ὀφθαλμῶν μου διὰ συγκρίματος ιρ ὁ λόγος καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα ἵνα γνῶσιν οἱ ζῶντες ὅτι κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτὴν καὶ ἐξουδένημα ἀνθρώπων ἀναστήσει ἐπ’ αὐτήν
直到他知道天上的主有權柄管理天上和地上的一切,並且他隨自己所願的在其中行事。在我面前它一日之間就被砍下,它的毀壞是在一日之內的一時;它的枝子被交給各樣的風,它被拖走,被拋棄。他與地上的走獸一同吃地上的草,他被交付監禁,被他們用腳鐐和銅手銬牢牢鎖住。我為這一切甚是希奇,睡意也從我眼中消失了。這話是憑守望者的判語,這問題是聖者的言語,為要叫活著的人知道,至高者是人國的主宰,他看誰合意就把國賜給誰,也立人中最被藐視的治理它。
until he knows that the Lord of heaven has authority over all that is in heaven and on earth, and does among them whatever he wills. Before me it was cut down in a single day, and its ruin came in one hour of the day; its branches were given to every wind, and it was dragged away and cast off. And he ate the grass of the earth with the beasts of the earth, and he was handed over to confinement and was bound fast by them with fetters and bronze manacles. I marvelled exceedingly at all these things, and my sleep departed from my eyes. The word is by the decree of a watcher, and the demand is the utterance of holy ones, so that the living may know that the Most High is lord of the kingdom of men, and he will give it to whomever it seems good to him, and will set over it the most despised of men.
4:18
καὶ ἀναστὰς τὸ πρωὶ ἐκ τῆς κοίτης μου ἐκάλεσα τὸν Δανιηλ τὸν ἄρχοντα τῶν σοφιστῶν καὶ τὸν ἡγούμενον τῶν κρινόντων τὰ ἐνύπνια καὶ διηγησάμην αὐτῷ τὸ ἐνύπνιον καὶ ὑπέδειξέ μοι πᾶσαν τὴν σύγκρισιν αὐτοῦ τοῦτο τὸ ἐνύπνιον ὃ εἶδον ἐγὼ Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ σύ Βαλτασαρ τὸ σύγκριμα εἰπόν ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι σὺ δέ Δανιηλ δύνασαι ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί
我清早從床上起來,就召了但以理,就是智者的首領、圓夢之人的領袖,把夢向他述說,他便把這夢一切的解釋指示我。這就是我尼布甲尼撒王所見的夢。伯沙撒啊,你要把解釋說出來,因為我國中所有的智慧人都不能把它的解釋向我說明;但以理啊,惟有你能,因為有神的聖靈在你裡面。
And rising early from my bed I called Daniel, the chief of the sages and the leader of those who judge dreams, and I told him the dream, and he showed me the whole interpretation of it. This is the dream which I, Nebuchadnezzar the king, saw. And you, Baltasar, tell the interpretation, for all the wise men of my kingdom are unable to make its interpretation known to me; but you, Daniel, are able, because a holy spirit of God is in you.
4:19
μεγάλως δὲ ἐθαύμασεν ὁ Δανιηλ καὶ ὑπόνοια κατέσπευδεν αὐτόν καὶ φοβηθεὶς τρόμου λαβόντος αὐτὸν καὶ ἀλλοιωθείσης τῆς ὁράσεως αὐτοῦ κινήσας τὴν κεφαλὴν ὥραν μίαν ἀποθαυμάσας ἀπεκρίθη μοι φωνῇ πραείᾳ βασιλεῦ τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου ἐπέλθοι τότε Δανιηλ οὗ τὸ ὄνομα Βαλτασαρ ἀπηνεώθη ὡσεὶ ὥραν μίαν καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Βαλτασαρ τὸ ἐνύπνιον καὶ ἡ σύγκρισις μὴ κατασπευσάτω σε καὶ ἀπεκρίθη Βαλτασαρ καὶ εἶπεν κύριε τὸ ἐνύπνιον τοῖς μισοῦσίν σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου
但以理大大驚奇,疑慮催逼著他;他害怕,戰兢抓住了他,臉色也變了,他搖著頭約有一時之久,極其驚異,就用柔和的聲音回答我說:王啊,願這夢歸與恨你的人,願這夢的解釋臨到你的仇敵。那時,名叫伯沙撒的但以理驚呆了約有一時之久,他的思念使他驚惶。王就回答說:伯沙撒啊,不要讓這夢和它的解釋催逼你。伯沙撒回答說:我主啊,願這夢歸與恨你的人,願它的解釋歸與你的仇敵。
But Daniel marvelled greatly, and misgiving pressed hard upon him; and being afraid, with trembling laying hold of him and his countenance altered, he shook his head for one hour in utter astonishment, and answered me with a gentle voice: O king, may this dream be for those who hate you, and may its interpretation come upon your enemies. Then Daniel, whose name was Baltasar, was struck dumb for about one hour, and his thoughts troubled him. And the king answered and said: Baltasar, let not the dream and its interpretation press hard upon you. And Baltasar answered and said: My lord, may the dream be for those who hate you and its interpretation for your enemies.
4:20
τὸ δένδρον τὸ ἐν τῇ γῇ πεφυτευμένον οὗ ἡ ὅρασις μεγάλη σὺ εἶ βασιλεῦ τὸ δένδρον ὃ εἶδες τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν
王啊,那栽在地上、形狀高大的樹就是你。你所看見的那樹漸長堅固,高達於天,它的軀體及於全地。
The tree planted in the earth, whose appearance was great — it is you, O king. The tree which you saw, which grew great and became strong, whose height reached to heaven and its mass to all the earth.
4:21
καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὰ νοσσεύοντα ἐν αὐτῷ ἡ ἰσχὺς τῆς γῆς καὶ τῶν ἐθνῶν καὶ τῶν γλωσσῶν πασῶν ἕως τῶν περάτων τῆς γῆς καὶ πᾶσαι αἱ χῶραι σοὶ δουλεύουσι καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολὺς καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ
天上一切在它上面築巢的飛鳥,就是地上的勢力、列國和直到地極各方言的人;一切邦國都服事你。它的葉子茂盛,果子繁多,其中有眾人的食物;野獸住在它底下,天上的飛鳥宿在它的枝子上。
And all the birds of heaven that nested in it — these are the strength of the earth, and of the nations and of all the tongues to the ends of the earth; and all the countries serve you. And its leaves were luxuriant and its fruit abundant, and in it was food for all; beneath it the wild beasts dwelt, and in its branches the birds of heaven lodged.
4:22
τὸ δὲ ἀνυψωθῆναι τὸ δένδρον ἐκεῖνο καὶ ἐγγίσαι τῷ οὐρανῷ καὶ τὸ κύτος αὐτοῦ ἅψασθαι τῶν νεφελῶν σύ βασιλεῦ ὑψώθης ὑπὲρ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ προσώπου πάσης τῆς γῆς ὑψώθη σου ἡ καρδία ὑπερηφανίᾳ καὶ ἰσχύι τὰ πρὸς τὸν ἅγιον καὶ τοὺς ἀγγέλους αὐτοῦ τὰ ἔργα σου ὤφθη καθότι ἐξερήμωσας τὸν οἶκον τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ ταῖς ἁμαρτίαις τοῦ λαοῦ τοῦ ἡγιασμένου σὺ εἶ βασιλεῦ ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυριεία σου εἰς τὰ πέρατα τῆς γῆς
至於那樹長高、挨近上天、它的軀體觸及雲霄:王啊,你被高舉,超過地面上所有的人;你的心因驕傲和強盛而高抬,敵擋那聖者和他的使者;你的行為也顯露出來,因你為著那成聖之民的罪孽荒廢了永生神的殿。王啊,這就是你,因為你成為尊大強盛,你的威嚴增長,高及於天,你的權柄達到地極。
But as for the tree being lifted high and drawing near to heaven, and its mass touching the clouds: you, O king, have been exalted above all the men who are on the face of the whole earth; your heart was lifted up in pride and in strength against the Holy One and his angels; and your deeds were seen, in that you laid waste the house of the living God because of the sins of the sanctified people. It is you, O king, for you were magnified and grew strong, and your greatness was magnified and reached to heaven, and your dominion to the ends of the earth.
4:23
καὶ ἡ ὅρασις ἣν εἶδες ὅτι ἄγγελος ἐν ἰσχύι ἀπεστάλη παρὰ τοῦ κυρίου καὶ ὅτι εἶπεν ἐξᾶραι τὸ δένδρον καὶ ἐκκόψαι ἡ κρίσις τοῦ θεοῦ τοῦ μεγάλου ἥξει ἐπὶ σέ καὶ ὅτι εἶδεν ὁ βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ καὶ εἶπεν ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῇ καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ’ αὐτόν
你所見的異象,就是有一位使者大有能力,奉主的差遣,說要除掉這樹,把它砍下:大神的審判必臨到你。王既看見有一位守望者、一位聖者從天而降,說:拔出這樹,毀壞它,只是要把它根上所生的留在地裡,用鐵和銅的鍊鎖住;他要在外面的青草中、在天上的甘露裡住宿,他的分必與野獸同在,直到七期在他身上更迭過去。
And the vision which you saw, that an angel was sent in strength from the Lord and that he said to take away the tree and cut it down: the judgement of the great God will come upon you. And that the king saw a watcher and a holy one coming down from heaven, and he said: Pluck up the tree and destroy it, but leave the growth of its roots in the earth, and in a band of iron and bronze; and he shall lodge in the grass outside and in the dew of heaven, and his portion shall be with wild beasts, until seven seasons are changed over him.
4:24
καὶ ὁ ὕψιστος καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπὶ σὲ κατατρέχουσιν τοῦτο ἡ σύγκρισις αὐτοῦ βασιλεῦ καὶ σύγκριμα ὑψίστου ἐστίν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα
至高者和他的使者必追討你。王啊,這就是這夢的解釋,也是至高者的判語,已經臨到我主我王身上了。
And the Most High and his angels are bearing down upon you. This is its interpretation, O king, and it is a decree of the Most High which has come upon my lord the king.
4:25
εἰς φυλακὴν ἀπάξουσί σε καὶ εἰς τόπον ἔρημον ἀποστελοῦσί σε καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν
他們要把你帶去監禁,把你打發到曠野之地。他們必把你從人間趕出,你的住處必與野獸同在,他們必用草餵你如同餵牛,你要在天上的甘露裡住宿,必有七期在你身上更迭,直到你知道至高者掌管人的國,他看誰合意就把國賜給誰。
They will lead you away into confinement and send you off to a desert place. And they shall drive you out from among men, and your dwelling shall be with wild beasts, and they shall feed you grass like an ox, and you shall lodge in the dew of heaven, and seven seasons shall be changed over you, until you know that the Most High rules over the kingdom of men, and gives it to whomever it seems good to him.
4:26
καὶ ἡ ῥίζα τοῦ δένδρου ἡ ἀφεθεῖσα ἐπεὶ οὐκ ἐξερριζώθη ὁ τόπος τοῦ θρόνου σού σοι συντηρηθήσεται εἰς καιρὸν καὶ ὥραν ἰδοὺ ἐπὶ σὲ ἑτοιμάζονται καὶ μαστιγώσουσί σε καὶ ἐπάξουσι τὰ κεκριμένα ἐπὶ σέ καὶ ὅτι εἶπαν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἡ βασιλεία σού σοι μενεῖ ἀφ’ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον
至於那留下的樹根,因為它沒有被連根拔起:你寶座的位分必為你存留到所定的時候和時辰。看哪,他們正預備對付你,要鞭打你,把所判定的加在你身上。他們既說:要留下那樹根上所生的;那麼從你認識上天權柄的那時起,你的國必仍歸於你。
And as for the root of the tree that was left, since it was not uprooted: the place of your throne shall be kept for you until a season and an hour. Behold, they are making ready against you, and they will scourge you and bring upon you the things that have been decreed. And as for their saying, Leave the growth of the roots of the tree: your kingdom shall remain yours from the time you come to know the heavenly authority.
4:27
κύριος ζῇ ἐν οὐρανῷ καὶ ἡ ἐξουσία αὐτοῦ ἐπὶ πάσῃ τῇ γῇ αὐτοῦ δεήθητι περὶ τῶν ἁμαρτιῶν σου καὶ πάσας τὰς ἀδικίας σου ἐν ἐλεημοσύναις λύτρωσαι ἵνα ἐπιείκεια δοθῇ σοι καὶ πολυήμερος γένῃ ἐπὶ τοῦ θρόνου τῆς βασιλείας σου καὶ μὴ καταφθείρῃ σε τούτους τοὺς λόγους ἀγάπησον ἀκριβὴς γάρ μου ὁ λόγος καὶ πλήρης ὁ χρόνος σου διὰ τοῦτο βασιλεῦ ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων ἴσως ἔσται μακρόθυμος τοῖς παραπτώμασίν σου ὁ θεός
主活在天上,他的權柄遍及全地;你要為你的罪向他懇求,用施捨贖你一切的不義,使寬容得以賜給你,叫你在你國位上多有年日,他也不毀滅你。你要愛惜這些話,因為我的話是確實的,你的時候已經滿了。王啊,因此願我的勸告蒙你喜悅:要用施捨贖你的罪,用憐恤窮人贖你的不義;或者神會對你的過犯寬容忍耐。
The Lord lives in heaven, and his authority is over all the earth; entreat him concerning your sins, and ransom all your iniquities with acts of mercy, so that clemency may be granted you and you may be long-lived upon the throne of your kingdom, and that he may not destroy you. Love these words, for my word is exact and your time is full. Therefore, O king, let my counsel be pleasing to you: ransom your sins with acts of mercy and your iniquities with compassion on the poor; perhaps God will be long-suffering toward your transgressions.
4:28
καὶ ἐπὶ συντελείᾳ τῶν λόγων Ναβουχοδονοσορ ὡς ἤκουσε τὴν κρίσιν τοῦ ὁράματος τοὺς λόγους ἐν τῇ καρδίᾳ συνετήρησε ταῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονοσορ τὸν βασιλέα
這些話說完的時候,尼布甲尼撒聽見這異象的判語,就把這些話存在心裡。這一切都臨到了尼布甲尼撒王。
And at the conclusion of the words, Nebuchadnezzar, when he heard the judgement of the vision, kept the words in his heart. All these things came upon Nebuchadnezzar the king.
4:29
καὶ μετὰ μῆνας δώδεκα ὁ βασιλεὺς ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ περιεπάτει καὶ ἐπὶ τῶν πύργων αὐτῆς διεπορεύετο μετὰ δωδεκάμηνον ἐπὶ τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν
過了十二個月,王帶著他一切的榮耀在城牆上行走,又在城樓上來往。過了十二個月,他在巴比倫、在他國的殿宇上行走,
And after twelve months the king was walking on the walls of the city with all his glory, and was passing along upon its towers. After twelve months, as he was walking upon the temple of his kingdom in Babylon,
4:30
καὶ ἀποκριθεὶς εἶπεν αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη ἣν ἐγὼ ᾠκοδόμησα καὶ οἶκος βασιλείας μου ἐν ἰσχύι κράτους μου κληθήσεται εἰς τιμὴν τῆς δόξης μου ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν τῆς δόξης μου
他就開口說:這是我所建造的大巴比倫,要憑我權能的力量稱為我國的宮室,以彰顯我榮耀的尊貴。王開口說:這不是我用我大能的力量建造、作為王宮、以彰顯我榮耀之尊貴的大巴比倫嗎?
And he answered and said: This is Babylon the great, which I built, and it shall be called the house of my kingdom by the might of my power, to the honour of my glory. The king answered and said: Is not this Babylon the great, which I built as a royal house by the might of my strength, to the honour of my glory?
4:31
καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ φωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε σοὶ λέγεται Ναβουχοδονοσορ βασιλεῦ ἡ βασιλεία Βαβυλῶνος ἀφῄρηταί σου καὶ ἑτέρῳ δίδοται ἐξουθενημένῳ ἀνθρώπῳ ἐν τῷ οἴκῳ σου ἰδοὺ ἐγὼ καθίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυφήν σου παραλήψεται ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ὁ θεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν βούληται δώσει αὐτήν ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐφρανθήσεται ἐν τῷ οἴκῳ σου καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου ἔτι τοῦ λόγου ἐν στόματι τοῦ βασιλέως ὄντος φωνὴ ἀπ’ οὐρανοῦ ἐγένετο σοὶ λέγουσιν Ναβουχοδονοσορ βασιλεῦ ἡ βασιλεία παρῆλθεν ἀπὸ σοῦ
他的話說完的時候,他聽見有聲音從天上來說:尼布甲尼撒王啊,這話是對你說的:巴比倫的國已從你奪去,賜給了別人,就是你家中一個被人藐視的人;看哪,我立他治理你的國,他必接過你的權柄、你的榮耀和你的奢華,好叫你知道天上的神在人的國中有權柄,他願意把國賜給誰就賜給誰。到日出的時候,必有別的王在你家中歡樂,要掌握你的榮耀、你的勢力和你的權柄。王口中的話還沒有說完,就有聲音從天上來說:尼布甲尼撒王啊,他們對你說:國位已經離開你了。
And at the end of his word he heard a voice from heaven: To you it is said, King Nebuchadnezzar: the kingdom of Babylon has been taken from you and is given to another, a despised man in your house. Behold, I set him over your kingdom, and he shall take over your authority and your glory and your luxury, so that you may recognize that the God of heaven has authority in the kingdom of men, and gives it to whomever he wills. And by the rising of the sun another king shall make merry in your house and shall take hold of your glory and your strength and your authority. While the word was still in the king's mouth, a voice came from heaven: To you they say, King Nebuchadnezzar: the kingdom has passed from you.
4:32
καὶ οἱ ἄγγελοι διώξονταί σε ἐπὶ ἔτη ἑπτά καὶ οὐ μὴ ὀφθῇς οὐδ’ οὐ μὴ λαλήσῃς μετὰ παντὸς ἀνθρώπου χόρτον ὡς βοῦν σε ψωμίσουσι καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἔσται ἡ νομή σου ἰδοὺ ἀντὶ τῆς δόξης σου δήσουσί σε καὶ τὸν οἶκον τῆς τρυφῆς σου καὶ τὴν βασιλείαν σου ἕτερος ἕξει καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσιν καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν
那些使者必追趕你七年之久,你必不被人看見,也不與任何人說話;他們必用草餵你如同餵牛,地上的青草必作你的食物。看哪,他們要捆綁你,代替你的榮耀;你享樂的宮室和你的國必歸別人所有。他們必把你從人間趕出,你的住處必與野獸同在,他們必用草餵你如同餵牛,必有七期在你身上更迭,直到你知道至高者掌管人的國,他看誰合意就把國賜給誰。
And the angels shall pursue you for seven years, and you shall not be seen nor shall you speak with any man; they shall feed you grass like an ox, and the green herb of the earth shall be your pasture. Behold, in place of your glory they shall bind you, and another shall hold the house of your luxury and your kingdom. And they shall drive you out from among men, and your dwelling shall be with wild beasts, and they shall feed you grass like an ox, and seven seasons shall be changed over you, until you know that the Most High rules over the kingdom of men, and gives it to whomever it seems good to him.
4:33
ἕως δὲ πρωὶ πάντα τελεσθήσεται ἐπὶ σέ Ναβουχοδονοσορ βασιλεῦ Βαβυλῶνος καὶ οὐχ ὑστερήσει ἀπὸ πάντων τούτων οὐθέν ἐγὼ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἑπτὰ ἔτη ἐπεδήθην χόρτον ὡς βοῦν ἐψώμισάν με καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἤσθιον καὶ μετὰ ἔτη ἑπτὰ ἔδωκα τὴν ψυχήν μου εἰς δέησιν καὶ ἠξίωσα περὶ τῶν ἁμαρτιῶν μου κατὰ πρόσωπον κυρίου τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ περὶ τῶν ἀγνοιῶν μου τοῦ θεοῦ τῶν θεῶν τοῦ μεγάλου ἐδεήθην καὶ αἱ τρίχες μου ἐγένοντο ὡς πτέρυγες ἀετοῦ οἱ ὄνυχές μου ὡσεὶ λέοντος ἠλλοιώθη ἡ σάρξ μου καὶ ἡ καρδία μου γυμνὸς περιεπάτουν μετὰ τῶν θηρίων τῆς γῆς ἐνύπνιον εἶδον καὶ ὑπόνοιαί με εἰλήφασι καὶ διὰ χρόνου ὕπνος με ἔλαβε πολὺς καὶ νυσταγμὸς ἐπέπεσέ μοι αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσορ καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων
巴比倫王尼布甲尼撒啊,到了早晨,這一切都要在你身上成就,這一切之中必沒有一樣缺少。我巴比倫王尼布甲尼撒被捆鎖了七年;他們用草餵我如同餵牛,我就吃地上的青草。過了七年,我把我的魂交與祈求,在天上的主神面前為我的罪懇求,也為我的無知向萬神之神、那位大者祈求。我的頭髮長得像鷹的翎毛,我的指甲像獅子的爪;我的肉體和我的心都改變了,我赤身與地上的走獸同行。我作了一個夢,種種疑慮抓住了我,過了些時候沉睡臨到我,昏睡落在我身上。就在那一時,這話在尼布甲尼撒身上應驗了,他被趕出離開人群,吃草如牛,身體被天上的甘露沾濕,直到他的頭髮長長如獅子的毛,指甲如同鳥爪。
And by morning all shall be accomplished upon you, Nebuchadnezzar king of Babylon, and nothing of all these things shall be lacking. I, Nebuchadnezzar king of Babylon, was bound for seven years; they fed me grass like an ox, and I ate of the green herb of the earth. And after seven years I gave my soul to supplication and made petition for my sins before the face of the Lord God of heaven, and concerning my ignorances I entreated the great God of gods. And my hairs became like an eagle's wings, my nails like a lion's; my flesh and my heart were changed; naked I walked about with the beasts of the earth. I saw a dream, and misgivings seized me, and after a time much sleep took me and drowsiness fell upon me. In that very hour the word was fulfilled upon Nebuchadnezzar, and he was driven out from among men and ate grass like an ox, and his body was drenched by the dew of heaven, until his hairs grew long like lions' and his nails like birds'.
4:34
καὶ ἐπὶ συντελείᾳ τῶν ἑπτὰ ἐτῶν ὁ χρόνος μου τῆς ἀπολυτρώσεως ἦλθε καὶ αἱ ἁμαρτίαι μου καὶ αἱ ἄγνοιαί μου ἐπληρώθησαν ἐναντίον τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ ἐδεήθην περὶ τῶν ἀγνοιῶν μου τοῦ θεοῦ τῶν θεῶν τοῦ μεγάλου καὶ ἰδοὺ ἄγγελος εἷς ἐκάλεσέ με ἐκ τοῦ οὐρανοῦ λέγων Ναβουχοδονοσορ δούλευσον τῷ θεῷ τοῦ οὐρανοῦ τῷ ἁγίῳ καὶ δὸς δόξαν τῷ ὑψίστῳ τὸ βασίλειον τοῦ ἔθνους σού σοι ἀποδίδοται καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονοσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν καὶ τῷ ὑψίστῳ εὐλόγησα καὶ τῷ ζῶντι εἰς τὸν αἰῶνα ᾔνεσα καὶ ἐδόξασα ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν
七年滿了的時候,我得釋放的時候到了,我的罪孽和我的無知在天上的神面前已經滿了,我就為我的無知向萬神之神、那位大者祈求。看哪,有一位使者從天上呼叫我說:尼布甲尼撒啊,你要事奉天上的聖神,把榮耀歸給至高者;你本族的國權要歸還給你。那些日子過後,我尼布甲尼撒舉目望天,我的心智就恢復過來,我便稱頌至高者,讚美尊崇那永遠活著的,因為他的權柄是永遠的權柄,他的國度存到世世代代。
And at the completion of the seven years my time of release came, and my sins and my ignorances were filled up before the God of heaven, and I entreated the great God of gods concerning my ignorances. And behold, one angel called me from heaven, saying: Nebuchadnezzar, serve the holy God of heaven and give glory to the Most High; the kingship of your nation is being given back to you. And after the end of the days I, Nebuchadnezzar, lifted up my eyes to heaven, and my senses returned to me, and I blessed the Most High and praised and glorified him who lives forever, for his authority is an everlasting authority and his kingdom endures to generation and generation.
4:35
καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ τί ἐποίησας
地上一切的居民都算為無有,他照自己的旨意在天上的軍力中、在地上的居所行事,沒有人能攔阻他的手,對他說:你做的是什麼呢?
And all who dwell on the earth were reckoned as nothing, and according to his will he acts among the power of heaven and among the dwellers of the earth, and there is no one who can withstand his hand and say to him: What have you done?
4:36
ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκατεστάθη ἡ βασιλεία μου ἐμοί καὶ ἡ δόξα μου ἀπεδόθη μοι αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπ’ ἐμέ καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ’ ἐμέ καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι
那時我的國歸還給我,我的榮耀也復歸於我。就在那時,我的心智恢復過來,我回到我國的尊榮,我的形狀也復歸於我;我的官長和我的大臣都來尋找我,我在我國中得以堅立,並且有更大的威嚴加給我。
At that time my kingdom was restored to me, and my glory was given back to me. At that same time my senses returned to me, and I came back to the honour of my kingdom, and my form returned to me; and my rulers and my nobles sought me out, and I was made strong over my kingdom, and yet greater majesty was added to me.
4:37
τῷ ὑψίστῳ ἀνθομολογοῦμαι καὶ αἰνῶ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς καὶ πάντα τὰ ἐν αὐτοῖς ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι αὐτός ἐστι θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλέων ὅτι αὐτὸς ποιεῖ σημεῖα καὶ τέρατα καὶ ἀλλοιοῖ καιροὺς καὶ χρόνους ἀφαιρῶν βασιλείαν βασιλέων καὶ καθιστῶν ἑτέρους ἀντ’ αὐτῶν ἀπὸ τοῦ νῦν αὐτῷ λατρεύσω καὶ ἀπὸ τοῦ φόβου αὐτοῦ τρόμος εἴληφέ με καὶ πάντας τοὺς ἁγίους αὐτοῦ αἰνῶ οἱ γὰρ θεοὶ τῶν ἐθνῶν οὐκ ἔχουσιν ἐν ἑαυτοῖς ἰσχὺν ἀποστρέψαι βασιλείαν βασιλέως εἰς ἕτερον βασιλέα καὶ ἀποκτεῖναι καὶ ζῆν ποιῆσαι καὶ ποιῆσαι σημεῖα καὶ θαυμάσια μεγάλα καὶ φοβερὰ καὶ ἀλλοιῶσαι ὑπερμεγέθη πράγματα καθὼς ἐποίησεν ἐν ἐμοὶ ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ἠλλοίωσεν ἐπ’ ἐμοὶ μεγάλα πράγματα ἐγὼ πάσας τὰς ἡμέρας τῆς βασιλείας μου περὶ τῆς ψυχῆς μου τῷ ὑψίστῳ θυσίας προσοίσω εἰς ὀσμὴν εὐωδίας τῷ κυρίῳ καὶ τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσω ἐγὼ καὶ ὁ λαός μου τὸ ἔθνος μου καὶ αἱ χῶραί μου αἱ ἐν τῇ ἐξουσίᾳ μου καὶ ὅσοι ἐλάλησαν εἰς τὸν θεὸν τοῦ οὐρανοῦ καὶ ὅσοι ἂν καταληφθῶσι λαλοῦντές τι τούτους κατακρινῶ θανάτῳ ἔγραψε δὲ ὁ βασιλεὺς Ναβουχοδονοσορ ἐπιστολὴν ἐγκύκλιον πᾶσι τοῖς κατὰ τόπον ἔθνεσι καὶ χώραις καὶ γλώσσαις πάσαις ταῖς οἰκούσαις ἐν πάσαις ταῖς χώραις ἐν γενεαῖς καὶ γενεαῖς κυρίῳ τῷ θεῷ τοῦ οὐρανοῦ αἰνεῖτε καὶ θυσίαν καὶ προσφορὰν προσφέρετε αὐτῷ ἐνδόξως ἐγὼ βασιλεὺς βασιλέων ἀνθομολογοῦμαι αὐτῷ ἐνδόξως ὅτι οὕτως ἐποίησε μετ’ ἐμοῦ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐκάθισέ με ἐπὶ τοῦ θρόνου μου καὶ τῆς ἐξουσίας μου καὶ τῆς βασιλείας μου ἐν τῷ λαῷ μου ἐκράτησα καὶ ἡ μεγαλωσύνη μου ἀποκατεστάθη μοι Ναβουχοδονοσορ βασιλεὺς πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς χώραις καὶ πᾶσι τοῖς οἰκοῦσιν ἐν αὐταῖς εἰρήνη ὑμῖν πληθυνθείη ἐν παντὶ καιρῷ καὶ νῦν ὑποδείξω ὑμῖν τὰς πράξεις ἃς ἐποίησε μετ’ ἐμοῦ ὁ θεὸς ὁ μέγας ἔδοξε δέ μοι ἀποδεῖξαι ὑμῖν καὶ τοῖς σοφισταῖς ὑμῶν ὅτι ἔστι θεός καὶ τὰ θαυμάσια αὐτοῦ μεγάλα τὸ βασίλειον αὐτοῦ βασίλειον εἰς τὸν αἰῶνα ἡ ἐξουσία αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς καὶ ἀπέστειλεν ἐπιστολὰς περὶ πάντων τῶν γενηθέντων αὐτῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ πᾶσι τοῖς ἔθνεσι τοῖς οὖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ νῦν οὖν ἐγὼ Ναβουχοδονοσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι
我向至高者稱謝,讚美那創造天、地、海洋、江河和其中萬物的;我承認並讚美,因為他是萬神之神、萬主之主、萬王之王,因為他行神蹟奇事,更改節期和時候,廢去列王的國,另立別人代替他們。從今以後我要事奉他,因懼怕他,戰兢抓住了我;他一切的聖者我都讚美。因為列國的神明本身並沒有能力把一個王的國轉給別的王,也不能使人死、使人活,不能行神蹟和大而可畏的奇事,不能更改極大的事,像天上的神在我身上所行的,他在我身上更改了大事。我在我作王的一切日子,要為我的性命向至高者獻祭,作為獻給主馨香之氣,並要行他眼中所喜悅的,我和我的人民、我的國族、以及在我權下的各省都要如此。凡說話得罪天上之神的,凡被拿住說了什麼的,我必判他們死罪。尼布甲尼撒王就寫了一封通諭,給各地一切的民族、各省和住在各省的各方言之人,直到世世代代:你們要讚美主天上的神,要將祭物和供物榮耀地獻給他;我這萬王之王榮耀地向他稱謝,因為他這樣待我;就在那日,他使我坐在我的寶座上,我在我民中掌握了我的權柄和我的國,我的威嚴也復歸於我。尼布甲尼撒王曉諭一切民族、一切邦國和住在其中的眾人:願平安在各樣時候加增給你們。現在我要向你們述說至大的神向我所行的作為;我認為應當向你們和你們的智者顯明:神是有的,他的奇事是大的,他的國是永遠的國,他的權柄存到世世代代。他就把在他國中臨到他的一切事寫成書信,送給在他國權之下的一切民族。現在我尼布甲尼撒讚美、尊崇、榮耀天上的王,因為他一切所行的都是真實,他的道路都是公義,凡行事驕傲的,他都能降為卑。
To the Most High I give thanks, and I praise him who created the heaven and the earth and the seas and the rivers and all that is in them; I confess and praise, because he is God of gods and Lord of lords and King of kings, because he himself does signs and wonders and alters seasons and times, taking away the kingdom of kings and setting up others in their stead. From now on I will serve him, and from fear of him trembling has taken hold of me, and I praise all his holy ones; for the gods of the nations do not have in themselves the strength to turn the kingdom of a king over to another king, nor to kill and to make alive, nor to do signs and great and fearful wonders, nor to alter exceedingly great matters, as the God of heaven did with me and altered great matters upon me. I, all the days of my reign, will offer sacrifices to the Most High for my soul, as a fragrant odour to the Lord, and I will do what is pleasing before him — I and my people, my nation and my provinces that are under my authority. And as many as have spoken against the God of heaven, and as many as may be caught saying anything, these I will condemn to death. And King Nebuchadnezzar wrote a circular letter to all the nations in every place and to the countries and to all the tongues dwelling in all the countries, throughout generations and generations: Praise the Lord the God of heaven, and bring him sacrifice and offering gloriously; I, king of kings, give him thanks gloriously, because he has dealt thus with me; on that very day he seated me upon my throne, and I took hold of my authority and my kingdom among my people, and my majesty was restored to me. Nebuchadnezzar the king, to all the nations and all the countries and all who dwell in them: may peace be multiplied to you at every season. And now I will set before you the deeds which the great God has done with me; it seemed good to me to demonstrate to you and to your sages that God exists, and his wonders are great, his kingship a kingship forever, his authority from generations to generations. And he sent letters concerning all the things that had befallen him in his kingdom to all the nations that were under his kingdom. Now therefore I, Nebuchadnezzar, praise and highly exalt and glorify the King of heaven, because all his works are true and his paths are judgement, and all who walk in pride he is able to humble.
← 第 3 章第 5 章 →
123456789101112

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。