📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 但以理書

True

但以理書 第 3 章

希臘文原文.97 節.部分字詞可點開查義

← 第 2 章第 4 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
3:1
ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Ινδικῆς ἕως Αἰθιοπίας ἐποίησεν εἰκόνα χρυσῆν τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας Βαβυλωνίας ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν ὕψος αὐτῆς πήχεων ἑξήκοντα εὖρος αὐτῆς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεϊρα ἐν χώρᾳ Βαβυλῶνος
第十八年,尼布甲尼撒王治理各城各省,並管轄從印度直到埃塞俄比亞地上一切的居民;他造了一座金像,高六十肘,寬六肘,立在巴比倫省圍牆之內的平原上。 第十八年,尼布甲尼撒王造了一座金像,高六十肘,寬六肘,立在巴比倫省的杜拉平原上。
In the eighteenth year, Nabouchodonosor the king, who governed cities and provinces and all who dwelt upon the earth from India as far as Ethiopia, made a golden image; its height was sixty cubits and its breadth six cubits, and he set it up on the plain within the enclosure of the province of Babylonia. In the eighteenth year king Nabouchodonosor made a golden image; its height was sixty cubits, its breadth six cubits, and he set it up on the plain of Deira in the province of Babylon.
3:2
καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώσσας σατράπας στρατηγούς τοπάρχας καὶ ὑπάτους διοικητὰς καὶ τοὺς ἐπ’ ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς ἣν ἔστησε Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ’ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
尼布甲尼撒是諸王之王,掌管全世界。他打發人召集各國、各族、各方言的人,就是總督、將軍、地方官、執政官、治事的,以及各省掌權的,並全世界的眾人,都來參加尼布甲尼撒王所立金像的奉獻禮。 他打發人召集執政官、將軍、地方官、首領、有權勢的、掌權的,和各省一切的官長,都來參加尼布甲尼撒王所立之像的奉獻禮。
And Nabouchodonosor, king of kings and lord of the whole inhabited world, sent to gather together all the nations and tribes and tongues — satraps, generals, district rulers and consuls, administrators, and those in authority throughout each province, and all who were throughout the inhabited world — to come to the dedication of the golden image that king Nabouchodonosor had set up. And he sent to gather the consuls and the generals and the district rulers, the leaders and the potentates and those in authority and all the rulers of the provinces, to come to the dedication of the image that king Nabouchodonosor had set up.
3:3
καὶ ἔστησαν οἱ προγεγραμμένοι κατέναντι τῆς εἰκόνος καὶ συνήχθησαν οἱ τοπάρχαι ὕπατοι στρατηγοί ἡγούμενοι τύραννοι μεγάλοι οἱ ἐπ’ ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσορ
上面所記的人就站在那像面前。 於是地方官、執政官、將軍、首領、大有權勢的、掌權的,和各省一切的官長都聚集,來參加尼布甲尼撒王所立之像的奉獻禮;他們都站在尼布甲尼撒所立的像前。
And those named above stood opposite the image. And the district rulers, consuls, generals, leaders, great potentates, those in authority and all the rulers of the provinces were gathered for the dedication of the image that king Nabouchodonosor had set up, and they stood before the image that Nabouchodonosor had set up.
3:4
καὶ ὁ κῆρυξ ἐκήρυξε τοῖς ὄχλοις ὑμῖν παραγγέλλεται ἔθνη καὶ χῶραι λαοὶ καὶ γλῶσσαι καὶ ὁ κῆρυξ ἐβόα ἐν ἰσχύι ὑμῖν λέγεται λαοί φυλαί γλῶσσαι
傳令的就向眾人宣告說:「各國、各省、各民、各方言的人哪,現在吩咐你們: 傳令的就大聲呼喊說:「各民、各族、各方言的人哪,現在對你們說:
And the herald proclaimed to the crowds: 'To you the command is given, O nations and provinces, peoples and tongues: And the herald cried aloud with strength: 'To you it is said, O peoples, tribes, tongues:
3:5
ὅταν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγος καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου συμφωνίας καὶ παντὸς γένους μουσικῶν πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσορ βασιλεύς ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
你們幾時聽見角、笛、琴、三角琴、瑟、合奏樂和各樣樂器的聲音,就當俯伏敬拜尼布甲尼撒王所立的金像。」 你們無論在哪一刻聽見角、笛、琴、三角琴、瑟、合奏樂和各樣樂器的聲音,就要俯伏敬拜尼布甲尼撒王所立的金像。」
Whenever you hear the sound of the trumpet, the pipe and the lyre, the sambuke and the psaltery, the symphony and every kind of music, fall down and do obeisance to the golden image that king Nabouchodonosor set up.' At whatever hour you hear the sound of the trumpet, the pipe and the lyre, the sambuke and the psaltery and the symphony and every kind of music, fall down and do obeisance to the golden image that king Nabouchodonosor set up.'
3:6
καὶ πᾶς ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην
凡不俯伏敬拜的,人必把他扔在烈火的窯中。 凡不俯伏敬拜的,必立時被扔在烈火的窯中。
And everyone who does not fall down and do obeisance — they shall throw him into the burning fiery furnace. And whoever does not fall down and do obeisance shall that same hour be thrown into the burning fiery furnace.
3:7
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πίπτοντα πάντα τὰ ἔθνη φυλαὶ καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσορ κατέναντι τούτου καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πίπτοντες πάντες οἱ λαοί φυλαί γλῶσσαι προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
到了那時候,各國的人一聽見角聲和各樣樂器的聲音,各國、各族、各方言的人就都俯伏,在那像面前敬拜尼布甲尼撒所立的金像。 那時,眾民一聽見角、笛、琴、三角琴、瑟、合奏樂和各樣樂器的聲音,各民、各族、各方言的人就都俯伏,敬拜尼布甲尼撒王所立的金像。
And at that time, when all the nations heard the sound of the trumpet and every strain of music, all the nations, tribes and tongues fell down and did obeisance, before it, to the golden image that Nabouchodonosor had set up. And it came to pass, when the peoples heard the sound of the trumpet, the pipe and the lyre, the sambuke and the psaltery and the symphony and every kind of music, all the peoples, tribes and tongues fell down and were doing obeisance to the golden image that king Nabouchodonosor had set up.
3:8
ἐν ἐκείνῳ τῷ καιρῷ προσελθόντες ἄνδρες Χαλδαῖοι διέβαλον τοὺς Ιουδαίους τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς Ιουδαίους
在那時候,有幾個迦勒底人前來控告猶大人。 那時,有迦勒底人前來控告猶大人。
At that time certain Chaldean men came forward and denounced the Judeans. Then Chaldean men came forward and denounced the Judeans.
3:9
καὶ ὑπολαβόντες εἶπον κύριε βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι
他們就開口說:「我主我王啊,願你永遠活著! 他們對尼布甲尼撒王說:「王啊,願你萬世永遠活著!
And they took up speech and said: 'My lord the king, live for ever! To king Nabouchodonosor: 'O king, live for ever and ever!
3:10
σύ βασιλεῦ προσέταξας καὶ ἔκρινας ἵνα πᾶς ἄνθρωπος ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ σύ βασιλεῦ ἔθηκας δόγμα πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν
王啊,你曾下令判定:凡聽見角聲和各樣樂器聲音的人,都當俯伏敬拜那金像; 王啊,你曾立下諭旨:凡聽見角、笛、琴、三角琴、瑟、合奏樂和各樣樂器聲音的人,
You, O king, gave command and decreed that every person who hears the sound of the trumpet and every strain of music should fall down and do obeisance to the golden image; You, O king, laid down a decree concerning every person who hears the sound of the trumpet, the pipe and the lyre, the sambuke and the psaltery and the symphony and every kind of music,
3:11
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην
凡不俯伏敬拜的,必被扔在烈火的窯中。 而不俯伏敬拜那金像的,必被扔在烈火的窯中。
and whoever does not fall down and do obeisance shall be thrown into the burning fiery furnace. and does not fall down and do obeisance to the golden image — he shall be thrown into the burning fiery furnace.
3:12
εἰσὶ δέ τινες ἄνδρες Ιουδαῖοι οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνθρωποι ἐκεῖνοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσεκύνησαν εἰσὶν ἄνδρες Ιουδαῖοι οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν βασιλεῦ τῷ δόγματί σου τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦσιν
但有幾個猶大人,就是你派管理巴比倫省的沙得拉、米煞、亞伯尼歌;那些人不懼怕你的命令,不事奉你的偶像,也不敬拜你所立的金像。」 有幾個猶大人,就是你派管理巴比倫省工務的沙得拉、米煞、亞伯尼歌;王啊,那些人不聽從你的諭旨,不事奉你的神,也不敬拜你所立的金像。」
But there are certain Judean men whom you appointed over the province of Babylonia — Sedrach, Misach, Abdenago. Those men did not fear your commandment; they did not serve your idol, and they did not do obeisance to your golden image that you set up.' There are Judean men whom you appointed over the works of the province of Babylon — Sedrach, Misach, Abdenago. Those men did not obey your decree, O king; they do not serve your gods and they do not do obeisance to the golden image that you set up.'
3:13
τότε Ναβουχοδονοσορ θυμωθεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδραχ Μισαχ Αβδεναγω τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα τότε Ναβουχοδονοσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως
那時,尼布甲尼撒大發忿怒,吩咐人把沙得拉、米煞、亞伯尼歌帶來;於是那些人被帶到王面前。 那時,尼布甲尼撒在忿怒烈怒中吩咐人把沙得拉、米煞和亞伯尼歌帶來;他們就被帶到王面前。
Then Nabouchodonosor, enraged with anger, gave orders to bring Sedrach, Misach, Abdenago; then the men were brought to the king. Then Nabouchodonosor in rage and anger said to bring Sedrach, Misach and Abdenago; and they were brought before the king.
3:14
οὓς καὶ συνιδὼν Ναβουχοδονοσορ ὁ βασιλεὺς εἶπεν αὐτοῖς διὰ τί Σεδραχ Μισαχ Αβδεναγω τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησα οὐ προσκυνεῖτε καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν αὐτοῖς εἰ ἀληθῶς Σεδραχ Μισαχ Αβδεναγω τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε
尼布甲尼撒王打量他們,就對他們說:「沙得拉、米煞、亞伯尼歌啊,你們為甚麼不事奉我的神,也不敬拜我所立的金像呢? 尼布甲尼撒回答他們說:「沙得拉、米煞、亞伯尼歌啊,你們果真不事奉我的神,也不敬拜我所立的金像嗎?
And king Nabouchodonosor, looking them over, said to them: 'Why, Sedrach, Misach, Abdenago, do you not serve my gods and not do obeisance to the golden image that I set up? And Nabouchodonosor answered and said to them: 'Is it true, Sedrach, Misach, Abdenago, that you do not serve my gods and do not do obeisance to the golden image that I set up?
3:15
καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἅμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα εἰ δὲ μή γε γινώσκετε ὅτι μὴ προσκυνησάντων ὑμῶν αὐθωρὶ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ ποῖος θεὸς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου νῦν οὖν εἰ ἔχετε ἑτοίμως ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν πεσόντες προσκυνήσητε τῇ εἰκόνι ᾗ ἐποίησα ἐὰν δὲ μὴ προσκυνήσητε αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ τίς ἐστιν θεός ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου
現在你們若預備好,一聽見角聲和各樣樂器的聲音,就俯伏敬拜我所立的金像,那便罷了;若不然,你們要知道:你們不敬拜,就必立時被扔在烈火的窯中;有甚麼神能救你們脫離我的手呢?」 現在你們若預備好,一聽見角、笛、琴、三角琴、瑟、合奏樂和各樣樂器的聲音,就俯伏敬拜我所造的像,那便罷了;你們若不敬拜,必立時被扔在烈火的窯中;有誰是能救你們脫離我手的神呢?」
And now, if you are ready, the moment you hear the trumpet and every strain of music, to fall down and do obeisance to the golden image that I set up — well and good; but if not, know that, if you do not do obeisance, you shall that very hour be thrown into the burning fiery furnace; and what sort of god will deliver you out of my hands?' Now then, if you are ready, so that whenever you hear the sound of the trumpet, the pipe and the lyre, the sambuke and the psaltery and the symphony and every kind of music you will fall down and do obeisance to the image that I made — well; but if you do not do obeisance, you shall that same hour be thrown into the burning fiery furnace; and who is the god that will deliver you out of my hands?'
3:16
ἀποκριθέντες δὲ Σεδραχ Μισαχ Αβδεναγω εἶπαν τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῦ οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριθῆναί σοι καὶ ἀπεκρίθησαν Σεδραχ Μισαχ Αβδεναγω λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσορ οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι
沙得拉、米煞、亞伯尼歌回答尼布甲尼撒王說:「王啊,論到這道命令,我們不需要回答你。 沙得拉、米煞、亞伯尼歌回答尼布甲尼撒王說:「論到這件事,我們不需要回答你。
And Sedrach, Misach and Abdenago answered and said to king Nabouchodonosor: 'O king, we have no need to answer you concerning this command. And Sedrach, Misach and Abdenago answered and said to king Nabouchodonosor: 'We have no need to answer you concerning this matter.
3:17
ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς εἷς κύριος ἡμῶν ὃν φοβούμεθα ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ἐξελεῖται ἡμᾶς ἔστιν γὰρ θεός ᾧ ἡμεῖς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς
因為在諸天之上有神,是獨一的,是我們的主,是我們所敬畏的;他能救我們脫離火窯。王啊,他也必救我們脫離你的手。 因為有神,就是我們所事奉的,他能救我們脫離烈火的窯。王啊,他也必搭救我們脫離你的手。
For there is a God in the heavens, one, our Lord, whom we fear, who is able to deliver us out of the furnace of fire; and out of your hands, O king, he will deliver us. For there is a God whom we serve, able to deliver us out of the burning fiery furnace; and out of your hands, O king, he will rescue us.
3:18
καὶ τότε φανερόν σοι ἔσται ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὔτε τῇ εἰκόνι σου τῇ χρυσῇ ἣν ἔστησας προσκυνοῦμεν καὶ ἐὰν μή γνωστὸν ἔστω σοι βασιλεῦ ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν
到那時你就必看明:我們既不事奉你的偶像,也不敬拜你所立的金像。」 即或不然,王啊,你當知道:我們不事奉你的神,也不敬拜你所立的金像。」
And then it will be plain to you that we neither serve your idol nor do obeisance to your golden image that you set up.' And if not, be it known to you, O king, that we do not serve your gods and do not do obeisance to the golden image that you set up.'
3:19
τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ καὶ ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρ’ ὃ ἔδει αὐτὴν καῆναι τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως ἕως οὗ εἰς τέλος ἐκκαῇ
那時,尼布甲尼撒滿心忿怒,臉上的形狀也變了,就吩咐人把窯燒熱,比該燒的熱七倍。 那時,尼布甲尼撒滿心忿怒,向沙得拉、米煞和亞伯尼歌變了臉色,就吩咐人把窯燒熱七倍,直燒到極熱。
Then Nabouchodonosor was filled with rage, and the form of his face was altered, and he gave orders that the furnace be heated seven times more than it ought to have been heated. Then Nabouchodonosor was filled with rage, and the look of his face was altered toward Sedrach, Misach and Abdenago, and he said to heat up the furnace seven times over, until it should be heated to the utmost.
3:20
καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδραχ Μισαχ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην
他又吩咐軍中最強壯的人,把沙得拉、米煞、亞伯尼歌捆綁起來,扔在烈火的窯中。 他又吩咐力氣強壯的人,把沙得拉、米煞和亞伯尼歌捆鎖起來,扔在烈火的窯中。
And he ordered the strongest men of those in the army to bind Sedrach, Misach, Abdenago hand and foot and throw them into the burning fiery furnace. And he told men mighty in strength to fetter Sedrach, Misach and Abdenago and throw them into the burning fiery furnace.
3:21
τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσθησαν ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεφαλῶν αὐτῶν σὺν τῷ ἱματισμῷ αὐτῶν καὶ ἐβλήθησαν εἰς τὴν κάμινον τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν καὶ ἐβλήθησαν εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης
那時,那些人被捆綁起來,仍穿著他們的鞋,頭上戴著冠帽,連同他們的衣服,就被扔在窯中。 那時,那些人被捆鎖起來,連同他們的褲子、冠帽、綁腿和衣服,就被扔在烈火窯的中間。
Then those men were bound hand and foot, still wearing their sandals and their turbans upon their heads, together with their clothing, and they were thrown into the furnace. Then those men were fettered together with their trousers and turbans and leggings and their garments, and they were thrown into the midst of the burning fiery furnace.
3:22
ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύθη ὑπὲρ τὸ πρότερον ἑπταπλασίως καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ
因為王的命令緊急,窯又燒得比先前熱七倍,那些奉派的人就把他們捆綁起來,帶到窯前,扔在其中。 因為王的話壓倒一切,窯又燒得格外的熱。
Since the king's order was pressing and the furnace had been heated seven times more than before, the men who had been detailed bound them hand and foot and brought them to the furnace and threw them into it. Since the king's word prevailed, and the furnace had been heated exceedingly.
3:23
τοὺς μὲν οὖν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Αζαριαν ἐξελθοῦσα ἡ φλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν αὐτοὶ δὲ συνετηρήθησαν καὶ οἱ τρεῖς οὗτοι Σεδραχ Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι
至於那些捆綁亞撒利雅和他同伴的人,火燄從窯中冒出來,把他們燒著殺了;他們三人卻蒙保全。 這三個人,沙得拉、米煞和亞伯尼歌,就被捆鎖著落在烈火窯的中間。
Now as for the men who had bound Azarias and those with him, the flame that came out of the furnace set them on fire and killed them; but they themselves were preserved. And these three, Sedrach, Misach and Abdenago, fell bound into the midst of the burning fiery furnace.
3:24
οὕτως οὖν προσηύξατο Ανανιας καὶ Αζαριας καὶ Μισαηλ καὶ ὕμνησαν τῷ κυρίῳ ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληθῆναι εἰς τὴν κάμινον καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον
王吩咐把他們扔在窯中的時候,哈拿尼雅、亞撒利雅和米沙利就這樣禱告,向主歌頌。 他們在火燄中往來行走,歌頌神,稱頌主。
Thus, then, Ananias and Azarias and Misael prayed and sang hymns to the Lord, when the king had ordered them to be thrown into the furnace. And they walked about in the midst of the flame, singing hymns to God and blessing the Lord.
3:25
στὰς δὲ Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἅμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρὶ ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν Χαλδαίων σφόδρα καὶ εἶπαν καὶ συστὰς Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν
亞撒利雅就站住這樣禱告;他開口,在火中與他的同伴一同向主認罪—那時迦勒底人正在底下把窯燒得極熱—他們說: 亞撒利雅就站起來這樣禱告;他在火中開口說:
Then Azarias stood and prayed thus, and opening his mouth he made confession to the Lord together with his companions, in the midst of the fire, while the Chaldeans were stoking the furnace beneath exceedingly; and they said: And Azarias stood up and prayed thus, and opening his mouth in the midst of the fire he said:
3:26
εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετός καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας
「主啊,我們列祖的神,你是當受稱頌的;你的名是當受讚美、當得榮耀的,直到萬代。 「主啊,我們列祖的神,你是當受稱頌的、當受讚美的;你的名是當得榮耀的,直到萬代。
'Blessed are you, O Lord, the God of our fathers, and praiseworthy and glorified is your name for ever. 'Blessed are you, O Lord, the God of our fathers, and praiseworthy are you; and glorified is your name for ever.
3:27
ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ αἱ ὁδοί σου εὐθεῖαι καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ εὐθεῖαι αἱ ὁδοί σου καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια
因為在你向我們所行的一切事上,你都是公義的;你一切的作為都是真實的,你的道路都是正直的,你一切的審判都是真實的。 因為在你向我們所行的一切事上,你都是公義的;你一切的作為都是真實的,你的道路都是正直的,你一切的審判都是真理。
For you are righteous in all that you have done to us, and all your works are true, and your ways are straight, and all your judgements are true. For you are righteous in all that you have done to us, and all your works are true, and straight are your ways, and all your judgements are truth.
3:28
καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερουσαλημ διότι ἐν ἀληθείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερουσαλημ ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν
你按真實施行審判,照你所降與我們、並降與你的聖城—我們列祖之城耶路撒冷—的一切事;因為你是憑真實和公義行了這一切,是因我們的罪。 你按真實施行審判,照你所降與我們、並降與那聖城—我們列祖之城耶路撒冷—的一切事;因為你是憑真實和公義降下這一切,是因我們的罪。
And you have executed true judgements in all that you have brought upon us and upon your holy city, the city of our fathers, Ierousalem; because in truth and in judgement you have done all these things on account of our sins. And you have executed true judgements in all that you have brought upon us and upon the holy city, the city of our fathers, Ierousalem; because in truth and in judgement you have brought all these things on account of our sins.
3:29
ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσιν καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν
因為我們在一切事上犯了罪,行了不法的事,離棄了你;我們在一切事上大大地犯罪,也不聽從你律法的誡命。 因為我們犯了罪,行了不法的事,離棄了你;我們在一切事上大大地犯罪,也不聽從你的誡命。
For we have sinned in all things and acted lawlessly in turning away from you, and we have gone utterly astray in all things, and we have not obeyed the commandments of your law. For we have sinned and acted lawlessly in turning away from you, and we have gone utterly astray in all things, and we have not listened to your commandments.
3:30
οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται
我們沒有遵守,也沒有照你所吩咐我們的去行,使我們得以亨通。 我們沒有遵守,也沒有照你所吩咐我們的去行,使我們得以亨通。
Neither did we keep them nor did we do as you commanded us, that it might go well with us. Neither did we keep them nor did we do as you commanded us, that it might go well with us.
3:31
καὶ νῦν πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας καὶ πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας
現今你所降與我們的一切,和你向我們所行的一切,都是按真實的審判行的。 你所降與我們的一切,和你向我們所行的一切,都是按真實的審判行的。
And now, all that you have brought upon us and all that you have done to us, you have done in true judgement. And all that you have brought upon us and all that you have done to us, you have done in true judgement.
3:32
καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἡμῶν ἀνόμων καὶ ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν
你把我們交在我們仇敵的手中,就是不法的、最可恨的背道者,又交給一個不義的王,是全地上最邪惡的。 你把我們交在仇敵的手中,就是不法的、最可恨的背道者,又交給一個不義的王,是全地上最邪惡的。
And you have handed us over into the hands of our enemies, lawless and most hateful rebels, and to an unjust king, the most wicked in all the earth. And you have handed us over into the hands of enemies, lawless, most hateful rebels, and to an unjust king, the most wicked in all the earth.
3:33
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε
現在我們不能開口;羞愧和凌辱已臨到你的僕人和敬畏你之人的身上。 現在我們不能開口;羞愧和凌辱已臨到你的僕人和敬畏你之人的身上。
And now we cannot open our mouth; shame and reproach have come upon your servants and upon those who revere you. And now we cannot open our mouth; shame and reproach have come upon your servants and upon those who revere you.
3:34
μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην μὴ δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου
求你為你名的緣故,不要把我們完全撇棄,也不要廢掉你的約。 求你為你名的緣故,斷不要把我們完全撇棄,也不要廢掉你的約。
Do not hand us over utterly, for the sake of your name, and do not annul your covenant. Do not, we pray, hand us over utterly, for the sake of your name, and do not annul your covenant.
3:35
καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν διὰ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν δῑ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου
求你不要使你的憐憫離開我們;這是為你所愛的亞伯拉罕、你的僕人以撒,和你的聖者以色列的緣故, 求你不要使你的憐憫離開我們;這是為你所愛的亞伯拉罕、你的僕人以撒,和你的聖者以色列的緣故,
And do not withdraw your mercy from us, for the sake of Abraam your beloved, and for the sake of Isaak your servant, and Israel your holy one, And do not withdraw your mercy from us, for the sake of Abraam your beloved, and for the sake of Isaak your servant, and Israel your holy one,
3:36
ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης
正如你向他們說過的,你曾說要使他們的後裔增多,如同天上的星,如同海邊的沙。 你曾向他們說話,說要使他們的後裔增多,如同天上的星,如同海邊的沙。
as you spoke to them, saying that you would multiply their seed like the stars of heaven and like the sand that is beside the shore of the sea. to whom you spoke, saying that you would multiply their seed like the stars of heaven and like the sand that is beside the shore of the sea.
3:37
ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν
主宰啊,因我們的罪,我們比萬民都微小,今日在全地上都是卑微的。 主宰啊,因我們的罪,我們比萬民都微小,今日在全地上都是卑微的。
For, O Master, we have been made least among all the nations, and we are humbled in all the earth this day because of our sins. For, O Master, we have been made least among all the nations, and we are humbled in all the earth this day because of our sins.
3:38
καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐ τόπος τοῦ καρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος
在這時候沒有首領,沒有先知,也沒有領袖,沒有燔祭,沒有祭物,沒有供物,沒有香,也沒有地方可以在你面前獻上而尋得憐憫。
And at this time there is no ruler, nor prophet, nor leader, nor whole burnt offering, nor sacrifice, nor oblation, nor incense, nor any place to make an offering before you and to find mercy.
3:39
ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων
但願我們以破碎的魂和降卑的靈蒙你悅納,如同獻上公綿羊和公牛的燔祭,又如同獻上萬萬肥羊羔。
But with a broken soul and a humbled spirit may we be accepted, as with whole burnt offerings of rams and bulls, and as with tens of thousands of fat lambs.
3:40
οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί καὶ τελειώσαι ὄπισθέν σου οὕτως γενέσθω θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί
願我們的祭物今日這樣擺在你面前,並在你身後施行贖罪,因為信靠你的人並不蒙羞;也願它在你身後得以完成。 願我們的祭物今日這樣擺在你面前,並在你身後得以成就,因為信靠你的人必不蒙羞。
So let our sacrifice be before you today, and make atonement behind you, for there is no shame for those who trust in you; and let it be brought to completion behind you. So let our sacrifice be before you today, and let it be accomplished behind you, for there shall be no shame for those who trust in you.
3:41
καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνῃς ἡμᾶς καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνῃς ἡμᾶς
現在我們全心跟從你,敬畏你,尋求你的面;求你不要叫我們蒙羞。
And now we follow after you with a whole heart, and we fear you and seek your face; do not put us to shame.
3:42
ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
求你照你的寬厚待我們,照你豐盛的憐憫待我們。
But deal with us according to your clemency and according to the abundance of your mercy.
3:43
καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου κύριε καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου κύριε
求你照你奇妙的作為搭救我們,主啊,求你將榮耀歸給你的名。
And deliver us according to your wonders, and give glory to your name, O Lord.
3:44
καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη
願一切向你僕人行惡的都受羞辱,願他們從一切權勢上蒙羞,他們的力量也被折斷。
And may all who show forth evils to your servants be put to confusion, and may they be shamed out of all dominion, and may their strength be crushed.
3:45
γνώτωσαν ὅτι σὺ εἶ μόνος κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην γνώτωσαν ὅτι σὺ εἶ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην
願他們知道惟獨你是主神,是在全地上有榮耀的。
Let them know that you alone are Lord God, and glorious over the whole inhabited world.
3:46
καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον καὶ ἡ κάμινος ἦν διάπυρος κατὰ τὴν θερμασίαν αὐτῆς ἑπταπλασίως καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτῶν νάφθαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα καὶ οὐ διέλειπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα
王的僕役把他們扔下去之後,仍不停地燒那窯;他們把那三個人一次扔進窯裡的時候,窯按它的熱度燒得通紅七倍;他們扔他們下去的時候,扔的人在他們上頭,另有人在他們底下燒著石腦油、麻屑、瀝青和柴枝。 王的僕役把他們扔下去之後,仍不停地用石腦油、瀝青、麻屑和柴枝燒那窯。
And the king's attendants who cast them in did not cease stoking the furnace; and when they had cast the three in all at once into the furnace, the furnace was red-hot at sevenfold its heat; and when they cast them in, those who cast them in were above them, while others kindled beneath them naphtha and tow and pitch and brushwood. And the king's attendants who had cast them in did not cease stoking the furnace with naphtha and pitch and tow and brushwood.
3:47
καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα
火焰從窯上噴散開來,高達四十九肘。
And the flame poured out above the furnace to a height of forty-nine cubits.
3:48
καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων
火竄了出去,把窯四圍所遇見的迦勒底人燒著了。
And it broke out and set on fire those of the Chaldeans whom it found around the furnace.
3:49
ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου ὁ δὲ ἄγγελος κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξεν τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου
主的使者卻與亞撒利雅和他的同伴一同下到窯裡,把火焰從窯中抖了出去,
But an angel of the Lord came down into the furnace together with Azariah and his companions, and shook the flame of the fire out of the furnace,
3:50
καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡσεὶ πνεῦμα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς καὶ ἐποίησεν τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς
使窯中如同有露水的風颼颼吹過;火全然沒有挨著他們,也沒有傷害他們,沒有攪擾他們。
and made the midst of the furnace like a whistling wind of dew; and the fire did not touch them at all, and did not hurt them nor trouble them.
3:51
ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες
那三個人就接口如同出於一口,在窯中歌頌、榮耀、稱頌並高舉神,說: 那時,那三個人如同出於一口,在窯中歌頌、榮耀、稱頌神,說:
Then the three took it up as from one mouth, and sang hymns and glorified and blessed and exalted God in the furnace, saying: Then the three, as from one mouth, sang hymns and glorified and blessed God in the furnace, saying:
3:52
εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς αἰῶνας εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας
主,我們列祖的神啊,你是當受稱頌的,是當受讚美、被高舉直到永遠的;你榮耀的聖名是當受稱頌的,是極當受讚美、極當被高舉,直到萬世永遠。
Blessed are you, O Lord, God of our fathers, and praiseworthy and highly exalted unto the ages; and blessed is the holy name of your glory, and exceedingly praiseworthy and exceedingly exalted unto all the ages.
3:53
εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας
你在你聖潔榮耀的殿中是當受稱頌的,是極當受歌頌、極其榮耀的,直到永遠。
Blessed are you in the temple of your holy glory, and exceedingly to be hymned and exceedingly glorious unto the ages.
3:54
εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας
你在你國度的寶座上是當受稱頌的,是當受歌頌、被高舉的,直到永遠。
Blessed are you upon the throne of your kingdom, and to be hymned and highly exalted unto the ages.
3:55
εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιμ καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας
你這觀看深淵、坐在基路伯之上的,是當受稱頌的,是當受讚美、得著榮耀的,直到永遠。
Blessed are you who behold the depths, seated upon the cherubim, and praiseworthy and glorified unto the ages.
3:56
εὐλογητὸς εἶ ἐν τῷ στερεώματι καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας
你在穹蒼之中是當受稱頌的,是當受歌頌、得著榮耀的,直到永遠。
Blessed are you in the firmament, and to be hymned and glorified unto the ages.
3:57
εὐλογεῖτε πάντα τὰ ἔργα τοῦ κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
主的一切工作啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, all you works of the Lord; sing hymns to him and highly exalt him unto the ages.
3:58
εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
主的眾使者啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you angels of the Lord; sing hymns to him and highly exalt him unto the ages.
3:59
εὐλογεῖτε οὐρανοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε οὐρανοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
諸天啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you heavens; sing hymns to him and highly exalt him unto the ages.
3:60
εὐλογεῖτε ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
天以上的眾水啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, all you waters above the heaven; sing hymns to him and highly exalt him unto the ages.
3:61
εὐλογεῖτε πᾶσαι αἱ δυνάμεις κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πᾶσαι αἱ δυνάμεις τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
主的諸般大能啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, all you powers of the Lord; sing hymns to him and highly exalt him unto the ages.
3:62
εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
日頭和月亮啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, sun and moon; sing hymns to him and highly exalt him unto the ages.
3:63
εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
天上的眾星啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you stars of heaven; sing hymns to him and highly exalt him unto the ages.
3:64
εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
一切甘霖和露水啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, every shower and dew; sing hymns to him and highly exalt him unto the ages.
3:65
εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
一切的風啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, all you winds; sing hymns to him and highly exalt him unto the ages.
3:66
εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
火和熱氣啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, fire and heat; sing hymns to him and highly exalt him unto the ages.
3:67
εὐλογεῖτε ῥῖγος καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ψῦχος καὶ καύσων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
寒顫和冷氣啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。 冷氣和炎熱啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, chill and cold; sing hymns to him and highly exalt him unto the ages. Bless the Lord, cold and scorching heat; sing hymns to him and highly exalt him unto the ages.
3:68
εὐλογεῖτε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
露水和降雪啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you dews and snowfalls; sing hymns to him and highly exalt him unto the ages.
3:69
εὐλογεῖτε πάγοι καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πάγος καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
冰霜和寒冷啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you frosts and cold; sing hymns to him and highly exalt him unto the ages.
3:70
εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
白霜和雪啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you hoarfrosts and snows; sing hymns to him and highly exalt him unto the ages.
3:71
εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
黑夜和白晝啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you nights and days; sing hymns to him and highly exalt him unto the ages.
3:72
εὐλογεῖτε φῶς καὶ σκότος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε φῶς καὶ σκότος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
光和暗啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, light and darkness; sing hymns to him and highly exalt him unto the ages.
3:73
εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
閃電和雲彩啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you lightnings and clouds; sing hymns to him and highly exalt him unto the ages.
3:74
εὐλογείτω ἡ γῆ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογείτω ἡ γῆ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας
願地稱頌主,歌頌他,高舉他,直到永遠。
Let the earth bless the Lord; let it sing hymns to him and highly exalt him unto the ages.
3:75
εὐλογεῖτε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
大山和小山啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you mountains and hills; sing hymns to him and highly exalt him unto the ages.
3:76
εὐλογεῖτε πάντα τὰ φυόμενα ἐπὶ τῆς γῆς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῇ γῇ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
地上一切生長之物啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, all you things that grow upon the earth; sing hymns to him and highly exalt him unto the ages.
3:77
εὐλογεῖτε αἱ πηγαί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε αἱ πηγαί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
眾泉源啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you springs; sing hymns to him and highly exalt him unto the ages.
3:78
εὐλογεῖτε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
海洋和江河啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you seas and rivers; sing hymns to him and highly exalt him unto the ages.
3:79
εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
海中的大魚和水裡一切游動的啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you sea monsters and all that move in the waters; sing hymns to him and highly exalt him unto the ages.
3:80
εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
空中一切的飛鳥啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, all you birds of heaven; sing hymns to him and highly exalt him unto the ages.
3:81
εὐλογεῖτε τετράποδα καὶ θηρία τῆς γῆς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πάντα τὰ θηρία καὶ τὰ κτήνη τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
四足的走獸和地上的野獸啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。 一切野獸和牲畜啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you four-footed beasts and wild animals of the earth; sing hymns to him and highly exalt him unto the ages. Bless the Lord, all you wild beasts and cattle; sing hymns to him and highly exalt him unto the ages.
3:82
εὐλογεῖτε οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
世人的子孫啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you sons of men; sing hymns to him and highly exalt him unto the ages.
3:83
εὐλογεῖτε Ισραηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε Ισραηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
以色列啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, O Israel; sing hymns to him and highly exalt him unto the ages.
3:84
εὐλογεῖτε ἱερεῖς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ἱερεῖς κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
眾祭司啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you priests; sing hymns to him and highly exalt him unto the ages.
3:85
εὐλογεῖτε δοῦλοι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε δοῦλοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
眾僕人啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you servants; sing hymns to him and highly exalt him unto the ages.
3:86
εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
義人的靈和魂啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you spirits and souls of the righteous; sing hymns to him and highly exalt him unto the ages.
3:87
εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
虔誠人和心裡謙卑的人啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠。
Bless the Lord, you holy and humble in heart; sing hymns to him and highly exalt him unto the ages.
3:88
εὐλογεῖτε Ανανια Αζαρια Μισαηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς εὐλογεῖτε Ανανια Αζαρια Μισαηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾅδου καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς
哈拿尼雅、亞撒利雅、米沙利啊,你們要稱頌主,歌頌他,高舉他,直到永遠;因為他把我們從陰間領出來,從死亡的手中拯救我們,從燒著的火焰中間搭救我們,又從火裡把我們贖回來。
Bless the Lord, O Hananiah, Azariah, Mishael; sing hymns to him and highly exalt him unto the ages; for he has taken us out of Hades and saved us from the hand of death, and rescued us from the midst of the burning flame, and redeemed us out of the fire.
3:89
ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
你們要稱謝主,因他本為善,因他的憐憫存到永遠。
Give thanks to the Lord, for he is good, for his mercy endures unto the age.
3:90
εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν θεὸν τῶν θεῶν ὑμνεῖτε καὶ ἐξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον τὸν θεὸν τῶν θεῶν ὑμνεῖτε καὶ ἐξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
一切敬畏萬神之神的人哪,你們都要稱頌他,要歌頌,要稱謝,因他的憐憫存到永遠,直到萬世萬代。
Bless him, all you who revere the God of gods; sing hymns and give thanks, for his mercy endures unto the age, and unto the age of ages.
3:91
καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐθεώρει αὐτοὺς ζῶντας τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐθαύμασε καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους καὶ εἶπαν τῷ βασιλεῖ ἀληθῶς βασιλεῦ
王聽見他們歌頌的時候,站著觀看他們還活著;那時尼布甲尼撒王就希奇,急忙起來,對他的朋友們說: 尼布甲尼撒聽見他們歌頌,就希奇,急忙起身,對他的大臣說:「我們捆起來扔在火中的不是三個人麼?」他們對王說:「王啊,的確如此。」
And it came to pass, when the king heard them singing hymns, that he stood and watched them alive; then Nebuchadnezzar the king marvelled and rose up in haste and said to his friends: And Nebuchadnezzar heard them singing hymns, and he marvelled and rose up in haste and said to his nobles, “Did we not cast three men bound into the midst of the fire?” And they said to the king, “Truly, O king.”
3:92
ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοῖς καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου θεοῦ καὶ εἶπεν ὁ βασιλεύς ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ
「看哪,我見有四個人鬆了綁,在火中行走,他們身上毫無損壞,那第四個的樣貌好像神的使者。」 王又說:「看哪,我見有四個人鬆了綁,在火中間行走,他們身上沒有損壞,那第四個的樣貌像神的兒子。」
“Behold, I see four men unbound, walking about in the fire, and no destruction has come upon them, and the appearance of the fourth is the likeness of an angel of God.” And the king said, “Behold, I see four men unbound and walking about in the midst of the fire, and there is no corruption in them, and the appearance of the fourth is like a son of God.”
3:93
καὶ προσελθὼν ὁ βασιλεὺς πρὸς τὴν θύραν τῆς καμίνου τῆς καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδραχ Μισαχ Αβδεναγω οἱ παῖδες τοῦ θεοῦ τῶν θεῶν τοῦ ὑψίστου ἐξέλθετε ἐκ τοῦ πυρός οὕτως οὖν ἐξῆλθον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός τότε προσῆλθεν Ναβουχοδονοσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδραχ Μισαχ Αβδεναγω οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου ἐξέλθετε καὶ δεῦτε καὶ ἐξῆλθον Σεδραχ Μισαχ Αβδεναγω ἐκ μέσου τοῦ πυρός
王就走到那被火燒著的窯門前,指名叫他們:「沙得拉、米煞、亞伯尼歌,至高萬神之神的僕人哪,你們從火裡出來吧!」於是那些人就從火中間出來了。 那時尼布甲尼撒走到那燒著之火窯的門前,說:「沙得拉、米煞、亞伯尼歌,至高神的僕人哪,你們出來,到這裡來吧!」沙得拉、米煞、亞伯尼歌就從火中間出來了。
And the king came to the door of the furnace burning with fire and called them by name: “Shadrach, Meshach, Abednego, servants of the God of gods, the Most High, come out of the fire!” So then the men came out of the midst of the fire. Then Nebuchadnezzar came to the door of the furnace of burning fire and said, “Shadrach, Meshach, Abednego, servants of the Most High God, come out and come here!” And Shadrach, Meshach and Abednego came out of the midst of the fire.
3:94
καὶ συνήχθησαν οἱ ὕπατοι τοπάρχαι καὶ ἀρχιπατριῶται καὶ οἱ φίλοι τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἀνθρώπους ἐκείνους ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθησαν οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς
執政官、地方官、族長和王的朋友們都聚集,觀看那些人,見火沒有挨著他們的身體,他們的頭髮沒有燒焦,他們的褲子也沒有變樣,身上也沒有火的氣味。 眾總督、將軍、地方官和王的權貴都聚集,觀看那些人,見火沒有轄制他們的身體,他們頭上的髮沒有燒焦,他們的褲子也沒有變樣,身上也沒有火的氣味。
And the consuls, the district rulers and the heads of the clans and the king's friends were gathered together, and they observed those men, that the fire had not touched their body, and their hair was not burned up, and their trousers were not altered, nor was there any smell of fire upon them. And the satraps and the commanders and the district rulers and the king's magnates gather together, and they observed the men, that the fire had not mastered their body, and the hair of their head was not singed, and their trousers were not altered, and there was no smell of fire upon them.
3:95
ὑπολαβὼν δὲ Ναβουχοδονοσορ ὁ βασιλεὺς εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σεδραχ Μισαχ Αβδεναγω ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἔσωσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐλπίσαντας ἐπ’ αὐτόν τὴν γὰρ προσταγὴν τοῦ βασιλέως ἠθέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς ἐμπυρισμόν ἵνα μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι θεῷ ἑτέρῳ ἀλλ’ ἢ τῷ θεῷ αὐτῶν καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἶπεν εὐλογητὸς ὁ θεὸς τοῦ Σεδραχ Μισαχ Αβδεναγω ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ’ ἢ τῷ θεῷ αὐτῶν
尼布甲尼撒王就接著說:「沙得拉、米煞、亞伯尼歌的神—主是當受稱頌的!他差遣他的使者,拯救那些仰望他的僕人。他們違棄王的命令,捨了自己的身體去受火焚,為要不事奉別神,也不向別神下拜,只事奉他們自己的神。」 尼布甲尼撒回答說:「沙得拉、米煞、亞伯尼歌的神是當受稱頌的!他差遣他的使者,救出他的僕人,因為他們倚靠他。他們違改王的話,捨了自己的身體去投火,為要不事奉任何神,也不向任何神下拜,只事奉他們自己的神。」
Then Nebuchadnezzar the king answered and said, “Blessed is the Lord God of Shadrach, Meshach and Abednego, who sent his angel and saved his servants who hoped in him; for they set aside the king's command and gave over their bodies to the burning, so that they might not serve nor do obeisance to any other god but their own God.” And Nebuchadnezzar answered and said, “Blessed is the God of Shadrach, Meshach and Abednego, who sent his angel and delivered his servants, because they trusted in him; and they altered the king's word and gave over their bodies to the fire, so that they might not serve nor do obeisance to any god but their own God.”
3:96
καὶ νῦν ἐγὼ κρίνω ἵνα πᾶν ἔθνος καὶ πᾶσαι φυλαὶ καὶ πᾶσαι γλῶσσαι ὃς ἂν βλασφημήσῃ εἰς τὸν κύριον τὸν θεὸν Σεδραχ Μισαχ Αβδεναγω διαμελισθήσεται καὶ ἡ οἰκία αὐτοῦ δημευθήσεται διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως καὶ ἐγὼ ἐκτίθεμαι δόγμα πᾶς λαός φυλή γλῶσσα ἣ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδραχ Μισαχ Αβδεναγω εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως
「現在我判定:各國、各族、各方言中,凡毀謗沙得拉、米煞、亞伯尼歌之神—主的,必被肢解,他的家必被充公;因為沒有別神能這樣施行拯救。」 「我也頒下諭旨:各民、各族、各方言中,凡出言毀謗沙得拉、米煞、亞伯尼歌之神的,必歸於滅亡,他們的家必被搶奪;因為沒有別神能這樣施行搭救。」
“And now I decree that among every nation and all tribes and all tongues, whoever blasphemes against the Lord, the God of Shadrach, Meshach and Abednego, shall be dismembered, and his house shall be confiscated; for there is no other god who will be able to deliver in this way.” “And I set forth a decree: every people, tribe and tongue that utters blasphemy against the God of Shadrach, Meshach and Abednego shall be given over to destruction, and their houses to plunder; for there is no other god who will be able to rescue in this way.”
3:97
οὕτως οὖν ὁ βασιλεὺς τῷ Σεδραχ Μισαχ Αβδεναγω ἐξουσίαν δοὺς ἐφ’ ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας τότε ὁ βασιλεὺς κατεύθυνεν τὸν Σεδραχ Μισαχ Αβδεναγω ἐν τῇ χώρᾳ Βαβυλῶνος καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ιουδαίων τῶν ὄντων ἐν τῇ βασιλείᾳ αὐτοῦ
於是王把全省的權柄賜給沙得拉、米煞、亞伯尼歌,立他們作首領。 那時王使沙得拉、米煞、亞伯尼歌在巴比倫省亨通,又看他們配作在他國中一切猶大人的領袖。
So then the king, having given Shadrach, Meshach and Abednego authority over the whole province, appointed them rulers. Then the king prospered Shadrach, Meshach and Abednego in the province of Babylon, and counted them worthy to lead all the Jews who were in his kingdom.
← 第 2 章第 4 章 →
123456789101112

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。