📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 1 章 第 3/5 段

希臘文原文.71 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:6.10–1:7.4(全章共 277 節)

第 2 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:6.10
αὐτίκα τῷ Αβραὰμ διὰ τῆς εἰς τὸν τῶν ὅλων θεὸν πίστεως τὰ τῆς δικαιοσύνης κατωρθῶσθαι μεμαρτύρηται ὑπ αὐτοῦ Μώσεως λέγοντος ἐπίστευσε δὲ Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνγν
摩西自己就見證亞伯拉罕是藉著對萬有之神的信,成就了公義,說:「亞伯拉罕信神,這就算為他的義。」
Straightaway, Abraham is attested by Moses himself as having accomplished righteousness through faith in the God of all, in the words: ‘And Abraham believed God, and it was reckoned to him for righteousness.’
1:6.11
ὅτι δὲ μετὰ τὴν δικαιοσύνης κατόρθωσιν καὶ μετὰ τὴν έπ΄ εὐσεβείᾳ μαρτυρίαν τὸ τῆς περιτομῆς εἴληφε σημεῖον, μηδὲν πρὸς εὐσεβείας δικαίωσιν αὐτῷ τουτὶ συνεβάλλετο, σαφῶς ὁ λόγος παρίστησιν. εὕροις δ ἂν καὶ τὸν Ιωσὴφ πρὸ τῶν Μώσεως χρόνων ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἀπαραφυλάκτως, ἀλλ οὐκ Ιουδαϊκῶς ἀχθέντα
至於他是在成就了公義、又蒙見證虔敬之後,才領受割禮的記號,這割禮對他因虔敬而得的稱義毫無貢獻,經文清楚表明了這一點。你也會發現,約瑟在摩西之前的時代,在埃及的王宮中,是不加避忌地被撫養長大,而非按猶太人的方式。
That it was after the accomplishment of righteousness and after the testimony to his piety that he received the sign of circumcision, and that this contributed nothing to his justification through piety, the text clearly shows. You would also find that Joseph, before the times of Moses, was brought up in the royal courts of the Egyptians without observance, and not in the Jewish manner.
1:6.12
εἰ δὲ θέλεις, καὶ τὸν κορυφαῖον αὐτὸν καὶ νομοθέτην τοῦ Ἰουδαίων ἔθνους Μωσἐα γνοίης ἂν ἐξ ἔτι νηπίας ἡλικίας παρὰ τῇ τοῦ Αἰγυπτίου βασιλέως θυγατρὶ τὰς διατριβὰς πεποιημένον, τροφῆς τε τῆς Αἰγυπτίας ἀπαρατηρήτως μετειληχότα
若你願意,你甚至也可以知道,摩西自己——猶太民族的首領與立法者——從嬰孩時期起,就是在埃及王的女兒身邊度日,並不加避忌地吃埃及的食物。
And if you wish, you may also know that Moses himself, the very chief and lawgiver of the nation of the Jews, from his infant years, spent his life with the daughter of the king of Egypt, and partook of Egyptian food without observance.
1:6.13
τί δεῖ λέγειν τὸν τρισμακάριον Ιὼβ, τὸν ἀληθῆ ἄνθρωπον ἐκεῖνον, τὸν ἄμεμπτον, τὸν δίκαιον, τὸν θεοσεβῆ, τῆς εἰς ἄκρον εὐσεβείας αὐτῶ καὶ δικαιοπραγίας τίς ἄρα αἰτία ἦν, μή τί γε τὰ Μώσεως παραγγέλματα; οὐδαμῶς. ἀλλὰ σαββάτου ἡμέρας ἐπιτήρησις ἦν, ἤ τινος ἄλλης Ἰουδαϊκῆς ἐθελθρησκείας φυλακή; πόθεν, πρεσβυτέρῳ τοῖς χρόνοις Μώσεως καὶ τῆς κατ αὐτὸν νομοθεσίας γενομένῳ; ὁ μὲν γὰρ Μώσης ἕβδομος ἐξ Αβραὰμ γενεαλογεῖται, οὑτοσὶ δὲ πέμπτος, δυσὶ προτέραις τὸν Μωσέα γενεαῖς προάγων
何須再多說那三重蒙福的約伯——那位真實無偽、無可指摘、公義、敬畏神的人呢?他那達至極致的虔敬與公義行為,究竟是出於什麼緣故呢?難道是摩西的訓誡嗎?絕非如此。難道是遵守安息日,或某種其他自定的猶太崇拜方式嗎?從何而來?他在年代上比摩西及其律法還要更早出現呢!因為摩西按家譜算來是亞伯拉罕之後第七代,而這人則是第五代,比摩西早了兩個世代。
What need is there to speak of the thrice-blessed Job, that true man, the blameless, the righteous, the God-fearing? What, then, was the cause of his piety and righteous conduct carried to the highest degree — surely not the precepts of Moses? By no means. But was it the observance of the sabbath day, or the keeping of some other self-chosen Jewish worship? How could it be, seeing he lived earlier in time than Moses and the legislation given through him? For Moses is reckoned in genealogy as seventh from Abraham, but this man as fifth, preceding Moses by two generations.
1:6.14
θέα δ οὖν καὶ τούτου τὸν βίον, Μώσεως μὲν τῆς νομοθεσίας οὐδὲν ἐπαγόμενον, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας οὐκ ἀλλότριον. λέγει δ οὖν αὐτὸς τὸν ἑαυτοῦ διεξιὼν βίον ἐν τῇ πρὸς τοὺς ἑταίρους ἀπολογίᾳ διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα. στόμα δὲ χήρας με εὐλόγησεν, δικαιοσύνην δὲ ἐνεδεδύκειν. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι, ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων
你且看他的生活方式,並未帶有絲毫摩西的律法,卻與我們救主的福音教訓並不陌生。他自己在向友人所作的申辯中,如此描述自己的生活,說:「因為我搭救了受欺壓者脫離強暴人的手,我又幫助無人扶助的孤兒。寡婦的口為我祝福,我以公義為衣穿上;我以公平當作外袍和冠冕。我為瞎子的眼,瘸子的腳。我是窮乏人的父。」
Consider, then, also his manner of life — bringing with it nothing of the legislation of Moses, but not foreign to the gospel teaching of our Savior. He himself, then, describing his own life in his defense before his companions, says: ‘For I delivered the poor out of the hand of the oppressor, and I helped the orphan who had no helper. The mouth of the widow blessed me, and I had put on righteousness; and I had clothed myself with judgment as with a robe, like a double cloak. I was eyes to the blind, and feet to the lame; I was father of the helpless.’
1:6.15
Αὐτὰ δὴ ταῦτα ἄντικρυς τὰ πᾶσιν ἡμῖν διὰ τῆς εὐαγγελικἡς διδασκαλίας μαθήματα κηρυττόμενα. ἀλλὰ καὶ ὡς εἰδὼς εὖ μάλα τὸ κλαίειν μετὰ κλαιόωτων, καὶ τὸ μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ τὸ εἰ πάσχει ἕν μέλος, συμπάσχει πάντα τὰ μέλη ἐν τοῖς τῆς εὐαγγελικῆς διδασκαλίας μαθήμασιν περιεχόμενα, τὸ πρὸς τοὺς ἐν τῷ βίῳ ταλαιπωρουμένους φιλάνθρωπον ἐπεδείκνυε, λέγων ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις
這些話正是藉福音教訓向我們眾人所宣告的教義。而他也彷彿深知「與哀哭的人同哭」,以及「哀哭的人有福了,因為他們將要喜笑」,又知道「若一個肢體受苦,所有的肢體就一同受苦」這些包含在福音教訓中的教訓,向那些在世上受苦難的人顯出他仁愛的心,說:「我為一切無助的人哭泣,看見人在患難中,我就歎息。」
These very things are plainly the teachings proclaimed to us all through the gospel instruction. But he also, as one who knew full well the precept ‘to weep with those who weep,’ and ‘Blessed are they that weep, for they shall laugh,’ and ‘if one member suffers, all the members suffer with it’ — teachings contained in the gospel instruction — showed forth his love of mankind toward those who suffered hardship in life, saying: ‘But I wept over every helpless man; I groaned when I saw a man in distress.’
1:6.16
Εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας τοὺς ἀσέμνους ἀπαγορευούσης γέλωτ ἃς, προλαβὼν ὁ μακάριός φησιν εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἕσταμαι δὲ ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου
接著,既然福音教訓禁止不莊重的嬉笑,這位有福之人便預先說:「我若與戲笑虛謊的人同行,我的腳若急於行詭詐——但我站在公正的天平上,主知道我的純全。」
Then again, since the gospel teaching forbids unseemly laughter, the blessed man, anticipating this, says: ‘If I have walked with mockers, or if my foot has hastened to deceit — but I stand in a just balance, and the Lord knows my innocence.’
1:6.17
Επειδὴ δὲ ὁ παρὰ Μωσεῖ λόγος νομοθετεῖ λέγων οὐ μοιχεύσεις, θάνατόν τε κατὰ μοιχῶν ἐπιψηφίζεται, ὁ δὲ τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νόμον ἐπιτείνων φησὶν ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ τὴν ἀρχὴν ἐπιθυμεῖν
既然摩西所頒的話律法規定說「不可姦淫」,並對犯姦淫者判定死刑;而福音教訓則加強了這律法,說:「古人有話說:不可姦淫;只是我告訴你們,連根本不可存慾念都不可。」——
Since, then, the word in Moses legislates, saying, ‘You shall not commit adultery,’ and decrees death against adulterers, while the gospel teaching, intensifying the law, says, ‘It was said to the ancients, You shall not commit adultery; but I say to you, not even to desire it at all’ —
1:6.18
σκέψασθε καλῶς τὸν περὶ οὑ νῦν ὁ λόγος, ὃς κατὰ τὸ Χριστοῦ βιοὺς εὐαγγέλιον καὶ τὸ μετ ἐπιθυμίας ἀκολαστότερον ἐμβλέπειν παρεφυλάττετο, ἐφ ᾧ καὶ ἐσεμνύνετο λέγων εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου
請仔細思量我們現在所論之人,他早已按照基督的福音生活,謹守自己,甚至不敢帶著慾念放縱地觀看,並以此自誇,說:「我的心若隨從我的眼、貪戀別人的妻子……」
consider well the man of whom our discourse now treats, who, living according to the gospel of Christ, guarded himself even against the more licentious gazing that comes with desire, and prided himself on this, saying: ‘If my heart followed after my eye toward another man’s wife…’
1:6.19
Καὶ τὸν λογισμὸν ἀποδίδωσιν ἐξῆς ἐπάγων θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ ἃν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν
接著他又說明其中的道理,補充說:「因為丈夫的忿怒是不可遏止的,若玷污了別人的妻子;那是四處燃燒的火,無論進到哪裡,都必連根毀滅。」
And he next gives the reasoning, adding: ‘For the wrath of a man is uncontrollable, to defile another man’s wife; for it is a fire burning on every side, and wherever it enters, it destroys utterly from the roots.’
1:6.20
Αλλὰ καὶ τὸ τοῦ τρόπου ἀδωροδόκητον παρίστησιν ὧδε εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς
他又如此顯明自己品格不受賄賂:「我若以手接受賄賂,情願我所種的,讓別人來吃;情願我在地上被連根拔除。」
But he also shows the incorruptibility of his character thus: ‘And if I have taken hold of gifts with my hands, then let me sow, and let others eat, and let me be rooted out upon the earth.’
1:6.21
Ὃπως δὲ καὶ τοῖς οἰκείοις προσεφέρετο μαθεῖν ἔστιν ἀφ ὧν διδάσκει φάσκων εἰ δὴ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς ἐμέ
至於他如何對待自己家中的僕人,可從他所教導的話中得知,他說:「我的僕人或婢女與我爭論的時候,我若輕視他們的判詞……」
And how he behaved toward his own household one may learn from what he teaches, saying: ‘If I have despised the judgment of my manservant or my maidservant, when they contended with me…’
1:6.22
Καὶ πάλιν τὸν λογισμὸν ἀποδίδωσι τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ θεός; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν σαρκὶ, οὕτως κἀκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ
他又說明其中的道理:「因為主若鑒察我,我當怎樣行呢?他們豈不也和我一樣是在肉身中造成的嗎?我們豈不是在同一個子宮裡形成的嗎?」
And again he gives the reasoning: ‘For what shall I do if the Lord makes inquiry of me? Were not they made in the flesh just as I was made? And we were made in the same womb.’
1:6.23
Τούτοις ἐπιλέγει χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα, εἰ δὲ καὶ εἶδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα
接著他又說:「我沒有使寡婦的眼睛失望;我若獨自吃自己的飯食,沒有分給孤兒;我若見人赤身將亡,卻沒有給他衣穿……」
To these he adds: ‘I did not cause the eye of the widow to fail; and if I ate my morsel alone, and did not share it with the orphan; and if I saw one perishing naked, and did not clothe him…’
1:6.24
Καὶ πάλιν ὑποβὰς λέγει εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ ἀναριθμήτοις ἐθέμην χεῖρά μου
接著他又稍往下說:「我若倚靠寶石,我若因得了許多財富而歡喜,我若在不可勝數的財物上伸手……」
And again, going on a little further, he says: ‘If I have trusted in precious stone, or if I rejoiced when great wealth came to me, or if I set my hand upon things without number…’
1:6.25
Καὶ τὸν λογισμὸν αὖθις ἐπιλέγει ἢ οὐχ ὁρῶμεν ἥλιον ἐπιφαύσκοντα καὶ ἐκλείποντα, καὶ σελήνην δὲ φθίνουσαν
他又補充其中的道理:「難道我們不曾看見太陽照耀又隱沒,月亮也漸漸虧缺嗎?」
And again he adds the reasoning: ‘Or do we not see the sun that shines and fails, and the moon that wanes…?’
1:6.26
Εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας φησάσης ἐρρέθη τοῖς ἀρχαίοις, ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, αὐτοφυεῖ διδασκαλίᾳ προλαβὼν ὁ θαυμάσιος τοὔργον ἀπεπλήρου· διό φησιν εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου, καὶ εἶπεν ἡ καρδία μου, εὑ γε, ἀκούσαι ἄρα τὸ οὑς μου τὴν κατάραν μου
其後,福音的教導既已宣稱:「告訴古人的是:你要愛你的鄰舍,恨你的仇敵;但我告訴你們,要愛你們的仇敵」——這位令人讚歎的人,早已憑其天賦自然、無師自通的教導,先行成就了此一功業;故此他說:「我若因仇敵的傾覆而竊喜,我的心若說『太好了』,那麼願我自己的耳朵,聽見我所受的咒詛。」
Then again, since the evangelic teaching says, "It was said to the ancients, You shall love your neighbor and hate your enemy; but I say to you, love your enemies" -- that admirable man, anticipating this by a self-taught, innate teaching, had already accomplished the work; wherefore he says, "But if I also rejoiced at the downfall of my enemy, and my heart said, 'Well done!' -- then let my own ear hear my curse."
1:6.27
Καὶ ἐπιλέγει ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο, ἐπεὶ μὴ ἀλλότριος τοῦ φήσαντος ξένος ἤμην, καὶ συνηγάγετέ με
他又接著說:「陌生的客旅,未曾在外過夜;我的門,向凡來者敞開」;因為,對那位曾說「我作客旅,你們收留了我」的主而言,他並非陌生之人。
And he adds, "The stranger did not lodge outside; my door was open to everyone who came" -- since he was no stranger to him who said, "I was a stranger, and you took me in."
1:6.28
οἶα δὲ αὐτοῦ καὶ τὰ περὶ τῶν ἀκουσίων πλημμελημάτων ἐπάκουσον λέγοντος εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν. εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου] κόλπῳ κενῷ, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δὲ ἣν εἶχον κατά τινος εἶ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου
再聽聽他論及非出於故意之過犯的話:「我若不知不覺地犯了罪,卻把我的罪隱藏起來——其實我並非因群眾人多而羞怯,以致不敢在他們面前承認。我若曾任由無力之人空手離開我的門——若不是我懼怕主的手——我若曾持有告某人的欠據,豈不是撕毀而歸還,分毫不取於欠債之人麼?」
Hear also what sort of things he says concerning involuntary transgressions: "But if, having sinned involuntarily, I hid my sin -- for I was not abashed at the great multitude of the crowd, so as not to confess it before them. And if I let a helpless one go out from my door with an empty bosom -- had I not feared the hand of the Lord -- and the bond which I held against anyone, did I not tear it up and give it back, taking nothing from the debtor?"
1:6.29
Ταῦτα ἦν καὶ τὰ τοιαῦτα τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν, ἐξ ἑνὸς γὰρ καὶ τὸν τῶν λοιπῶν τεκμαίρεσθαι προσήκει βίον) τὰ περιύμνητα τῆς θεοσεβείας ἆθλα, δι ἃ καὶ φίλοι θεοῦ καὶ προφῆται κατηξιώθησαν
這些以及與此相類之事,便是摩西以前那些蒙神喜愛之人所行、備受稱頌的敬虔功業(因為由一人之行實,便可推知其餘人之生平);他們正是因此,得以被稱為神的朋友,並蒙尊為先知。
These, and such as these, were the celebrated contests of piety belonging to the God-loving men before Moses (for from one man it is fitting to conjecture the life of the rest as well), on account of which they were also deemed worthy to be called friends of God and prophets.
1:6.30
τοιούτοις δ οὖσι τίς ἔτι χρεία ἦν τῶν παρὰ Μωσεῖ παραγγελμάτων φαύλοις ἀνδράσι καὶ μοχθηροῖς παραδεδομένων; οὐκοῦν διὰ τούτων ἀπάντων τὸν ἀρχαιότατον τῆς τῶν προπατόρων θεοσεβείας τρόπον ὁ Χριστοῦ λόγος πᾶσι καταγγείλας τοῖς ἔθνεσι προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν καινὴν διαθήκην οὐδ ἄλλην ἐκείνης τῆς ἀρχαιοτάτης τῶν Μώσεως χρόνων εὐσεβοῦς πολιτείας, ὥστε ὁμοῦ καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν · παλαιτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ μακροῖς τοῖς μεταξὺ χρόνοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώπων αὖθις ἀναβεβιωκέναι διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας
但對這樣的人而言,摩西所頒、原是傳給卑劣邪僻之人的誡命,對他們還有何用呢?因此,藉著以上這一切,已明白證明:基督的道,向萬邦外邦宣揚了列祖那最古老的敬虔方式,正是摩西時代以前那最古老、敬虔的生活方式本身,別無他樣;以致這新約同時既是舊的,又是新的——之所以說是最古老的,乃因已然證明之事;之所以又說是新的,則因它彷彿在中間漫長的歲月裡從人間隱沒,如今又藉著我們救主的教導,重新在人間復活。
But to men of such a kind, what further need was there of the precepts given through Moses to base and depraved men? Therefore through all these things it has been plainly demonstrated that the Word of Christ, having proclaimed to all the nations the most ancient manner of piety of the forefathers, is nothing other than that same most ancient godly way of life of the times before Moses -- so that the new covenant is at once both old and new: most ancient because of what has been demonstrated, but new again because, having been as it were hidden from men through the long intervening times, it has come to life again among men through the teaching of our Savior.
1:6.31
τοῦτόν γέ τοι τὸν μεταξὺ δηλούμενον χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους, καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς καινῆς διαθήκης τρόπον, ὁ Μώσεως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος, ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ Αβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου
在這中間所示的一段時期裡,凡人尚不知情、新約的方式彷彿隱伏未顯之時,摩西的律法便於此間插入,如同幼稚未成熟之靈魂的監護人與管家,又如良醫治療被埃及式可怕疾病所折磨的整個猶太民族——即亞伯拉罕的子孫本身——因他們已不能像列祖那樣行事得宜,故摩西便賜下一種較低下、未臻完全的生活方式。
During, then, that intervening time which has been indicated -- for as long as it happened that the manner of the new covenant lay hidden from men and was, as it were, at rest -- the law of Moses, coming in meanwhile, gave over an inferior and imperfect way of life, like a guardian and steward of infant and imperfect souls, or indeed like a physician to the whole Jewish nation, worn down by a terrible, Egyptian-like disease -- to the very descendants of Abraham themselves -- since they were not able, like their forefathers, to succeed in the same way.
1:6.32
ἐπειδὴ γὰρ ἐν τῇ παρ Αἰγυπτίοις διατριβῇ οὗτοι μετὰ τὴν τόν θεοφιλῶν προπατόρων τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπαχθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν, γεγονέναι δὲ κάτα πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην, ἔν τε τοῖς ἄλλοις ἐγχειρήμασιν εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μώσης, ἀφίστη μὲν τῆς ἀθέου πολυθείας, ἀνῆγε δὲ ἐπὶ τὸν πάντων δημιουργὸν θεὸν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλημένος
原來,這些人在埃及寄居期間,於那些蒙神喜愛的列祖去世之後,被埃及人的生活習俗所引誘,如我所言,墮入了多神的迷信,以致看來與埃及人並無分別,無論在偶像的謬誤上、抑或其他種種行徑上,皆已與埃及人完全相似——摩西便彷彿把他們從諸惡的深淵中拉拽出來,使他們脫離無神的多神教,引領他們歸向那萬有的創造者神;他將這第一步敬虔,設立為引導,如同通往更完全之事的入門與前庭。
For since, during their sojourn among the Egyptians, after the death of the God-loving forefathers, these people were led away by Egyptian habits of life into polytheistic superstition, as I have said, and had so fallen away that they seemed to have nothing more than the Egyptians, but had become in every respect like them -- both in the error of idols and, naturally, in their other practices -- Moses, as it were drawing them up out of a depth of evils, removed them from atheistic polytheism, and led them up to the God who is the maker of all things, having set forth that first step of piety as it were among introductory matters and vestibules to the more perfect things.
1:6.33
ἔπειτα οὐ φονεύειν, οὐ μοιχεύειν, οὐ κλέπτειν, οὐκ ἐπιορκεῖν, οὐκ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι, οὐ μητράσιν, οὐκ ἀδελφαῖς, οὐ θυγατράσιν ἐπιμίγνυσθαι, οὐδ ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν ἀφόβως, συνεχώρει
其後,他不准他們殺人,不准姦淫,不准偷竊,不准起假誓,不准男與男彼此貪戀縱慾,不准與母親、與姊妹、與女兒交合,也不准做當時人可肆無忌憚而行的種種類似之事。
Then he did not allow them to murder, to commit adultery, to steal, to swear falsely, for males to be mad with lust for males, to have intercourse with mothers, with sisters, with daughters, nor whatever such things it was then possible for men to do without fear.
1:6.34
παραλαβὼν δὲ ἐξ ἀνημέρου καὶ θηριώδους βίου λογικωτέραν καὶ εὔνομον ἐν τοῖς τότε χρόνοις πολιτείαν πρῶτος ἐπὶ γῆς διὰ γραφῆς συνεστήσατο, οὔπω τότε πᾶσιν ἀνθρώποις ἐκφανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου
他將他們從野蠻獸性的生活中領出,在那個時代裡,率先在地上藉文字,建立了一種更合乎理性、井然有序的生活方式;因為那時,甚至連這樣的生活方式,也尚未向眾人顯明。
And taking them from an untamed, beastlike life, he was the first on earth to establish in writing, for those times, a more rational and well-ordered way of life, since not even that manner of life was yet made manifest to all men.
1:6.35
εἶτα δὲ ὡς ἂν ἀτελέσιν ἀπειπὼν τὴν εἰδωλολατρίαν, θυσίαις καί τισι σωματικωτέροις τὸν ἴνα καὶ ἐπὶ πάντων θεὸν θεραπεύειν παρεκέλευε, διά τινων ἀπορρητοτέρων ἰδία συμβόλων τὴν κατ αὐτὸν θρησκείαν ἐπιτελεῖν νομοθετήσας, ἣν καὶ θαυμασίως τῷ θείῳ πνεύματι συνιδὼν οὐκ εἰς ἄπειρον δεῖν περιέπειν, ὑφ ἔνα τόπον περιέγραψεν, ὁρίσας μὴ ἀλλαχόσε συντελεῖν τὰ κατ αὐτὸν νόμιμα, ἢ ἐν μόνῳ ἑνὶ τόπῳ, οὗτος δ ἦν ὁ ἐν Ιεροσολύμοις, ἔξω δὲ τούτου μηκέτι
其後,他視他們仍未臻完全,遂禁止拜偶像,卻藉獻祭並某些較屬肉身的方式,勸勉他們事奉那萬有之上的獨一神,並立法規定他們當藉某些更隱密、屬於自身的象徵,來完成此崇拜;他又憑神聖之靈奇妙地察知,這崇拜不當無限延展,遂將其限定於一處,規定其律例不得在別處完成,唯獨在一處——這處便是耶路撒冷,除此以外,再無他處。
Then, having forbidden idolatry to them as to men still imperfect, he urged them to serve the one God who is over all by sacrifices and certain more bodily means, having legislated that they perform the worship according to his law by means of certain more secret symbols peculiar to it -- which worship, having also marvelously perceived by the divine Spirit that it ought not to be extended without limit, he confined under a single place, determining that its ordinances should be carried out nowhere else than in one single place -- and this was the one in Jerusalem, and nowhere outside it.
1:6.36
ὅθεν εἰς ἔτι καὶ δεῦρο παισὶν Ἑβραίων οὐ θεμιτὸν ἄλλοσε ἐκτὸς τῆς καθῃρημένης αὐτῶν μητροπόλεως οὔτε θύειν κατὰ τὸν νόμον, οὔτε ἱερὸν οὔτε θυσιαστήριον ἐγείρειν, οὔτε χρίειν ἱερέας οὔτε βασιλέας, οὔτε τὰς κατὰ Μωσἐα πανηγύρεις καὶ ἑορλείας ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμελείας ἀπολύεσθαι, οὐ δῶρα τῷ θεῷ προσφέρειν, οὐχ ἱλεοῦσθαι κατὰ τὰ νενομοθετημένα
因此,直到如今,希伯來人的子孫,在他們那已被毀的都城之外,無論何處,皆不可按律法獻祭,不可建立聖殿或祭壇,不可膏立祭司或君王,不可舉行按摩西所定的節期慶典,不可潔淨污穢,不可免除過犯,不可向神獻上禮物,也不可按所立之律法得蒙悅納。
Whence, even to this day, it is not lawful for the sons of the Hebrews, anywhere else outside their destroyed metropolis, either to sacrifice according to the law, or to raise up a temple or an altar, or to anoint priests or kings, or to perform the festal assemblies and feasts according to Moses, or to be purified of defilement, or to be released from transgression, or to offer gifts to God, or to be propitiated according to what has been legislated.
1:6.37
διόπερ καὶ τῇ Μώσεως εἰκότως ὑποβέβληνται κατάρᾳ, ἐν μέρει μὲν φυλάττειν τινὰ πειρώμενοι, ἐν δὲ τοῖς ὅλοις παρανομοῦντες, διαρρήδην Μώσεως ἀποφηναμένου ὅτι δὴ ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιήσαι αὐτά
因此,他們理所當然地已落在摩西的咒詛之下,因他們雖企圖部分遵守某些條例,卻在整體上違犯了律法——摩西曾明白宣告:「凡不持守律法書上所記載的一切、去遵行的,都是被咒詛的。」
Wherefore they have reasonably been subjected to the curse of Moses, attempting to keep certain things in part, but transgressing the law as a whole -- Moses having plainly declared that "cursed is everyone who does not abide by all the things written in the book of the law, to do them."
1:6.38
Τούτοις δὲ πᾶσι περιπεπτώκασιν, αὐτοῦ Μωσέως θείῳ πνεύματι προειληφότος, ὅτι δὴ τῆς διὰ Χριστοῦ καινῆς διαθήκης ἀνανεωθείσης καὶ τοῖς πᾶσιν ἔθνεσι καταγγελθείσης περιττή τις ἔσται ἡ κατ αὐτὸν νομοθεσία, ἣν εἰκότως ὑφ ἴνα τόπον περιώρισεν, ἵνα, εἴ ποτε τούτου στερηθεῖεν καὶ ἀποκλεισθεῖεν τῆς οἰκείας ἐλευθερίας, μηκέτ αὐτοῖς ἐξὸν εἴη ἐπὶ τῆς ἀλλοδαπῆς τὰ κατ αὐτὸν νόμιμα συντελεῖν, ὧς καὶ ἐξ ἀνάγκης τὴν δευτέραν διαθήκην τὴν διὰ Χριστοῦ κατηγγελμένην γενέσθαι παραδεκτέον
他們陷入這一切,乃因摩西本人已憑神聖之靈預先知道:一旦藉基督而立的新約被更新、傳給萬邦外邦,他自己所立的律法便將成為多餘之物;他因此恰當地將其限定於一處,使他們一旦被剝奪此地、被摒棄於本身的自由之外時,便再無可能在異邦之地成就其律例——由此便當承認:那藉基督所宣告的第二約,勢在必然。
They have fallen into all these things, since Moses himself, by the divine Spirit, had foreknown that, when the new covenant through Christ was renewed and proclaimed to all the nations, his own legislation would become superfluous -- which he therefore fittingly confined to a single place, so that, if ever they should be deprived of it and shut out from their own freedom, it would no longer be possible for them to carry out its ordinances in a foreign land; so that it must be accepted that of necessity the second covenant, proclaimed through Christ, has come to be.
1:6.39
αὐτὸ δὴ οὖν τοῦτο Μώσεως προηγορευκότος ὁμοῦ τε ὁ Χριστὸς ἐπεδήμει τῷ βίῳ καὶ τῆς καινῆς διαθήκης προεβάλλετο πᾶσι τοῖς ἔθνεσι διδασκαλία, παραχρπῆμά τε Ρωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ καθεῖλον τὰ Ιεροσόλυμα καὶ τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μώσεως διάταξις, καὶ τὰ τῆς παλαιᾶς περιῄρητο διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μώσεως πράττειν παρανομοῦντας, εἰς αὐτὰ βιαζομένους ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδασκαλίας τὰ νόμιμα
摩西既已如此預言此事,於是正當基督降世為人、新約的教導向萬邦外邦傳揚之時,羅馬人隨即以圍城攻取此城,毀滅了耶路撒冷及城中的聖殿;摩西的一切規制頓時被廢除,舊約的種種也被除去;那咒詛的後果,便臨到那些不合時宜、仍勉強行摩西之事、因而違犯律法的人身上;與此同時、以同等的程度,新而完備之教導的律例便被引入以取而代之。
So then, Moses having foretold this very thing, at the very time when Christ came to dwell among men in this life, and the teaching of the new covenant was set forth to all the nations, the Romans, immediately taking the city by siege, destroyed Jerusalem and the temple there; and at once the whole ordinance of Moses was dissolved, and the things of the old covenant were taken away, while the effects of the curse overtook those who, out of season, forced themselves to do the things of Moses, transgressing thereby; and at the same time, and in the same measure, the ordinances of the new and complete teaching were introduced in their place.
1:6.40
διόπερ εἰκότως ὁ σωτὴρ καὶ κύριος τοῖς οἰομένοις ἐν μόνῃ τῇ Ιερουσαλὴμ ἢ ἐν ὄρεσί τισιν ἢ τόποις ἀφωρισμένοις δεῖν τὸν θεὸν προσκυνεῖν φησιν ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἶ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ιερουσαλὴμ τῷ πατρί· πνεῦμα γὰρ ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν
因此,救主與主理所當然地對那些以為神只當在耶路撒冷、或在某些山上、或在指定之地敬拜的人說:「時候將到,如今就是了,那時,真正敬拜的人,將不在這山上,也不在耶路撒冷敬拜父;因為神是靈,敬拜他的,必須以心靈和誠實敬拜他。」
Wherefore fittingly the Savior and Lord says to those who suppose that God must be worshiped only in Jerusalem, or on certain mountains, or in appointed places: "The hour is coming, and now is, when the true worshipers will worship the Father neither on this mountain nor in Jerusalem; for God is spirit, and those who worship him must worship in spirit and truth."
1:6.41
Καὶ ταῦτα φήσαντος, παραχρῆμα καὶ οὐκ εἰς μακρὸν πολιορκηθέντων τῶν Ιεροσολύμων, τοῦ τ αὐτόθι ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μώσεως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι αὐτῆς πάσι τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώτου βαθμοῦ καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λατρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον προσάγουσα τοὺς προσιόντας αὐτῇ βίον
他說了這話之後,不久,隨即,耶路撒冷便被圍困,那裡的聖所及其旁的祭壇,連同按摩西自己規制的敬拜,一併被除去;於是,摩西以前那些蒙神喜愛之人的原型敬虔,便向眾人顯現、發出光輝——連同藉此敬虔應許給萬邦外邦的祝福——引領那些歸向它的人,從按摩西之敬拜的第一步、第一等基礎教導,前進至更美善、更完全的生活。
And when he had said these things, immediately, and not after a long time, Jerusalem was besieged, and the sanctuary there and the altar beside it, together with the worship according to Moses's own ordinance, were taken away; and the archetypal piety of the God-loving men before Moses appeared and shone forth upon all men, together with the blessing promised through it to all the nations -- leading those who came to it, from the first step and the first elementary instruction of the worship according to Moses, onward to a better and more perfect way of life.
1:6.42
αὐτίκα γοῦν τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν Αβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσκυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐν πνεύματι καὶ ἀληθείᾳ, ἣ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων λέγει δ οὖν ἄντικρυς Σοφονίας ἐπιφανήσεται κύριος ἐπ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου ἀυτῶν
即如那些蒙福、蒙神喜愛之人——我是說亞伯拉罕及其同輩——他們並非在某一劃定之地敬拜,也非藉象徵與預表敬拜,乃如我們的救主與主所言,「以心靈和誠實」敬拜——這正是藉我們救主的顯現而臨及萬邦外邦之事,此事古昔的先知也曾預見。西番雅便曾明白說:「主必向他們顯現,並要除滅地上萬國的一切神明;萬民必敬拜他,各在本處。」
For at once those blessed and God-loving men -- I mean those about Abraham -- did not worship in a place set apart, nor by symbols and types, but, as our Savior and Lord says, "in spirit and in truth" -- which came to be for all the nations through the appearing of our Savior, this too having been foreseen by the prophets of old. Zephaniah, then, says outright: "The Lord will appear to them, and will utterly destroy all the gods of the nations of the earth, and they shall worship him, each from his own place."
1:6.43
Ο δὲ Μαλαχίας ὁμοῦ πρὸς τοὺς ἐκ περιτομῆς ἀποτείνεται, καὶ περὶ τῶν ἐθνῶν ταῦτα προαναφωνεῖ, φάσκων οὐκ ἔστι μου θέλημα, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ ἀνατολῶν καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά
瑪拉基則同時針對那些受割禮的人立言,並就外邦人預先宣告以下之語,說:「這不是我的旨意,萬軍之主說;我也不從你們手中悅納祭物,因為從日出之地到日落之地,我的名在列國中已被尊為大;在各處都有人向我的名獻上香和潔淨的祭物。」
Malachi, at the same time, directs his words against those of the circumcision, and proclaims beforehand these things concerning the nations, saying: "It is not my will, says the Lord Almighty, and I will not accept a sacrifice from your hands; for from the rising of the sun even to its setting, my name has been glorified among the nations, and in every place incense is brought to my name, and a pure sacrifice."
1:6.44
Τὸ γὰρ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσίαν ἀναφέρεσθαι θεῷ τί ἕτερον παρίστησιν ἢ ὅτι μὴ ἐν Ιεροσολύμοις, μηδ ἀφωρισμένως ἐν τῷδε τῷ τόπῳ, ἐν πάσῃ δὲ χώρᾳ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι μέλλουσι τὸ δι εὐχῶν θυμίαμα καὶ τὴν οὐ δι αἱμάτων, ἀλλὰ δι ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν θεῷ
因為「各處」都向神獻上香與祭,這除了表明——不在耶路撒冷,也不劃定於此地——而是在各地、在萬邦,將要藉禱告獻上香,並藉敬虔之行為、而非藉血、稱為潔淨的祭物,獻給那萬有之上的神——此外還能指明甚麼呢?
For what else does incense and sacrifice being offered up to God "in every place" indicate, than that it is not in Jerusalem, nor set apart in this particular place, but in every land and among all the nations, that they will offer up, to the God who is over all, the incense that comes through prayers, and the sacrifice named "pure" not through blood, but through pious works?
1:6.45
βοᾷ δὲ διαρρήδην καὶ κέκραγεν ὁ Ησαΐας θεσπίζων ἅμα καὶ λέγων ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ ἀποστελεῖ αύτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, καὶ γνώσονται οἶ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ ἀποδώσουσιν, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται
以賽亞更明白地呼喊、宣告,同時預言說:「在埃及地必有為主築的祭壇,主必被埃及人所認識,他必差一人到他們那裡,拯救他們;那日埃及人必認識主,並要獻上祭物,向主許願、還願,並要歸向主;主必應允他們、醫治他們。」
And Isaiah cries out plainly and exclaims, prophesying and saying at once: "There will be an altar to the Lord in the land of Egypt, and the Lord will be known to the Egyptians, and he will send them a man who will save them; and the Egyptians will know the Lord in that day, and will offer sacrifices, and will vow vows to the Lord, and will pay them, and they will turn to the Lord, and he will hear them, and will heal them."
1:6.46
Ἀρά σοι δοκοῦμεν ἀληθῆ λέγειν μετάθεσιν τοῦ Μώσεως νόμου, μᾶλλον δὲ παῦλαν καὶ λύσιν φάσκοντες διὰ τῶν προφητικῶν φωνῶν θεσπίζεσθαι
那麼,我們所說——摩西的律法已有所變易,或者更確切地說,藉先知的話語預言其止息與廢止——豈非是在說真話呢?
Do we, then, seem to you to speak the truth, when we say that a transposition of the law of Moses -- or rather, a cessation and dissolution of it -- is being foretold through the prophetic voices?
1:6.47
ὁ μέν γε Μώσης θυσιαστήριον καὶ θυσίας οὐδ ἀλλαχόσε γῆς ἢ ἐν μόνῃ τῇ Ἰουδαίᾳ, καὶ ταύτης ἐν μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ κυρίῳ θυσιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ κυρίῳ τῶν προφητῶν, ἀλλ οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ Μωσέα αἴτιον οὐδ ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον
摩西一方面立法規定,祭壇與祭祀不可在地上他處建立,唯獨在猶太之地,且僅在其中一城;先知的話卻說,在埃及地將為主立起祭壇,埃及人自己也將向先知們的主獻上蒙悅納的祭物,而不再向祖先的諸神獻祭;並且,使他們得以認識神者,將既非摩西,也非其他任何先知,而是某位受神差遣、嶄新未曾有過的人。
Moses, on the one hand, legislates that an altar and sacrifices are to be established nowhere else on earth than in Judea alone, and in that land in one city only; but the prophecy says that an altar will be set up to the Lord in the land of Egypt, and that the Egyptians themselves will offer their sacrifices acceptably to the Lord of the prophets, and no longer to the ancestral gods; and that neither Moses nor any other of the prophets will be the cause of the knowledge of God for them, but rather some new and unprecedented man sent from God.
1:6.48
μετατιθεμένου δὲ τοῦ θυσιαστηρίου παρὰ τὰ τῷ Μωσεῖ δοκοῦντα, ἀνάγκη πᾶσα καὶ τοῦ Μώσεως νόμου μεταβολὴν γενέσθαι. εἶτα δὲ θύοντες Αἰγύπτιοι τῷ ἐπὶ πάντων θεῷ πάντως που καὶ ἱερωσύνης ἀξιωθήσονται. ἱερωμένων δῆτα Αἰγυπτίων τὰ περὶ Λευιτῶν καὶ τῶν ἐκ διαδοχῆς Ααρὼν Μωσεῖ διατεταγμένα οὐκέτ ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα
既然祭壇被遷移至摩西所定之外的地方,摩西的律法便勢必也要隨之改變。再者,埃及人若向那萬有之上的神獻祭,他們理當也在某種意義上得蒙祭司的尊榮。埃及人既已擔任祭司,則摩西所定關於利未人、以及亞倫子孫承繼祭司之職的規制,對埃及人便再無用處了。
But when the altar is transposed contrary to what seemed good to Moses, it is altogether necessary that a change of the law of Moses also come about. Moreover, when the Egyptians sacrifice to the God who is over all, they will surely somewhere also be deemed worthy of priesthood. And once the Egyptians have been made priests, the ordinances laid down by Moses concerning the Levites and those in succession from Aaron would no longer be of use to the Egyptians.
1:6.49
ὥρα δὴ οὑν καινῆς νομοθεσίας δεῖν εἰς τὴν τῶν δηλουμένων σύστασιν. τί δέ; ἆρα εἰκῆ ταῦτ ἀναπεφώνηται; ἢ καὶ τέλος ἐπενήνεκται τοῖς λόγοις; σκέψαι δ οὖν εἰ μὴ σήμερον, λέγω δὴ καθ ἡμᾶς, αὐτοῖς τοῖς ὀφθαλμοῖς ὁρῶνται οὐ μόνον Αἰγύπτιοι, ἀλλὰ καὶ πᾶν γένος τῶν πρὶν εἰδωλολ·ατρῶν ἀνθρώπων, οὓς ἡ πρόρρησις διὰ τῶν Αἰγυπτίων ῂνίττετο, τῆς μὲν πολυθέου καὶ δαιμονικῆς ἀπηλλαγμένον πλάνης, τὸν δὲ τῶν προφητῶν θεὸν ἀνακαλούμενον·
那麼,為要成就所宣示之事,便需要一套新的律法了。然而,這又如何呢?這些話豈是徒然發出的麼?抑或這些話已有其應驗?請思考一下:豈非在今日——我是說,就在我們自己的時代——親眼可見,不僅是埃及人,甚至一切從前拜偶像的民族——這預言正是藉埃及人隱約指涉他們——皆已脫離多神與鬼魔的迷惑,轉而呼求先知們的神麼?
There is need, then, of a new legislation for the establishment of what has been declared. But what then? Have these things been proclaimed in vain? Or has an outcome been brought upon the words? Consider, then, whether it is not the case that today -- I mean, in our own time -- one sees with one's own eyes not only the Egyptians, but every race of men formerly given to idolatry, whom the prediction hinted at through the Egyptians, freed from the polytheistic and demonic error, and calling upon the God of the prophets.
1:6.50
καὶ εὔχονται δὲ οὐκέτι πλείοσι κυρίοις, ἐνὶ δὲ τῷ μόνῳ κυρίῳ κατὰ τὸ ἱερὸν λόγιον, καὶ τούτῳ θυσιαστήριον ἀναίμων καὶ λογικῶν θυσιῶν κατὰ τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς διαθήκης καθ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται ἐν αὐτῇ τε Αἰγύπτῳ καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρόπον αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην
他們也不再向眾多的主禱告,乃向那唯一的獨一之主禱告,正如那神聖的預言所言;並且,按照新而更新之約的新奧秘,在全人類的普天之下,已為他而立起獻無血、屬理性之祭的祭壇——在埃及本地,以及在其餘那些迷信中一向仿效埃及作風的萬邦外邦之中,皆是如此。
And they no longer pray to many lords, but to the one and only Lord, according to the sacred oracle; and to him an altar of bloodless and rational sacrifices, according to the new mysteries of the new and fresh covenant, has been raised up throughout the whole inhabited world of men -- in Egypt itself, and among the rest of the nations who, in their superstitious error, behaved after the Egyptian manner.
1:6.51
νῦν καθ ἡμᾶς ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις διαλάμπουσα τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπισφραγίζεται. ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν, ἀλλ οὐκέτ ἀκοῇ προσδοκώμενα, τὸν καιρὸν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴληχεν, οὐδ ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου ἐπιφανείας
如今在我們的時代,萬有之神的知識已然發光,為那預先宣告之事所當有的信實,加蓋了無可爭辯的印記。既目睹這些事在行為上成就,而不再僅是耳聞所期待之事,你若追尋這些事起始之時,除了那拯救者顯現之時,你將找不到任何其他時刻。
Now in our own time, the knowledge of the God of all things, shining forth, sets an undisputed seal upon the faith owed to what was foretold. And seeing these things accomplished in deeds, and no longer merely awaited by hearsay, if you seek out the time from which these matters took their beginning, you will find none other than that of the saving appearing.
1:6.52
αὐτὸς ἄρα οὗτος ἦν ἐκεῖνος, ὃν ὁ χρησμὸς ἐδήλου, φήσας ἀποστελεῖν τὸν τῶν ὅλων θεὸν καὶ κύριον τοῖς Αἰγυπτίοις ἄνθρωπον, ὃς σώσει αὐτοὺς, ὃν καὶ τὰ Μώσεως ἐδήλου λόγια δι ὧν ἔφησεν ἐξελεύσεται ἄνθρωπος ἐκτοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν. ἐν οἷς ἔθνεσι καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ ἄν
這位便正是那先前神諭所指的那人,神諭曾說,萬有的神與主必差一人到埃及人那裡,拯救他們;摩西的話語也曾指明此人,摩西曾言:「必有一人從他的後裔而出,必治理許多邦國」——在這些邦國中,埃及人自然也當被算在其內。
He, then, was that very one whom the oracle indicated, saying that the God and Lord of all things would send to the Egyptians a man who would save them -- the very one whom the sayings of Moses also indicated, in which he said, "A man shall come forth from his seed, and shall rule over many nations" -- among which nations the Egyptians too would surely be numbered.
1:6.53
ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη λόγος, ἐπ οἰκείας σχολῆς ἐντελέστερον ἀποδοθησόμενος τό γε μὴν παρὸν ἐπιτετηρήσθω ὅτι τὰ προηγούμενα οὐδ ἃλλοτε ἢ μετὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο
不過,關於這些事,若詳論起來便話長,宜留待相應的專門場合再作更完備的交代;此刻只須注意到一點:以上所述之事,正是在我們救主耶穌顯現之後才得以應驗,而非在其他任何時候。
But concerning these matters the discussion would be a long one, to be given more fully in its proper place; for the present, however, let it be observed that the things previously mentioned were fulfilled at no other time than after the appearing of Jesus our Savior.
1:6.54
ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο παρὰ τοῖς Αἰγυπτίοις καὶ παρὰ Πέρσαις Σύροις τε καὶ Ἀρμενίοις, καὶ παρὰ τοῖς τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦσι βαρβάροις, αὐτοῖς τε τοῖς τὸ πρὶν ἀνημερωτάτοις καὶ θηριωδεστάτοις ἔθνεσι, ναὶ μὴν καὶ παρὰ τοῖς τὰς νήσους οἰκοῦσιν, ὅτι δὴ καὶ τούτων ἠξίωσε μνήμην ἡ προφητεία ποιήσασθαι,) αὐτὴ ἐκείνη ἡ κατὰ τὸν Αβραὰμ πολιτεία καὶ ὁ παλαίτατος καὶ πάντων ἀρχαιότατος τῆς θεοσεβείας τρόπος σπουδάζεται
自那時起,直到如今,在埃及人、波斯人、敘利亞人與亞美尼亞人之中,在居於地極的蠻族之中——即使是從前最兇殘、最野蠻的民族——甚至在那些住在海島上的人之中(因為先知的預言也曾特意提及他們),亞伯拉罕那樣的生活方式、以及那萬事中最古老、最悠久的敬虔方式,正被人熱切追求。
For from that time even to this day, among the Egyptians, and among the Persians, Syrians, and Armenians, and among the barbarians who inhabit the ends of the earth -- even those nations formerly most untamed and most beastlike -- indeed, even among those who dwell on the islands (since the prophecy also thought it worthy to make mention of these), that very same way of life according to Abraham, and the most ancient and, of all things, earliest manner of piety, is being earnestly pursued.
1:6.55
καὶ τίς οὐκ ἂν ἐκπλαγείη τὸ παράδοξον τοῦ πράδδγματος, εἰ δὴ οἶ ἐξ αἰῶνος λίθοις καὶ ξύλοις καὶ δαίμοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζῴοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοιχείοις τὴν σεβάσμιον τιμὴν περιτιθέντες, τὸν ὕψιστον θεὸν, τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, αὐτὸν δὴ τὸν τῶν προφητῶν κύριον, τὸν θεὸν Αβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀνακαλοῦνται
有誰不因此事的奇異而驚愕呢?那些從亙古以來,向石頭、木頭、鬼魔、食人的猛獸、有毒的爬蟲、各類走獸、面目可憎的怪物,向火與土,以及萬物中一切無生命的元素,加以崇敬尊榮的人,如今在我們救主降臨之後,竟呼求那至高的神——天地的創造者,正是先知們的主,亞伯拉罕與其列祖的神!
And who would not be astonished at the paradox of the matter, if indeed those who from time immemorial bestowed reverent honor upon stones and wood and demons, upon man-eating beasts, and venomous reptiles, upon animals of every sort, and hideous monsters, upon fire and earth, and upon the soulless elements of the universe -- now, after the coming of our Savior, call upon the Most High God, the maker of heaven and earth, the very Lord of the prophets, the God of Abraham and of his forefathers?
1:6.56
καὶ οἱ μικρῷ πρόσθεν μητρογαμίαις καὶ θυγατρομιξίαις, ἀλληλοφθορίαις τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μηδέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, νυνὶ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως μεταβληθέντες καὶ ὥσπερ ἐξ ἑτέρων ἕτεροι γεγονότες, λόγους ἀρετῆς καὶ σωφροσύνης παιδεύματα συνιόντες εἰς τὰ κοινὰ δισασκαλεῖα, μανθάνουσιν; ὡς τὴν ἀνωτάτω φιλοσοφίαν, τὴν μηδ ἐμβλέπειν ἀκολάστοις ὀφθαλμοῖς, μηδὲ μέχρι λόγων ἀδιαφορεῖν, μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραινοῦσαν οὐ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πένητάς τε καὶ πλουσίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ κατ ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε ἀληθῆ τρόπον, καθ ὃν τὸν ἐπὶ πάντων προσήκει θεὸν σέβειν καὶ θεραπεύειν ἐν παντὶ τόπῳ, κατὰ τὴν φήσασαν προφητείαν καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ
而那些不久之前,還沉溺於與母亂倫、與女兒亂倫、彼此淫亂、以及種種血腥暴行之中,行事與凶猛野獸毫無分別的人,如今卻藉我們救主那神聖的能力被改變了,彷彿由此一類人變成了另一類人——聚集在共同的學堂中,學習有關德行、節制的言論與教訓,難道不是麼?他們學習那最高的哲學,這哲學勸誡人不可以放縱的眼目觀看,甚至連言語上也不可輕忽,也不可行那些眾人皆習以為常之事——不僅男子,甚至女子,貧者與富者,有識與無識之人,直至孩童與奴僕,都在城中與鄉間的生活裡,於此事上受教,學習那真正的方式,即當如何在各處敬拜、事奉那萬有之上的神,正如先知所言:「萬民必敬拜他,各在本處。」
And those who but a little before wallowed in unions with mothers and intercourse with daughters, in mutual defilements and every kind of bloodguilt, who differed in no way in manner from untamed beasts -- now, transformed through the divine power of our Savior, and become, as it were, other men out of other men, gathering together words of virtue and lessons of self-control in the common schools, learn -- do they not? -- the highest philosophy, which exhorts them not even to look with unchaste eyes, nor to be indifferent even as far as words, nor to do the common things familiar to all -- not only men, but also women, both poor and rich, both learned and unlearned, even down to children and slaves, are instructed in this in their pursuits both in the cities and in the countryside, and learn the true manner in which it is fitting to worship and serve the God who is over all, in every place, according to the prophecy that said: "And they shall worship him, each from his own place."
1:6.57
Προσκυνεῖ δῆτα οὖν πᾶς τῷ ἐπὶ πάντων θεῷ βάρβαρος καὶ Ἕλλην, οὐ τρέχων ἐπὶ Ἱεροσόλυμα, οὐδ αἵμασι καὶ θυσίαις ἀφοσιούμενος, οἴκοθεν δὲ καὶ ἐφ ἑαυτῷ μένων, καὶ πνεύματι καὶ ἀληθείᾳ τὴν ἄναιμον καὶ καθαρὰν ἀποδιδοὺς αὐτῷ λατρείαν
於是,各方蠻族與希臘人,皆敬拜那萬有之上的神,並不奔赴耶路撒冷,也不藉血與祭物來獻上聖化,而是留在家中、留在自身之內,以心靈和誠實,向他獻上無血而純潔的事奉。
So then every barbarian and Greek worships the God who is over all, not running to Jerusalem, nor purifying himself by blood and sacrifices, but remaining at home and within himself, and rendering to him, in spirit and in truth, the bloodless and pure service.
1:6.58
καὶ αὕτη γε ἦν ἡ καινὴ διαθήκη, οὐ κατὰ τὴν παλαιὰν τυγχάνουσα· παλαιὰν δὲ μή τοι νομίσῃς λέγεσθαι τὴν τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μώσεως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένην
這正是新約,並非依照舊約而立;然而,你切莫以為此處所謂「舊」,是指摩西以前那些蒙神喜愛之人的約,而是指摩西本人為猶太民族所立的律法。
And this indeed was the new covenant, not being according to the old one. But do not suppose that by "old" is meant that of the God-loving men before Moses, but rather that which was legislated by Moses himself for the Jewish nation.
1:6.59
ἐπιφέρει γοῦν ὁ λόγος διασαφῶν τίνα ἔφησεν εἶναι τὴν παλαιὰν, ᾗ μηδὲν ὅμοιον σχήσειν διδάσκει τὴν καινὴν λέγων διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
那話語隨即接著說明,它所謂的「舊約」究竟是甚麼——藉此教導我們,新約與之毫無相似之處——說:「我要與他們立新約,不照我拉著他們祖宗的手、領他們出埃及地的日子與他們祖宗所立的約。」
The passage, then, goes on to make clear what it declared the old covenant to be, teaching that the new will bear no resemblance to it, saying: "I will make a new covenant, not according to the covenant which I made with their fathers, in the day when I took hold of their hand to bring them out of the land of Egypt."
1:6.60
Οὐ κατὰ ταύτην γοῦν φησιν τὴν ὑπὸ Μώσεως νενομοθετημένην αὕτη γὰρ ἦν κατὰ τὴν ἔξοδον τὴν ἀπ Αἰγύπτου τοῖς Ἰουδαίοις παραδοθεῖσα. ἔδοξεν ἂν οὖν ἐναντίαν εἰσάγειν τὴν καινὴν διαθήκην τοῦ τρόπου τῆς θεοσεβείας τῶν ἀμφὶ τὸν Αβραὰμ θεοφιλῶν, εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο φήσας οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν κατ ἐκεῖνο καιροῦ, καθ ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου
他說「不照這約」,即不照摩西所立的那約;因為這約正是在出埃及之時傳給猶太人的。若非他精確地標明說「不照我在那時、即我領他們出埃及地之時,與他們祖宗所立的約」,那麼,這新約似乎便會與亞伯拉罕等蒙神喜愛之人的敬虔方式相牴觸了。
"Not according to this one," he says -- that is, the one legislated by Moses; for this was the covenant handed down to the Jews at the time of the exodus from Egypt. It would then have seemed that the new covenant was being introduced as contrary to the manner of piety of the God-loving men about Abraham, had he not precisely indicated it by saying, "not according to the covenant which I made with their fathers at that time when I brought them out of the land of Egypt."
1:6.61
Οὐ κατὰ τὴν ὑπὸ Μώσεως ἄρα ἐπὶ τῆς ἐξόδου καὶ ἐπὶ τῆς κατὰ τὴν ἔρημον διατριβῆς νενομοθετημένην ἔσεσθαι τὴν καινὴν ἐθέσπιζεν, ἀλλὰ κατ ἐκείνην δηλαδὴ τὴν πρόπαλαι πολιτευσαμένην, δι ἧς κατορθώσαντες ἀνεφάνησαν οἶ πρὸ Μώσεως
因此,他所宣告的,並非新約將依照摩西在出埃及之時、以及在曠野漂流期間所立的律法而立;而是顯然依照那更古老、早已存在的生活方式而立——正是藉著這生活方式,摩西以前的人得以行事端正,並因此顯明出來。
He was prophesying, then, that the new covenant would not be according to that which was legislated by Moses at the exodus and during the sojourn in the wilderness, but evidently according to that way of life which had been lived long before, by which those before Moses were shown to have attained uprightness.
1:6.62
δι ἃ δὴ λοιπὸν ἤδη θαρρῶν τὰς τῶν θεοσεβεῖν ἐπαγγελλομένων προαιρέσεις μὴ ἐπὶ δύο, ἀλλὰ τρία διαιροῦ τάγματα, τό τε τῶν παντελῶς εἰδωλολατρῶν, τῶν δὴ ἐπὶ τὴν πολύθεον πλάνην εἰδωλολατρῶν, καὶ τὸ τῶν ἐκ περιτομῆς διὰ Μώσεως ἐπὶ τὸν πρῶτον ἀνεληλυθότων τῆς εὐσεβείας βαθμὸν, καὶ τρίτον τὸ τῶν ἐπαναβεβηκότων διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, ὃ καὶ τῶν δυεῖν μέσον παρεμβαλὼν μηκέθ ἡγοῦ τοὺς ἀπὸ Ἰουδαίων ἀφισταμένους πάντως δεῖν ἐφ Ἑλληνισμὸν ἐκπίπτειν, μηδὲ τοὺς ἐξ Ἑλλήνων ἀναχωροῦντας ἐξ ἀνάγκης χρῆναι Ἰουδαίους ἔσεσθαι, τὸν δὲ μέσον ἑλὼν τὸν τρίτον εὑρήσεις ἄνω που ἑστῶτα, καὶ ὥσπερ ἐφ ὑψηλοτάτης ἀκρωρείας ἀναβεβηκότα, ἑκατέρωθεν δὲ κάτω τοὺς λοιποὺς ἀπολελοιπότα
因此,從今以後,你當可放心地將那些自稱敬虔之人的立場,不分作兩類,而分作三類:其一,是完全拜偶像者,即那些陷入多神迷惑的拜偶像者;其二,是那些受割禮者,藉摩西已升至敬虔的第一階;其三,是那些藉福音教導更進一步的人——你插入這第三類,作為前兩者之間的居中一項,便不再以為凡離棄猶太人者必然墮入希臘化,也不以為凡離棄希臘人者必然勢必成為猶太人;你若取此居中的第三類,便會發現它立於高處,彷彿已登上最高的山巔,而將其餘二者拋在左右下方。
On account of these things, then, taking courage now, divide the purposes of those who profess piety not into two, but into three orders: that of the wholly idolatrous, who are idolaters given over to the polytheistic error; and that of those of the circumcision who, through Moses, have ascended to the first step of piety; and third, that of those who have advanced further through the evangelic teaching -- which, inserted as a middle term between the two, means you should no longer suppose that those who depart from the Jews must fall entirely into Hellenism, nor that those who withdraw from the Greeks must of necessity become Jews; but taking the middle one, the third, you will find it standing somewhere above, and, as it were, having ascended to the loftiest mountain-peak, having left the rest below on either side.
1:6.63
Ἑλλήνων μὲν γὰρ ἐκπέφευγε τὴν ἂθεον καὶ πολυπλανῆ δεισιδαιμονίαν καὶ τὰς ἀνειμένας πορωείας νείας τε καὶ ἀκοσμίας, Ἰουδαίων δὲ ὡσαύτως τὴν ὑπὸ Μώσεως ἀτελῆ καἲ οἷα νηπίοις καὶ ἀσθενέσι κατάλληλον ἐθελοθρησκείαν. τὸν οἰκεῖον δὲ ἄνωθεν οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ Ἓλλησι καὶ βαρβάροις καὶ τοῖς ὑφ ἡλίῳ πᾶσιν ἔθνεσιν ἐπιβοώμενος νόμον, ὅρα τί φησίν·
因為此第三類人,一方面已逃離希臘人那無神、四處迷惑的迷信,及其放縱的淫亂與無度之事;另一方面,同樣也逃離猶太人那藉摩西所定、未臻完全、適合幼稚軟弱之人的自訂崇拜。且看那從上而來、不僅屬於猶太人、也屬於希臘人、蠻族及日光之下萬邦的本有律法,是如何宣告的:
For it has escaped, on the one hand, the atheistic and manifold-erring superstition of the Greeks, and their licentious fornications and disorders; and, on the other hand, likewise, the imperfect self-devised worship of the Jews under Moses, suited to infants and to the weak. But observe what it says, calling from above upon the law that is proper not only to Jews, but also to Greeks and barbarians and to all the nations under the sun:
1:6.64
ὠ ἄνθρωπε, καὶ σύμπαν τὸ θνητῶν γένος, ὁ μὲν δὴ Μώσεως νόμος ἀφ ἑνὸς γένους ἀνθρώπων ἀρξάμενος πρῶτον ἁπάντων τὸ Ἰουδαίων γένος, τῆς πρὸς τοὺς θεοφιλεῖς προπάτορας αὐτῶν ἐπαγγελίας ἕνεκεν, ἐπὶ τὴν τοῦ ἑνὸς θεοῦ γνῶσιν ἀνεκαλεῖτο, τῆς πικρᾶς τῶν δαιμόνων δουλείας τοὺ ς ὑπακούοντας ἀπαλλάττων ἐγὼ δὲ πᾶσιν ἀνθρώποις καὶ τοῖς καθ ὅλης τῆς οἰκουμένης ἔθνεσι τὴν ἐπαναβεβηκυῖαν τοῦ θεοῦ γνῶσιν καὶ εὐσέβειαν προαγγέλλων, κατὰ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τοὺς ἔτι παλαιτέρους πρὸ μωσέως χρόνων βιοῦν παραινῶ, ἐν οἷς ἐξ ἀλλοδαπῶν ἐθνῶν πλείους ἐπ εὐσεβείᾳ μνημονεύονται διαλάμψαντες
「哦,世人啊,一切必死者的種類啊:摩西的律法,起初只從一個人類種族開始——即首先是猶太人的種族——為了向他們那蒙神喜愛的列祖所應許之事,而召他們歸於認識獨一的神,使那些順服的人脫離鬼魔那苦毒的奴役;但我卻向全人類、向普天之下萬邦,預先宣告那更為進深的神之知識與敬虔,並勸勉他們照亞伯拉罕及更古老、摩西以前那時代的樣式生活——在那些時代中,甚至有許多來自外邦異族的人,都被記念為曾在敬虔上大放光彩。」
"O man, and all the race of mortals: the law of Moses, beginning from one race of men -- first of all the race of the Jews -- for the sake of the promise made to their God-loving forefathers, called them back to the knowledge of the one God, freeing those who obeyed it from the bitter slavery of demons; but I, proclaiming beforehand to all men, and to the nations throughout the whole inhabited world, the more advanced knowledge of God and piety, exhort them to live according to the manner of those about Abraham, and of the times still more ancient, before Moses -- among whom many, even from foreign nations, are recorded as having shone forth in piety."
1:6.65
καὶ πάλιν· ὁ μὲν Μώσεως νόμος ἐφ ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τόπον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο, ἐγὼ δὲ τοῖς πᾶσιν ἀνεὶς τὴν ἐλευθερίαν, οὐκ ἐν γωνίᾳ γῆς, οὐδ ἐν ὄρεσιν, ἤ τισι χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων θεὸν, οἴκοθεν δὲ ἕκαστον σέβειν αὐτὸν καὶ προσκυνεῖν παιδεύω
又說:「摩西的律法,命令那些選擇敬虔之人,須從各處急速趕赴地上某一劃定的地方;但我卻向眾人釋放自由,教導人不當在地的一隅、山中,或某些人手所造的殿宇中尋求那萬有之上的神,而是各人皆當在家中敬拜、事奉他。」
And again: "The law of Moses commanded those who had chosen to be pious to hasten from every quarter to one single place set apart on earth; but I, having released freedom to all, teach that the God who is over all is not to be sought in a corner of the earth, nor in mountains, nor in certain hand-made temples, but that each is to worship and revere him at home."
1:6.66
καὶ πάλιν ὁ μὲν παλαιὸς νόμος θυσίαις ταῖς διὰ ζῴων σφαγαῖς λιβανωτοῦ τε καὶ πυρὸς καί τινων ἂλλων ὁμοιοτρόπων τοῦ σώματος καθαρμῶν θρησκεύειν τὸν ἐπὶ πάντων θεὸν παρεκελεύετο, ἐγὼ δὲ τὰ ψυχῆς παραδιδοὺς ὂργια διανοίᾳ καθαρωτάτῃ καὶ νῷ διαυγεῖ, ἐν σωφροσύνῃ καὶ τῷ κατ ἀρετὴν βίῳ, δόγμασί τε ὀρθοῖς καὶ εὐσεβέσι τὸ θεῖον γεραίρειν προστάττω
又說:「舊的律法,命令人藉宰殺牲畜的祭祀、乳香與火,以及某些其他類似的肉身潔淨之禮,來敬拜那萬有之上的神;但我所傳授的,乃是靈魂的奧秘,命人以最純潔的悟性、清明的心智,在節制與合乎德行的生活中,並以正確、敬虔的教義,來尊崇神明。」
And again: "The old law commanded that the God who is over all be worshiped by sacrifices consisting of the slaughter of animals, and by frankincense and fire, and by certain other bodily purifications of like kind; but I, delivering the mysteries of the soul, command that the divine be honored with a most pure understanding and a clear mind, in self-control and a life according to virtue, and with right and pious doctrines."
1:6.67
καὶ πάλιν· Μώσης μὲν ὡς ἂν μιαιφόνοις οὖσι τοῖς τότε μὴ φονεύειν παρῄνει, ἐγὼ δὲ τοῖς ἐν τούτῳ προπαιδαγωγηθεῖσι καὶ τὴν πρώτην ἐντολὴν κατωρθωκόσι νομοθετῶ τὴν τελειοτέραν, μηδ ὀργῆς ἐνέχεσθαι πάθει προστάττων. καὶ αὖθις· ὁ μὲω Μωσῆς μοιχοῖς καὶ ἀκολάστοις διετάττετο τὸ μὴ μοιχεύειν, μηδὲ ἀρσενοκοιτεῖν, μηδὲ τὰς παρὰ φύσιν ἡδονὰς διώκειν, θάνατον τὴν τιμωρίαν τοῖς παραβαίνουσιν ἐπάγων, ἐγὼ δὲ μηδ ἐμβλέπειν γυναῖκα μετ ἐπιθυμίας ἀκολέστου τοὺς ἐμοὺς βούλομαι
又說:「摩西勸誡當時彷彿嗜血成性之人不可殺人;但我為那些已在此事上先受教導、並已守好第一條誡命的人,立下更為完全的律法,命令他們甚至不可被忿怒的情慾所轄制。」又說:「摩西曾為姦淫放縱之人立法,命他們不可姦淫,不可與男人苟合,不可追求違反本性的快感,並對違犯者施以死刑;但我卻願我的人,連以放縱的慾念注視婦女也不可。」
And again: "Moses exhorted those who were at that time as if bloodstained men not to murder; but I legislate the more perfect commandment for those who have been previously instructed in this and have kept the first commandment aright, commanding that they not even be held fast by the passion of anger." And again: "Moses ordained for adulterers and licentious men not to commit adultery, nor to lie with males, nor to pursue pleasures contrary to nature, imposing death as the penalty upon transgressors; but I wish that my own not even look upon a woman with unchaste desire."
1:6.68
καὶ πάλιν· ὁ μὲν ἔλεγεν οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ θεῷ τοὺς ὅρκους σου ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ ἔσται ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν
又說:「他曾說:不可起假誓,卻要向主償還你所起的誓;但我告訴你們,總不可起誓;只要你們的話是,是,不是,不是;再多說的,便是出於那惡者。」
And again: "He said, 'You shall not swear falsely, but shall render to God your oaths'; but I say to you, do not swear at all, but let your word be Yes, yes; No, no; for whatever is beyond these is from the evil one."
1:6.69
καὶ πάλιν· ὁ μὲν τοὺς ἀδικοῦντας ἀμύνασθαι καὶ ἀνταδικεῖν παρεκελεύετο λέγων, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος, ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
又說:「他曾命人抵抗、報復那些行不義之事者,說:以眼還眼,以牙還牙;但我告訴你們,不要與惡人作對,若有人打你的右臉,連左臉也轉過去由他打。」
And again: "He commanded to resist and requite those who do wrong, saying, 'Eye for eye and tooth for tooth'; but I say to you, do not resist the evil one, but whoever strikes you on your right cheek, turn to him the other also."
1:6.70
καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον
「有人想要與你告狀、要拿你的裡衣,連外衣也任由他拿去。」
"And to him who wishes to go to law with you and take your tunic, let him have your cloak as well."
1:6.71
καὶ πάλιν· ὁ μὲν παρῄνει τὸν μὲν φίλον ἀγαπᾶν, μισεῖν δὲ τοὺς ἐχθροὺς, ἐγὼ δὲ καθ ὑπερβολὴν φιλανθρωπίας καὶ ἀνεξικακίας ἀγαπᾶν τοὺς ἐχθροὺς ὑμῶν νομοθετῶ, καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων, ὃπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅστις τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους
又說:「他曾勸人愛朋友,恨仇敵;但我卻以極大的仁愛與寬容,立法命令你們愛你們的仇敵,並為逼迫你們的人禱告,使你們可以作你們天父的兒女;因為他叫日頭照好人,也照歹人,降雨給義人,也給不義的人。」
And again: "He exhorted to love one's friend, but to hate one's enemies; but I, by a surpassing loving-kindness and forbearance, legislate that you love your enemies, and pray for those who persecute you, so that you may become sons of your Father who is in heaven, who makes his sun rise upon the evil and the good, and sends rain upon the just and the unjust."
1:6.72
καὶ ἐπὶ τούτοις ὁ μὲν πρὸς τὴν τῶν πολλῶν σκληρίαν ἡρμόζετο καὶ τοῖς ἐμπαθέσι κατάλληλα διετάττετο, ἐξηλλαγμένον καὶ ὑποβεβηκότα παρὰ τὸν παλαιὸν τρόπον παραδιδοὺς εὐσεβείας· ἐγὼ δὲ ἐπὶ τὸν τῶν πρόπαλαι θεοφιλῶν ἀνδρῶν εὐσεβῆ καὶ θεοφιλῆ βίον ἀνακαλοῦμαι τοὺς πάντας
除此以外,他遷就大眾的剛硬,制定合乎那些受情慾支配之人的規條,傳下一種較之古昔方式已然改變、且更為低下的敬虔;但我卻要召喚眾人,歸回那古昔蒙神喜愛之人所行、敬虔且蒙神喜悅的生活。
And besides these things, he accommodated himself to the hardness of the many, and ordained things suited to those subject to passion, handing down a manner of piety altered and inferior compared to the ancient way; but I call all men back to the pious and God-loving life of the God-loving men of old.
1:6.73
καὶ ἐφ ἅπασιν ὁ μὲν γῆν ῥέουσαν γάλα καὶ μέλι οἶα νηπίοις ἐπηγγέλλετο ἐγώ δὲ βασιλείαν οὐρανῶν τοῖς οἵοις τε χωρεῖν προξενῶ
又,如同對待幼童一般,他曾應許流奶與蜜之地;但我卻為那些能夠領受的人,賜下天國。
And above all: he promised, as to infants, a land flowing with milk and honey; but I procure the kingdom of heaven for those able to receive it.
1:6.74
Ταῦτα καὶ τὰ τοιαῦτα ὁ τῆς καινῆς διαθήκης λόγος διὰ τῆς Χριστοῦ διδασκαλίας πᾶσι κατήγγειλε τοῖς ἔθνεσιν. καὶ ταῦτα ἦν ἃ τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν τοῖς ἔθνεσι καταγγέλλειν παρῄνει, φήσας πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν
以上種種,以及與此相類之事,新約的道,藉基督的教導,向萬邦傳揚了;這些也正是神的基督囑咐其門徒向萬邦宣揚之事,他曾說:「你們要去,使萬民作我的門徒……教訓他們遵守我所吩咐你們的一切。」
These things, and such as these, the word of the new covenant proclaimed to all the nations through the teaching of Christ. And these were the things which the Christ of God exhorted his own disciples to proclaim to all the nations, saying: "Go, make disciples of all the nations, teaching them to observe all that I have commanded you."
1:6.75
ἃ καὶ πᾶσιν ἀνθρώποις Ἓλλησί τε καὶ βαρβάροις φυλάττειν παραδιδοὺς σαφῶς τί ποτέ ἐστιν ὁ Χριστιανισμὸς ἐξέφηνεν, τίνες θ ἡμεῖς καὶ ὁποῖος ὁ τῶν τοιῶνδε λόγων τε καὶ μαθημάτων διδάσκαλος, αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὁ τὴν καινὴν ταύτην καὶ πανάρετον πολιτείαν καθ ὅλου τοῦ κόσμου συστησάμενος, ὥστε τοιαῦτα μανθάνειν καὶ φιλοσοφεῖν μὴ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πλουσίους τε καὶ πένητας καὶ δούλους ἅμα δεσπόταις
他將這些事交付於全人類——無論希臘人或蠻族——去遵守,如此清楚地顯明了基督教究竟是甚麼,我們究竟是誰,以及那教授這樣言論與教訓的師者究竟是何等人物——正是我們的救主與主,神的基督耶穌,他親自在全世界建立了這新而全德的生活方式,使不僅男子,甚至女子,富者與貧者,有識與無識之人,以及奴僕與主人一同,皆能學習並沉思這些事理。
And by handing these things down for all men, Greeks and barbarians alike, to observe, he clearly made manifest what Christianity really is, who we are, and of what sort is the teacher of such words and lessons -- our very Savior and Lord, Jesus the Christ of God, who established this new and all-virtuous way of life throughout the whole world, so that not only men, but also women, both rich and poor, both learned and unlearned, and slaves together with masters, learn and philosophize in such matters.
1:6.76
καὶ μὴν ὁ τῆς καινῆς ταύτης νομοθεσίας εἰσαγωγεὺς τὰ πάντα κατὰ τὸν Μώσεως νόμον εἰσῆκται πεπολιτευμένος· ὃ κ αἰ αὐτὸ θαυμάζειν ἄξιον, ὅτι δὴ νέας πολιτείας νομοθέτης μέλλων καταστήσεσθαι, τῆς κατὰ τὸ εὐαγγέλιον αὐτοῦ καινῆς διαθήκης, οὐχ ὡς ἐχθρὰ καὶ ἐναντία τὰ Μώσεως παρῃτήσατο· ἢ γὰρ ἂν ἐνομίσθη τὰ πολέμια Μωσεῖ διατάττεσθαι, οὕτω τε ἂν καὶ παρέσχεν τῆς κατὰ Μώσεως καὶ τῶν προφητῶν τοῖς ἀθέοις αἱρεσιώταις πλείστης δυσφημίας ὑπόθεσιν, τοῖς τε ἐκ περιτομῆς εὔλογον τῆς κατ αὐτοῦ συσκευῆς αἰτίαν, οἱ δὴ ὡς παραβάτῃ καὶ ἀποστάτῃ τοῦ νόμου τὴν πρὸς θάνατον ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο
而且,這新律法的引入者,其一生行事竟完全按照摩西的律法而活——這一點本身也值得驚異:因為他即將作為新生活方式的立法者——即依照他的福音而立的新約——卻並未如同對待仇敵、對立之事那般,摒棄摩西之事;否則,人便會以為他所頒佈的乃是與摩西相敵對之事,這樣一來,便會給那些無神的異端分子留下極大的口實,用以毀謗摩西與眾先知,也會給那些受割禮的人一個看似合理的理由,來策劃反對他——他們果然如對待違犯律法、背叛律法之人一般,策劃了謀害他至死之事。
And indeed, the one who introduced this new legislation had himself been brought up, having lived his whole life according to the law of Moses -- a thing itself also worthy of wonder: that although he was about to establish, as lawgiver, a new way of life -- that of his new covenant according to the Gospel -- he did not reject the things of Moses as though hostile and opposed to it. For otherwise he would have been thought to be ordaining things hostile to Moses, and would thus have provided the godless heretics with a very great occasion for slander against Moses and the prophets, and would have given those of the circumcision a plausible pretext for their plot against him -- those who indeed contrived their conspiracy against him unto death, as against a transgressor and apostate from the law.
1:7.1
Νυνὶ δὲ πάντα κατὰ τὸν Μώσεως νόμον πεπολιτευμένος τοῖς ἀποστόλοις αὐτοῦ κέχρηται διακόνοις τῆς καινῆς αὐτοῦ νομοθεσίας, ὁμοῦ μὲν καὶ τὰ Μώσεως οὐκ ἀλλότρια οὐδ ἐχθρὰ τῆς οἰκείας θεοσεβείας ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτὸν, τέλος δ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ οὕτως περὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον οὐκ ἦλθον καταλῦσαι τὸν νόμον,, ἀλλὰ πληρῶσαι
如今,他既已完全按照摩西的律法而生活,便使用他的使徒作他新律法的僕役——一方面教導人不當視摩西之事為與自身敬虔相異、相敵之物,另一方面,他自己也成為向萬人所立的新而拯救性律法的立法者與創始者——如此,他絕未違犯摩西所定之事,反倒先為那些事設立了終極目標,成為其成全者,然後才進而擁有依照福音之律法的權柄。我們當如此聽他親口所說:「我來,並非要廢掉律法,乃是要成全。」
But now, having lived his whole life according to the law of Moses, he made use of his apostles as ministers of his new legislation -- at once teaching that the things of Moses were not to be regarded as foreign or hostile to one's own piety, and at the same time establishing himself as author and originator of a new and saving legislation for all men -- so that he in no way transgressed against what seemed good to Moses, but rather first set an end upon those things, and became their fulfiller, and thus proceeded to the authority of the law according to the Gospel. And he must be heard saying in this manner: "I did not come to destroy the law, but to fulfill it."
1:7.2
Εἰ μὲν γὰρ παραβάτης τοὐ Μώσεως νόμου κατέστη, κἂν εὐλόγως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παράνομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. λύων δὲ τὰ Μώσεως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μώσεως καὶ τῶν προφητῶν κατηγγελμένος; πῶς δ ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν
因為,他若已成為摩西律法的違犯者,人便有理由認為他是在廢除律法、行不法之事;而一個生來卑劣、行不法之人,是不會被人相信就是基督的。他若廢除摩西之事,又怎能被視為那由摩西與眾先知所預言之人呢?他又怎能擁有一套新律法所應有的可信性呢?因為,這樣人便理當認為,他是為著自己的不法之故而來行此革新,是為要逃避不法所當受的刑罰。
For if he had become a transgressor of the law of Moses, he might reasonably have been thought to be dissolving it and acting lawlessly; and being by nature a base and lawless man, he would not have been believed to be the Christ himself. And if he dissolved the things of Moses, how could he have been thought to be the one proclaimed by Moses and the prophets? And how could he have possessed the trustworthiness of a new legislation? For it would reasonably have seemed that, for the sake of lawlessness, he had come to this innovation, fleeing the punishment due to his transgressions.
1:7.3
νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ αὐτῶν γενόμενος, καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσι δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,) τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν ἐνομοθέτησεν οὐκ ἂν φθονήσας καὶ τὰ Μώσεως διὰ τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος τὸ γὰρ ἀδύνατον τοὐ νόμου, ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ τὰ ἐξῆς
然而如今,他絲毫沒有廢除律法中的任何一事,反倒成了律法的成全者,甚至可說,按摩西的標準,他是完全的;既然對於其餘萬邦而言,已無可能再遵行摩西所定的律例——因前面已陳明的緣故——而萬有之神既是全善,出於祂的仁愛,理當使萬人得救,並得以認識真理,於是他便為眾人立下了合宜、恰當的律法;他本不會吝於藉他的使徒,將摩西之事也向萬人宣告,若非有那不可能之事阻礙——正如使徒所教導、所言:「律法所不能行的,因肉體軟弱,神就差遣自己的兒子,成為罪身的樣式……」等等。
But now, having dissolved nothing whatsoever of the things in the law, but having become their fulfiller, and, so to speak, perfect according to Moses -- since it was no longer possible for the rest of the nations to apply the ordinances of Moses, for the reasons already shown, but it was surely fitting, by the loving-kindness of the all-good God of all things, that all men be saved and come to the knowledge of the truth -- he legislated what was suitable and fitting for all; and he would not have begrudged proclaiming the things of Moses also to all men through his apostles, had not the impossibility stood in the way, as the apostle teaches, saying: "For what the law could not do, in that it was weak, God, sending his own Son in the likeness of sinful flesh," and so on.
1:7.4
ἀδύνατον δὲ πᾶσι δή που τοῖς ἔθνεσιν ὑπάρχειν τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα κατὰ τὸν Μώσεως νόμον, καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης τὴν ἀπὸ λέχους γυναῖκα σπεύδειν, αὐτόθι τὰ καθάρσια ἀποθησομένην, καὶ ἄλλα μυρία, ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἂν
一年三次按摩西的律法來到耶路撒冷,這對萬邦而言確是不可能之事;讓一位剛生產完的婦人,從普天之下的天涯海角趕來此地存放她的潔淨祭物,也是不可能之事;諸如此類,還有無數其他的事,人若有暇,自可自行一一列舉。
For it was surely impossible for all the nations to come three times a year to Jerusalem according to the law of Moses, and for a woman recently delivered of childbirth to hasten from the ends of the inhabited world in order to deposit her purification-offerings there, and countless other things, which one might for oneself gather up at leisure.
← 上一段下一段 →
第 2 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。