📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約翰福音註

約翰福音註 第 6 章 第 1/6 段

希臘文原文.58 節.部分字詞可點開查義.本章太長已分段,此段為 6:1–6:58(全章共 307 節)

← 第 5 章第 10 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
6:1
Πᾶσα μὲν οἰκία, ὡς ἔνι μάλιστα στερρότατα κατασκευασθησομένη, ἐν εὐδίᾳ καὶ νηνεμίᾳ οἰκοδομεῖται, ἵνα μὴ ἐμποδίζηται τὴν δέουσαυ πῆξιν ἀναλαβεῖν, ὅπως δύνηται καὶ τοιαύτη γενέσθαι ὥστε ὑπομεῖναι πλημμύρας ὁρμὴν καὶ πρόσρηξιν ποταμοῦ καὶ ὅσα φιλεῖ χειμῶνος συμβαίνοντος ἐλέγχειν μὲν τὰ σαθρὰ τῶν οἰκοδομημάτων, δεικνύναι δὲ τὰ τὴν οἰκείαν ἀρετὴν ἀπειληθότα τῶν κατασκευασμάτων
「凡欲建造得極為堅固的房屋,必是在晴朗無風之際興工,免得受阻,無法獲得所需的堅實根基;如此,它才能夠承受洪流的衝擊、江河的猛撞,以及風暴來臨時常有的種種──這些正好顯露出建築中朽壞脆弱之處,也彰顯出那些已然獲得應有堅固的構造。」
Every house that is to be built as firmly as possible is built in fair weather and calm, so that it may not be hindered from receiving the necessary solidity, in order that it may become such as to withstand the onrush of a flood and the battering of a river, and whatever things are wont to happen when a storm occurs -- things that expose the unsound parts of buildings, but show forth those constructions that have attained their proper excellence.
6:2
ἐξαιρέτως δὲ ἡ τῶν τῆς ἠληθείας θεωρημάτων δεκτική, λογικὴ ὡς ἐν ἀπαγγελίᾳ καὶ γράμμασιν οἰκοδομή, τότε μάλιστα οἰκοδομεῖται καλῶς συνοικοδομοῦντος τῷ προθεμένῳ τὸ ἄριστον τοῦτο ἔργον ἐπιτελεῖν τοῦ θεοῦ, ἐπὰν γαληνιάζῃ τῇ ὑπερεχούσῃ πάντα νοῦν εἰρήνῃ χρωμένη ἡ ψυχή, πάσης ταραχῆς ἀλλοτριουμένη μένη καὶ οὐδαμῶς κυμα- τουμένη
「而尤其是那能領受真理默觀之理性建造──如同體現在講述與文字中的建造──當靈魂安享那『出人意外』的平安、遠離一切紛擾、絲毫不被波濤所動搖之時,並且神親自與那立志完成此至美之工的人同工,那建造便建得最為美好。」
But especially the rational building -- receptive of the contemplations of truth, as it exists in exposition and in writing -- is then above all well built, when God builds together with the one who has set out to accomplish this most excellent work, whenever the soul is at rest, enjoying the peace that surpasses all understanding, estranged from all disturbance and in no way tossed by waves.
6:3
Ταῦτα δή μοι δοκοῦσιν ἀκριβῶς κατανενοηκότες οἱ τοῦ προφη- τικοῦ πνεύματος ὑπηρέται καὶ οἱ τοῦ εὐαγγελικοῦ κηρύγματος διάκονοι ἀξίους εαυτοὺς παρειληθέναι τοῦ λαβεῖν τὴν ἐν κρυπτῷ εἰρήνην ἀπὸ τοῦ αἰδὶ τοῖς ἀξίοις διδόντος αὐτήν, τοῦ εἰρηκότος· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην κἀγὼ δίδωμι εἰρήνην
「我想,正因為那些做先知靈之僕役、以及作福音宣講之執事者,都精確地明白這些事,所以他們自視為配得的,能從那位常把這隱藏的平安賜給配得之人的祂那裏,領受這平安;就是那位曾說『我留下平安給你們,我將我的平安賜給你們;我所賜的,不像世人所賜的』的祂。」
It is because they have, as it seems to me, precisely understood these things that the servants of the prophetic spirit and the ministers of the evangelical proclamation have received themselves as worthy to receive the peace that is in secret, from him who always gives it to the worthy -- from him who has said: 'Peace I leave with you, my peace I give to you; not as the world gives do I give peace.'
6:4
ἐπισκόπησον δὲ μήποτε τοιοῦτόν τι αἰνίττεται ἡ περὶ τὸν Δαβὶδ καὶ Σολομῶντα περὶ τοῦ ναοῦ ἱστορία. Δαβὶδ μὲν γὰρ πολέμους κυρίου πολεμῶν καὶ πρὸς πλείονας ἱστάμενος ἐχθροὺς ἑαυτοῦ καὶ τοῦ Ἰσραήλ, θέλων οἰκοδομῆσαι ναὸν τῷ θεῷ, ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Ναθὰν κωλύεται λέγοντος πρὸς αὐτόν· Οὐκ οἰκοδομήσεις μοι οἶκον, ὅτι ἀνὴρ αἱμάτων σύ
「且留意,大衛與所羅門論及聖殿的那段記載,是否正暗示著這樣的事。大衛正在爭戰主的爭戰,抵擋自己與以色列眾多的仇敵,他有意為神建造聖殿,卻蒙神藉拿單阻止,對他說:『你不可為我建造殿宇,因你是流人血的人。』」
Consider whether the account concerning David and Solomon regarding the temple hints at some such thing as this. For David, while waging the wars of the Lord and standing against many enemies of himself and of Israel, wished to build a temple for God, but was prevented by God through Nathan, who said to him: 'You shall not build me a house, because you are a man of blood.'
6:5
Σολομῶν δὲ ὄναρ τὸν θεὸν ἰδὼν καὶ ὄναρ τὴν σοφίαν λαβών ἐτηρεῖτο γὰρ τὸ ὕπαρ τῷ λέγοντι Ἰδοὺ πλεῖον Σολομῶντος ὡδε) ἐν βαθυτάτῃ γενόμενος εἰρήνῃ, ὡς ἀναπαύεσθαι τότε ἑκαστον ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ. καὶ τῆς κατὰ τοὺς χρόνους αὐτοῦ é; ἐπώνυμος τυγχάνων Σολομῶν γὰρ ἑρμηνεύεται εἰρηνικός.) διὰ τὴν εἰρήνην σχοάζει τὸν διαβόητον οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ κατὰ τοὺς Ἔσδρα δὲ χρόνους, ὅτε νικᾷ ἡ ἀλήθεια τὸν οἶνον καὶ τὸν ἐχθρὸν βασιλέα καὶ τὰς γυναῖκας, ἀνοικοδομεῖται ὁ ναὸς τῷ θεῷ
「至於所羅門,他是在夢中見神、在夢中領受智慧的(因為那清醒之時的實現,是留給那位說『看哪,這裏有一位比所羅門更大』的祂);他既處於極深的太平之中,以致當時人人都坐在自己的葡萄樹下、自己的無花果樹下安歇;他也因當時的太平而得名(因「所羅門」意譯為「太平者」);正因這太平,他方得閒暇,為神建造那著名的聖殿。同樣,在以斯拉的時代,當真理勝過了酒、勝過了那敵對的王、也勝過了女人之時,聖殿又為神重建起來。」
But Solomon, having seen God in a dream and having received wisdom in a dream (for the waking reality was reserved for him who says: 'Behold, something greater than Solomon is here'), came to be in the deepest peace, so that at that time each man rested under his own vine and under his own fig tree; and being, by the peace of his times, named accordingly (for 'Solomon' is interpreted 'peaceable'), on account of that peace he had leisure to build the celebrated temple for God. And likewise in the days of Ezra, when truth prevails over wine and over the hostile king and over women, the temple is rebuilt for God.
6:6
Ταῦτα δ ἡμῖν ἀπολογουμένοις πρὸς σέ, ἱερὲ Ἀμβρόσιε, εἴρηται, ἐπεὶ τὸν εὐαγγελικὸν πύργον κατὰ τὴν ἁγίαν σου προτροπὴν ἐν γράμμασιν οἰκοδομῆσαι θελήσαντες ἐψηφίσαμεν μὲν καθεσθέντες τὴν δαπάνην, εἰ ἔχομεν τὰ εἰς ἀπαρτισμόν, ἵνα μὴ ἐμπαιζώμεθα ὑπὸ τῶν θεωρούντων καταγινωσκόμενοι ὡς θεμέλιον μὲν καταβαλλόμενοι, ἐκτελέσαι δὲ τὸ ἔργον μὴ δεδυνημένοι
「以上這些話,是我向你──虔敬的安波修啊──所作的自辯之言;因為我原本有意,遵照你聖潔的勸勉,用文字建造這福音的高塔,於是我們就坐下來,計算成本,看是否具備完工所需的一切,免得被旁觀之人所嗤笑,被定罪為只顧安放根基、卻無力完成這工程的人。」
These things have been said by us in our defense to you, holy Ambrose, since, wishing to build the evangelical tower in writing according to your holy exhortation, we sat down and reckoned the cost, whether we had the means for its completion, lest we be mocked by those who observe us, being condemned as men who lay a foundation but are unable to finish the work.
6:7
ψηφίσαντες δὲ ἕτοιμα μὲν τὰ εἰς ἀπαρτισμὸν τῆς οἰκοδομῆς ἡμῖν παρόντα οὐ κατειλήφαμεν, τῷ θεῷ δὲ πεπιστεύκαμεν τῷ πλουτίζοντι έν παντὶ λόγω καὶ πάσῃ γνώσει, ὅτι ἀγωνιζομένουσ ἡμᾶς αὐτοὺς τηρεῖν τοὺς πνευματικοὺς νόμους πλουτίσει, καὶ ἐκ τῶν ἐπιχορηγουμένων ὑπ αὐτοῦ προκόπτοντες έν τῷ οἰκοδομεῖν φθάσομεν καὶ ἐπὶ τὴν στεφάνην τοῦ οἰκοδομήματος, κωλύουσαν πίπτειν τὸν ἀνεληλυθότα ἐπὶ τὸ δῶμα τοῦ λόγου, ἀπὸ μόνων τῶν ἐστερημένων τῆς στεφάνης πιπτόντων τῶν πιπτόντων διὰ τὸ ἀτελὲς τῶν οἰκοδομημάτων, φόνων αἰτίων τοῖς ἐν αὐτῷ τυγχάνουσι καὶ πτωμάτων γινομένων
「我們計算之後,發現手中現有的資源並不足以完成這建造;然而我們已信靠那在一切言語、一切知識上使人富足的神,深信只要我們竭力持守屬靈的律法,祂必使我們富足;又深信我們必能藉著祂所供應的一切,在建造上不斷長進,直至抵達這建築的「圍欄」──那能攔阻登上這道之屋頂的人跌落之物。因為唯有那些缺了圍欄的人才會跌落,他們之所以跌落,是因建築尚未完工;這未竟之工,便成了在其上之人喪命、跌落的緣由。」
But upon reckoning, we found that the means ready at hand for us for the completion of the building were not sufficient; yet we have trusted in God, who enriches in all speech and all knowledge, that as we strive to keep the spiritual laws ourselves, he will enrich us, and that, advancing in the building from the supplies furnished by him, we shall reach even the parapet of the building -- which prevents him who has gone up onto the roof of the word from falling -- since it is only those deprived of the parapet who fall, those who fall on account of the incompleteness of the buildings, this incompleteness becoming the cause of deaths and of falls for those who happen to be upon it.
6:8
καὶ μέχρι γε τοῦ πέμπτου τόμου, εἰ καὶ ὁ κατὰ τὴν Ἀλεξανδρείαν χειμὼν ἀντιπράττειν ἐκόκει, τὰ διδόμενα ὑπηγορεύσαμεν, ἐπιτιμῶντος τοῖς ἀνέμοις καὶ τοῖς κύμασι τῆς θαλάσσης τοῦ Ἰησοῦ· καὶ ἕκτου δὲ ἐπὶ ποσὸν προεληλυθότες ἐξειλκύσθημεν ἀπὸ γῆς Αἰγύπτου, ῥυσαμένου ἠμᾶς τοῦ θεοῦ τοῦ ἐξαγαγόντος τὸν λαὸν αὐτοῦ ἀπ αὐτῆς
「直到第五卷為止,儘管亞歷山大城當時的風暴似乎與我們作對,我們仍口授了所領受的內容,因為耶穌斥責了風與海浪。而進入第六卷、寫了一些之後,我們便被迫離開了埃及之地,是神救拔了我們──就是那位曾把祂的百姓從埃及領出來的神。」
And up to the fifth tome, even though the storm in Alexandria seemed to be working against us, we dictated what was given, as Jesus rebuked the winds and the waves of the sea; and having also advanced some way into the sixth, we were dragged out of the land of Egypt, God having rescued us -- he who led his people out of it.
6:9
ἔπειτα τοῦ ἐχθροῦ πικρότατα ἡμῶν καταστρατευσαμένου διὰ τῶν καινῶν αὐτοῦ γραμμάτων τῶν ἀληθῶς ἐχθρῶν τῷ εὐαγγελίῳ καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἀνέμους τῆς πονηρίας καθ ἡμῶν ἐγείραντος, στῆναι μᾶλλόν με πρὸς τὸν ἀγῶνα παρεκάλει ὁ λόγος καὶ τηρῆσαι τὸ ἡγεμονικόν, μήποτε μοχθηροὶ λογισμοὶ ἐξισχύσωσι τὸν χειμῶνα καὶ τῇ ψυχῇ μου ἐπεισαγαγεῖν, ἤπερ ἀκαίρως, πρὶν γαλήνην τὴν διάνιαν λαβεῖν, συνάπτειν τὰ ἑξῆς τῆς γραφῆς· καὶ οἱ συνήθεις δὲ ταχυγράφοι μὴ παρόντες τοῦ ἔχεσθαι τῶν ὑπαγορεύσεων ἐκώλυον
「其後,仇敵藉著他那些新的著作──那些真正與福音為敵的著作──極其苦毒地向我們興兵,並在埃及煽起了一切邪惡之風攻擊我們;於是這道更呼召我,要我在爭戰中站立得穩,守住我心中的主導能力,惟恐惡毒的思念佔了上風,使一場風暴湧入我的靈魂──而不是不合時宜地、在心思尚未得著平靜之前,就接續寫下文中後續的部分;而且,我平日慣用的速記員也不在場,這也攔阻了我繼續口授。」
Then, since the enemy had campaigned most bitterly against us through his new writings -- writings that are truly hostile to the gospel -- and had stirred up against us all the winds of wickedness in Egypt, the Word rather called upon me to stand firm for the contest and to guard my governing faculty, lest wicked reasonings should gain the upper hand and bring a storm into my soul, rather than, out of season, before my mind had received calm, to connect together the sequel of the writing; and my usual shorthand-writers, not being present, also hindered me from keeping to my dictations.
6:10
νῦν δ ὅτε τὰ καθ ἡμῶν πεπυρωμένα πολλὰ σβεννύντος θεοῦ βέλη ἤμβλυνται καὶ ἐνεθισθεῖσα ἡμῶν ἡ ψυχὴ τοῖς συμβεβηκόσι διὰ τὸν οὐράνιον λόγον φέρειν ῥᾷον βιάζεται τὰς γεγενημένας ἐπιβουλάς, ὡσπερεὶ ποσῆς εὐδίας λαβόμενοι οὐκέτι ὑπερτιθέμενοι ὑπαγορεύειν τὰ ἀκόλουθα βουλόμεθα, θεὸν διδάσκαλον ὑπηχοῦντα ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς ἡμῶν παρεῖναι εὐχόμενοι, ἵνα τέλος λάβῃ ἡ τῆς διηγήσεως τοῦ κατὰ Ἰωάννην εὐαγγελίου οικοδομή
「而如今,神已將那向我們發射的許多火箭熄滅、使之鈍挫,我們的靈魂也因已習於所遭遇之事,為那屬天之道的緣故,更容易承受那些一再興起的謀害;於是,我們彷彿已得著幾分風平浪靜,便不再拖延,願意繼續口授接下來的內容;我們祈求,神這位教師,在我們靈魂至深的密室中發出回響、與我們同在,使這卷關於《約翰福音》釋義的建造,得以完成。」
But now, since God, quenching many, has blunted the many fiery darts aimed against us, and our soul, having become accustomed to what has befallen it, forces itself, for the sake of the heavenly word, to bear the plots that have arisen against it more easily -- as though we had laid hold of a certain measure of calm weather, we no longer put it off, but wish to dictate what follows, praying that God, our teacher, resounding within, may be present in the innermost sanctuary of our soul, so that the building of the exposition of the Gospel according to John may reach its completion.
6:11
γένοιτο δ ὁ θεὸς ἐπήκοος ἡμῶν τῇ εὐχῇ, εἰς τὸ συνάφαι δυνηθῆανι τὸ σῶμα τοῦ λόγου, λόγου, μηκέτι μεσολαβούσης περιστάσεως διακοπὴν τοῦ τῆς τῆς γραφῆς ὁπόίαν δήποτε ἐνεργάσασθαι δυναμένης. ἴσθι δὲ ὅτι ἀπὸ πολλῆς προθυμίας δευτέραν ταύτην ἀρχὴν ποιοῦμαι ἕκτου τόμου διὰ τὸ τὰ προϋπαγορευθέντα ἡμῖν ἐν τῇ Ἀλεξανδρείᾳ οὐκ οἶδ' ὅπως μὴ κεκομίσθαι·
「願神垂聽我們的祈求,使這道之全體得以連綴為一,不再有任何機緣阻隔,得以造成寫作上的任何中斷。你當知道,我如今出於強烈的熱切之心,將此當作第六卷的「第二個開端」來寫,原因是先前在亞歷山大所口授的部分,不知何故,並未送達到我這裏來。」
May God be attentive to our prayer, so that the body of the discourse may be able to be joined together, no circumstance any longer intervening that is able to work any interruption whatsoever of the writing. And know that it is out of much eagerness that I make this a second beginning of the sixth tome, because -- I know not how -- what was dictated to us earlier in Alexandria has not been brought to me.
6:12
βέλτιον γὰρ ἡγησάμην, ὑπὲρ τοῦ μὴ ἀπράκτως μοι τοῦδε τοῦ ἔργου παρελθεῖν καὶ τοῦτον τὸν χρόνον, ἤδη τῶν λοιπῶν ἄρξασθαι καὶ μὴ μετ ἀδήλου τοῦ εὑρεθήσεσθαι τὰ προϋπαγορευθέντα ἡμῖν ἀναμένων, ἀναμένων, οὐκ ὀλίγον ἀπολέσαι τὸ τῶν μεταξὺ ὑμερῶν. καὶ ταῦτα μὲν αὐτάρκως πεπροοι- μιάσθω· ἤδη δὲ καὶ τῆς λέξεως ἐχώμεθα. Ι, Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου
「因為我認為,與其懷著渺茫的希望,等候尋回先前所口授的內容,白白耗去中間許多的時日,倒不如及早開始接續其後的部分,免得這段時間也在這工作上白白虛度。以上這番緒言,已足夠作為序引;如今讓我們就緊扣經文本身:『這是約翰的見證。』」
For I thought it better, so that this present time too should not pass by unproductively for me as regards this work, to begin already on what remains, rather than, waiting with no certainty whether what was earlier dictated to us would be found, to lose no small amount of the intervening days. Let this suffice as a sufficient preface; let us now hold fast to the text itself: 'And this is the testimony of John.'
6:13
Δευτέρα αὕτη ἡ ἀναγεγραμμένη Ἰωάννου τοῦ βαπτιστοῦ περὶ Χριστοῦ μαρτυρία, τῆς προτέρας ὁρξαμένης ἀπὸ τοῦ Οὑτος ἠν ὁ εἰπὼν Ὁ ὀπίσω μου ἐρχόμενος καὶ ληγούσης εἰς τὸ Μονογενὴς θεὸς ὁ ὤν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἔξηγήσατο. Οὐχ ὑγιῶς δὲ ὁ Ἡρακλέων ὑπολαμβάνει Οὐδεὶς τὸν θεὸν ἑώρακεν πώποτε καὶ τὰ ἑξῆς, φάσκων εἰρῆσθαι οὐκ οὐκ ἀπὸ τοῦ βαπτιστοῦ αλλ' ἀπὸ τοῦ μαθητοῦ
「這是約翰施洗者論及基督的第二段記載下來的見證;前一段見證,是從『這人就是我曾說的:那在我以後來的……』開始,止於『只有在父懷裏的獨生神,將祂表明出來』。但赫拉克利昂對『從來沒有人看見神』以下這段話的理解並不正確,他認為這話並非施洗者所說,而是門徒〔約翰〕所說。」
This is the second recorded testimony of John the Baptist concerning Christ, the former one having begun from 'This was he who said, He who comes after me...' and ending at 'the only-begotten God, who is in the bosom of the Father, he has declared him.' But Heracleon does not soundly suppose that 'No one has ever seen God,' and what follows, was spoken -- not by the Baptist, but by the disciple.
6:14
εἰ γὰρ καὶ κατ' αὐτὸν τὸ Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο ὑπὸ τοῦ βαπ- τιστοῦ εἴρηται, πῶς οὐκ ἀκόλουονν τὸ τὸν ἐκ τοῦ πληρώματος τοῦ χριστοῦ εἰληφότα καὶ χὰριν δευτέραν ἀντὶ προτέρας χάριτος ὁμολογοῦντά τε διὰ Μωσέως μὲν δεδόσθαι τὸν νόμον, τὴν δὲ χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι ἐκ τῶν ἀπὸ τοῦ πληρώματος εἰς αὐτὸν ἐληλυθότων νενοηκέναι πῶς θεὸν οὐδεὶς ἑώρακεν πώποτε, καὶ τὸ τὸν μονογενῆ εἰς τὸν κόλπον ὄντα τοῦ πατρὸς τὴν ἐξήγησιν αὐτῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ πληρώματος εἰληφόσι παραδεδωκέναι; παραδεδωκέναι
「因為即便照他〔赫拉克利昂〕自己的看法,『從祂的豐盛,我們都領受了,並且恩上加恩;因律法是藉摩西賜的,恩典和真理是藉耶穌基督來的』這話也是施洗者所說的;那麼,這一位既已從基督的豐盛中有所領受、既已承認以後來的恩取代先前的恩、又承認律法是藉摩西賜下、恩典與真理卻是藉耶穌基督而來──他豈不也理應從那豐盛中臨到自己的事上,明白從來沒有人看見過神,也明白那位在父懷裏的獨生子,已將這解釋傳給了他、也傳給了一切從那豐盛中有所領受的人嗎?這豈非理所當然之事?」
For if, according to him too, 'From his fullness we all received, and grace upon grace; because the Law was given through Moses, [but] grace and truth came through Jesus Christ' was spoken by the Baptist, how is it not consistent that the one who had received of the fullness of Christ, and who confessed a second grace in place of a first grace, and that the Law was given through Moses while grace and truth came to be through Jesus Christ, should -- from the things that had come to him out of the fullness -- have understood also how no one has ever seen God, and that the Only-begotten, being in the bosom of the Father, has handed down the explanation to him and to all who have received of the fullness?
6:15
Οὐ γὰρ νῦν πρῶτον ἐξηγήσατο ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ὡς οὐδενὸς ἐπιτηδείου πρότερον γεγενμένου λαβεῖν, ἅ τοῖς ἀποστόλοις διηγήσατο· εἴγε πρὶν Ἀβραὰμ γενέσθαι ὥν διδάσκει ἡμᾶς τὸν Ι Ἀβραὰμ ἠγαλλιᾶσθαι, ἴνα ἴδῃ τὴν ἡμέραν αὐτοῦ καὶ ἐν χαρᾷ γεγονέναι. καὶ τὸ Ἐκ τοῦ πληρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλά- βομεν καὶ τὸ Χάριν ἀντὶ χάριτος, ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, δηλοῖ καὶ τοὺς προφήτας ἀπὸ τοῦ πληρώματος Χριστοῦ τὴν δωρεὰν κεχωρηκέναι, καὶ τὴν δευτέραν χάριν ἀντὶ τῆς προτέρας αὐ- τοὺς εἰληφέναι· ἐφθάκεισαν γὰρ κἀκεῖνοι ὑπὸ τοῦ πνεύματος χειραγωγούμενοι μετὰ τὴν ἐν τοῖς τύποις τύποις ἐπὶ τὴν τῆς ἀληθείας θέαν
「因為那位在父懷裏的祂,並非到如今才首次施行解釋,彷彿之前從來沒有人配得領受祂向使徒們所講述的事似的;因祂原是「在亞伯拉罕未有以先」就已存在的那一位,祂教導我們說,亞伯拉罕曾歡欣要看見祂的日子,並且看見了就快樂。而『從祂的豐盛,我們都領受了』,以及『恩上加恩』,正如我們在前文所說,也表明眾先知同樣是從基督的豐盛中領受了這恩賜,他們也是以後來的恩取代了先前的恩;因為他們也早已被聖靈引領,在那預表之後,進入了對真理的觀看。」
For it is not now for the first time that he who is in the bosom of the Father has expounded, as though no one had previously become fit to receive the things which he narrated to the apostles; if indeed, being before Abraham came to be, he teaches us that Abraham exulted to see his day, and came to be in joy. And 'From his fullness we all received,' and 'grace upon grace,' as we have said in what precedes, shows also that the prophets had received the gift from the fullness of Christ, and that they too had received a second grace in place of a former one; for they too, being led by the hand of the Spirit, had already arrived, after what was given in the types, at the vision of the truth.
6:16
διόπερ οὐ πάντες οἱ προφῆται ἀλλὰ πολλοὶ ἐπεθύμησαν ἰδεῖν, ἅ οἱ ἀπόστολοι ἔβλεπον. εἰ γὰρ ἦν προφητῶν διαφορά, οἱ τετελειω- μένοι καὶ διαφέροντες οὐκ ἐπεθύμησαν ἰδεῖν, ἅ εἶδον οἱ ἀπόστολοι· τεθεωρήκασι γὰρ αὐτά· οἱ δὲ μὴ φθάσαντες ὁμοίως τούτοις εἰς τὸ ὕψος ἀναβῆναι τοῦ λόγου ἐν ὀρέξει γεγόνασι τῶν τοῖς ἀποστόλοις διὰ Χριστοῦ ἐγνωσμένων. τὸ γὰρ ἰδεῖν ἡμεῖς οὐ σωματικῶς εἰρῆσθαι ἐξειλήφαμεν, καὶ τὸ ἀκοῦσαι πευεματικῶς ἀππαγελλόμενον νενοήκαμεν, μόνου τοῦ ὦτα κτησαμένου ἀκούειν παρεσκευασμένου τῶν λόγων τοῦ Ἰησοῦ· ὅπερ οὐ πάνυ ἀθρόως γίνεται
「正因如此,並非所有先知,而是「許多」先知渴望看見使徒們所看見的事。因為若先知之間確有差別,那些已臻於成全、卓越出眾的先知並不渴望看見使徒所看見的,因他們早已親自觀看過那些事了;而那些未能像這些人一樣達到那道之高處的先知,便對使徒藉基督所知曉的事,心生渴慕。因為我們理解「看見」一詞,並非按形體而言;也領悟「聽見」一詞,是按屬靈的意義宣告的;唯有那已獲得〔屬靈之〕耳、預備好要聽的人,才能聽見耶穌的話語──而這並非一蹴可幾之事。」
For this reason it is not all the prophets but many who desired to see what the apostles were seeing. For if there was a difference among the prophets, then those who were perfected and outstanding did not desire to see what the apostles saw -- for they had already beheld these things; but those who did not, like these, arrive at the height of the Word came to be in longing for the things known to the apostles through Christ. For we have understood 'to see' as not spoken bodily, and we have perceived 'to hear' as declared spiritually, only he who has acquired ears being prepared to hear the words of Jesus -- which does not happen all at once.
6:17
Ἔτι δὲ περὶ τοῦ τοὺς πρὸ τῆς σωματικῆς ἐπιδημίας τοῦ Ἰησοῦ ἁγίους πλέον τι τῶν πολλῶν τῶν πιστευόντων ἐσχηκότας τὰ τῆς θειότητος μυστήρια κατανενοηκέναι, τοῦ λόγου τοῦ θεοῦ διδάσκοντος αὐτοὺς καὶ πρὶν γένηται σάρξ, (ἀεὶ γὰρ εἰργάζετο, μιμητὴς τοῦ πατρὸς ὢν περὶ οὑ λέγει· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται) ἔστιν ἐπιλογίσασθαι καὶ ἀπὸ τούτων τῶν λέξεων·
「再者,關於這一點──即:在耶穌以肉身降世之前,那些聖徒對神性的奧祕,其領悟遠勝於如今許多信徒──這一點乃是因為神的道,早在祂尚未成肉身之前,就已教導他們了(因祂一直在作工,正效法那位論及祂自己而說『我父作事直到如今』的父);由以下這些話,也能加以推論此點:」
And further, concerning the fact that the holy ones before the bodily sojourn of Jesus had understood the mysteries of the divinity to a greater degree than most of those who believe [now] -- the Word of God teaching them even before he became flesh (for he was always at work, being an imitator of the Father, concerning whom he says: 'My Father works until now') -- it is possible to reason further also from the following words:
6:18
φησί που πρὸς τοὺς Σαδδουκαίιους ἀπιστοῦντας τῷ περὶ ἀναστάσεως λόγῳ· Οὑκ καὶ τὸ ῥηθὲν ἐπὶ τῆς βάτου ὑπὸ τοῦ θεοῦ· Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων. εἰ τοίνυν ὁ θεὸς οὐκ ἐπαισχύνεται θεὸς τῶν ἀνδρῶν τούτων καλεῖσθαι, καὶ ἐν ζῶσιν ὑπὸ Χριστοῦ καταριθμοῦνται, υἱοί τε τοῦ Ἀβραὰμ πάντες εἰσὶν οἱ πιστεύοντες, ἐπεὶ ἐνευλογοῦνται τῷ πιστῷ Ἀβραὰμ πάντα τὰ ἔθνημ, πατρὶ τῶν Μνῶν ὑπὸ θεοῦ τεθειμένῳ, διστάζομεν παραδέξασθαι ἐγνωκέναι τοὺς ζῶντας τὰ τῶν ζώντων μαθήματα, μαθητευθέντας Χριστῷ τῷ πρὸ Ἑωσφόρου γεγενημένῳ πρὶν γένηται σάρξ
「祂曾對那不信復活之道的撒都該人如此說:『神在荊棘篇上對你們所說的,你們沒有念過嗎?「我是亞伯拉罕的神,以撒的神,雅各的神」;神並不是死人的神,乃是活人的神。』既然如此,神並不以稱為這些人的神為恥,他們也被基督算在活人之列;而凡信的人都是亞伯拉罕的子孫,因為萬國都要因那有信心的亞伯拉罕蒙福──他乃是神所立、作萬國之父的;那麼,我們豈還遲疑,不肯承認這些活著的〔先祖〕,早已認識了那屬活人的教訓,已在還未成肉身、在明星以先就已存在的基督門下受教了嗎?」
He says somewhere to the Sadducees, who disbelieved the doctrine concerning the resurrection: 'Have you not read what was spoken to you by God at the bush: I am the God of Abraham and the God of Isaac and the God of Jacob? Now he is not God of the dead but of the living.' If then God is not ashamed to be called the God of these men, and they are numbered by Christ among the living, and all who believe are sons of Abraham, since in faithful Abraham all the nations are blessed -- he having been established by God as the father of the nations -- do we hesitate to accept that the living [patriarchs] knew the lessons of the living, having been taught by Christ, who came to be before the Morning Star, before he became flesh?
6:19
διὰ τοῦτο δὲ ἔζων, ἐπεὶ μετεῖχον τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή· καὶ ἐχώρουν ὡς τηλικούτων κληρονόμοι ἐπαγγελιῶν ἐπιφάνειαν οὐ μόνον ἀγγέλων ἀλλὰ καὶ θεοῦ ἐν Χριστῷ καὶ τάχα ὁρῶντες τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου, ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα, ἀναγεγραμμένοι εἰσί, θεὸν νενοηκότες καὶ θεοῦ λόγων θεοπρεπῶς ἀκηκοότες, ἑωρακέναι θεὸν καὶ ἀκηκοέναι αυτου
「他們之所以活著,正因他們有分於那說『我就是生命』的祂;他們作為如此重大應許的承受者,得以容納顯現──不僅是天使的顯現,更是神在基督裏的顯現;也許他們正是因看見那不可見之神的形像──既然那看見子的,就是看見了父──而被記載為:既已認識神、又以配得神的方式聽見神的言語,便是已看見神、也已聽見祂了。」
And for this reason they were living, since they had a share in him who said, 'I am the life'; and, as heirs of such great promises, they had room to receive the manifestation not only of angels but also of God in Christ; and perhaps, seeing the image of the invisible God -- since he who has seen the Son has seen the Father -- they are recorded as having, in that they had come to know God and had heard the words of God in a manner befitting God, seen God and heard him.
6:20
Ἐγὼ δ οἶμαι ὅτι οἱ τελείως καὶ γνησίως υἱοὶ τοῦ Ἀβραὰμ τῶν πνευματικῶν νοουμένων πράξεων αὐτοῦ εἰσιν υἱοὶ καὶ τῆς φανερωθείσης αὐτῶ γνώσεως, τῶν ἐκείνῳ γνωσθέντων καὶ πραχθέντων ἐγγινομένων τοῖς χρηματίζουσιν υἱοῖς τοῦ πατριάρχου, καθ ἃ διδάσκει τοὺς ἔχοντας ὦτα λέγων· Εἰ τέκνα τοῦ Ἀβραὰμ † ἦτε, τὰ ἔργ·α τοῦ Ἀβραὰμ ἐποιεῖτε
「但我認為,那些完全、真正作亞伯拉罕子孫的人,乃是他那按屬靈意義而理解之行為的子孫,也是那向他顯明之知識的子孫;他所知曉、所行之事,便存在於那些被算為這先祖之子的人身上;按此,祂教導那有耳可聽的人說:『你們若是亞伯拉罕的兒女,就必行亞伯拉罕所行的事。』」
But I think that those who are perfectly and genuinely sons of Abraham are sons of his deeds, spiritually understood, and of the knowledge that was manifested to him -- the things known and done by him coming to be present in those who are reckoned as sons of the patriarch, according to which he teaches those who have ears, saying: 'If you are children of Abraham, do the works of Abraham.'
6:21
καὶ εἰ Σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην, ἀναγκαῖον ἤτοι προπετῶς ἀποφήνασθαί τινα περὶ τῶν προφητῶν ὡς οὐ σοφῶν, εἰ μὴ νενοήκασι τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἢ τὸ εὔφημον καὶ ἀληθὲς παραδεξαμένους, ὅτι ἠσαν οἱ προφῆται σοφοί, ὁμολογεῖν νενοηκέναι αὐτοὺς τοὺς τὰ ἀπὸ ἰδίου στόματος καὶ ἐπὶ τοῖς χείλεσι πεφορεκέναι τὴν ἐπιγνωμόσύνην
「經上又說:『智慧人必明白出於自己口中的話,並在嘴唇上帶著見識。』既然如此,我們就必然要作以下二者之一:或是輕率地宣稱眾先知並非智慧人──若他們並不明白出於自己口中的話;或是接受那虔敬而真實的一面,承認眾先知確是智慧人,也就當承認他們自己明白出於自己口中的話,並在嘴唇上帶著見識。」
And if 'the wise man will understand the things from his own mouth, and on his lips he will carry discernment,' it is necessary either rashly to declare, concerning the prophets, that they were not wise, if they did not understand the things from their own mouth, or, accepting the reverent and true position, that the prophets were wise, to confess that they themselves understood the things from their own mouth and carried discernment upon their lips.
6:22
καὶ δῆλον ὅτι Μωσῆς ἑώρα τῷ νοὶ· τὴν ἀλήθειαν τοῦ νόμου καὶ τὰς κατὰ ἀναγωγὴν ἀλληγορίας τῶν ἀναγεγραμμένων παρ αὐτῷ ἱστοριῶν· Ἰησοῦς δὲ τὴν ἀληθῆ κληροδοσίαν γενομένην μετὰ τὴν καθαίρεσιν τῶν εἴκοσι καὶ ἐννέα βασιλέων συνίει, μᾶλλον ἡμῶν δυνάμενος συνορᾶν τίνων ἀληθῶν σκιαὶ ἐτύγχανον τὰ δι αὐτοῦ ἐπιτελούμενα
「顯然,摩西是用心智看見律法的真理,以及他所記載的那些史事按提昇解讀所含的寓意;而約書亞,在剿滅那二十九位王之後所得著的真實產業,他也是明白的,並且比我們更能洞察,那藉他所成就的事,究竟是哪些真實之事的影兒。」
And it is clear that Moses saw with his mind the truth of the law and the allegories, according to the anagogical sense, of the histories recorded by him; and Joshua understood the true inheritance that came to be after the destruction of the twenty-nine kings, being able, more than we, to discern of what true realities the things accomplished through him were but shadows.
6:23
δῆλον δ ὅτι καὶ Ἡσαΐας τὸ μυστήριον ἑώρα τοῦ ἐπὶ τοῦ θρόνου καθεζομένου καὶ τῶν δύο Σεραφὶμ καὶ τῶν πτερύγων αὐτῶν, τοῦ τε θυσιαστηρίου καὶ τῆς λαβίδος, καὶ τῆς ἐπικαλύψεως τοῦ προσώπου καὶ τῶν ποδῶν γινομένης ὑπὸ τῶν Σεραφίμ· Ἰεζεκιὴλ δὲ τὰ Χερουβὶμ καὶ τὴν πορείαν αὐτῶν καὶ τὸ ἐπ αὐτῶν στερέωμα καὶ τὸν ἐπικαθεζόμενον τῷ θρόνῳ. ὧν τί ἂν εἴη ἐνδοξότερον καὶ ὑψηλότερον
「同樣顯然,以賽亞也曾看見那坐在寶座上者的奧祕,以及那兩位撒拉弗與他們的翅膀,還有祭壇與火剪,以及撒拉弗遮臉、遮腳的情景;以西結則看見基路伯及其行動,還有牠們之上那穹蒼,以及那坐在寶座上者。這一切之中,還有什麼比之更榮耀、更崇高的呢?」
And it is clear that Isaiah too saw the mystery of him who sits upon the throne, and of the two Seraphim and their wings, and of the altar and the tongs, and of the covering of the face and the feet that was done by the Seraphim; and Ezekiel saw the mystery of the Cherubim and their movement, and the firmament above them, and him who sits enthroned upon it. And what could be more glorious and more exalted than these?
6:24
Καὶ ἵνα μὴ καθ ἓν λέγων ἐπὶ πολὺ μηκύνω τὸν λόγον βουλόμενος κατασκευάζειν οὐκ ἔλαττον τῶν τοῖς ἀποστόλοις ὑπὸ Χριστοῦ ἀποκαλυφθέντων ἐγνωκέναι τοὺς τετελειωμένους έν ταῖς προτέραις γενεαῖς, ἀποκαλύπτοντος αὐτοῖς τοῦ καὶ τοὺς ἀποστόλους διδάξαντος τὰ ἀπόρρητα τῆς θεοσεβείας μυστήρια, ἔτι ἀλίγα προσθεὶς κρίνειν τοῖς ἐντυγχάνουσι καταλείψω καὶ ὃ βούλονται περὶ τούτων σκοπεῖν
「為免逐一列舉、使這篇論述過於冗長──我原意在確立這一點:在先前那些世代裏得成全的人,其所認識的,並不亞於那藉基督向使徒所啟示的;因為正是同一位,既向他們啟示,也教導了使徒那敬虔的隱祕奧祕。既已再稍加補充,我便將此事留給讀者自行判斷,任憑他們對此願意如何看待。」
And so that I may not, by speaking of each instance one by one, extend the discourse to great length in wishing to establish that those who were perfected in the former generations knew no less than the things revealed to the apostles by Christ, since it was he who revealed to them, who also taught the apostles the unspeakable mysteries of piety -- having added yet a few more things, I will leave it to those who read to judge and to consider concerning these matters what they wish.
6:25
φησὶ γὰρ ἐν τῇ πρὸς τοὺς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος· Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ γὰρ διὰ γραφῶν προφητικῶν τὸ πάλαι σεσιωπημένον μυστήριον πεφανέρωται τοῖς ἀποστόλοις καὶ οἱ προφῆται ἐνόουν τὰ ἀπὸ ἰδίου στόματος, ἅτε ὄντες σοφοί, τὰ πεφανερωμένα τοῖς ἀποστόλοις οἱ προφῆται ᾔδεσαν
「因為保羅在《羅馬書》中說:『惟有神能照我的福音,並照那奧祕的啟示──這奧祕乃是萬古以來隱藏不言的,如今卻藉眾先知的經書,並照我們主耶穌基督的顯現,已經顯明出來──堅固你們。』既然那從前隱藏不言的奧祕,是藉著眾先知的經書向使徒顯明的;而眾先知既明白出於自己口中的話──因他們原是智慧人──那麼,眾先知也就知道了那向使徒顯明的事了。」
For Paul says in the Epistle to the Romans: 'Now to him who is able to establish you according to my gospel, according to the revelation of the mystery kept silent for eternal ages, but now made manifest both through the prophetic writings and through the appearing of our Lord Jesus Christ.' For if, through the prophetic writings, the mystery that was formerly kept silent has been made manifest to the apostles, and the prophets understood the things from their own mouth, inasmuch as they were wise, then the prophets knew the things that have been made manifest to the apostles.
6:26
Ἐπεὶ δὲ τοῖς πολλοῖς οὐκ ἀπεκαλύπτετο, διὰ τοῦτό φησιν ὁ Παῦλος· Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα. ὅρα δέ (εἰ καὶ οὕτως οἷόν τε ἀνθυπενεχθησομένην ἀνθυποφορὰν ὑπὸ τῶν μὴ παραδεχομένων τὸν λόγον τὴν λέξιν ταύτην οὕτως ἐκλαβεῖν τὸ ἀποκαλυπτόμενον) μήποτε διχῶς ἔστιν ἰδεῖν ἀποκαλυπτόμενον, καθ ἕνα μὲν τρόπον ὅτε νοεῖται, καθ ἕτερον δὲ ἐὰν † ᾐ τοῦτο προφητευόμενον, ὥστε γενέσθαι καὶ πληρωθῆναι αὐτό· τότε γὰρ ἀποκαλύπτεται, ὅτε ἐπιτελεῖται πληρούμενον
「既然這事並未向多數人顯明,保羅便為此說:『這奧祕在以前的世代並沒有讓人知道,像如今藉著聖靈啟示祂的聖使徒和先知一樣,就是外邦人在基督裏得為後嗣,同為一體。』且觀察一下(縱使那不接受此論證的人,也可能以此方式反駁,將這「被啟示」一詞另作理解):或許「被啟示」可以有兩種看法──一種是就其被理解而言,另一種則是就其作為某項預言而言,使那事得以發生、得以應驗;因為當那事被成就、被應驗之時,那才是真正的「被啟示」。」
But since it was not revealed to the many, Paul says for this reason: 'To other generations it was not made known to the sons of men, as it has now been revealed to his holy apostles and prophets in the Spirit, that the Gentiles are fellow-heirs and fellow-members of the body.' Now observe (even if it is possible, in this way, that an objection may be raised in reply by those who do not accept this reasoning, to understand this word 'that which is being revealed' in that manner) whether perhaps it is possible to see 'being revealed' in two ways: in one way, when it is merely understood; in another way, if this is something being prophesied, so that it comes to pass and is fulfilled -- for then it is revealed, when it is accomplished in being fulfilled.
6:27
τὸ τοίνυν τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα εἶναι τῆς ἐπαγγελίας ἐν Χριστῷ, ὅσον μὲν ἐπὶ τῇ γνώσει τοῦ ἔσεσθαι τὰ ἔθνη συλκληρονόμα καὶ σύσσωμα κοὶ συμμέτοχα, καὶ πότε ἔσεσθαι, καὶ διὰ τί, καὶ τίνα ὄντα, καὶ πῶς ξένα τῶν διαθηκῶν τυγχάνοντα καὶ ἀλλότρια τῆς ἐπαγγελίας σύσσωμα καὶ συμμέτοχα ὕστερον ἐσόμενα ᾔδεσαν οἱ προφῆται, ἀποκαλυφθέντος αὐτοῖς τούτου
「那麼,論到外邦人在基督裏成為同蒙應許之後嗣、同為一體、一同有分的這件事:至於外邦人將要成為同蒙應許之後嗣、同為一體、一同有分之知識,以及何時將要如此、因何緣故、他們原是何等的人,又如何原本與眾約無干、與應許無分,後來卻成為同體、一同有分──這一切,眾先知都是知道的,因為這事已經向他們啟示了。」
As for the fact, then, that the Gentiles are fellow-heirs and fellow-members and fellow-partakers of the promise in Christ: as far as concerns the knowledge that the Gentiles were to become fellow-heirs and fellow-members and fellow-partakers, and when they were to become so, and for what reason, and what sort of beings they were, and how, being strangers to the covenants and alien to the promise, they would afterward become fellow-members and fellow-partakers -- of this the prophets had knowledge, since it had been revealed to them.
6:28
ἀλλ οὐχ οὕτως τοῖς νοοῦσιν, οὐχ ὁρῶσι δὲ ἐπιτελούμενα τὰ προφητευόμενα, ἀποκεκάλυπται τὰ ἐσόμενα ὡς τοῖς ὑπ ὄψιν θεωροῦσι τὴν ἔχβασιν αὐτῶν· ὅπερ γέγονεν ἐπὶ τῶν ἀποστόλων. οὕτω γάρ, ὡς οἶμαι, ἐνόουν τὰ πράγματα οὐ μᾶλλον τῶν πατέρων καὶ προφητῶν, ἀληθεύεται δὲ περὶ αὐτῶν τὸ Ὅ ἑτέραις γενεαῖς οὐκ ἀπεκαλύφθη, ὡς νῦν τοῖς ἀποστό- λοις καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ τῷ πρὸς τῷ νοεῖν αὐτοὺς τὰ μυστήρια καὶ τὴν ἐνάργειαν διὰ τοῦ πράγματος ἐπιτελουμένου κατανοεῖν
「然而,對那些雖然明白、卻未曾親眼看見所預言之事得以應驗的人,這將要成就之事的顯明程度,並不像對那些親眼目睹其結局之人那樣顯明;而使徒們的情況正是如此。因為,依我看,他們對這些事的理解,並不比列祖與先知更多;但論到他們,這話卻是真實的:『這奧祕在以前的世代並未向人啟示,如今卻向使徒和先知〔啟示了〕』,就是外邦人在基督裏成為同蒙應許之後嗣、同為一體、一同有分這事──這話之所以真實,乃是因為,使徒們不僅明白這些奧祕,更藉著那事得以成就,親自領悟了那清楚顯明的憑據。」
But it is not revealed to those who understand, yet do not see the things prophesied being accomplished, in the same way as to those who behold with their eyes the outcome of these things -- which is what happened in the case of the apostles. For thus, as I think, they understood the matters no more than the fathers and prophets did; but this is true concerning them: that 'which was not revealed to other generations, as it has now [been revealed] to the apostles and prophets' -- namely, that the Gentiles are fellow-heirs and fellow-members and fellow-partakers of the promise in Christ -- is true in the sense that, in addition to their understanding the mysteries, they also perceived the clear evidence through the matter being accomplished.
6:29
Δύναται δὲ καὶ τὸ Ηολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ † εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν τὴν ὁμοίαν ἔχειν διήγησιν, οἱονεὶ ἐπιθυμησάντων κἀκείνων ἰδεῖν οἰκονομούμενον τὸ μυστήριον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐνσωματώσεως καὶ καταβάσεως ἐπὶ τὴν οἰκονομίαν τοῦ σωτηρίου τοῖς πολλοῖς πάθους αὐτοῦ. ὡς ἐπὶ παραδείγματος καὶ ἄλλο τι τοιοῦτον ἐλαμβάνομεν· ἔστω τινὰ τῶν ἀποστόλων, συνιέντα τὰ ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, μὴ ὀψόμενον τὴν παρὰ τοῖς πεπιστευκόσι κατηγγελμένην δευτέραν σωματικὴν Ἰησοῦ ἔνδοξον ἐπιδημίαν, ἐπιθυμεῖν αὐτὴν ὁρᾶν· ἕτερον δέ τινα οὐ μόνον τὰ αὐτὰ τῷ ἀποστόλῳ οὐκ ἠκριβωκότα καὶ νενοηκότα, ἀλλὰ καὶ πολλῷ αὐτοῦ ἔλαττον ἀντεχόμενον τῆς θείας ἐλπίδος καταλαμβάνειν τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἣν ἐπιτεθυμηκέτω μὲν κατὰ τὸ παράδειγμα ὁ ἀπόστολος, μὴ τεθεωρηκέτω δέ
「至於『有許多先知和義人,願意看你們所看的,卻沒有看見;願意聽你們所聽的,卻沒有聽見』這句話,也可以作類似的解釋──彷彿他們也曾渴望看見那奧祕,即神的兒子成了肉身、為著那要臨到眾人得救之經綸而降卑,直至祂受難,這奧祕被安排施行的過程。舉個例子,我們不妨再取一個類似的情形來說:假設有某位使徒,明白那不可言傳、人不可說的隱祕言語,卻未能親見那在信徒中所宣揚的、耶穌第二次以肉身、榮耀顯現的降臨,因而渴望看見它;再假設另有其人,不但未曾如那使徒那般精確地理解與明白這些事,反倒遠不及他那般持守著這屬神的盼望,卻也能領會到我們救主的第二次降臨──這降臨,或許正是那使徒按此例所曾渴望、卻尚未得見的。」
Now the saying, 'Many prophets and righteous men desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it,' can also bear a similar account -- as though they too had desired to see the mystery of the incarnation of the Son of God being dispensed, and his descent, for the sake of the dispensation of salvation to the many, unto his passion. As an example, we may take also another such case: suppose one of the apostles, understanding the unspeakable words which it is not lawful for a man to utter, yet not going to see the second, glorious, bodily coming of Jesus proclaimed among believers, should desire to see it; and suppose another, who not only has not attained the same accuracy and understanding as the apostle, but who, clinging to the divine hope much less than he, comes to grasp something of the second coming of our Savior -- a coming which the apostle, following the example, may indeed have desired, but not yet have beheld.
6:30
οὐ ψεῦδος δὴ ἐροῦμεν ὅτι † οἵδε δύο, ἃ ἐπεθύμησεν ὁ ἀπόστολος ἰδεῖν ἢ καὶ ἀπόστολοι, Τεθέανται, καὶ οὐ πάντως παρὰ τοῦτο συνετωτέρους αὐ- τοὺς ἢ μακαριωτέρους ἀνάγκη λέγειν τῶν ἀποστόλων· οὕτως οὐδὲ τοὺς ἀποστόλους σοφωτέρους τῶν πατέρων ἢ Μωσέως καὶ τῶν προφητῶν, καὶ μάλιστα τῶν ἐπιπλεῖον δι ἀρετὴν ἀξιωθέντων ἐπιφανειῶν καὶ ἐμφανειῶν θείων καὶ ἀποκαλύψεων μυστηρίων μεγάλων
我們說這並非虛言:這兩位——即使徒(或眾使徒)曾切願看見的——已經看見了;但並不因此就必須說他們比使徒更有智慧或更為有福。同樣,也不可說使徒比列祖、或比摩西和眾先知更有智慧,尤其不可說他們比那些因德行而蒙賜更豐盛顯現、神聖顯明、以及偉大奧秘啟示的人更有智慧。
Indeed we shall not speak falsely in saying that these two, whom the apostle - or even the apostles - desired to see, have seen [it]; and it is not at all necessary because of this to call them more understanding or more blessed than the apostles. Just so, neither must we say that the apostles were wiser than the fathers or than Moses and the prophets, and especially than those who were deemed worthy of still greater manifestations and divine appearances and revelations of great mysteries on account of their virtue.
6:31
Ἐπιπλέον δὲ διετρίψαμεν ἐξετάζοντες περὶ τούτων, ἐπεὶ τῇ φαντασίᾳ τοῦ δοξάζειν τὴν Χριστοῦ ἐπιδημίαν πολλῷ σοφωτέρους τοὺς ἀποστόλους τῶν πατέρων καὶ τῶν προφητῶν λέγοντες οἱ μὲν καὶ ἕτερον ἀναπεπλάκασιν θεὸν μείζονα, οἱ δὲ μὴ τοῦτο τολμήσαντες ὅσον ἐπὶ τῷ αὐτῶν λόγῳ διὰ τὸ ἀβασάνιστον τῶν δογμάτων χρεωκοποῦσι τὴν δεδομένην τοῖς πατράσι καὶ τοῖς προφήταις ἀπὸ θεοῦ διὰ Χριστοῦ δωρεάν, δι οὗ τὰ πάντα ἐγένετο· εἰ δὲ τὰ πάντα, δῆλον ὅτι καὶ τὰ ἐκείνοις ἀποκαλυφθέντα καλὰ καὶ πεπραγμένα σύμβολα μυστηρίων θεοσεβείας ἁγίων
我們之所以花費更多時間探討這些事,是因為有人出於誇耀基督降臨的幻想,宣稱使徒遠比列祖與眾先知更有智慧,其中有些人甚至虛構出另一位更大的神;另有些人雖不敢如此,但就他們自己的論證而言,因其教義未經考驗,竟剝奪了列祖與眾先知從神藉基督所領受的恩賜——萬有正是藉這位基督而造的;既然萬有都是藉他而造,顯然那向列祖啟示的美善之事、以及所行之事與敬虔奧秘的聖潔預表,也都是藉他而來的。
But we have spent still more time examining these matters, because, under the illusion of glorifying the coming of Christ by claiming that the apostles were far wiser than the fathers and the prophets, some have even fabricated another, greater god, while others, not daring to go so far, insofar as their own reasoning allows, because of the untested character of their doctrines, defraud the fathers and prophets of the gift given to them by God through Christ, through whom all things came into being; and if all things, it is clear that also the good things revealed to them, and the deeds and holy symbols of the mysteries of piety, came through him.
6:32
ἐπεὶ δὲ πάντη φράσσεσθαι δεὶ τοὺς γενναίους Χριστοῦ στρατιώτας ὑπὲρ ἀληθείας, οὐδαμοῦ κατὰ τὸ δυνατὸν παρείδυσιν ἐῶντας ἐγγενέσθαι τῇ ἀπὸ τοῦ ψεύδους πιθανότητι, φέρε καὶ ταῦτα σκοπήσωμεν
既然基督的勇敢戰士必須為真理在各方面築起防線,盡力不讓任何一處出現破口,使源自虛謊的似是而非之說得以乘虛而入,那麼,來,讓我們也來察看這些事。
But since the noble soldiers of Christ must fortify themselves on every side on behalf of the truth, nowhere allowing, as far as possible, an opening to be made for the plausibility that comes from falsehood, come, let us examine these matters too.
6:33
τάχα γὰρ φήσουσι τὴν προτέραν Ἰωάννουπερὶ περὶ Χριστοῦ μαρτυρίαν εἶναι· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. τὸ δὲ Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβο- μεν καὶ χάριν ἀντὶ χάριτος καὶ τὰ ἑξξῆς εἰρῆσθαι ἐκ προσώπου τοῦ μαθητοῦ
因為他們也許會說,約翰論基督的第一個見證乃是:『那在我以後來的,反成了在我以前的,因他本來在我以前。』而『因為從他的豐滿裡我們都領受了,且恩上加恩』以及其後的話,則是出於那門徒(即福音書作者)自己的口吻所說的。
For perhaps they will say that the first testimony of John concerning Christ is: 'He who comes after me has come to be before me, because he was before me.' And that the words 'For from his fullness we have all received, and grace upon grace' and what follows were spoken from the person of the disciple [i.e. the Evangelist, not the Baptist].
6:34
ἀναγκαῖον δὲ καὶ οὕτως διελέγξαι ὡς βεβιασμένην καὶ ἀνακόλουθον τὴν ἐκδοχήν· πάνυ γὰρ βίαιον τὸ οἴεσθαι αἰφνίδιον οἱονεὶ ἀκαίρως διακόπτεσθαι τὸν τοῦ βαπτιστοῦ λόγον ὑπὸ τοῦ λόγου τοῦ μαθητοῦ, καὶ παντὶ τῷ καὶ ἐπὶ ποσὸν ἀκούειν συμφράσεως λεγομένων ἐπισταμένῳ σαφὲς τὸ τοῦ εἱρμοῦ τῆς λέξεως· ÿ ἡν ὁ εἰπών· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν
這種解釋必須被駁斥為牽強而不連貫的;因為認定施洗者的話語會被門徒的話語如此突兀、彷彿不合時宜地打斷,實在太過牽強。凡稍知留意言語上下文連貫的人,都能清楚看出這話語脈絡的一致——說出『那在我以後來的,反成了在我以前的,因他本來在我以前』這話的,正是同一人〔即施洗約翰〕。
But it is necessary also to refute this as a forced and inconsequential interpretation; for it is altogether violent to suppose that the discourse of the Baptist is suddenly and, as it were, untimely interrupted by the discourse of the disciple, and to anyone who knows how to attend even in some measure to the connection of what is said, the coherence of the wording is clear - that it was he who said: 'He who comes after me has come to be before me, because he was before me.'
6:35
διδάσκει δὲ ὁ βαπτιστὴς πῶς ἔμπροσθεν αὐτοῦ γέγονεν Ἰησοῦς τῶ πρῶτος αὐτοῦ (ἐπεὶ πρωτότοκος πάσης κτίσεως) εἶναι διὰ τοῦ Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. διὰ τοῦτο γὰρ, φησίν, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶ- τός μου ἦν. διὰ τοῦτο δὲ νοῶ αὐτὸν πρῶτόν μου ὄντα καὶ τιμιώτερον παρὰ τῷ πατρί, ἐπεὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐγώ τε καὶ οἱ πρὸ ἐμοῦ προφῆται εἰλήφαμεν χάριν τὴν θειοτέραν καὶ μείζονα καὶ προφητικὴν ἀντὶ χάριτος τῆς κατὰ τὴν προαίρεσιν ἡμῶν ἀποδεχθείσης παρ αὐτοῦ
施洗者藉『因為從他的豐滿裡我們都領受了』這句話,教導我們耶穌如何在他之前成為在先——即因祂『是首生於一切被造之物』而居首位。他說:『正因如此,祂成了在我以前的,因祂本來在我以前。』我以此理解祂是先於我、且在父面前更受尊崇的,因為從祂的豐滿裡,我與我以前的眾先知都領受了那更神聖、更偉大、屬乎先知性的恩典,以取代那按我們自己意志而蒙祂接納的恩典。
The Baptist teaches how Jesus came to be before him, namely by his being first in rank - since he is 'firstborn of all creation' - through the statement: 'For from his fullness we have all received.' 'For on this account,' he says, 'he has come to be before me, because he was first before me. And by this I understand him to be first before me and more honored with the Father, since from his fullness both I and the prophets before me have received the more divine and greater and prophetic grace, in place of the grace that was accepted from him according to our own choice.'
6:36
διὰ τοῦτο δὲ καὶ ἔμπροσθεν γέγονεν ὅτι πρῶτός μου ἦν, ἐπεὶ καὶ νενοήκαμεν ἐκ τοῦ πληρώματος αὐτοῦ εἰληφότες, τὸν μὲν νόμον διὰ Μωσέως δεδόσθαι, οὐχ >ὑπὸ Μωσέως καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ οὐ δεδόσθαι μόνον ἀλλὰ καὶ γεγονέναι, τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ τόν τε νόμον διὰ Μωσέως δεδωκότος, [τὴν χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ πεποιηκότος] χάριν δὲ καὶ ἀλήθειαν πεποιηκότος διὰ Ἰησοῦ Χριστοῦ τὴν ἐπ ἀνθρώπους φθάσασαν
祂之所以在我以前成為在先,是因祂本來在我以前;因為我們既從祂的豐滿裡領受了,就已明白:律法是『藉』摩西賜下的,而非『由』摩西賜下;而真理則不僅是『藉』耶穌基督賜下,更是『藉』祂而『成就』的——因為是神、祂的父,藉摩西賜下律法,〔又藉耶穌基督成就了恩典與真理,〕並藉耶穌基督成就了那臨到世人的恩典與真理。
And for this reason too he has come to be before me, because he was first before me - since we have understood, having received from his fullness, that the Law was given through Moses, not by Moses, and that the truth through Jesus Christ was not only given but also came into being; for it was God, his Father, who gave the Law through Moses, [and who made grace and truth through Jesus Christ,] and who made grace and truth that reached mankind through Jesus Christ.
6:37
εὐγνωμονέστερον γὰρ ἀκούσαντες τῆς λέξεως τῆς φασκούσης· Ἡ χάρις κοὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο οὐ ταραχθησόμεθα ὡς ὑπὸ ἐναντιώματος ταύτῃ τῇ φωνῇ ὄντος τοῦ Ἐγὼ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. εἰ γὰρ Ἰησοῦς έστιν ὁ φάσκων· Ἐγώ εἰμι ἡ ἀλήθεια, πῶς ἡ 'αλήθεια διὰ Ἰησοῦ Χριστοῦ γίνεται; αὐτὸς γάρ τις δι ἑαυτοῦ οὐ γίνεται
因為,若我們更明智地聽『恩典和真理都是由耶穌基督而來』這句話,就不會因這話彷彿與『我就是道路、真理、生命』這話相矛盾而感到困惑。因為,若說『我就是真理』的正是耶穌,那麼真理又怎能是『藉』耶穌基督而來呢?因為沒有人是藉自己而成為自己的。
For if we hear more discerningly the saying that declares, 'Grace and truth came to be through Jesus Christ,' we shall not be troubled as though this statement stood in contradiction to that other utterance, 'I am the way and the truth and the life.' For if it is Jesus who says, 'I am the truth,' how does the truth come to be through Jesus Christ? For no one comes to be through himself.
6:38
ἀλλὰ νοητέον ὅτι ἡ αὐτοαλήθεια ἡ οὐσιώδης καί, ἕν οὕτως εἴπω, πρωτότυπος τῆς ἐν ταῖς λογικαῖς ψυχαῖς ἀληθείας, ἀφ ἧς ἀληθείας οἱονεὶ εἰκόνες ἐκείνης ἐντετύπωνται τοῖς φρονοῦσι τὴν ἀλήθειαν, οὐχὶ οὐχὶ Ἰησοῦ Χριστοῦ ἐγένετο οὐδ ὅλως διά τινος, ἀλλ ὑπὸ θεοῦ ἐγέννετο· ὡς καὶ ὁ λόγος οὐ διά τινος ὁ έν ἀρχῇ πρὸς τὸν θεὸν καὶ ἡ σοφία, ἣν ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ θεός, οὐ διά τινος, οὕτως οὐδὲ ἡ ἀλή- θεια διά τινος
然而應當明白:那本質性的、自身即為真理的『自真理』——若我可以這樣說——即理性心靈中一切真理的原型;正是從那真理,彷彿其肖像已印刻在一切思念真理者的心中;這『自真理』並非『藉』耶穌基督而有,也完全不是『藉』任何他者而有,而是由神所生的;正如那『太初與神同在』的道,也不是藉任何他者而有;又如那被神『造為祂道路之始』的智慧,也不是藉任何他者而有;照樣,真理也不是藉任何他者而有的。
But it must be understood that the self-subsisting Truth itself, essential and, so to speak, the archetype of the truth that is in rational souls - from which truth, as it were, images of that Truth have been impressed upon those who are minded toward the truth - did not come to be through Jesus Christ, nor at all through anyone, but was begotten by God; just as also the Word who was in the beginning with God came to be not through anyone, and the Wisdom, which God created as the beginning of his ways, came to be not through anyone - so also the Truth came to be not through anyone.
6:39
ἡ δὲ παρ ἀνθρώποις ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· οἷον ἡ ἐν Παύλῳ ἀλήθεια καὶ τοῖς ἀποστόλοις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. καὶ οὐ θαυμαστὸν μιᾶς οὔσης ἀληθείας οἱονεὶ πολλὰς ἀπ ἐκείνης λέγειν ἐρρυηκέναι. οἶδε γοῦν ὁ προφήτης Δαβὶδ πολλὰς ἀληθείας λέγων· Ἀληθείας ἐκζητεῖ κύριος· οὐ γὰρ τὴν μίαν ἐκζητεῖ ἀλήθειαν ὁ πατὴρ αὐτῆς, ἀλλὰ τὰς πολλάς, δι ἃς σώζονται οἱ ἔχοντες αὐτάς
而人間所有的真理,則是『藉』耶穌基督而有的;例如在保羅和眾使徒裡的真理,就是藉耶穌基督而有的。既然真理本為一,卻彷彿有眾多真理從那一位真理流出,這並不足為奇。先知大衛也曾論及眾多真理,說:『主尋索眾真理』——因為真理的父所尋索的,並非那唯一的真理,而是眾多真理,凡擁有這些真理的人便藉此得救。
But the truth that is among men came to be through Jesus Christ; for instance, the truth in Paul and in the apostles came to be through Jesus Christ. And it is not to be wondered at that, though truth is one, we should speak of many truths as having flowed forth, as it were, from that one. At any rate the prophet David knows this, speaking of many truths: 'The Lord seeks out truths' - for the Father of truth does not seek out the one truth, but the many, through which those who possess them are saved.
6:40
τὸ δ ὅμοιον τῷ περὶ τῆς ἀληθείας καὶ τῶν ἀληθειῶν λόγῳ εὑρίσκομεν εἰρημένον περὶ δικαιοσύνης καὶ δικαιοσυνῶν. ἡ γὰρ αὐτοδικαιοσύνη ἡ οὐσιώδης Χριστός ἐστιν· Ὅς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ἀπ ἐκεί- νης δὲ τῆς δικαιοσύνης ἡ ἐν ἑκάστῳ δικαιοσύνη τυποῦται, ὡς γίνεσθαι ἐν τοῖς σωζομένοις πολλὰς δικαιοσύνας· διὸ καὶ γέγραπται Ὅτι δί- καιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν· οὕτω γὰρ ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὕρομεν καὶ ταῖς λοιπαῖς παρὰ τοὺς ἑβδομήκοντα ἐκδόσεσι καὶ τῶ Ἑβραϊκῷ
關於義與眾義的論述,我們發現與關於真理與眾真理的論述相似。因為那本質性的『自義』就是基督,正如經上說:『祂成了我們從神而來的智慧、公義、聖潔和救贖。』從那義而來,每個人裡面的義才得以印成,以致在得救的人中形成眾多的義;所以經上也記著:『因為主是公義的,祂喜愛眾義行』——這是我們在精確的抄本中,以及七十士譯本以外的其他各譯本、乃至希伯來文本中所找到的讀法。
We find something similar said concerning righteousness and righteousnesses to what was said concerning truth and truths. For the self-subsisting, essential Righteousness is Christ: 'who became for us wisdom from God, and righteousness and sanctification and redemption.' From that Righteousness the righteousness in each individual is imprinted, so that many righteousnesses come to be among those who are being saved; wherefore also it is written: 'For the Lord is righteous, and he has loved righteous deeds' - for so we have found it in the accurate copies, and in the other editions besides the Seventy, and in the Hebrew.
6:41
ἐπίστησον δὲ εἰ δύναται ὁμοίως καὶ τὰ ἄλλα, ὅσα Χριστὸς εἶναι λέγεται ἑνικῶς, πληθυόμενα ἀνάλογον ὀνομάζεσθαι πληθυντικῶς, οἷον Χριστός ἐστιν ἡ ζωὴ ἡμῶν, ὡς αὐτὸς ὁ σωτήρ φησιν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθειακαίἡζωή· καὶ ὁ ἀπόστολος· Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερω- θήσεσθε ἐν ψαλμοῖς ἐν ψαλμοῖς δὲ πάλιν ἀναγέγραπται· Κρεῖττον τὸ ἔλεός σου ὑπὲρ· διὰ γὰρ τὸν ἐν ἑκάστῳ χριστὸν ὄντα ζωὴν πληθύονται αἱ ζωαί
請思考:凡以單數形式稱為『基督』的其他事物,是否也能照比例,在增多時以複數形式來稱呼?例如:基督是我們的生命,正如救主自己所說:『我就是道路、真理、生命』;使徒也說:『基督是你們的生命,祂顯現的時候,你們也要與祂一同顯現。』而詩篇上又記著:『祢的慈愛勝過眾生命』——因為藉著那在每個人裡面作為生命的基督,眾生命便得以增多。
Consider whether the other things likewise, as many as are said to be Christ in the singular, can in the same proportion also be named in the plural when multiplied - for instance, Christ is our life, as the Savior himself says, 'I am the way and the truth and the life'; and the apostle says, 'When Christ, who is your life, is manifested, then you also will be manifested with him'; and again it is written in the Psalms: 'Your mercy is better than lives' - for on account of the Christ who is in each individual as life, the lives are multiplied.
6:42
τάχα δὲ οὕτω ζητητέον καὶ τὸ Εἰ δο- κιμὴν ζητεῖτε τοῦ ἑν λαλοῦντος χριστοῦ; οἱονεὶ γὰρ καθ ἕκαστον ἅγιον Χριστὸς εὑρίσκεται, καὶ γίνονται διὰ τὸν ἕνα χριστὸν πολλοὶ | χριστοὶ οἱ ἐκείνου μιμηταὶ καὶ κατ αὐτὸν εἰκόνα ὄντα θεοῦ μεμορφωμένοι· ὅθεν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· Μὴ ἅψησθε τῶν Χριστῶν μου. ὃ τοίνυν ἐδόξαμεν παρεληλυθέναι διηγούμενοι τὸ Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, τοῦτο νῦν κατὰ τὸ ἐμπεσὸν ἀνεπτύξαμεν· ἅμα δὲ παρεστήσαμεν ὅτι τοῦ βαπτιστοῦ Ἰωάννου ἐστὶν ἡ φωνὴ ἔτι καὶ διὰ τούτων μαρτυροῦντος τῷ υἱῷ τοῦ θεοῦ
或許『你們既然尋求那在我裡面說話的基督的憑據』這話也當如此理解。因為基督彷彿是在每一位聖徒身上都能找到的,藉著這唯一的基督,便產生眾多的『基督』——即那些效法祂、且照祂(那作神形像的一位)而被塑造的人;因此神也藉先知說:『不可觸摸我的受膏者(眾基督)。』我們原以為在闡述『恩典和真理都是由耶穌基督而來』時已經略過的部分,如今就順著思路展開了;同時我們也表明,直到這裡所說的仍是施洗約翰的聲音,仍在為神的兒子作見證。
Perhaps we must likewise inquire into the saying, 'Since you seek proof of the Christ who speaks in me?' For it is as though Christ is found in each individual saint, and through the one Christ there come to be many christs, who are imitators of him and are formed according to him, who is the image of God; whence God also says through the prophet: 'Touch not my christs.' What we thought we had passed over, then, while expounding 'Grace and truth came to be through Jesus Christ,' this we have now unfolded as it occurred to us; and at the same time we have shown that it is still the voice of John the Baptist that, even through these words, bears witness to the Son of God.
6:43
Ηδη οὖν ἴδωμεν τὴν δευτέραν Ἰωάννου μαρτυρίαν. απὸ Ἱεροσολύμων Ἰουδαῖοι, ὡς συγγενεῖς ὄντες τοῦ βαπτιστοῦ ἀπὸ γένους ἱερατικοῦ τυγχδάνοντος, ἱερεῖς πέμπουσι καὶ Λευίτας πευσομένους, ὅστις ποτὲ εἴη ὁ Ἰωάννης. ὁ δὲ λέγων τὸ Ἐγὼ οὐκ εἰμὶ ὁ γριστός δι αὐτοῦ τούτου ὁμολογίαν ἀληθείας πεποίηται, καὶ οὐχ, ὡς ἄν τις ὑπολάβοι, διὰ τὸ Οὐκ εἰμὶ ὁ χριστός ἠρνήσατο· οὐ γάρ ἐστιν ἄρνησις τὸ εἰς δόξαν Χριστοῦ λέγειν, μὴ αὐτὸν εἶναι Χριστόν
現在我們來察看約翰的第二個見證。由於施洗者出於祭司世系,耶路撒冷的猶太人作為他的親族,便差遣祭司和利未人前去打聽約翰究竟是誰。而他說『我不是基督』,正是藉著這句話作出了對真理的承認;並非如人所想的,因說『我不是基督』而是『否認』——因為為了基督的榮耀而說自己不是基督,這並不算是否認。
Let us now, then, examine the second testimony of John. Since the Baptist was of priestly lineage, the Jews from Jerusalem, as being his kinsmen, send priests and Levites to inquire who John might be. Now he, by saying 'I am not the Christ,' has by this very statement made a confession of the truth, and has not, as one might suppose, 'denied' by saying 'I am not the Christ'; for it is not a denial to speak for the glory of Christ by saying that one is not himself the Christ.
6:44
ἅπαξ δὲ οἱ πεμφθέντες ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ Λευῖται ἀκούσαντες τὸ μὴ εἶναι αὐτὸν τὸν προσδοκώμενον χριστόν, πυνθάνονται περὶ τοῦ δευτέρου ἐλπιζομένου παρ αὐτοῖς τιμίου ὀνόματος Ἠλίου, εἰ αὐτὸς εἴη ἐκεῖνος. λέγει δὲ μὴ τυγχάνειν Ἠλίας πάλιν ὁμολογῶν διὰ τοῦ Οὐκ εἰμὶ τὸ ἀληθές
那些從耶路撒冷差來的祭司和利未人,一聽見他不是所盼望的基督,便詢問那在他們中所盼望的第二個尊貴名字——以利亞,問他是否是那一位。他便說他不是以利亞,再一次藉『我不是』承認了真理。
Once the priests and Levites sent from Jerusalem had heard that he was not the expected Christ, they inquire concerning the second honored name hoped for among them, Elijah, whether he might be that one. He says that he is not Elijah, again confessing the truth by 'I am not.'
6:45
ἐπεὶ δὲ πολλῶν προφητῶν γινομένων ἐν Ἰσραὴλ εἷς τις ὁ ὑπὸ Μωσέως προφητευθεὶς ἐξαιρέτως προσεδοκᾶτο κατὰ τὸ φάσκον ῥητόν· Ηροφήτην ὑμῖν ὑμῖν κύριος ὀ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε. καὶ ἔσται πᾶσα [ἡ] ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ, τρίτον ἐρωτῶσιν οὐχὶ εἰ προφήτης εἴη, ἀλλ εἰ >ὁ< προφήτης
既然在以色列雖有許多先知興起,卻有一位特別被期盼、乃摩西所預言的那一位,正如經上宣告:『耶和華你們的神要從你們弟兄中間為你們興起一位先知,像我一樣,你們要聽從他。凡不聽從那先知的,必從民中被剪除。』於是他們第三次發問,不是問他是否是一位先知,而是問他是否就是『那位』先知。
But since, although many prophets arose in Israel, one particular prophet, the one prophesied by Moses, was especially expected, according to the saying that declares: 'The Lord your God will raise up for you a prophet from among your brothers, like me; him you shall hear. And every soul that does not hear that prophet shall be utterly destroyed from among his people' - they ask a third question, not whether he is a prophet, but whether he is THE prophet.
6:46
καὶ τοῦτο τὸ ὅνομα ἐκείνων οὐκ ἐπὶ Χριστοῦ ταττόντων ἀλλ οἰομένων ἕτερον παρὰ τὸν χριστὸν αὐτὸν εἶναι, αὐτὸς γινώσκων τὸν οὗ πρόδρομός ἐστιν ὅτι καὶ ὁ χριστὸς καὶ ὁ προφήτης οὑτος ἐστὶν ὁ προφητευθείς, φησίν Οὔ· τάχα ἂν τὸ Ναὶ ἀποκρινάμενος, εἰ χωρὶς τοῦ ἄρθρου ἠρωτήκεισαν· οὐ γὰρ ἡγνόει προφήτης ὤν
而由於他們並未將這名號歸於基督,反倒以為這位先知是基督以外的另一位,約翰自己卻明白:他所作先鋒的那一位,既是基督,也正是那被預言的先知;於是他回答『不是』。倘若他們問時不用冠詞〔即問『你是一位先知嗎』而非『你就是那位先知嗎』〕,他或許會回答『是』;因為他自己既是先知,不會不知道這一點。
And since they did not apply this name to Christ, but supposed that he was someone other than the Christ, he - knowing that the one whose forerunner he is, is both the Christ and this prophet who was prophesied - says, 'No'; whereas perhaps he would have answered 'Yes,' had they asked without the article; for, being himself a prophet, he was not ignorant of this.
6:47
καὶ ἐν ταύταις ὅλαις ταῖς ἀποκρίσεσιν ἡ δευτέρα οὐδέπω τετέλεσται μαρτυρία Ἰωάννου, ἕως τοῖς αἰτοῦσιν ἀπόκρισιν ἀπαγγελθησομένην τοῖς πέμψασιν ἑαυτὸν ἀπὸ προφητικῆς κατήγγειλε φωνῆς τῆς τοῦ Ἡσαΐου οὕτως ἐχούσης· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν δυρίου
然而在這一切回答中,約翰的第二個見證尚未完結,直到他向那些索求答案、好回報差他們來者的人,援引以賽亞先知的聲音宣告:『在曠野有人聲喊著說:修直主的道路。』
And in all these answers the second testimony of John is not yet complete, until, to those who were asking for an answer to report to those who sent them, he proclaimed it from the prophetic voice, that of Isaiah, which runs thus: 'A voice crying in the wilderness, make straight the way of the Lord.'
6:48
Ἄξιον δὲ ζητῆσαι πότερον τετέλεσται ἡ δευτέρα ΜΑΡΤΥΡΊΑ καὶ τρίτη γίνεται πρὸς ἀπεσταλμένους ἐκ τῶν Φαρισαίων καὶ βουλομένους μαθεῖν τί δήποτε βαπτίζει, μήτε Χρωτὸς μήτε Ἠλίας μήτε ὁ προφήτης τυγχάνων, ἐν τῷ Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, [ὁ] ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, ἢ μέρος τῆς δευτέρας ἐστὶ ·καὶ τὸ ἀπαγγελλόμενον πρὸς τοὺς Φαρισαίους
值得探討的是:第二個見證是否已經完結,而向法利賽人所差來、想探問他既非基督、非以利亞、也非那先知,何以施洗的那些人所說的話——即『我是用水施洗;但有一位站在你們中間,是你們不認識的,就是那在我以後來的,我就是給祂解鞋帶也不配』——這究竟是第三個見證,還是仍屬第二個見證中向法利賽人所作回覆的一部分。
It is worth inquiring whether the second testimony is complete, and a third occurs directed to those sent from the Pharisees, who wish to learn why on earth he baptizes, since he is neither the Christ nor Elijah nor the prophet - namely in the words 'I baptize with water; but among you stands one whom you do not know, he who comes after me, of whom I am not worthy to loose the strap of his sandal' - or whether this too, the report given to the Pharisees, is still a part of the second testimony.
6:49
ἐγὼ δ ὅσον ἐκ τῆς λέξεως ἔστι στοχάσασθαι εἴποιμ ἂν τρίτην εἶναι μαρτυρίαν τὸν πρὸς τοὺς ἀποσταλέντας ἀπὸ τῶν φαρισαίων λόγον. παρατηρητέον μέντοι γε ὅτι ἡ πρώτη μαρτυρία τὸ ἔνθεον τοῦ σωτῆρος παρίστησιν, ἡ δὲ δευτέρα τὴν ὑπόνοιαν τῶν δισταζόντων μήποτε ἰωάννης εἴη Χριστὸς καθαιρεῖ, ἡ δὲ τρίτη τὸν ἀοράτως τοῖς ἀνθρώποις παρόντα κηρύττει ὅσον οὐδέπω ἐλευσόμενον
就我依文句所能推測的,我會說向法利賽人所差來者所說的話是第三個見證。然而應當留意:第一個見證彰顯了救主的神聖性;第二個見證則消除了那些懷疑約翰是否是基督之人的疑慮;而第三個見證則宣告:那不可見地與人同在的一位,即將很快到來。
But as far as I am able to conjecture from the wording, I would say that the discourse to those sent from the Pharisees is a third testimony. It should be observed, however, that the first testimony sets forth the divine character of the Savior, the second removes the suspicion of those who doubted whether John might be the Christ, while the third proclaims that he who is invisibly present to men is one who will come very shortly.
6:50
πρὶν δὲ τῶν ἑξῆς μαρτυριῶν, καθ ἃς δεικνύμενος μαρτυρεῖται, ἑκάστην λέξιν ἴδωμεν τῆς δευτέρας καὶ τρίτης μαρτυρίας, τοῦτο πρῶτον ἐπιτηρήσαντες ὅτι δύο ἀποστολαὶ γίνονται πρὸς τὸν βαπτιστήν· μία μὲν ἀπὸ Ἱεροσολυμων ὑπὸ ἱουδαίων πεμπόντων ἱερεῖς καὶ Λευίτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; ἑτέρα δὲ Φαρισαίων ἀποστελλόντων καὶ πρὸς τὴν γεγενημένην ἀπόκρισιν τοῖς ἱερεῦσιν καὶ Λευίταις ἐπαπορούντων
在探討其後那藉指認方式作見證的諸見證之前,讓我們先逐句察看第二個和第三個見證,首先留意:有兩次差遣前來施洗者那裡——一次是耶路撒冷的猶太人差遣祭司和利未人前來,問他:『你是誰?』;另一次是法利賽人差遣人來,對他先前給祭司和利未人的回答再提出疑問。
But before examining the subsequent testimonies, according to which he is testified to by being pointed out, let us look at each expression of the second and third testimonies, first observing this - that two delegations come to the Baptist: one from Jerusalem, the Jews sending priests and Levites to ask him, 'Who are you?'; the other from the Pharisees sending men who raise further questions about the answer already given to the priests and Levites.
6:51
παρατήρει τοίνυν πῶς κατὰ τὸ ἱερατικὸν καὶ λευϊτικὸν πρόσωπόν ἐστι μεθ ἡμερότητος λεγόμενα καὶ φιλομεθείας τὸ Σὺ τίς Σὺ καὶ τὸ Τί οὐν; σὺ Ἠλίας εἶ; καὶ τὸ Ὁ προ- φήτης ἄρα εἶ σύ; καὶ ἐπὶ τούτοις· Τίς εἶ, ἴνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς; τί λέγεις περὶ σεαυτοῦ; οὐδὲν γὰρ αὔθαδες οὐδὲ θρασὺ ἐν τῇ τούτων ἐστὶ πεύσει, ἀλλὰ πὰντα ἁρμόττοντα ἀκριβέσιν θεραπευταῖς θεοῦ
請留意:按祭司與利未的身分,這些提問是何等溫和、何等出於求知之心——『你是誰?』、『這樣,你是以利亞嗎?』、『那麼你是那位先知嗎?』,以及其後:『你到底是誰,叫我們好回覆差我們來的人?你自己說你是誰?』因為他們的提問中絲毫沒有專橫或魯莽,一切都恰如其分,合乎神精細的僕役所應有的態度。
Observe, then, how, in keeping with the priestly and Levitical character, the questions are put with gentleness and a love of learning: 'Who are you?' and 'What then? Are you Elijah?' and 'Are you then the prophet?' and further, 'Who are you, that we may give an answer to those who sent us? What do you say about yourself?' For there is nothing arrogant or brash in their questioning, but everything befitting exact servants of God.
6:52
οἱ δὲ ἀπὸ τῶν Φαρισαίων ἀπεσταλμένοι οὐδὲν περιεργασαμένων πρὸς τὰ εἰρημένα 〈ὑπὸ〉 τῶν Λευϊτῶν καὶ ἱερέων, οἱονεὶ ὑβριστικὰς καὶ ἀνοητοτέρας προσάγουσι τῷ βαπτιστῇ φωνὰς διὰ τοῦ Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; καὶ σχεδὸν οὐ μαθεῖν βουλόμενοι ὡς οἱ προειρημένοι ἱερεῖς καὶ Λευῖται ἀποστέλλουσιν, ἀλλὰ κωλῦσαι ἀπὸ τοῦ βαπτίξειν ἴσως οἰόμενοι οὐδενὸς ἑτέρου ἔργον τυγχάνειν τὸ βαπτίζειν ἢ Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου
而那些法利賽人所差來的人,對利未人和祭司先前所說的話絲毫不加理會,卻向施洗者提出彷彿是傲慢而頗為愚昧的言語,藉『你既不是基督,也不是以利亞,也不是那先知,為什麼施洗呢?』一問;他們幾乎不像先前那些祭司和利未人所差來的人那樣是想求知,而是想要阻止他施洗,也許以為施洗除了基督、以利亞、和那先知之外,任何人都無權作此事。
But those sent from the Pharisees, without troubling themselves at all over what had been said by the Levites and priests, address to the Baptist, as it were, insolent and rather foolish words in the question, 'Why then do you baptize, if you are not the Christ, nor Elijah, nor the prophet?' - practically not wishing to learn, as the aforementioned priests and Levites had sent to do, but rather wishing to prevent him from baptizing, perhaps supposing that baptizing was the work of no one other than the Christ or Elijah or the prophet.
6:53
καὶ πανταχοῦ ἐπιμέλειαν τὸν ἀκριβῶς ἐντευξόμενον τῇ γραφῇ ποιητέον, τηρεῖν ἀναγκαίου ὄντος τὰ λεγόμενα ὑπὸ τίνων καὶ πότε λέγεται, ἵν εὑρίσκωμεν τὸ τοῖς προσώποις ἁρμοζόντως περιτεθεῖσθαι λόγους δι ὅλων τῶν ἁγίων βιβλίων. Ι, - Τότε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσλύμων ἱερεῖς καὶ Λευΐιτας, ἵνα ἐρωτήσωσιν αὐτὸν· Σὺ τίς εἶ; καὶ ὡμολόγησε καὶ οὐκ ἠρνήσατο, καὶ ὡμοόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός
凡要精確研讀聖經的人,處處都當謹慎留意,必須留心是何人在何時說了這些話,好使我們發現整部聖書中,言語都恰如其分地配合了所屬的說話人。——『那時猶太人從耶路撒冷差祭司和利未人去問他說:你是誰?他就承認,並不隱瞞,明說:我不是基督。』
And everywhere the one who would engage the Scripture accurately must exercise diligence, since it is necessary to observe by whom and when the things said are said, so that we may find that throughout the whole of the holy books the words have been fittingly assigned to the persons speaking them. - 'Then the Jews sent from Jerusalem priests and Levites, that they might ask him, Who are you? And he confessed and did not deny, and he confessed, I am not the Christ.'
6:54
Καὶ τίνας ἐχρῆν πρεσβύτας πεπέμφθαι πρὸς τὸν Ιωάννην ἀπὸ Ἰουδαίων καὶ πόθεν ἢ τοὺς διαφέρειν νενομισμένους κατ ἐκλογὴν θεοῦ ἀπὸ τοῦ ἐξειλεγμένου παρὰ πᾶσαν τὴν λεγομένην γῆν ἀγαθῆν τόπου Ἱεροσολύμων, ἔνθα ὁ ναὸς ἦν τοῦ θεοῦ; Ἰωάννου μὲν οὖν μετὰ τοσαύτης πυνθάνονται τιμῆς· περὶ Χριστοῦ δὲ οὐδὲν τοιοῦτον ἀναγέγραπται γεγονέναι ὑπὸ ἱουδαίων· ἀλλ ὅπερ Ἰουδαῖοι πρὸς Ἰωάννην ποιοῦσι, τοῦτο Ἰωάννης πρὸς Χριστὸν διὰ τῶν ἰδίων μαθητῶν πυνθανόμενος· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν
猶太人差往約翰那裡的長老,理當是何等樣的人、又是從何處差來的呢?豈不正是那些照著神的揀選、被視為與眾不同的人,出自那被揀選超乎所謂美地的耶路撒冷之地,神的聖殿所在之處嗎?他們如此以極大的尊敬詢問約翰;然而關於基督,卻沒有記載猶太人做過類似的事。反倒是猶太人向約翰所做的,約翰藉自己的門徒向基督做了,問道:『你就是那要來的那位,還是我們該等候另一位?』
And who ought the elders to have been who were sent to John by the Jews, and from where, other than those judged, according to the election of God, to be distinguished, from that place, Jerusalem, chosen out of all the so-called good land, where the temple of God was? They inquire of John, then, with so great an honor; but concerning Christ nothing of this sort is recorded as having been done by the Jews. Rather, what the Jews do toward John, this John does toward Christ, inquiring through his own disciples: 'Are you the one who is to come, or should we look for another?'
6:55
καὶ Ἰωάννης μὲν πρὸς τοὺς ἐληλυθότας ὁμολογήσας καὶ μὴ ἀρνησάμενος ὕστερον τὸ Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἀποφαίνεται· Χριστὸς δὲ τὴν ἀπόκρισιν ποιεῖται ὡς μείζονα τὴν μαρτυρίαν Ἰωάννου ἔχων λόγοις καὶ ἔργοις φάσκων· Πορευθέντες ἀπαγγείλατε Ιωάννῃ ἃ βλέπετε καὶ ἀκούετε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, πτωχοὶ εὐαγγελίζοντα. περὶ ὧν εὐκαιρότερον, θεοῦ διδόντος, ἐν τοῖς οἰκείοις διαληψόμεθα τόποις
約翰對前來的人承認、並不否認,隨後宣告:『我就是那在曠野呼喊的聲音』;而基督所作的回答,則彰顯出他在言語與作為上都擁有比約翰的見證更為偉大的見證,說:『你們去,把所看見所聽見的告訴約翰:瞎子看見,瘸子行走,長大痲瘋的潔淨,聾子聽見,窮人有福音傳給他們。』關於這些事,若神允准,我們將在其相應之處更適當地論及。
And John, having confessed to those who had come and not having denied, afterward declares, 'I am a voice crying in the wilderness'; but Christ makes his answer as one who has, in word and deed, a testimony greater than John's, saying: 'Go and report to John what you see and hear: the blind receive their sight, the lame walk, lepers are cleansed, the deaf hear, the poor have good news preached to them.' Concerning these things, God granting it, we shall treat more opportunely in their own proper places.
6:56
ἴσως δ ἂν οὐκ ἀλόγως τις ἐπιστήσειε τί δήποτε τῶν ἱερἐων καὶ Λευϊτῶν πυνθανομένων Ἰωάννου οὐχὶ εἰ αὐτὸς εἴη ὁ χριστός, ἀλλὰ Σὺ τίς εἶ; ἀποκρίνεται ὁ βαπτιστὴς οὐχ ὅπερ ἐχρῆν πρὸς τὸ Σὺ τίς εἶ; Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἀλλ ὅπερ οἰκείως ἂν ἐλέγετο εἰ ἦσαν πυθόμενοι Σὺ εἶ ὁ χριοτός; ἥρμοττε γὰρ πρὸς τὸ Σὺ εἶ ὁ χριστός; τὸ Ἐγῶ οὐκ εἰμὶ ὁ χριστός·πρὸς δὲ τὸ Σὺ τίς εἶ; τὸ Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ
或許有人會頗有道理地提出疑問:既然祭司和利未人問約翰的並非『你是否是基督』,而是『你是誰?』,為何施洗者所答的並非那應與『你是誰?』相稱的話——即『我是那在曠野呼喊的聲音』——反倒是那本應在他們問『你是基督嗎?』時才恰當回答的話呢?因為『我不是基督』本該對應『你是基督嗎?』這問題,而『我是那在曠野呼喊的聲音』則本該對應『你是誰?』這問題。
Perhaps, then, one might not unreasonably raise the question why, when the priests and Levites inquired of John not whether he himself was the Christ, but 'Who are you?', the Baptist answers not what would have been fitting to the question 'Who are you?' - namely 'I am a voice crying in the wilderness' - but rather what would properly have been said had they asked, 'Are you the Christ?' For 'I am not the Christ' would have suited the question 'Are you the Christ?', while 'I am a voice crying in the wilderness' would have suited the question 'Who are you?'
6:57
λεκτέον δὲ πρὸς τοῦτο ὅτι, ὡς εἰκός, ἑώρα ἀπὸ τῆς πεύσεως τὸ εὐλαβὲς τῶν ἱερέων καὶ Λευϊτῶν ἐμφαινόντων μὲν ὑπόνοιαν ὑπολήψεως, μήποτ εἴη ὁ βαπτίζων Χριστός, γυμνότερον δὲ ὀνομάσαι τοῦτο ὑπὲρ τοῦ μὴ δοκεῖν εἶναι προπετεῖς φυλαττομένων. ὅθεν εὐλόγως ὑπὲρ τοῦ πᾶσαν ὑπόνοιαν αὐτῶν πρῶτον περιαιρεθῆναι ψευδῆ τὴν περὶ ἑαυτοῦ, εἶθ οὕτως παραστῆσαι τὸ ἀληθὲς τὸ οὐκ εἶναι Χριστὸς πρὸ πάντων ἀποφαίνεται
對此應當這樣說:他很可能從他們的提問中,覺察到祭司和利未人心中的敬謹——他們雖流露出一種懷疑、一種猜測,以為那施洗的人也許就是基督,卻謹慎地不願太過直白地說出,以免顯得冒失。因此,理所當然地,為要先除去他們一切對他本人的錯誤猜疑,然後才如此陳明真相,他便在一切之先,率先宣告自己不是基督。
It must be said, in reply to this, that, as is likely, he perceived from their inquiry the reverence of the priests and Levites, who were suggesting a suspicion, an opinion, that perhaps the one baptizing might be the Christ, but were on guard against naming this too openly, so as not to seem presumptuous. Hence, reasonably, in order that every false suspicion of theirs about himself might first be removed, and then the truth might in this way be set forth, he declares first of all, before anything else, that he is not the Christ.
6:58
δηλοῖ δὲ τὸ τοιοῦτόν τι αὐτοὺς ὑπονενοηκέναι ἡ δευτέρα ἐρώτησις καὶ ἔτι ἡ τρίτη. ἐπεὶ γὰρ καὶ δεύτερον τῇ τιμῇ ἐλπιζόμενον μὲν καὶ μετὰ Χριστὸν αὐτοῖς τετιμημένον Ἠλίαν εἶναι ὑπελάμβανον ἀποφαινομένου τοῦ Ἰωάννου ὡς οὐκ εἴη Χριστὸς ἠρώτησαν·
他們心中曾有此猜測,這一點由第二個和第三個問題也可看出。因為他們既以為那位在尊榮上被盼望為第二、在他們心中僅次於基督而受尊崇的乃是以利亞,於是在約翰宣告他不是基督之後,他們便問道:
That they had suspected something of this sort is shown by the second question and further by the third. For since they supposed him to be Elijah, who was hoped for as second in honor and esteemed by them next after the Christ, once John had declared that he was not the Christ, they asked:
下一段 →
← 第 5 章第 10 章 →
12456101319202832

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。