📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約翰福音註

約翰福音註 第 19 章 第 1/3 段

希臘文原文.63 節.部分字詞可點開查義.本章太長已分段,此段為 19:1–19:63(全章共 160 節)

← 第 13 章第 20 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
19:1
Εἰ μὲν πρὸς τοὺς αὐτοὺς ὁ λόγος ἠν ὁ λέγων· Κἀμὲ οἴδατε πόθεν εἰμί καὶ ὁ φάσκων· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου, ἄντικρυς ἂν ἔδοξεν ἐναντίον εἶναι τὸ λεγόμενον· νυνὶ δὲ τὸ μὲν Κἀμὲ οἴδατε πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκότας· Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χρι- στός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν· τὸ δὲ ὅτι Οὔτε ἐμὲ οἴδατε καὶ τὸ ἑξῆς, πρὸς τοὺς εἰπόντας αὐτῷ Φαρισαίους· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής
假若『你們也知道我,也知道我從哪裡來』這句話,與『你們既不認識我,也不認識我的父』這句宣稱,是對同一批人所說的,那麼這兩句話表面看來勢必顯得彼此矛盾。然而事實上,『你們也知道我』乃是對某些耶路撒冷人所說的——他們曾這樣說過:『難道官長果真知道這是基督嗎?但我們知道這個人是從哪裡來的;至於基督來的時候,沒有人知道他是從哪裡來的。』而『你們既不認識我』以及下文,則是對那些對他說『你為自己作見證,你的見證不真』的法利賽人所說的。
If the statement, 'You know both me and know from where I am,' and the assertion, 'You know neither me nor my Father,' were addressed to the same people, the two sayings would seem outright to be contradictory. But as it stands, 'You know me' is reported as being addressed to some of the men of Jerusalem, who had said: 'Can it be that the rulers have truly come to know that this is the Christ? But we know this man, from where he is; and when the Christ comes, no one knows from where he is.' Whereas 'You know neither me' and what follows is addressed to the Pharisees, who had said to him: 'You bear witness about yourself; your testimony is not true.'
19:2
πλὴν καὶ τοῖς Ιεροσολυμίταις διὰ τῶν προτέρων, καὶ τοῖς Φαρισαίοις διὰ τῶν νῦν ἐξεταζομένων φησὶν ὅτι τὸν πατέρα οὐκ οἴδατε· τοῖς μὲν Ιεροσολυμίταις διὰ τούτων Απ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ αὐτοῦ εἰμὶ κἀ- κεῖνός με ἀπέστειλεν. τοῖς δὲ Φαρισαίοις διὰ τοῦ Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε
然而,他既對耶路撒冷人(藉著前面所引的經文),也對法利賽人(藉著現在正在考察的經文),說『你們不認識父』:對耶路撒冷人,是藉著這些話——『我不是憑自己而來,但那差我來的是真實的,你們不認識他;我卻認識他,因為我是從他而來,是他差遣了我』;對法利賽人,則是藉著『你們既不認識我,也不認識我的父;你們若認識我,也必認識我的父』這句話。
However, he says both to the men of Jerusalem, by means of the earlier verses, and to the Pharisees, by means of the ones now under examination, that 'you do not know the Father': to the men of Jerusalem through these words -- 'I have not come of myself, but he who sent me is true, whom you do not know; I know him, because I am from him, and he sent me' -- and to the Pharisees through: 'You know neither me nor my Father; if you knew me, you would know my Father also.'
19:3
κοὶ ζητήσαι ἄν τις εὐλόγως ὅπως, εἴπερ ἀληθὲς τὸ Εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου ἂν ᾔδειτε, οἱ Ιεροσολυμῖται, πρὸς οὕς φησι· Κἀμὲ οἴδατε οὐκ οἴδασι τὸν πατέρα. προσεπιτείνει δὲ τὴν εἰς τὸν τόπον ἀπορίαν καὶ ὁ Ἰωάννης ἐν τῇ καθολικῇ ἐπιστολῇ ταῦτα λέγων· Ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν· πᾶς ὁ ἀρνούμενος τὸν υἱόν, οὐδὲ τὸν πατέρα ἔχει
有人或許會合理地問:既然『你們若認識我,也必認識我的父』是真的,那麼耶路撒冷人——他們正是那些被他說『你們也認識我』的人——為何卻不認識父呢?而約翰在他的大公書信中所說的話,更加深了此處的難處:『那不認父與子的人……凡不認子的,就沒有父。』
And one might reasonably inquire how it is that, if it is true that 'if you knew me, you would know my Father also,' the men of Jerusalem -- to whom he says, 'you know me also' -- do not know the Father. And John, too, in his catholic epistle, intensifies the difficulty at this point, saying: 'He who denies the Father and the Son; everyone who denies the Son does not have the Father either.'
19:4
εἰ γὰρ Ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν, καὶ Ο ὁμολογῶν τὸν υἱόν καὶ τὸν πατέρα ἔχει, δῆλον ὅτι οἱ Ιεροσολυμῖται, ὅσον ἐπὶ τῇ λέξει, τῷ μὴ γινώσκειν τὸν πατέρα ἀρνούμενοι τὸν πατέρα ἀρνοῦνται καὶ τὸν υἱόν
因為,倘若『那不認父的,也不認子』,而『那承認子的,也就有父』,那麼顯然,耶路撒冷人——就字面而言——因不認識父,也就是說,因否認父,也就同時否認了子。
For if 'he who denies the Father [denies] the Son also,' and 'he who confesses the Son has the Father also,' it is clear that the men of Jerusalem, as far as the wording goes, by not knowing the Father -- that is, by denying the Father -- also deny the Son.
19:5
εἰ δὲ ἀρ- νοῦνται τὸν υἱόν, πῶς τὸ Κἀμὲ οἴδατε ἀληθές; πάλιν οἱ αὐτοὶ εἰ οἴδασιν τὸν υἱὸν διὰ τὸ Καὶ ἐμὲ οἴδατε, (ἐπεὶ Ὁ ὁμολογῶν υἱὸν καὶ τὸν πατέρα ἔχει) ὁμολογοῦσιν τὸν πατέρα. εἰ δὲ ὁμολογοῦσιν τὸν πατέρα, πῶς ἀληθὲς τὸ Αλλ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε
但若他們否認子,『你們也認識我』這句話又怎能成立呢?反過來說,同一班人若因『你們也認識我』而認識子,(既然『承認子的,也就有父』)他們便是承認父的。但若他們承認父,那麼『差我來的是真實的,你們卻不認識他』這句話又怎能成立呢?
But if they deny the Son, how is 'you know me also' true? Again, if these same people know the Son -- because of 'you know me also' -- then (since 'he who confesses the Son has the Father also') they confess the Father. But if they confess the Father, how is it true that 'he who sent me is true, whom you do not know'?
19:6
Λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ σωτὴρ ὁτὲ μὲν περὶ ἑαυτοῦ ὡς περὶ ἀνθρώπου διαλέγεται, ὁτὲ δὲ ὡς περὶ θειοτέρας φύσεως καὶ ἡνωμένης τῇ ἀγενήτῳ τοῦ πατρὸς φύσει. ἐπὰν μὲν γὰρ λέγῃ· Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, τοῦτό φησιν εἰδὼς τὸ ζητούμενον ἀναιρεθῆναι εἶναι οὐ θεὸν ἀλλὰ ἄνθρωπον· ἐὰν δὲ Εγὼ κοὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ Εγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή καὶ Εγώ εἰμι ἡ ἀνάστασις καὶ τὰ τούτοις ὅμοια, οὐ περὶ τοῦ ζητουμένου ἀναιρεθῆναι ἀνθρώπου διδάσκει
對此當這樣說:救主有時論及自己是如同論及一個人,有時則是如同論及一個更為神聖的本性,與那無生成的父之本性合而為一的本性。因為,當他說『現在你們卻想要殺我,我是一個把真理告訴了你們的人』時,他這樣說,是因為他知道,那所要被除滅的乃是人,而非神;但當他說『我與父原為一』,以及『我就是真理、生命』,『我就是復活』,以及與此類似的話時,他所教導的,並不是關於那被人所欲除滅的人。
One must say, in response to these things, that the Savior speaks about himself at one time as about a man, and at another time as about a more divine nature, united to the unbegotten nature of the Father. For when he says, 'But now you seek to kill me, a man who has spoken the truth to you,' he says this knowing that the one sought to be destroyed is not God but a man; but when he says, 'I and the Father are one,' and 'I am the truth and the life,' and 'I am the resurrection,' and things similar to these, he is not teaching about the man who is sought to be destroyed.
19:7
οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον· τὸ μὲν Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου περὶ τῆς θεότητος· τοῦ μὲν γὰρ Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί ταῦτα προτέτακται· Ἔλεγον οὐν τινες ἐκ τῶν Ιεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν·
同樣地,就我們目前所探討的這些問題,也應當從上下文來理解:『你們也認識我,也知道我從哪裡來』,是就他自己身為人而言;『你們既不認識我,也不認識我的父』,則是就神性而言。因為,在『你們也認識我,也知道我從哪裡來』之前,經上先寫著:『於是有些耶路撒冷人說:這不是他們想要殺的那個人嗎?看哪,他還放膽講話,他們也不對他說甚麼。難道官長果真知道這是基督嗎?但我們知道這個人是從哪裡來的;至於基督來的時候,沒有人知道他是從哪裡來的。』
So likewise, in regard to the questions now before us, one must understand from the context: 'You know me also, and you know from where I am' speaks about himself as man, while 'you know neither me nor my Father' speaks about the divinity. For before 'you know me also, and you know from where I am,' the following is placed: 'Some of the men of Jerusalem therefore said: Is this not he whom they seek to kill? And behold, he speaks openly, and they say nothing to him. Can it be that the rulers have truly come to know that this is the Christ? But we know this man, from where he is; and when the Christ comes, no one knows from where he is.'
19:8
τοῦ δὲ Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου ταῦτα Εἶπαν οὐν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. ἀπεκρίθη † ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω
而在『你們既不認識我,也不認識我的父』之前,則寫著這些話:『法利賽人就對他說:你為自己作見證,你的見證不真。耶穌回答他們說:即使我為自己作見證,我的見證也是真的,因為我知道我從哪裡來,往哪裡去。』
But before 'you know neither me nor my Father' come these words: 'The Pharisees therefore said to him: You bear witness about yourself; your testimony is not true. Jesus answered and said to them: Even if I bear witness about myself, my testimony is true, because I know from where I came and where I am going.'
19:9
* * * ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀλη- θινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ ἐγὼ καὶ ὁ πέμψας με πατήρ
……『你們是按著肉身判斷人,我卻不判斷任何人。就是我判斷人,我的判斷也是真的;因為只有我一人並不是獨自的,還有差我來的父與我同在。』
...... 'You judge according to the flesh; I judge no one. And even if I do judge, my judgment is true, because I am not alone, but I and the Father who sent me.'
19:10
δῆλον οὐν ἐκ τούτων ὅτι ὑπὸ μὲν τῶν Ιεροσολυμιτῶν ἐλέγετο· Τοῦτον οἴδαμεν πόθεν ἐστίν, ἀναφερόντων ἐπὶ τὸ ἐν Βηθλεὲμ αὐτὸν γεγενῆσθαι, καὶ ἐπισταμένων ὅτι οὗτος ἦν οὗ ἡ μήτηρ ἐλέγετο Μαρία, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ Σίμων καὶ Ἰούδας. διόπερ καὶ μαρτυρεῖ τοῖς εἰρηκόσιν· Οἴδαμεν πόθεν ἐστίν διὰ τοῦ Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί. τοῖς δὲ Φαρισαίοις τὸ Κἣν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· τῇ θειοτέρᾳ φύσει διαλεγόμενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ ὃ πρωτότοκος πάσης κτίσεως ἠν
由此可見,耶路撒冷人所說的『我們知道這個人是從哪裡來的』,是指他生於伯利恆這件事,並且知道這人的母親名叫馬利亞,他的兄弟是雅各、約翰、西門和猶大。正因如此,他也以『你們也認識我,也知道我從哪裡來』這句話,向那些曾說『我們知道他從哪裡來』的人作見證。而對法利賽人,他則說:『即使我為自己作見證,我的見證也是真的,因為我知道我從哪裡來,往哪裡去』——他這樣說,是就那更為神聖的本性而言,也就是說,可謂是就他身為『一切受造之物的長子』這一身分而言。
It is clear, then, from these things, that it was said by the men of Jerusalem, 'We know this man, from where he is,' referring to the fact that he had been born in Bethlehem, and knowing that this was the one whose mother was called Mary, and whose brothers were James and John and Simon and Judas. For this reason he also bears witness to those who had said, 'We know from where he is,' through the words 'you know me also, and you know from where I am.' But to the Pharisees, he said, 'Even if I bear witness about myself, my testimony is true, because I know from where I came and where I am going' -- speaking of the more divine nature, and, as one might say, insofar as he was the firstborn of all creation.
19:11
διόπερ τοῖς πρὸς ταῦτα πυθομένοις αὐτοῦ καὶ εἰρηκόσιν· Ποῦ ἔστιν ὁ πατήρ σου; ἀποκρίνεται (ὡς ἂν εἴποι τις, ἕτερος ὢν τοῦ λέγοντος· Καμὲ οἴδατε) καί φησι· Καὶ οὔτε ἐμὲ οἴδατε ουτε τὸν πατέρα μου( κατὰ δὲ τὸ ταπεινὸν τῶν Φαρισαίων ἠν ἤτοι μὴ νοεῖν ὅτι περὶ τοῦ θεοῦ τῶν ὅλων ἔλεγεν τὸ Μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ· ἢ εἰ ἐξεδέχοντο περὶ τοῦ θεοῦ ταῦτα λέγεσθαι, νομίζειν ὅτι ἐν τόπῳ ἐστὶν ὁ θεός, καὶ διὰ τοῦτο ἀποκρίνεσθαι· Ποῦ ἔστιν ὁ πατήρ σου
因此,對那些接著詢問他、說『你的父在哪裡?』的人,他回答時(可以說,這時他已不再是那位曾說『你們也認識我』的說話者,而是另一位)如此說:『你們既不認識我,也不認識我的父』(這正合乎法利賽人卑陋的境地——他們或是不明白,他說『那差我來的父為我作見證』時,是在說那萬有之神;或者,即便他們理解這是就神而言,卻以為神是存在於某個地方之中,因此才回答說:『你的父在哪裡?』)。
Therefore, to those who had further inquired of him and said, 'Where is your Father?' he answers (as one might say, being other than the one who had said, 'you know me also') and says, 'And you know neither me nor my Father' (this response befitted the low estate of the Pharisees, who either did not understand that he was speaking of the God of all when he said, 'The Father who sent me bears witness about me,' or, if they did understand that these things were being said about God, thought that God exists in a place, and for this reason answered, 'Where is your Father?').
19:12
Χρὴ μέντοι γε εἰδέναι, ὅτι οἱ ἐτερόδοξοι νομίζουσιν σαφῶς ἐντεῦθεν παρίστασθαι τὸ μὴ τὸν θεόν, ᾧ ἐλάτρευον Ἰουδαῖοι, πατέρα εἶναι τοῦ χριστοῦ· εἰ γὰρ τοῖς Φαρισαίοις λατρεύουσιν τῷ δημιουργῷ, φασίν, ἔλεγεν ὁ σωτήρ· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου, σαφὲς ὅτι ἕτερον ὄντα τοῦ δημιουργοῦ τὸν πατέρα Ἰησοῦ Φαρισαῖοι οὐκ ᾔδεσαν, ἀλλ οὐδὲ Ιεροσολυμῖται, οἷς προειρήκει· Αλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. ταῦτα δὲ λέγουσιν ἅτε μὴ ἀνεγνωκότες τὰς θείας γραφάς, μηδὲ τὴν συνήθειαν τῆς ἐν αὐταῖς λέξεως τετηρηκότες
然而必須知道,異端者自以為由此段經文可清楚確立:猶太人所敬拜的神並非基督的父。因為他們說,倘若救主對敬拜『造物主』的法利賽人說:『你們既不認識我,也不認識我的父』,那顯然可見,法利賽人並不認識耶穌的父——因為這父乃是異於那造物主的;甚至連耶路撒冷人也不認識,救主先前正是對他們說:『但那差我來的是真實的,你們卻不認識他。』但他們之所以這樣說,乃是因為他們未曾讀過神聖的經文,也未曾留意經文中用語的慣常用法。
One must know, however, that the heterodox think that it is clearly established from this passage that the God whom the Jews worshiped is not the Father of the Christ. For, they say, if the Savior said to the Pharisees, who worship the Demiurge, 'You know neither me nor my Father,' it is clear that the Pharisees did not know the Father of Jesus, he being other than the Demiurge -- nor indeed did the men of Jerusalem, to whom he had earlier said, 'But he who sent me is true, whom you do not know.' But they say these things because they have not read the divine Scriptures, nor observed the customary usage of language found in them.
19:13
κἂν γὰρ διεξοδεύειν τις δύνηται τὰ περὶ θεοῦ ἐκ πατέρων μεμαθηκὼς ὅτι τούτῳ λατρεύειν μόνῳ δεῖ, μὴ βιοῖ δὲ καλῶς, τοῦτόν φασιν οὐκ ἔχειν γνῶσιν θεοῦ. εἴ τις γοῦν ἄλλος ᾔδει τὰ περὶ τοῦ δημιουργοῦ καὶ τῆς ἱερατικῆς αὐτοῦ θεραπείας, δῆλον ὅτι καὶ οἱ Πλεῖ τοῦ ἱερέως υἱοὶ παρὰ τῇ λατρείᾳ ἀνατεθραμμένοι· ἀλλ ὅμως, ἐπεὶ ἥμαρτον, γέγραπται ταῦτα περὶ αὐτῶν ἐν τῇ τῶν Βασιλειῶν πρώτῃ· Καὶ οἱ υἱοὶ Ηλεῖ, υἱοὶ λοιμοί, οὐκ ἔγνωσαν τὸν κύριον
因為,即便有人能從先祖所學得的知識,詳盡闡述關於神的事,知道理當單單敬拜這位神,卻若生活不端正,他們就說,這人並不具有對神的認識。既然如此,若說有誰知曉關於造物主及其祭司事奉的事,顯然,祭司以利的兒子們正是在那敬拜之中被養育長大的;但儘管如此,由於他們犯了罪,撒母耳記上論到他們有這樣的記載:『以利的兩個兒子是惡人,不認識耶和華。』
For even if someone is able to expound thoroughly the things concerning God, having learned from the fathers that he alone must be worshiped, yet does not live rightly, they say that this person does not have the knowledge of God. If, then, anyone else knew the things concerning the Demiurge and his priestly service, clearly the sons of Eli the priest did too, having been raised up in that very worship service; but nevertheless, since they sinned, this is written concerning them in the first book of Kingdoms: 'And the sons of Eli were sons of pestilence; they did not know the Lord.'
19:14
πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ Οὐκ ἔγνωσαν τὸν κύριον καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν Ηλεῖ· Οὐκ ἔγνωσαν τὸν κύριον· πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, ἢ διὰ τὴν πονηρίαν αὐτῶν· σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον
因為我們要質問異端者:『他們不認識耶和華』這句話,難道不是論到造物主而寫的嗎?倘若他們回答說,這確實是就造物主而言,那麼我們便要追問:論到以利的兒子們,為何要說『他們不認識耶和華』——究竟是因為關乎造物主的教義,還是因為他們的邪惡?而顯然可見,他們被稱為不認識主,乃是因著他們的邪惡。
For we shall ask the heterodox whether 'they did not know the Lord' is not written concerning the Demiurge; and when they answer that this is indeed said concerning the Demiurge, we shall then ask why it is said concerning the sons of Eli, 'they did not know the Lord' -- whether on account of doctrines about the Demiurge, or on account of their wickedness. But it is clear that they are said not to have known the Lord on account of their wickedness.
19:15
καὶ οὐ περὶ τῶν υἱῶν Ηλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ Ιούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα
而這一點,不僅見於以利的兩個兒子身上,也見於其他曾在以色列和猶大作王、卻犯罪的人身上。因此,法利賽人同樣是不認識父的,因為他們並未照著造物主的旨意生活。
And this is to be found not only concerning the sons of Eli, but also concerning other sinful men who reigned in Israel and Judah. Thus, then, the Pharisees too did not know the Father; for neither did they live according to the will of the Demiurge.
19:16
Ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, † ὡς δῆλον ἐκ τοῦ· Ὅσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ λαλεῖ αὐτὸ ᾗ δῆλον ὅτι καὶ τοὺς προφήτας, ὧν τὰ ῥήματα, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, νόμος λέγεται. εἴρηται τοίνυν έν ψαλμοῖς· Σχο- λάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·
『認識神』還有另一層含意,因為『認識神』有別於單單『信入神』——這一點從以下經文可以清楚看出:『凡律法所說的話,都是對律法以下的人說的』,由此可見,這裡也包括眾先知在內,因為,正如我們在別處已指明過的,先知們的話語同樣被稱為『律法』。所以,詩篇中說:『你們要止息,要知道我是神。』
There is, moreover, another meaning of 'knowing God,' since knowing God is one thing, distinct from merely believing in God -- as is clear from the saying: 'Whatever the law says, it says to those who are in the law' -- from which it is clear that this also includes the prophets, whose words, as we have shown elsewhere, are also called 'law.' It is said, then, in the Psalms: 'Be still, and know that I am God.'
19:17
τίς δ οὐκ ἂν ὁμολογήσαι [πιστεῦσαι] γεγράφθαι ταῦτα λαῷ πιστεύοντι εἰς τὸν δημιουργόν; ὅντινα γνῶναι οὐκ ἔστιν μὴ σχολάσαντα καὶ ἐκκαθάραντα τὸν νοῦν. τῶν νοούντων καὶ θειοτέροις ὀφθαλμοῖς βλεπόντων τὸν θεὸν διὰ τὸ καθαρὰν τὴν καρδίαν πεποιηκέναι τῆς χάριτος ταύτης ἀξιουμένων, ὡς ὁ σωτὴρ μαρτυρεῖ λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. ἅμα δὲ καὶ πρὸς τὸ Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ μἱός φήσομεν ὅτι οὐ ταὐτόν ἐστιν τὸ γινώσκειν τὸν πατέρα καὶ πιστεύειν αὐτῷ
有誰不會承認,這些話乃是為那『信入』造物主的百姓而寫的呢?因為,若不止息並潔淨自己的心思,就無法認識他;那些明白、並以更神聖的眼目看見神的人,正是因潔淨了自己的心,而配得這樣的恩典,正如救主作見證所說:『心裡潔淨的人有福了,因為他們必得見神。』同時,就『除了子以外,沒有人知道父』這句話,我們也要說:認識父與信入父,並非同一件事。
Who would not confess that these words were written for a people who [merely] believe in the Demiurge? For it is not possible to know him without being still and having purified one's mind; those who understand and see God with more divine eyes are deemed worthy of this grace because they have made their heart pure, as the Savior bears witness, saying: 'Blessed are the pure in heart, for they shall see God.' At the same time, in response to 'No one has known the Father except the Son,' we shall say that knowing the Father and believing in him are not the same thing.
19:18
οὐ μάχεται οὖν τὸ Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ μἱός τῷ Επίστευσεν δὲ Ἀβραὰμ τῷ θεῶ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ πιστευομένου ὑπ αὐτοῦ, τοῦ Ιησοῦ ἀκουσάτω λέγοντος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Εὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς
因此,『除了子以外,沒有人知道父』這句話,與『亞伯拉罕信了神,這就算為他的義』並不相衝突。但若有人以為我們是在牽強地說『信』與『知』並非同一回事,並以為『信』卻不具備對所信之對象的『知』是可能的,那就讓他聽聽耶穌對那些已信他的猶太人所說的話:『你們若常守在我的道中,就必曉得真理,真理必叫你們自由。』
'No one has known the Father except the Son' does not, then, conflict with 'And Abraham believed God, and it was reckoned to him as righteousness.' But if anyone thinks that we are forcing the point when we say that believing and knowing are not the same thing, and that it is possible to believe while not having knowledge of the one believed in, let him hear Jesus saying to the Jews who had believed in him: 'If you abide in my word, you shall know the truth, and the truth shall set you free.'
19:19
παρατήρει γὰρ ὅτι πρὸ τοῦ Εὰν μείνητε έν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν γέγαπται· Ἔλεγεν οὐν ὁ Ἰησοῦς πρὸς τοὺς † πιστεύοντας αὐτῷ Ιουδαίους, καὶ ἃ ἔλεγεν ἠν· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν
須留意,在『你們若常守在我的道中,就必曉得真理』這句話之前,經上寫著:『耶穌就對信他的猶太人說』——而他所說的話正是:『你們若常守在我的道中,就必曉得真理。』
For observe that before 'If you abide in my word, you shall know the truth,' it is written: 'Jesus therefore said to the Jews who believed in him' -- and what he said was: 'If you abide in my word, you shall know the truth.'
19:20
πολὺ δὲ διαφέρει τὸ πρὸς τῷ πιστεύειν ἐγνωκέναι τοῦ πιστεύειν μόνον· Ωι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι
在『相信』之外還『知道』,與僅僅『相信』相比,二者大不相同;因為藉著聖靈,這人被賜下智慧的言語,那人則照著同一位聖靈被賜下知識的言語,又有一人在同一位聖靈裡被賜下信心。
But to have known, in addition to believing, differs greatly from merely believing; for to one, through the Spirit, is given the word of wisdom, to another the word of knowledge according to the same Spirit, to another faith in the same Spirit.
19:21
Καὶ ταῦτα μὲν ὑπὲρ τοῦ παραστῆσαι ἔτερον εἶναι τὸ γινώσκεσθαι τὸν θεὸν τοῦ πιστεύεσθαι· ὡς δὲ πρὸς τὸ ἀΚριβὲς καὶ τοῦτο τοῖς εἰρημένοις προσαποδώσομεν, ὅτι πρὸς οὕς φησιν· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου Φαρισαίους, εὐλόγως ἂν εἶπέν τις· ἀλλ οὐδὲ πιστεύετε εἰς τὸν πατέρα μου· τῷ γὰρ ἀποσταλέντι ἀπὸ τοῦ πατρὸς οὐκ ἐπίστευσαν, ὁ δὲ ἀρνούμενος τὸν υἱὸν οὐδαμῶς τὸν πατέρα ἔχει· καὶ οὐδαμῶς φημί, ὅτι οὔτε κατὰ πίστιν οὔτε κατὰ γνῶσιν
以上所論,乃是為要確立『被神所知』有別於『被信入』〔即:認識神有別於信入神〕。但為求精確起見,我們還要在已說的話上再補充這一點:對於那些他說『你們既不認識我,也不認識我的父』的對象——即法利賽人——有人或許也可以合理地這樣說:你們甚至不信我的父;因為他們並不信那位從父所差來的,而那否認子的人,無論如何都沒有父;我說『無論如何』,意思是說:無論是就信而言,還是就知而言,都是如此。
These things, then, [have been said] to establish that being known by God is different from being believed in [i.e., that knowing God differs from believing in God]. But, for the sake of precision, we shall add this further point to what has been said: that concerning those to whom he says, 'You know neither me nor my Father' -- the Pharisees -- one might reasonably also say, 'but you do not even believe in my Father'; for they did not believe in him who was sent from the Father, and he who denies the Son has the Father in no way at all; and I say 'in no way at all' meaning neither according to faith nor according to knowledge.
19:22
ὅρα δὲ εἰ μὴ καὶ ἄλλως ἡ γραφὴ τοὺς ἀνακεκραμένους τινὶ καὶ ἑνωθέντας γινώσκειν ἐκεῖνό φησιν, ᾧ ἀνεκράθησαν καὶ κεκοινωνήκασιν· πρὸ δὲ τῆς τοιαύτης ἑνώσεως καὶ κοινωνίας κἂν τοὺς λόγους καταλαμβάνωσιν περί τινος, οὐ γινώσκουσιν ἐκεῖνο
再者,你要留意:經上是否還在另一層意義上,稱那些與某物混融合一之人為『認識』那與之混融、並已與之相通之物;而在這樣的合一與相通尚未發生之先,縱使他們掌握了關於某物的道理,卻仍不能算是認識那物。
But observe whether Scripture does not also, in another sense, say that those who have been mingled with something and united to it 'know' that with which they have been mingled and in which they have come to share; whereas prior to such union and communion, even if they grasp the accounts concerning something, they do not know that thing.
19:23
ὁ γοῦν Ἀδὰμ περὶ τῆς Εὔας λέγων· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου οὐκ ᾔδει τὴν γυναῖκα· ὅτε γὰρ αὐτῇ ἐκολλήθη, τότε εἴρηταί· Ἔγνω δὲ Ἀδὰμ· Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ εἴ τίς γε προσκόπτοι διὰ τὸ παρειληφέναι ἡμᾶς εἰς τὴν περὶ θεοῦ γνῶσιν παράδειγμα τὸ Ἔγνω δὲ Αδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· πρῶτον μὲν τῷ Τὸ μυστήριον τοῦτο μέγα ἐστίν ἐπιστησάτω· δεύτερον δὲ ἀντιπαραθέτω τὸ περὶ ἄρρενος καὶ θηλείας λεγόμενον παρὰ τῷ ἀποστόλῳ· τῇ αὐτῇ λέξει χρῆται περὶ ἀνθρώπου καὶ κυρίου· Ὁ κολλώμενος τῇ πόρνῃ ὲν σῶμά ἐστιν καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν
例如,亞當論到夏娃說『這是我骨中的骨,肉中的肉』時,尚未認識這女人;因為,正是在他與她結合之後,經上才說:『亞當認識了他的妻子夏娃。』倘若有人因我們取『亞當認識了他的妻子夏娃』作為認識神的範式而感到躊躇,那麼,第一,讓他留意『這是極大的奧秘』這句話;第二,讓他將使徒論到男女的話拿來對照——使徒論到人與主,竟用了同一個詞語:『與娼妓聯合的,便是與她成為一體;與主聯合的,便是與他成為一靈。』
For example, Adam, speaking about Eve -- 'This now is bone of my bones and flesh of my flesh' -- did not yet know the woman; for it was when he had been joined to her that it is said: 'And Adam knew Eve his wife.' And if anyone should stumble at our having taken 'And Adam knew Eve his wife' as a paradigm for the knowledge of God, let him first pay attention to the saying, 'This mystery is great'; and second, let him set alongside it what is said by the Apostle concerning male and female: he uses the same word concerning man and the Lord -- 'He who is joined to a prostitute is one body [with her], and he who is joined to the Lord is one spirit [with him].'
19:24
ἐγνωκέτω μὲν οὐν ὁ κολλώμενος τῇ πόρνῃ τὴν πόρνην, καὶ ὁ κολλώμενος τῇ γυναικὶ τὴν γυναῖκα, μᾶλλον δὲ τούτου καὶ ἁγίως ἐγνωκέτω ὁ κολλώμενος τῷ κυρίῳ τὸν κύριον. εἰ δὲ τοῦθ οὕτως ἔχει, Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν οὐδὲ τὸν τὸν καὶ ἀληθὴς ἦν ὁ λέγων· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου( εἰ δὲ μὴ οὕτως ἐκλαμβάνοιμεν (λέγω δὲ κατὰ τὴν τελευταίαν ἐκδοχήν) τὸ ἀντὶ τοῦ ἀνακεκρᾶσθαι καὶ ἡνῶσθαι, διηγείσθω τις τὸ Νῦν γνόντες θεόν, μᾶλλον δὲ γνωσθέστες ὑπὸ τοῦ θεοῦ κοὶ τὸ Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ
既如此,那與娼妓聯合的,便算是認識了那娼妓;那與妻子聯合的,便算是認識了那妻子;比這更進一步,那與主聯合的,更當以聖潔的方式認識主。若果真如此,法利賽人便既不認識父,也不認識子,而說『你們既不認識我,也不認識我的父』的那位,便說了真話。但若我們不當如此理解(我指的是按照這最後一種解釋,即指混融合一),那就讓人來闡釋『如今你們既然認識了神,更正確地說,是被神所認識』這句話,以及『主認識那屬他的人』這句話。
Let him, then, who is joined to a prostitute have known the prostitute, and let him who is joined to a wife have known the wife; and still more than this, in a holy manner, let him who is joined to the Lord have known the Lord. But if this is so, the Pharisees did not know the Father, nor the Son either, and true was the one who said, 'You know neither me nor my Father.' But if we should not understand it in this way (I mean, according to this latter interpretation) -- as referring to being mingled together and united -- let someone expound the verse, 'Now that you have known God, or rather, having been known by God,' and 'The Lord knew those who are his.'
19:25
κατὰ γὰρ ἡμᾶς ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ ἀνακραθεὶς αὐτοῖς καὶ μεταδεδωκὼς αὐτοῖς τῆς ἑαυτοῦ θειότητος καὶ ἀνειληφὼς αὐτούς, ὡς ἡ τοῦ εὐαγγελίου λέξις φησίν, εἰς τὴν ἑαυτοῦ χεῖρα, ἐν τῇ χειρὶ τοῦ πατρὸς ὄντων τῶν εἰς τὸν σωτῆρα πεπιστευκότων· διὸ καὶ εἰ μὴ πέσοιεν ἀπ αὐτῆς ἑαυτοὺς μακρύνοντες ἀπὸ τῆς χειρὸς τοῦ θεοῦ, οὐχ ἁρπαγήσονται· οὐδεὶς γὰρ ἀρπάζει ἐκ τῆς χειρος του πατρος
因為依我們看來,『主認識那屬他的人』,乃是藉著與他們混融合一、將自己的神性分賜給他們,並且,正如福音書的措辭所言,將他們接入自己手中——凡信入救主的人,也都在父的手中。因此,除非他們自己疏遠了神的手,以致從中墜落,否則他們必不會被奪去;因為無人能從父的手中把人奪去。
For, in our view, 'the Lord knew those who are his' by being mingled with them and imparting to them his own divinity, and taking them up, as the wording of the gospel says, into his own hand -- those who have believed in the Savior being in the hand of the Father as well. Therefore, unless they should fall from it by distancing themselves from the hand of God, they shall not be snatched away; for no one snatches out of the Father's hand.
19:26
Μετὰ ταῦτα ζητήσεις εἰς τὸ αὐτό, λέγω δὲ τὸ Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μον, εἰ ἔστιν γινώσκοντά τινα τὸν θεὸν μὴ γινώσκειν τὸν πατέρα· εἰ γὰρ ἑτέρα αὐτοῦ ἐπίνοιά έστιν καθ ὅ ἐστιν πατήρ, καὶ ἑτέρα καθ ὅ ἐστιν ὁ θεός, τάχα ἔστιν τινὰ γινώσκειν μὲν τὸν θεόν, μὴ γινώσκειν δὲ τὸν πατέρα παρὰ τὸ εἰδέναι αὐτὸν θεόν μὴ γινώσκειν δὲ τὸν πατέρα
此後,你還當就同一段經文——我指的是『你們既不認識我,也不認識我的父』——探究:一個認識神的人,是否可能不認識父?因為,倘若『他之所以為父』是他的一種概念(ἐπίνοια),而『他之所以為神』又是另一種概念,那麼或許就有這樣的可能:某人認識神,卻不認識父——也就是知道他是神,卻不認識他為父。
After this, you will inquire further into the same passage -- I mean, 'you know neither me nor my Father' -- whether it is possible for someone who knows God not to know the Father. For if 'that by which he is Father' is one conception (epinoia) of him, and 'that by which he is God' is another, then perhaps it is possible for someone to know God, yet not know the Father, beyond merely knowing him as God while not knowing him as Father.
19:27
φησὶν οὖν ὁ σωτὴρ μετὰ τὴν ἀνάστασιν τῇ Μαρίᾳ· Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. καὶ ἔστιν γε τοῖς ἐτεροδόξοις λέγειν χαριζόμενον αὐτοῖς ὅτι οὐκ ἐγνωσαν τὸν πατέρα Μωϋσῆς καὶ οἱ προφῆται· ὅπερ τάχα οὐκ ἔστιν ἀληθές· ὅτι πάντως ὁ μὴ ἐγνωκὼς τὸν πατέρα οὐκ ἔγνω τὸν υἱόν· ὁ μὲν γὰρ υἱὸς ἔγνω τὸν πατέρα, ὁ δὲ θεράπων τὸν κύριον· καὶ ὥσπερ οὐκ ὄν ἀσεβήσαιμεν λέγοντες ὅτι ὁ υἱὸς οὐκ ἔγνω τὸν κύριον (υἱὸς γὰρ ὢν οὐ πεπείραται τοῦ πατρὸς δεσπότου), οὕτω τηροῦντες τὸν αὐτὸν θεὸν οὐδὲν ἄτοπον παραδεξόμεθα λέγοντες ὅτι τῷ μὲν υἱῷ ἔπρεπεν γινώσκειν τὸν Πατέρα, τῷ δὲ θεράποντι τὸν κύριον, καὶ οὔτε ὁ θεράπων ἔγνω τὸν πατέρα οὔτε ὁ υἱὸς τὸν κύριον
救主在復活之後對馬利亞說:『你且往我弟兄那裡去,告訴他們說:我要上到我父那裡,也是你們的父,到我神那裡,也是你們的神。』而若姑且順著異端者的說法讓一步,倒是可以說:摩西和眾先知並不認識父——不過這或許並不是真的;因為凡不認識父的,必定也不認識子;因為子認識父,僕人則認識主人。而正如我們若說子並不認識『主人』(作為主人的那位),也不算是不敬虔(因為身為兒子,他並未曾以『主人』的身分經歷過父),照樣,我們既仍持守同一位神,就也可以毫無悖謬地說:於子而言,理當認識『父』,於僕人而言,理當認識『主人』,而僕人不曾認識『父』,子也不曾以『主人』的身分認識他。
The Savior, then, says to Mary after the resurrection: 'But go to my brothers and say to them: I am going to my Father and your Father, and my God and your God.' And it is possible to say, granting this concession to the heterodox, that Moses and the prophets did not know the Father -- though this is perhaps not true; for the one who has not known the Father has certainly not known the Son either. For the Son knew the Father, and the servant [knew] the Lord/Master; and just as we would not be committing any impiety in saying that the Son did not know the Lord/Master (for being a son, he has not experienced the Father as a master), so likewise, while maintaining that it is the same God, we shall admit nothing absurd in saying that it was fitting for the Son to know the Father, and for the servant to know the Lord/Master, and that neither did the servant know the Father, nor the Son the Lord/Master.
19:28
μυρίων γοῦν οὐσῶν εὐχῶν ἀναγεγραμμένων έν τοῖς ψαλμοῖς καὶ τοῖς προφήταις, ἀλλὰ καὶ τῷ νόμῳ, οὐ πάνυ τι εὕρομεν εὐξάμενόν τινα καὶ λέγοντα τῷ θεῷ· Πάτερ, τάχα ἐπεὶ οὐκ ἔγνωσαν τὸν πατέρα εὔχονται δὲ αὐτῷ ὡς θεῷ καὶ κυρίῳ, περιμένοντες τὸν τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκχέοντα οὐκ ἔλαττον ἐπ ἐκείνους ἢ ἐπὶ τοὺς μετὰ τὴν παρουσίαν εἰς θεὸν δι αὐτοῦ πιστεύοντας· εἰ μὴ ἄρα ᾑ νοητὴ αὐτοῖς γεγένηται ἐπιδημία Χριστοῦ καὶ ἔσχον ποτὲ τελειωθέντες τὸ τῆς υἱοθεσίας πνεῦμα· ἐν ἀπορρήτῳ δὲ καὶ οὐ γνωστῶς πᾶσιν ἔλεγον ἢ ἔγραφον τὸν θεὸν πατέρα, ἕνα ἵνα προκαταλάβωσιν τὴν διὰ τοῦ Ἰησοῦ ἐκκενουμένην παντὶ τῷ κόσμῳ χάριν, πάντας καλοῦντος ἐπὶ τὴν υἱοθεσίαν, ἵνα διηγήσηται τὸ ὄνομα τοῦ θεοῦ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ὑμνήσῃ τὸν πατέρα κατὰ τὸ γεγραμμένον· Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε
誠然,雖然詩篇、眾先知書、甚至律法書中,記載著無數的禱告,我們卻幾乎找不到有誰在禱告中稱神為『父』。或許正因他們尚未認識父,所以才以『神』與『主』來向他祈求,等候那位將要傾降『兒子名分的靈』者臨到——這靈臨到他們,並不亞於臨到那些在基督降世之後、藉他而信入神的人;除非其實對他們而言,基督已有一種可理解意義上的『降臨』,並且他們在某個時候已被成全、領受了兒子名分的靈——只是他們是以隱密、不為眾人所知的方式,述說或記載神為父,為要使他們得以預先支取那藉耶穌傾倒給全世界的恩典——耶穌乃是呼召萬人得兒子的名分,好使他在弟兄中間傳揚神的名,在會中歌頌父,正如經上所記:『我要將你的名傳與我的弟兄,在會中我要歌頌你。』
Indeed, though there are countless prayers recorded in the Psalms and the Prophets, and also in the Law, we do not really find anyone praying and saying to God, 'Father.' Perhaps, then, since they did not know the Father, they pray to him as God and Lord, awaiting the one who would pour out the Spirit of adoption upon them no less than upon those who, after his coming, believe in God through him -- unless, indeed, there had come to be for them an intelligible coming (epidemia) of Christ, and, having at some point been made perfect, they had received the Spirit of adoption; and in a hidden manner, not known to all, they spoke of, or wrote of, God as Father -- with this one purpose: that they might, in advance, lay hold of the grace which was to be poured out through Jesus upon the whole world, he calling all to adoption, so that he might declare the name of God to his brothers and might sing praise to the Father in the midst of the church, according to what is written: 'I will declare your name to my brothers; in the midst of the church I will sing praise to you.'
19:29
ὅτι μέντοι γε ὁ αὐτός ἐστιν θεὸς τῶν προφητῶν καὶ τοῦ κόσμου δημιουργός, πολλαχόθεν μὲν ἔστιν θεωρῆσαι· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος θεωρῆσαι τήν τε Στεφάνου ἀπὸ τῶν Πράξεων πρὸς τὸν λαὸν δημηγορίαν οὕτω λέγοντος· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες. ἀκούσατε
然而,先知們的神確實與這世界的造物主是同一位,這一點可從多處經文看出;就目前而言,只需考察《使徒行傳》中司提反向百姓所作的演說,他如此說:『諸位弟兄和父老,請聽。』
That the God of the prophets is indeed the same as the creator (Demiurge) of the world can be observed from many passages; but for the present it suffices to consider Stephen's public address to the people from Acts, where he speaks thus: 'Men, brothers, and fathers, listen.'
19:30
ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ οἰκῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ τὰ ἑξῆς· δἰ ὅλου γὰρ τοῦ λόγου ἀναντιρρήτως ἔστιν μαθεῖν τὸν τῶν προφητῶν θεὸν πατέρα εἶναι Χριστοῦ Ἰησοῦ·
『榮耀的神,在我們的祖宗亞伯拉罕尚未住在哈蘭、還在美索不達米亞的時候,向他顯現,對他說:你要離開本地和本族』,等等。因為,從整篇講詞中都可以毫無爭議地看出:眾先知的神,正是基督耶穌的父。
'The God of glory appeared to our father Abraham while he was in Mesopotamia, before he lived in Haran, and said to him: Go out from your land and from your kindred,' and so on. For throughout the whole discourse it may be learned, without contradiction, that the God of the prophets is the Father of Christ Jesus.
19:31
καὶ ἐκ τῆς πρὸς Ρωμαίους ἐπιστολῆς τοῦ ἀποστόλου ἐν τούτοις· Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ἐν οἷς ἐστὲ καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς οὖσιν ἐν Ρώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
又如使徒在《羅馬書》中所寫:『耶穌基督的僕人保羅,蒙召為使徒,特派傳神的福音——這福音是神從前藉眾先知在聖經上所應許的,論到他兒子我主耶穌基督:按肉體說,是從大衛的後裔生的;按聖善的靈說,因從死人中復活,以大能顯明是神的兒子。我們從他受了恩惠並使徒的職分,在萬國之中,為他的名,叫人因信順服,其中也有你們這蒙召屬耶穌基督的人:我寫信給你們在羅馬、為神所愛、蒙召作聖徒的眾人。願恩惠、平安,從我們的父神並主耶穌基督歸與你們。』
And from the Apostle's Epistle to the Romans, in these words: 'Paul, a servant of Christ Jesus, called an apostle, set apart for the gospel of God, which he promised beforehand through his prophets in the holy Scriptures, concerning his Son, who was born of the seed of David according to the flesh, who was declared Son of God with power according to the Spirit of holiness, by the resurrection from the dead, Jesus Christ our Lord, through whom we have received grace and apostleship for obedience of faith among all the nations, for the sake of his name, among whom you also are the called of Jesus Christ -- to all who are in Rome, beloved of God, called saints: grace to you and peace from God our Father and the Lord Jesus Christ.'
19:32
σαφῶς γὰρ ἀπὸ τούτων μεμαθήκαμεν ὅτι ὁ δημιουργὸς καὶ θεὸς τῶν προφητῶν καὶ πατὴρ τοῦ χριστοῦ θεός τε καὶ πατὴρ ἡμῶν ἐστιν
因為由此我們清楚得知:那位造物主,即眾先知的神、基督的父,也正是我們的神和我們的父。
For from these passages we have clearly learned that the Demiurge, who is the God of the prophets and the Father of the Christ, is also our God and Father.
19:33
Φαρισαῖοι τοίνυν οὐ μόνον γνῶσιν οὐκ εἶχον, οὔτε καθ ὃ πατὴρ οὔτε καθ ὃ θεός, τοῦ δεδωκότος τὸν νόμον πατρὸς τοῦ χριστοῦ· ἀλλ οὐδὲ ἐπίστευον αὐτῷ ὁμολογουμένως μὲν καθ ὃ πατὴρ ἦν Ἰησοῦ καὶ θεὸς αὐτοῦ, τάχα δὲ οὐδὲ καθ ὃ ὁ θεὸς ὁ κτίσας τὰ πάντα ἦν
因此,法利賽人不僅對那位賜下律法、身為基督之父者,全然沒有認識——無論是就其為『父』而言,或是就其為『神』而言——甚至他們連信都不信他:固然是不信他身為耶穌之父、耶穌之神的這一身分,或許甚至也不信他身為那位創造萬有之神的這一身分。
The Pharisees, then, not only did not have knowledge -- neither insofar as he is Father, nor insofar as he is God -- of the Father of Christ who gave the Law; but they did not even believe in him, admittedly not insofar as he was the Father of Jesus and his God, and perhaps not even insofar as he was the God who created all things.
19:34
ἀλλ οὐδὲ τὸν χριστὸν ᾔδεισαν, καὶ καλῶς ἐλέγχει αὐτοὺς ὁ σωτὴρ λέγων· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου οἴδατε. ταῦτα ζητῶ, πότερον ἴσον δύναται τῷ Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε τὸ Εἰ τὸν πατέρα μου ᾔδειτε, καὶ ἐμὲ ἂν ᾔδειτε ἢ οὔ
然而,他們甚至不認識基督,救主也正好以此責備他們,說:『你們既不認識我,也不認識我的父。』我要探究的是:『你們若認識我,也必認識我的父』,這句話,是否與『你們若認識我的父,也必認識我』意思相等,抑或不然。
But neither did they know the Christ, and the Savior rightly reproves them, saying: 'You know neither me, nor do you know my Father.' I ask this: whether 'if you knew me, you would know my Father also' has the same force as 'if you knew my Father, you would know me also' -- or not.
19:35
καὶ ἡγοῦμαι μὴ ἴσον ταῦτα δύνασθαι ἀλλήλοις, τῷ ἀναβαίνειν ἀπὸ τῆς γνώσεως τοῦ υἱοῦ ἐπὶ τὴν γνῶσιν τοῦ πατρὸς τὸν γινώσκοντα τὸν πατέρα, καὶ μὴ ἄλλως ὁρᾶσθαι τὸν πατέρα ἢ τῷ ὁρᾶσθαι τὸν υἱόν· Ο γὰρ ἑωρακώς, φησίν, ἐμὲ ἑώρακε τὸν πέμψαντά με· οὐκ ἂν δὲ εἰρήκει τὸ Ο ἑωρακὼς τὸν πατέρα ἑώρακέν με, ἐπείπερ ὁ τὸν λόγον τεθεωρηκώς τοῦ θεοῦ θεωρεῖ τὸν θεόν, ἀναβαίνων ἀπὸ τοῦ λόγου πρὸς τὸν θεόν· ἀμήχανον δέ ἐστιν μὴ ἀπὸ τοῦ λόγου θεωρῆσαι τὸν θεόν
而我認為,這兩句話的效力並不相等,因為認識父的人,是從對子的認識上升到對父的認識,父不會被看見,除非是藉著子被看見;因為他說:『看見了我的,就是看見了那差我來的。』但他卻不曾說:『看見了父的,就是看見了我』,因為,那已然觀照了神之『道』的人,便觀照了神,是從『道』上升到神;而若不藉著『道』,人是無法觀照神的。
And I hold that these two are not of equal force, since one who knows the Father ascends from the knowledge of the Son to the knowledge of the Father, and the Father is not seen otherwise than by the Son being seen; for he says, 'He who has seen me has seen him who sent me.' But he would not have said, 'He who has seen the Father has seen me,' since he who has contemplated the Word (Logos) of God contemplates God, ascending from the Word to God; and it is impossible to contemplate God apart from the Word.
19:36
καὶ ὁ θεωρῶν τὴν σοφίαν, ἣν ἔκτισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς ἔργα αὐτοῦ, ἀναβαίνει ἀπὸ τοῦ ἐγνωκέναι τὴν σοφίαν ἐπὶ τὸν πατέρα αὐτῆς· ἀδύνατον δὲ χωρὶς τῆς σοφίας προαγωγῆς νοηθῆναι τὸν τῆς σοφίας θεόν
那觀照『智慧』——即神在萬世以先、為要施行他的工作所創造的那智慧——的人,也是從認識了智慧,上升到智慧之父;而若不藉著智慧的顯出,便不可能思及那『智慧之神』。
And he who contemplates the Wisdom which God created before the ages for his works ascends, from having known Wisdom, to her Father; but it is impossible to conceive the God of Wisdom apart from Wisdom's own advance/procession.
19:37
τὸ δ αὐτὸ ἐρεῖς καὶ περὶτῆς ἀληθείας· οὐ γὰρ νοεῖ τις τὸν θεὸν ἢ θεωρεῖ αὐτόν, καὶ μετὰ ταῦτα τὴν ἀλήθειαν, ἀλλὰ πρότερον τὴν ἀλήθειαν, ἱν οὕτως ἔλθῃ ἐπὶ τὸ ἐνιδεῖν τῇ οὐσίᾳ ἢ τῇ ὑπερέκεινα τῆς οὐσίας δυνάμει καὶ φύσει τοῦ θεοῦ
論到『真理』,你也可以說同樣的話;因為,並非有人先思及神、觀照神,然後才及於真理,而是先及於真理,如此方能進而洞見那本質,或那超乎本質、屬乎神的能力與本性。
You will say the same also concerning the Truth; for no one first conceives or contemplates God and afterward the Truth, but first the Truth, so that in this way he may come to look into the essence -- or into that power and nature of God which is beyond the essence.
19:38
καὶ τάχα γε ὅσπερ κατὰ τὸν ναὸν ἀναβαθμοί τινες ἦσαν, δι ὠν εἰσῄει τις εἰς τὰ ἅγια τῶν ἁγίων, οὕτως οἱ πάντες ἡμῶν ἀναβαθμοὶ ὁ μονογενής ἐστιν τοῦ θεοῦ· καὶ ὤσπερ τῶν ἀναβαθμῶν ὁ μέν ἐστιν πρῶτος ἐπὶ τὰ κάτω, ὁ δὲ τούτου ἀνωτέρω, καὶ οὕτως ἐφεξῆς μέχρι τοῦ ἀνωτάτω, οὕτως οἱ μὲν πάντες εἰσὶν ἀναβαθμοὶ ὁ σωτήρ· ὁ δὲ οἷον πρῶτος κατωτέρω τὸ ἀνθρώπινον αὐτοῦ, ᾧ ἐπιβαίνοντες ὁδεύομεν κατὰ τὰ ἑξῆς αὐτοῦ ὄντα τὴν πᾶσαν έν τοῖς ἀναβαθμοῖς ὁδόν, ὥστε ἀναβῆναι δι αὐτοῦ ὄντος καὶ ἀγγέλου καὶ τῶν λοιπῶν δυνάμεων
或許,正如聖殿中有若干台階,人由此進入至聖所,我們一切的『台階』也正是神的獨生子;正如那些台階,其中一階是最下面、最先的,另一階則在其之上,如此依次而上,直到最高的一階,照樣,救主本身就是那全部的台階;而那最先、最下的一階,可以說,正是他的人性——我們踏上這一階,便沿著屬乎他的其餘各階,繼續走完那整段路程,以致藉著他上升,而他既是天使,也兼具其餘各樣能力。
And perhaps, just as in the Temple there were certain steps by which one entered into the Holy of Holies, so also all our steps together are the Only-Begotten of God; and just as, of the steps, one is the lowest, first from below, and another is higher than this one, and so on in succession up to the highest, so likewise all the steps together are the Savior; and the first and lowest, as it were, is his humanity, upon which, treading, we make our way along the whole road that lies in succession among the steps that belong to him -- so that we may ascend by means of him, who is both an angel and the rest of the powers as well.
19:39
καὶ κατὰ τὰς ἐπινοίας δὲ αὐτοῦ, εἴπερ ἕτερόν ἐστιν ὁδὸς καὶ θύραι προαπαντῆσαι δεῖ τῇ ὁδῷ, ἕνα μετὰ ταῦτα οὕτως φθάσῃ τις ἐπὶ τὴν θύραν, καὶ ἄρχοντι χρήσασθαι αὐτῷ καθ ὃ ποιμήν ἐστιν, ἵνα τις δυνηθῇ αὐτοῦ ἀπολαῦσαι καὶ βασιλέως, ὄνασθαί τε αὐτοῦ πρῶτον ὡς ἀμνοῦ, ἕνα πρῶτον ἄρῃ ἡμῶν τὴν ἁμαρτίαν, καὶ μετὰ ταῦτα κεκαθαρισμένοι φάγωμεν αὐτοῦ τῆς σαρκός, τῆς ἀληθινῆς τροφῆς· καὶ ἐπιμελέστερόν τις τὰ παρακείμενα τούτοις ἐξετάσας καὶ παραλαβὼν ἀκούσεται· Εἰ ἐμὲ οἴδατε, καὶ τὸν πατέρα μου οἴδατε, καὶ >Ἐπεὶ ἐμὲ οἴδατε, καὶ τὸν πατέρα μον οἵδατε.,. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζορυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
又按著他種種的概念而言——倘若『道路』是一回事,而『門』又必須先於『道路』相遇,然後人才能這樣達到那門,並以他作『首領』——就他為『牧人』而言——來運用他,使人得以享有他也作為『王』的身分;並先以他作『羔羊』而蒙益,使他先除去我們的罪,然後我們得潔淨後,方能吃他的肉,那真正的糧食——若有人更為仔細地考察並領受與此相鄰的經文,便會聽到:『你們若認識我,也認識我的父』,以及『既然你們認識我,也就認識我的父。這些話,是耶穌在殿裡的庫房教訓人時所說的;也沒有人捉拿他,因為他的時候還沒有到。』
And according to his various conceptions (epinoiai) -- if indeed 'the Way' is one thing, and there must be 'doors' encountered before the Way, so that afterward one may in this manner arrive at the door, and then make use of him as 'ruler,' insofar as he is 'shepherd,' so that one may then be able to enjoy him also as 'king,' and first benefit from him as 'lamb,' so that he may first take away our sin, and afterward, having been cleansed, we may eat his flesh, the true food -- and if one examines more carefully the passages adjoining these and takes them up, he will hear: 'If you know me, you know my Father also,' and 'Since you know me, you know my Father also. These words he spoke in the treasury, teaching in the temple; and no one seized him, because his hour had not yet come.'
19:40
Εἰ μή τι χρήσιμον ἠν μαθεῖν ἐκ τοῦ τὰ προειρημένα ἀπηγγέλθαι ὑπὸ τοῦ σωτῆρος λελαλῆσθαι ἐν τῷ γαζοφυλακίῳ, οὐκ ἂν προσέθηκεν ὁ εὐαγγελιστὴς οἱς εἶπεν ὁ Ἰησοῦς τὸ Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ πανταχοῦ γε ὅπου πρόσκειται· Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν ἐν τῷδέ τινι τόπῳ, ἐπιστήσας εὑρήσεις τὸ τῆς προσθήκης εὔλογον
倘若從前面所提及、由救主在庫房中所說的這些話中,並沒有甚麼可資學習的益處,福音書作者便不會在耶穌所說的話之後,再加上『這些話,是耶穌在殿裡的庫房教訓人時所說的』這一句。而且,凡經文中附加『這些話,是他在某某地方所說的』之處,你若細加留意,都必能找出這附加語背後合理的緣由。
If it were not useful for something to be learned from the fact that the aforesaid words are reported as having been spoken by the Savior in the treasury, the evangelist would not have added, to what Jesus had said, the note, 'These words he spoke in the treasury, teaching in the temple.' And everywhere that the phrase 'These words which he spoke in such-and-such a place' is appended, if you pay close attention, you will find the reasonable ground for this addition.
19:41
ἵν οὑν νοηθῇ, τί τὸ έν τῷ γαζοφυλακίῳ ταῦτα τὰ ῥήματα τὰ] ὑπὸ τοῦ Ἰησοῦ εἰρῆσθαι, παραθησόμεθα ἅπερ ἀπὸ Λουκᾶ καὶ Μάρκου μεμαθήκαμεν, ὀνομασάντων τὸ γαζοφυλάκιον. ἀπὸ μὲν τοῦ Λουκᾶ ταῦτα· Αναβλέψας δὲ εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους, εἶδέν τινα χήραν πενιχρὰν βάλλουσαν λεπτὰ δύο, καὶ εἶπεν· Αληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ἑαυτῆς, ὃν εἶχεν, ἔβαλεν· ἀπὸ δὲ τοῦ κατὰ Καὶ ἑστὼς ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει
為要明白耶穌在『庫房』中所說的這些話究竟何指,我們要引述路加與馬可兩位所記載、都提及『庫房』一詞的經文,作為對照。路加所記如下:『耶穌抬頭觀看,見財主把捐項投在庫裡,又見一個窮寡婦投了兩個小錢,就說:我實在告訴你們,這窮寡婦所投的,比眾人所投的更多;因為眾人都是自己有餘,拿出來投在捐項裡,但這寡婦是自己不足,把她一切養生的都投上了。』馬可福音則記載:『耶穌對著庫房坐著,看……』
In order, then, that it may be understood what these words spoken by Jesus 'in the treasury' signify, we shall set alongside them what we have learned from Luke and Mark, who name the treasury. From Luke, this: 'And looking up, he saw the rich putting their gifts into the treasury; and he saw a certain poor widow putting in two small copper coins, and he said: Truly I say to you that this poor widow has put in more than all of them; for all these out of their abundance put into the offerings of God, but she out of her lack put in all the livelihood that she had.' And from the Gospel according to Mark: 'And Jesus, sitting opposite the treasury, was observing...'
19:42
καὶ Μᾶς ἔβαλλεν χαλκὸν εἰς τὸ γαζοφυλάκιον. καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· ἐλθοῦσα δὲ μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς
……眾人都把錢投入庫房,有許多財主投了許多錢;有一個窮寡婦來,投了兩個小錢,就是一個大文。耶穌叫門徒來,對他們說:我實在告訴你們,這窮寡婦所投的,比眾人所投的更多;因為他們都是自己有餘,拿出來投上,但這寡婦是自己不足,把她一切所有的、就是她一切養生的,都投上了。
'...and the crowd was putting copper coins into the treasury; and many rich people were putting in much. And a certain poor widow came and put in two small coins, that is, a quadrans. And calling his disciples to him, he said to them: Truly I say to you, this poor widow has put in more than all those putting into the treasury; for they all put in out of their abundance, but she out of her lack put in everything she had, her whole livelihood.'
19:43
τί δέ μοι βούλεται ἡ τῶν ῥητῶν παράθεσις τηρήσαντι, ὅτι τὸ γαζοφυλάκιον ἐν τῷ ἱερῷ ἠν, ὑπὲρ τοῦ νοπησαι τὴν προκειμένην τοῦ Ἰωάννου λέξιν ἤδη λέξωμεν· εἰ τὸ ἱερὸν ἀνάγομεν τοῦ θεοῦ καὶ τὰ κατὰ τὸν εἰς τὸν πνευματικὸν λόγον, τούτῳ ἀκολούθως καὶ τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον κατανοήσωμεν, ὅπερ ἐστὶν τόπος νομισμάτων εἰς τιμὴν θεοῦ καὶ οἰκονομίαν ἀναπαύσεως πενήτων προσφερομένων
但這一番文句對照——留意庫房乃是在殿裡——對我這正要理解約翰福音現有經文的人,究竟意欲何為呢?現在就讓我們把話說明:倘若我們把神的殿及與此相關之事,都提升到屬靈的意義上,那麼,隨之而行,我們也當如此理解那『在殿裡的庫房』——它乃是為了神的尊榮、並為救濟窮人之安排而奉獻錢財的地方。
But now let us say what purpose this juxtaposition of texts, which noted that the treasury was in the temple, serves for me, so that we may understand the passage of John now before us. If we elevate the temple of God, and the matters concerning it, to a spiritual meaning, let us accordingly likewise understand 'the treasury in the temple' -- which is the place where coins are offered for the honor of God and for the administration of the relief of the poor.
19:44
τὰ δὲ νομίσματα τίνα ἂν εἴη ἢ οἱ Μοι λόγοι τὴν εἰκόνα τοῦ μεγάλου βασιλέως ἐντετυπωμένην ἔχοντες, ὑπὸ δοκίμων τραπεζιτῶν θεωρούμενοι, τῶν χωρίζειν ἐπισταμένων ἀπὸ τῶν δοκίμων τὰ ἀδόκιμα μὲν προσποιούμενα δὲ εἶναι δόκιμα καὶ τηρούντων τὴν ἐντολὴν Ἰησοῦ λέγουσαν· Γίνεσθε δόκιμοι τραπεζῖται, καὶ τὴν Παύλου διδαχὴν φάσκοντος· Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε; ἕκαστος δὴ συνεισφερέτω εἰς οἰλοδομὴν τῆς ἐκκλησίας φέρων ἐπὶ τὸ νοητὸν γαζοφυλάκιον ἃ δύναται εἰς τιμὴν τοῦ θεοῦ καὶ ὠφέλειαν τοῦ κοινοῦ
那麼,這些『錢幣』又能是甚麼呢,豈不正是那些印有大君王形像、經過合格兌換商鑒定的『言論』嗎?這些兌換商深諳如何從合格的錢幣中,辨別出那些不合格、卻假冒合格之物,並且謹守耶穌所吩咐的命令:『要作合格的兌換商』,也謹守保羅的教訓:『凡事都要察驗,善美的要持守,各樣的惡事要禁戒不作』。因此,各人都當有所奉獻,為建立教會,將自己所能有的,帶到那可理解的庫房中,為要榮耀神,也造福大眾。
What, then, would the coins be, but the discourses (logoi) bearing the stamped image of the great King, examined by approved money-changers who know how to distinguish, from among the approved coins, the disapproved ones that merely pretend to be approved, keeping the commandment of Jesus that says, 'Be approved money-changers,' and the teaching of Paul, who says, 'Test everything; hold fast to what is good; abstain from every form of evil'? Let each one, then, contribute toward the building up of the church, bringing to the intelligible treasury what he is able, for the honor of God and the benefit of the community.
19:45
Ἐπεὶ δὲ ἔστιν ὠφεληθῆναι τὸ κοινὸν διχῶς, ἀπό τε λό- ἴων καὶ ἀπὸ πράξεων, ὠν ὁ δίκαιος πράττει, καλῶς καὶ αὐταὶ ἀναφέρονται εἰς τὸ νοητὸν γαζοφυλάκιον. ἀλλ ἐπεὶ οὐκ ἴση οὐδ ὁμοία πάντων ἡ δύναμις ἐν τῶ βίῳ τούτῳ, εἴγε ἔδωκεν ὁ οἰκοδεσπότης τῷ μὲν πέντε τάλαντα. τῷ δὲ δύο, τῷ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἀποδέχεται ὁ ἔμψυχος τούτου λόγος, ἐνορῶν τῇ δυνάμει τῶν βαλλόντων εἰς ὃ διηγησάμεθα γαζοφυλάκιον, οὓς ἀποδέχεται, οὐ τῇ ποσότητι τῶν συνεισφερομένων ἐνορῶν μόνῃ
既然共同體可以以兩種方式蒙益——既有言論,也有作為(乃是義人所行之事)——這兩者同樣也可正確地歸屬於那可理解的庫房。然而,由於今生眾人的能力並非均等相同——正如那家主所給的,這人五個他連得,那人兩個,又一人一個,都是照著各人自己的能力——那有生命的『道』便予以悅納,是照著投入我們前述那庫房之人的能力來看待,他所悅納的對象,並非僅僅著眼於所奉獻之數量的多寡。
Since it is possible for the community to be benefited in two ways -- both from words and from deeds, which the righteous person performs -- these too are rightly referred to the intelligible treasury. But since the capability of all is not equal or alike in this life, seeing that the master of the house gave to one five talents, to another two, to another one, to each according to his own capability, the living Word (Logos) of this [master] accepts, looking to the capability of those who cast into the treasury we have described, whom he accepts, not looking only to the quantity of what is contributed.
19:46
διόπερ εἰ ἔστιν] τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπάρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγκρισιν ἐλάττονα δυναμένων, * * καὶ ἀποδέχεται τοὺς τοὺς δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, ὡς γέγραπται ἃ τοῦ τε Λουκᾶ καὶ τοῦ Μάρκου
因此,倘若有人能力較大,就他自身所具備的能力而言,做得較少,然而與其他能力較小之人相比,卻仍做得較多,……他所悅納的,是那些按自身能力已盡力而為、卻做得較少之人,而非那些能力足以成就多倍之事、卻只奉獻較多(相對而言仍是較少)之人,正如路加與馬可所記載的一樣。
Therefore, if someone who is capable of more does less in relation to the capacity that exists within him, yet does more in comparison with others who are capable of less, ...... and he accepts those who, in proportion to their capacity, have done the lesser things, above those who have contributed more out of a capacity able to bring forth many times as much, as is written in what we have cited from both Luke and Mark.
19:47
ἅμα δὲ διδάσκει τὰ ῥητὰ ταῦτα τὸν νοήσαντα ταῦτα πνευματικῶς μηδεπώποτε τοὺς νομιζομένους διαφέρειν δεῖν ἐπαίρεσθαι κατὰ τῶν ὡς πρὸς κρίσιν ὑποδεεστέρων· οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀνθρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν ὅτι πάντα ἃ δεδύνηται πεποίηκεν, ἢ ἐκεῖνος οὐ πάντα εἰ <εἰ ἃ> οἷός τε ἠν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου ἀποδέδωκεν
同時,這些話語也教導那按屬靈方式理解它們的人:凡被視為更為出眾的人,永不應憑著人的判斷,向那些較為低下的人自高自大;因為,凡自以為做得更多、更好的人,切不可因與那按人的判斷做得最少的人相較,就自以為自己已做盡了自己所能做的一切——而彼者卻未曾照著他所能負擔的,將該向這『道』交帳的都盡數獻上。
At the same time, these sayings teach the one who has understood them spiritually that those who are thought to excel ought never to be puffed up against those inferior as judged by human judgment; for let no one who is supposed to do more and better things be persuaded, comparing himself with those who, as far as human judgment goes, do the least, that he has done all that he was capable of doing -- while that other person has not rendered all that he was able, when the account requires it of him.
19:48
ἀνεβλεψεν οὖν εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους ὁ Ἰησοῦς, καὶ ἰδὼν τὴν πενιχρὰν χ·ήραν λεπτὰ βάλλουσαν δύο τάχα τῷ γνωστικῷ τόπῳ ἢ τῷ πρακτικῷ ἁπλούστερον περὶ τῶν θείων φρονοῦσαν. καὶ ἀνάλογον τούτοις βιοῦσαν, εἶπεν· Αληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν
耶穌抬頭看那些把禮物投入庫房的財主,又看見那窮寡婦投了兩個小錢——這或許喻表這樣一人:在『知』的層面,或更簡單地說,在『行』的層面,對屬神之事思慮較為單純,並且照此而生活——便說:『我實在告訴你們,這窮寡婦所投的,比眾人所投的更多。』
Jesus, then, looked up at the rich putting their gifts into the treasury, and seeing the poor widow putting in two small coins -- perhaps signifying one who, in the domain of gnosis, or more simply in the domain of practice, thinks concerning divine matters and lives in a manner corresponding to these -- said: 'Truly I say to you that this poor widow has put in more than all of them.'
19:49
καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλαπλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ ἐλάχιστον μόριον, ὠν οἶοί τε ἠσαν συνεισφέρειν
他這樣說,是因為他看見:那些就自身能力而言堪稱富有、原能為公眾之益處貢獻多倍之人,卻只從其有餘之中,取極小的一部分投入神的禮物中——遠遠不及他們原本所能奉獻的分量。
And he said this, observing in what manner those who, in respect of their capacity, are rich, and able to bring many times more to the common good, put into the gifts of God, out of their abundance, only the smallest portion of what they were able to contribute.
19:50
κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πáντα ὂν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πτᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ
然而,他也留意到那寡婦的匱乏,並且注意到她如何勉強自己,把她一切所有的養生之資,都帶進殿裡的庫房,將自己全部的能力都獻給了神。
But he takes note also of the widow's want, and of the fact that, constraining herself, she brought all the livelihood she had into the treasury in the temple, offering to God the whole of her capacity.
19:51
Ἀεὶ τοίνυν ὁ Ἰησοῦς κατὰ μὲν τὸν Λουκᾶν, ἀναβλέπων εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον πλουσίους τὰ δῶρα αὐτῶν, ὁρᾷ καὶ τὴν πενιχρὰν χήραν βάλλουσαν λεπτὰ δύο· κατὰ δὲ τὸν Μάρκον, ἑστὼς κατέναντι τοῦ γαζοφυλακίου θεωρεῖ τίνα τρόπον πᾶς ὁ λαὸς βάλλει κατὰ δύναμιν τὸν νοητὸν χαλκὸν εἰς τὸ γαζοφυλάκιον, καὶ ὡς μόνος δυνάμενος βλέπειν τοὺς πλουσίους εἶδεν εἴ ποτε πτωχὴ ψυχὴ καὶ ὑστερουμένη βάλλει ὅλῃ δυνάμει καὶ διὰ τοῦτο δικαιουμένη παρὰ τοὺς πολλοὺς πλουσίους
所以,耶穌總是如此:按路加所記,他抬頭看那些把禮物投入庫房的財主,同時也看見那窮寡婦投了兩個小錢;按馬可所記,則是他對著庫房站立,觀看眾人如何各按自己的能力,把那可理解的銅錢投入庫房;並且,唯獨他有能力看透那些『財主』,看出是否有窮乏、缺欠的靈魂,是傾盡全力而投上的,並因此比許多財主更算為義。
Always, then, Jesus -- according to Luke -- looking up at the rich putting their gifts into the treasury, also sees the poor widow putting in two small coins; but according to Mark, standing opposite the treasury, he observes in what manner all the people cast, each according to his capacity, the intelligible copper into the treasury, and, as the only one able to see the rich, he perceives whenever a poor and needy soul casts in with the whole of its capacity, and is on this account accounted righteous above the many rich.
19:52
ἅπερ οὐ τοῖς τυχοῦσιν λέγει ἀλλ, ὥς φησιν ὁ Μάρκος, τοῖς μαθηταῖς αὐτοῦ· καὶ νῦν γὰρ προσκαλούμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς διδάσκων βλέπειν οὐχ ὡς ὄψεται ἄνθρωπος ἀλλ ὡς ὄψεται ὁ θεός (Ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν) τὸ Αμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν βαλλόνων εἰς τὸ γοζοφυλάκιον καὶ τὰ ἑξῆς
而這些話,他並非對隨便甚麼人說的,而是,正如馬可所言,是對他的門徒說的;因為現在他也是叫門徒近前來,教導他們要按著神所看的方式去看,而非按著人所看的方式去看(人是看外貌,神卻是看內心),並說出『我實在告訴你們,這窮寡婦所投的,比眾人所投入庫房的更多』等話。
And these things he says not to just anyone, but, as Mark says, to his disciples; for even now, calling his disciples to him, he says to them, teaching them to see not as man will see, but as God will see (Man will look on the face, but God will look on the heart) -- the words, 'Truly I say to you that this poor widow has put in more than all those putting into the treasury,' and so forth.
19:53
τί δή μοι ταῦτα πάντα βούλεται προκειμένου διηγήσασθαι τὸ Ταῦτα τὰ ῥήματα † ἂ ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ, ἢ παραστῆσαι, ὅτι πάντων συνεισφερόντων ἐν τῷ γαζοφυλακίῳ τοῦ ἱεροῦ τοῦ ὑπὲρ τοῦ κοινοῦ τὰ θρέψοντα τοὺς δεομένους, μᾶλλον πάντων ἐχρῆν τὸν Ιησοῦν φέρειν τὰ ὠφελήσοντα, ἅπερ ἦν ῥήματα ζωῆς αἰωνίου καὶ διδασκαλία ἡ περὶ θεοῦ καὶ >
那麼,這一切對於正要闡明『這些話,是他在殿裡的庫房教訓人時所說的』這句經文的我,究竟意欲何為呢?無非是要確立這一點:眾人在殿裡的庫房中,都是為著公眾之益處而奉獻能供養有需要之人的東西,而耶穌比眾人更當帶來有益之物,那便是永生的話語,以及論到神的教訓,並……
What, then, does all this mean for me, given that I have set out to explain the words, 'These words he spoke in the treasury, teaching in the temple' -- except to establish that, while everyone contributes in the treasury of the temple, for the common good, the things that will nourish those in need, Jesus, more than all, was bound to bring the things that would be beneficial -- which were words of eternal life, and teaching concerning God, and...
19:54
καὶ παντός γε νομίσματος τιμαλφέστερον ἠν τὸ Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου ἐν τῷ γαζοφυλακίῳ εἰρημένον, καὶ τὸ Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε καὶ ὅλα τὰ κατὰ τὸν τόπον
而比任何錢幣更為珍貴的,正是在庫房中所說的『我是世上的光』,以及『你們若認識我,也必認識我的父』,還有這段經文中一切相關的話語。
And more precious than every coin was the saying, spoken in the treasury, 'I am the light of the world,' and 'If you knew me, you would know my Father also,' and all the other things at that place.
19:55
καὶ ὁ πᾶς γε τῶν λοιπῶν εἰς τὸ γαζοφυλάκιον φερόντων ἂ εἶχον χρυσὸς ψάμμος ἦν ὀλίγη ὡς πρὸς τὰ Ἰησοῦ ῥήματα· σοφία γὰρ ἦν πᾶς ὁ λόγος αὐτοῦ· Πᾶς δὲ χρυσὸς ἐν ὄψει σοφίας ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς
誠然,其餘眾人所帶進庫房裡他們所有的一切金子,較之耶穌的話語,不過是些許塵沙罷了;因為他所說的一切話,都是智慧:『在智慧面前,一切黃金不過是些許塵沙,白銀在她面前,也要被看作泥土。』
And indeed, all the gold that the rest bring, of what they had, into the treasury, was but a little sand in comparison with the words of Jesus; for all his speech was wisdom: 'And all gold, in the sight of wisdom, is a little sand, and silver shall be accounted as clay before her.'
19:56
καὶ ταῦτά γε σαφῶς νοηθήσεται τοῖς κατακούειν μεμαθηκόσιν τῆς τοῖς τελείοις λαλουμένης σοφίας, έν μυστηρίῳ ἀποκεκρυμμένης, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς τὴν τῶν δικαίων αὐτοῦ δόξαν, καὶ δυναμένοις ἐνορᾷν ὑπεροχὴν σοφίας θεοῦ παρὰ τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἢ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων, οἱονεὶ προφήταις ἰδίοις χρωμένων, τῶν ὁποιωνδήποτε λόγων ἑτέρων παρὰ τὴν ἀλήθειαν προϊσταμένοις· ψάμμος γὰρ ὀλίγη αἱ λοιπαὶ σοφίαι χρυσὸς εἶναι νομιζόμεναι ἐν ὄφει σοφίας, ἣν ἐκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ ἄργυρος ὁ τῶν πολλῶν λαμπρὸς καὶ πιθανὸς λόγος ὡς πηλὸς λογισθήσεται, 〈ἐναντίον〉 τῶν ἁγνῶν λογίων κυρίου τῶν πεπυρωμένων μένων καὶ κεκαθαρισμένων ἑπταπλασίως καὶ δοκίμων, ἅτε προεληλυθότων ἀπὸ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου
凡是學會了聆聽那向成全者所講、隱藏於奧祕中的智慧之人——即神在萬世以先,為要彰顯他義人之榮耀所預定的那智慧——必能清楚明白這一切;他們也能夠洞見神的智慧,勝過這世代的智慧,或這正被廢去的世代掌權者的智慧——那些人彷彿各有自己的先知,倡導著種種與真理相悖的異說。因為,其餘一切智慧,儘管被視為黃金,較之神的智慧——那位神所創造、作為他一切道路之開端、為要施行他工作的智慧——不過是些許塵沙罷了;而眾人那燦然可觀、言之成理的話語,較之主那些純淨、經過七次熬煉潔淨、蒙悅納的話語,也要如泥土一般被看待——因為主的話語,正是從太初與神同在的『道』而出。
And these things will be clearly understood by those who have learned to listen to the wisdom spoken among the perfect, hidden in a mystery, which God foreordained before the ages for the glory of his righteous ones, and who are able to perceive the superiority of the wisdom of God over the wisdom of this age, or of the rulers of this age, who are being brought to nothing -- as though they made use of their own prophets, championing whatever other doctrines stand opposed to the truth. For all the other wisdoms, though reputed to be gold, are but a little sand in the sight of the Wisdom which God created as the beginning of his ways for his works; and the brilliant and persuasive discourse of the many, like silver, shall be accounted as clay, set against the pure oracles of the Lord, refined and purified seven times over, and approved, inasmuch as they proceed forth from the Word who was in the beginning with God.
19:57
Τὰ δὲ ἀπὸ τῆς ἐπιγεγραμμένης Σοφίας ἄλλως παρεθέμεθα εἰς τὸ συνιδεῖν τὴν δύναμιν τοῦ Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ. τηρείσθω γὰρ ἡ περὶ τῶν πλουσίων καὶ τῆς πενιχρᾶς χήρας διήγησις ὡς ἀποδέδοται, καὶ εἴ τίς γε μιμητής έστιν Χριστοῦ, ἡκέτω ἐπὶ τὸ μὴ ἐν τόπῳ νοητὸν ἱερὸν τοῦ θεοῦ ὁδεύων τῷ νώ καὶ ἀκολουθῶν τῷ πνεύματι χειραγωγῆσαι αὐτὸν ἐπ αὐτὸ δυναμένῳ, καὶ φερέτω δόκιμα νομίσματα, ῥήματα ζωῆς αἰωνίου, ἐπὶ τὸ γαζοφυλάκιον, καὶ ἔργα ἀκόλουθα τοῖς τοιούτοις ῥήμασιν
至於引自那題為《智慧書》的段落,我們是為了另一個目的而引述,即是要幫助洞明『這些話,是他在殿裡的庫房教訓人時所說的』這句話的分量。至於論到財主與那窮寡婦的敘述,就當按其原先所示而持守;但若有誰是基督的效法者,就讓他來到那不在任何地方、屬乎神的可理解之殿,以心思為路,跟隨那能牽引他到達那裡的聖靈;並讓他把合格的錢幣——永生的話語——帶到那庫房中,並帶上與這些話語相稱的行為。
We have brought in these citations from the book entitled 'Wisdom,' for a different purpose -- namely, to help perceive the force of 'These words which he spoke in the treasury, teaching in the temple.' For let the account concerning the rich and the poor widow be maintained as it has been given; and if anyone is an imitator of Christ, let him come to the intelligible temple of God, which is not in [any physical] place, journeying by the mind and following the Spirit, who is able to lead him by the hand to it; and let him bring approved coins -- words of eternal life -- to the treasury, and works corresponding to such words.
19:58
ἀλλ εἴθε μήτε πενιχρά τις ἡμῶν μήτε χήρα εἴη φέρειν μηδὲν πλεῖον δυναμένη δύο λεπτῶν, μήτε πλούσιος ἐκ μόνου τοῦ περισσεύματος φέρων, ἀλλὰ πάντα τὸν πλοῦτον ἀνατιθεὶς τῷ θεῷ
但願我們當中,沒有人像那窮乏之人、或寡婦一般,只能帶著兩個小錢,別無所有;也沒有人像那財主一般,僅僅從有餘之中拿出來奉獻,而是願每個人都將自己全部的財富,都獻給神。
But would that none of us be poor, nor a widow able to bring nothing more than two small coins, nor rich, bringing only out of abundance -- but rather dedicating all wealth to God.
19:59
Ἰησοῦς δὲ οὐ πάντα ἃ εἶχεν ῥήματα ἐλάλησεν ἐν τώ γαζοφυλακίῳ διδάσκων, ἀλλὰ τοσαῦτα ὅσα ἐχώρει τὸ γαζοφυλάκιον· οὐδὲ γὰρ αὐτόν γε οἶμαι χωρεῖν τὸν κόσμον τὸν ὅλον τοῦ θεοῦ λόγον
然而,耶穌在庫房教訓人時,並未把他所有的話都說出來,只說了庫房所能容納的那麼多;因為,我想,就連這世界,恐怕也容不下神那全部的『道』。
But Jesus did not speak all the words he had while teaching in the treasury, but only as many as the treasury could contain; for I do not think that even the world itself could contain the whole Word of God.
19:60
ὅμως δὲ τοσαῦτα ῥήματα ἐν τῷ γαζοφυλακίῳ λαλῶν καὶ διδάσκων ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ὐπ οὐδενὸς ἐκρατεῖτό πω· καὶ αὐτοῦ γὰρ οἱ λόγοι ἰσχυρότεροι ἐτύγχανον τῶν πιάσαι αὐτὸν θελόντων. καὶ ὅσον γε λέγει, οὐδεὶς αὐτὸν πιάσει τῶν ἐπιβουλευόντων αὐτῶ· ἀλλ ἐὰν σιωπήσῃ, τότε κρατεῖται
然而,儘管耶穌在庫房、在殿裡講了如此多的話、教訓了如此多的道理,卻始終沒有人能捉拿他;因為他的話語,恰恰勝過那些想要捉拿他之人的能力。而且,只要他還在說話,那些謀害他的人中,就沒有一個能捉拿他;但若他一旦沉默,他便會被捉拿。
Nevertheless, though speaking and teaching so many words in the treasury, in the temple, Jesus was not yet being seized by anyone; for his words happened to be stronger than those who wished to seize him. And so, as long as he speaks, none of those plotting against him will seize him; but if he falls silent, then he is seized.
19:61
ὅθεν ἐπεὶ ἐβούλετο ὑπὲρ τοῦ κόσμου παθεῖν, ἐξεταζόμενος ὑπὸ τοῦ Πιλάτου καὶ μαστιγούμενος σιωπᾷ· εἰ γὰρ λελαλήκει, οὐκέτι ἐγίνετ <ἃν> αὐτῷ τὸ ἐσταυρῶσθαι ἀσθενείας, ἐπείπερ οὐκ ἔστιν ἀσθένεια ἐν οἷς ὁ λόγος λαλεῖ
因此,既然他甘願為世人受苦,在彼拉多面前受審、受鞭打時,他便沉默不語;因為,倘若他當時開口說話,被釘十字架這事,對他而言就不再成為軟弱之事——因為,凡『道』在其中說話之處,就沒有軟弱可言。
Hence, since he willed to suffer on behalf of the world, when being examined by Pilate and scourged, he is silent; for if he had spoken, being crucified would no longer have come to be for him a matter of weakness -- since there is no weakness in that in which the Word speaks.
19:62
ὄντι δὲ αὐτῶ ἐν τῷ γοζοφυλακίῳ οὐδέπω ἡ ὥρα ἐνειστήκει τοῦ πιασθῆναι αὐτόν, ἀλλ οὐδὲ ὄντι ἐν τῷ ἱερῷ· χειμάρρουν δέ τινα ἐχρῆν εἶναι τὸν τόπον ἔνθα ἐβούλετο πιασθῆναι ὁ Ἰησοῦς καὶ ἐδύνατο
然而,當他還在庫房中的時候,他被捉拿的時候尚未來到,甚至他還在殿裡的時候也是如此;耶穌所願意——也確實能夠——被捉拿之處,必須是某個溪谷之地。
But while he was in the treasury, the hour for him to be seized had not yet arrived, nor even while he was in the temple; rather, the place where Jesus willed -- and was able -- to be seized had to be a certain wadi/torrent-bed.
19:63
ἀλλὰ καὶ καιρὸν τοῦ κρατεῖσθαι αὐτὸν οὐκ ἔδει εἶναι ἡμερινόν· Ο γὰρ Ιούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὃπλων. περὶ δὲ τοῦ Οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ ἐν τοῖς ἀνωτέρω διὰ πλειόνων διειλήφαμεν, οἷς χρήσει καὶ εἰς τὰ παρόντα.,. Εἶπεν οὖν Πάλιν αὐτοῖς· Εγὼ ὑΠάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἀμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅΠου ἐγὼ ὑΠάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
此外,他被捉拿的時候,也必須不是在白晝;因為猶大帶著一隊兵,並祭司長和法利賽人的差役,拿著燈籠、火把、兵器,來到了那裡。至於『他的時候還沒有到』這一點,我們在前文已多有論述,你可以將之運用於此處的經文。於是,耶穌又對他們說:『我要去了,你們要找我,並且你們要死在自己的罪中;我所去的地方,你們不能到。』
But moreover, the time of his being seized also had to be, not during the day; for Judas, taking the cohort and officers from the chief priests and Pharisees, comes there with lanterns and torches and weapons. Concerning 'his hour had not yet come,' we have discussed at greater length above, which you may make use of also for the present passage. He said, then, to them again: 'I am going away, and you will seek me, and you will die in your sin; where I am going, you cannot come.'
下一段 →
← 第 13 章第 20 章 →
12456101319202832

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。