📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論真福(八福講道)

論真福(八福講道) 第 1 章 第 6/6 段

希臘文原文.66 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:953–1:1018(全章共 1018 節)

← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:953
ὃς ἐπιβουλευ θεὶς παρὰ τῶν ἀδελφῶν, καὶ τῆς μετ' αὐτῶν συν διαγωγῆς ἀπελαθεὶς, διὰ τῆς πράσεως βασιλεὺς ἀν εδείχθη τῶν ἐπιβεβουλευκότων, οὐκ ἂν ἴσως προελ θὼν ἐπὶ τὸ τηλικοῦτον ἀξίωμα, μὴ τοῦ φθόνου διὰ τῆς ἐπιβουλῆς ἐκείνης τὴν βασιλείαν ὁδοποιήσαντος
他被弟兄們謀害,被逐出與他們同處的生活,卻藉著被賣,顯明作了那些謀害他之人的君王——他若非因那嫉妒藉著那陰謀為他鋪平通往王位之路,或許就不會晉升到如此崇高的尊位。
who, being plotted against by his brothers and driven out from their common company, through being sold was shown forth as king over those who had plotted against him—perhaps not having advanced to so great a dignity had not envy, through that plot, paved the way to the kingship.
1:954
Ὥσπερ τοίνυν εἴ τις τοῦ μέλλοντος τὴν γνῶσιν ἔχων, προεῖπε τῷ Ἰωσὴφ, ὅτι Ἐπιβουλευθεὶς μακάριος ἔσῃ, οὐκ ἂν ἐκ τοῦ προχείρου πιθανὸς ἔδοξε τῷ ἀκούοντι, πρὸς τὸ παραχρῆμα λυπηρὸν ὁρῶντι·
所以,正如若有人具備對將來的預知,曾向約瑟預言說:「你受了謀害,卻要蒙福,」在那注視著眼前之愁苦的聽者看來,這話表面上就不會顯得可信;
Just as, therefore, if someone having foreknowledge of the future had foretold to Joseph, 'Having been plotted against, you shall be blessed,' he would not, on the surface, have seemed convincing to the hearer who looked to the immediate grief;
1:955
οὐ γὰρ ἂν ᾠήθη δυνατὸν εἶναι κακῆς προαιρέσεως ἀγαθὸν ἀνα δειχθῆναι τὸ πέρας·
因為他絕不會以為,從一個惡意的謀劃竟能顯出美好的結局來;
for he would not have thought it possible that a good end could be shown forth from an evil purpose;
1:956
οὕτω δὴ καὶ ἐνταῦθα ὁ τῶν τυ ράννων τοῖς πιστοῖς ἐπαγόμενος διωγμὸς, πολὺ κατὰ τὴν αἴσθησιν τὸ ἀλγεινὸν ἔχων, δυσπαράδεκτον ποιεῖ τοῖς σαρκωδεστέροις τὴν διὰ τῶν ἀλγεινῶν αὐτοῖς προκειμένην τῆς βασιλείας ἐλπίδα·
照樣,在此也是如此:暴君加於信徒的逼迫,對感官既有許多痛苦之處,就使那些較為屬肉體的人難以領受那藉著這些痛苦之事擺在他們面前的國度之盼望;
so indeed here too, the persecution brought by the tyrants upon the faithful, having much that is painful to the sense-perception, makes hard to accept for the more fleshly the hope of the kingdom set before them through those painful things;
1:957
ἀλλ' ὁ Κύριος τὸ σαθρὸν ὑπεριδὼν τῆς φύσεως, προαναφωνεῖ τοῖς ἀσθενεστέροις, οἷόν ἐστι τῆς ἀγωνίας τὸ πέρας, ἵνα τῇ τῆς βασιλείας ἐλπίδι τὴν πρόσκαιρον τῶν ἀλγεινῶν αἴσθησιν εὐκόλως καταπαλαίσωσιν
然而主俯就了他們本性的軟弱,就向那較軟弱的人預先宣告這爭鬥的終局是何等的,好叫他們藉著國度的盼望,輕易地將那對痛苦之事暫時的感受摔倒制伏。
but the Lord, overlooking the frailty of their nature, proclaims beforehand to the weaker ones what the end of the contest is, so that by the hope of the kingdom they may easily wrestle down the temporary sense of the painful things.
1:958
ἐπειδὴ καὶ τῆς ἐπαγ γελίας ἤκουσε, καὶ τὴν ἐλπίδα τοῖς φαινομένοις εἶδε συμβαίνουσαν
因為他既聽見了那應許,又看見那盼望與所顯現之事相符。
since he both heard the promise and saw the hope corresponding to the things that appeared.
1:959
οὐρανῶν τοὺς ἕνεκεν τοῦ Κυρίου δεδιωγμένους ἀκούσας γενέσθαι, εἶδε τὸ προσδοκώμενον, ἐν ᾧ ἐδιώκετο
他既聽見那為主緣故受逼迫的人要承受諸天,就在他正受逼迫的那事本身之中,看見了所盼望之事。
Having heard that those persecuted for the Lord's sake become heirs of the heavens, he saw the thing expected in the very thing in which he was being persecuted.
1:960
Τρέχοντι γὰρ αὐτῷ διὰ τῆς ὁμολογίας, τὸ ἐλπιζόμενον δείκνυται, οὐρανὸς ἀνοιγόμενος, ἡ θεία δόξα πρὸς τὸν ἀγῶνα τοῦ τρέ χοντος ἐκ τῆς ὑπερκοσμίου λήξεως κατακύπτουσα, αὐτὸς ὁ ἐν τοῖς ἀγῶσιν ὑπὸ τοῦ ἀθλητοῦ μαρτυρού μενος
因為在他藉著認信而奔跑之際,所盼望之事便向他顯明——天開了,神聖的榮耀從那超乎世界的境域俯下,注視著這奔跑者的爭鬥,而祂自己也在這些爭鬥中被那勇士所見證。
For to him running through his confession, the thing hoped for is shown—heaven opened, the divine glory bending down from the supramundane portion toward the contest of the runner, He Himself being witnessed to in the contests by the athlete.
1:961
Ἡ γὰρ τοῦ ἀγωνοθέτου στάσις τὴν πρὸς τὸν ἀγωνιζόμενον συμμαχίαν παραδηλοῖ δι' αἰνίγματος, ὡς ἂν διὰ τούτου μάθοιμεν τὸν αὐτὸν εἶναι καὶ τὸν διατιθέντα τοὺς ἄθλους, καὶ τὸν κατὰ τῶν ἀντιπάλων τοῖς ἰδίοις ἀγωνισταῖς συνιστάμενον
因為那主持競賽之審判者的挺立,藉著隱謎顯明了祂與那爭戰之人的聯盟,好使我們藉此得知:那設立各樣競賽的,與那站在自己勇士一邊、抵擋敵手的,乃是同一位。
For the standing of the presiding judge makes manifest, through an enigma, His alliance with the one contending, that through this we might learn that He who both ordains the contests and takes His stand alongside His own contestants against the adversaries is one and the same.
1:962
Τί τοίνυν ἂν εἴη μακαριώτερον τοῦ διὰ τὸν Κύριον δεδιωγμέ νου, ᾧ ὑπάρχει συναγωνιστὴν τὸν ἀγωνοθέτην ἔχειν; Οὐδὲ γὰρ τῶν εὐκόλων ἐστὶν, τάχα δὲ καὶ καθ άπαξ ἀδύνατον, τῶν κατὰ τὴν ζωὴν ταύτην ἡδέων τὸ μὴ φαινόμενον ἀγαθὸν προτιμῆσαι τῶν φαινομένων, ὥστε ῥᾳδίως ἑλέσθαι τινὰ, ἢ τῆς οἰκίας ἐξοικισθῆναι, ἢ γαμετῆς καὶ παίδων, ἀδελφῶν τε καὶ γονέων, καὶ ὁμηλίκων, καὶ πάντων τῶν κατὰ τὸν βίον ἡδέων ἔξω γενέσθαι, μὴ αὐτοῦ τοῦ Κυρίου συνεργοῦντος πρὸς τὸ ἀγαθὸν τῷ κατὰ πρόθεσιν κλητῷ γεγονότι
那麼,還有甚麼比那為主緣故受逼迫、又得以有那主持之審判者作同伴戰友的人更為有福呢?因為在今生種種可喜悅之物中,要把那不顯現的良善置於那顯現之物之上,並非易事——實在或許是全然不可能的——以致有人能欣然選擇被逐出家門,或離開妻子兒女、弟兄父母、同伴以及生命中一切可喜之物,除非主自己與那按祂旨意被召的人同工,趨向那良善。
What, then, could be more blessed than the one persecuted for the Lord's sake, to whom it belongs to have the presiding judge as fellow-contestant? For it is not among things easy—indeed perhaps it is altogether impossible—to prefer the good that does not appear over the things that do appear, among the pleasant things of this life, so that one should readily choose either to be banished from his house, or to come to be outside of wife and children, brothers and parents, and comrades, and all the pleasant things of life, unless the Lord Himself works together toward the good with him who has been called according to purpose.
1:963
Ὃν γὰρ προγινώσκει, καθώς φησιν ὁ Ἀπόστολος, τοῦτον. καὶ προορίζει, καὶ καλεῖ, καὶ δικαιοῖ, καὶ δοξάζει
因為使徒說:「祂預先所知道的人,就預先定下,又召他們來,稱他們為義,並叫他們得榮耀。」
For 'whom He foreknew,' as the Apostle says, 'him also He predestined, and calls, and justifies, and glorifies.'
1:964
Ἐπειδὴ τοίνυν συμφύεταί πως ἡ ψυχὴ διὰ τῶν σω ματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου, καὶ τῇ εὐχροίᾳ τῆς ὕλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται, καὶ τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκροαμάτων τὴν ῥοπὴν ἔχει, τῇ τε ὀσφρήσει καὶ τῇ γεύσει καὶ τῇ ἁφῇ, καθὸ πέφυκεν οἰκείως ἔχειν ἑκάστῃ συνδιατίθεται
既然如此,魂便藉著身體的各樣感官,與生命中可喜悅之物某種程度地共生相連:藉眼目在物質美好的色彩中得歡愉,藉聽覺傾向於悅耳的聲音,並在嗅覺、味覺與觸覺上,按各感官本性所應有的方式,隨之而被牽動。
Since, then, the soul is somehow grown together, through the bodily senses, with the pleasant things of life, and delights through the eyes in the fair colour of matter, and by the hearing inclines toward pleasant sounds, and by smell and taste and touch is disposed in accordance with what is naturally proper to each;
1:965
ἀλλ' ἐπειδὰν ὁ ζῶν λόγος, καθώς φησιν ὁ Ἀπόστολος, ὁ ἐνεργὸς καὶ τμητικὸς ὑπὲρ πᾶσαν μά χαιραν δίστομον, ἐντὸς γένηται τοῦ ἀληθῶς παρα δεξαμένου τὴν πίστιν, καὶ διατέμῃ τὰ κακῶς συμ πεφυκότα, καὶ τὰ τῆς συνηθείας δεσμὰ διακόψῃ·
然而,正如使徒所說,那活潑的道,是有功效的,比一切兩刃的劍更鋒利,一旦進入那真正領受了信心之人的裡面,割斷那些不當地黏合在一起的事物,並切斷習慣的捆綁;
but when the living word, as the Apostle says, active and sharper than any two-edged sword, comes to be within the one who has truly received the faith, and cuts asunder the things that have wrongly grown together, and severs the bonds of habit;
1:966
τότε, καθάπερ τι ἄχθος τῇ ψυχῇ συνδεδεμένον τὰς κοσμικὰς ἡδονὰς, οἷόν τις δρομεὺς τῶν ὤμων ἀπο σεισάμενος, κοῦφος καὶ εὐσταλὴς τὸ τῶν ἀγώνων στάδιον διεξέρχεται, χειραγωγῷ πρὸς τὸν δρόμον αὐτῷ τῷ ἀγωνοθέτῃ χρώμενος
那時,他就如同運動員從肩上抖落那如同重擔一般繫於魂上的世俗宴樂,輕省而利落地奔過競賽的場地,以那主持之審判者自己作他奔跑的引路者。
then, as though shaking off from his shoulders the worldly pleasures that had been bound to the soul like some burden, like a runner he traverses the arena of the contests light and unencumbered, using the presiding judge Himself as his guide toward the course.
1:967
Οὐ γὰρ ὅσα κατέλι πεν βλέπει, ἀλλ' ὅσα μετέρχεται·
因為他所看的,不是他撇下了多少,乃是他所奔赴的有多少;
For he does not look at how much he has left behind, but at how much he is going toward;
1:968
οὐδὲ πρὸς τὸ κατό πιν ἡδὺ τὸν ὀφθαλμὸν ἐπιστρέφει, ἀλλὰ πρὸς τὸ προ κείμενον ἀγαθὸν ἴεται·
他也不把眼目轉向身後那可喜之物,反倒向著擺在他面前的良善直奔;
nor does he turn his eye back toward the pleasant thing behind, but presses on toward the good set before him;
1:969
οὐδὲ τῇ ζημίᾳ τῶν γηΐνων ἀλγύνεται, ἀλλὰ τῷ κέρδει τῶν ἐπουρανίων ἀγάλλε, διὰ τοῦτο πᾶν κολαστηρίων εἶδος, ὡς ἀφορμὴν καὶ συνέργειαν τῆς προκειμένης χαρᾶς, ἑτοίμως δέ χεται·
他也不為屬地之物的損失而憂傷,反倒為屬天之物的獲益而歡騰;因此,他就欣然領受每一樣刑具,看它們作那擺在他面前之喜樂的機緣與同工:
nor is he grieved at the loss of earthly things, but exults in the gain of the heavenly ones; and on this account he readily receives every kind of instrument of torment as an occasion and a co-working toward the joy set before him:
1:970
τὸ πῦρ, ὡς τῆς ὕλης καθάρσιον·
火,作為物質的潔淨之器;
the fire, as a purifier of matter;
1:971
τὸ ξίφος, ὡς διαιρετικὸν τῆς πρὸς τὰ ὑλώδη καὶ σάρκινα τοῦ νοῦ συμφυΐας·
刀劍,作為那斬開心思與物質並屬肉之物相纏連生長的利器;
the sword, as that which divides the mind's growing-together with the material and fleshly things;
1:972
πᾶσαν πόνων τε καὶ ἀλγημάτων ἐπίνοιαν, ὡς τοῦ πονηροῦ δηλητηρίου τοῦ κατὰ τὴν ἡδονὴν ἀντιφάρμακον οὖσαν, προθύμως δέχεται
他熱切地領受每一樣勞苦與痛楚的手段,看它作那藉著宴樂而來之惡毒的解藥。
every device of labours and pains he eagerly receives, as being a counter-remedy against the wicked poison that comes by way of pleasure.
1:973
Καθάπερ οἱ περιττωματικοὶ καὶ χολώδεις, ἑτοίμως σπῶσι τῆς πικρᾶς ἀντιδόσεως, ὡς ἂν δι' ἐκείνης τὸ νοσοποιὸν αἴτιον ἀποκλυσθείη·
正如那些體內積滿多餘體液與膽汁的人,樂意吞服那苦口的藥劑,好叫那致病的根由藉著它得以被沖洗除去;
Just as those full of superfluous humours and bile readily draw down the bitter draught, so that through it the disease-causing cause might be washed away;
1:974
οὕτω δέχεται ὁ παρὰ τοῦ ἐχθροῦ διωκόμενος καὶ πρὸς τὸν Θεὸν φεύγων, τὴν τῶν ἀλ γεινῶν εἰσβολὴν, σβεστήριον οὖσαν τῆς καθ' ἡδονὴν ἐνεργείας·
照樣,那被仇敵逼迫、又逃奔向神的人,也領受那痛苦之事的來襲,看它作那按宴樂而運作之活動的熄滅之物;
so he who is persecuted by the enemy and flees toward God receives the onset of the painful things as an extinguisher of the activity that operates by pleasure;
1:975
οὐκ ἔστι γὰρ ἡσθῆναι τὸν ἀλγυνόμενον
因為身處痛苦中的人,是不可能享受歡愉的。
for it is not possible for one who is in pain to take pleasure.
1:976
Ἐπεὶ οὖν δι' ἡδονῆς εἰσῆλθεν ἡ ἁμαρτία, διὰ τοῦτο ἐναντίου πάντως ἐξελαθήσεται
既然罪是藉著宴樂進來的,因此它也必藉著相反之物被驅逐出去。
Since, then, sin entered through pleasure, on this account it shall assuredly be driven out by the opposite.
1:977
Οὐκοῦν οἱ διώκοντες διὰ τὴν εἰς τὸν Κύριον ὁμολογίαν, καὶ τὰ δυσβάστα κτα τῶν κολαστηρίων ἐπινοοῦντες, ἰατρείαν τινὰ ταῖς ψυχαῖς διὰ τῶν πόνων προσάγουσι, ταῖς τῶν ἀλγεινῶν προσβολαῖς τὴν καθ' ἡδονὴν θεραπεύοντες νόσον
所以,那些為著向主的認信而施行逼迫、並想出那最難忍受之酷刑的人,反倒藉著這些勞苦為人的魂帶來某種醫治,藉那痛苦之事的攻擊,醫治那按宴樂而運作的疾病。
Therefore those who persecute on account of the confession toward the Lord, and who devise the most unbearable of torments, bring a certain healing to the souls through the labours, tending by the assaults of painful things the disease that operates by pleasure.
1:978
Οὕτω δέχεται τὸν σταυρὸν ὁ Παῦλος·
保羅就是這樣領受了十字架;
Thus Paul receives the cross;
1:979
τὸν ἐπὶ κεφαλὴν ἀνασκολοπισμὸν ὁ μακάριος Πέτρος·
有福的彼得則領受了頭朝下的釘刑;
the blessed Peter, the crucifixion head-downward;
1:980
βάραθρα, πυρκαϊὰς, τὰς τῶν κρυμῶν πήξεις, τὰς τῶν πλευρῶν ἀποσαρκώσεις, τὰς τῶν κεφαλῶν περικυκλώσεις, τὰς τῶν ὀμμάτων. ἀποβολὰς, τὰς τῶν δακτύλων ἀποκοπὰς, τὰς τῶν ἐφ' ἑκάτερα τοῦ σώματος διὰ τῶν σκελῶν ῥήξεις, τὰς διὰ τοῦ λιμοῦ τηκεδόνας, πάντα ταῦτα καὶ τὰ τοιαῦτα ὡς καθάρσια τῆς ἁμαρτίας οἱ ἅγιοι μετ' εὐφροσύνης προσίεντο, ὡς ἂν μηδὲν ἴχνος τῇ καρδίᾳ διὰ τῆς ἡδονῆς ἐγγινόμενον ὑπολειφθείη, τῆς ἀλγεινῆς ταύ της καὶ δριμείας αἰσθήσεως πάντας τοὺς καθ' ἡδονὴν ἐγγινομένους τῇ ψυχῇ τύπους ἐξαλει φούσης
深坑、烈火、嚴寒的冰凍、從肋旁剝下的皮肉、環繞頭部的箍勒、雙眼的剜除、手指的砍斷、藉雙腿將身體向兩邊撕裂、因饑荒而至的消瘦枯乾——這一切以及諸如此類的事,眾聖徒都歡歡喜喜地接納,看它們作罪的潔淨之物,好叫那藉宴樂進入心中的痕跡不至留存;因為這痛苦而尖銳的感受,抹去了魂中一切藉宴樂而生的印記。
pits, conflagrations, the freezings of frost, the stripping of flesh from the sides, the encirclings of the heads, the losses of eyes, the cuttings-off of fingers, the tearings of the body on either side by means of the legs, the wastings-away through famine—all these and such-like the saints admitted with gladness as purifications of sin, so that no trace entering into the heart by way of pleasure might be left behind, since this painful and biting sensation wipes away all the impressions arising in the soul by way of pleasure.
1:981
Μακάριοι τοίνυν οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ
所以,為我的緣故受逼迫的人有福了。
Blessed, then, are those who have been persecuted for my sake.
1:982
Τοῦτο δὲ τοιοῦτόν ἐστιν ( ὡς ἂν καὶ τὸν ἕτερον λόγον κατανοήσωμεν), ὡς εἴ τις τῇ ὑγιείᾳ λόγον δοίη, εἴπῃ ἂν κἀκείνη·
這話的意思是這樣的(好讓我們也領會另一層道理):倘若有人賦予健康說話的能力,健康也會說:
Now this is of such a kind (that we may grasp the second sense as well) that, if one were to grant health a voice, it too would say:
1:983
ὅτι Μακάριοι οἱ ἀπὸ τῆς νόσου κε χωρισμένοι ἕνεκεν ἐμοῦ
「為我的緣故脫離疾病的人有福了。」
«Blessed are those who have been separated from disease for my sake».
1:984
Ἡ γὰρ τῶν λυπηρῶν ἀλλο τρίωσις, τὸ ἐν ἐμοὶ γενέσθαι τούς ποτε νενοσηκότας παρασκευάζει
因為與那些令人痛苦之事的隔絕,正使那些曾經患病的人得以進入我裡面。
For the estrangement from what is grievous prepares those who were once sick to come to be within me.
1:985
Οὕτως ἀκούσωμεν τῆς φωνῆς, ὡς αὐτῆς τῆς ζωῆς ἡμῖν τὸν τοιοῦτον μακαρισμὸν ἐμ βοώσης
所以我們要這樣聽這句話,彷彿是生命本身向我們高聲宣告這樣的祝福:
Let us thus hear the saying as though Life itself were crying aloud to us such a beatitude:
1:986
Μακάριοι οἱ δεδιωγμένοι ὑπὸ τοῦ θανάτου ἕνεκεν ἐμοῦ·
為我的緣故被死亡驅逐的人有福了;
Blessed are those who have been driven out by death for my sake;
1:987
ὡς τὸ φῶς λέγοι Μακάριοι οἱ δεδιω γμένοι ὑπὸ τοῦ σκότους ἕνεκεν ἐμοῦ
正如光也會說:「為我的緣故被黑暗驅逐的人有福了。」
as Light might say, «Blessed are those who have been driven out by darkness for my sake».
1:988
Ὁμοίως καὶ ἡ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἡ ἀφθαρσία, καὶ ἡ ἀγαθότης, καὶ πᾶν νόημα τῶν πρὸς τὸ κρεῖττον νοου μένων τε καὶ λεγομένων
義、成聖、不朽、良善,以及一切被思想與稱述為屬於更美之事的觀念,也都是如此。
And likewise righteousness, and sanctification, and incorruptibility, and goodness, and every notion of the things that are conceived and spoken of as belonging to the better.
1:989
Ὁ Κύριος ὢν, καθὸ νοεῖ, κατ' ἐκεῖνό σοι λέγειν νομιζέσθω·
既然主按祂被領會的各個層面就是這一切,你就當認定祂是照著每一層意義向你說話:
Since the Lord is all these—according to how he is understood—let it be reckoned that he speaks to you in each such respect:
1:990
ὅτι Μακά ριός ἐστι πᾶς ὁ παντὸς ἐναντίου πράγματος ἀπελαυ νόμενος, φθορᾶς, σκότους, ἁμαρτίας, ἀδικίας, πλεονεξίας, ἑκάστου τῶν διαστελλομένων τοῖς κατὰ τὴν ἀρετὴν λόγοις πράγμασί τε καὶ νοήμασι
就是說:「凡被驅離一切相反之事的人有福了」——脫離敗壞、黑暗、罪、不義、貪婪,以及一切與合乎美德的言語、行為和思想相對立之事。
namely, that «Blessed is everyone who is driven away from every contrary thing—from corruption, darkness, sin, injustice, greed, and each of the things set in opposition to the words, deeds, and thoughts that accord with virtue».
1:991
Τὸ γὰρ ἔξω τῶν κακῶν γενέσθαι, ἐντός ἐστι τῶν ἀγαθῶν καταστῆναι
因為出離眾惡,就是被安置於眾善之中。
For to come to be outside of evils is to be established within the good things.
1:992
Ὁ ποιῶν τὴν ἁμαρτίαν, φησὶν ὁ Κύριος, δοῦλός ἐστι τῆς ἁμαρτίας. Οὐκοῦν ὁ ἀποστὰς ᾧ ἐδούλευσεν, ἐλευθεριάζει τῷ ἀξιώματι
主說:「凡犯罪的,就是罪的奴僕。」所以,離開他先前所服事之物的人,就在尊榮上恢復了自由。
«Whoever commits sin», says the Lord, «is a slave of sin». Therefore he who has departed from that which he served regains his freedom in dignity.
1:993
Τὸ δὲ ἀκρότατον τῆς ἐλευθερίας εἶδος, τὸ αὐτεξουσιόν ἐστι γενέσθαι
而自由的最高形態,就是成為自主的。
And the highest form of freedom is to become self-determining.
1:994
Ἡ δὲ τῆς βασιλείας ἀξία ὑπερκειμένην ἑαυτῆς τινα τυραννίδα οὐκ ἔχει
王權的尊榮之上,並沒有任何專制的權勢凌駕於它。
But the dignity of kingship has no tyranny set above itself.
1:995
Οὐκοῦν εἰ αὐτεξούσιός ἐστιν ὁ τῆς ἁμαρτίας ἀλλότριος·
所以,倘若與罪隔絕的人是自主的,
Therefore, if he who is estranged from sin is self-determining,
1:996
ἴδιον δὲ βασιλείας ἐστὶ τὸ αὐτοκρατές τε καὶ ἀδέσποτον·
又倘若自主而無人轄制乃是王權的本性,
and if it is proper to kingship to be self-governing and unmastered,
1:997
ἀκολούθως μακαρίζεται ὁ ἀπὸ τοῦ κακοῦ διωκόμενος, ὡς τῆς ἐκεῖθεν διώξεως τὴν βασιλικὴν ἀξίαν αὐτῷ προξενούσης
那麼,被逼迫離開惡的人被稱為有福,就是合乎邏輯的了,因為那出於惡的逼迫,正為他贏得了王者的尊榮。
then consistently he who is persecuted away from evil is called blessed, since the persecution from that quarter procures for him the royal dignity.
1:998
Μὴ οὖν ἀχθεσθῶμεν, ἀδελφοὶ, τῶν γηΐνων ἀπελαυνόμενοι
所以,弟兄們,我們不要因被驅離屬地之物而憂愁。
Let us not, then, be grieved, brethren, at being driven away from earthly things.
1:999
Ὁ γὰρ ἐντεῦθεν μεταστὰς, ἐν τοῖς κατ' οὐρανὸν βασιλείοις αὐλίζεται
因為從這裡遷移出去的人,要住在諸天的國度裡。
For he who removes from here takes up his dwelling in the kingdoms of heaven.
1:1000
Τόπος τῶν διὰ σαρκὸς εἰληχότων τὴν ζωὴν, ἡ γῆ·
那些藉肉體承受生命之人的地方,是地;
The place of those who have received life through the flesh is the earth;
1:1001
ὁ δὲ οὐρανὸς τῶν ἀσωμάτων
而天則是那些無形體者的地方。
but heaven is the place of the bodiless.
1:1002
Ἀνάγκη τοίνυν πάντως εἶναί που τὴν ἡμετέραν ζωὴν, ἐὰν μὴ διωχθῶμεν ἀπὸ τῆς γῆς, τῇ γῇ πάντως ἐναπομένομεν·
所以,我們的生命必然總要在某處:若不被逐出地面,我們就必定仍留在地上;
It is therefore altogether necessary that our life be somewhere: if we are not driven from the earth, we assuredly remain upon the earth;
1:1003
ἐὰν ἐντεῦθεν ἀπέλθωμεν, ἐπὶ τὸν οὐρανὸν μετοικισθησόμεθα
但若我們從這裡離去,就要被遷移到天上。
but if we depart from here, we shall be transferred to heaven.
1:1004
Ὁρᾷς εἰς ὅ τι φέρει ὁ μακαρισμὸς διὰ τοῦ δοκοῦντος λυπηροῦ τοῦ τοσούτου σοι ἀγαθοῦ γινόμενος πρόξενος; Ὅπερ νοήσας, φησὶ καὶ ὁ Ἀπόστολος, ὅτι Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης·
你可看見這祝福把人引向何處,藉著那看似痛苦之事,為你成就了如此之大的美善?使徒領會了這一點,也說:「凡管教的事,當時不覺得快樂,反覺得愁苦;
Do you see to what end the beatitude leads, becoming through what seems grievous the procurer for you of so great a good? Perceiving this, the Apostle too says that «All discipline, for the present, does not seem to be a matter of joy, but of grief;
1:1005
ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀπο. δίδωσι δικαιοσύνης
後來卻為那些藉此受過操練的人,結出平安的義果。」
but afterward it yields the peaceable fruit of righteousness to those who have been trained by it».
1:1006
Οὐκοῦν τῶν προσδοκωμένων καρπῶν ἄνθος, ἡ θλίψις ἐστίν
所以,患難乃是那所盼望之果實的花。
Therefore affliction is the blossom of the fruits that are awaited.
1:1007
δραμόντες δὲ οὐκ εἰκῆ δραμούμεθα, ἀλλὰ πρὸς τὸ βραβεῖον ἡμῶν τῆς ἄνω κλήσεως ὁ δρόμος ἔστω·
我們奔跑,就不至於徒然奔跑,而是要朝著我們那從上而來之呼召的獎賞奔跑;
And running, we shall not run in vain, but let our course be toward the prize of our upward calling;
1:1008
οὕτω δράμωμεν, ἵνα καταλάβωμεν
我們要這樣奔跑,好叫我們得著。
let us so run, that we may lay hold of it.
1:1009
Τί τὸ καταλαμβανόμενον; Τί τὸ βραβεῖον; Τίς ὁ στέφανος; Οὔ μοι δοκεῖ ἄλλο τι εἶναι παρ' αὐτὸν τὸν Κύριον ἕκαστον τῶν ἐλπιζομένων
所要得著的是什麼?獎賞是什麼?冠冕是什麼?在我看來,它無非就是主自己,祂就是我們所盼望的每一樣事物。
What is it that is laid hold of? What is the prize? What is the crown? To me it seems to be nothing other than the Lord himself, who is each of the things we hope for.
1:1010
Αὐτὸς γάρ ἐστι καὶ ἀγωνοθέτης τῶν ἀθλούντων, καὶ στέφανος τῶν νικώντων·
因為祂自己既是那些奮力比賽之人的競賽裁判,也是那些得勝之人的冠冕;
For he himself is both the judge of the contest for those who strive, and the crown for those who conquer;
1:1011
ἐκεῖνος ὁ διανέμων τὸν κλῆρον·
祂就是那分派產業的;
he is the one who apportions the inheritance;
1:1012
ἐκεῖνος ὁ τὴν μερίδα σοι χαριζόμενος·
祂就是那把你的分恩賜給你的;
he is the one who graciously bestows on you your portion;
1:1013
ἐκεῖνος ὁ πλοῦτος, ὁ δεικνύς σοι τὸν θησαυρὸν, καὶ θησαυρός σοι γινόμενος·
祂就是那財富,向你顯明寶藏,並且自己成為你的寶藏;
he is that wealth which shows you the treasure and himself becomes a treasure for you;
1:1014
ὁ εἰς ἐπιθυμίαν σε τοῦ καλοῦ μαργαρίτου ἄγων, καὶ ὤνιός σοι τῷ καλῶς συμπορευομένῳ προκείμενος
祂引導你渴慕那美好的珍珠,又作為那與你同行得宜之人可買得的珍寶,擺在你面前。
he who leads you into desire for the goodly pearl, and is set before you as the purchase for one who journeys well.
1:1015
Ἵνα οὖν ἐκεῖνο κτησώμεθα, ὥσπερ ἐπ' ἀγορᾶς, ὧν ἔχομεν ἀντικαταλλάσσωμενἃ οὐκ ἔχομεν
所以,為要得著那寶藏,讓我們像在市集上一樣,用我們所有的,換取我們所沒有的,
In order, then, that we may acquire that, let us—as at a market—exchange what we have for what we do not have,
1:1016
ἐπαγγειλάμενον μακαρίους εἶναι τοὺς δεδιωγμένους ἕνεκεν αὐτοῦ·
祂既已應許,為祂的緣故受逼迫的人是有福的;
he having promised that those who are persecuted for his sake are blessed;
1:1017
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
因為天國是他們的,這是靠著我們主耶穌基督的恩典;
for theirs is the kingdom of heaven, by the grace of our Lord Jesus Christ;
1:1018
ὅτι αὐτῷ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願榮耀與權能都歸與祂,直到世世代代。
to whom belong the glory and the might unto the ages of ages.
← 上一段
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。