📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論真福(八福講道)

論真福(八福講道) 第 1 章 第 1/6 段

希臘文原文.186 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:186(全章共 1018 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
̓Ιδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος·
祂看見這些群眾,就上了山;
Now when He saw the multitudes, He went up into the mountain;
1:2
καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·
祂坐下之後,門徒就到祂跟前來;
and when He had sat down, His disciples came to Him;
1:3
καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς, λέγων·
祂就開口教訓他們,說:
and opening His mouth, He taught them, saying:
1:4
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
虛心的人有福了,因為諸天的國是他們的。
Blessed are the poor in spirit, for theirs is the kingdom of the heavens.
1:5
Τίς ἄρα τοιοῦτός ἐστιν ἐν τοῖς συνειλεγμένοις, ὡς μαθητής τε εἶναι τοῦ Λόγου, καὶ συναναβῆναι αὐτῷ χαμόθεν, ἀπὸ τῶν κοίλων τε καὶ ταπεινῶν νοημάτων, εἰς τὸ πνευματικὸν ὄρος τῆς ὑψηλῆς θεωρίας;Ὃ πᾶ σαν μὲν σκιὰν τὴν ἐκ τῶν ὑπερανεστηκότων τῆς κα κίας γεωλόφων ἐκπέφευγεν, ἁπανταχόθεν δὲ τῇ τοῦ ἀληθινοῦ φωτὸς ἀκτῖνι περιλαμπόμενον, ἐν καθαρᾷ τῇ τῆς ἀληθείας αἰθρίᾳ πάντα δίδωσιν ἐκ περιωπῆς καθ ορᾷν, ὅσα τοῖς ἐν τῷ κοίλῳ καθειργμένοις ἐστὶν ἀθέατα
那麼,在這些聚集的人中,有誰是這樣的人,能作道的門徒,並與祂一同從地面下的境地、從那空洞卑下的思念,上升到那崇高默觀的屬靈之山呢?這山已逃脫了一切由那高聳的罪惡丘陵所投下的陰影,並且四面被真光的光線所環照,在真理那純淨清朗的晴空中,使人得以從高處俯瞰一切為那些禁閉在下面窪地之人所看不見的事物。
Who, then, among those here gathered together is such a one as to be a disciple of the Word, and to ascend with Him from the ground below, from thoughts hollow and lowly, to the spiritual mountain of exalted contemplation? For it has fled every shadow cast by the towering hills of vice, and, illumined on every side by the ray of the true light, in the pure clear air of truth it grants one to behold from a lofty vantage all those things which remain unseen by those shut up in the hollow below.
1:6
Τὰ δὲ ἀπὸ τοῦ ὕψους τούτου κατοπτευόμενα, οἷα καὶ ὅσα ἐστὶν, αὐτὸς ὁ Θεὸς Λόγος, μακαρίζων τοὺς συν αναβάντας αὐτῷ διεξέρχεται, οἷον δακτύλῳ τινὶ δει κνὺς, ἔνθεν μὲν τὴν τῶν οὐρανῶν βασιλείαν, ἑτέρω θεν δὲ, τῆς ἄνω γῆς τὴν κληρονομίαν·
至於從這高處所俯視的事物,其性質如何、其數量如何,乃是神的道自己在稱那些與祂同升之人為有福時所一一陳明的;祂彷彿用手指指點著,這邊指出諸天的國,那邊指出上面之地的產業;
And the things beheld from this height—of what kind and how great they are—God the Word Himself sets forth as He pronounces blessed those who have ascended with Him, pointing as it were with a finger, here to the kingdom of the heavens, there to the inheritance of the land above;
1:7
εἶτα ἔλεον, καὶ δικαιοσύνην, καὶ παράκλησιν, καὶ τὴν πρὸς τὸν Θεὸν τῶν ὅλων γινομένην συγγένειαν·
再者,指出憐憫、公義、安慰,以及那與萬有之神所結成的親屬關係;
then mercy, and righteousness, and comfort, and the kinship that comes to pass with the God of all things;
1:8
καὶ τὸν ἐκ τῶν διωγμῶν καρπὸν, ὅ ἐστι τὸ σύνοικον Θεοῦ γενέσθαι·
並指出從逼迫而來的果子,就是得以與神同住;
and the fruit that comes from persecutions, which is to become a fellow-dweller with God;
1:9
καὶ ὅσα ἄλλα πάρεστι πρὸς τούτοις βλέπειν, ἄνωθεν ἐκ τοῦ ὄρους δακτυλοδεικτοῦντος τοῦ Λόγου, ἐκ τῆς. ὑψηλῆς σκοπιᾶς διὰ τῶν ἐλπίδων ἀποβλεπόμενον
以及在這些之外還可看見的一切事物,正如那在山上高處的道用手指所指點的,是從那崇高的瞭望台藉著盼望所遠遠望見的。
and all the other things that may be seen besides these, as the Word from on high upon the mountain points them out with His finger, discerned from the lofty watchtower through hope.
1:10
Ἐπειδὴ οὖν ἀναβαίνει εἰς τὸ ὄρος ὁ Κύριος, ἀκούσωμεν Ἡσαΐου βοῶντος·
既然主上了山,讓我們聽以賽亞的呼喊;
Since, then, the Lord goes up into the mountain, let us hear Isaiah crying aloud;
1:11
κἂν ἀσθενῶμεν ἐξ ἁμαρτίας, ἐνισχύσωμεν, καθὼς ὑφηγεῖται ἡ προφητεία, χεῖρας παρειμένας καὶ γόνατα παραλελυμένα
縱然我們因罪而軟弱,也讓我們剛強起來,正如那預言所教導的,堅固那下垂的手和發軟的膝。
and though we be weak because of sin, let us grow strong, even as the prophecy instructs, strengthening the hands that hang down and the knees that are feeble.
1:12
Εἰ γὰρ ἐπὶ τοῦ ἄκρου γενοί μεθα, εὑρήσομεν τὸν ἰώμενον πᾶσαν νόσον καὶ πᾶ σαν μαλακίαν, τὸν τὰς ἀσθενείας ἡμῶν ἀναλαμβά νοντα, καὶ τὰς νόσους βαστάζοντα
因為我們若登上那頂峰,就必尋見那醫治各樣疾病、各樣災病的主,就是那擔當我們軟弱、背負我們疾病的主。
For if we come to be upon the summit, we shall find the One who heals every sickness and every disease, who takes up our infirmities and bears our diseases.
1:13
Οὐκοῦν δρά μωμεν καὶ ἡμεῖς πρὸς τὴν ἄνοδον, ἵνα μετὰ Ἡσαΐου κατὰ τὴν ἀκρώρειαν τῆς ἐλπίδος γενόμενοι, ἴδωμεν ἐκ περιωπῆς τὰ ἀγαθὰ ἐκεῖνα, ὅσα τοῖς ἀκολουθή σασιν ἐπὶ τὸ ὕψος ὁ Λόγος δείκνυσιν
所以,讓我們也奔向那上升之路,好叫我們與以賽亞一同來到盼望的山巔,得以從高處望見那些美善之事,就是道向那些跟隨祂上到高處之人所指示的。
Let us, therefore, also run toward the ascent, that, having come with Isaiah to the mountaintop of hope, we may see from a lofty vantage those good things which the Word points out to those who have followed Him up to the height.
1:14
Ἀλλ' ἀνοιξάτω καὶ ἡμῖν ὁ Θεὸς Λόγος τὸ στόμα, καὶ διδαξάτω ἡμᾶς ἐκεῖνα, ὧν ἡ ἀκρόασις μακαριότης ἐστίν·
但願神的道也向我們開口,教訓我們那些一聽見便是福分的事;
But let God the Word open His mouth to us also, and teach us those things the hearing of which is blessedness;
1:15
γενέσθω δὲ ἡμῶν ἀρχὴ τῆς θεωρίας, ἡ τῶν εἰρημένων τῆς διδασκαλίας ἀρχή
願那所講之言的教訓的開端,成為我們默觀的開端。
and let the beginning of the teaching of the words spoken become for us the beginning of our contemplation.
1:16
Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
祂說:虛心的人有福了,因為諸天的國是他們的。
Blessed, He says, are the poor in spirit, for theirs is the kingdom of the heavens.
1:17
Εἴ τις τῶν φιλοχρύσων γράμμασιν ἐντύχοι θησαυρὸν ἐν τόπῳ καταμηνύουσιν·
假如有一個貪愛黃金的人偶然遇見一份文書,指明某處埋藏著寶藏;
If one of those who love gold should chance upon writings indicating that a treasure lies in a certain place;
1:18
ὁ δὲ περιέχων τὸν θησαυρὸν τόπος, πολὺν ἱδρῶτα καὶ πόνον ὑποδεικνύοι τοῖς ἐπιθυ μοῦσι τοῦ κτήματος·
然而那藏著寶藏的地方,卻向那些渴慕得著這財物的人顯明必須付出許多汗水與勞苦;
but the place that holds the treasure should point to much sweat and toil for those who desire the possession;
1:19
ἆρα μαλακισθήσεται πρὸς τοὺς πόνους, καὶ καταρᾳθυμήσει τοῦ κέρδους, καὶ τὸ μη δένα κάματον ὑπὸ τῆς σπουδῆς εἰσενέγκασθαι, γλυ κύτερον τοῦ πλούτου ποιήσεται; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν·
那麼他會在勞苦面前退縮軟弱,對利益漫不經心,反把不肯藉勤奮付出任何辛勞看得比財富更甜美嗎?決不是這樣,決不是這樣;
will he then grow faint before the toils, and be slothful concerning the gain, and count the bringing in of no labor through diligence as sweeter than the riches? Not so, it is not so;
1:20
ἀλλὰ πάντας μὲν πρὸς τοῦτο παρακαλέσει τοὺς φίλους, πανταχόθεν δὲ ὡς ἂν οἷός τεᾖ τὴν πρὸς τοῦτο βοήθειαν ἑαυτῷ συναγείρας τῷ πλήθει τῆς χειρὸς, ἴδιον ποιεῖται τὸν πλοῦτον τὸν κεκρυμμένον
反倒他要召集他所有的朋友來作這事,並盡其所能從各方藉眾人的手為此聚集幫助,使那隱藏的財富歸為己有。
but he will summon all his friends to this task, and gathering from every quarter, as best he can, help for this end by the multitude of hands, he makes the hidden riches his own.
1:21
Οὗτος ἐκεῖνός ἐστιν ὁ θησαυρὸς, ἀδελφοὶ, ὃν κατα μηνύει τὸ γράμμα·
弟兄們,這就是那文書所指明的寶藏;
This, brethren, is that treasure which the writing indicates;
1:22
κέκρυπται δὲ ὑπὸ τῆς ἀσαφείας ὁ πλοῦτος
而這財富乃是隱藏在言語的隱晦之下。
and the riches are hidden beneath the obscurity of the words.
1:23
Οὐκοῦν χρησώμεθα καὶ ἡμεῖς οἱ ἐπιθυμηταὶ τοῦ ἀκηράτου χρυσίου, τῇ τῶν εὐχῶν πολυχειρίᾳ, ὥστε ἡμῖν εἰς τὸ ἐμφανὲς τὸν πλοῦτον ἐλθεῖν, καὶ πάντας ἐξ ἴσου διελέσθαι τὸν θησαυρὸν, καὶ ὅλον ἕκαστον κτήσασθαι
所以,讓我們這些渴慕那不朽黃金的人,也運用禱告那眾手齊作的勞力,好叫這財富為我們顯露出來,眾人可以均分這寶藏,各人都得著全部。
Let us, therefore, we who desire the incorruptible gold, also make use of the many-handed labor of prayers, so that the riches may come forth into the open for us, and all may share the treasure equally, and each may possess the whole.
1:24
Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ διαί ρεσις, ὥστε καὶ εἰς πάντας τοὺς ἀντιποιουμένους διαμερίζεσθαι, καὶ πᾶσαν ἑκάστῳ παρεῖναι, μὴ ἐλαττουμένην ἐν τοῖς συμμετέχουσιν
因為美德的分配正是如此,它分給一切追求它的人,全部都臨到各人,並不因眾人一同分享而有所減少。
For such is the dividing of virtue, that it is distributed among all who lay claim to it, and the whole is present to each, not being diminished among those who partake together.
1:25
Ἐν μὲν γὰρ τῇ τοῦ γηΐνου πλούτου διανομῇ ἀδικεῖ τοὺς ἰσομοιροῦν τας ὁ τὸ πλέον παρασπασάμενος·
因為在分配屬地財富時,那奪取較多份額的人,就虧負了那些本當均分的人;
For in the distribution of earthly riches he who tears away the larger portion wrongs those who share an equal lot;
1:26
συμμετέχοντος, ὁ τὸ ἑαυτοῦ πλεο νάσας·
那增添自己份額的人,就虧負了那與他同享的人;
he who increases his own share does wrong to the one who partakes with him;
1:27
ὁ δὲ πνευματικὸς πλοῦτος τὸ τοῦ ἡλίου ποιεῖ, καὶ πᾶσι τοῖς βλέπουσιν ἑαυτὸν μερίζων, καὶ ὅλος ἑκάστῳ παραγινόμενος
但屬靈的財富卻如同太陽一樣,將自己分給一切仰望它的人,並且完整地臨到各人。
but spiritual riches act as the sun does, distributing itself to all who look upon it, and coming whole to each one.
1:28
Ἐπεὶ οὖν ἴσον ἑκάστῳ τὸ ἐκ τοῦ πόνου κέρδος ἐλπίζεται, ἴση γενέσθω πᾶσιν διὰ τῶν εὐχῶν πρὸς τὸ ζητούμενον ἡμῖν ἡ συνέργεια
既然各人都盼望從勞苦中得著相等的利益,就讓眾人藉著禱告,為我們所尋求的事一同齊心協力。
Since, then, an equal gain from the labor is hoped for by each, let there be for all an equal cooperation through prayers toward the thing we seek.
1:29
Πρῶτον μὲν οὖν αὐτόν φημι ἐγὼ δεῖν τὸν μακαρι σμὸν, ὅ τί ποτέ ἐστιν, ἐννοῆσαι
那麼,我說,我們首先必須思想這福分本身究竟是甚麼。
First, then, I say, we must consider what the blessing itself really is.
1:30
Μακαριότης τίς ἐστι, κατά γε τὸν ἐμὸν λόγον, περίληψις πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων·
至少照我的說法,福分乃是對一切在美善觀念之下所思想之事的總括;
Blessedness, according at least to my account, is a comprehension of all things conceived under the notion of the good;
1:31
ἧς ἄπεστι τῶν εἰς ἀγαθὴν ἐπιθυμίαν ἡκόντων οὐδέν
凡屬於美好願望的事物,沒有一樣是它所缺乏的。
from which nothing is absent of those things that pertain to good desire.
1:32
Γένοιτο δ' ἂν ἡμῖν καὶ ἐκ τῆς τοῦ ἐναντίου παραθέσεως γνωριμώτερον τὸ ἐκ τοῦ μακαρισμοῦ σημαινόμενον·
然而,這福分所指的意思,也可藉著把它的反面擺在旁邊對比,而變得更為我們所明瞭;
But that which is signified by the blessing might become more clearly known to us also from the placing of its opposite alongside it;
1:33
ἐναντίον δὲ τῷ μα. καρίῳ τὸ ἄθλιον
有福之人的反面,就是可悲之人。
and the opposite of the blessed is the wretched.
1:34
Ἀθλιότης οὖν ἐστιν, ἡ ἐν τοῖς λυ πηροῖς τε καὶ ἀβουλήτοις πάθεσι ταλαιπωρία
所以,可悲乃是在那痛苦而非人所願的患難中所受的苦楚。
Wretchedness, then, is the misery found in painful and unwished-for sufferings.
1:35
Με μέρισται δὲ ἐκ τοῦ ἐναντίου ἡ ἐφ' ἑκατέρου τῶν ἐν αὐτοῖς γινομένων διάθεσις
在這兩者中,由那相反的事物所生的情態,是照著其中所發生的情形而區分開來的。
And the disposition in each of the two, arising from things opposite, is divided according to what occurs in them.
1:36
Ὑπάρχει γὰρ τῷ μὲν μα καριζομένῳ τὸ εὐφραίνεσθαι τοῖς προκειμένοις εἰς ἀπόλαυσιν αὐτῷ καὶ ἀγάλλεσθαι·
因為在那被稱為有福的人,就有那為他所擺設可供享受之事上的歡欣,並喜樂;
For to the one accounted blessed there belongs the gladness in the things set before him for enjoyment, and rejoicing;
1:37
τῷ δὲ ταλανιζο μένῳ τὸ ἀνιᾶσθαι τοῖς παροῦσιν αὐτῷ καὶ ἀλγύνεσθαι
但在那被稱為可悲的人,就有那被臨到他身上之事所困擾的憂傷,並痛苦。
but to the one accounted wretched there belongs the being grieved by the things present to him, and being pained.
1:38
Τὸ μὲν οὖν μακαριστὸν ἀληθῶς, αὐτὸ τὸ Θεῖόν ἐστιν
那麼,那真正配稱為有福的,就是那神性自己。
That which is truly to be accounted blessed, then, is the Divine itself.
1:39
Ὅ τί ποτε γὰρ αὐτὸ εἶναι ὑποθώμεθα, μακαριότης ἐστὶν ἡ ἀκήρατος ἐκείνη ζωὴ, τὸ ἄῤῥητόν τε καὶ ἀκατανόητον ἀγαθὸν, τὸ ἀνέκφραστον κάλλος, ἡ αὐτο χάρις, καὶ σοφία, καὶ δύναμις·
因為無論我們設想它是甚麼,福分乃是那不朽的生命,那不可言說、不可測度的美善,那無法形容的美麗,那恩典自身、智慧與能力;
For whatever we suppose it to be, blessedness is that incorruptible life, the good that is unspeakable and incomprehensible, the beauty that cannot be uttered, grace itself, and wisdom, and power;
1:40
ἡ ὑπερκειμένη τοῦ παν τὸς ἐξουσία·
那超越萬有的權柄;
the authority that transcends the whole universe;
1:41
τὸ μόνον ἐράσμιον, τὸ ἀεὶ ὡσαύτως ἔχον, τὸ διηνεκὲς ἀγαλλίαμα·
那唯一可愛的,那永遠不變的,那長存的歡騰;
the only thing worthy of love, that which ever remains the same, the unceasing exultation;
1:42
περὶ ἧς πάντα τιςἃ δύναται λέγων, λέγει τῶν κατ' ἀξίαν οὐδέν
論到這一位,無論人能說甚麼,所說的都配不上它。
concerning which, whatever anyone is able to say, he says nothing worthy of it.
1:43
Οὔτε γὰρ ἡ διάνοια καθικνεῖται τοῦ ὄντος, κἄν τι περὶ αὐτοῦ τῶν ὑψηλοτέρων νοῆσαι χωρήσω μεν, οὐδενὶ λόγῳ τὸ νοηθὲν ἐξαγγέλλεται
因為悟性既不能達到那真正存在者;縱然我們能夠對它思想出某些更為崇高的事,那所思想的也無法用任何言語表達出來。
For neither does the understanding attain to that which truly is; and even if we should be able to conceive something of the loftier things concerning it, that which is conceived is expressed by no word.
1:44
Ἐπεὶ δὲ ὁ πλάσας τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
但既然那塑造人的,是照著神的形像造了他,
But since He who fashioned man made him according to the image of God,
1:45
δευτέρως ἂν εἴη μακαριστὸν τὸ κατὰ μετου σίαν τῆς ὄντως μακαριότητος ἐν τῷ ὀνόματι τούτῳ γινόμενον
那麼,那藉著分享真正福分而得以稱此名的,便可在次一等的意義上被稱為有福的。
in a secondary sense that would be accounted blessed which, by participation in true blessedness, comes to be called by this name.
1:46
Ὥσπερ γὰρ ἐπὶ τῆς σωματικῆς εὐμορφίας, τὸ μὲν πρωτότυπον κάλλος ἐν τῷ ζῶντι προσώπῳ ἐστὶ καὶ ὑφεστῶτι, δευτερεύει δὲ τούτου τὸ κατὰ μίμησιν ἐπὶ τῆς εἰκόνος δεικνύμενον·
因為正如在身體的俊美上,那原型的美是在那活生生、實際存在的面容中,而那藉摹仿顯於圖像上的,則是次於此的;
For just as in the case of bodily comeliness, the archetypal beauty is in the living and subsisting face, while what is shown by imitation upon the image is secondary to this;
1:47
οὕτως καὶ ἡ ἀνθρωπίνη φύσις, εἰκὼν οὖσα τῆς ὑπερκειμένης μα καριότητος, καὶ αὐτὴ τῷ ἀγαθῷ κάλλει χαρακτηρίζε, ὅταν ἐφ' ἑαυτῆς δεικνύει τὰς τῶν μακαρίων χαρακτήρων ἐμφάσεις
照樣,人的性情既是那超越之福分的形像,它自身也帶有那美善之美的印記,每當它在自身顯出那些有福特徵的映照時。
so also human nature, being an image of the transcendent blessedness, is itself characterized by the good beauty, whenever it displays in itself the reflections of the blessed characters.
1:48
Ἀλλ' ἐπειδὴ ὁ τῆς ἁμαρτίας ῥύπος τὸ ἐπὶ εἰκόνος κάλλος ἠχρείωσεν·
然而,既然罪的污穢玷污了那形像上的美,
But since the filth of sin marred the beauty upon the image,
1:49
ἦλθεν ὁ ἐκ νίπτων ἡμᾶς τῷ ἰδίῳ ὕδατι, τῷ ζῶντί τε καὶ ἁλλο μένῳ εἰς ζωὴν αἰώνιον, ὥστε ἡμᾶς ἀποθεμένους τὸ ἐξ ἁμαρτίας αἶσχος, πάλιν κατὰ τὴν μακαρίαν ἀνακαινισθῆναι μορφήν
那用自己的水洗淨我們的就來了,這水是活水,湧流直到永生,好叫我們脫去那從罪而來的羞恥,重新照著那有福的形狀得以更新。
there came the One who washes us with His own water, the living water that leaps up unto eternal life, so that we, having put off the shame that comes from sin, might again be renewed according to the blessed form.
1:50
Καὶ καθάπερ ἐπὶ τῆς ζωγρα φικῆς τέχνης εἴποι ἄν τις πρὸς τοὺς ἀπείρους ὁ ἐπι στήμων, ἐκεῖνο καλὸν εἶναι τὸ πρόσωπον, τὸ ἐκ τοιῶνδε τῶν τοῦ σώματος μορίων συγκείμενον·
又正如在繪畫的技藝上,那精通的人可能對那些不懂行的人說,某張面容之所以美,是因它由身體某些特定的部分所構成;
And just as in the art of painting one who is skilled might say to the inexperienced that a face is beautiful which is composed of such-and-such parts of the body;
1:51
ᾧ κόμη τε τοιάδε, καὶ ὀφθαλμῶν κύκλοι, καὶ ὀφρύων περιγραφαὶ, καὶ παρειῶν θέσις, καὶ τὰ καθ' ἕκαστον πάντα δι' ὧν συμπληροῦται ἡ εὐμορφία·
就是有如此的頭髮、如此的眼眶、如此的眉形、如此的雙頰位置,以及那使俊美臻於完全的一切細部;
one that has such hair, and such circles of the eyes, and such outlines of the brows, and such placing of the cheeks, and all the several features by which comeliness is brought to completion;
1:52
οὕτως καὶ ὁ τὴν ἡμετέραν πρὸς τὴν τοῦ μόνου μακαρίου μίμησιν ἀναζωγραφῶν ψυχὴ, τὰ καθ' ἕκαστον τῶν εἰς μα καρισμὸν συντεινόντων, ὑπογράφει τῷ λόγῳ, καί φησιν ἐν πρώτοις·
照樣,那將我們的靈魂重新描畫,使之摹仿那唯一有福者的,便用言語一一勾勒出那些趨向福分的事,並且首先說:
so also He who paints anew our soul unto the imitation of the only blessed One, sketches out in words each of the things that tend toward blessing, and says first of all:
1:53
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
虛心的人有福了,因為諸天的國是他們的。
Blessed are the poor in spirit, for theirs is the kingdom of the heavens.
1:54
Ἀλλὰ τί κέρδος ἐκ τῆς μεγαλοδωρεᾶς γενήσεται, μὴ φανερωθείσης ἡμῖν τῆς ἐγκειμένης διανοίας τῷ λόγῳ; Καὶ γὰρ ἐπὶ τῆς ἰατρικῆς, πολλὰ τῶν τιμίων καὶ δυσ πορίστων φαρμάκων ἄχρηστα τοῖς ἀγνοοῦσι καὶ ἀνό νητα μένει, ἕως ἂν εἰς ὅ τι χρήσιμον ἕκαστον τούτων ἐστὶν παρὰ τῆς τέχνης ἀκούσωμεν
然而,若那蘊藏在言語中的意思沒有向我們顯明,這偉大的恩賜又有甚麼益處呢?因為就連在醫術上,許多寶貴而難得的藥物,對那些不認識它們的人仍是無用無益的,直到我們從醫術聽明這些藥物各自適合何種用途。
But what gain will come from the great gift, if the meaning laid up in the words is not made plain to us? For even in medicine, many of the precious and hard-to-obtain remedies remain useless and unprofitable to those who do not know them, until we hear from the art for what use each of these is fit.
1:55
ἕνα σπουδα ζόμενον, καὶ ἕνα κατακρινόμενον
一樣是當追求的,一樣是當棄絕的。
the one to be sought after, and the one to be condemned.
1:56
Σπουδάζεται μὲν ὁ τῶν ἀρετῶν πλοῦτος, διαβάλλεται δὲ ὁ ὑλικός τε καὶ γήϊνος·
美德的財富是當追求的,而那物質屬地的財富卻是當唾棄的;
The riches of the virtues are to be sought after, but the material and earthly riches are to be repudiated;
1:57
ὅτι ὁ μὲν τῆς ψυχῆς γίνεται κτῆμα, οὗτος δὲ πρὸς τὴν τῶν αἰσθητηρίων ἀπάτην ἐπιτηδείως ἔχει
因為前者成為靈魂的產業,後者卻適合於欺騙感官。
because the former becomes a possession of the soul, while the latter is well suited to the deceiving of the senses.
1:58
Κελεύει δὲ περὶ τὸν τῶν ὑψηλῶν πλοῦτον τὴν σπουδὴν ἔχειν, οὗ ἡ φθαρτικὴ δύναμις οὐ προσάπτεται
祂又吩咐我們,要把勤奮用在那崇高之事的財富上,就是那毀壞的權勢所不能觸及的。
And He commands that we have our diligence about the riches of the lofty things, which the corrupting power does not touch.
1:59
Σῆτα δὲ καὶ κλέπτην εἰπὼν, τὸν λυμεῶνα τῶν τῆς ψυχῆς θησαυρῶν ἐνεδείξατο
祂藉著提到蟲蛀與盜賊,指明了那毀壞靈魂寶藏的仇敵。
And by speaking of the moth and the thief, He indicated the destroyer of the treasures of the soul.
1:60
ἀντιδιαστέλλεται ἡ πενία τῷ πλούτῳ, πάντως κατὰ τὴν ἀναλογίαν καὶ διπλῆν ἔστι διδαχθῆναι πε νίαν·
貧窮是與財富相對照的;並且照著這類比,總可以教導出雙重的貧窮;
poverty is set in contrast to riches; and altogether, according to the analogy, a twofold poverty may be taught;
1:61
τὴν μὲν ἀπόβλητον, τὴν δὲ μακαριζομένην
一樣是當棄絕的,另一樣是當稱為有福的。
the one to be rejected, and the other to be accounted blessed.
1:62
Ὁ μὲν οὖν σωφροσύνης πτωχεύων, ἢ τοῦ τιμίου κτήματος τῆς δικαιοσύνης, ἢ τῆς σοφίας, ἢ τῆς φρονήσεως, ἢ ἄλλου τινὸς τῶν πολυτελῶν κειμηλίων πένης τε καὶ ἀκτήμων καὶ πτωχὸς εὑρισκόμενος, ἄθλιος τῆς πενίας καὶ ἐλεεινὸς τῆς τῶν τιμίων ἀκτη μοσύνης·
那麼,那在節制上貧窮的人,或在公義這寶貴產業上、在智慧上、在明達上、或在其他任何珍貴珍寶上貧窮的人,既被發現是缺乏、赤貧而貧窮的,他就因這貧窮而可悲,因缺乏這些寶貴之物而可憐;
He, then, who is poor in temperance, or in the precious possession of righteousness, or in wisdom, or in prudence, or in any other of the costly treasures, being found needy and destitute and poor, is wretched in his poverty and pitiable in his destitution of the precious things;
1:63
ὁ δὲ πάντων τῶν κατὰ κακίαν νοουμένων ἑκουσίως πτωχεύων, καὶ οὐδὲν τῶν διαβολικῶν κει μηλίων ἐν τοῖς ἰδίοις ταμείοις ἔχων ἀπόθετον, ἀλλὰ τῷ πνεύματι ζέων, καὶ διὰ τούτου τὴν τῶν κακῶν πενίαν ἑαυτῷ θησαυρίζων, εἴη ἂν οὗτος ἐν τῇ μα καριζομένῃ πτωχείᾳ ὑπὸ τοῦ Λόγου δεικνύμενος, ἧς ὁ καρπὸς βασιλεία οὐρανῶν ἐστιν
但那甘心情願在一切屬乎邪惡之事上貧窮的人,在自己的庫房裡沒有存留任何魔鬼的珍寶,反倒靈裡火熱,並藉此為自己積蓄那對諸惡的貧窮,這人便是道所指明處於那有福的貧窮中的人,這貧窮的果子就是諸天的國。
but he who is voluntarily poor in all things conceived under vice, and who has none of the diabolical treasures laid up in his own storehouses, but is fervent in spirit, and through this treasures up for himself the poverty of evils, this one would be shown by the Word to be in the blessed poverty, whose fruit is the kingdom of the heavens.
1:64
Ἀλλ' ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν ἐργασίαν τοῦ θησαυροῦ, καὶ μὴ ἀποστῶμεν τῷ μεταλλευτικῷ λόγῳ τὸ κεκρυμμένον ἀνακαλύπτοντες
但讓我們再回到那開採寶藏的工作上,不要停止藉著那探掘之言,去揭露那所隱藏的。
But let us return again to the working of the treasure, and let us not desist from uncovering what is hidden by the mining word.
1:65
Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι
祂說:虛心的人有福了。
Blessed, He says, are the poor in spirit.
1:66
Εἴρηται μὲν τρόπον τινὰ τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν πάλιν εἰρήσε, ὅτι τέλος τοῦ κατ' ἀρετὴν βίου ἐστὶν ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις
這話在前面已經以某種方式說過了,如今且再說一次:那照著美德而活的生命,其終極目的乃是與神性相似。
This has in a certain manner been said also in what went before, and now again let it be said, that the end of the life lived according to virtue is likeness to the Divine.
1:67
Ἀλλὰ μὴν τὸ ἀπαθὲς καὶ ἀκήρατον ἐκφεύγει πάντη τὴν παρὰ ἀνθρώπων μίμησιν
然而那無情慾、不朽壞的,卻完全逃脫了人這方面的摹仿。
But indeed the passionless and incorruptible utterly escapes imitation on the part of men.
1:68
Οὐδὲ γάρ ἐστι δυνατὸν πάντη τὴν ἐμπαθῆ ζωὴν ὁμοιωθῆ ναι πρὸς τὴν τῶν παθῶν ἀνεπίδεκτον φύσιν
因為那受情慾轄制的生命,斷不可能在各方面都與那不能領受情慾的性情相似。
For it is not possible for the life subject to passion to be in every way likened to the nature that is incapable of receiving the passions.
1:69
Εἰ οὖν μόνον τὸ Θεῖον μακάριον, καθὼς ὁ Ἀπόστολος ὀνομά ζει, ἡ δὲ τοῦ μακαρισμοῦ κοινωνία τοῖς ἀνθρώποις διὰ τῆς πρὸς τὸν Θεόν ἐστιν ὁμοιώσεως, ἡ δὲ μίμησις ἄπορος·
那麼,若唯獨神性是有福的,正如使徒所稱的,而人分享福分乃是藉著與神相似,然而這摹仿卻是行不通的;
If, then, the Divine alone is blessed, as the Apostle names it, and the sharing of blessedness comes to men through likeness to God, but the imitation is impracticable;
1:70
ἄρα ἀνέφικτός ἐστιν ἡ μακαριότης τῇ ἀνθρω πίνῃ ζωῇ
那麼福分對於人的生命便是無法企及的了。
then blessedness is unattainable for human life.
1:71
Ἀλλ' ἔστινἃ τῆς Θεότητος δυνατὰ τοῖς βουλομένοις πρόκειται εἰς μίμησιν
然而,神性中確有某些事物,是擺在那些願意的人面前,作為效法的對象。
Yet there are certain things belonging to the Godhead that are set before those who so desire as objects for imitation.
1:72
Τίνα οὖν ἐστι ταῦτα; δοκεῖ μοι πτωχείαν πνεύματος, τὴν ἑκούσιον ταπεινοφροσύνην ὀνομάζειν ὁ Λόγος
那麼,這些是什麼呢?在我看來,「道」所稱的「虛心」(靈裏的貧窮),乃是指自願的謙卑。
What then are these? It seems to me that by 'poverty of spirit' the Word means voluntary humility.
1:73
Ταύτης δὲ ὑπό δειγμα τὴν τοῦ Θεοῦ πτωχείαν ὁ Ἀπόστολος ἡμῖν λέ γων προδείκνυσιν, ὃς δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν
使徒把神的貧窮作為這謙卑的榜樣,向我們指明,他說:主本是富足的,卻為我們成了貧窮,叫我們因他的貧窮可以成為富足。
As a pattern of this the Apostle sets before us the poverty of God, when he says that He, being rich, for our sakes became poor, that we by His poverty might be made rich.
1:74
Ἐπεὶ οὖν τὰ ἄλλα πάντα, ὅσα περὶ τὴν θείαν καθορᾶται φύσιν, ὑπερπίπτει τῷ μέτρῳ τῆς ἀνθρωπίνης φύσεως·
因此,凡是在神聖本性中所觀察到的其他一切屬性,都超越了人性所能達到的限度;
Since, therefore, all the other attributes that are beheld in the divine nature transcend the measure of human nature,
1:75
ἡ δὲ ταπεινότης συμφυής τις ἡμῖν ἐστι καὶ σύντρο φος τοῖς χαμαὶ ἐρχομένοις, καὶ ἐκ γῆς τὴν σύστασιν ἔχουσιν, καὶ εἰς γῆν καταῤῥέουσιν·
唯有謙卑是與我們同生共長的,是我們這些在地上行走、由塵土構成、又歸回塵土之人所固有的;
whereas humility is something connatural to us and bred together with us who walk upon the ground, who have our constitution from the earth and dissolve back into the earth,
1:76
ἐν τῷ κατὰ φύσιν σὺ καὶ δυνατῷ τὸν Θεὸν μιμησάμενος, τὴν μακαρίαν αὐτὸς ὑπέδυς μορφήν
所以,你在合乎本性、又是你力所能及的事上效法神,你自己就披戴上了那有福的形像。
by imitating God in that which is according to your nature and within your power, you yourself have put on the blessed form.
1:77
Καὶ μηδεὶς ἄπονον οἰέσθω,. καὶ μετὰ ῥᾳστώνης ἐκποριζόμενον τὸ τῆς ταπεινο φροσύνης κατόρθωμα
但不要有人以為謙卑這項美德是毫不費力、輕而易舉便可獲得的。
And let no one suppose that the achievement of humility is effortless and procured with ease.
1:78
Τὸ ἐναντίον μὲν οὖν παντὸς οὑτινοσοῦν τῶν κατ' ἀρετὴν ἐπιτηδευομένων, τὸ τοιοῦ τόν ἐστιν ἐπιπονώτερον
恰恰相反,在一切按著德行所追求的事上,這一項乃是最為艱辛的。
On the contrary, more than in any single one of the pursuits practised according to virtue, such an attainment is more laborious.
1:79
καὶ οὐδέν ἐστιν ἄλλο τῆς φύσεως ἡμῶν τοιοῦτον κακὸν, ὡς τὸ δι' ὑπερηφα νίας
在我們本性中,再沒有別的惡,能像那藉著驕傲而來的惡這樣大。
And there is no other evil in our nature so great as that which comes through pride.
1:80
Ἐπεὶ οὖν ἐμπέφυκέ πως τὸ κατὰ τὴν ἔπαρσιν πάθος παντὶ σχεδὸν τῷ κοινωνοῦντι τῆς ἀνθρωπίνης φύσεως, διὰ τοῦτο ἐντεῦθεν τῶν μακαρισμῶν ὁ Κύριος ἄρχεται, οἷον ἀρχέγονόν τι κακὸν ἐκβάλλων ἐκ τῆς ἕξεως ἡμῶν τὴν ὑπερηφανίαν, ἐν τῷ συμβουλεύειν μιμήσασθαι τὸν ἑκουσίως πτωχεύσαντα, ὅς ἐστιν ἀληθῶς μακάριος, ἵνα ἐν ᾧ δυνάμεθα καθὼς ἂν οἷοί τε ὦμεν ὁμοιωθέντες ἐκ τοῦ πτωχεῦσαι κατὰ προ αίρεσιν, καὶ τὴν τοῦ μακαρισμοῦ κοινωνίαν ἐφελκυ σώμεθα
既然自高的情慾以某種方式生在幾乎每一個有分於人性的人裏面,主便由此起首宣講諸福,如同從我們的性情中驅逐那作為原初之惡的驕傲,勸勉我們效法那位甘願成為貧窮的主,他才是真正有福的;好叫我們在力所能及的範圍內,盡可能地與他相似,藉著出於自願的甘心貧窮,也把那福分的交通吸引到自己身上。
Since, then, the passion of self-exaltation is in some way inborn in nearly everyone who shares in human nature, for this reason the Lord begins the Beatitudes from this point, casting out pride from our disposition as a kind of primordial evil, by counselling us to imitate Him who became poor of His own will, who is truly blessed; so that, being made like Him in whatever we can and as far as we are able, through becoming poor by deliberate choice, we may also draw to ourselves fellowship in the blessing.
1:81
Τοῦτο γὰρ φρονείσθω, φησὶν, ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ·
因為他說:你們當以基督耶穌的心為心;
For 'let this mind be in you,' he says, 'which was also in Christ Jesus;'
1:82
ὃς ἐν μορφῇ Θεοῦ ὑπάρ χων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·
他本有神的形像,卻不以自己與神同等為強奪的;
'who, being in the form of God, thought it not robbery to be equal with God,'
1:83
ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών
反倒虛己,取了奴僕的形像。
'but emptied Himself, taking the form of a servant.'
1:84
Τί πτωχότερον ἐπὶ Θεοῦ τῆς τοῦ δούλου μορφῆς; Τί τα πεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὄντων, ἢ τὸ εἰς κοινωνίαν τῆς πτωχῆς ἡμῶν φύσεως ἐλθεῖν;Ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων ἐθε λόντως τὴν τῆς δουλείας μορφὴν ὑποδύεται·
論到神,還有什麼比奴僕的形像更貧窮的呢?論到那萬有之王,還有什麼比降卑自己、與我們貧窮的本性相交更卑微的呢?那萬王之王、萬主之主,甘願披上奴僕的形像;
What is poorer, in the case of God, than the form of a servant? What is more lowly, in the case of the King of all that is, than to come into fellowship with our impoverished nature? The King of kings and Lord of lords willingly puts on the form of servitude;
1:85
ὁ Κριτὴς τοῦ παντὸς, ὑπόφορος τοῖς δυναστεύουσι γίνεται·
那審判萬有的,甘居於掌權者之下;
the Judge of all becomes subject to those in authority;
1:86
ὁ τῆς κτίσεως Κύριος ἐν σπηλαίῳ κατάγεται·
那受造之物的主,被安置在山洞裏;
the Lord of creation is brought down into a cave;
1:87
ὁ τοῦ παντὸς περιδεδραγμένος οὐχ εὑρίσκει τόπον ἐν τῷ καταλύ ματι, ἀλλ' ἐν τῇ φάτνῃ τῶν ἀλόγων ζώων παραῤῥιπτεῖ·
那把全宇宙握在掌中的,在客店裏找不著地方,反倒被安放在無知牲畜的槽裏;
He who holds the universe in His grasp finds no place in the inn, but is cast down in the manger of the brute beasts;
1:88
πτωχείας ἡμῶν διεξελθὼν μέχρι τῆς τοῦ θανάτου πρόεισι πεί ρας
他遍歷了我們貧窮的一切境地,甚至進到嘗死味的地步。
and having passed through the whole extent of our poverty, He advances even to the experience of death.
1:89
Ὁρᾶτε τῆς ἑκουσίου πτωχείας τὸ μέτρον
看哪,他自願貧窮的程度:
Behold the measure of His voluntary poverty:
1:90
ὁ Κριτὴς εἰς κριτήριον ἄγεται·
那審判者被帶到審判台前;
the Judge is led to the judgement seat;
1:91
ὁ τῆς ζωῆς τῶν ὄντων Κύριος ἐπὶ τῇ ψήφῳ τοῦ δι κάζοντος γίνεται·
那掌管萬有生命的主,竟落在審判他之人的判決之下;
the Lord of the life of all beings becomes subject to the verdict of the one who judges Him;
1:92
ὁ πάσης τῆς ὑπερκοσμίου δυνάμεως Βασιλεὺς τὰς τῶν δημίων οὐκ ἀπωθεῖται χεῖρας
那超乎諸世界一切權能的君王,並不推開行刑者的手。
the King of all the supramundane power does not thrust away the hands of the executioners.
1:93
Πρὸς τοῦτό σοι, φησὶ, τὸ ὑπόδειγμα, τὸ τῆς ταπεινο φροσύνης βλεπέτω μέτρον
他說:「你當仰望這榜樣,看這謙卑的度量。」
'To this pattern,' He says, 'let your gaze be directed—to this measure of humility.'
1:94
Τάχα δέ μοι δοκεῖ καλῶς ἔχειν καὶ τὴν ἀλογίαν τοῦ τοιούτου διασκοπῆσαι πάθους, ὡς ἂν εὐκατόρθωτος ἡμῖν ὁ μακαρισμὸς γένοιτο, σὺν εὐμαρείᾳ πολλῇ καὶ ῥᾳστώνῃ τῆς ταπεινοφροσύνης κατορθουμένης
但在我看來,好好察究這種情慾的荒謬也是有益的,好叫這福分容易被我們得著,使謙卑能極其輕省、毫不費力地成就。
But it seems to me well also to examine the irrationality of such a passion, so that the Beatitude may become easy of attainment for us, humility being achieved with great facility and ease.
1:95
Καθά περ γὰρ οἱ ἐπιστήμονες τῶν ἰατρῶν, τὸ νοσοποιὸν αἴτιον προεξελόντες, ῥᾷον ἐπικρατοῦσι τοῦ πάθους·
因為正如熟練的醫生,先除去那產生疾病的成因,便更容易制伏病症;
For just as skilled physicians, when they have first removed the cause that produces the disease, more easily gain the mastery over the ailment,
1:96
οὕτως καὶ ἡμεῖς τὴν χαυνότητα τῶν τυφουμένων τῷ λογισμῷ καταστείλαντες, εὐεπίβατον ἑαυτοῖς τὴν τῆς. ταπεινοφροσύνης ὁδὸν καταστήσωμεν
照樣,我們也當用理智抑制那些自高自大之人的虛浮,好為自己開闢一條容易行走的謙卑之路。
so also we, having reduced by reasoning the vain conceit of those puffed up, may make for ourselves the road of humility easy to travel.
1:97
Πόθεν οὖν ἄν τις μᾶλλον ἐπιδείξειε τοῦ τύφου τὸ μάταιον; Πόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ δεῖξαι τὴν φύσιν, ἥτις ἐστίν;Ὁ γὰρ πρὸς ἑαυτὸν, καὶ μὴ τὰ περὶ αὑτὸν βλέπων, οὐκ ἂν εὐλόγως εἰς τὸ τοιοῦτον ἐμπέσοι πάθος
那麼,人從何處更能顯明這虛浮的空洞呢?除了指出我們的本性究竟是什麼之外,還能從何處呢?因為那注目於自己、而非只看自己周遭之物的人,斷不會合理地陷入這種情慾。
Whence, then, might one better display the emptiness of conceit? Whence else than by showing what our nature is? For he who looks to himself, and not merely to the things around him, would not reasonably fall into such a passion.
1:98
Τί οὖν ἐστιν ἄνθρωπος; Βούλει τὸν σεμνότερον καὶ τιμιώτε ρον εἴπω τῶν λόγων; Ἀλλ' ὁ κοσμῶν τὰ ἡμέτερα, καὶ πρὸς τὸ κομπωδέστερον διασκευάζων τὴν ἀνθρωπίνην εὐγένειαν, ἐκ πηλοῦ γενεαλογεῖ τὴν φύσιν·
那麼,人是什麼呢?你要我說那較為尊貴體面的說法麼?然而,即便那位美化我們身分、以較為誇耀的辭藻裝點人類高貴出身的人,仍是把我們本性的譜系追溯到泥土;
What then is man? Do you wish me to speak the more august and honourable of the accounts? But he who adorns our estate and decks out human nobility in the more boastful fashion still traces the genealogy of our nature from clay;
1:99
καὶ ἡ εὐγένεια, καὶ ἡ σεμνότης τοῦ ὑπερηφάνου, τὸ συγγε νὲς πρὸς τὴν πλίνθον ἔχει
如此,那驕傲之人的高貴與尊嚴,與磚坯乃是同宗。
and the nobility and dignity of the proud man has kinship with the brick.
1:100
Εἰ δὲ τὴν προσεχῆ τε καὶ πρόχειρον τῆς γενέσεως εἰπεῖν ἐθέλοις, ἄπαγε, μὴ φθέγξῃ περὶ τούτου·
但你若想論到我們得以出生那更近便、更現成的緣由——罷了,關於這事你一句也不要說;
But if you should wish to speak of the more immediate and ready source of our coming into being—away with it, do not utter a word about this;
1:101
μὴ γρύξῃς, μὴ ἀνακαλύψῃς, καθώς φησιν ὁ νόμος, ἀσχημοσύνην πατρὸς καὶ μη τρός σου·
正如律法所說的,你連咕噥也不要,不要揭露你父母的羞恥;
do not so much as mutter, do not uncover, as the Law says, the shame of your father and your mother;
1:102
μὴ δημοσιεύσῃς τῷ λόγῳ τὰ λήθης ἄξια καὶ βαθείας σιγῆς
不要用言語張揚那些理當被遺忘、當以深沉緘默相待的事。
do not publish abroad by speech things worthy of oblivion and of deep silence.
1:103
Εἶτα οὐκ ἐρυθριᾷς, ὁ γήϊνος ἀν δριὰς, ὁ μετ' ὀλίγον κόνις, ὁ πομφόλυγος δίκην ὠκύ μορον ἐν σεαυτῷ περιέχων τὸ φύσημα, πλήρης ὑπερ ηφανίας γινόμενος, καὶ περιφλεγμαίνων τῷ τύφῳ, καὶ τῷ ματαίῳ φρονήματι ἐξογκῶν τὴν διάνοιαν
如此,你這泥土塑成的偶像、你這片刻之後便化為塵土之人、你這如水泡般在自身裏懷藏著轉瞬即逝之膨脹的人——你竟不臉紅麼?你滿了驕傲,因虛榮而發炎腫脹,又以空妄的心思使自己的心志膨脹起來。
And then do you not blush, you statue of earth, you who after a little while are dust, you who like a bubble hold within yourself a short-lived puffing-up, becoming full of pride, and inflamed with conceit, and swelling your mind with vain thoughts?
1:104
Οὐκ εἶδες ἐν πολυανδρίῳ τὰ τῆς φύσεως ἡμῶν μυ στήρια; οὐκ εἶδες τὴν ἐπάλληλον τῶν ὀστέων σω ρείαν; κρανία σαρκῶν γεγυμνωμένα, φόβερόν τι καὶ εἰδεχθὲς ἐν διακένοις δεδορκότα τοῖς ὄμμασιν; Εἶδες στόματα σεσηρότα, καὶ τὰ λοιπὰ τῶν μελῶν πρὸς τὸ συμβὰν πεφορημένα; Εἰ ἐκεῖνα εἶδες, σεαυτὸν ἐν ἐκεί νοις τεθέασαι
你豈沒有在公墓中看見我們本性的奧祕麼?你豈沒有看見那層層堆疊的骸骨麼?那剝去了肉、從空洞的眼窩中透出某種可怕醜陋神色的髑髏;你看見那咧開的口,以及其餘肢體隨處散落的樣子麼?你若看見了那些,你就是在那裏面看見了你自己。
Have you not seen in a common burial-ground the mysteries of our nature? Have you not seen the heap of bones piled one upon another—skulls stripped of flesh, gazing with something fearful and hideous out of their empty eye-sockets? Have you seen mouths gaping open, and the rest of the members scattered about at random? If you have seen those things, you have beheld yourself among them.
1:105
Ποῦ τοῦ παρόντος ἄνθους τὰ σύμβολα; ποῦ ἡ εὔχροια τῆς παρειᾶς; ποῦ τὸ ἐπὶ τοῦ χείλους ἄν θος; ποῦ τὸ βλοσυρὸν ἐν τοῖς ὄμμασι κάλλος τῇ περιβολῇ τῶν ὀφρύων ὑπολαμπόμενον; ποῦ ἡ εὐθεῖα ῥὶς, ἡ τῷ κάλλει τῶν παρειῶν μεσιτεύουσα; ποῦ αἱ ἐπαυχένιοι κόμαι; ποῦ οἱ περικροτάφιοι βόστρυχοι; ποῦ αἱ τοξαζόμεναι χεῖρες; οἱ ἱππαζόμενοι πόδες; ἡ πορφύρα; ἡ βύσ σος; ἡ χλανίς; ἡ ζώνη; τὰ πέδιλα; ὁ ἵππος; ὁ δρό μος; τὸ φρύαγμα; πάντα, δι' ὧν σοι νῦν ὁ τῦφος αὔξεται; Ποῦ ταῦτα ἐν ἐκείνοις, εἰπὲ, ὑπὲρ ὧν νῦν ἐπαίρῃ καὶ μεγαλοφρονεῖς; Ποῖον οὕτως ἀνυπόστατον ὄναρ; Ποῖα τοιαῦτα ἐξ ὕπνου φαντάσματα; Τίς οὕτως. ἀδρανὴς σκιὰ τὴν ἁφὴν ὑποφεύγουσα, ὡς τὸ τῆς νεότητος ὄναρ ὁμοῦ τε φαινόμενον καὶ εὐθὺς παρ ιπτάμενον; Ταῦτά μοι πρὸς τοὺς ἐν νεότητι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἀφραίνοντας
如今你這青春之花的標記何在?面頰的紅潤何在?唇上的華彩何在?那在眉宇之下閃耀、眼中懾人的美麗何在?那介於雙頰之美之間的挺直鼻樑何在?頸上的秀髮何在?鬢邊的鬈髮何在?那彎弓的手何在?那馳騁的腳、紫袍、細麻、外袍、腰帶、鞋履、駿馬、賽跑、傲慢的嘶鳴——這一切如今使你的虛榮得以滋長之物,都在哪裏呢?告訴我,你如今所因之高抬自己、自視甚高的這些,在那些骸骨中間都在哪裏呢?有什麼夢如此虛幻無實?有什麼睡中的幻影如此?有什麼影兒如此微弱、一觸即逝,如同青春之夢,方才顯現,轉眼便飛逝而去?這些話我是對那些在年少時因年紀尚幼而愚妄行事的人說的。
Where are the tokens of your present bloom? Where the fair colour of the cheek? Where the flower upon the lip? Where the fierce beauty in the eyes, gleaming beneath the arch of the brows? Where the straight nose, mediating between the beauty of the cheeks? Where the locks upon the neck? Where the curls about the temples? Where the hands that draw the bow, the feet that ride, the purple, the fine linen, the mantle, the girdle, the sandals, the horse, the racing, the haughty snorting—all those things by which your conceit is now nourished? Where are these among those bones, tell me, over which you now exalt yourself and think great things? What dream is so insubstantial as this? What such phantoms out of sleep? What shadow so feeble, escaping the touch, as the dream of youth, appearing and at once flying past? These things I say to those who in youth, through the immaturity of their age, play the fool.
1:106
Τί δ' ἄν τις εἴποι περὶ τῶν ἤδη καθεστηκότων, οἷς ἡ μὲν ἡλικία βέ βηκεν, ἀστατεῖ δὲ τὸ ἦθος, καὶ ἡ νόσος τῆς ὑπερη φανίας αὔξεται·
然而,論到那些人生已然定局、年歲已定、品格卻仍飄搖不定、且驕傲之病日增的人,又能說什麼呢?
But what could one say concerning those already settled in life, whose age has become fixed, yet whose character is unstable, and in whom the disease of pride increases;
1:107
ὄνομα δὲ τῇ τοιαύτῃ ἀῤῥωστίᾳ τοῦ ἤθους φρόνημα τίθενται·
他們竟給這種品格上的病症冠以「志氣高遠」之名;
and they give the name of 'high-mindedness' to such an infirmity of character;
1:108
ἀρχὴ δὲ ὡς ἐπιτοπολὺ καὶ ἡ κατ' αὐτὴν δυναστεία, ἡ τῆς ὑπερηφανίας ὑπόθεσις γίνεται
並且如同通常所發生的,官職與隨之而來的權勢,便成了驕傲的緣由。
and, as generally happens, office and the power that goes with it become the occasion of pride.
1:109
Ἢ γὰρ ἐν αὐτῇ τοῦτο πάσχουσιν, ἢ πρὸς αὐτὴν ἑτοιμάζονται, ἢ τὰ περὶ αὐτῆς διηγήματα καὶ παυσαμένην ἤδη πολλάκις ἀναῤῥιπίζει τὴν νόσον
因為他們或是在任職之時患上此病,或是為得官職而預備自己,或是那關乎官職的種種談論,屢屢把那已然平息的病症重新煽動起來。
For either they suffer this in the office itself, or they are preparing themselves for it, or the tales told about it often fan into flame the disease even when it has already subsided.
1:110
Καὶ τίς λόγος τοιοῦτος, ὡς ἐντὸς γενέσθαι τῆς ἀκοῆς αὐτῶν, τῆς ὑπὸ τῆς φωνῆς τῶν κηρύκων προβεβυσμένης; Τίς πείσει τοὺς οὕτως ἔχοντας, ὅτι τῶν ἐπὶ σκηνῆς πομπευόντων οὐδ' ὁτιοῦν διαφέρουσι; Καὶ γὰρ ἐκείνοις καὶ πρόσωπόν τι ἐκ τέχνης τῶν γλα φυρῶν ἐπιβέβληται, καὶ ἁλουργὶς χρυσόπαστος, καὶ ἐπὶ ἅρματος ἡ πομπὴ, καὶ ὅμως οὐδεμία νόσος αὐτοῖς ὑπερηφανίας ἐκ τῶν τοιούτων εἰσέρχεται·
有什麼言語能達到他們的耳中呢?他們的耳朵早已被傳令官的呼聲塞住了。誰能說服處於這種光景中的人,叫他們相信自己與那些在舞台上招搖賣弄的人毫無二致呢?因為那些人也藉巧匠之藝戴上了某副面具,又披上金線織成的紫袍,坐在戰車上遊行;然而,從這些事物中卻沒有驕傲之病臨到他們;
And what discourse could be such as to get within their hearing, which is already stopped up by the voice of the heralds? Who will persuade men in such a state that they differ in no respect at all from those who make a show upon the stage? For upon those too a face has been laid on by the art of the skilled, and a purple robe shot with gold, and the procession upon a chariot; and yet no disease of pride comes upon them from such things;
1:111
ἀλλ' οἷοι πρὸ τῆς σκηνῆς ἦσαν τὸ φρόνημα, ἴσην ἐπὶ τῇ ψυχῇ τὴν ἕξιν καὶ ἐπὶ τῆς πομπῆς διεσώσαντο, καὶ μετὰ τοῦτο οὐκ ἀνιῶνται, τοῦ τε ἅρματος ἀποβάντες, καὶ τὸ σχῆμα περιαιρούμενοι
反倒是,他們在登台之前心志如何,在遊行之時也照樣在魂裏保守著同樣的性情;此後,當他們從戰車上下來、卸去戲裝時,也不覺懊惱。
but such as they were in disposition before the stage, the same habit of soul they preserved even during the procession, and afterwards they are not distressed when they have stepped down from the chariot and put off the costume.
1:112
Οἱ δὲ διὰ τῆς ἀρχῆς πομ πεύοντες ἐν τῇ τοῦ βίου σκηνῇ, οὔτε τὸ πρὸ βρα χέος, οὔτε τὸ μετὰ βραχὺ λογιζόμενοι, καθάπερ τῷ φυσήματι αἱ πομφόλυγες περιτείνονται·
但那些藉官職在人生的舞台上招搖賣弄的人,既不思量片刻之前的光景,也不思量片刻之後的結局,就如水泡被吹脹而繃緊;
But those who make a show through office in the theatre of life, reckoning neither what was a little before nor what will be a little after, are stretched taut like bubbles by the puffing-up;
1:113
τὸν αὐτὸν τρόπον καὶ οὗτοι περιογκοῦνται τῇ μεγαλοφωνίᾳ τοῦ κήρυκος, καὶ ἀλλοτρίου τινὸς προσωπείου μορφὴν ἑαυτοῖς περιπλάσσουσιν, ἐξαλλάσσοντες τὴν κατὰ φύσιν τοῦ προσώπου θέσιν εἰς τὸ ἀμειδὲς καὶ ἐπί φοβον, φθόγγος τε αὐτοῖς ἐπινοεῖται τραχύτερος, πρὸς τὴν τῶν ἀκουόντων κατάπληξιν ἐπὶ τὸ θηριῶδες με τατυπούμενος·
照樣,這些人也因傳令官的高聲宣呼而膨脹起來,在自己身上塑造出某副陌生面具的形狀,把面部本性的神態改變成不苟言笑、令人生畏的樣子,又為自己造出一種更為粗厲的嗓音,變得如野獸一般,為要使聽見的人驚駭;
in the same manner these too are puffed up by the loud proclamation of the herald, and mould around themselves the form of some alien mask, altering the natural set of the face into what is unsmiling and terrifying, and a harsher tone of voice is contrived by them, transformed into something bestial for the astonishment of those who hear;
1:114
οὐκέτι ἐν τοῖς ἀνθρωπίνοις μένουσιν ὅροις, ἀλλ' εἰς τὴν θείαν δύναμίν τε καὶ ἐξουσίαν ἑαυτοὺς εἰσποιοῦσιν
他們不再停留在合乎人的界限之內,反倒把自己僭稱為神聖的權能與權柄。
they no longer remain within the bounds proper to men, but assimilate themselves to the divine power and authority.
1:115
Ζωῆς γὰρ καὶ θανάτου κύριοι εἶναι πιστεύουσιν, ὅτι τῶν ἐν αὐτοῖς κρινομένων τῷ μὲν τὴν σώζουσαν νέμουσι ψῆφον, τὸν δὲ θανάτῳ καταδικάζουσι·
因為他們自信是生殺之權的主宰,因為在他們面前受審的人中,他們把拯救的一票給這人,卻定那人死罪;
For they believe themselves to be lords of life and death, because to one of those judged before them they assign the vote that saves, while another they condemn to death;
1:116
καὶ οὐδὲ τοῦτο βλέπουσι, τίς ἀληθῶς τῆς ἀνθρωπίνης ζωῆς κύριος, ὁ καὶ τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος ὁρίζων·
他們甚至看不見這一點:誰才真正是人生命的主,就是那位定準存在之起頭與終局的主。
and they do not even see this, who is truly the Lord of human life, He who determines both the beginning of being and its end.
1:117
καίτοι γε τοῦτο μόνον ἱκανὸν ἦν εἰς καταστολὴν τῆς χαυνότητος, τὸ πολλοὺς ἰδεῖν τῶν ἀρχόντων ἐν αὐτῇ τῇ τῆς ἀρχῆς σκηνῇ ἐκ μέσων ἁρπασθέντας τῶν θρόνων, καὶ ἐπὶ τοὺς τάφους ἐκκομισθέντας, ἐφ' ὧν ὁ θρῆνος τὰς τῶν κηρύ κων φωνὰς διεδέξατο
然而單單這一件事,本就足以抑制他們的虛妄:就是看見許多統治者,正當官職的舞台演出之際,就從寶座中間被奪去,抬到墳墓那裏,在那裏,哀哭接替了傳令官的呼聲。
And yet this alone would have been sufficient for the abatement of their vanity: to see that many of the rulers, in the very stage-show of office, were snatched from the midst of their thrones and carried out to the tombs, over which lamentation succeeded the voices of the heralds.
1:118
Πῶς οὖν ἀλλοτρίας ζωῆς κύριος ὁ τῆς ἰδίας ἀλλό τριος; Καὶ οὗτος τοίνυν εἰ πτωχεύει τῷ πνεύματι, πρὸς τὸν δι' ἡμᾶς πτωχεύσαντα ἑκουσίως βλέπων, καὶ πρὸς τὸ τῆς φύσεως ὁμότιμον καθορῶν, μηδὲν ἐκ τῆς ἠπατημένης ἐκείνης περὶ ἀρχὴν τραγῳδίας εἰς τὸ ὁμογενὲς ἐξυβρίζοι, μακαριστὸς ἀληθῶς τῆς τα πεινοφροσύνης τῆς προσκαίρου, τὴν τῶν οὐρανῶν βασιλείαν ἀνταλλαξάμενος
那對自己生命尚且作不了主的人,怎能作別人生命的主呢?因此,這人若也是虛心的,仰望那位為我們甘願成為貧窮的主,看清我們共有本性的同等尊榮,不因那關乎官職的迷妄戲劇而向自己的同類施暴,那麼他就真是有福的了,因他以短暫的謙卑換得了諸天的國。
How then is he lord of another's life, who is a stranger to his own? And so this man too, if he is poor in spirit, looking to Him who for our sakes became poor of His own will, and beholding the equal honour of our common nature, doing no violence to his own kind out of that deluded tragedy about office, is truly blessed, having exchanged temporary humility for the Kingdom of the heavens.
1:119
Μὴ ἀποβάλῃς, ἀδελφὲ,. καὶ τὸν ἕτερον τῆς πτωχείας λόγον, ὃς τοῦ κατ' οὐ ρανὸν πλούτου πρόξενος γίνεται
弟兄啊,也不要棄絕貧窮的另一層意思,就是那成為天上財富之媒介的貧窮。
Do not reject, brother, the other sense of poverty also, which becomes the procurer of the wealth that is in heaven.
1:120
Πώλησόν σου, φησὶ, πάντα τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς
他說:變賣你一切所有的,分給窮人,然後來跟從我,你就必有財寶在諸天上。
'Sell,' He says, 'all that you have, and give to the poor, and come, follow Me, and you shall have treasure in the heavens.'
1:121
Καὶ γὰρ ἡ τοιαύτη πτωχεία δοκεῖ μοι μὴ ἀπᾴδειν τῆς μακαριζομένης πτωχείας
因為在我看來,這樣的貧窮,與那被稱為有福的貧窮,也並非不相和諧。
For such poverty too seems to me not to be out of tune with the poverty that is called blessed.
1:122
τί ἄρα ἔσται ἡμῖν; Καὶ τίς ἡ ἀπόκρισις; Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
那麼,我們將得著什麼呢?答案是什麼呢?「虛心的人有福了,因為諸天的國是他們的。」
What then shall be ours? And what is the answer? 'Blessed are the poor in spirit, for theirs is the Kingdom of the heavens.'
1:123
Βούλει νοῆσαι, τίς ὁ πτωχεύων τῷ πνεύματι;Ὁ ἀνταλ λαξάμενος τὸν τῆς ψυχῆς πλοῦτον τῆς σωματικῆς εὐπορίας, ὁ διὰ τὸ πνεῦμα πτωχεύων, ὁ τὸν γήϊνον πλοῦτον οἷόν τι βάρος ἀποσεισάμενος, ἵνα μετάρσιός τε καὶ διαέριος ἄνω φέρηται, καθώς φησιν ὁ Ἀπό στολος, ἐπὶ νεφέλης συμμετεωροπορῶν τῷ Θεῷ
你願明白誰是那虛心的人麼?就是那用魂的財富換取了身體豐裕之人,那為著靈的緣故成為貧窮之人,那把地上的財富當作某種重擔抖落之人,好叫他被高舉、升起、遊行於空中,正如使徒所說的,駕著雲彩與神一同在高天遨遊。
Do you wish to understand who it is that is poor in spirit? He who has exchanged the wealth of the soul for bodily prosperity, who becomes poor for the sake of the spirit, who has shaken off earthly riches as though some burden, that he may be borne aloft, lifted up and traversing the air, as the Apostle says, journeying on high upon a cloud together with God.
1:124
Βαρύ τι χρῆμα τὸ χρυσίον ἐστὶν, βαρεῖα πᾶσα ἡ σπουδαζομένη κατὰ τὸν πλοῦτον ὕλη·
金子是沉重之物,凡為財富而競逐的物質都是沉重的;
A weighty thing is gold; weighty is all the material eagerly pursued for the sake of wealth;
1:125
κοῦφον δέ τι καὶ ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή
唯有德行是輕省、向上飛升之物。
but a light and upward-tending thing is virtue.
1:126
Ἀλλὰ μὴν ἀντίκειται ταῦτα ἀλλήλοις, τὸ βάρος καὶ ἡ κουφότης
然而這兩樣——重與輕——顯然是彼此相對的。
But surely these are opposed to one another—weight and lightness.
1:127
Οὐκοῦν ἀμήχανόν τινα γενέσθαι κοῦφον, τῷ βάρει τῆς ὕλης ἑαυτὸν προσηλώσαντα
因此,那把自己釘牢在物質重擔上的人,斷不可能變得輕省。
It is therefore impossible for one to become light who has nailed himself to the weight of matter.
1:128
Εἰ οὖν χρὴ τοῖς ἄνω προσβῆ ναι, τῶν κάτω καθελκόντων πτωχεύσωμεν, ἵνα ἐν τοῖς ἄνω γενώμεθα
那麼,我們若必須上升到上面的事物,就當在那些把我們往下拉的下面之事上成為貧窮,好叫我們得以進到上面的事物中間。
If then we must mount up to the things above, let us become poor as to the things below that drag us down, that we may come to be among the things above.
1:129
Τίς δὲ ὁ τρόπος, ὑφηγεῖται ἡ ψαλμῳδία·
至於這事的方式,詩篇的頌唱作了闡明:
And what is the manner of it, the psalmody expounds:
1:130
Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
「他施捨錢財,賙濟貧窮;他的義存到永永遠遠。」
'He has scattered abroad, He has given to the poor; His righteousness abides for ever and ever.'
1:131
Ὁ τῷ πτωχῷ κοινωνήσας, εἰς τὴν μερίδα τοῦ δι' ἡμᾶς πτωχεύσαντος ἑαυτὸν καταστήσει
那與窮人分享之人,必把自己置於那位為我們成為貧窮者的分中。
He who has shared with the poor will set himself in the portion of Him who for our sakes became poor.
1:132
Ἐπτώχευσεν ὁ Κύριος, μὴ φοβηθῇς μηδὲ σὺ τὴν πτωχείαν
主既成了貧窮,你也不要懼怕貧窮。
The Lord became poor; do not you either be afraid of poverty.
1:133
Ἀλλὰ βασιλεύει πάσης τῆς κτίσεως ὁ δι' ἡμᾶς πτωχεύσας
然而那位為我們成為貧窮的主,卻掌管著一切受造之物。
But He who for our sakes became poor reigns over all creation.
1:134
Οὐκοῦν ἐὰν πτωχεύσαντι συμπτω χεύσῃς, καὶ βασιλεύοντι συμβασιλεύσεις
所以,你若與那成為貧窮的主一同貧窮,也必與那掌權的主一同掌權。
Therefore, if you become poor together with Him who became poor, you shall also reign together with Him who reigns.
1:135
Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
在我們主基督耶穌裏;願榮耀權能歸與他,直到永永遠遠。阿們。
in Christ Jesus our Lord, to whom be the glory and the might, unto the ages of the ages. Amen.
1:136
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν
「溫柔的人有福了,因為他們必承受地土。」
'Blessed are the meek, for they shall inherit the earth.'
1:137
Οἱ διὰ κλίμακός τινος τοῖς ὑψηλοτέροις προσβαίνον τες, ὅταν τῆς πρώτης ἐπιβῶσι βαθμίδος, δι' ἐκείνης ἐπὶ τὴν ὑπερκειμένην αἴρονται, καὶ πάλιν ἡ δευτέρα προσάγει τῇ τρίτῃ τὸν ἀνιόντα, καὶ αὕτη πρὸς τὴν ἐφεξῆς, καὶ αὕτη πρὸς τὴν μεθ' ἑαυτήν
那些藉著某座梯子上升到更高之處的人,當他們踏上第一級時,便由那一級被舉到其上的一級;第二級又把上升的人送到第三級,這一級再送到隨後的一級,這一級又送到其後的一級。
Those who ascend to the higher places by means of some ladder, when they have set foot upon the first rung, are by it lifted up to the one lying above it; and again the second brings the one ascending to the third, and this to the one next in order, and this to the one after itself.
1:138
Καὶ οὕτως ὁ ἀνιὼν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν, ἀεὶ πρὸς τὸ ὑπερκεί μενον ἀνυψούμενος, ἐπὶ τὸ ἀκρότατον φθάνει τῆς ἀναβάσεως
如此,那上升的人,總是從他所站立的一級被高舉,向著其上的一級上升,終於達到那攀登的最高點。
And thus the one ascending, being ever raised up from the rung on which he stands toward the one lying above, attains to the topmost point of the ascent.
1:139
Τὸν γὰρ τῷ πρώτῳ διὰ τῆς διανοίας ἐπιβεβηκότα μακαρισμῷ, δι' ἀναγκαίας τινὸς τῆς τῶν νοημάτων ἀκολουθίας, ὁ μετ' ἐκεῖνον ἐκδέχεται, κἂν ὑποξενίζειν δοκῇ παρὰ τὴν πρώτην ὁ λόγος
因為那藉著悟性登上第一福之人,便藉著思想間某種必然的連貫,被隨後之福所接納,縱使那第二句話與第一句相比,似乎顯得有些奇異。
For the one who has by his understanding mounted upon the first Beatitude is received, through a certain necessary sequence of the thoughts, by the one that comes after it, even if the second saying seems somewhat strange in comparison with the first.
1:140
Μὴ γὰρ εἶναι δυνατὸν ἴσως ὁ ἀκούων ἐρεῖ, καθάπερ ἐν βαθμῶν διαθέσει, μετὰ τὴν τῶν οὐρανῶν βασιλείαν, τῆς. γῆς τὴν κληρονομίαν καταλαμβάνεσθαι·
因為聽者或許會說,這是不可能的:如同在階梯的排列中,怎能在諸天的國之後,反倒去取得地土的產業呢?
For perhaps the hearer will say that it is not possible, as in an arrangement of steps, that after the Kingdom of the heavens the inheritance of the earth should be taken hold of;
1:141
ἀλλ' εἴπερ ἔδει τῇ φύσει τῶν ὄντων τὸν λόγον ἕπεσθαι, τοῦ οὐ ρανοῦ τὴν γῆν ἀκολουθότερον ἦν προτετάχθαι, ὡς ἐντεῦθεν ἡμῖν ἐπ' ἐκεῖνον ἐσομένης τῆς ἀναβάσεως
然而,倘若道理必須順著萬物的本性而行,那麼將地置於天之前,反倒更為順理成章,因為我們的上升本應是由此地攀登至那天上。
But if reason had to follow the nature of things, it would have been more consistent for the earth to be set before heaven, since our ascent would then be from the earth up to heaven.
1:142
Ἀλλ' εἰ πτερωθείημέν πως τῷ λόγῳ, καὶ ὑπὲρ τὰ νῶτα τῆς οὐρανίας ἁψίδος σταίημεν, εὑρήσομεν ἐκεῖ τὴν ὑπερουράνιον γῆν, τὴν εἰς κληρονομίαν τοῖς κατ' ἀρετὴν βεβιωκόσιν ἀποκειμένην, ὡς μὴ δοκεῖν ἡμαρ τῆσθαι τὴν τάξιν τῆς τῶν μακαρισμῶν ἀκολουθίας, πρῶτον οὐρανῶν, καὶ μετὰ ταῦτα γῆς, ἐν ταῖς ἐπαγ γελίαις ἡμῖν παρὰ τοῦ Θεοῦ προτεθείσης
但我們若能藉著道理彷彿長出翅膀,得以立於諸天穹蒼之上,便要在那裏尋見那超乎諸天的地,就是為那些照著美德而活的人所存留的產業;如此,福分次序的排列便不顯為錯謬——先是諸天,其後才是地——正如神在應許中將這些擺在我們面前。
But if we could somehow take wing by reason and stand above the vault of heaven, we shall find there the supra-celestial earth, laid up as an inheritance for those who have lived according to virtue, so that the order of the sequence of the Beatitudes does not appear to be mistaken—heaven first, and after that the earth—as these are set before us in the promises by God.
1:143
Τὸ γὰρ φαινόμενον, ὅσον πρὸς τὴν σωματικὴν αἴσθησιν, ὅλον πρὸς ἑαυτὸ συγγενῶς ἔχει
因為那可見之物,就其與肉身感官相關的部分而言,全然與自身同類相屬。
For that which is visible, in so far as it pertains to bodily sense, is wholly akin to itself.
1:144
Κἂν γὰρ ὃ μὲν ὑψηλὸν εἶναι δοκῇ τῷ τοπικῷ διαστήματι, ἀλλ' οὖν κάτω τῆς νοερᾶς οὐσίας ἐστὶν, ἧς ἀδύνατον ἐπιβατεῦσαι τὸν λογισμὸν, μὴ διαβάντα τῷ λόγῳ ταῦτα πρότερον, ὧν καθικνεῖται ἡ αἴσθησις
因為某物縱使因其空間的距離而顯為高聳,它仍位於那可知的本質之下;理智的推論若不先藉道理越過感官所能觸及的那些事物,便無法踏上那本質。
For even if one thing seem to be lofty by reason of its spatial distance, yet it lies below the intelligible substance, upon which the reasoning mind cannot set foot unless it first pass beyond, by reason, those things that sense apprehends.
1:145
Εἰ δὲ τῇ προσηγορίᾳ τῆς γῆς ἡ ὑπερκειμένη κατονομάζεται λῆξις, θαυμάσεις μηδέν·
但那位居上方的境域若以「地」為名而稱之,你不必詫異;
But if the region that lies above is named by the appellation of 'earth,' you should not be surprised.
1:146
τῷ γὰρ ταπεινῷ τῆς ἡμετέρας ἀκοῆς συγ καταβαίνει ὁ Λόγος, ὁ διὰ τοῦτο πρὸς ἡμᾶς καταβὰς, ἐπειδὴ ἡμεῖς πρὸς αὐτὸν ἀνυψωθῆναι οὐχ οἷοί τε ἦμεν
因為道俯就我們聽覺的卑微;這道正是為此緣故降臨到我們這裏,因為我們無力被高舉上升到祂那裏。
For the Word condescends to the lowliness of our hearing—the Word who for this very reason came down to us, because we were not able to be raised up to Him.
1:147
Καὶ γὰρ τῇ πρὸ ταύτης ἐπαγγελίᾳ τὸν ἄφραστον ἐκεῖνον ἐν τοῖς οὐρανοῖς μακαρισμὸν, βασιλείαν ὠνόμασεν·
事實上,在這應許之前的那一應許裏,祂稱那在諸天之上、不可言喻的福分為「國」。
For indeed, in the promise that precedes this one, He named that ineffable blessedness in the heavens a 'kingdom.'
1:148
ἆρά τι τοιοῦτον τῷ λόγῳ παραδεικνύων, οἷον ἡ κάτω περιέχει βασι λεία; διαδήματά τινα ταῖς τῶν λίθων αἴγλαις περι αστράπτοντα, καὶ εὐανθεῖς ἁλουργίδας ἡδύ τι τοῖς λίχνοις ὄμμασιν ἀπαυγαζούσας, προπύλαιά τε καὶ καταπετάσματα, καὶ ὑψηλοὺς θρόνους, καὶ δορυφό ρων στοιχηδὸν περιεστώτων τάξεις, καὶ ὅσα ἄλλα προστραγῳδοῦσι περὶ τὴν τοιαύτην τοῦ βίου σκηνὴν οἱ τὸν ὄγκον τῆς δυναστείας διὰ τῶν τοιούτων ἐπὶ τὸ μεῖζον ἐξαίροντες
難道祂藉這詞是要向我們顯明某種如同下界之國所含有的東西嗎?——四圍閃爍著寶石光輝的冕旒,向貪婪之眼放射某種悅目光彩的鮮豔紫袍,門廊與帷幔、高聳的寶座,以及成列環立的持矛衛士,並一切其他的排場,就是那些藉此類事物將權勢的浮誇誇大成戲的人,為這人生舞台所增添的種種鋪張?
Was He then showing forth to us by this word something such as the kingdom here below contains?—diadems flashing round about with the sparkle of gems, and bright purple robes casting some sweet gleam upon covetous eyes, gateways and hangings, lofty thrones, and ranks of spear-bearers standing round in file, and all the other things that those who magnify the pomp of dominion by such means add as tragic trappings to this stage of life?
1:149
Ἀλλ' ἐπειδὴ μέγα τι καὶ ὑπὲρ πάντα σχεδὸν τὰ ἐν ἀνθρώποις ζηλούμενα τὸ τῆς βασιλείας ὄνομα κατὰ τὸν βίον ἐστὶν, διὰ τοῦτο συν εχρήσατο τῷ ὀνόματι, πρὸς τὴν τῶν ὑπερκειμένων ἀγαθῶν δήλωσιν·
但既然「國」這名號在今生乃是何等偉大、幾乎高過人間一切所追求之物,因此祂便藉用這名號,以指明那在上的美善之物。
But since the name of 'kingdom' is, in this life, something great and higher than almost all things sought after among men, for this reason He made use of the name to indicate the good things that lie above.
1:150
ὡς εἴ γε ἦν ἄλλο τι παρὰ τοῖς ἀν θρώποις τῆς βασιλείας ἀνώτερον, δι' ἐκείνου ἂν τοῦ ὀνόματος πάντως μάλιστα ἀνεπτέρωσε ψυχὴν τοῦ ἀκούοντος, πρὸς ἐπιθυμίαν τῆς ἀφράστου μακαριό τητος
以致,人間若還有比「國」更崇高之物,祂必定會格外藉那名稱,使聽者的靈魂展翅高飛,去渴慕那不可言喻的福樂。
So that, if there were among men anything higher than the kingdom, it is by that name above all that He would have most fully set the hearer's soul aflight toward the desire of the ineffable blessedness.
1:151
Οὐδὲ γὰρ ἦν δυνατὸν ἰδίοις ὀνόμασιν ἐκεῖνα τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἐκκαλυφθῆναι,ἃ ὑπὲρ αἴ σθησίν τε καὶ γνῶσιν ἀνθρωπίνην ἐστίν
因為那些美善之物既超乎人的感官與認知,便不可能藉其本有的名稱向人揭示出來。
For it was not possible that those good things should be disclosed to men by their own proper names, seeing that they are beyond human sense and knowledge.
1:152
Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη
因為經上說:「眼睛未曾看見,耳朵未曾聽聞,人心也未曾想到。」
For 'Eye has not seen,' he says, 'nor ear heard, neither has it entered into the heart of man.'
1:153
Ἀλλ' ὡς ἂν μὴ παντελῶς διαφύγοι τὸν στοχασμὸν ἡ ἐλπιζομένη μακαριότης, ὡς χωροῦμεν κατὰ τὸ ταπεινὸν ἡμῶν τῆς φύσεως, οὕτω τῶν ἀνεκφωνήτων ἀκούομεν
然而,為使那所盼望的福樂不至於全然逃脫我們的臆度,我們便照著我們本性的卑微所能容受的程度,聽見那些不能言傳之事。
But that the hoped-for blessedness may not altogether escape our surmising, we hear of the unutterable things in such measure as we can contain according to the lowliness of our nature.
1:154
τῆς οὐρανίας ἐπέβης ἐλπίδος, ἐκείνην μοι πολυπραγμόνει τὴν γῆν, ἥτις οὐ πάντων ἐστὶ κληρονομία, πλὴν εἴ τινες διὰ τῆς τοῦ βίου πραότη. τος ἄξιοι τῆς ἐπαγγελίας ἐκείνης κρίνονται·
你既已踏上了那屬天的盼望,就為我探究那地吧——那地並非眾人的產業,惟獨那些藉生活的溫柔而被判為配得那應許的人纔得承受。
You have set foot upon the heavenly hope; then search out for me that earth which is not the inheritance of all, save only for those who through the meekness of their life are judged worthy of that promise.
1:155
Οὐ γάρ φημι τὸν Προφήτην, ταύτην ζώντων προσειρηκέναι τὴν γῆν τὰ θνητὰ πάντα φύουσαν, καὶ εἰς ἑαυτὴν πάλιν πᾶν τὸ ἐξ αὐτῆς γένος ἀναλύουσαν·
因為我並不認為先知所說的是這地,就是那生出一切必死之物、又將由它而出的全族重新分解歸入自身的地。
For I do not say that the Prophet meant this earth, which produces all mortal things and again dissolves back into itself the whole race that comes from it.
1:156
ἀλλ' οἶδε γῆν ζώντων, ἧς οὐκ ἐπέβη θάνατος·
他所知的乃是活人之地,死亡未曾踏足其上;
Rather, he knows a land of the living, upon which death has not trodden;
1:157
ἐν ᾗ ὁδὸς ἁμαρ τωλῶν οὐκ ἐτρίβη,ἣ κακίας ἴχνος ἐφ' ἑαυτῆς οὐκ ἐδέξατο, ἣν οὐκ ἀνέτεμε τῷ ἀρότρῳ τῆς πονηρίας ὁ τὰ ζιζάνια σπείρων, ἡ τριβόλων καὶ ἀκανθῶν ἄγονος·
在其中,罪人的道路未被踐踏成徑,其上未曾接納過惡的足跡,那撒稗子的也未曾以邪惡的犁鏵翻耕過它,它不生蒺藜與荊棘;
in which the way of sinners has not been worn, which has received upon itself no track of evil, which he who sows the tares has not furrowed with the plough of wickedness, which is barren of thorns and thistles;
1:158
ἐν ᾗ τὸ ὕδωρ τῆς ἀναπαύσεως, καὶ ὁ τῆς χλόης τόπος, καὶ ἡ τετραχῆ μεριζομένη πηγὴ, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος, καὶ ὅσα ἄλλα δι' αἰνιγμάτων παρὰ τῆς θεοπνεύστου δι δασκαλίας ἀκούομεν
在其中有安息的水,有青草之地,有分為四道的泉源,有那萬有之神所培植的葡萄樹,並一切其他我們藉隱謎從那神所默示的教訓中所聽見之物。
in which are the water of rest, and the place of green pasture, and the fountain that is divided into four, and the vine tended by the God of all, and all the other things which we hear through riddles from the God-inspired teaching.
1:159
Εἰ δὴ νενόηται ἡμῖν ἡ ὑψηλὴ γῆ ὑπεράνω τῶν οὐρανῶν θεωρουμένη, ἐφ' ἧς ἡ πό λις τοῦ βασιλέως συνῴκισται, περὶ ἧς τὰ δεδοξα σμένα ἐλαλήθη, καθώς φησιν ὁ Προφήτης, οὐκέτ' ἂν εἰκότως πρὸς τὴν τάξιν τῆς ἀκολουθίας τῶν μακαρι σμῶν ξενιζοίμεθα
那麼,我們既已明白那高處之地乃是那在諸天之上所觀想的地,其上建立著君王的城,正如先知所說,論到它有榮耀之事被傳述,我們就再沒有理由對福分次序的排列感到困惑了。
If, then, we have understood the lofty earth to be that which is contemplated above the heavens, upon which the city of the King is founded, concerning which glorious things have been spoken, as the Prophet says, we should no longer with good reason be perplexed at the order of the sequence of the Beatitudes.
1:160
Οὐδὲ γὰρ εἰκὸς ἦν, οἶμαι, ταύτην εὐλογίας προκεῖσθαι ταῖς ἐλπίσι τὴν γῆν τοῖς ἁρπα γησομένοις, καθώς φησιν ὁ Ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως μέλ λουσι πάντοτε σὺν Κυρίῳ ἔσεσθαι
因為我想,這地不大可能被擺在盼望之前,作為那些要被提之人的福分——正如使徒所說,他們要在雲裏被提到空中與主相遇,就這樣要永遠與主同在。
For it was not likely, I think, that this earth should be set before the hopes as a blessing for those who are to be caught up, as the Apostle says, in the clouds to meet the Lord in the air, and thus shall be forever with the Lord.
1:161
Τίς οὖν ἔτι χρεία τῆς κάτω γῆς, οἷς ἡ ζωὴ μετάρσιος ἐν ἐλπίσιν ἐστίν; Ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα
那麼,對於那些盼望中生命在高處的人,下界的地還有什麼需要呢?因為「我們要在雲裏被提到空中與主相遇,這樣就要永遠與主同在。」
What need, then, is there any longer of the earth below, for those whose life is on high in their hopes? For 'we shall be caught up in the clouds to meet the Lord in the air, and so shall we ever be with the Lord.'
1:162
Ἀλλ' ἴδωμεν τίνος ἀρετῆς γέρας ἡ ἐκείνης τῆς γῆς κληρονομία πρόκειται
但讓我們來看,那地的產業是作為哪一種美德的獎賞而被擺出來的。
But let us see for what virtue the inheritance of that earth is set forth as a reward.
1:163
Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν
祂說:「溫柔的人有福了,因為他們必承受地土。」
'For blessed,' He says, 'are the meek, for they shall inherit the earth.'
1:164
Τί τὸ πρᾶον; καὶ περὶ τί τὸ πρᾶον μακαρίζει ὁ Λό γος; οὐ γάρ μοι δοκεῖ πάντα ἐπίσης ἀρετὴν οἴεσθαι δεῖν, ὅσα ἂν ἐν πραότητι γίνεται, εἰ τὸ ἠρεμαῖόν τε καὶ βραδὺ μόνον διὰ τῆς λέξεως ταύτης σημαίνοιτο
什麼是溫柔?道又是就什麼而稱溫柔為有福的呢?因為在我看來,我們不當認為凡以溫和而行之事都同樣是美德,倘若這詞所指的僅僅是安靜與遲緩的話。
What is meekness? And concerning what does the Word pronounce meekness blessed? For it does not seem to me that we should think all things done in gentleness to be equally virtue, if by this term only quietness and slowness are signified.
1:165
Οὔτε γὰρ ἐν δρομεῦσιν ὁ πρᾶος ἀμείνων τοῦ ἐπι σπεύδοντος, οὔτε ὁ δυσκίνητος ἐν πυκτικῇ τὸν κατὰ τοῦ ἐναντίου στέφανον αἴρεται·
因為在賽跑者中,溫柔的人並不勝過那奮力疾奔的人;在拳擊中,那行動遲鈍的人也不能奪得勝過對手的冠冕;
For among runners the meek man is not better than the one who presses on with speed, nor does the slow-moving man in boxing carry off the crown against his opponent;
1:166
κἂν τρέχωμεν πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐπιτείνειν ὁ Παῦλος συμβουλεύει τὸ τάχος, λέγων·
並且,我們雖是朝著那向上呼召的獎賞奔跑,保羅卻勸我們要加緊速度,說:
and though we run toward the prize of the upward calling, Paul counsels us to strain our speed, saying:
1:167
Οὕτω τρέχετε, ἵνα καταλάβητε·
「你們應當這樣奔跑,好叫你們得著獎賞」;
'So run, that you may obtain';
1:168
ἐπεὶ καὶ αὐτὸς διὰ σφοδροτέρας ἀεὶ τῆς κινήσεως τοῦ πρόσω εἴχετο, τῶν ὀπίσω λήθην ποιούμενος·
因為他自己也總是藉著更為激烈的運動竭力向著前面的目標,忘記背後的事;
since he himself was ever pressing on to what lies ahead by a more vehement motion, forgetting the things that are behind;
1:169
καὶ πυκτεύων εὐκίνητος ἦν·
他打拳時也是敏捷的;
and in boxing he was nimble;
1:170
διεώρα γὰρ τοῦ ἀνθεστῶτος τὴν προσβολήν·
因為他洞察那對抗者的攻擊;
for he saw through the assault of his adversary;
1:171
καὶ περὶ τὴν βάσιν ἀσφαλὴς ἦν, καὶ ταῖς χερσὶ καθωπλισμένος, οὐ κατὰ κενοῦ τινος καὶ ἀνυποστάτου διεῤῥίπτει τὸ περὶ τὰς χεῖρας ὅπλον, ἀλλὰ τῶν καιρίων τοῦ προσπαλαίοντος ἥπτετο, κατ' αὐτοῦ τοῦ σώματος τὰς πληγὰς φέρων
他的立足穩固,兩手也全副武裝;他並非向著虛空無實之處揮動手中的兵器,乃是抓住那與他角力者的要害,將擊打落在身體本身之上。
and he was sure in his footing, and armed in his hands; he did not throw the weapon about his hands into some empty and insubstantial space, but he seized upon the vital parts of his wrestling opponent, bringing his blows upon the body itself.
1:172
Βούλει γνῶναι τοῦ Παύλου τὴν πυκτικήν; Ἴδε τὰς ὠτειλὰς τοῦ ἀνταγωνιζομένου, ἴδε τὰ ὑπώπια τοῦ ἀντιπάλου, ἴδε τὰ στίγματα τοῦ ἡττηθέντος Πάντως. δὲ οὐκ ἀγνοεῖς τὸν ἀντίπαλον τὸν διὰ τῆς σαρκὸς προσπαλαίοντα, ὃν ὑπωπιάζει διὰ τῆς πυκτικῆς, ἀμύσσων τοῖς ὄνυξι τῆς ἐγκρατείας, οὗ νεκροῖ τὰ μέλη λιμῷ, καὶ δίψει, καὶ ψύχει, καὶ γυμνότητι, ᾧ τὰ στίγματα τοῦ Κυρίου ἐπιβάλλει, ὃν νικᾷ διὰ τοῦ δρόμου κατόπιν ἑαυτοῦ καταλιπὼν, ὡς ἂν μὴ ἐπισκο τοῖτο τὰς ὄψεις τοῦ ἀντιπάλου προτρέχοντος
你想知道保羅的拳術嗎?且看那對手身上的傷痕,看那對敵身上的青腫,看那被擊敗者身上的印記。你當然不會不認得那藉著肉體與人角力的對敵——就是保羅藉拳術所擊打、以節制的指爪所抓撕的那位,他藉飢餓、乾渴、寒冷與赤身使那對敵的肢體治死,將主的印記加於其上,並在賽跑中將他甩在自己身後而勝過他,免得那對敵搶先跑在前面,遮蔽了他的眼目。
Do you wish to know Paul's boxing? Look at the weals of his antagonist, look at the bruises of his adversary, look at the marks of the one who was defeated. Surely you are not ignorant of the adversary who wrestles through the flesh, whom he buffets by his boxing, tearing him with the nails of self-control, whose members he mortifies by hunger, and thirst, and cold, and nakedness, upon whom he lays the marks of the Lord, whom he conquers in the race, leaving him behind himself, so that he may not, as the adversary runs ahead, darken his sight.
1:173
πῶς ἐνταῦθα ἐν κατορθώματος εἴδει μακαρίζει τὸ πρᾶον ὁ Λόγος; Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·
那麼,道在此又是如何把溫柔作為一種善行的類別而稱之為有福的呢?祂說:「溫柔的人有福了,因為他們必承受地土。」
How, then, does the Word here pronounce meekness blessed as a species of right achievement? 'For blessed,' He says, 'are the meek, for they shall inherit the earth.'
1:174
Πατέρα τοῦ Κυρίου ἀκούομεν
我們聽見有主的父。
We hear of the Father of the Lord.
1:175
Ἀλλ' ἔοικε τοιοῦτόν τι φιλοσοφεῖν ὁ Λόγος, ὅτι πολλὴ πρὸς τὴν κακίαν ἐστὶν ἡ εὐκολία, καὶ ὀξύῤῥο πον ἐπὶ τὸ χεῖρον ἡ φύσις·
但道似乎在闡明這樣一種道理:人向著惡有極大的傾向,本性也急速地滑向那更壞的境地;
But the Word seems to philosophize something of this sort: that there is a great proneness toward evil, and that our nature is swiftly inclined to what is worse;
1:176
καθάπερ τὰ βαρέα τῶν σωμάτων πρὸς μὲν τὰ ἄνω παντάπασιν ἀκίνητα μένει, εἰ δέ τινος ἀκρωρείας ὑψηλῆς ἐπὶ τὸ πρανὲς ἀποσεισθείη, τοσούτῳ ῥοίζῳ πρὸς τὸ ὑποκείμενον φέρεται, τοῦ οἰκείου βάρους τὴν φορὰν ἐπιτείνοντος, ὡς ὑπὲρ λόγον εἶναι τὸ τάχος
正如沉重的物體向著上方全然不動,然而一旦從某高峰被搖落而順坡而下,便帶著何等的衝勢奔向下方,其自身的重量更加劇了那衝力,以致速度快得無法言說。
just as heavy bodies remain altogether immovable toward what is above, but if they be shaken off from some high summit down the slope, they are borne toward what lies beneath with such a rush, their own weight intensifying the momentum, that the speed surpasses description.
1:177
Ἐπεὶ οὖν χαλεπόν ἐστιν ἡ ἐν τούτοις ὀξύτης, μακαριστὸν ἂν εἴη πάντως τὸ ἐξ ἀντιστρόφου νοούμενον
既然在這些事上的急速乃是可悲的,那麼那被設想為與之相反的,必定是全然有福的。
Since, then, this swiftness in these matters is grievous, that which is conceived as its opposite would surely be altogether blessed.
1:178
Τοῦτο δέ ἐστι πραότης, ἡ πρὸς τὰς τοιαύτας τῆς φύσεως ὁρμὰς βραδεῖά τε καὶ δυσκίνητος ἕξις
這就是溫柔,就是那對本性此類衝動遲緩而難以被牽動的心性。
And this is meekness, the disposition that is slow and hard to move toward such impulses of nature.
1:179
Καθάπερ γὰρ τὸ πῦρ, ἀεικίνητον τὴν φύσιν ἐπὶ τὰ ἄνω ἔχον, ἀκίνητόν ἐστι κατὰ τὴν ἐναντίαν φοράν·
因為正如火,其本性總是向上運動,卻在相反的運行方向上不動;
For just as fire, having a nature ever-moving toward what is above, is immovable toward the contrary motion;
1:180
τὸν αὐτὸν τρόπον καὶ ἡ ἀρετὴ πρὸς τὰ ἄνω καὶ ὑπερκείμενα ὀξεῖά τις οὖσα, καὶ οὐχ ὑφιεῖσά ποτε τῆς ταχύτητος, πεπέδηται πρὸς τὴν ἐναντίαν ὁρμήν
照樣,美德也是如此:它向著上方與更高之處敏捷疾行,從不鬆懈其速度,卻被束縛住而不趨向那相反的衝動。
in the same way virtue also, being swift toward what is above and lies higher, and never relaxing its quickness, is fettered against the contrary impulse.
1:181
Οὐκοῦν ἐπειδὴ πλεονάζει κατὰ τὴν φύσιν ἡμῶν ἡ πρὸς τὰ κακὰ ταχύτης, καλῶς τὸ ἐν τοῖς τοιούτοις ἠρεμοῦν μακαρίζεται
所以,既然向著惡的急速在我們的本性中極為充盈,那麼在這些事上保持安定,便理當被算為有福的。
Therefore, since swiftness toward evil abounds in our nature, it is rightly counted blessed to be at rest in such matters.
1:182
Τὸ γὰρ ἡσύχιον ἐν τούτοις, τῆς πρὸς τὰ ἄνω κινήσεως μαρτυρία γί νεται
因為在這些事上的沉靜,成了那向著上方之運動的憑證。
For quietness in these things becomes a testimony of the motion toward what is above.
1:183
Κρεῖττον δ' ἂν εἴη δι' αὐτῶν τῶν κατὰ τὸν βίον ὑποδειγμάτων σαφηνίσαι τὸν λόγον·
但藉著生活本身的實例來闡明這道理,或許更好。
But it would be better to make the argument clear through the very examples of life.
1:184
Ὃ δ' ἐπὶ μέρους εἴρηται τοῦ κατὰ τὴν ἀρετὴν καὶ κακίαν εἴδους, τοῦτο καὶ ἐπὶ παντὸς νοείσθω
凡就美德與邪惡的某一特定種類所說的,也當就每一種類來領會。
And what has been said with respect to a particular species of virtue and vice, let this be understood also with respect to every species.
1:185
Σχίζεται γὰρ πάντως πρὸς τὰς ἐναντίας ὁρμὰς τὸ ἀνθρώπινον ἦθος, ἢ θυμοῦ πρὸς ἐπιείκειαν ἀντιδιαιρουμένου, ἢ τύφου πρὸς μετριό τητα, ἢ φθόνου πρὸς εὔνοιαν, ἢ δυσμενείας πρὸς ἀγαπητικὴν καὶ εἰρηνικὴν συνδιάθεσιν
因為人的品性全然分裂於相反的衝動之間——或是忿怒與寬和相對,或是驕傲與節制相對,或是嫉妒與善意相對,或是敵意與那慈愛而和平的心性相對。
For the human character is altogether split toward contrary impulses—whether anger be set over against forbearance, or arrogance against moderation, or envy against goodwill, or hostility against a loving and peaceable disposition.
1:186
Ἐπειδὴ τοί νυν ὑλώδης μὲν ὁ ἀνθρώπινος βίος, περὶ δὲ τὰς ὕλας τὰ πάθη, πᾶν δὲ πάθος ὀξεῖαν ἔχει καὶ ἀκατάσχετον. τὴν ὁρμὴν πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος ( βαρεῖα γὰρ καὶ κατωφερὴς ἡ ὕλη)·
既然如此,人的生命乃是屬物質的,而情慾則環繞著物質之事,且每一情慾對其意欲的滿足都有一種銳利而難以遏制的衝動(因為物質是沉重而向下的);
Since, then, human life is material, and about material things are the passions, and every passion has a keen and irresistible impulse toward the fulfillment of its will (for matter is heavy and downward-tending);
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。