📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁一切異端

駁一切異端 第 7 章 第 3/3 段

希臘文原文.11 節.部分字詞可點開查義.本章太長已分段,此段為 7:36.1–7:38.6(全章共 169 節)

← 第 6 章第 8 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
7:36.1
Διαφόρων δὲ γενομένων ἐν αὐτοῖς ζητήσεων ἐπεχείρησέ τις καὶ αὐτὸς Θεόδοτος καλούμενος, τραπεζίης τὴν τέχνην, λέγειν δύναμίν τινα τὸν Μελχισεδὲκ εἶναι μεγίστην, καὶ τοῦτον εἶναι μείζονα τοῦ Χριστοῦ, οὗ κατ εἰκόνα φάσκουσι τὸν Χριστὸν τυγχάνειν, καὶ αὐτοὶ ὁμοίως τοῖς προειρημένοις Θεοδοτιανοῖς ἄνθρωπον εἶναι λέγουσι τὸν Ἰησοῦν, καὶ κατὰ τὸν αὐτὸν λόγον τὸν Χριστὸν εἰς αὐτὸν κατεληλυθέναι
他們之中因產生了種種爭論,另有一人同樣名叫狄奧多圖斯,職業是兌幣商,也起意主張米勒基色德(Μελχισεδέκ)乃是某種至大的能力,且此能力大於基督,他們宣稱基督不過是這位米勒基色德的形像;他們也如前述諸狄奧多圖斯派一般,說耶穌不過是個人,並依同樣的道理,說基督乃降臨於他之內。
Various disputes having arisen among them, another man, also called Theodotus, a money-changer by trade, undertook to say that Melchizedek was a certain very great power, and that he is greater than Christ, whose image, they claim, Christ happens to be; and they too, like the aforementioned Theodotians, say that Jesus was a man, and that in the same manner the Christ descended upon him.
7:36.2
Γνωστικῶν δὲ διάφοροι γνῶμαι, ὧν οὐκ ἄξιον καταριθμεῖν τὰς φλυάρους δόξας ἐκρίναμεν, οὔσας πολλὰς ἀλόγους τε καὶ βλασφημίας γεμούσας, ὧν πάνυ σεμνότερον περὶ τὸ θεῖον φιλοσοφήσαντες οἱ ἀφ Ἑλλήνων ἠλέγχθησαν
至於諾斯底派各種紛歧的見解,我們認為不值得一一列舉其荒誕之說;這些學說為數眾多,既悖理又充滿褻瀆——甚至連希臘哲人一脈中那些對神聖之事論述遠為莊重者,都已因此類主張而遭到駁斥。
As for the various opinions of the Gnostics, we have judged it not worthwhile to enumerate their nonsensical doctrines, which are many, irrational, and full of blasphemies — doctrines concerning which those [philosophers] descended from the Greeks, who philosophized far more reverently about the divine, have [already] been refuted.
7:36.3
πολλῆς δὲ αὐτοῖς συστάσεως κακῶν αἴτιος γεγένηται Νικόλαος, εἷς τῶν ἑπτὰ εἰς διακονίαν ὑπὸ τῶν ἀποστόλων κατασταθείς, ὃς ἀποστὰς τῆς κατ εὐθεῖαν διδασκαλίας ἐδίδασκεν ἀδιαφορίαν βίου τε καὶ βρώσεως, οὑ τοὺς μαθητὰς ἐνυβρίζον<τας> ἅγιον πνεῦμα διὰ τῆς ἀποκαλύψεως Ἰωάννης ἤλεγχε πορνεύοντας καὶ εἰδωλόθυτα ἐσθίοντας
為他們招來大量惡端的罪魁禍首,乃是尼哥拉(Νικόλαος)——即使徒所立七位執事之一;他偏離了正直的教導,教人對生活方式與飲食皆漠然不加分辨。他的門徒行淫並吃祭偶像之物,褻瀆聖靈,約翰在〈啟示錄〉中對此加以譴責。
The cause of much accumulation of evils for them was Nicolaus, one of the seven appointed to the diaconate by the apostles, who, having departed from the straight teaching, taught indifference of life and of food; and John, through the Revelation, reproved his disciples for insulting the Holy Spirit by committing fornication and eating things sacrificed to idols.
7:37.1
Κέρδων δέ τις καὶ αὐτὸς ἀφορμὰς ὁμοίως παρὰ τούτων λαβών καὶ Σίμωνος, λέγει τὸν ὑπὸ Μωσέως καὶ προφητῶν θεὸν κεκηρυγμένον μὴ εἶναι πατέρα Ἰησοῦ Χριστοῦ. τοῦτον μὲν γὰρ ἐγνῶσθαι τὸν δὲ τοῦ Χριστοῦ πατέρα εἶναι ἄγνωστον, καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν
有一位刻爾多(Κέρδων),同樣從這些人以及西門(Σίμων)那裡取得立論的起點,主張摩西與眾先知所宣講的神並非耶穌基督的父。因為,他說,前者是可知的,而基督的父卻是不可知的;一者為公義的,另一者則為良善的。
A certain Cerdo, himself likewise having derived starting-points from these men and from Simon, says that the God proclaimed by Moses and the prophets is not the Father of Jesus Christ. For the former, he says, is known, but the Father of Christ is unknown; and the one is just, the other good.
7:37.2
τούτου δὲ τὸ δόγμα ἐκράτυνε Μαρκίων, τάς τε ἀντιπαραθέσεις ἐπιχειρήσας καὶ ὄσα αὐτῷ ἔδοξεν εἰς τὸν τῶν ἁπάντων δημιουργὸν δυσφημήσας. ὁμοίως δὲ καὶ Λουκιανὸς ὁ τούτου μαθητής
馬吉安鞏固了此人的學說,撰寫〈對立篇〉(Ἀντιθέσεις),並隨其所好,肆意詆毀那萬有的造物者。他的門徒盧奇安(Λουκιανός)亦復如此。
Marcion strengthened this man's doctrine, undertaking the Antitheses and speaking ill, as much as seemed good to him, against the demiurge of all things. Likewise also Lucian, his disciple [did the same].
7:38.1
Ἀπελλῆς δὲ ἐκ τούτων γενόμενος οὕτως λέγει· εἶναί τινα θεὸν ἀγαθόν, καθὼς καὶ Μαρκίων ὑπέθετο, τὸν δὲ πάντα κτίσαντα εἶναι δίκαιον, ὃς τὰ γενόμενα ἐδημιούργησε, καὶ τρίτον τὸν Μωσεῖ λαλήσαντα — πύρινον δὲ τοῦτον εἶναι —, εἶναι δὲ καὶ τέταρτον ἕτερον, κακῶν αἴτιον· τούτους δὲ ἀλλέλους ὀνομάζει
阿佩勒斯(Ἀπελλῆς)出自這一派,如此主張:有一位良善的神,正如馬吉安所設想的那樣;又有一位造化萬有者為公義之神,乃是他塑造了一切受造之物;還有第三位,即向摩西說話者——此位乃是屬火的;此外還有第四位,乃是眾惡之因。他將這些〔存有〕稱為「天使」。
Apelles, who arose from these [Marcionites], speaks thus: that there is a certain good god, as Marcion also supposed, and that the one who created all things is just, who fashioned the things that came to be, and a third, who spoke to Moses — this one being fiery — and there is also a fourth, different one, the cause of evils; these he calls "angels."
7:38.2
νόμον δὲ καὶ προφήτας δυσφημεῖ, ἀνθρώπινα καὶ ψευδῆ φάσκων εἶναι τὰ γεγραμμένα, τῶν δὲ εὐαγγελίων ἢ τοῦ ἀποστόλου τὰ ἀρέσκοντα αὐτῷ αἱρεῖται. Φιλουμένης δέ τινος λόγοις προσέχει ὡς προφήτιδος φανερώσεσι. τὸν δὲ Χριστὸν ἐκ τῆς ὕπερθεν δυνάμεως κατεληλυθέναι, τουτέστι τοῦ ἀγαθοῦ, κἀκείνου αὐτὸν εἶναι υἱόν·
他詆毀律法與眾先知,聲稱經上所寫的乃是人為且虛假的;至於福音書或使徒書信,他則只揀選自己喜歡的部分採用。他還留意一位名叫菲魯梅涅(Φιλουμένη)之人的話語,將其視為女先知的啟示。〔他說〕基督乃是從那居於上方的能力——即善之能力——降臨,而他就是那能力之子。
He speaks ill of the Law and the Prophets, claiming that the things written are human and false; and of the Gospels or the Apostle he chooses whatever pleases him. He attends to the words of a certain Philumene as to the manifestations of a prophetess. And [he says] that Christ descended from the power above, that is, from the Good, and that he is the son of that [power].
7:38.3
τοῦτον δὲ οὐκ ἐκ παρθένοι γεγεωῆσθαι οὐδὲ ἄσαρκον εἶναι <τὸν> φανέντα λεγει, ἐκ τῆς τοῦ παντὸς οὐσίας μεταλαβόντα μερῶν σῶμα πεποιηκέναι, τουτέστι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, καὶ ἐν τούτῳ τῷ σώματι λαθόντα τὰς κοσμικὰς ἐξουσίας βεβιωκέναι ὅν ἐβίωσε χρόνον έν κόσμῳ·
他說,這位並非由童貞女所生,那顯現者也非無肉身之存有,而是取用了宇宙萬有實質中的諸部分,為自己造出一個身體——亦即取自熱、冷、濕、乾四者——並在這身體之中,未被世間的諸權能察覺,度過了他在世上生活的那段時光。
He says that this one was not born of a virgin, nor was the one who appeared without flesh, but that, having taken a share of the parts of the substance of the universe, he made for himself a body — that is, of hot and cold and moist and dry — and that in this body, unnoticed by the cosmic powers, he lived out the time he lived in the world.
7:38.4
αὖθις δὲ Ἰουδαίων ἀνασκολοπισθέντα θανεῖν καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθέντα φανῆναι τοῖς μαθηταῖς, δείξαντα τοὺς τύπους τῶν ἥλων καὶ τῆς πλευρᾶς, πείθοντα ὅτι αὐτὸς εἴη καὶ οὐ φάντασμα
〔他又說,〕此後他被猶太人釘死於木架而死,過了三日復活,向門徒顯現,並展示釘痕與肋旁的傷痕,使他們確信這正是他本人,並非幻影。
And [he says] that afterward, having been crucified by the Jews, he died, and after three days, having been raised, appeared to the disciples, showing the marks of the nails and of the side, persuading them that it was he himself and not a phantom.
7:38.5
ἀλλὰ ἔνσαρκος ἦν. σάρκα, φησίν, δείξας ἀπέδωκε γῇ, ἐξ ἧσπερ ἦν οὐσίας, μηδὲν ἀλλότριον πλεονεκτῶν, ἀλλὰ πρὸς καιρὸν χρησάμενος ἑκάστοις τὰ ἴδια ἀπέδωκε, λύσας πάλιν τὸν δεσμὸν τοῦ σώματος, θερμῷ τὸ θερμόν, ψυχρῷ τὸ ψυχρόν, ὑγρῷ τὸ ὑγρόν, ξηρῷ τὸ ξηρόν, καὶ οὕτως ἐπορεύθη πρὸς τὸν ἀγαθὸν πατέρα, καταλιπὼν τὸ τῆς ζωῆς σπέρμα εἰς τὸν κόσμον διὰ τῶν μαθητῶν τοῖς πιστεύουσι
然而他確實有肉身。他說,展示肉身之後,他便將肉身歸還給大地,因為肉身正是取自大地之質料;他絲毫未貪取任何屬他人之物,只是暫時使用了各項元素,後來便將各自的部分歸還各自:熱者還於熱、冷者還於冷、濕者還於濕、乾者還於乾,如此解開了身體的聯繫,於是前往那良善的父那裡去,並藉由門徒,將生命的種子留在世上,賜給信者。
But he was fleshly. Having shown the flesh, he says, he gave it back to the earth, from whose substance it was, taking nothing foreign for himself as gain, but having used each of the elements for a time, he gave back to each what was its own, again dissolving the bond of the body — the hot to the hot, the cold to the cold, the moist to the moist, the dry to the dry — and thus he journeyed to the good Father, leaving behind the seed of life in the world, through the disciples, for those who believe.
7:38.6
Δοκεῖ ἡμῖν καὶ ταῦτα ἱκανῶς ἐκτεθεῖσθαι· ἀλλ ἐπεὶ μηδὲν παραλιπεῖν ἀνέλεγκτον ἐκρίναμεν τῶν ὑπό τινων δεδογματισμένων, ἴδωμεν τί καὶ τὸ τοῖς Δοκηταῖς ἐπινενοημένον
我們認為以上這些也已充分陳述完畢;但既然我們已決意,凡某些人所奉持的學說皆不可遺漏而不予駁斥,那麼讓我們再來看看多刻提派(Δοκηταί)所構思出的是什麼。
It seems to us that these things too have been sufficiently set forth; but since we have judged that nothing among the doctrines held by certain people should be left unrefuted, let us see also what has been devised by the Docetae.
← 上一段
← 第 6 章第 8 章 →
145678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。