📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁一切異端

駁一切異端 第 9 章 第 1/2 段

希臘文原文.74 節.部分字詞可點開查義.本章太長已分段,此段為 9:1.1–9:15.6(全章共 129 節)

← 第 8 章第 10 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
9:1.1
Τάδε ἔνεστιν ἐν τῇ ἐννάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου
以下是《駁一切異端》第九卷所包含的內容:
The following things are contained in the ninth book of the Refutation of All Heresies:
9:2.1
Τίς ἡ Νοητοῦ βλάσφημος ἀφροσύνη, καὶ ὅτι δόγμασιν Ἡρακλείπτου
挪伊圖(Νοητός)那褻瀆的愚妄是什麼,以及他的說法乃出於赫拉克利特(Ἡράκλειτος)的教義
What the blasphemous folly of Noetus is, and that it follows the doctrines of Heraclitus
9:3.1
Καὶ πῶς Κάλλιστος μίξας τὴν Κλεομένους μαθητοῦ Νοητοῦ καὶ Θεοδότου αἵρεσιν, ἑτέραν καινοτέραν αἵρεσιν συνέστησε, καὶ τίς ὁ τούτου βίος
卡利斯圖(Κάλλιστος)如何把挪伊圖的門徒克里奧梅涅(Κλεομένης)與德奧多圖(Θεόδοτος)的異端混合,另立一套更為新奇的異端,以及他的生平如何
And how Callistus, mixing the heresy of Cleomenes -- a disciple of Noetus -- with that of Theodotus, put together another, more novel heresy, and what his life was
9:4.1
Τίς ἡ καινὴ ἐπιδημία τοῦ ξένου δαίμονος Ἠλχασαΐ, καὶ ὅτι σκέπη τῶν ἰκίων σφαλμάτων τὸ δοκεῖν προσέχειν νόμῳ, τῷ δὲ ὄντι γνωστικοῖς δόγμασιν ἢ καὶ ἀστρολογικοῖς καὶ μαγείαις πρόσκειται
那陌生之惡靈埃爾卡賽(Ἠλχασαΐ)新近降臨究竟是什麼,以及看似遵守律法不過是掩飾自己過犯的外衣,其實質卻是依附於諾斯底教義,或占星術與巫術
What the new arrival of the strange demon Elchasai is, and that the appearance of adhering to the law is a cover for his own errors, while in reality he is devoted to gnostic doctrines and to astrological practices and magic arts
9:5.1
Τίνα τὰ <παρὰ> Ἰουδαίοις ἔθη καὶ πόσαι τούτων
猶太人中間有哪些習俗,這些習俗又有多少派別
What the customs among the Jews are, and how many sects there are of them
9:6.1
Πολλοῦ τοίνυν τοῦ περὶ πασῶν αἱρέσεων γενομένου ἡμὶν ἀγῶνος μηθέν γε ἀνεξέλεγκτον καταλιποῦσι, περιλείπεται νῦν ὁ μέγιστος ἀγών, ἐκδιηγήσασθαι καὶ διελέγξαι τὰς ἐφ ἡμῖν ἐπαναστάσας αἱρέσεις, δι ὠν τινες ἀμαθεῖς καὶ τολμηροὶ διασκεδαννύειν ἐπεχείργσαν τὴν ἐκκλησίαν, μέγιστον τάραχον κατὰ πάντα τὸν κόσμον ἐν πᾶσι τοῖς πιστοῖς ἐμβάλλοντες. δοκεῖ γὰρ ἐπὶ τὴν ἀρχηγὸν τῶν κακῶν γενομένην γνώμην ὀρμήσαντας διελέγξαι, τίνες αἱ ταύτης ἀρχαί, ὅπως εὔγνωστοι αἰ ἐκφυάδες αὐτῆς ἅπασι γενόμεναι καταφρονηθῶσι
我們已就一切異端進行了許多的爭辯,未曾留下任何一項未經駁斥;如今剩下最艱鉅的一項工作,便是陳述並駁斥在我們這個時代興起、向教會發難的那些異端,藉著這些異端,某些無知而魯莽的人企圖使教會四分五裂,在全世界的一切信徒中投下極大的擾亂。因為看來理當追溯到那成為這一切罪惡之源的意見,予以駁斥,指明其根源何在,好叫其一切枝蔓在眾人面前一清二楚,因而遭人輕視。
Since, then, much labor concerning all the heresies has been undertaken by us, leaving nothing unrefuted, there now remains the greatest labor: to narrate and refute the heresies that have arisen in our own time, through which certain ignorant and rash men have attempted to scatter the church, casting the greatest disturbance throughout the whole world among all the faithful. For it seems good, setting out against the opinion that has become the source of these evils, to refute it, showing what its origins are, so that its offshoots, once well known to all, may be despised.
9:7.1
| Γεγένηταί τις ὀνόματι Νοητός, τῷ γένει Σμυρναῖος. οὗτος εἰσηγήσατο αἵρεσιν ἐκ τῶν Ἡρακλείτου δογμάτων οὗ διάκονος καὶ μαθητὴς γίνεται Ἐπίγονός τις τοὔνομα, ὅς τῇ Ῥώμῃ ἐπιδημήσας ἐπέσπειρε τὴν ἄθεον γνώμην. ᾧ μαθητεύσας Κλεομένης, καὶ βίῳ καὶ τρόπῳ ἀλλότριος τῆς ἐκκλησίας, ἐκράτυνεε τὸ δόγμα, κατ ἐκεῖνο καιροῦ Ζεφυρίνου διέπειν νομίζοντος τὴν ἐκκλησίαν, ἀνδρὸς ἰδιώτου καὶ αἰσχροκερδοῦς·
曾有一人名叫挪伊圖,出身士每拿人。此人根據赫拉克利特的教義,引進了一種異端,他的執事兼門徒名叫埃皮貢努(Ἐπίγονος),此人來到羅馬定居,散播那不虔的意見。克里奧梅涅(Κλεομένης)師從於他,此人無論在生活或作風上都與教會格格不入,他鞏固了這一教義,正值當時澤菲里努(Ζεφυρῖνος)——一個平信徒、貪圖不義之財的人——自以為在治理教會之時。
There arose a certain man named Noetus, by race a Smyrnaean. This man introduced a heresy out of the doctrines of Heraclitus. His deacon and disciple was one named Epigonus, who, having settled in Rome, sowed the godless opinion. Cleomenes, having become his disciple -- a man alien to the church both in life and character -- strengthened the doctrine, at that time when Zephyrinus, a layman and a man greedy for shameful gain, supposed himself to be administering the church.
9:7.2
<ὃς> τῶ κέρδει πειθόμενος πειθόμενος τοῖς προσιοῦσι τῷ Κλεομένει μαθητεύεσθαι καὶ αὐτὸς ὑποσυρόμενος τῷ χρόνῳ ἐπὶ τὰ αὐτὰ ὥρμητο, συμβούλου καὶ συναγωνιστοῦ τῶν κακῶν ὄντος αὐτῷ Καλλίστου, οὗ τὸν βίον καὶ τὴν ἐφευρεθεῖσαν αἵρεσιν μετ οὐ πολὺ ἐκθήσομαι
澤菲里努被利益所說服,便容許那些前來的人拜克里奧梅涅為師,自己也隨著時間逐漸被牽引、被拖向同樣的方向,因為卡利斯圖是他行惡的顧問與同夥;卡利斯圖的生平及其所發明的異端,我不久便會加以陳述。
He, persuaded by gain, permitted those coming to Cleomenes to become his disciples, and, himself being gradually drawn along by time, was carried toward the same things, having as his counselor and fellow-champion in these evils Callistus, whose life and the heresy he devised I shall set forth not long from now.
9:7.3
τούτων κατὰ διαδοχὴν διέμεινε τὸ διδασκαλεῖον κρατυνόμενον καὶ ἐπαῦξον διὰ τὸ συναίρεσθαι αὐτοῖς τὸν Ζεφυρῖνον καὶ τὸν Κάλλιστον, καίτοι ἠμῶν μηδέποτε συγχωρησάντων, ἀλλὰ πλειστάκις ἀντικαθεστώτων πρὸς αὐτοὺς καὶ διελεγξάντων καὶ ἄκοντας βιασαμένων τὴν ἀλήθειαν ὁμολογεῖν· οἳ πρὸς μὲν ὥραν αἰδούμενοι καὶ ὑπὸ τῆς ἀληθείας συναγόμενοι ὡμολόγουν, μετ οὐ πολὺ δὲ ἐπὶ τὸν αὐτὸν βόρβορον ἀνεκυλίοντο
由於澤菲里努與卡利斯圖給予他們支持,這學派便依次相承地存留下來,日漸鞏固、增長,儘管我們從未表示同意,反倒屢次挺身而出反對他們,駁斥他們,並強迫他們雖不情願卻要承認真理;他們一時之間,因羞愧、被真理所折服而承認,但不久之後,又重新滾回同樣的污泥之中。
Through succession from these, the school remained, being strengthened and growing, because Zephyrinus and Callistus lent their support to them, although we never gave our assent, but many times stood opposed to them and refuted them and forced them, unwilling as they were, to confess the truth -- and they, for the moment ashamed and constrained by the truth, would confess, but not long after would roll back again into the same mire.
9:8.1
Ἀλλ ἐπεὶ τῆς γενεαλογίας αὐτῶν τὴν διαδοχὴν ἐπεδείξαμεν, δοκεῖ λοιπὸν καὶ τῶν δογμάτων τὴν κακοδιδασκαλόαν ἐκθέσθαι, <καὶ> πρότερον τὰ Ἡρακλείτῳ τῷ σκοτεινῷ δόξαντα ἔπει<τα> καὶ τὰ τούτων μέρη Ἡρακλείτεια ὄντα φανερῶσαι, τυχὸν[τες] οἱ νῦν προστάται τῆς σἱρέσεως οὐκ ἴσασιν ὄντα τοῦ σκοτεινοῦ, νομίζοντες εἶναι Χριστοῦ
既然我們已經展示了他們這一系譜的傳承,接下來似應陳明其教義的謬誤教導,先陳述那晦澀者赫拉克利特所持的見解,然後揭明他們的這些學說其實正是赫拉克利特式的,或許這一異端如今的領袖們並不知道這些原是那晦澀者的東西,卻以為是屬於基督的。
But since we have shown the succession of their genealogy, it seems fitting now also to set forth the false teaching of their doctrines, presenting first the opinions held by Heraclitus the Obscure, and then making clear that their portions of doctrine are Heraclitean, since perhaps the present leaders of the heresy do not know that these are the Obscure's, supposing them to be Christ's.
9:8.2
οἷς εἰ ἐνέτυχον, κἂν οὕτω δυσωπηθέντες παύσονται τῆς ἀθέου δυσφημίας. ἀλλ εἰ καὶ πρότερον ἔκκειται ὑφ ἡμῶν ἐν τοῖς Φιλοσοφουμένοις ἡ δόξα Ἡρακλείτου, ἀλλά γε δικεῖ προσαντιπαραχθῆναι καὶ νῦν, ὅπως διὰ τοῦ ἐγγίονος ἐλέγχου φανερῶς διδαχθῶσιν οἱ τούτου, νομίζοντες Χριστοῦ εἶναι μαθηταί, οὐκ ὄντες, ἀλλὰ τοῦ σκοτεινοῦ
倘若他們遇見這些文字,或許因此感到羞愧,便會停止那不虔的謗言。雖然我們先前已經在《哲人言論集》(Φιλοσοφούμενα)中陳述過赫拉克利特的見解,但如今似乎仍應再次並列陳述,好叫透過這更貼近的駁斥,使那些自以為是基督門徒、其實卻是那晦澀者之門徒的人,得以清楚受教。
If they should encounter these things, perhaps thus put to shame, they would cease from their godless blasphemy. But even though the opinion of Heraclitus has already been set forth by us earlier in the Philosophumena, it seems good to set it out again now in comparison, so that through this closer refutation those of his school may be clearly taught -- men supposing themselves to be disciples of Christ, though they are not, but of the Obscure.
9:9.1
Ἡράκλειτος μὲν οὖν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον. οὐκ ἐμοῦ ἀλλὰ τοῦ λόγου ἀκούσαντς ὁμολογεῖν σοφόν ἐστιν, ἓν πάντα εἶναι, ὁ Ἡράκλειτός φησι·
赫拉克利特說,萬有(τὸ πᾶν)是可分而不可分的、被造而未被造的、必死而不朽的,是「道」(λόγος)也是「永世」(αἰών),是父也是子,是神也是義。他說:不是聽從我,而是聽從那「道」,人若聽見,便當承認萬物本為一——赫拉克利特如此說。
Heraclitus, then, says that the All is divisible-indivisible, generated-ungenerated, mortal-immortal, word-eternity, father-son, god-just. 'Not having listened to me but to the word, having heard, it is wise to agree that all things are one' -- so Heraclitus says.
9:9.2
καὶ ὅτι τοῦτο οὐκ ἴσασιν πάντες οὐδὲ ὁμολογοῦσιν, ἐπιμέμφεται ὧδέ πως· οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκως περ τόξου καὶ λύρης
又因並非所有人都知道、也並非都承認這一點,他如此加以譴責:他們不明白,事物雖然自身相異,卻與自身相合;正如弓與琴,乃是一種相反而相成的和諧(ἁρμονίη)。
And that not all know this, nor agree, he finds fault thus: 'They do not understand how, while differing from itself, it is in agreement with itself: a back-turning harmony, as of the bow and the lyre.'
9:9.3
ὅτι δὲ λόγος ἐστὶν ἀεὶ τὸ πᾶν καὶ παντὸς παντὸς ὤν, οὕτως λέγει· τοῦ δὲ λόγου τοῦδ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων, ὁποῖα ἐγὼ διηγεῦμαι, διαιρέων κατὰ φύσιν καὶ φράζων ὅπως ἔχει
至於「道」永遠是萬有、屬於一切之物,他這樣說:這道雖然永存,人卻總是不理解,無論是聽見之前,或初次聽見之後皆然;因為萬物雖都按照這道而生成,人卻彷彿從未經歷過一般,即便他們親身經歷我所陳述的這些言語和作為,人仍照著各物的本性把它們分開,並闡明其實際情形。
That the word is always the All, and belonging to everything, he says thus: 'Although this word is forever, men fail to understand it, both before hearing it and once they have heard it. For although all things happen according to this word, they are like the untried when they try such words and deeds as I set forth, dividing each thing according to its nature and declaring how it is.'
9:9.4
ὅτι δέ ἐστι παῖς τὸ πᾶν καὶ δι αἰῶνος αἰώνιος βασιλεὺς τῶν ὅλων οὕτως λέγει· αἰὼν παῖς ἐστι παίζων, πεττεύων· παιδὸς ἡ βασιληίη. ὅτι δέ ἐστιν ὁ πατὴρ πάντων τῶν γεγονότων γενητὸς ἀγένητος, κτίσις δημιουργός, ἐκείνου λέγοντος ἀκούομεν· πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν | δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους
至於萬有是一個孩童,且永世(αἰών)永遠是萬有之王,他這樣說:永世是一個玩耍的孩童,正在下棋;王權屬於孩童。至於祂是一切既生成之物的父,是被造而又未被造的,是受造之物又是造物者(δημιουργός),我們聽見他這樣說:戰爭是萬物之父,也是萬物之王;有些它顯明為神,有些顯明為人;有些它使之為奴,有些使之自由。
That the All is a child, and eternally, throughout the age, the king of the universe, he says thus: 'Eternity is a child playing, playing draughts; the kingdom is a child's.' That he is the father of all things that have come to be, generated-ungenerated, creation-demiurge, we hear him saying: 'War is father of all, and king of all; and some it has shown to be gods, others men; some it has made slaves, others free.'
9:9.5
ὅτι δέ ἐστιν * * * ἁρμονίη ὄκως περ τόξου καὶ λύρης. ὅτι δὲ ὁ θεὸς) ἀφανὴς ὁ] ἀόρατος ἄγνωστος ἀνθρώποις, ἐν τούτοις λέγει· ἁρμονίη ἀφανὴς φανερῆς κρείττων· ἐπαινεῖ καὶ προθαυμάζει πρὸ τοῦ γινωσκομένου τὸ ἄγνωστον αὐτοῦ καὶ ἀόρατον τῆς δυνάμεως. ὅτι δὲ ἐστιν ὁρατὸς ἀνθρώποις καὶ οὐκ ἀνεξεύρετος, ἐν τούτοις λέγει· ὅσων ὄψις, ἀκοή, μάθησις, ταῦτα ἐγὼ προτιμέω, φησί, τουτέστι τὰ ὁρατὰ τῶν ἀοράτων. * * * ἀπὸ τῶν τοιούτων αὐτοῦ λόγων κατανοεῖν ῥᾴδιον·
至於……和諧,正如弓與琴一般。至於神是隱而不現、不可見、人所不能知的,他在以下的話中這樣說:隱而不現的和諧勝過顯而可見的和諧;他先讚美、先驚嘆那尚未被認識、隱而不見的能力,勝過那已被認識的。至於祂又是人所能看見的、並非不可尋見的,他在以下這話中這樣說:凡目所見、耳所聞、學而知之的,這些我看得更重,也就是說,可見之物勝過不可見之物。……從他這類話語中,不難看出:
That it is... a harmony as of the bow and the lyre. That God is unmanifest, invisible, unknown to men, he says in these words: 'A harmony that is unmanifest is stronger than one that is manifest'; he praises and admires beforehand the unknown and invisible part of his power, above the known. That he is visible to men and not undiscoverable, he says in these words: 'Whatever things there is sight, hearing, and learning of, these I honor above' -- that is, the visible above the invisible. From such sayings of his it is easy to understand:
9:9.6
ἐξηπάτηνται, φησίν, οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν κοὶ κατ]ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ ἐλάβομεν ταῦτα
他說,人在對顯而易見之事的認識上受了欺哄,正如荷馬一樣,荷馬本是希臘人中最有智慧的。就連他,也曾被一群捉蝨子的孩童所欺哄,那些孩子說:凡我們所見、所捉住的,我們都留下;凡我們既未見、也未捉住的,這些……
'Men,' he says, 'are deceived with regard to the knowledge of manifest things similarly to Homer, who was wiser than all the Greeks. For even him children, killing lice, deceived, saying: What we saw and caught, these we leave behind, but what we neither saw nor caught, these...'
9:10.1
Οὕτως Ἡράκλειτος ἐν ἴσῃ μοίρᾳ τίθεται καὶ τιμᾷ τὰ ἐμφανῆ τοῖς ἀφανέσιν, ὡς ἕν τι τὸ ἐμφανὲς καὶ τὸ ἀφανὲς ὁμολογουμένως ὑπάρχον. εστι γὰρ, φησίν ἁρμονίη ἀφανὴς φανερῆς κρείττων, καὶ ὅσων ὄψις, ἀκοή, μάθησις — τουτέστι τὰ ὄργανα —, ταῦτα, φησίν, ἐγὼ προτιμέω, οὐ τὰ ἀφανῆ προτιμήσας
赫拉克利特便是這樣,將顯明之物與隱而不現之物同等看待、同樣尊重,彷彿顯明與隱而不現果真是公認的同一事物。因為他說:隱而不現的和諧勝過顯而可見的;又說:凡目所見、耳所聞、學而知之的——也就是〔感官〕器官——這些,他說,我看得更重,並不是把隱而不現之物看得更重。
Thus Heraclitus places the manifest on equal footing with the unmanifest, and honors them, as one thing -- the manifest and the unmanifest being admittedly the same. For, he says, 'a harmony that is unmanifest is stronger than one that is manifest,' and 'whatever things there is sight, hearing, and learning of' -- that is, the organs -- 'these,' he says, 'I honor above,' not preferring the unmanifest things.
9:10.2
τοιγαροῦν οὐδὲ σκότος οὐδὲ φῶς, οὐδὲ πονηρὸν οὐδὲ ἀγαθὸν ἕτερόν φησιν εἶναι ὁ Ἡράκλειτος, ἀλλὰ ἓν καὶ τὸ αὐτό. ἐπιτιμᾷ γοῦν Ἡσιόδῳ, ὅτι ἡμέραν καὶ νύκτα οἶδεν· ἡμέρα γὰρ, φησί, καὶ νύξ ἐστιν ἕν, λέγων ὧδέ πως· διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν
因此,赫拉克利特說,黑暗與光明並無不同,惡與善也並無不同,二者其實是同一事物。他責備赫西俄德(Ἡσίοδος),因為他把晝與夜分辨為兩者;他說,晝與夜其實是一,並這樣說:多數人的老師是赫西俄德;人們以為他知道極多的事,其實他連晝夜是一都不知道!因為晝夜本是一。
Accordingly Heraclitus says that neither darkness nor light, nor evil nor good, are different from one another, but are one and the same. He rebukes Hesiod, indeed, for knowing day and night as distinct, saying: 'day and night are one,' speaking thus: 'The teacher of the majority is Hesiod; they suppose him to know very many things -- him who did not know day and night! For they are one.'
9:10.3
καὶ ἀγαθὸν καὶ κακόν· οἱ γοῦν ἰατροί, φησὶν ὁ Ἡράκλειτος, τέμνοντες, καίοντες, πάντῃ βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτέον ται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων, ταὐτὰ ἐργξόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους. καὶ εὐθὺ δέ, φησί
善與惡〔亦是一〕:赫拉克利特說,醫生們切割、燒灼,用種種痛苦的方式折磨病人,本不配從病人那裡得任何酬勞,卻仍從病人那裡取得報酬,因為他們所做的,療效與病痛其實是同一回事。他又直截了當地說……
And good and evil are one: 'physicians,' Heraclitus says, 'cutting, burning, torturing the sick badly in every way, though deserving no reward, are yet paid by the sick, since they produce the same things -- the good effects and the treatment of the diseases.' And straight, he says...
9:10.4
καὶ στρεβλὸν τὸ αὐτό ἐστι. γναφείῳ, φησίν, ὁδὸς εὐθεῖα καὶ σκολιή — ἡ τοῦ οργάνου τοῦ καλουμένου κοχλίου ἐν τῷ γναφείῳ περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλῳ περιέρχεται — μία ἐστί, φησί, καὶ ἡ αὐτή. καὶ τὸ ἄνω καὶ τὸ κάτω ἔν ἐστι καὶ τὸ αὐτό· ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή
……曲折的路也是同一條。他說:對漂洗匠而言,路是直的,也是彎的——那被稱為螺旋的漂洗機器具在漂洗坊中旋轉時,既是直的,又是彎的,因為它一面向上、一面又繞圈而行——他說,這是同一條路,並無分別。上與下也是同一回事:往上、往下的路,是同一條路。
...and crooked are the same. 'For the fuller,' he says, 'the road is straight and crooked' -- the turning of the instrument called the screw in the fulling-mill is both straight and crooked, for it goes both upward and around in a circle at once -- 'it is one and the same,' he says. And the up and the down are one and the same: 'the road up and down is one and the same.'
9:10.5
καὶ τὸ μιαρόν φησιν καὶ τὸ καθαρὸν ἓν καὶ ταὐτὸν εἶναι, καὶ τὸ πότιμον καὶ τὸ ἄποτον ἓν καὶ τὸ αὐτὸ εἶναι· θάλασσα, φησίν, ὕδωρ καθαρώτατον καὶ μιαρώτατον,, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον
他又說,污穢與潔淨是同一回事,可飲與不可飲的水也是同一回事:他說,海水是最潔淨、也是最污穢的水;對魚而言可飲、能保全生命,對人而言卻不可飲、致人於死。
He says also that the polluted and the pure are one and the same, and that the drinkable and the undrinkable are one and the same: 'sea-water,' he says, 'is the purest and the most polluted water -- to fish it is drinkable and life-giving, but to men it is undrinkable and deadly.'
9:10.6
λέγει δὲ ὁμολογουμένως τὸ ἀθάνατον εἶναι θνητὸν καὶ τὸ θνητὸν ἀθάνατον διὰ τῶν τοιούτων λόγων· ἀθάνταοι θνητοί, θνητοὶ ἀθάνταοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες. λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν ταύτης <τῆς> ἐν ᾑ γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε ταύτης τῆς ἀναστάσεως αἴτιον οὕτως λέγων· ἔνθα δ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεχρῶν
他明確地說,不朽即是必死,必死即是不朽,用這樣的話語表達:不朽者必死,必死者不朽,各以對方的死為生,以對方的生為死。他也講到這副我們所生於其中的肉身要復活,並認定神就是這復活的成因,他這樣說:在那裡,臨在者要興起,成為看守者,甦醒而看守活人與死人。
He says explicitly that the immortal is mortal and the mortal immortal, through such words: 'Immortals are mortal, mortals immortal, living the death of the other, and dying the life of the other.' He speaks also of a resurrection of this flesh in which we have been born, and knows God to be the cause of this resurrection, speaking thus: 'There, being present, it is appointed to rise up and become guardians, awake, of the living and the dead.'
9:10.7
λέγει δὲ καὶ τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῷ διὰ πυρὸς γίνεσθαι λέγων οὕτως· τὰ δὲ πάντα οἰακίζει κεραυνός, τουτέστι κατευθύνει, κεραυνὸν τὸ πῦρ λέγων τὸ αἰώνιον. λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν ὄλων αἴτιον· καλεῖ δὲ αὐτὸ χρησμοσύνην καὶ κόρον· χρησμοσύνη δέ ἐστιν ἡ διακόσμησις κατ αὐτόν, ἠ δὲ ἐκπύρωσις κόρος· πάντα γάρ, φησί, τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται. ἐν δὲ τούτῳ τῷ κεφαλαίῳ πάντα ὁμοῦ τὸν ἴδιον νοῦν ἐξέθετο
他也講到世界及其中萬物將要經火而受審判,他這樣說:雷霆掌舵萬有,也就是說,指引一切,他稱那永恆之火為「雷霆」。他又說,這火是有智慧的,是治理萬有的成因;他稱之為「匱乏」與「飽足」:依他所言,匱乏乃是〔宇宙的〕秩序,燃盡則是飽足;因為,他說,火要降臨萬物,加以審判並吞滅之。他在這一段裡,將自己整套的思想一併陳明了。
He speaks also of a judgment of the world, and says that all things in it come to be through fire, speaking thus: 'The thunderbolt steers all things,' that is, guides them, calling the eternal fire 'thunderbolt.' He says that this fire is also intelligent and the cause of the governance of the universe; he calls it 'want' and 'satiety'; 'want' is, according to him, the ordering of the cosmos, and the conflagration is 'satiety.' 'For fire,' he says, 'coming upon all things, will judge and seize them.' In this chapter he set forth his own whole doctrine at once.
9:10.8
ἅμα δὲ καὶ τὸν τῆς Νοητοῦ αἱρέσεως, <ὃν> δι ὀλίγων ἐπέδειξα ὄντα Χριστοῦ ἀλλὰ Ἡρακλείτου μαθητήν. τὸν γὰρ ποιητὸν κόσμον αὐτὸν δημιουργ[ον καὶ ποιητὴν ἑαυτοῦ γινόμενον οὕτω λέγει· ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός — τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς· — ἀλολοιοῦται δὲ ὅκωσπερ <πῦρ>
同時也一併〔陳明了〕挪伊圖異端的思想,我已用寥寥數語指明,他其實不是基督的門徒,而是赫拉克利特的門徒。因為論到那受造的世界本身成為自己的造物者(δημιουργός)與創造者,他這樣說:神就是晝、夜,冬、夏,戰、和,飽足、飢荒——一切相反之事;這便是心智(νοῦς);祂如火一般變化不定……
-- and at the same time the doctrine of the heresy of Noetus, whom I have shown in a few words to be a disciple not of Christ but of Heraclitus. For concerning the created world becoming its own demiurge and maker, he speaks thus: 'God: day-night, winter-summer, war-peace, satiety-famine' -- all the opposites; this is the mind -- 'but he changes as fire does...'
9:10.9
ὁκόταν συμμιγῇ θυώμασιν, ὀνομάζεται καθ ἡδονὴν ἑκάστου. φανερὸν δὲ πᾶσι τοὺς <ἀ>νοήτους Νοητοῦ διαδόχους καὶ τῆς αἱρέσεως εἰ καὶ Ἡρακλείτου λέγοιεν ἑαυτοὺς μὴ γεγονέναι ἀκροατάς, ἀλλά γε τὰ Νοητῷ δόξαντα αἱρουμένους ἀναφανδὸν ταὐτὰ ὁμολογεῖν. λέγουσι γὰρ οὕτως· ἴνα καὶ τὸν αὐτὸν θεὸν εἶναι πάντων δημιουργὸν καὶ πατέρα, εὐδοκήσαντα δὲ πεφηνέναι τοῖς ἀρχῆθεν δικαίοις ὄντα ἀόρατον· ὅτε μὲν γὰρ οὐχ
……每當與香料混合,便按各人的喜好而被命名。這清楚顯明,挪伊圖那些無知的(ἀνόητοι)後繼者,以及這異端本身,即便他們聲稱自己從未做過赫拉克利特的聽眾,卻仍在選取挪伊圖所主張的觀點時,公然承認同樣的東西。因為他們這樣說:同一位神既是萬物的造物者,也是父,祂樂意向古來的義人顯現,儘管祂本是不可見的;因為當祂還沒有……
'...when it is mingled with spices, it is named according to each one's pleasure.' It is manifest to all that the mindless successors of Noetus and of his heresy, even if they should say they were never hearers of Heraclitus, nevertheless, in choosing what seemed good to Noetus, openly confess the same things. For they speak thus: that the same God is both maker and father of all things, and, having been pleased to do so, appeared to the righteous from the beginning, though he is invisible; for when he was not...
9:10.10
ὁρᾶται ἦν ἀόρατος, <ὅτε δὲ ὀρᾶται ἀχώητος δὲ ὅτε μὴ χωρεῖσθαι θέλει, χωρητὸς δὲ ὅτε χωρεὶται· οὕτως κατὰ τὸν αὐτὸν λόγον ἀκράτητος καὶ κρατητός, ἀγένητος <καὶ γενητός> ἀθάνατος καὶ θνητός. πῶς οὐχ τοιοῦτοι δειχθήσονται μαθηταί, <εἰ καὶ> μὴ τῇδε τῇ λέξει διαφθάσας ἐφιλοσόφησεν ὁ σκοτεινός; ὅτι δὲ καὶ τὸν αὐτὸν υἱὸν εἶναι λέγει καὶ πατέρα οὐδεὶς ἀγνοεῖ
……被看見時,祂是不可見的;但當祂被看見時〔便是可見的〕;當祂不願被容納時,便不可容納;當祂被容納時,便是可容納的;照著同樣的道理,祂既是不可掌握又可掌握,既是未生又是已生,既是不朽又是必死。這樣的人怎能不被顯明是〔赫拉克利特的〕門徒呢,即便那晦澀者當初並非用完全相同的措辭來立論?至於他〔挪伊圖〕也說子與父是同一位,這是人所共知的。
...seen he was invisible, but when he is seen, he is visible; uncontainable when he does not wish to be contained, but containable when he is contained. Thus, by the same reasoning, he is both ungraspable and graspable, unbegotten and begotten, immortal and mortal. How will these not be shown to be such disciples, even if the Obscure did not philosophize using exactly this wording beforehand? That he also says the Son and the Father are the same, no one is ignorant.
9:10.11
λέγει δὲ οὕτως· ὅτε μὲν οὖν μὴ <γε>γένητο ὁ πατήρ, δικαίως πατὴρ παοσηγόρευτο· ὅτε δὲ ηὐδόκησε γένεσιν ὑπομεῖναι, γενηθεὶς ὁ υἱὸς ἐγένετο αὐτὸς ἑαυτοῦ, οὐχ ἑτέρου. οὕτως γὰρ δοκεῖ μοναρχίαν συνιστᾶν, ὲν καὶ τὸ αὐτὸ φάσκων ὑπάρχειν πατέρα καὶ υἱὸν καλούμενον, οὐχ ἕτερον ἐξ ἑτέρου, ἀλλ αὐτὸν ἐξ ἑαυτοῦ, ὀνόματι μὲν πατέρα καὶ υἱὸν καλούμενον κατὰ χρόνων τροπήν, ἕνα δὲ εἶναι τοῦτον τὸν φανέντα καὶ γἐνεσιν ἐκ παρθένου ὑπομείναντα καὶ ἐν ἀνθρώποις ἄνθρωπον ἀναστραφέντα, υἱὸν μὲν ἑαυτὸν τοῖς ὁρῶσιν ὁμολογοῦντα διὰ τὴν γενομένην γὲνεσιν, πατέρα δὲ εἶναι καὶ τοῖς χωροῦσιν μὴ ἀποκρύψαντα
他這樣說:當父尚未被生成之時,祂正當地被稱為父;但當祂樂意經歷生成之時,既已被生成,這位子便成了祂自己的子,而非別人的子。因為他認為,這樣才算是確立了「獨一元首」(μοναρχία)之說,聲稱那被稱為父與子的,其實是同一位,並非一者出於另一者,而是祂自己出於自己,按著時間的轉變,名義上分別稱為父與子;這顯現、並由童女經歷誕生、在世人中如同世人一般生活的,乃是同一位,祂向看見祂的人承認自己是子,因著那已然發生的誕生,卻也不向那些能領受的人隱瞞自己同時也是父。
He speaks thus: 'When, then, the Father had not yet been begotten, he was rightly called Father; but when he was pleased to undergo birth, having been begotten, he became the Son of himself, not of another.' For thus he supposes he establishes monarchy, asserting that Father and what is called Son are one and the same, not one from another, but he from himself, called by name Father and Son according to a change of times; and that this is one -- the one who appeared and underwent birth from a virgin and lived among men as a man, confessing himself to those who saw him to be the Son, on account of the birth that had taken place, but not concealing from those able to receive it that he was also the Father.
9:10.12
τοῦτον πάθει ξύλου προσπαγέντα καὶ ἑαυτῷ τὸ πνεῦμα παραδόντα, ἀποθανόντα καὶ μὴ ἀποθανόντα καὶ ἑαυτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσαντα, τὸν ἐν μνημείῳ ταφέντα καὶ λόγχῃ τρωθέντα καὶ ἥλοις καταπαγέντα, τοῦτον τὸν τῶν ὅλων θεὸν καὶ πατέρα εἶναι λέγει Κλεομένης καὶ ὁ τούτου χορός, Ἡρακλείτειον σκότος ἐπεισάγοντες πολλοῖς
這位曾在受難中被釘在木頭上、把靈交託於自己、死了卻又未曾死、並在第三日使自己復活的,這位曾被葬於墓中、被槍刺傷、被釘子釘穿的——克里奧梅涅及其同黨宣稱,這位就是萬有的神和父,如此向眾人引入赫拉克利特式的黑暗。
That this one, having been fastened to the wood in suffering and having delivered up the spirit to himself, having died and yet not died, and having raised himself up on the third day -- the one buried in a tomb and pierced by a lance and fixed fast with nails -- that this one is the God and Father of all: this Cleomenes and his chorus say, introducing Heraclitean darkness to many.
9:11.1
Ταύτην τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, ἀνὴρ ἐν κακίᾳ πανοῦργος καὶ ποικίλος πρὸς πλάνην, θηρώμενος τὸν τῆς ἐπισκοπῆς θρόνον. τὸν Ζεφυρῖνον, ἄνδρα ἰδώτην καὶ ἀγράμματον καὶ ἄπειρον τῶν ἐκκλησιαστικῶν ὅρων, ὄν πείθων δόμασι καὶ ἀπαιτήσεσιν ἀπειρημέναις ἦγεν εἰς ὃ <ἑ>βούλετο, ὄντα δωρολήπτην καὶ ἔπειθεν ἀεὶ στάσεις ἐμβαλεῖν ἀνὰ μέσον τῶν ἀδελφῶν, αὐτὸς τὰ ἀμφότερα μέρη ὕστερον κερκωπείοις λόγοις πρὸς ἑαυτοῦ φιλίαν κατασκευάζων, καὶ τοῖς μὲν ἀλήθειαν λέγων ὅμοια] φρονοῦσι ποτὲ κατ ἰδίαν <λέγων> τὰ ὅμοια φρονεῖν ἠπάτα, πάλιν δ αὖ τοῖς Σαβελλίου ὁμοίως· ὃν καὶ αὐτὸν ἐξέστησε δυνάμενος κατορθοῦν
卡利斯圖(Κάλλιστος)鞏固了這一異端,此人在作惡上詭計多端、善於行騙,一心覬覦主教的寶座。他把澤菲里努——一個平信徒、不識字、對教會的界限一無所知的人——用禮物與種種被禁止的要求加以說服,牽著他走向自己所要的方向,因為澤菲里努本是個貪圖賄賂的人;卡利斯圖又總是慫恿他在弟兄們中間挑起紛爭,自己卻在後來用狡詐的言辭,同時向雙方營造與自己的友誼,對持守真理的人,有時私下對他們說,自己所信的與他們相同,藉此欺哄他們,另一方面,又對薩貝流(Σαβέλλιος)一派同樣如此聲稱——他甚至使薩貝流本人失去了理智,儘管他本能夠使其歸正。
This heresy was strengthened by Callistus, a man skilled in wickedness and versatile toward deceit, hunting for the throne of the episcopate. Zephyrinus, a layman and unlettered man and inexperienced in the boundaries of ecclesiastical doctrine, he led, by persuading him with gifts and forbidden demands, to whatever he wished, Zephyrinus being a taker of bribes; and he kept persuading him always to cast dissensions among the brethren, while he himself, later, by cunning words, contrived friendship toward himself with both parties -- telling some, who held true opinions, privately at times that he held the same opinions, thus deceiving them, and again, in turn, telling those of Sabellius's opinion likewise that he agreed with them -- him whom he also drove out of his senses, though he was able to set him right.
9:11.2
ἐν γὰρ τῷ ὑφ ἡμῶν παραινεῖσθαι οὐκ ἐσκληρύνετο, ἡνίκα δὲ σὺν τῷ Καλλίστῳ ἐμόναζεν, ὑπ αὐτοῦ ἀνεσείετο πρὸς τὸ δόγμα τὸ Κλεομένους ῥέπειν φάσκοντος τὰ ὅμοια φρονεῖν. ὁ δὲ τότε μὲν τὴν πανουργίαν αὐτοῦ οὐκ ἐνόει, αὖθις δὲ ἔγνω, ὡς διηγήσομαι μετ οὐ πολύ
因為當我們勸誡他的時候,他並不剛硬;但每當他單獨與卡利斯圖在一起時,便被卡利斯圖攪動,傾向於克里奧梅涅的教義,因卡利斯圖聲稱自己與他所信相同。薩貝流當時並未察覺卡利斯圖的詭詐,後來才明白過來,這事我不久之後便會敘述。
For when he was being exhorted by us, he was not hardened; but whenever he was alone with Callistus, he was stirred up by him to incline toward the doctrine of Cleomenes, Callistus claiming to hold the same opinions as Zephyrinus. Now Sabellius at that time did not perceive his cunning, but later came to know it, as I shall relate not long from now.
9:11.3
αὐτὸν δὲ τὸν Ζεφυρῖνον προάγων δημοσίᾳ ἔπειθε λέγειν ἐγὼ οἶδα ἕνα θεὸν Χριστὸν Ἰησοῦν, καὶ πλὴν αὐτοῦ ἕτερον οὐδένα γενητὸν καὶ παθητόν· ποτὲ δὲ λέγων· οὐχ ὁ πατὴρ ἀπέθανεν, ἀλλὰ ὁ υἱός, οὕτως ἄπαυστον τὴν στάσιν ἐν τῷ λαῷ διετήργσεν· οὗ τὰ νοήματα γνόντες ἡμεῖς οὐ συνεχωροῦμεν, ἐλέγχοντες καὶ ἀντικαθιστάμενοι ὑπὲρ τῆς ἀληθείας· ὃς εἰς ἀπόνοιαν χωρῶν διὰ τὸ πάντας αὐτοῦ τῇ ὑποκρίσει συντρέχειν, ἡμᾶς δὲ οὔ, ἀπεκάλει ἡμᾶς διθέους, ἐξεμῶν παρὰ βίαν τὸν ἐνδομυχοῦντα αὐτῷ ἐόν
卡利斯圖又引導澤菲里努本人,公開勸他這樣說:我知道獨一的神,就是基督耶穌,除祂以外並無別的、被生成而能受苦的神;有時又教他說:不是父死了,乃是子死了;他就這樣使百姓中的紛爭不止息。我們一旦察知他的意圖,便不予苟同,反倒駁斥他、與他對立,為真理而爭辯;而他因眾人都隨從他的偽善、唯獨我們不肯,便陷入瘋狂,稱我們為「二神論者」(διθέοι),強行嘔吐出那潛藏在他裡面的毒液。
He kept leading Zephyrinus himself forward, publicly persuading him to say, 'I know one God, Christ Jesus, and besides him no other, begotten and capable of suffering'; and at another time saying, 'It was not the Father that died, but the Son' -- thus he kept the dissension unceasing among the people. Knowing his intentions, we did not concede, but refuted him and opposed him on behalf of the truth. And he, going into desperation because everyone ran along with his hypocrisy, but we did not, called us 'ditheists,' vomiting forth by violence the venom that lurked hidden within him.
9:11.4
τούτου τὸν βίον δοκεῖ ἡμῖν ἀγαπητὸν ἐκθέσθαι, ἐπεὶ κατὰ τὸν αὐτὸν χρόνον ἡμῖν ἐγεγόνει, ὅπως διὰ τοῦ φανῆναι τοῦ τοιούτου τὴν ἀναστροφὴν εὐεπίγνωστος καὶ φανερὰ τοῖς νοῦν ἔχουσιν εὐθὺς γένηται ἡ διὰ τούτου ἐπικεχειρημένη αἵρεσις. οὑτος ἐμαρτύρησεν ἐπὶ φουσκιανοῦ ἐπάρχου ὄντος Ῥώμης· ὁ δὲ τρόπος τῆς αὐτοῦ μαρτυρίας τοιόσδε ἦν·
我們認為理當樂意陳述此人的生平,因為他與我們同時代;如此一來,藉著顯明這樣一個人的行事為人,經由他所興起的這一異端,便能立刻使有識之士清楚辨識、一目了然。此人在弗斯基阿努(Φουσκιανός)任羅馬長官之時作了見證;他作見證的方式如下:
It seems fitting to us to set forth the life of this man with pleasure, since he lived in our own time, so that, through the manner of life of such a man being made manifest, the heresy attempted through him may at once become readily recognizable and evident to those possessing understanding. This man made his confession under Fuscianus, when he was prefect of Rome; and the manner of his confession was as follows:
9:12.1
Οἰκέτης ἐτύγχανε Καρποφόρου τινὸς ἀνδρὸς πιστοῦ ὄντος ἐκ τῆς Καίσαρος οἰκίας. τούτῳ ὁ Καρποφόρος, Καρποφόρος, ἅτε ὡς πιστῷ, χρῆμα οὐκ ὀλίγον κατεπίστευσεν, ἐπαγγειλαμένῳ κέρδος προσοίσειν ἐκ πραγματείας τραπεζιτικῆς· ὃς λαβὼν τράπεζαν ἐπεχείρησεν ἐν τῇ λεγομένῃ πισκινῇ πουπλικῇ, ᾡ οὐκ ὀλίγαι παραθῆκαι τῷ χρόνῳ ἐπιστεύθησαν ὑπὸ χηρῶν καὶ ἀδελφῶν προσχήματι τοῦ Καρποφόρου· ὁ δὲ ἐξαφανίσας τὰ πάντα ἠπόρει. οὗ ταῦτα πράξαντος, οὐκ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ·
他原是一位名叫卡爾波弗魯斯(Καρποφόρος)之信實之人的家僕,此人出自凱撒家中。卡爾波弗魯斯因他信實,便將為數不少的錢財託付給他,因他曾應許要靠銀行事業帶來利潤;他便開設了一家錢莊,在所謂「公共魚池」(Piscina Publica)一帶經營,隨著時日,不少寡婦和弟兄們,藉著卡爾波弗魯斯的名義,把存款託付給他;他卻把這一切都揮霍一空,陷入困境。他做了這事之後,不乏有人把此事報告給卡爾波弗魯斯。
He happened to be a household slave of a certain Carpophorus, a faithful man from the household of Caesar. To him Carpophorus entrusted no small sum of money, as to one who was faithful, since he had promised to bring in profit through banking business; and he, taking a bank, set up business in the place called the Piscina Publica, and in time not a few deposits were entrusted to him by widows and brethren, under the pretext of acting for Carpophorus; but he, having caused everything to vanish, was at a loss. When he had done these things, there was no lack of someone to report it to Carpophorus.
9:12.2
ὁ δὲ ἔφη ἀπαιτήσειν λόγους παρ αὐτοῦ. ταῦτα συνιδὼν ὁ Κάλλιστος καὶ τὸν παρὰ τοῦ δεσπότου κίνδυνον ὑφορώμενος, ἀπέδρα τὴν φυγὴν κατὰ θάλασσαν ποιούμενος· ὃς εὑρὼν πλοῖον ἐν τῷ Πόρτω̣ ἕτοιμον πρὸς ἀναγωγήν, ὅπου ἐτύγχχανε πλέον ἀνέβη πλευσόμενος. ἀλλ οὐδὲ οὕτως λαθεῖν δεδύνηται οὐ γὰρ ἔλιπεν ὃς ἀπαγγείλῃ τῶ Καρποφόρῳ τὸ γεγενημένον
卡爾波弗魯斯便說要向他追討帳目。卡利斯圖察覺此事,又忌憚主人加諸的危險,便逃走,取道海路逃亡;他在波爾圖(Πόρτος)找到一艘正準備啟航的船,不論它要開往何處,他都登船準備隨之航行。然而他仍未能逃過人的耳目,因為不乏有人把所發生的事報告給卡爾波弗魯斯。
And Carpophorus said he would demand an account from him. Perceiving this, Callistus, apprehending the danger from his master, fled, making his escape by sea; and having found a ship at Portus ready to put out, wherever it happened to be sailing, he went aboard to sail away. But not even so was he able to escape notice; for there was no lack of someone to report to Carpophorus what had happened.
9:12.3
ὁ δὲ ἐπιστὰς κατὰ τὸν λιμένα ἐπειρᾶτο ἐπὶ τὸ πλοῖον ὁρμᾶν κατὰ <τὰ> μεμηνυμένα· τοῦτο δὲ ἠν ἑστὸς ἐν μέσῳ τῷ λιμένι. τοῦ δὲ πορθμέως βραδύνοντος, ἰδὼν πόρρωθεν ὁ Κάλλιστος τὸν δεσπότην, ὢν ἐν τῷ πλοίῳ καὶ γνοὺς ἑαυτὸν συνειλῆφθαι, ἠφεί΄δησε τοῦ ζῆν, καὶ ἔσχατα ταῦτα λογισάμενος ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν
卡爾波弗魯斯來到港口,便設法依照所報告的線索趕往那艘船;但這船當時停泊在港口中央。就在船夫遲遲未動之際,卡利斯圖從遠處看見自己的主人正在船上,知道自己已被拿住,便不再顧惜性命,將此視為最後的處境,投身跳入海中。
He, arriving at the harbor, tried to make his way to the ship according to what had been reported; but this ship stood in the middle of the harbor. And while the ferryman delayed, Callistus, seeing his master from a distance while he was on the ship, and realizing that he had been caught, gave up on living, and, reckoning these things as his last resort, threw himself into the sea.
9:12.4
οἱ δὲ ναῦται καταπηδήσαντες εἰς τὰ σκάφη ἄκοντα αὐτὸν ἀνείλοντο, τῶν δὲ] ἀπὸ τῆς τῆς μεγάλα βοώντων· καὶ οὕτως τῷ δεσπότῃ παραδοθεὶς ἐπανήχθη εἰς τὴν Ῥώμην, ὃν ὁ δεσπότης εἰς πίστρινον κατέθετο
水手們跳下小艇,違背他的意願把他救了上來,岸上的人則大聲呼喊;他就這樣被交回主人手中,被帶回羅馬,主人便把他關進了磨坊做苦役(πίστρινον)。
But the sailors, leaping down into the small boats, pulled him up against his will, while those on the shore shouted loudly; and thus, having been handed over to his master, he was brought back to Rome, where his master committed him to the pistrinum.
9:12.5
χρόνου δὲ διελθόντος, ὡς συμβαίνει γίνεσθαι, προσελθόντες ἀδελφοὶ παρεκάλουν τὸν Καρποφόρον, ὅπως ἐξαγάγῃ τῆς κολάσεως τὸν δραπέτην, φάσκοντες αὐτὸν ἁμολογεῖν ἔχειν παρά τισι χρῆμα ἀποκείμενον
時間過去,事情照常演變,弟兄們來見卡波弗魯斯,求他把那逃奴從懲罰中釋放出來,說他(加里斯都)承認有錢寄存在某些人那裡。
As time passed, as usually happens, brethren came to Carpophorus and appealed to him to release the runaway from his punishment, saying that he acknowledged having money on deposit with certain persons.
9:12.6
ὁ δὲ Καρποφόρος, ὡς εὐλαβής, τοῦ μὲν ἰδίου ἔλεγεν ἀφειδεῖν, τῶν δὲ παραθηκῶν φροντίζειν — πολλοὶ γὰρ αὐτῷ ἀπεκλαίοντο λέγοντες, ὅτι τῷ αὐτοῦ προσχήματι ἐπίστευσαν τῷ Καλλίστῳ, ἃ πεπιστεύκεισαν — καὶ πεισθεὶς ἐκέλευσεν ἐξαγαγεῖν αὐτόν
卡波弗魯斯本是謹慎虔誠的人,說自己的損失他毫不在意,卻掛心那些寄存的財物——因為許多人在他面前哭訴,說他們是憑著他(卡波弗魯斯)的名聲,才把所託付的財物交給了加里斯都;他被說服了,便下令把他放出來。
Carpophorus, being a cautious man, said he cared nothing for his own loss, but was concerned about the deposits — for many wept before him, saying that on the strength of his reputation they had entrusted to Callistus what they had entrusted; and being persuaded, he ordered him brought out.
9:12.7
ὁ δὲ μηδὲν ἔχων ἀποδιδόναι καὶ πάλιν ἀποδιδράσκειν μὴ δυνάμενος διὰ τὸ φρουρεῖσθαι, τέχνην θανάτου ἐπενόησε καὶ σαββάτῳ σκηφάμενος ἀπιέναι ὡς ἐπὶ χρεώστας ὤρμησεν ἐπὶ τὴν συναγωγὴν τῶν Ἰουδαίων συνηγμένων καὶ στὰς κατεστασίαζεν αὐτῶν. οἱ δὲ καταστασιασθέντες ὑπ αὐτοῦ, ἐνυβρίσαντες αὐτὸν καὶ πληγὰς ἐμφορήσαντες ἔσυρον ἐπὶ τὸν Φουσκιανὸν ἔπαρχον ὄντα τῆς πόλεως
但他一無所有可償還,又因被看管而無法再度逃亡,於是設計了一個致死的計謀:他假裝在安息日出去,好似去找債戶,卻衝進猶太人聚集的會堂,站在那裡挑起紛擾,攪亂他們。眾人被他攪亂,便侮辱他、痛加毆打,把他拖到當時任本城長官的福斯基阿努斯面前。
But he, having nothing to repay and again being unable to run away because he was under guard, devised a scheme of death: pretending on the Sabbath to go off as though to visit debtors, he rushed to the synagogue where the Jews were gathered, and standing there he stirred up a disturbance among them. They, thrown into disorder by him, insulted him and rained blows on him, and dragged him before Fuscianus, who was prefect of the city.
9:12.8
ἀπεκρίναντο δὲ τάδε· Ῥωμαῖοι συνεχώρησαν ἡμῖν τοὺς πατρῴους νόμους δημοσίᾶ ἀναγινώσκειν, οὗτος δὲ ἐπεισελθὼν | ἐκώλυε καταστασιάζν ἡμῶν, φάσκων εἶναι Χριστιανός. τοῦ δὲ Φουσκιανοῦ πρὸ βήματος τυγχάνοντος καὶ τοῖς ὑπὸ Ἰουδαίων λεγομένοις κατὰ τοῦ Καλλίστου ἀγανακτοῦντος, οὐκ ἔλιπεν ὁ ἀπαγγείλας τῷ Καρποφόρῳ τὰ πρασσόμενα
他們如此答覆:「羅馬人准許我們公開誦讀祖傳的律法,這人卻闖進來阻撓我們,攪亂我們,聲稱自己是基督徒。」當福斯基阿努斯正在審判席上,並對猶太人指控加里斯都的話感到憤慨之際,那向卡波弗魯斯通報事態的人並沒有耽誤。
They answered as follows: "The Romans have granted us the right to read our ancestral laws publicly, but this man broke in and hindered us, stirring up disorder against us, claiming to be a Christian." While Fuscianus was on the tribunal and was indignant at what the Jews said against Callistus, the one who informed Carpophorus of what was taking place did not fail to do so.
9:12.9
ὁ δὲ σπεύσας ἐπὶ τὸ βῆμα τοῦ ἐπάρχου ἐβόα· δέομαι, κύριε Φουσκιανέ, μὴ σὺ αὐτῷ πίστευε, οὐ γὰρ ἐστι Χριστιανός, ἀφορμὴν δὲ ζητεῖ θανάτου χρήματά μου πολλὰ ἀφανίσας, ὡς ἀποδείξω. τῶν δὲ Ἰουδαίων ὐποβολὴν τοῦτο νομισάντων, ὡς ζητοῦντος τοῦ Καρποφόρου ταύτῃ τῇ προφάσει ἐξελέσθαι αὐτόν, μᾶλλον ἐπιφθόνως κατεβόων τοῦ ἐπάρχου. ὁ δὲ κινηθεὶς ὑπ αὐτῶν, μαστιγώσας αὐτὸν ἔδωκεν εἰς μέταλλον Σαρδονίας
他(卡波弗魯斯)急忙趕到長官的審判席前喊道:「福斯基阿努斯大人,求你不要相信他,他並不是基督徒,他不過是想找個死的藉口,因為他侵吞了我許多錢財,這一點我可以證明。」猶太人卻以為這是暗中安排的,以為卡波弗魯斯是藉此理由要把他救出去,於是更加憤憤不平地向長官高聲控訴。長官被他們煽動,便鞭打了他,把他發配到撒丁尼亞的礦坑去做苦役。
He hastened to the prefect's tribunal and cried out: "I beg you, lord Fuscianus, do not believe him, for he is not a Christian; rather he seeks a pretext for death, having made away with much of my money, as I shall prove." But the Jews, supposing this to be a put-up job — as though Carpophorus were seeking by this excuse to snatch him away — cried out against the prefect all the more resentfully. He, moved by them, had him scourged and sent him to the mines of Sardinia.
9:12.10
μετὰ χρόνον δὲ ἐτέρων ἐκεῖ ὄντων μαρτύρων, θελήσασα ἡ Μαρκία ἔργον τι ἀγθὸν ἐργάσασθαι, οὖσα φιλόθεος παλλακὴ Κομόδου, προσκαλεσαμένη τὸν μακάριον Οὐΐκτορα, ὄντα ἐπίσκοπον τῆς ἐκκλησίας κατ ἐκεῖνο καιροῦ, ἐπηρώτα, τίνες εἶεν ἐν Σαρδονίᾳ μάρτυρες. ὁ δὲ πάντων ἀναδοὺς τὰ ὀνόματα, τὸ τοῦ Καλλίστου οὐκ ἔδωκεν, εἰδὼς τὰ <τε> παρ αὐτοῦ
過了一段時間,那裡還有其他的殉道者(受苦見證者)在,瑪爾西雅——康茂德的妃嬪、一位敬愛神的女子——想要做一件善事,便召見了當時作教會主教的真福維克多,問他撒丁尼亞有哪些殉道者。維克多把眾人的名字都說了出來,卻沒有提到加里斯都的名字,因為他深知此人的底細。
After some time, when other confessors were there, Marcia — who was a God-loving concubine of Commodus — wishing to do some good work, summoned the blessed Victor, who was at that time bishop of the church, and asked him who the confessors in Sardinia were. He gave the names of all of them, but did not give that of Callistus, knowing what sort of man he was.
9:12.11
τυχοῦσα οὖν τῆς ἀξιώσεως ἡ Μαρκία παρὰ τοῦ Κομόδου, δίδωσι τὴν ἀπούσιμον ἐπιστολὴν Υακίνθῳ τινὶ σπάδοντι πρεσβυτέρῶ, ὃς λαβὼν διέπλευσεν εἰς τὴν Σαρδονίαν, καὶ ἀποδοὺς τῶ κατ ἐκεῖνο καιροῦ τῆς χώρας ἐπιτροπεύοντι ἐπέλυσε τοὺς μαρτυρας πλὴν τοῦ Καλλίστου
瑪爾西雅從康茂德那裡得了她所求的,便把釋放令交給一位名叫亞欽托的閹人長老,他接過信件,航海前往撒丁尼亞,把信交給當時治理該省的官員,於是那些殉道者都得了釋放——唯獨加里斯都除外。
Marcia, having obtained her request from Commodus, gave the letter of release to a certain eunuch presbyter named Hyacinthus, who took it and sailed to Sardinia; and having delivered it to the man then governing the province, he secured the release of the confessors — except Callistus.
9:12.12
ὁ δὲ γονυπετῶν καὶ δακρύων ἱκέτευε καὶ αὐτὸς τυχεῖν ἀπολύσεως. δυσωπηθεὶς οὖν ὁ Ὑάκινθος ἀξιοῖ τὸν ἐπίτροπον, φάσκων θρέψας εἶναι Μαρκίας, τασσόμενος αὐτῷ τὸ ἀκίνδυνον· ὁ δὲ πεισθεὶς ἀπέλυσε καὶ τὸν Κάλλιστον
但他跪地流淚,懇求也能獲得釋放。亞欽托被他的哀求所動,便向總督求情,說此人是瑪爾西雅所撫養的,並向總督保證此事絕無危險;總督被說服了,便把加里斯都也一併釋放。
But he, kneeling and weeping, begged that he too might obtain release. Hyacinthus, moved by his entreaty, urged the governor, saying that Callistus was a foster-child of Marcia's, and pledged him that there would be no danger in it; and the governor, persuaded, released Callistus as well.
9:12.13
οὗ παραγενομένου ὁ Οὐΐκτωρ πάνυ ἤχθετο ἐπὶ τῷ γεγεονότι, ἀλλ ἐπεὶ εὔσπλαγχνος ἦν, ἡσύχασε· φυλασσόμενος δὲ τὸν ὑπὸ πολλῶν ὄνειδον — οὐ γὰρ ἠν μακρὰν τὰ ὑπαὐτοῦ τετολμημένα —, ἔτι δὲ καὶ τοῦ Καρποφόρου ἀντιπίπτοντος, πέμπει αὐτὸν καταμένειν ἐν Ἀνθείῳ, ὁρίσας αὐτῷ μηνιαῖόν τι εἰς τροφάς
他回到羅馬後,維克多對所發生的事十分惱怒,但因他心懷慈憫,便隱忍不言;然而為了防範眾人的責難——因為此人大膽妄為之事並非遙遠的往事——加上卡波弗魯斯仍在反對他,維克多便把他打發到安提翁去居住,並為他訂定每月的食物津貼。
When he arrived back, Victor was greatly vexed at what had happened, but being a man of tender heart, he kept quiet; yet guarding against the reproach of many — for his reckless deeds were not far in the past — and moreover since Carpophorus still opposed him, he sent him to reside at Antium, appointing him a monthly allowance for food.
9:12.14
μεθ οὗ κοίμησιν Ζεφυρῖνος συναράμενον αὐτὸν σχὼν πρὸς τὴν κατάστασιν τοῦ κλήρου, ἐτίμησε τῷ ἰδίῳ κακῷ, καὶ τοῦτον μεταγαγὼν ἀπὸ τοῦ Ἀνθείου εἰς τὸ κοιμητήριον κατέστησεν. ᾧ ἀεὶ συνὼν καί, καθὼς φθάσας προεῖπον, ὑποκρίσει αὐτὸν θεραπεύων, ἐξηφάνισε μήτε κρῖναι τὰ λεγόμενα δυνάμενον μήτε νοοῦντα τὴν τοῦ Καλλίστου ἐπιβουλήν, πάντα αὐτῷ πρὸς ἅ ἥδετο ὁμιλοῦντος
維克多去世之後,澤斐林得他為助手,協助管理聖職人員,便重用了他——結果卻是自食其害;澤斐林又把他從安提翁調來,派他掌管墓地。加里斯都常伴其左右,並如我先前所說,以虛偽假意奉承伺候他,終於把他毀了:因為澤斐林既不能判斷所說的話,也看不出加里斯都的陰謀,加里斯都對他所說的一切話語,總是投其所好。
After Victor's death, Zephyrinus, having him as a helper in the ordering of the clergy, honored him — to his own harm — and having transferred him from Antium, set him over the cemetery. Being always with him and, as I have already said, attending upon him with hypocrisy, Callistus ruined him, since Zephyrinus was able neither to judge what was said nor to perceive Callistus's scheme, as Callistus discoursed to him always according to what pleased him.
9:12.15
οὕτω μετὰ τὴν τοῦ Ζεφυρίνου τελευτὴν νομίζων τετυχηκέναι οὑ ἐθηρᾶτο, τὸν Σαβέλλιον ἀπέωσεν ὡς μὴ φρονοῦντα ὀρθῶς, δεδοικὼς ἐμὲ καὶ νομίζων οὕτω δύνασθαι ἀποτρίψασθαι τὴν πρὸς τὰς ἐκκλησίας κατηγορίαν, ὡς μὴ ἀλλοτρίως φρονῶν. ἦν οὖν γόης καὶ πανοῦργος καὶ ἐπὶ χρόνῳ συνήρπασε πολλούς
於是,澤斐林死後,他自以為已經獵得所求,便把撒伯流推開,說他思想不正,因為他懼怕我,並以為這樣就能洗清各教會對他的指控,好顯得自己並非持異端思想。他其實是個江湖術士,狡詐無比,一時之間裹挾了許多人隨從他。
Thus, after the death of Zephyrinus, thinking he had obtained what he had been hunting for, he thrust away Sabellius as one who did not think rightly, fearing me, and thinking that he could thereby wipe away the accusation brought against him before the churches, as though he did not hold heterodox views. He was, then, a sorcerer and a knave, and in time he swept many away with him.
9:12.16
ἔχων δὲ καὶ τὸν ἰὸν ἐγκείμενον ἐν τῇ καρδίᾶ καὶ εὐθέως μηδὲν φρονῶν, ἅμα δὲ καὶ αἰδούμενος τὰ ἀληθῆ λέγειν, διὰ τὸ δημοσίᾳ ἡμῖν ὀνειδίζοντα εἰπεῖν Δίθεοί ἐστε, ἀλλὰ καὶ διὰ τὸ ὑπὸ τοῦ Σαβελλίου συχνῶς κατηγορεῖσθαι ὡς παραβάντα τὴν πρώτην πίστιν, ἐφεῦρεν αἵρεσιν τοιάνδε, λέγων τὸν λόγον αὐτὸν εἶναι υἱόν, αὐτὸν καὶ πατέρα ὀνόματι μὲν καλούμενον, ἕν δὲ ἂν τὸ πνεῦμα ἀδιαίρετον·
然而他心中藏著毒液,全無定見,同時又羞於說出真話——一方面是因為他曾公開指責我們說:「你們是二神論者」,另一方面又因屢遭撒伯流指控說他背離了最初的信仰——於是他發明了這樣一種異端:說「道」(聖言)本身就是子,同一位也是父,名稱雖有不同的稱呼,但實為同一個不可分割的靈;
But bearing the venom lodged in his heart, and having no fixed conviction at all, while at the same time being ashamed to speak the truth — both because of his having publicly reproached us, saying, "You are Ditheists," and also because he was repeatedly accused by Sabellius of having transgressed the original faith — he devised the following heresy: saying that the Word itself is the Son, and itself also the Father, called by name differently, but being one indivisible spirit;
9:12.17
οὐκ ἄλλο εἶναι πατέρα, ἄλλο δὲ υἱόν, ἓν δὲ καὶ τὸ αὐτὸ ὑπάρχειν· καὶ τὰ πάντα γέμειν τοῦ θείου πνεύματος, τά τε ἄνω καὶ κάτω· καὶ εἶναι τὸ ἐν τῇ παρθένῳ σαρκωθὲν πνεῦμα οὐχ ἕτερον παρὰ τὸν πατέρα, ἀλλὰ ἐν καὶ τὸ αὐτό. καὶ τοῦτο εἶναι τὸ εἰρημένον· οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί; τὸ μὲν γὰρ βλεπόμενον, ὅπερ ἐστὶν ἄνθρωπος
父與子並非兩個不同之物,而是同一個;一切事物——無論在上或在下——都充滿了神聖的靈;而那在童女身上成了肉身的靈,並非別於父,乃是與父同一位。他說,經上「你不信我在父裡面、父在我裡面嗎?」這句話,指的正是這意思。因為那看得見的、也就是那作為人的部分,
that the Father is not one thing and the Son another, but that they are one and the same; and that all things — both those above and those below — are full of the divine Spirit; and that the Spirit which became flesh in the virgin is not other than the Father, but one and the same. And this, he said, is what was meant by the saying, "Do you not believe that I am in the Father, and the Father in me?" For the thing that is seen, which is the man,
9:12.18
τοῦτο εἶναι τὸν υἱόν, τὸ δὲ ἐν τῷ υἱῷ χωρηθὲν πνεῦμα τοῦτο εἶναι τὸν ποτέρα· οὐ γάρ, φησίν. ἐρῶ δύο θεούς, πατέρα καὶ υἱόν, ἀλλ ἕνα. ὁ γὰρ ἐν αὐτῷ γενόμενος πατὴρ προσλαβόμενος τὴν σάρκα ἐθεοποίησεν ἑνώσας ἐαυτῷ καὶ ἐποίησεν ἕν, ὡς καλεῖσθαι πατέρα καὶ υἱὸν ἕνα θεόν, καὶ τοῦτο ἓν ὂν πρόσωπον μὴ δύνασθαι εἶναι δύο, καὶ οὕτως τὸν πατέρα συμπεπονθέναι τῷ υἱῷ·
這就是子;而那存於子之內的靈,就是父。他說:「我並不是要說父與子是兩個神,而是一個。因為父進入了子裡面,取了肉身,使之神化,把它與自己合而為一,使之成為一體,以致父與子被稱為同一位神;而這位既是一個位格,就不能是兩個;於是父便與子一同受苦。」
this is the Son, but the Spirit contained within the Son — this is the Father. "For," he says, "I will not say there are two Gods, Father and Son, but one. For the Father, having come to be within him [the Son], having taken to himself the flesh, deified it, uniting it to himself, and made it one, so that Father and Son are called one God; and this being one person cannot be two; and thus the Father suffered together with the Son."
9:12.19
οὐ γὰρ θέλει λέγειν τὸν πατέρα πεπονθέναι καὶ ὲν εἶναι πρόσωπον, <ἀλλ> ἐκφυγεῖν τὴν εἰς τὸν βλασφημίαν ὁ ἀνόητος καὶ ποικίλος, ὁ ἄνοι κάτω σχεδιάζων βλασφημίας, ἵνα μόνον κατὰ τῆς ἀληθείας λέγειν δοκῇ, ποτὲ μὲν εἰς τὸ Σαβελλίου δόγμα ἐμπίπτων, ποτὲ δὲ εἰς τὸ Θεοδότου οὐκ αἰδεῖται
因為他並不願直言父受苦、二者是同一位格,而這個愚昧、變幻無常之人,忽此忽彼、隨意編造各種褻瀆之言,只求自己看似獨自持守真理、藉此躲入褻瀆之中——他時而落入撒伯流的教義,時而又毫不知恥地陷入提阿多都的教義。
For he does not wish to say outright that the Father suffered and that they are one person, but this foolish and shifty man, improvising blasphemies now this way, now that, escapes into blasphemy in order that he alone may seem to speak against the truth — falling now into the doctrine of Sabellius, now, without shame, into that of Theodotus.
9:12.20
τοιαῦτα ὁ γόης τολμήσας συνεστήσατο διδασκαλεῖιον κατὰ τῆς ἐκκλησίας οὕτως διδάξας, καὶ πρῶτος τὰ πρὸς τὰς ἡδονὰς τοῖς ἀνθρώποις συγχωρεῖν ἐπενόησε, λέγων πᾶσιν ὑπ αὐτοῦ ἀφίεσθαι ἁμαρτίας. ὁ παρ ἑτέρῳ τινὶ τινὶ συναγόμενος καὶ λεγόμενος Χριστιανὸς εἴ τι ἂν ἁμάρτῃ, φασίν, οὐ λογίζεται αὐτῷ ἡ ἁμαρτία, εἰ προσδράμοι τῇ
這個江湖術士竟敢作出這些事,並建立起一個對抗教會的學派,如此施教;他還首創了縱容世人放縱情慾的辦法,聲稱一切罪都由他赦免。凡與人聚會、自稱基督徒的人,若犯了任何罪,他們說,這罪不會被算在他身上,只要他投奔
Having dared such things, this sorcerer set up a school against the church, teaching in this way; and he was the first to devise granting men license for their pleasures, saying that sins are forgiven by him to all. He who is gathered with someone else and called a Christian, they say, if he should sin at all, his sin is not reckoned to him, provided he betakes himself to
9:12.21
τοῦ Καλλίστου σχολῇ. οὗ τῷ ὅρῳ ἀρεσκόμενοι πολλοὶ συνείδησιν πεπληγότες ἅμα τε καὶ ὑπὸ πολλῶν αἱρέσεων ἀποβληθέντες, τινὲς δὲ καὶ ἐπὶ καταγνώσει ἔκβλητοοι τῆς ἐκκλησίας ὑφ ἡμῶν γενόμενοι προσχωρήσαντες αὐτοῖς ἐπλήθυναν τὸ διδασκαλεῖον αὐτοῦ. οὗτος ἐδογμάτισεν ὅπως εἰ ἐπίσκοπος ἀμάρτοι τι, εἰ καὶ πρὸς θάνατον, μὴ δεῖν κατατίθεσθαι
加里斯都的學派。許多人樂於接受這個規定,他們良心受過責備,同時也被許多異端所拋棄,另有一些人則因遭我們定罪而被逐出教會,這些人紛紛投奔他們,壯大了他的學派。他還定下規矩:主教即便犯了罪,哪怕是該死的罪,也不應被免職。
the school of Callistus. Many, pleased with this ruling, being smitten in conscience — and at the same time having been expelled by many heresies, while some had also been cast out of the church by us for condemnation — went over to them and swelled his school. He also decreed that if a bishop should commit some sin, even one deserving death, he ought not to be deposed.
9:12.22
ἐπὶ τούτου ἤρξαντο ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι δίγαμοι καὶ τρίγαμοι καθίστασθαι κλήρους· κλήρους· εἰ δὲ καί τ·ις ἐν κλήρῳ ὢν γαμοίη, μένειν τὸν τοιοῦτον ἐν τῷ κλήρῳ ὡς μὴ ἡμαρτηκότα, ἐπὶ τούτῳ φάσκων εἰρῆσθαι τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθέν· σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; ἀλλὰ καὶ παραβολὴν τῶν ζιζανίων πρὸς τοῦτο ἔφη λέγεσθαι· ἄλφετε τὰ ζιζάνια συναύξειν τῷ σίτῳ, τουτέστιν ἐν τῇ ἐκκλησίᾳ τοὺς ἁμαρτάνοντας
從他那時起,開始有二婚、三婚的人被委任為主教、長老、執事,成為聖職人員;若已在聖職中者結婚,這樣的人仍可留在聖職中,如同並未犯罪一般——他為此主張,使徒所說「你是誰,竟論斷別人的僕人?」正是指這事而言。他又說,稗子的比喻正是為此而講:「讓稗子與麥子一同生長」,也就是說,讓犯罪的人留在教會裡。
In his time, bishops, presbyters, and deacons who had been married twice or thrice began to be appointed to the clergy; and if anyone already in the clergy should marry, such a one might remain in the clergy as though he had not sinned — claiming for this that the apostle's saying applies here: "Who are you that judge another's servant?" But he also said that the parable of the tares was spoken with reference to this: "Let the tares grow together with the wheat" — that is, let the sinners remain in the church.
9:12.23
ἀλλὰ καὶ τὴν κιβωτὸν τοῦ Νῶε εἰς ὁμοίωμα ἐκκλησίας ἴφη γεγονέναι, ἐν ᾑ καὶ κύνες καὶ λύκοι καὶ κόρακες καὶ πάντα τὰ καθαρὰ καὶ ἀκάθαρτα, οὕτω φάσκων δεῖν εἶναι ἐν ἐκκλησίᾳ ὁμοίως, καὶ πρὸς πρὸς τοῦτο δυνατὸς ἦν συνάγειν οὕτως ἡρμήνευσεν· οὗ οἱ ἀκροαταὶ ἡσθέντες τοῖς δόγμασι διαμένουσιν ἐμπαίζοντες ἑαυτοῖς τε καὶ πολλοῖς, ὧν τῷ διδασκαλείῳ συρρέουσιν ὄχλοι
他還說,挪亞的方舟乃是教會的預表,其中有狗、有狼、有烏鴉,也有一切潔淨與不潔淨的動物,藉此宣稱教會理應如此;他盡其所能地拉攏支持者,如此解釋這比喻。他的聽眾聽得歡喜,卻仍舊自欺欺人,也欺騙眾人——群眾紛紛湧向他的學派。
He also said that Noah's ark was made as a likeness of the church, in which there were dogs and wolves and ravens and all clean and unclean creatures, saying that the church ought likewise to be so; and, so far as he was able to muster support, he interpreted it in this way. His hearers, delighted with these doctrines, remain scoffing at both themselves and at many others — crowds flock together to his school.
9:12.24
διὸ καὶ πληθύνονται, γαυριώμενοι ἐπὶ ὄχλοις ὄχλοις τὰς ἡδονάς, ἃς οὐ συνεχώρησεν ὁ Χριστός· οὗ καταφρονήσαντες οὐδέν ἁμαρτεῖν κωλύουσι, φάσκοντες αὐτὸν ἀφιέναι τοῖς εὐδοκοῦσι. καὶ γὰρ καὶ γυναιξὶν ἐπέρεψεν, εἰ ἄνανδροι εἶεν καὶ ἡλικίᾳ γέ τι καίοιντο αἱ ἐν ἀξίᾳ, εἰ ἑαυτῶν ἀξίαν [ἣν] μὴ βούλοιντο καθαιρεῖν διὰ τοῦ[το] νομίμως γαμηθῆναι, ἔχειν ἕνα ὃν ἂν αἱρήσων ται σύγκοιτον, εἴτε οἰκέτην εἴτε ἐλεύθερον, καὶ τοῦτον κρίνειν ἀντὶ ἀνδρὸς μὴ νόμῳ γεγαμημένην
因此他們人數日增,以擁有眾多信眾為榮,沉溺在基督所不允許的情慾之中;他們藐視基督,絲毫不阻止人犯罪,聲稱加里斯都赦免一切甘心如此的人。他甚至准許那些未婚、年紀已到某個階段而情慾熾烈、又屬於有身分地位的婦女,若不願因正式結婚而降低自己的身分,可以自行揀選一個同床的伴侶,無論是奴僕還是自由人,並視此人如同丈夫,儘管並未依律法正式成婚。
Therefore they multiply, glorying in the crowds, over the pleasures which Christ did not permit; and despising him, they in no way prevent men from sinning, saying that he forgives those who consent to it. Indeed, he also permitted women, if they were unmarried and were inflamed with passion at an unbecoming age, and were of rank, and did not wish to lower their rank by being legally married for this reason, to have as a bedfellow whomever they might choose — whether a slave or a free man — and to regard him as a husband, even though not lawfully married.
9:12.25
ἔνθεν ἤρξαντο ἐπιχειρεῖν πισταὶ λεγόμεναι ἀτοκίας φαρμάκοις καὶ περιδεσμεῖσθαι πρὸς τὸ τὰ συλλαμβανόμενα καταβάλλειν, διὰ τὸ μήτε ἐκ δούλου βούλεσθαι ἔχειν τέκνον μήτε ἐξ εὐτελοῦς διὰ τὴν συγγένειαν καὶ ὑπέρογκον οὐσίαν. ὁρᾶτε εἰς ὅσην ἀσέβειαν ἐχώρησεν ὁ ἄνομος μοιχείαν καὶ φόνον ἐν τῷ αὐτῷ διδάσκων· καὶ ἐπὶ τούτοις τοῖς τολμήμασιν ἑαυτ(οὺ)ς οἱ ἀπηρυθριασμένοι καθολικὴν ἐκκλησίαν ἀποκαλεῖν ἐπιχειροῦσι, καί τινες νομίζοντες εὖ πράττειν συντρέχουσιν αὐτοῖς
從此,那些被稱為「信女」的婦人便開始使用絕育藥物,並用束帶纏身以打掉所懷的胎兒,因為她們既不願為奴僕生子,也不願因家世與過度的財富而為卑賤之人生子。看哪,這個違法之人竟墮落到何等不敬虔的地步,同時教唆姦淫與殺人!在這些膽大妄為的行徑之外,那些已喪盡廉恥的人竟還企圖自稱「大公教會」,而有些人自以為做得對,便紛紛投奔他們。
From this, women called "faithful" began to resort to drugs for sterility, and to bind themselves so as to expel what had been conceived, because they did not wish to have a child by a slave nor by a person of low condition, for the sake of their family and their excessive wealth. See to what impiety this lawless man proceeded, teaching adultery and murder in one breath; and beyond these audacious deeds, those who have lost all shame attempt to call themselves the "Catholic Church," and some, thinking they do well, run together with them.
9:12.26
ἐπὶ τούτου πρώτως τετ(όλμ)ηται δεύτερον αὐτοῖς βάπτισμα. ταῦτα μὲν οὖν ὁ θαυμασιώτατος Κάλλιστος συνεστήσατο, οὑ διαμένει τὸ διδασκαλεῖον φυλάσσον τὰ ἔθη καὶ τὴν παράδοσιν, μὴ διακρῖνον, τίσιν δεῖ κοινωνεῖν, πᾶσιν πᾶσιν προσφέρον τὴν κοινωνίαν· ἀφ οὑ καὶ τὴν τοῦ ονόματος μετέσχον ἐπίκλησιν καλεῖσθαι διὰ τὸν πρωτοστατήσαντα τῶν τοιούτων ἔργων Κάλλιστον Καλλιστιανοί
從他那時起,他們當中首次出現了第二次洗禮(重洗)的膽大妄為之舉。以上這些事,就是那位「最令人敬佩」的加里斯都所建立的,他的學派至今猶存,仍持守著這些風俗與傳統,不分辨當與誰共融,而是向所有人施予聖餐團契;他們也因此共享一個名號,因加里斯都首倡這一切作為,而被稱作「加里斯都黨人」。
In his time, for the first time, a second baptism was dared among them. These things, then, the most admirable Callistus established, whose school continues to this day, preserving its customs and tradition, not distinguishing with whom one ought to have communion, but offering communion to all; from which they also came to share in the name and be called, after Callistus who first stood at the head of such works, "Callistians."
9:13.1
Τούτου κατὰ πάντα τὸν κόσμον διηχηθείσης τῆς διδασκαλίας, ἐνιδὼν τὴν πραγματείαν ἀνὴρ δόλιος καὶ ἀπονοίας γέμων, Ἀλκιβιάδης τις καλούμενος, οἰκῶν ἐν Ἀπαμείᾳ τῆς Συρίας, γοργότερον ἑαυτὸν καὶ εὐφυέστερον ἐν κυβείαις κρίνας τοῦ Καλλίστου, ἐπῆλθε τῇ Ρώμῃ φέρων βίβλον τινά, φάσκων ταύτην ἀπὸ Σηρῶν τῆς Παρθίας παρειληφέναι τινὰ ἄνδρα δίκαιον Ἠλχασαΐ
當加里斯都的教訓傳遍天下之後,有一個名叫阿爾基比亞德斯的詭詐之人,滿懷魯莽妄為,住在敘利亞的阿帕梅亞,他窺見了這門「事業」,自以為在詭計上比加里斯都更精明機巧,便帶著一本書來到羅馬,聲稱這書是一位名叫厄勒克賽的義人,從帕提亞境內的賽里斯人那裡領受的,
When Callistus's teaching had been noised abroad throughout the whole world, a certain deceitful man, full of recklessness, called Alcibiades, dwelling in Apamea of Syria, having observed this undertaking and judging himself sharper and more skilled in trickery than Callistus, came to Rome bearing a certain book, claiming that a certain righteous man, Elchasai, had received it from the Seres of Parthia,
9:13.2
ἣν παρέδωκέν τινι λεγομένῳ Σοβιαί, χρηματισθεῖσαν ὑπὸ ἀγγέλου, οὗ τὸ ὕφος σχοινίων κδ, ὃ γίνεται μίλια τὸ δὲ πλάτος αὐτοῦ σχοινίων δݲ, καὶ ἀπὸ ὤμου εἰς ὡμον σχοινίων ςݲ, τὰ δὲ ἴχνη τῶν ποδῶν αὐτοῦ ἐπὶ μῆκος σχοινίων γݲ ἡμίσους, ἃ γίνεται μίλια δεκατέσσαρα, τὸ δὲ πλάτος σχοίνου ἑνὸς ἡμίσους, τὸ δὲ ὕψος ἡμισχοινίου
這書後來由厄勒克賽傳給了一個名叫索比艾的人——據說此書乃是由一位天使所傳授,這天使身高二十四繩測(相當於若干英里),寬四繩測,兩肩之間寬六繩測;而他腳印的長度則有三又二分之一繩測(相當於十四英里),寬一繩測半,深半繩測。
which he delivered to a certain man called Sobiai — the book having been communicated by an angel whose height was twenty-four schoinoi (which comes to a certain number of miles), whose breadth was four schoinoi, and from shoulder to shoulder six schoinoi; while the footprints of his feet extended three and a half schoinoi in length (which comes to fourteen miles), a schoinos and a half in breadth, and half a schoinos in depth.
9:13.3
εἶναι δὲ σὺν αὐτῷ καὶ θήλειαν, ᾗς τὰ μέτρα κατὰ τὰ προειρημένα εἶναι λέγει· καὶ τὸν μὲν ἄρσενα υἱὸν εἶναι τοῦ θεοῦ, τὴν δὲ θήλειαν καλεῖσθαι αγιον πνεῦμα. ταῦτα τερατολογῶν νομίζει ταράσσειν τοὺς μωρούς, λέγων λόγον τοῦτον·
他又說,與這天使同在的還有一位女性,她的尺寸也如前面所說;他說,那男性乃是神的子,那女性則被稱為聖靈。他講述這些奇談怪論,自以為能藉此迷惑愚昧之人,並說出以下這番話:
And with him, he says, there was also a female, whose measurements were according to what has been said; and he says that the male is the Son of God, while the female is called Holy Spirit. Telling such marvels, he thinks to trouble the foolish, speaking this saying:
9:13.4
εὐηγγελίσθαι τοῖς ἀνθρώποις καινὴν ἄφεσιν ἁμαρτιῶν ἐπὶ Τραϊανοῦ βασιλείας τρίτῳ, καὶ βάπτισμα ὁρίζει, ὃ καὶ αὐτὸ διηγήσομαι, φάσκων τοὺς ἐν πάσῃ ἀσελγείᾳ καὶ μιασμῷ καὶ ἀνομήμασιν ἐμφυρέντας, εἰ καὶ πιστὸς εἴη, ἐπιστρέψαντα καὶ τῆς βίβλου κατακούσαντα καὶ πιστεύσαντα, ὁρίζει] βαπτίσματι λαμβάνειν ἄφεσιν ἁμαρτιῶν. ταῦτα δὲ ἐτόλμησε τεχνάσαι τὰ πανουργήματα ἀπὸ τοῦ προειρημένου δόγματος ἀφορμὴν λαβών, οὑ παρεστήσατο Κάλλιστος
他宣稱,在圖拉真在位第三年,一種新的赦罪之道已向世人宣告;他又規定了一種洗禮,我也將加以敘述:他說,凡陷於各種淫蕩、污穢、不法行為之人——即便他已是信徒——只要悔改,聽從此書並信從,就當藉洗禮領受罪的赦免。這人竟敢設計出這些詭詐之術,其緣由正是取自加里斯都先前所提出的那項教訓。
that a new remission of sins had been proclaimed to men in the third year of the reign of Trajan; and he prescribes a baptism, which I shall also relate, saying that those who have been mired in every kind of licentiousness, pollution, and lawless deeds — even one who is already a believer — upon converting, hearing this book, and believing, are, he prescribes, to receive remission of sins through baptism. These knaveries this man dared to contrive, taking his occasion from the aforesaid teaching which Callistus had set forth.
9:13.5
ἡδομένους γὰρ κατανοήσας πολλοὺς ἐπὶ τοιαύτῃ ἐπαγγελίᾳ εὐκαίρως ἐνόμισεν ἐπιχειρεῖν. καὶ τούτῳ δὲ ἡμεῖς ἀντιστάντες οὐκ εἰάσαμεν ἐπὶ πολὺ πλανηθῆναι πολλούς, ἐλέγξαντες εἶναι τοῦτο πνεύματος νόθου ἐνέργειαν καὶ ἐπίνοιαν πεφυσιωμένης καρδίας, καὶ τοῦτον λύκου δίκην ἐπεγηγερμένον πλανωμένοις προβάτοις πολλοῖς, <ἃ> ἀποπλανῶν
他觀察到許多人因這樣的應許而歡喜,便以為時機正好,可以放手一試。但我們起而抵擋他,沒有讓許多人長久地受迷惑,我們證明了這不過是邪靈虛假的作為,是一顆自高自大之心的詭計;這人如同一匹狼一般,撲向許多迷失流離的羊群——那些羊,正是
For having observed that many were pleased at such a promise, he thought it a fitting moment to make the attempt. But we, having withstood him, did not allow many to be led astray for long, having proven that this was the working of a spurious spirit and the contrivance of a puffed-up heart, and that this man had risen up like a wolf against many wandering sheep — sheep whom, leading them astray,
9:13.6
διεσκόρπισεν ὁ Κάλλιστος. ἀλλ ἐπεὶ ἠρξάμεθα, καὶ τὰ τούτου δόγματα οὐ σιωπήσομεν, εἰς φανερὸν δὲ ἀγαγόντες πρότερον τὸν βίον καὶ δείξαντες τὴν νομιζομένην ἄσκησιν προσποιητὴν ὑτάρχουσαν, αὖθις καὶ τῶν ῥητῶν κεφάλαια παραθήσομαι, ἴνα τοῖς αὐτοῦ ἐγγράφοις ὁ ἐντυγχάνων ἐνατενίσας ἐπιγνοίη, τίς καὶ ὁποία εἴη ἡ τούτῳ τετολμημένη αἵρτεσις
被加里斯都所驅散的。既然我們已經著手此事,就不對這人的教義保持沉默;不過,我要先揭露他的生活方式,指明他所標榜的苦修不過是裝模作樣,然後再次列舉他言論中的要點,好使讀者仔細審視其著作之後,能夠認清此人所敢立的這異端究竟是什麼、又是何等嚴重。
Callistus had scattered. But since we have begun, we shall not pass over this man's doctrines in silence either; but having first brought his manner of life into the open and shown that his professed asceticism is merely a pretense, I shall again set forth the chief points of his sayings, so that whoever reads and closely examines his own writings may recognize what sort of heresy has been dared by this man, and how great it is.
9:14.1
Οὗτος νόμου πολιτείαν προβάλλεται δελεάσματος δίκην, φάσκων δεῖν περιτέμνεσθαι καὶ κατὰ νόμον ζῆν τοὺς πεπιστευκότας, ἀποσπῶν τινα τῶν προειρημένων αἰρέσεων. τὸν Χριστὸν δὲ λέγει ἄνθρωπον κοινῶς πᾶσι γεγονέναι, τοῦτον δὲ οὐ νῦν πρώτως ἐκ παρθένου γεγεννῆσθαι, ἀλλὰ καὶ πρότερον, καὶ αὖθις πολλάκις γεννηθέντα καὶ γεννώμενον πεφηνέναι καὶ φύεσθαι, ἀλλάσσοντα γενέσεις καὶ μετενσωματούμενον, ἐκείνῳ τῷ Πυθαγορείῳ δόγματι χρώμενος
此人把遵守律法拿來作誘餌,聲稱信徒必須受割禮並按律法生活——藉此把某些人從前述諸異端中拉攏過來。他說基督是一個與眾人相同、普普通通誕生的人,並且並非現在才頭一次由童女所生,而是先前也曾如此,並且此後也屢次被生、不斷地被生,一再出現、一再誕生,改換出生、轉世投胎,採用了那畢達哥拉斯派的(靈魂輪迴)教義。
This man puts forward observance of the Law as a bait, saying that believers must be circumcised and live according to the Law — thereby drawing some away from the heresies mentioned above. He says that Christ is a man born in common to all, and that he was not now for the first time born of a virgin, but also before, and again, having been born often and being ever born, he has appeared and comes into being, changing births and being transmigrated into different bodies, employing that Pythagorean doctrine.
9:14.2
τοσοῦτον δὲ πεφυσίωνται, ὡς καὶ προγνωστικοὺς ἑαυτοὺς λέγειν, #; μέτροις καὶ ἀριθμοῖς τῆς προειρημένης Πυθαγορείου τέχνης ἀφορμαῖς χρωμένους. οὗτοι καὶ μαθηματικοῖς καὶ ἀστρολογικοῖς καὶ μαγικοῖς προσέχουσιν ὡς ἀληθιέσι, καὶ τούτοις χρώμενοι ταράσσουσι τοὺς ἄφρονας νομίζειν αὐτοὺς λόγου δυνατοῦ μετέχειν·
他們自高自大到甚至自稱擁有預知能力,並運用前述畢達哥拉斯之學的度量與數字作為依據。這些人還看重占星術士的推算、占星學和法術,視之為真實之物;他們藉此迷惑愚昧之人,使人以為他們掌握了某種強大的智慧;
And they are so puffed up that they even call themselves possessed of foreknowledge, employing as their starting-points the measures and numbers of the aforesaid Pythagorean art. These men also give heed to astrologers' calculations, to astrology, and to magic, as though these were things true, and by using them they confound the foolish into thinking that they themselves partake of a powerful reasoning;
9:14.3
ἐπαοιδὰς τε καὶ ἐπιλόγους τινὰς διδάσκουσι πρός τε κυνοδήκτους καὶ δαιμονιῶντας καὶ ἑτέραις νόσοις κατεχομένους, ὧν οὐδὲ ταῦτα σιωπήσομεν. ἱκανῶς οὖν τὰς αρχὰς αὐτῶν διηγησάμενος τάς τε αἰτίας τῶν τολμημάτων, παρελεύσομαι ἐπιδιηγησόμενος τὰ ἔγγραφα, δι ὧν εἴσονται οἱ ἐντυγχάνοντες τόν τε λῆρον καὶ τὰ ἄθεα αὐτῶν επιχειρηματα
他們還教授某些咒語與符咒,用以對付被狗咬傷、被鬼附身,以及患上其他疾病之人——這些事我們也不會略而不提。既已充分敘述了他們的起源以及種種妄為行徑的緣由,我便要進一步詳述他們的文獻,好使閱讀的人得以認清他們的無稽之談與那些悖逆神明的企圖。
they also teach certain incantations and charms for those bitten by dogs, and for those possessed by demons, and for those afflicted by other diseases — of these things too we shall not be silent. Having then sufficiently related their origins and the causes of their audacious deeds, I shall proceed to relate their writings in detail, through which those who read will come to know both their nonsense and their godless undertakings.
9:15.1
Τὸ μὲν οὖν βάπτισμα τοῖς ἀπ αὐτ...... ένοις οὕτως παραδίδωσι, τοιάδε λέγων τοῖς ἀπατωμένοις· εἴ τις οὐν, τέκνα, ἐπλησίάσεν οἱῳδήποτε ζῴῳ ἢ ἄρρενι ἢ ἀδελφῇ ἢ θυγατρί, ἢ ἐμοίχευσεν ἢ ἐπόρνευσε, καὶ θέλει ἄφεσιν λαβεῖν τῶν ἁμαρτιῶν, ἀφ οὑ ἂν ἀκούσῃ τῆς βίβλου ταύτης, βαπτισάσθω ἐκ δευτέρου ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ καὶ ἐν ὀνόματι υἱοῦ αὐτοῦ, <τοῦ>
他就這樣把洗禮傳授給那些受他欺哄的人,如此對這些被騙的人說道:「孩子們,若有人與任何動物親近,或與男子、或與姊妹、或與女兒行淫,或行姦淫,或行淫亂,若想要獲得罪的赦免,就要在聽了這本書之後,奉那偉大至高之神的名,並奉祂子——那
Now this is how he hands down baptism to those who are deceived by him, saying such things to those he deceives: "If anyone, children, has approached any animal whatsoever, or a male, or a sister, or a daughter, or has committed adultery, or has fornicated, and wishes to receive remission of sins, from the moment he hears this book let him be baptized a second time, in the name of the great and highest God and in the name of his Son, the"
9:15.2
βασιλέως. <καὶ> καθαρισάτω καὶ ἁγνευσάτω καὶ ἐπιμαρτυρησάσθω αὑτῷ τοὺς τοὺς ἑπτὰ μάρτυρας γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ, τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν. ταῦτα τὰ θαυμάσια μυστήρια τοῦ Ἠλχασαῒ τὰ ἀπόρρητα καὶ μεγάλα, ἃ παραδίδωσι τοῖς ἀξίοις μαθηταῖς· οἷς οὐκ ἀρκεῖται ὁ ἄνομος, ἀλλ ἐπὶ δὺο καὶ τριῶν μαρτύρων ἐνσφραγίζει τὰ ἑαυτοῦ κακά, πάλιν οὕτως λέγων·
王——的名,受第二次洗。他要潔淨自己、保持貞潔,並要為自己召來這書上所記的七位見證者為證:天、水、諸聖靈、禱告的天使、油、鹽和地。」以上便是厄勒克賽那些奇妙的奧秘,是他傳授給配得的門徒的隱秘偉大之事;然而這個違法之人並不以此為滿足,還要在兩三個見證人面前,加蓋他自己那些邪惡之事的印記,又如此說道:
"...king. And let him purify himself and be chaste, and let him call to witness for himself the seven witnesses written in this book: heaven, and water, and the holy spirits, and the angels of prayer, and oil, and salt, and earth." These are the wondrous mysteries of Elchasai, the secret and great ones which he hands down to worthy disciples; and the lawless man, not content with these, seals up his own evils on the testimony of two or three witnesses, again speaking thus:
9:15.3
πάλιν λέγω, ὦ μοιχοὶ καὶ μοιχαλίδες καὶ ψευδοπροφῆται, ἐὰν θέλητε ἐπιστρέψαι ἕνα ἀφεθήσωνται ὑμῖν αἱ ἁμαρτίαι, καὶ ὑμῖν εἰρήνη καὶ μέρος μετὰ τῶν δικαίων, ἀφ οὗ ἂν ἀκούσητε τῆς βίβλου ταύτης καὶ βαπτισθῆτε ἐκ δευτέρου σὺν τοῖς ἐνδύμασιν
「我再對你們說,姦夫、淫婦、假先知啊,你們若願意回轉,你們的罪就必蒙赦免,你們也必得平安,並在義人中有分——只要你們聽了這本書,並連同衣服一起受第二次洗。」
"Again I say to you, O adulterers and adulteresses and false prophets, if you wish to turn back, your sins shall be forgiven you, and there shall be peace and a portion with the righteous for you, from the moment you hear this book and are baptized a second time together with your garments."
9:15.4
ἀλλ ἐπεὶ ἐπαοιδαῖς τούτους εἴπομεν χρῆσθαι ἐπί τε κυνοδήκτων καὶ ἑτέρων, δείξομεν· λέγει δὲ οὕτως· ἄν τιν οὐν ἄνδρα ἢ γυναῖκα ἢ νεώτερον ἢ νεωτέραν κύων λυσσῶν καὶ μαινόμενος, ἐν ᾧ ἐστι πνεῦμα διαφθορᾶς, δάκῃ ἢ περι(σχ)ίσῃ ἢ προσψαύσῃ, ἐν αὐτῇ τῇ ὥρᾳ δραμέτω σὺν παντὶ τῷ φορέματι καὶ καταβὰς εἰς ποταμὸν ἢ εἰς πηγήν, ὅπου ἐὰν ᾖ τόπος βαθύς
既然我們前面說過,這些人對被狗咬傷者及其他情形使用咒語,現在就要加以證明;他如此說道:「若有一隻瘋狂、發狂的狗——其中有毀滅之靈——咬了、抓破了或者只是碰到了一個男人、女人、少年或少女,那人就要在那一刻立即奔跑,連同他全身的衣服一起,下到河裡或泉水中,只要是深處便可,
But since we have said that these people use incantations for those bitten by dogs and others, we shall now show it; he speaks thus: "If then a mad, raging dog, in which is a spirit of destruction, should bite or tear or so much as touch a man or a woman, a youth or a maiden, let him at that very hour run — together with all his clothing — and go down into a river or a spring, wherever there is a deep place,"
9:15.5
βαπτισάσθω <σὺν> παντὶ τῷ φορέματι καὶ προσευξάσθω τῷ μεγάλῳ καὶ ὑψίστῳ θεῷ ἐν καρδίας πίστει, καὶ τότε ἐπιμαρτυρη(σά)σθω τοὺς ἑπτὰ μάρτυρας τοὺς γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ· ἰδοὺ μαρτύρομαι τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν
「——就要連同全身的衣服一起受洗,並要以誠心的信心向那偉大至高的神禱告;然後要召來這書上所記的七位見證者作證,說:『看哪,我召來天、水、諸聖靈、禱告的天使、油、鹽和地為證——'
"...let him be baptized, together with all his clothing, and let him pray to the great and highest God with faith of heart; and then let him call to witness the seven witnesses written in this book: 'Behold, I call to witness heaven, and water, and the holy spirits, and the angels of prayer, and oil, and salt, and earth —'"
9:15.6
τούτους τοὺς ἑπτὰ μάρτυρας μαρτύρομαι, ὅτι οὐκέτι ἁμαρτήσω, οὐ μοιχεύσω, οὐ κλέψω, οὐκ ἀδικήσω, οὐ πλεονεκτήσω, οὐ μισήσω, οὐκ ἀθετήσω οὐδὲ ἐν πᾶσι πονηροῖς εὐδοκήσω. ταῦτα οὖν εἰπὼν βαπτισάσθω σὺν παντὶ τῷ φορέματι αὐτοῦ ἐν ὀνόματι τοῦ μεγτάλου καὶ ὑψίστου θεοῦ
「——我召這七位見證者為證,我從此不再犯罪:不姦淫、不偷竊、不作惡、不貪婪、不憎恨、不背信,也不喜悅任何邪惡之事。』說完這些話之後,就要連同全身的衣服,奉那偉大至高之神的名受洗。」
"'...I call these seven witnesses to witness that I will no longer sin: I will not commit adultery, I will not steal, I will not do wrong, I will not be covetous, I will not hate, I will not break faith, nor will I take delight in any evil deed.' Having said this, let him be baptized, together with all his clothing, in the name of the great and highest God."
下一段 →
← 第 8 章第 10 章 →
145678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。