📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁一切異端

駁一切異端 第 1 章 第 2/2 段

希臘文原文.66 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:14.2–1:26.4(全章共 153 節)

第 4 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:14.2
λέγει δὲ ὄτι οὐδὲν γίνεται οὐδὲ φθείρεται ούδὲ κινεῖται καὶ ὄτι ἒν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. φξσὶ δὲ κοὶ τὸν θεὸν εἶναι ἀίδιον καὶ ἒνα καὶ ὂμοιον πάντῃ καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν
他說,無物生成,無物毀滅,也無物運動,宇宙為一,不生變化。他又說,神是永恆的、獨一的、各處皆均一的,並且是有限的、球形的,且以其全部各部分皆能感知。
He says that nothing comes to be, nor is destroyed, nor moves, and that the universe is one, without change. He also says that god is eternal and one and alike in every part, and finite and spherical, and perceptive in all his parts.
1:14.3
τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀροιζομένων γίνεσθαι καθ ἑκάστην ἡμέραν, τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ' ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς
太陽每日皆由眾多微小火粒聚集而生,大地則是無限的,既不為空氣所包圍,也不為天穹所包圍。太陽與月亮的數目也是無限的,萬物皆出於大地。
The sun comes to be each day from small fiery particles gathered together, and the earth is infinite and is bounded neither by air nor by heaven. There are infinite suns and moons, and all things are from earth.
1:14.4
οὑτος τὴν θάάσσαν ἁλμυρὰν ἔφη διὰ τὸ πολλὰ μίγματα συρρέειν ἐν αὐτῇ· ὁ δὲ Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι, τούτου χάριν γίνεσθαι ἁλμυράν·
此人說,海洋所以鹹,是因為眾多混合之物匯流入海;而梅特羅多洛斯(Metrodorus)則認為,海水是因滲透過大地過濾而變鹹的。
This man said the sea is salty because many mixtures flow together into it; but Metrodorus said it is salty because it is filtered through the earth, and for this reason becomes salty.
1:14.5
ὁ δὲ Ξενοφάνης μἶνοφάνης τῆς γῆς πρὸς τὴν θάλασσαν γίνεσθαι δοκεῖ καὶ τῷ χρόνω ὑπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὂτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εύρίσκονται κόγχαι, καὶ έν Συρακούσαις δὲ ἐν ταῖς λατομίαις λέγει εὑρῆσθαι τύπον ἰχθύος καὶ φωκῶν, έν δὲ Πάρω τύπον ἀφύης ἐν τῷ βάθει τοῦ λίθου, ἐν δὲ Μελίτῃ πλάκας συμπάντων τῶν θαλασσίων
色諾芬尼認為,大地與海洋之間會發生混合,且大地日久將被濕氣所消融,並聲稱他有如下證據:在陸地中央及山中,皆可發現貝殼;他又說,在敘拉古(Syracuse)的採石場中,曾發現魚類及海豹的印痕;在帕羅斯島(Paros),在石頭深處發現小魚的印痕;在美利提(Melite,馬爾他),則發現印有各種海洋生物的石板。
Xenophanes thinks that a mixture of the earth with the sea takes place, and that in time the earth is dissolved by the moisture, asserting that he has proofs such as these: that in the midst of the land and in the mountains shells are found, and at Syracuse, he says, in the stone-quarries there has been found the impression of a fish and of seals, and at Paros the impression of a small fish in the depth of the stone, and at Melite (Malta) slabs bearing impressions of all sea creatures.
1:14.6
ταῦτα δέ φησι γενέσθαι, ὂτε πάντα ἐπηλώθησαν πάλαι, τὸν δὲ τύπον ἐν τῷ πηλῷ ξηρανθῆναι, ἀναιρεῖσθαι δὲ τοὺς ἀνθρώπους πάντας. ὅταν ἡ γῆ κατενεχθεῖσα εἰς τὴν θάλασσαν πηλὸς γένηται, εἶτα πάλιν ἄρχεσθαι τῆς γενέσεως, καὶ ταύτην πᾶσι κόσμοις κόσμοις γίνεσθαι μεταβολήν
他說,此事發生於昔日萬物皆化為泥漿之時,印痕便留存於泥中而乾涸,人類則全數消亡。每當大地被沖刷入海、化為泥漿,生成便重新開始,而此種變化對一切世界皆會發生。
He says these things came to be when everything was long ago turned to mud, and the impression dried in the mud, and all mankind was destroyed. And whenever the earth, carried down into the sea, becomes mud, then generation begins again, and this transformation happens for all worlds.
1:15.1
Ἔκφαντός τις Συρακούσιος ἴφη μὴ εἶναι ἀληθινὴν τῶν ὄντων λαβεῖν γνῶσιν. ὁρίζει δὲ ὡς νομίζει τὰ μὲν πρώτα ἀδιαίρετα εἶναι σώματα καὶ παραλλαγὰς αὐτῶν τρεῖς ὑπάρχειν, μέγεθος σχῆμα δύναμιν, ἐξ ὦν τὰ αἰσθητὰ γίνεσθαι. εἶναι δὲ τὸ πλῆθος αὐτῶν ὡρισμένον καὶ τοῦτο ἄπειρον. κινεῖσθαι δὲ τὰ σώματα μήτε ὑπὸ βάρους μήτε πληγῆς. ἀλλ' ὑπὸ θείας δυνάμεως, ἢν νοῦν καὶ ψυχὴν Προσαγορεύει. τούτου μὲν οὖν τὸν κόσμον εἶναι ἐδέαν, δι' ὂ καὶ σφαιροειδῆ ὑπὸ θείας δυνάμεως γεγονέναι. τὴν δὲ γῆν μέσον κόσμου κινεῖσθαι περὶ τὸ αὑτῆς κέντρον ὡς πρὸς ἀνατολήν
敘拉古人埃克凡托斯(Ecphantus)某人主張,人不可能獲得對存在之物的真確知識。他依其所信如此界定:最初的物體是不可分割的,並具有三種差異──大小、形狀、能力,感官可知之物即由此而生。這些物體的數目是確定的,但同時也是無限的。這些物體並非因重量或碰撞而運動,而是由神聖的力量所推動,此力量他稱之為心智與魂。此世界因此是依照某種理型(idea)而成,正因如此,它也是由神聖力量造成球形。大地則位於世界中央,繞其自身中心朝東方運動。
A certain Ecphantus of Syracuse said that it is not possible to attain true knowledge of the things that exist. He defines, as he holds, that the first bodies are indivisible, and that there are three variations among them — magnitude, shape, and power — from which the perceptible things come to be. And the multitude of these is determinate, yet also infinite. The bodies are moved neither by weight nor by a blow, but by a divine power, which he calls mind and soul. This world is, then, modeled on an idea, on account of which it also came to be spherical through divine power; and the earth, in the middle of the world, moves about its own center toward the east.
1:16.1
Ἲππων δὲ <ὁ> Ῥηγῖνος ἀρχὰς ἔφη ψυχ·ρὸν τὸ ὒδωρ καὶ θερμὸν τὸ πῦρ. γενόμενον δὲ τὸ πῦρ ὑπὸ ὒδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν συστῆσαί τε τὸν κόσμον. τὴν δὲ ψυχὴν ποτὲ μὲν ἐγκέφαλον λέγει, ποτὲ δὲ ὕδωρ· καὶ γὰρ τὸ σπέρμα εἶναι τὸ φαινόμενον ἡμῖν ἐξ ὑγροῦ, ἐξ οὗ φησι ψυχὴν γίνεσθαι
雷吉翁的希波(Hippon)主張本原為冷水與熱火。火由水而生,卻壓倒了生成它者的力量,遂構成了世界。他稱魂有時為腦,有時為水;因為他說,我們可見的種子出於濕潤之物,而魂正是由此而生。
Hippon of Rhegium said that the first principles are cold water and hot fire. And fire, having come to be from water, overpowered the power of that which begot it and constituted the world. He calls the soul at one time the brain, at another water; for indeed, he says, the seed which appears to us comes from moisture, from which he says the soul comes to be.
1:17.1
Ταῦτα μὲν οὖν ἱκανῶς δοκοῦμεν παρατεθεικέναι. διὸ δοκεῖ λοιπὸν αύτάρκως διαδραμόντων ἡμῶν τὰ τοῖς φυσικοῖς δόξαντα, ἀναδραμεῖν ἐπὶ Σωκράτην καὶ Πλάτωνα, οἳ τὸ ἠθικὸν μάλιστα προετίμησαν
以上諸事,我們認為已充分陳述。因此,既然我們已充分綜覽了自然哲學家們的見解,接下來似乎應當回頭論及蘇格拉底與柏拉圖,二人最為推崇倫理學。
These things, then, we consider we have set forth sufficiently. Wherefore it seems fitting that, since we have now adequately run through what seemed true to the natural philosophers, we should turn back to Socrates and Plato, who valued moral philosophy above all.
1:18.1
Ὁ μὲν οὐν Σωκράτης γίνεται Ἀρχελάου τοῦ φυσικοῦ ἀκροατής· ὂς τὸ γνῶθι σαυτὸν προτιμήσας καὶ μεγάλην σχολὴν συστήσας ἔσχε πάντων τῶν μαθητῶν ἱκανώτερον τὸν Πλάτωνα, αὐτὸς μὲν μηδὲ συγγράμματα καταλιπών·
蘇格拉底於是成為自然哲學家阿爾刻拉俄斯的弟子;他最為推崇「認識你自己」這一箴言,並建立了一所偉大的學校,在他所有弟子當中,柏拉圖最為出色,而他自己則未留下任何著作。
Socrates, then, became a pupil of Archelaus the natural philosopher; and he, having valued above all the precept 'know thyself' and having established a great school, had of all his pupils Plato as the most capable, though he himself left behind no writings.
1:18.2
ὁ δὲ Πλάτων τὴν πᾶσαν αὐτοῦ σοφίαν ἀπομαξάμενος συνέστησε τὸ διδασκαλεῖον μίξας ὁμοῦ φυσικὴν ἠθικὴν διαλεκτικήν. ἄ δὲ ὁ Πλάτων ὁρίζει, ἐστὶ ταῦτα
柏拉圖則承襲了他(蘇格拉底)全部的智慧,建立起自己的學派,將自然哲學、倫理學與辯證法融合為一。柏拉圖所確立的學說如下。
But Plato, having taken an impression of his entire wisdom, established his school, mingling together natural philosophy, ethics, and dialectic. What Plato lays down as doctrine is as follows.
1:19.1
Πλάτων ἀρχὰς εἶναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ παράδειφμα· θεὸν μὲν τὸν ποιητὴν καὶ διακοσμήσαντα τόδε τὸ πᾶν κοὶ προνοούμενον αὐτοῦ· ὒλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἢν καὶ δεξαμενὴν καὶ Μήνην καλεῖ, ἐξ ἡς διακοσμηθείσης γενέσθαι τὰ τέσσαρα στοιχεῖα, ἐξ ὡν συνέστηκεν ὁ κόσμος, πυρὸς ἀέρος γῆς ὕδατος, ἐξ ὡς καὶ τὰ ἄλλα πάντα συγκρίματα καλούμενα, ζῷά τε καὶ φυτά, συνεστηκέναι·
柏拉圖主張,宇宙的本原有三:神、質料與範式。神是這整個宇宙的創造者、整飭者,並眷顧看護此宇宙;質料則是萬物所依存的底層,他也稱之為「容器」與「乳母」,質料經整飭而生出四元素──火、氣、土、水──宇宙即由此四元素構成,其他一切所謂「複合物」,包括動物與植物,也皆由此構成。
Plato holds that the first principles of the universe are god, matter, and paradigm: god as the maker and orderer of this universe and its providential ruler; matter as that which underlies all things, which he also calls the receptacle and the nurse, from which, having been ordered, the four elements came to be, out of which the world is composed — fire, air, earth, water — and from which all the other things called compounds, both animals and plants, have been composed.
1:19.2
τὸ δὲ παράδειγμα τὴν τὴν τοῦ θεοῦ εἶναι, ὂ καὶ ἰδέαν καλεῖ οἶον είκόνισμά τι ᾠ προσέχων ἐν τῇ ψυχῇ ὁ θεὸς τὰ πάντα ἐδημιούργει
至於範式,乃是神的心智,他也稱之為「理型」(idea),彷彿某種形象,神專注凝視此形象,於心智之中創造出萬物。
The paradigm, he says, is the mind of god, which he also calls the idea — something like an image, to which, keeping his attention fixed in his mind, god fashioned all things.
1:19.3
τὸν μὲν θεόν φησιν ἀσώματόν τε καὶ ἀνείδεον καὶ μόνοις σοφοῖς ἀνδράσι καταληπτὸν καταληπτὸν τὴν δὲ ὕλην δυνάμει μὲν σῶμα, ἐνεργείᾳ δὲ οὐδέπω· ἀσχημάτιστον γὰρ αὐτὴν οὖσαν καὶ ἄποιον, προσλαβοῦσαν σχήματα καὶ ποιότητας γενέσθαι σῶμα
他說,神是無形體、無形相的,唯有智者方能領悟;質料則潛在地是形體,實際上卻尚非形體;因為質料本無形狀、無性質,惟有取得形狀與性質之後,方才成為形體。
He says that god is incorporeal and without form, and comprehensible only by wise men; matter, he says, is a body in potentiality but not yet in actuality; for being without shape and without quality, it becomes a body only when it has taken on shapes and qualities.
1:19.4
τὴν μὲν οὖν ὒλην ἀρχὴν εἶναι καὶ σύγχρονον τῷ θεῷ, ταύτῃ καὶ ἀγένητον τὸν κόσμον· ἐκ γὰρ αὐτῆς συνεστάναι φησὶν αὐτόν. τῷ δὲ ἀγενήτῳ ἀκολουθεῖν πάντως καὶ τὸ ἄφθαερτον. ᾗ δὲ σῶμά τε καὶ ἐκ πολλῶν ποιοτήτων καὶ ἰδεῶν συγκείμενον ὑποτίθεται, ταύτῃ καὶ γενητὸν καὶ φθαρτόν
質料是本原,且與神同時並存;就此而言,世界也是未曾生成的,因為他說世界正是由質料所構成。而未生成者必然隨附著不朽壞。然而,就世界被視為一形體、由眾多性質與形相所組成而言,它同時也是被生成的、可朽壞的。
Matter, then, is a first principle and coeval with god; and by this reasoning the world too is unbegotten, for he says it is composed out of matter. And upon the unbegotten, indestructibility altogether follows. But insofar as it is posited to be a body composed of many qualities and forms, in this respect it is also begotten and destructible.
1:19.5
τινὲς δὲ τῶν Πλατωνικῶν ἀμφότερα ἔμιξαν χρησάμενοι παραδείφματι τοιούτῳ· ὄτι ὢσπερ ἄμαξα δύναται ἀεὶ διαμένειν ἄφθαρτος κατὰ μέρος ἐπισκευαζομένη, κἄν τὰ μέρη φθείρηται ἑκάστοτε, αὐτὴ δὲ ὁλόκληρος ἀεὶ μένει, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος κατὰ μέρη μὲν ἀεὶ φθείρεται, ἐπισκευαζομένων <δὲ> καὶ ἀντανισουμένων τῶν ἀφαιρουμένων ἀίδιος μένει
某些柏拉圖學派的人則將兩種說法結合,並援引如下比喻:正如一輛馬車若能逐部修補,便可永遠保持不朽壞──縱使各部分不斷損毀,整體卻始終保持完整──宇宙也是以此種方式,各部分不斷毀壞,但由於損毀之部分不斷得到修補與等量替換,宇宙整體便得以永恆長存。
But some of the Platonists have combined both views, using an illustration of this sort: that just as a wagon can always remain indestructible if repaired part by part — even though its parts perish each time, the whole always remains complete — in this same manner the world too is always being destroyed part by part, but, since the parts removed are repaired and replaced in equal measure, it remains eternal.
1:19.6
τὸν δὲ θεὸν οἱ μὲν ἔνα αὐτὸν αὐτὸν εἴπεῖν ἀγένητον καὶ ἄφθαρτον, ὡς λέγει ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων — οὔτως ἴνα αὐτὸν τὸν διὰ πάντων κεχωρηκότα ἀποφαίνεται —
至於神,有人說他(柏拉圖)稱神為獨一的、未生成的、不朽壞的,如他在《法律篇》中所言:『神,正如古老的箴言所說,掌有一切存在之物的始、終與中』──如此宣告祂即是那貫穿萬物者。
As for god, some say he speaks of him as one, unbegotten and indestructible, as he says in the Laws: 'God, then, just as the ancient saying goes, holding the beginning and end and middle of all things that exist' — thus declaring him to be the one who has passed through all things.
1:19.7
οἱ δὲ καὶ πολλοὺς ἀορίστους, ὂταν λέγῃ· θεοὶ θεῶν, ὡς ἐγὼ δημιουργός τε καὶ πατήρ· οἱ δὲ καὶ ὡρισμένους, ὂταν λέγῃ·
另有人則說他指的是眾多不定數目的神,如他所言:『諸神之神,我即是其創造者與父。』又有人說他指的是數目確定的神,如他所言:
But others say he speaks of many indefinite gods, when he says: 'Gods of gods, of whom I am the maker and father'; and still others say he speaks of gods defined in number, when he says:
1:19.8
ὁ μὲν δὴ μέγας ἐν αὐρανῷ Ζεὺς πτηνὸν ἄρμα ἐλαύνων, καὶ ὂταν γενεαλογῇ τοὺς Οὐρανοῦ παῖδας καὶ Γῆς. οἱ δὲ συστήσασθαι μὲν αὐτὸν θεοὺς γενητούς, καὶ διὰ μὲν τὸ γεγενῆσθαι, πάντως αὐτοὺς φθαρῆναι ἀνάγκην ἔχειν, διὰ δὲ τὴν βούλησιν τοῦ θεοῦ ἀθανάτους εἶναι, ἐν ᾠ προσθεὶς λέγει· θεοὶ θεῶν, ὦν ἐγὼ σημιουργός τε καὶ πατήρ, ἄλυτα ἐμοῦ γε θέλοντος, ὡς ἄν, εἰ λυθῆναι αὐτὰ θέλει, ῥᾳδίως λυθησόμενα
『偉大的宙斯在天上駕著有翼的車』──以及他為烏拉諾斯(天)與蓋亞(地)的子女作系譜之時。另有人則說,他(柏拉圖)主張這些神是被生成的,既已被生成,便必然註定要毀滅,但因神的意志而得以不朽──正如他接著所說:『諸神之神,我即是其創造者與父,只要我願意,它們便不可解散』──言下之意,若祂願意將它們解散,它們便極易被解散。
'Zeus, great in heaven, driving his winged chariot' — and when he traces the genealogy of the children of Uranus and Ge (Heaven and Earth). Others say that he holds that these are begotten gods, and that, because they have been begotten, they necessarily are bound to perish, but through the will of god they are immortal — as when he adds and says: 'Gods of gods, of whom I am the maker and father, indissoluble while I will it' — implying that, if he willed them to be dissolved, they would easily be dissolved.
1:19.9
δαιμόνων δὲ φύσεις ἀποδέχεται, καὶ τοὺς μὲν ἀγαθοὺς εἶναί φησιν αὐτῶν, τοὺς δὲ φαύλους
他也承認精靈(δαίμονες)的存在,並說其中有的良善,有的低劣。
He accepts the existence of the natures of daemons, and says that some of them are good, others base.
1:19.10
Καὶ τὴν ψυχὴν οἱ μέν φασιν αὐτὸν ἀγένητον λέγειν καὶ ἄφθαρτον, ὂταν λέγῃ· ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀιθάντον· καὶ ὂταν αὐτοκίνητον αὐτὴν ἀποδεικνύῃ καὶ ἀρχὴν κινήσεως· οἱ δὲ γενητὴν μέν, ἄφθαρτον δὲ διὰ τὴν τοῦ θεοῦ βούλησιν· οἱ δὲ σύνθετον καὶ γεγνητὴν καὶ φθαρτήν· καὶ γὰρ κρατῆρα αὐτῆς ὑποτίθεσθαι, καὶ σῶμα αὐτὴν ἔχειν αὐγοειδές, τὸ δὲ γενόμενον πᾶν ἀνάγκην ὲχειν φθαρῆναι
至於魂,有人說他稱之為未生成的、不朽壞的,如他所言:『一切魂皆是不朽的,因為恆自運動者乃不朽的』;又如他證明魂是自我運動的、是運動的本原之時。另有人說他認為魂是被生成的,卻因神的意志而不朽壞。又有人說他認為魂是複合的,既是被生成的,也是可朽壞的;因為他確實設想有一個為魂所用的「調和缽」,並認為魂具有一種發光的形體,而一切生成之物必然要歸於毀滅。
As for the soul, some say he calls it unbegotten and indestructible, when he says: 'All soul is immortal, for that which is ever-moving is immortal'; and when he demonstrates that it is self-moved and a first principle of motion. Others say he holds it to be begotten, but indestructible through the will of god. Others say he holds it to be composite, both begotten and destructible; for indeed he posits a 'mixing-bowl' for it, and that it has a radiant body, and everything that has come to be must of necessity perish.
1:19.11
οἱ δὲ ἀθάνατον αὐτὴν εἶναι λέγοντες μάλιστα ἐκείνοις ἰσχυρίζονται, <ἐν> ὅσοις καὶ κρίσεις φησὶν εἶναι μετὰ τελευτὴν ἐν Ἂιδου δικαστήραι, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς ἀκολούθων δικῶν
主張魂是不朽的人,主要依據那些他說死後在冥府的法庭中有審判的段落,善良的魂得享美好的報償,邪惡的魂則遭受相應的懲罰。
Those who say the soul is immortal rely chiefly on those passages in which he also says there are judgments after death in the courts of Hades, and that the good souls obtain a good reward, while the wicked ones receive fitting penalties.
1:19.12
τινὲς μὲν οὖν φασι καὶ μετενσωμάτωσιν αὐτὸν ὁμολογεῖν καὶ μεταβαίνειν τὰς ψυχὰς ὡρισμένας οὔσας ἄλλας εἰς ἄλλα σώματα κατ' ἀξίαν ἑκάστην καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπεσθαι εἰς τοῦτον τὸν κόσμον πάλιν πεῖραν παρεξομένας τῆς ἑαυτῶν προαιρέσεως
又有人說他也承認靈魂轉世,靈魂的數目是確定的,各依其應得的價值,從一具身體轉入另一具身體,並在某些確定的週期中再度被送回此世,以證明其自身的抉擇。
Some, then, say that he also acknowledges transmigration of souls, and that the souls, being determinate in number, pass from one body into another, each according to its own worth, and that at certain determinate periods they are sent up again into this world, to give proof of their own choice.
1:19.13
οἱ δὲ οὔ, ἀλλὰ τόπον λαγχάνειν κατ' ἀξίαν ἑκάστην, καὶ χρῶνται μαρτυρίῳ, ὂτι φησὶ μετὰ Διός τινας εἶναι, ἄλλους δὲ μετὰ ἄλλων θεῶν συμπεριπολοῦντας τῶν ἀγαθῶν ἀνδρῶν, τοὺς δὲ ἐν κολάσεσιν ὑπάρχειν αἰωνίοις, ὅσοι πονηρὰ καὶ ἄδικα παρὰ τοῦτον τὸν βίον εἰσὶν ἐξειργασμένοι
另有人則不以為然,而是主張每個魂依其應得的價值而獲得一處居所,並援引以下之言為證:他說有些良善之人的魂與宙斯同在,另有些則隨其他諸神一同運行,而那些今生行惡作不義之事者,則處於永恆的懲罰之中。
But others say not so, but that each soul obtains a place according to its worth, and they use as testimony the fact that he says some souls of good men are with Zeus, others revolve together with other gods, while those who during this life have wrought wicked and unjust deeds are in eternal punishments.
1:19.14
Φασὶ δὲ αὐτὸν τὰ μὲν ἄμεσα λέγειν, τὰ δὲ ἔμμεσα, τὰ δὲ μέσα τῶν πραγμάτων· ἐγρήγορσιν μὲν καὶ ὕπνον ἄμεσα, καὶ ὅσα τοιαῦτα· ἔμμεσα δὲ οἶον ἀγαθὰ καὶ κακά· καὶ μέσα οἶον τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιὸν ἤ τι ἄλλο χρῶμα
據說他稱事物之中有些為「無間者」,有些為「有間者」,有些則為事物之「居間者」;清醒與睡眠等等屬於「無間者」;諸如善事與惡事之類則屬於「有間者」;至於「居間者」,例如白與黑之間的灰色,或其他某種顏色。
They say that he calls some things among affairs 'immediate' (unmixed), others 'mediate' (mixed), and others 'intermediate'; waking and sleep, and such things, are 'immediate'; 'mediate' are, for example, good and evil things; and 'intermediate,' for instance, between white and black, gray, or some other color.
1:19.15
ἀγαθὰ δὲ μόνα κυρίως λέγειν φασὶν αὐτὸν τὰ περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐκτὸς οὐκ ἔτι κυρίως ἀγαθά, ἀλλὰ λεγόμενα ἀγαθά, πολλαχοῦ δὲ καὶ μέσα ὠνομακέναι αὐτά·
據說他只把關乎魂之事物稱為真正的善,而關乎身體及身外之物則並非真正的善,而是「所謂的」善;在許多地方,他也將這些稱為「居間之物」。
They say he calls only the things pertaining to the soul properly good, while the things pertaining to the body and external things are no longer properly good, but 'so-called' goods; and in many places he has also named them 'intermediate' things.
1:19.16
εἶναι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρῆσθαι. τὰς μὲν οὖν ἀρετὰς κατὰ τιμὴν ἀκρότητας εἶναί φησιν, κατὰ δὲ οὐσίαν μεσότητας· τιμιώτερον μὲν γὰρ οὐδὲν ἀρετῆς, τὸ δὲ ὑπερβάλλον αὐτῶν ἢ ἐνδέον εἰς κακίαν τελευτᾶν. οἶον τέσσαράς φησιν εἶναι ἀρετάς, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν· τούτων ἑκάστῃ παρακολουθεῖν δύο κακίας, καθ' ὑπερβολὴν καὶ μείωσιν, οἶον τῇ μὲν φρονήσει ἀφροσύνην κατὰ μείωσιν, πανουργίαν δὲ καθ' ὑπερβολήν, τῇ δὲ σωφροσύνῃ ἀκολασίαν κατὰ μείωσιν, σκαιότητα καθ ὑπερβολήν, τῇ δὲ δικαιοσύνῃ μειονεξίαν κατὰ μείωσιν, πλεονεξίαν καθ ὑπερβολήν, τῇ δὲ ἀνδρείᾳ δειλίαν κατὰ μείωσιν, θρασύτητα καθ ὑπερβολήν. ταύτας δὲ ἐγγενομένας τὰς ἀρετὰς ἀνθρώπῳ ἀπεργάζεσθαι αὐτὸν τέλειον καὶ παρέχειν αὐτῷ εὐδαιμονίαν
因為外物與身體之善,既可善加運用,也可惡意運用。至於德性,他說,就其尊貴而言是極端,就其本質而言則是中道;因為沒有什麼比德性更為尊貴,但德性的過度或不足則終將流於惡。例如,他說德性有四:明智、節制、正義、勇敢;每一德性都伴隨著兩種惡,一為過度,一為不足:明智之不足為愚昧,其過度為狡詐;節制之不足為放縱,其過度為粗鄙;正義之不足為吃虧,其過度為貪婪;勇敢之不足為怯懦,其過度為魯莽。這些德性一旦在人身上生成,便使人臻於完美,並賜予其幸福。
For it is possible to use them well or badly. The virtues, then, he says, are extremes in point of honor, but means in point of essence; for nothing is more honorable than virtue, but its excess or deficiency ends in vice. For instance, he says there are four virtues — prudence, temperance, justice, courage — and that upon each of these there follow two vices, by excess and by deficiency: for prudence, folly by deficiency, cunning by excess; for temperance, licentiousness by deficiency, boorishness by excess; for justice, receiving less than one's due by deficiency, taking more than one's due by excess; for courage, cowardice by deficiency, rashness by excess. And these virtues, when engendered in a man, render him perfect and furnish him with happiness.
1:19.17
τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὄταν τις ὄσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως. τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται
他說,幸福乃是盡人所能地與神相似;而與神相似,即是當人藉著明智而變得聖潔且公正之時。因為他將此設定為至高智慧與德性的終極目標。
He says happiness is likeness to god, so far as is possible; and likeness to god comes about when one becomes holy and just, together with prudence. For he posits this as the goal of the highest wisdom and virtue.
1:19.18
λέγει δὲ ἀντακολουθεῖν τὰς ἀρετὰς ἀλλήλαις καὶ μονοειδεῖς εἶναι καὶ μηδέποτε ἐναντιοῦσθαι ἀλλήλαις. τὰς δὲ κακίας πολυτρόπους τε εἶναι καὶ ποτὲ μὲν ἀντακολουθεῖν, ποτὲ δὲ ἐναντιοῦσθαι ἀλλήλαις
他說,諸德性彼此相隨相伴,形式劃一,永不彼此對立。而諸惡則形形色色,有時彼此相隨,有時則彼此對立。
He says the virtues reciprocally accompany one another and are uniform, and never oppose one another. But the vices are manifold, and sometimes reciprocally accompany one another, sometimes oppose one another.
1:19.19
εἱμαρμένην φησὶν εἶναι, οὐ μὴν πάντα καθ εἱμαρμένην γίνεσθαι, ἀλλ εἶναί τι καὶ ἐφ ἡμῖν, ἐν οἷς φησιν· αἰτία ἑλομένου, θεὸς ἀναίτιος, καὶ θεσμός τε Ἀδραστείας ὅδε. οὕτω τὸ καθ εἱμαρμένην οἶδε καὶ τὸ ἐφ ἡμῖν· ἀκούσια δέ φησιν εἶναι τὰ ἁμαρτήματα·
他說命運確實存在,但並非萬事皆依命運而生,而是有些事也取決於我們自身,正如他所言:『責任在於選擇者,神是無咎的』,以及『這便是阿德拉斯緹亞(Adrasteia,報應女神)的律令』。他就是如此,既承認依命運而生之事,也承認在我們自身能力之內的事。他說,過犯皆是非自願的。
He says fate exists, yet not all things come to be according to fate, but something also lies in our own power, in those passages where he says: 'The blame is his who chooses; god is blameless' — and 'this is the ordinance of Adrasteia.' Thus he acknowledges both what is according to fate and what is in our power. He says that sins are involuntary.
1:19.20
εἰς γὰρ τὸ κάλλιστον τῶν ἐν ἡμῖν, ὅπερ ἐστὶν ἡ ψυχή, οὐκ ἄν τινα τὸ κακὸν παραδέξασθαι, τουτέστι τὴν ἀδικίαν· κατὰ ἄγνοιαν δὲ καὶ σφάλμα τοῦ ἀγαθοῦ, οἰομένους καλόν τι ποιεῖν, ἐπὶ τὸ κακὸν ἔρχεσθαι
因為沒有人會甘願讓惡──也就是不義──進入我們之中最美善的部分,即魂之中;而是人因無知,並在對善的判斷上有所差錯,自以為在做某件美好之事,卻因而走向惡。
For no one would willingly admit evil, that is, injustice, into the fairest thing in us, which is the soul; but through ignorance and a mistake about the good, thinking they are doing something noble, men arrive at evil.
1:19.21
καὶ λέξις τούτου ἐμφανεστάτη ἐστὶν ἐν τῇ Πολιτείᾳ, ἐν ᾖ φησιν· πάλιν δὲ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ κακία· πῶς οὖν δή τις τὸ τοιοῦτον κακὸν αἱροῖτ ἄν; ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν. οὐκοῦν καὶ τοῦτο ἀκούσιον, εἴπερ τὸ νικᾶν ἑκούσιον; ὥστε ἐκ παντὸς λόγου τό γε ἀδικεῖν ἀκούσιον <ὁ> λόγος αἱρεῖ
此點最為明確的表述見於《理想國》,其中他說:『你們又再度斗膽宣稱,惡是可恥的、為神所憎的;那麼人怎麼可能選擇如此之惡呢?你們說,凡是較為軟弱者,便為快樂所征服。那麼,既然戰勝是出於自願,這豈不也是非自願的嗎?因此,無論從何種論證而言,理性都判定:至少行不義之事乃是非自願的。』
And the clearest expression of this is in the Republic, where he says: 'Again, moreover, you dare to say that vice is shameful and hateful to god; how then would anyone choose such an evil? You say, whoever is inferior is overcome by pleasures. Is not this too, then, involuntary, if indeed to conquer is voluntary? So that from every argument, reasoning shows that wrongdoing at least is involuntary.'
1:19.22
ἀντιτίθεται δέ τις αὐτῷ πρὸς τοῦτο· διὰ τί οὖν κολάζονται, εἰ ἀκουσίως ἁμαρτάνουσιν; ὁ δὲ λέγει, ἕνα ἵνα τε αὐτὸς ὅτι τάχιστα ἀπαλλαγῇ κακίας καὶ κόλασιν ὑπόσχῃ — τὸ γὰρ κόλασιν ὑποσχεῖν οὐ κακὸν ἀλλὰ ἀγαθόν, εἴπερ μέλλει μέλλει κάθαρσις τῶν κακῶν γίνεσθαι — καὶ ἵνα μηδὲν ἁμαρτάνωσιν οἱ λοιποὶ ἀκούοντες ἄνθρωποι, ἀλλὰ φυλάσσωνται τὴν τοιαύτην πλάνην
有人對此提出反駁:既然人是非自願地犯罪,為何仍要受罰?他回答說,其一是為了讓犯罪者自己能盡快擺脫惡並承受懲罰──因為承受懲罰並非惡事,而是善事,只要它能帶來對惡的滌淨──其二是為了使其餘聽聞此事的世人不致犯罪,而懂得防範這樣的謬誤。
Someone raises against him this objection: why then are they punished, if they sin involuntarily? He replies that it is for one reason, so that he himself may as quickly as possible be delivered from vice and undergo punishment — for to undergo punishment is not an evil but a good, provided it is to bring about a purification of evils — and so that the rest of mankind, hearing of it, may commit no sin, but guard against such error.
1:19.23
κακοῦ δὲ φύσιν οὔτε ὑπὸ θεοῦ γενέσθαι οὔτε καθ αὑτὴν ὑπόστασιν ἔχειν, ἀλλὰ κατ ἐναντίωσιν καὶ παρακολούθησιν τοῦ ἀγαθοῦ γενέσθαι, ἢ καθ ὑπερβολὴν ἢ κατὰ μείωσιν, ὡς περὶ τῶν ἀρετῶν προείπομεν. ὁ μὲν οὐν Πλάτων, καθὼς προείπομεν, συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας οὕτως ἐφιλοσόφησεν
至於惡的本性,他認為既非由神而生,也不具有其自身的實體,而是由與善的對立、及伴隨善而生,或為過度,或為不足,正如我們先前論及諸德性時所說。柏拉圖便是如此,正如我們先前所言,將哲學的三個部分匯合為一,以此方式從事哲學。
The nature of evil, he holds, neither came to be from god nor has substance in itself, but comes to be by opposition to, and accompaniment of, the good, either by excess or by deficiency, as we said before concerning the virtues. Plato, then, as we said before, having brought together the three parts of philosophy as a whole, philosophized in this manner.
1:20.1
Ἀριστοτέλης τούτου γενόμενος ἀκροατὴς εἰς τέχνην τὴν φιλοσοφίαν ἤγαγεν καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν πάντων ὑποθέμενος οὐσίαν καὶ συμβεβηκός τὴν μὲν οὐσίαν μίαν τὴν πᾶσιν ὑποκειμενην, τὰ δὲ συμβεβηκότα ἐννέα· ποσόν, ποιόν, πρὸς τί, ποῦ, πότε, ἔχειν, κεῖσθαι, ποιεῖν, πάσχειν
亞里斯多德成為柏拉圖的弟子,將哲學導向一種系統性的學問(藝),因而更為講究邏輯;他主張萬物的元素是「實體」與「屬性」:實體為一,是萬物所依存之底層;屬性則有九種──數量、性質、關係、地點、時間、狀態、姿態、主動、被動。
Aristotle, having become his pupil, brought philosophy into a systematic art and became more logical, positing that the elements of all things are substance and accident: substance being one, underlying all things, and the accidents nine — quantity, quality, relation, place, time, having, position, doing, being-affected.
1:20.2
τὴν μὲν οὖν οὐσίαν τοιαύτην εἶναι, οἷον θεόν, ἄνθρωπον καὶ ἕκαστον τῶν τῷ ὁμοίῳ λόγῳ ὑποπεσεῖν δυναμένων. περὶ δὲ τὰ συμβεβηκότα θεωρεῖται τὸ μὲν ποιόν. οἷον λευκὸν μέλαν· τὸ δέ ποσόν, οἷον δίπηχυ τρίπηχυ· τὸ δὲ πρὸς τί, οἷον πατὴρ υἱός· τὸ δὲ ποῦ, οἷον Ἀθήνησι Μεγαροῖ· τὸ δὲ πότε, οἷον ἐπὶ τὴς δεκάτης ὀλυμπιάδος· τὸ δὲ ἔχειν, οἷον κεκτῆσθαι· τὸ δὲ ποιεῖν, οἷον γράφειν καὶ ὅλως ἐνεργεῖν τι· τὸ δὲ κεῖσθαι, οἷον τὸ δὲ πάσχειν, οἷον τύπτεσθαι
實體便是諸如神、人,以及一切可歸入相似定義之下者。至於屬性方面:性質,例如白、黑;數量,例如二肘、三肘;關係,例如父、子;地點,例如在雅典、在麥加拉;時間,例如在第十屆奧林匹克運動會之時;狀態,例如擁有;主動,例如書寫,總之即從事某種活動;姿態,例如〔臥、立〕;被動,例如被擊打。
Substance, then, is such as god, man, and each of the things that can fall under a like definition. Concerning the accidents, quality is observed, for instance white, black; quantity, for instance two cubits, three cubits; relation, for instance father, son; place, for instance at Athens, at Megara; time, for instance at the tenth Olympiad; having, for instance to possess; doing, for instance to write and, in general, to perform some activity; position, for instance [reclining, standing]; and being-affected, for instance to be struck.
1:20.3
ὑποτίθεται καὶ αὐτὸς τὰ μὲν μεσότητα ἔχειν, τὰ δὲ ἄμεσα εἶναι, ὡς εἴπομεν καὶ περὶ τοῦ Πλάτωνος. καὶ σχεδὸν τὰ πλεῖστα τῷ Πλάτωνι σύμφωνός ἐστιν πλὴν τοῦ περὶ ψυχῆς δόγματος
他也和柏拉圖一樣主張,事物有的具有中道,有的則是「無間者」,一如我們論及柏拉圖時所述。他在大多數方面與柏拉圖見解一致,唯獨在關於魂的學說上有所不同。
He too posits that some things have a mean, while others are immediate, as we said also concerning Plato. And in most respects he is in agreement with Plato, except in the doctrine concerning the soul.
1:20.4
ὁ μὲν γὰρ Πλάτων ἀθάνατον, ὁ δὲ Ἀριστοτέλης ἐπιδιαμένειν καὶ μετὰ ταῦτα καὶ ταύτην ἐναφανίζεσθαι τῷ πέμπτῳ σώματι, ὃ ὑποτίθεται εἶναι μετὰ τῶν ἄλλων τεσσάρων, τοῦ τε πυρὸς καὶ τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος λεπτότερον, οἷον πνεῦμα
柏拉圖認為魂是不朽的,而亞里斯多德則認為,魂在此生之後雖仍延續存在,但其後也終將消散於「第五種形體」之中;此第五種形體,他主張存在於火、土、水、氣之外,比這四者更為精細,猶如一種氣息(pneuma)。
For Plato holds it to be immortal, whereas Aristotle holds that it survives even afterward, but that it, too, then vanishes into the fifth body, which he posits as existing alongside the other four — fire, earth, water, and air — being finer than these, like a breath (spirit).
1:20.5
ὁ μὲν οὖν Πλάτων μόνα ἀγαθὰ ὄντως τά περὶ ψυχὴν εἶναί φησιν καὶ ἀρκεῖν πρὸς τὴν εὐδαιμονίαν· ὁ δὲ Ἀριστοτέλης τριγένειαν τῶν ἀγαθῶν εἰσάγει καὶ λέγει μὴ εἶναι τέλειον τὸν σοφόν, ἐὰν μὴ παρῇ αὐτῷ καὶ τὰ τοῦ σώματος ἀγαθὰ καὶ τὰ ἐκτός, ἅ ἐστι κάλλος ἰσχὺς εὐαισθησία ἀρτιότης· τά δὲ ἐκτὸς πλοῦτος εὐγένεια δόξα δύναμις εἰρήνη φιλία. τὰ δὲ ἐντὸς περὶ ψυχήν, καθὼς καὶ Πλάτωνι ἔδοξεν, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν
柏拉圖說,唯有關乎魂之事物才是真正的善,且足以帶來幸福;亞里斯多德則引入三重善的分類,並主張智者若非同時具備身體之善與身外之善,便不能算是完滿的:身體之善即美貌、力量、感官敏銳、健全;身外之善則是財富、出身高貴、名聲、權勢、和平、友誼。至於內在之善,即關乎魂者,一如柏拉圖所主張,乃是明智、節制、正義、勇敢。
Plato, then, says that only the things pertaining to the soul are truly good and are sufficient for happiness; but Aristotle introduces a threefold class of goods and says that the wise man is not perfect unless there are also present to him the goods of the body and external goods — the former being beauty, strength, keenness of the senses, soundness of health; the external being wealth, noble birth, reputation, power, peace, friendship. And the internal goods, pertaining to the soul, as Plato also held, are prudence, temperance, justice, courage.
1:20.6
τὰ δὲ κακά φησι καὶ οὗτος κατ ἐναντίωσιν τῶν ἀγαθῶν γενέσθαι καὶ εἶναι ὑπὸ τὸν περὶ σελήνην τόπον, ὑπὲρ δὲ σελήνην μηκέτι. τὴν δὲ ψυχὴν τὴν μὲν ὅλου τοῦ κόσμου ἀθάνατον εἶναι καὶ αὐτὸν τὸν κόσμον ἀίδιον, τὴν δὲ καθ ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι
他也說,惡是與善相對立而產生的,並且存在於月下區域之內,月上則不再有惡。他又說,整個世界的靈魂是不朽的,世界本身也是永恆的,但個別的魂,一如我們先前所述,終將消散。
He too says that evils come to be in opposition to goods, and that they exist beneath the region around the moon, but no longer above the moon. And he says that the soul of the whole world is immortal, and the world itself eternal, but that the individual soul, as we said before, vanishes.
1:20.7
οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ Ποικίλῃ στοᾷ. ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς στοᾶς, Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου. ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὐν καὶ ὁ Ἀριστοτέλης
此人(亞里斯多德)便在呂克昂學園(Lyceum)中從事其哲學講論;芝諾則在彩繪柱廊(Painted Stoa)之中。追隨芝諾者,其名取自地點,也就是取自柱廊(stoa),故稱斯多亞學派(Stoics);追隨亞里斯多德者,其名則取自其活動──因他們是在呂克昂學園中邊漫步邊探討學問,故被稱為逍遙學派(Peripatetics)。以上便是亞里斯多德的學說。
He, then, carried on his philosophical discourses in the Lyceum; but Zeno did so in the Painted Stoa. Those who followed Zeno took their name from the place, that is, from the stoa, and were called Stoics; those who followed Aristotle took their name from the activity, for since they inquired while walking about in the Lyceum, they were for this reason called Peripatetics. These, then, are the doctrines of Aristotle.
1:21.1
Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὄροις περιέλαβον ὁμόδοξοι γενόμενοι ὅ τε Χρύσιππος καὶ Ζήνων, οἳ ὑπέθεντο καὶ αὐτοὶ ἀρχὴν μὲν θεὸν τῶν πάντων, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ
斯多亞學派同樣把哲學發展得更講究三段論證,並幾乎將之限定於種種定義之內;克呂西波斯(Chrysippus)與芝諾見解一致,二人也主張神是萬物的本原,是最純淨的形體,而神的天命則貫穿萬物。
The Stoics, they too, developed philosophy in a more syllogistic direction and confined it, so to speak, within definitions, Chrysippus and Zeno having come to hold the same opinions; and they too posited god as the first principle of all things, being a body, the purest of all; and that his providence extends through all things.
1:21.2
καὶ αὐτοὶ δὲ τὸ καθ εἱμαρμένην εἶναι πάντα διεβεβαιώσαντο παραδείγματι χρησάμενοι τοιούτῳ, ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾐ ἐξηρτημένος κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται, ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης οἷον τῆς εἱμαρμένης· ἐὰν δὲ μὴ βούληται ἔπεσθαι, πάντως ἀναγκασθήσεται· τὸ αὐτὸ δή που καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως· εἰς τὸ πεπρωμένον εἰσελθεῖν
他們也同樣堅稱萬事皆依命運而生,並援引如下比喻:正如一隻狗若被繫在車後,若牠願意跟隨,牠便既被拖行也跟隨而行,如此便是在必然性──也就是命運──之中同時行使自身的自由抉擇;但若牠不願跟隨,牠終究還是會被強迫拖行;人的情形也正是如此:即便不願跟從,人終究也會被迫進入命定之事。
They too affirmed that all things happen according to fate, using an illustration of this kind: that just as, if a dog is tied to a cart, if it is willing to follow, it is both drawn along and follows, thereby exercising its own free choice together with necessity, that is, with fate; but if it is unwilling to follow, it will nevertheless be compelled — the same, surely, holds for men too: even if unwilling to follow, they will nevertheless be compelled to enter into what is fated.
1:21.3
τὴν δὲ ψυχὴν λέγουσιν ἀθάνατον, εἶναι δὲ σῶμα καὶ γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος, διὸ καὶ καλεῖσθαι ψυχήν. ὁμολογοῦσι δὲ καὶ μετενσωμάτωσιν γίνεσθαι ὡρισμένων οὐσῶν τῶν ψυχῶν
他們說魂是不朽的,卻是一個形體,是由周遭空氣的冷卻凝結而生成,因此也稱為「魂」(psyche,取其與「冷卻」音近義聯)。他們也承認靈魂轉世確有發生,魂的數目是確定的。
They say the soul is immortal, but that it is a body, and that it comes to be from the cooling of the surrounding air, and for this reason is called 'psyche.' They also acknowledge that transmigration takes place, the souls being determinate in number.
1:21.4
προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου, οἱ μὲν παντός, οἱ δὲ μέρους, καὶ κατὰ μέρος δὲ αὐτὸν καθαίρεσθαι λέγουσιν· καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἐτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν
他們也接受此世界將有一場大火燃燒與潔淨──有人認為是整個世界,有人認為只是部分──並說世界是逐部被潔淨的;他們幾乎將此種毀滅、以及由此而生出另一世界,稱之為「潔淨」。
They accept that there will be a conflagration and a purification of this world — some holding it will be of the whole, others of a part — and they say that it is purified part by part; and they call the destruction and the generation of another world out of it, virtually, 'purification.'
1:21.5
σώματα δὲ πάντα ὑπέθεντο, καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ † ἀνάστασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. ταῦτα καὶ οἱ Στωϊκοί
他們主張,萬物皆為形體,形體可貫穿形體〔此處原文有訛誤,或指某種「互相替代」〕,萬物皆充實無間,並無任何虛空存在。以上便是斯多亞學派的學說。
They posited that all things are bodies, and that body passes through body [interpenetrates], but [the text here is corrupt: possibly meaning by mutual displacement], and that all things are filled full and that nothing is void. These, then, are also the doctrines of the Stoics.
1:22.1
Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν πᾶσι δόξαν ἔθετο. ἀρχὰς μὲν τῶν ὄλων ὐπέθετο ἀτόμους καὶ κενόν, κενὸν μὲν οἷον τόπον τῶν - ἐσομένων, ἀτόμους δὲ τὴν ὕλην, ἐξ ἧς τὰ πάντα
伊比鳩魯(Epicurus)則提出了幾乎與眾人相反的見解。他主張宇宙的本原是「原子」與「虛空」:虛空即萬物將存於其中之處所,原子即質料,萬物皆由此而成。
Epicurus, however, laid down an opinion virtually opposite to all the others. He posited as first principles of the universe atoms and void: void, as it were, the place of the things that will be, and atoms as matter, out of which all things are formed.
1:22.2
ἐκ δὲ τῶν ἀτόμων συνελθουσῶν γενέσθαι καὶ τὸν θεὸν καὶ τὰ στοιχεῖα καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ζῷα καὶ ἄλλα, ὡς μηδὲν μήτε γίνεσθαι μήτε συνεστάναι, εἰ μὴ ἐκ τῶν ἀτόμων εἴη. τὰς δὲ ἀτόμους τὰ λεπτομερέστατα σώμαθ᾿, ὧν οὐκ ἂν γένοιτο κέντρον οὐδὲ σημεῖον οὐδὲν οὐδὲ διαίρεσις οὐδεμία, ἴφη εἶναι διὸ καὶ ἀτόμους αὐτὰς ὠνόμασεν
由原子聚合,便產生了神,也產生了諸元素及其中一切之物,包括動物及其他萬物,以致無一物之生成或構成不是出於原子。他說,原子是最微小不可分之形體,其上不可能有中心,也沒有任何一點,更無任何可分割之處,因此他將之命名為「原子」(atomos,即「不可分者」)。
From the atoms coming together, both god came to be, and the elements, and everything in them, both animals and other things, so that nothing either comes to be or is composed unless it be from atoms. The atoms, he said, are the finest-parted bodies, of which there could be no center nor any point nor any division whatsoever; for this reason he also named them 'atoms' (indivisibles).
1:22.3
τὸν δὲ θεὸν ὁμολογῶν εἶναι ἀίδιον καὶ ἄφθαρτόν φησι μηδενὸς προνοεῖν, καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἱμαρμένην, ἀλλὰ πάντα κατὰ αὐτοματισμὸν γίνεσθαι. καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακοσμίοις οὕτω καλουμένοις ὑπ αὐτοῦ — ἔξω γάρ τι τοῦ κόσμου οἰκητήριον τοῦ θεοῦ ἔθετο εἶναι, λεγόμενον τὰ μετακόσμια — ἥδεσθαί τε καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ, καὶ οὔτε αὐτὸν πράγματα ἔχειν οὔτε ἄλλοις παρέχειν
他雖承認神存在,是永恆且不朽壞的,卻說神不對任何事物施行天命,且根本沒有天命,也沒有命運,萬物皆是出於自發偶然而生成。因為,他說,神居於他所稱的「諸世界之間」(metakosmia)──他主張在此世界之外有一處神的居所,稱為「諸世界之間」──在至高的安樂之中享受快樂並安然靜處,既不為自己招惹麻煩,也不為他人帶來麻煩。
While acknowledging that god exists, eternal and indestructible, he says that god exercises providence over nothing, and that in general there is neither providence nor fate, but that all things come to be by spontaneous chance. For god, he says, dwells in the 'intermundia,' as they are called by him — for he posited that there is a certain dwelling-place of god outside the world, called the intermundia — enjoying pleasure and remaining at rest in the utmost happiness, neither himself having troubles nor providing them for others.
1:22.4
οἶς ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ τὴν κατὰ τὰς θνητὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν
與此相應,他也就智者立論,宣稱智慧之終極目的乃是快樂。然而不同人對「快樂」一詞的理解各異:有人理解為順從必朽欲望之快樂,有人則理解為基於德性之快樂。
In keeping with these things, he has also made his account concerning wise men, saying that the goal of wisdom is pleasure. But different people have understood the term 'pleasure' differently: some understand it as pleasure according to mortal desires, others as the pleasure that is in virtue.
1:22.5
τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων λύεσθαι ἄμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται· αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἣ τραπέντος ἀπόλλυσθαι ὅλον ἄνθρωπον· ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἶναι ἐν Ἅιδου μήτε δικαστήρια, ὡς ὅ τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ ἀνεύθυνον εἶναι παντελῶς. οὕτως οὐν καὶ ὁ Ἐπίκουρος
他主張,人的魂與身體一同消亡,正如他也主張魂與身體一同被生成一樣;因為他說魂即是血,血一旦流出或發生變化,整個人便隨之消亡。由此便推導出:冥府中既無審判,也無法庭,以致人在今生無論做了什麼,只要不為人所察覺,便完全無須承擔任何責任。以上便是伊比鳩魯的學說。
The souls of men, he holds, are dissolved together with their bodies, just as he also posits that they are begotten together with them; for he says they are blood, and when this departs or is altered, the whole man perishes. From this it follows that there are neither judgments nor courts in Hades, so that whatever anyone may do in this life and escape notice is altogether without accountability. Such, then, are also the doctrines of Epicurus.
1:23.1
Ἄλλη δὲ αἵρεσις φιλοσόφων ἐκλήθη Ακαδημαϊκή, διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς αὐτοὺς ποιεῖσθαι, ὠν ἄρξας ὁ Πύρρων, ἀφ οὗ Πυρρώνειοι ἐκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν ἁπάντων πρῶτος εἰσήγαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν
另有一派哲學家被稱為「學園派」(Academic),因其於學園(Academy)中進行講論;此派之創始者為皮浪(Pyrrho),故其追隨者亦被稱為「皮浪學派」(Pyrrhonists)哲學家。他是第一個引入「萬物皆不可知」之說者,其方法是就正反兩面皆加以論證,卻對任何一方都不作定論。
Another sect of philosophers was called the Academic, because they carried on their discussions in the Academy; of these Pyrrho was the founder, from whom the philosophers were called Pyrrhonists. He was the first to introduce the incomprehensibility of all things, so as to argue on both sides, yet to declare nothing definitively.
1:23.2
οὐδὲν γὰρ εἶναι οὔτε τῶν νοητῶν οὔτε τῶν αἰσθητῶν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. ῥευστήν τε εἶναι τὴν οὐσίαν πᾶσαν καὶ μεταβλητὴν καὶ μηδέποτε ἐν τῷ αὐτῶ μένειν
因為〔他主張〕無論是可理知之物,或是可感知之物,皆無一為真,僅僅是在人看來如此而已。〔他又主張〕一切實體皆處於流變之中,恆常變化,永不維持自身同一。
For he held that nothing, neither of the objects of intellect nor of the objects of sense, is true, but that it only seems so to men. And he held that all substance is in flux and changeable and never remains the same.
1:23.3
οἱ μὲν οὖν τῶν Ἀκαδημαϊκῶν λέγουσιν μὴ δεῖν τὴν ἀρχὴν περὶ μηδενὸς ἀποφαίνεσθαι, ἀλλ ἁπλῶς ἐπιχειρήσαντας ἐᾶν. οἱ δὲ τὸ <οὐ> μᾶλλον προσέθεσαν, λέγοντες οὐ μᾶλλον τὸ πῦρ <πῦρ> εἶναι ἢ τι. οὐ μέντοι ἀπεφήναντο αὐτὸ <τὸ> τί ἐστιν, ἀλλὰ τὸ τοιόνδε
學園派中有人主張,一開始便不應對任何事物作出任何定論,而只需單純進行論證的嘗試,然後就此打住。另有人則加上「不見得更是」這一說法,例如說:火不見得更是火,而不是別的什麼。然而他們並未宣稱該物究竟「是什麼」,只說它「大致如何」。
Some of the Academics, then, say that one ought from the outset to declare nothing about anything, but simply, having made the attempt to argue, to leave it there. Others added the phrase 'no more,' saying, for example, that fire is no more fire than it is something else. Yet they did not declare what it actually is, but only of what sort it is.
1:24.1
Ἔστι δὲ καὶ παρὰ Ἰνδοῖς αἵρεσις φιλοσοφουμένων ἐν τοῖς Βραχμάναις, οἵ βίον μὲν αὐτάρκη προβάλλονται ἐμψύχων δὲ καὶ τῶν διὰ πυρὸς βρωμάτων ἀπέχονται, ἀκροδρύοις ἀρκούμενοι μηδὲ αὐτὰ ταῦτα τρυγῶντες, ἀλλὰ τὰ πίπτοντα εἰς τὴν γῆν βαστάζοντες ζῶσιν, ὕδωρ ποταμοῦ † ταγαβενὰ πίνοντες
在印度人中間,也有一個哲學派別,即婆羅門(Βραχμᾶναι),他們奉行自給自足的生活,並戒絕有生命之物及經火烹煮的食物,僅以樹木的果實為足,甚至不親自採摘,而是靠拾取落地之果為生,飲用†塔加貝納†河之水。
Among the Indians too there is a sect of philosophers among the Brahmins, who profess a self-sufficient way of life and abstain from ensouled things and from foods cooked by fire, being content with tree-fruits, and not even gathering these themselves, but living by carrying off those that fall to the ground, drinking the water of the river †Tagabena†.
1:24.2
διαβιοῦσι δὲ γυμνοί, τὸ σῶμα ἔνδυμα τῇ ψυχῇ ὑπὸ τοῦ θεοῦ γεγονέναι λέγοντες. οὑτοι τὸν θεὸν φῶς εἶναι λέγουσιν οὐχ ὁποῖόν τις ὁρᾷ οὐδ οἷον ἥλιος καὶ πῦρ, ἀλλ ἔστιν αὐτοῖς ὁ θεὸς λόγος, οὐχ ὁ ἔναρθρος, ἀλλ ὁ τῆς γνώσεως, δι οὗ τὰ κρυπτὰ τῆς φύσεως μυστήρια ὁρᾶται σοφοῖς. τοῦτο δὲ τὸ φῶς. ὅ φασι λόγον [τὸν θεόν], αὑτοὺς μόνους εἰδέναι λέγουσιν διὰ τὸ ἀπορρῖψαι μόνους τὴν κενοδοξίαν, ὅς ἐστι χιτὼν τῆς ψυχῆς ἔσχατος
他們裸體度日,說身體乃是神為靈魂所造的衣裳。他們說神是光——不是人眼所見的那種光,也不像太陽與火那樣的光,而對他們而言,神乃是道(Λόγος);不是有音節發出的言語,而是知識之道,藉此,智者得以看見自然中隱藏的奧秘。這光——他們稱之為道[即神]——他們說唯獨自己知曉,因為唯獨他們拋棄了虛榮,而虛榮乃是靈魂最後的一件衣裳。
They live naked, saying that the body has been made by God as a garment for the soul. They say that God is light — not such as one sees, nor such as the sun and fire, but for them God is the Word (Logos), not the articulate word, but the word of knowledge, through which the hidden mysteries of nature are seen by the wise. This light — which they call the Word, [that is, God] — they say that they alone know, because they alone have cast off vainglory, which is the last garment of the soul.
1:24.3
οὗτοι θανάτου καταφρονοῦσιν· ἀεὶ δὲ ἰδίᾳ φωνῇ θεὸν δοξάζουσιν, καθὼς προείπομεν, ὕμνους τε ἀναπέμπουσιν. οὔτε δὲ γυναῖκες παρ αὐτοῖς οὔτε τεκνοῦσιν
這些人輕視死亡;他們總是以自己的語言榮耀神,如我們先前所述,並獻上頌歌。他們中間沒有女人,也不生育子女。
These men despise death; and they continually glorify God in their own tongue, as we have said before, and send up hymns. There are no women among them, nor do they beget children.
1:24.4
οἱ δὲ τοῦ ὁμοίου αὐτοῖς βίου ὀρεχθέντες ἐκ τῆς ἀντιπέραν χώρας τοῦ ποταμοῦ διαπεράσαντες ἐκεῖσε ἐναπομένουσιν, ἀναστρέφοντες μηκέτι· καὶ αὐτοὶ δὲ Βραχμᾶνες καλοῦνται. βίον δὲ οὐχ ὁμοίως διάγουσιν· εἰσὶ γὰρ καὶ γυναῖκες ἐν τῇ χώρᾳ, ἐξ ὡνπερ οἱ ἐκεῖ κατοικοῦντες γεννῶνται καὶ γεννῶσιν
凡渴慕與他們相似生活的人,便從河對岸之地渡河而來,留在那裡,不再返回;這些人也被稱為婆羅門。然而他們過的生活並不相同,因為那地也有女人,居住在那裡的人便是從她們所生,並且自己也生育子女。
Those who desire a life like theirs cross over from the country on the opposite side of the river and remain there, no longer returning; and they too are called Brahmins. But they do not lead a similar life; for there are also women in that country, from whom those who dwell there are born and themselves beget children.
1:24.5
τοῦτον δὲ τὸν λόγον, ὃν θεὸν ὀνομάζουσιν, σωματικὸν εἶναι περικείμενόν τε σῶμα ἔξωθεν ἑαυτοῦ, καθάπερ εἴ τις τὸ ἐκ προβάτων ἔνδυμα φορεῖ, ἀπεκδυσάμενον δὲ τὸ σῶμα, ὃ περίκειται, ὁφθαλμοφανῶς φαίνεσθαι. πόλεμον δὲ εἶναι ἐν τῷ περικειμένῳ αὐτῶν σώματι οἱ Βραχμᾶνες λέγουσι καὶ πλῆρες εἶναι πολέμων αὐτοῖς τὸ σῶμα νενομίκασιν, πρὸς ὃ ὡς πρὸς πολεμίους παρατεταγμένοι μάχονται, καθὼς προδεδηλώκαμεν
他們稱為神的這道(Λόγος),據說是有形體的,並在自身之外披著一個身體,正如人若穿上一件羊毛所製的衣裳一般;而當它脫去所披的身體時,便肉眼可見。婆羅門說,在他們所披的身體內部有戰爭,並認定身體充滿了戰爭;他們對此如對敵人一般列陣以戰,如我們先前已指出的。
This Word, which they call God, they say is corporeal, and wears a body around itself from without, just as if one wears a garment made of sheep's wool; and when it has stripped off the body that surrounds it, it becomes visible to the eye. The Brahmins say that there is war within the body that surrounds them, and they have come to regard the body as full of wars, against which, as against enemies, they draw up in battle array and fight, as we have already indicated.
1:24.6
πάντας δὲ ἀνθρώπους λέγουσιν αἰχμαλώτους εἶναι τῶν ἰδίων συγγενῶν πολεμίων, γαστρὸς καὶ αἰδοίων, λαιμοῦ ὀργῆς χαράς λύπης ἐπιθυμίας καὶ τῶν ὁμοίων. μόνος δὲ πρὸς τὸν θεὸν χωρεῖ ὁ κατὰ τούτων ἐγείρας τρόπαιον
他們說,所有人都是自己親屬般敵人的俘虜——腹欲與淫慾、喉舌之貪、忿怒、喜樂、憂傷、慾望等等皆是。唯有那戰勝這些、樹立起勝利紀念碑的人,才能前往神那裡。
They say that all men are captives of their own kindred enemies — belly and private parts, throat, anger, joy, grief, desire, and the like. Only he who has raised up a trophy of victory over these goes on to God.
1:24.7
διὸ Δάνδαμιν μέν, πρὸς ὃν Ἀλέξανδρος ὁ Μακεδὼν εἰσῆλθεν, ὡς νενικηκότα τὸν πόλεμον τὸν ἐν τῷ σώματι Βραχμᾶνες θεολογοῦσιν, Καλάνου δὲ καταφέρονται ὡς ἀσεβῶς ἀποστατήσαντος τῆς κατ αὐτοὺς φιλοσοφίας. ἀποθέμενοι δὲ Βραχμᾶνες τὸ σῶμα ὥσπερ ἐξ ὕδατ·ος ἰχθύες ἀνακύψαντες εἰς ἀέρα καθαρὸν ὁρῶσι τὸν ἥλιον
因此,婆羅門把丹達米斯(Δάνδαμις)——馬其頓的亞歷山大曾前去拜訪的那人——奉若神明,因他戰勝了身體內的戰爭;而他們則譴責卡拉努斯(Καλάνος),視其為不虔敬地背棄了他們哲學之人。婆羅門捨棄身體之時,如魚自水中躍出、進入澄澈的空氣一般,得以直視太陽。
Therefore the Brahmins deify Dandamis, to whom Alexander the Macedonian came, as one who had won the war within the body, but they inveigh against Calanus as one who impiously deserted their philosophy. And the Brahmins, laying aside the body, like fish darting up out of water into the clear air, behold the sun.
1:25.1
Δρυΐδαι οἱ ἐν Κελτοῖς τῇ Πυθαγορείῳ φιλοσοφίᾳ κατ ἄκρον ἐγκύψαντες, αἰτίου αὐτοῖς γενομένου ταύτης τῆς ἀσκήσεως Ζαμόλξιδος δούλου Πυθαγόρου, γένει Θρᾳκίου· ὃς μετὰ τὴν Πυθαγόρου τελευτὴν ἐκεῖ χωρήσας αἴτιος τούτοις ταύτης τῆς φιλοσοφίας ἐγένετο
凱爾特人中的德魯伊(Δρυΐδαι),已深入鑽研畢達哥拉斯哲學,而此一修習之因,乃是畢達哥拉斯的奴隸扎莫克西斯(Ζάμολξις),生為色雷斯人;此人在畢達哥拉斯去世後前往彼處,遂成為他們此一哲學的緣由。
The Druids among the Celts have applied themselves thoroughly to the Pythagorean philosophy, the cause of this pursuit having been Zamolxis, a slave of Pythagoras, Thracian by birth; who, after the death of Pythagoras, having gone there, became for them the cause of this philosophy.
1:25.2
τούτους Κελτοὶ ὡς προφήτας καὶ προγνωστικοὺς δοξάζουσι διὰ τὸ ἐκ ψήφων καὶ ἀριθμῶν Πυθαγορικῇ τέχνῃ προαγορεύειν αὐτοῖς τινα, ἦς καὶ αὐτῆς τέχνης τὰς ἐφόδους οὐ σιωπήσομεν, ἐπεὶ κοὶ ἐκ τούτων τινὲς αἱρέσεις παρεισάγειν ἐτόλμησαν. χρῶνται δὲ Δρυΐδαι καὶ μαγείαις
凱爾特人尊崇這些人為先知與有預知能力者,因為他們用畢達哥拉斯之術,藉計數石子與數字,向他們預告某些事情;我們也不會略過此術本身的方法,因為正是從這些方法中,有些人竟敢引入異端。德魯伊也施行法術。
The Celts glorify these as prophets and men of foreknowledge, because by the Pythagorean art, from pebbles and numbers, they foretell certain things to them; and we will not pass over in silence the methods of this art itself, since from these too some have dared to introduce sects. The Druids also practice magic.
1:26.1
Ἡσίοδος δὲ ὁ ποιητὴς καὶ αὐτὸς περὶ φύσεως οὔτω λέγει ἀκηκοέναι παρὰ Μουσῶν· Διὸς δὲ εἶναι τὰς Μούσας θυ·γατέρας. ἐννέα γὰρ νύκτας ὁμοῦ καὶ ἡμέρας δι ὑπερβολὴν ἐπιθυμίας ἀδιαλείπτως συνευνηθέντος τῇ Μμημοσύνῃ τοῦ Διός, ἐννέα ταύτας τὴν Μνημοσύνην συλλαβεῖν ἐν μιᾷ γαστρί, ἐφ ἑκάστης νυκτὸς ὑποδεξαμένην μίαν
詩人赫西俄德(Ἡσίοδος)本人也說,他曾如此從繆思女神那裡聽聞關於自然的道理;繆思乃是宙斯之女。因為宙斯出於極度的慾望,一連九夜九日不停地與姆涅摩緒涅(Μνημοσύνη,記憶女神)同寢,姆涅摩緒涅便在一個子宮中懷了這九位,每夜受孕一位。
Hesiod the poet, too, himself says that he heard the following account of nature from the Muses; and that the Muses are the daughters of Zeus. For Zeus, through excess of desire, having lain unceasingly with Mnemosyne for nine nights and days together, Mnemosyne conceived these nine in a single womb, receiving one on each night.
1:26.2
καλέσας οὗν τὰς ἐννέα Μούσας ἀπὸ τῆς Πιερίας, τουτέστιν ἀπὸ τοῦ Ολύμπου, διδαχθῆναι παρεκάλει, ὡς τὰ πρώτα θεοὶ καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἶδμά τε πόντου ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, ὡς στέφανον δάσσαντο καὶ ὡς τιμὰς διέλοντο, ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. ταῦτά μοι Μοῦσαι, φησίν, ἔσπετ ἐξ ἀρχῆς καὶ ἔπειτα ὅ τι περ πρῶτον γένετ αὐτῶν. ἤτοι μὲν γὰρ πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖα εὐρύστερνος πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανάτων, οἵ ἔχουσι κάρην νιφόεντος Ὀλύμπου, Τάρταρά τ ἠνεμόεντα μυχῷ χθονὸς εὐρυοδείης ἠδ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι λυσιμελὴς πάντων τε θεῶν πάντων τ ἀνθρώπων δαμνᾶ τ ἐν στήθεσφι νόον καὶ ἐπίφρονα βουλήν. ἐκ Χάεος δ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο· Νυκτὸς δ αὖτ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο· Γαῖα δέ τοι πρώτη μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρα ἔῃ μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. γείνατο δ οὔρεα μακρὰ θεὰ χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσι κατ οὔρεα βησσήεντα. ἡ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον, Πόντον ἄτερ φιλότητος ἐφιμέρου, αὐτὰρ ἔπειτα Οὐρανῶ εὐνηθεῖσα τέκ Ὠκεανὸν βαθυδίνην Κοῖόν τε Κρεῖόν θ Ὑπερίονά τ Ἰάπετόν τε Θείαν τε Ῥεῖάν τε Θέμιν τε Μνημοσύνην τε, Φοίβην τε) χρυσοστέφανον Τηθύν τ ἐρατεινήν· τοὺς δὲ μεθ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων, θαλερὸν δ ἤχθηρε τοκῆα. γείνατο δ αὖ Κύκλωπας, ὑπέρβιον ἠτορ ἔχοντας. καὶ τοὺς ἄλλους πάντας ἀπὸ τοῦ Κρόνου καταριθμεῖ Γίγαντας. ὕστερον δέ που ἐκ τῆς Ῥέας γεγονέναι τὸν Δία
於是他召來皮埃里亞(即奧林匹斯)九位繆思,懇求她們教導:起初諸神與大地如何生成,江河如何生成,浩瀚無邊的海洋及其怒濤如何生成,光耀的眾星與其上遼闊的天穹如何生成;她們如何分配財富,如何分授尊榮,以及她們起初如何佔有那疊嶂重巒的奧林匹斯山。他說:『繆思啊,請從起初將這些事告訴我,並告訴我這些之中何者最先生成。實則最先生成的是卡俄斯(混沌,Χάος),其次是廣胸的大地(該亞,Γαῖα),乃是所有不朽者永固不移的座席——那些盤據雪封奧林匹斯之巔者的座席,以及在寬廣大地深處的多風塔爾塔羅斯(Τάρταρος),還有厄洛斯(愛欲,Ἔρος),祂是不朽諸神中最美者,能鬆解肢體,在諸神與世人胸中制服心智與明智的謀劃。從卡俄斯生出厄瑞玻斯(黑暗,Ἔρεβος)與黑夜(Νύξ);由黑夜又生出以太(Αἰθήρ)與白晝(Ἡμέρα)。大地首先生出與自己等大的、綴滿星辰的天空(烏拉諾斯,Οὐρανός),好將自己四面環覆,使諸位有福的神明得有永固的座席。這位女神又生出綿延的山嶺,即諸位居於林木蓊鬱山中的仙女(寧芙,Νύμφαι)優美的棲所。她又生出那不產果實、翻騰洶湧的海洋——蓬托斯(Πόντος),並非出於可愛的結合之愛;然而其後,與烏拉諾斯交合,生出深漩的大洋(俄刻阿諾斯,Ὠκεανός),以及科俄斯(Κοῖος)、克瑞俄斯(Κρεῖος)、於珀里翁(Ὑπερίων)、伊阿珀托斯(Ἰαπετός)、忒亞(Θεία)、瑞亞(Ῥέα)、忒彌斯(Θέμις)、姆涅摩緒涅(Μνημοσύνη),以及戴金冠的福柏(Φοίβη),與可愛的忒堤斯(Τηθύς)。這些之後,最年幼的克洛諾斯(Κρόνος)生成,心術詭詐,諸子之中最為可畏,且憎恨自己血氣方剛的父親。她又生出獨眼巨人(庫克洛佩斯,Κύκλωπες),懷著暴烈之心。』其餘的巨人族(吉甘特斯,Γίγαντες)他也一一數算為出自克洛諾斯。後來,據說宙斯乃是從瑞亞所生。
So then, having called the nine Muses from Pieria, that is, from Olympus, he asked to be taught how at the first gods and earth came to be, and rivers, and the boundless sea with its raging swell, and the shining stars, and the wide heaven above; how they divided their wealth and apportioned their honors, and also how at the first they took possession of many-folded Olympus. 'Tell me these things, Muses,' he says, 'from the beginning, and tell me which of them came into being first. Verily, first of all Chaos came to be, but then Earth, broad-breasted, the ever-secure seat of all the immortals who hold the peak of snowy Olympus, and misty Tartarus in a recess of the wide-wayed earth, and Eros, who is fairest among the immortal gods, looser of limbs, who in the breasts of all gods and all men subdues the mind and prudent counsel. Out of Chaos came Erebus and black Night; and from Night in turn came Aether and Day. And Earth first bore starry Heaven, equal to herself, to cover her on every side, that he might be an ever-secure seat for the blessed gods. She also bore the long mountains, the graceful haunts of the Nymphs, who dwell along the wooded mountains. She also bore the unharvested sea, seething with its swell, Pontus, without delightful union in love; but afterward, having lain with Heaven, she bore deep-eddying Ocean, and Coeus, and Crius, and Hyperion, and Iapetus, and Theia, and Rhea, and Themis, and Mnemosyne, and gold-crowned Phoebe, and lovely Tethys. After these was born, youngest of all, Cronus of crooked counsel, most terrible of her children, and he hated his vigorous father. She also bore the Cyclopes, having an overweening spirit.' And he numbers all the rest of the Giants as sprung from Cronus. And later, he says, Zeus was born of Rhea.
1:26.3
Οὗτοι μὲν οὖν πάντες περὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταῦτα, καθὼς ἐξεθέμεθα, τῇ αὐτῶν δόξῃ ἐξεῖπον. οἱ δὲ πάντες κάτω τοῦ θείου χωρήσαντες περὶ τὴν τῶν γενομένων οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερο ς ἕτερον μέρος τῆς κτίσεως προδρίναντες, τὸν δὲ θεὸν τούτων καὶ δημιουργὸν μὴ ἐπιγνόντες
以上這些人,關於宇宙的本性與起源,皆按各自的見解說出如上所述之事,正如我們已陳明的。然而他們所有人都遠遠不及於神聖者,反而汲汲於已生成之物的本質,驚異於受造物的宏大,竟以為這些受造物本身便是神聖的;一人偏取受造之物的這一部分,另一人偏取那一部分,卻未能認識這一切的神與造物者。
All these men, then, have set forth, according to their own opinion, these things concerning the nature and origin of the universe, just as we have expounded them. But all of them, falling short of the divine, occupied themselves with the substance of the things that have come to be, astonished at the magnitudes of creation and supposing these very things to be divine, each preferring some different part of creation, but failing to recognize God, the maker and craftsman of these things.
1:26.4
Τὰς μὲν οὖν τῶν καθ Ἕλληνας φιλοσοφεῖν ἐπικεχειρηκότων δόξας ἱκανῶς ἐκτεθεῖσθαι νομίζω, παρ ὦν τάς ἀφορμὰς λαβόντες οἱ αἱρετικοὶ τὰ μετ οὐ πολὺ ῥηθησόμενα ἐπεχείρησαν. δοκεῖ δὲ πρότερον ἐκθεμένους τὰ μυστικὰ καὶ ὅσα περιέργως περὶ ἄστρα τινὲς ἢ μεγέθη ἐφαντάσθησαν, εἰπεῖν· καὶ γὰρ ἐξ αὐτῶν λαβόντες ἀφορμὰς τερατολογεῖν νομίζονται πολλοῖς· ἔπειτα ἀκολούθως τά ὑπ αὐτῶν ἀδρανῆ δόγματα φανερώσομεν
如此,我認為已充分陳述了那些致力於希臘哲學之人的見解,異端者正是從他們那裡取得出發點,著手進行不久後將要論及的事。看來應當先陳述並論及那些神秘教義,以及某些人對星辰或宏大之數所作的種種奇思異想;因為他們正是取此為出發點,才被許多人視為能言驚人異事;其後,我們將接續地揭露他們所持軟弱無力的教條。
I think, then, that I have sufficiently set forth the opinions of those among the Greeks who have undertaken to philosophize, from whom the heretics, taking their starting-points, have attempted the things that will shortly be spoken of. It seems best first to set forth and speak of the mystic teachings and whatever things certain men have curiously imagined concerning the stars or magnitudes; for by taking their starting-points from these they are thought by many to tell marvels; then, following on from this, we shall expose the feeble doctrines held by them.
← 上一段
第 4 章 →
145678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。