📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁馬爾克盧

駁馬爾克盧 第 1 章 第 3/4 段

希臘文原文.68 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:20.20–1:20.87(全章共 180 節)

第 2 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:20.20
εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ θεοῦ, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμί. ἀκούεις ὁσάκις αὐτὸς ὁ σωτὴρ ἑαυτὸν οὐ λόγον, ἀλλὰ υἱὸν ὠνόμασεν καὶ μονογενῆ προσεῖπεν
「神的道既自至到的人,神尚且稱他們為神,經上的話又不能廢掉,那父所分別為聖、差到世間來的,他自稱為神的子,你們還說他是謻妃嗎?」你聽,救主自己有多少次不稱自己為「道」,而是稱為「子」,并自稱為「獨生子」。
“If he called them gods to whom the word of God came, and the Scripture cannot be broken, [do you say of him] whom the Father sanctified and sent into the world, You are blaspheming, because I said, I am the Son of God?” You hear how many times the Savior himself named himself not “Word,” but “Son,” and called himself “only-begotten.”
1:20.21
ὅπως δὲ ἀπεστάλθαι ἑαυτὸν καὶ ἡγιάσθαι πρὸ τοῦ ἀποσταλῆναι ὑπὸ τοῦ πατρὸς ἐδίδασκεν, καὶ ὡς τοὺς ὀκνοῦντας υἱὸν αὐτὸν ὁμολογεῖν τοῦ θεοῦ δυσωπεῖ διδάσκων ἐκ τῆς θείας γραφῆς ὡς οὐ μόνον υἱοὶ θεοῦ ἀλλὰ καὶ θεοὶ θνητοὶ τὴν φύσιν ἄνδρες ἐκλήθησαν· διὸ μὴ χρῆναι νομίζειν βλάσφημον εἶναι τὸ καὶ υἱὸν θεοῦ καὶ θεὸν ὁμολογεῖν ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον
他又教導他自己是如何被差遣的,並且在被父差遣之前已被分別為聖;他也使那些不敢承認他為神之子的人感到義愧,從神聖的經文教導他們:不僅世人被稱為神的眾子,甚至還被稱為「神」——儒管他們的本性是必死的。因此,不應以為承認那父所分別為聖、差到世上來的一位,既是神的子、又是神,是一件僭妃的事。
And he taught how he himself had been sent, and had been sanctified before being sent by the Father; and he shames those who hesitate to confess him Son of God, teaching from the divine Scripture that not only were men called sons of God, but even “gods” — though mortal by nature. Wherefore one need not think it blasphemous to confess as both Son of God and God the one whom the Father sanctified and sent into the world.
1:20.22
τί οὖν ἐχρῆν παθεῖν τὸν μετὰ τὰς τοσαύτας φωνὰς τολμήσαντα φάναι λόγον εἶναι αὐτὸν καὶ οὐδὲν ἕτερον, αὐτολεξεί τε εἰρηκότα καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ αὑτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ. ταῦτα γὰρ Μάρκελλος εἰπὼν οὐκ οἶδ ὅπως ὁποίοις ὀφθαλμοῖς οἷός τε ἦν ἀντιβλέπειν ἢ ποίοις χείλεσιν ἀντιφθέγγεσθαι ταῖς τοσαύταις μαρτυρίαις
那麼,在有這麼多這樣的言論之後,竟還敢說他只是「道」、別無其他的人,究竟該當受什麼樣的憲罰呢?他甚至一字不差地說道:「正因如此,他不稱自己為神的子,反倒到處自稱為人子,為要藉著這樣的承認,使人能藉著與他的相通,以名義上的方式成為神的子。」馬爾克盧說了這樣的話之後,我實在不知道他還能以什麼樣的眼睛回看、以什麼樣的嘴唇去反駁這麼丰富的見證。
What then ought to befall the one who, after so many such utterances, has dared to say that he is “Word” and nothing else — having even said, in his very own words: “and for this reason he does not name himself Son of God, but everywhere calls himself Son of Man, in order that by such a confession he might, by adoption, prepare man to become son of God through fellowship with him”? Having said this, Marcellus — I know not with what eyes he was able to look back upon, or with what lips to speak against, so abundant a body of testimony.
1:20.23
καὶ φῶς δὲ αὑτὸν εἶναι ὁ σωτὴρ παρίστη συμφώνως τοῖς περὶ τοῦ φωτὸς προαποδοθεῖσιν λέγων ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ πάλιν ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή, καὶ αὖθις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς
救主也同樣宣告他自己就是光,與前文論光的話相合,他說:「我是世界的光」,又說:「我就是光、真理、生命」,又說「光來到世間,世人卻愛黑暗、不愛光」。
And that he himself was Light the Savior likewise declared, in agreement with what was said above concerning the Light, saying: “I am the light of the world,” and again, “I am the light and the truth and the life,” and again, that “the light has come into the world, and men loved the darkness rather than the light.”
1:20.24
καὶ εἴγε τις ἔροιτο, πόθεν ἐλήλυθεν, ἀποκρινεῖται ὁ εἰπὼν ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν καὶ ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν μαρτυρεῖ· τίς δ ἦν ὁ ἐρχόμενος ἐκ τοῦ οὐρανοῦ; μήτι γε ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτήρ; οὐδαμῶς. ἀλλ αὐτός δηλονότι τὸ φῶς καὶ ὁ λόγος καὶ ὁ θεὸς καὶ ὁ μονογενὴς καὶ ὁ υἱός, αὐτὸς ὢν ταῦτα πάντα, ἃ ἑώρακεν τοίνυν οὗτος καὶ ἃ ἤκουσεν, φησίν, μαρτυρεῖ. οὐκοῦν καὶ ἑώρα καὶ ἤκουσεν πρὶν ἐπὶ γῆς ἐλθεῖν
若有人問他從何而來,那說這話的人自己會回答:「那從上面來的,是在萬有之上」,又說「那從天上來的,就將自己所見所聽的作見證」。然而,那從天上來的究竟是誰呢?難道是救主所承受的肉身嗎?絕非如此。顯然是他自己——那光、道、神、獨生子、子,他自己就是這一切。「這位所見所聽的」,經上說,「他就作見證。」由此可見,他在來到世上之前,就已有所見、有所聽。
And if anyone should ask whence he came, he who spoke these words will answer: “He who comes from above is above all,” and “he who comes from heaven bears witness of what he has seen and heard.” But who was it that came from heaven? Surely not the flesh which the Savior assumed? By no means. Rather, evidently, he himself — the Light and the Word and God and the only-begotten and the Son, being himself all these things. “What this one has seen and heard,” it says, “he bears witness of.” Therefore he both saw and heard before he came upon the earth.
1:20.25
τίνα δὲ ἑώρα ἢ τὸν πατέρα; τίνος δὲ ἤκουσεν ἢ τοῦ πατρός; οὕτω δὲ ἑαυτὸν οὐ λόγον σημαντικόν, ἀλλ υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα ἐδίδασκεν, ὡς λέγειν ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον. πιστεύωμεν τοίνυν, ὅτι τὸν υἱὸν ἀγαπῶν ὁ πατὴρ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ
他所見的若不是父,又能是誰呢?他所聽的若不是出於父,又能出於誰呢?他就這樣教導自己並非僅僅是一個表意的道,而是真實地活著、具位格的子——正如經上所說:「父愛子,已將萬有交在他手裡。信子的人有永生。」所以我們當相信,父因愛子的緣故,已將萬有交在他手裡。
And whom did he see, if not the Father? And from whom did he hear, if not from the Father? Thus he taught himself to be not a merely signifying word, but truly a living and subsisting Son, so that it is said: “The Father loves the Son, and has given all things into his hand. He who believes in the Son has eternal life.” Let us believe, then, that the Father, loving the Son, has given all things into his hand.
1:20.26
ἐπιμελῶς δὲ προσεκτέον τῷ πάντα, τῆς τῶν γενητῶν ἁπάντων ὑπάρξεως περιληπτικῷ ὄντι, δι οὗ τὸ μέγεθος τῆς τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεως ἴδοι ἄν τις, ἐννοήσας ὅσῃ καὶ ὁποίᾳ χειρὶ παρὰ τοῦ πατρὸς ὑποδέδεκτο τὴν τῶν ὄντων ἁπάντων ὕπαρξιν
我們必須仔細留意「萬有」這個詞,它涵蓋了一切受造之物的存在;藉此人便能察知神子能力的偉大,並思想他是以何等偉大、何等的手,從父那裡領受了一切存在之物的存在。
One must attend carefully to the word “all things,” which comprehends the existence of all created things, by which one might perceive the greatness of the power of the Son of God, considering with how great and what manner of hand he has received from the Father the existence of all things that are.
1:20.27
εἰ γὰρ δὴ μέγας ὁ σύμπας οὐρανός τε καὶ κόσμος, καὶ τούτων ἔτι μακρῷ κρείττονα καὶ διαφέροντα τυγχάνει τὰ ἐπέκεινα τῶν ὁρωμένων ἐν ἀσωμάτοις καὶ ἀφθάρτοις νοεραῖς τε καὶ θείαις ὑφεστῶτα δυνάμεσιν, πάντα τε ὅσα τὸν ἡμέτερον διαδιδράσκοντα νοῦν τὴν ἡμετέραν γνῶσιν λανθάνει, τούτων ἀπάντων μία τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ χεὶρ περιδραττομένη τῆς ἀπειρομεγέθους αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται
因為,若整個天與世界已是何等宏大,而那些超越可見之物、存在於無形、不濳壞、理智而神聖的能力之中的事物,較之這些更是遠遠超越、卓越非凡;還有一切逸離我們心思、我們所不能認識的事物——這一切,唯狜神獨生子的一隻手就能包羅其中,由此彰顯出他那無限偉大能力的美德。
For if the whole heaven and world are great, and if those things beyond what is seen — subsisting among incorporeal, incorruptible, intellectual, and divine powers — are by far greater and more excellent than these, and all the things that, escaping our mind, elude our knowledge — of all these, the one hand of the only-begotten Son of God, encompassing them, displays the excellence of his boundless power.
1:20.28
ὃ δὴ καὶ δι ἑτέρας πάλιν αὐτὸς ὁ υἱὸς παρίστη φωνῆς λέγων πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου. εἶθ, ὡς ἡμῶν ἀπορούντων, τίς ποτ ἦν καὶ ὁπηλίκος ὁ τὴν τοσαύτην παρακαταθήκην ὑποδεδεγμένος, μὴ ζήτει, φησίν, μηδ ἐρώτα. οὐ γὰρ ἔχει φύσιν ἀνθρώποις γνωρίζεσθαι, ἀλλ οὐδὲ ταῖς κρείττοσιν καὶ θειοτέραις δυνάμεσιν ἡ ἀκριβὴς τοῦ υἱοῦ τοῦ θεοῦ κατάληψις
子自己也藉著另一句話再次宣告了這一點,他說:「一切所有的,都是我父交付我的。」接著,彷彿我們正困惑於這位領受如此浩大官付的,究竟是誰、有何等地位一般,他說:「不要尋求,也不要探問」——因為對神之子的確切理解,並非人的本性所能知,甚至更高、更神聖的能力也不能得知。
This the Son himself also declared again through another saying, where he says: “All things have been delivered to me by my Father.” Then, as though we were perplexed as to who and how great was the one who had received so vast a trust, he says: “Do not seek, nor ask” — for it is not in the nature of things to be known by men, nor indeed even by the higher and more divine powers — “the exact comprehension of the Son of God.”
1:20.29
διὸ προφήσας πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου ἐπήγαγεν καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. σεσιγήσθω τοίνυν πᾶς ἀπόρρητος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λόγος, καὶ μόνῳ τῷ πατρὶ παραδεδόσθω ἡ τῆς ἐξ αὐτοῦ γενέσεως αὐτοῦ γνῶσις, μηδὲ περαιτέρω τις ζητῶν χωρείτω φύσεως πέρι καὶ οὐσίας ἀπορρήτου, μόνη δὲ ἡμῖν ἡ αὐτοῦ περὶ αὑτοῦ διδασκαλία τῇ τῆς πίστεως βεβαιώσθω χάριτι, σαφῶς πάντα αὐτῷ ὑπὸ τοῦ πατρὸς παραδεδόσθαι παιδεύουσα
因此,他先宣告「一切所有的,都是我父交付我的」,接著又補上一句:「除了父,沒有人知道子。」所以,一切關於神之子那無法言喻的論述,都當緣默不言;唯狜父擁有關於他從父而生的知識,任何人都不應進一步探問其那不可言喻的本性與本質;只當藉著信心的恩典,使他親自關於自己的教導在我們心中得以確立,清楚教導我們:一切都是父所交付給他的。
Wherefore, having first declared, “All things have been delivered to me by my Father,” he added, “and no one knows the Son except the Father.” Let, then, all ineffable discourse concerning the Son of God be silenced, and let the knowledge of his begetting from the Father be entrusted to the Father alone; let no one, seeking further, proceed into matters concerning his ineffable nature and essence; rather, let only his own teaching about himself be confirmed to us by the grace of faith, plainly instructing that all things have been delivered to him by the Father.
1:20.30
οὐκοῦν ὁ μὲν θεὸς ἐδίδου καὶ παρεδίδου ἐπὶ βελτιώσει καὶ ὠφελείᾳ, οἷα σωτῆρι καὶ ἰατρῷ καὶ κυβερνήτῃ τῶν ὅλων τὴν παράδοσιν ποιούμενος· ὁ δὲ υἱὸς ἐλάμβανεν καὶ οἷα πιστὸς παραθηκοφύλαξ τὴν δόσιν ὑπεῖχεν, οὐχ ὡς λόγος ἀνούσιος καὶ ἀνυπόστατος, ἀλλ ὡς ἀληθῶς υἱὸς ὢν μονογενὴς καὶ ἀγαπητὸς τοῦ πατρός
因此,神是為了益處和造就而賦下、交付;他把這交付交給那作為萬有之救主、醫治者、舵手的一位;而子則是領受者,他像一位忠心的受託人一樣承受這交付——並非作為一個既無本質又無位格的道,而是作為真正的、父所持守的獨生子。
Therefore God was giving and delivering [these things] for improvement and benefit, making the transmission to one who is Savior and physician and pilot of all things; while the Son was receiving, and, like a faithful guardian of a deposit, sustained the giving — not as a wordless and non-subsistent word, but as truly being the only-begotten and beloved Son of the Father.
1:20.31
ζ. ἔτι πρὸς τούτοις καὶ ἄρτον ζωῆς αὐτὸς ἑαυτὸν ὠνόμαζεν λέγων ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. καὶ ὅπως ὑπῆρχε ζῶν, διεσάφει τρανότατα διαρθρῶν ἐν οἷς φησιν καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι ἐμέ
第七,除此之外,他還自稱為「生命的糮」,他說:「我就是生命的糮」、「我就是從天上降下來的活糮」。至於他是如何活著的,他也清清楚楚地閡明,說道:「活著的父怎樣差我來,我又因父活著;照樣,吃我肉的人也要因我活著。」
(7) In addition to these, he also named himself “bread of life,” saying: “I am the bread of life; I am the living bread that came down from heaven.” And he explained most clearly, articulating precisely how he existed as living, where he says: “As the living Father sent me, and I live because of the Father, so he who eats me shall also live because of me.”
1:20.32
τοῦτο δὲ καὶ ἐν ἑτέροις ἐδίδαξεν εἰπών ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ. ἄρ οὖν καὶ ἄρτος ἦν ζωῆς καὶ ὑπῆρχεν ἐν τῷ οὐρανῷ τὰς ἀγγελικὰς δυνάμεις ἐπάρδων καὶ τρέφων τῇ τῆς θεότητος αὐτοῦ δυνάμει, καὶ τοσαῦτα ἦν πρὶν ἐπὶ γῆς ἐλθεῖν, υἱός τε ἦν ζωὴν ἔχων ἐν ἑαυτῷ, ὁμοίως τῷ πατρὶ ζωὴν ἔχοντι ἐν ἑαυτῷ
他在別處也教導了這一點,說:「因為父怎樣在自己有生命,就賦給子也照樣在自己有生命。」由此可見,他也是生命的糮,存在於天上,以他神性的能力澆灌並滋養天使的能力;他在來到世上之前就已是這一切,並且是子,在自己裡面有生命,正如父在自己裡面有生命一樣。
This he also taught elsewhere, saying: “For just as the Father has life in himself, so also he has given the Son to have life in himself.” Therefore he was also the bread of life, existing in heaven, watering and nourishing the angelic powers by the power of his deity; and he was all these things before he came upon earth, and was Son, having life in himself, just as the Father has life in himself.
1:20.33
τὸ γὰρ ἐξαίρετον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἀγενήτου καὶ θεϊκῆς ζωῆς. δι ἣν μόνος ἔχειν ἀθανασίαν κατὰ τὸν θεῖον ἀπόστολον εἴρηται μόνος ἂν ἔχοι ὁ υἱός, ἅτε εἰκὼν τοῦ πατρὸς καὶ κατὰ τοῦτο τυγχάνων· ἔχει δὲ τὴν εἰρημένην ζωὴν οὐκ ἄναρχον οὐδὲ ἀγένητον οὐδὲ ἰδιόκτητον ὁμοίως τῷ πατρί, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών
至於父那無始、神聖的生命所特有、獨具的性質——正因這性質,依那神聖使徒所言,唯狜他被稱為擁有不死——唯狜子才會擁有這性質,因為他是父的形像,並藉此獲得這性質;然而,他所擁有的這生命,並非如父那樣是無始的、非生的,或本性自有的,而是從父那裡領受而來的。
For the distinctive and peculiar quality of the Father’s unbegun and divine life — on account of which he alone is said, according to the divine apostle, to have immortality — this the Son alone would possess, inasmuch as he is the image of the Father and thereby attains it; yet he possesses this life not as unoriginate, nor unbegotten, nor as his own by nature in the same manner as the Father, but as having received it from the Father.
1:20.34
οὕτως γάρ φησιν καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ, καθὼς ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ. οὐκοῦν ὁ μὲν ἔδωκεν, ὁ δὲ εἴληφεν. καὶ μόνος τοῦτ εἴληφεν τὸ γέρας, ὡς μὴ ἔξωθέν ποθεν αὐτῷ πορίζεσθαι ὁμοίως τοῖς λοιποῖς ζῶσιν τὴν ζωήν, ἀλλ ἐν ἑαυτῷ πηγάζουσαν ἔχειν αὐτὴν κατὰ τὴν ἐν τῷ πατρί. διὸ πάντα μὲν τὰ τῆς ζωῆς μέτοχα ἐξ ἐπιχορηγίας τοῦ υἱοῦ ζῇ· μόνος δὲ αὐτὸς πηγάζουσαν ζωὴν ἔχει ἐν ἑαυτῷ, τοῦ πατρὸς αὐτῷ τοῦτο δωρησαμένου εἰς ἀπόλαυσιν τῶν μελλόντων δι αὐτοῦ ζωοποιεῖσθαι
因為經上如此說:「並且賦給子也照樣在自己有生命。」由此可見,一位是賦予者,另一位是領受者。而他是唯一領受這殊榮的,以致於他不像其他活物那樣,需從外部某處為自己取得生命,而是在自己裡面就有源源湧出的生命,正如那存在於父裡面的生命一樣。因此,凡有份於生命的萬物,都靠子的供應而活;唯狜他自己在自己裡面有源源湧出的生命,這是父賦給他的,為要使那些將來要藉著他得生命的人得以享受其益。
For thus it is said: “and he has given to the Son also to have life in himself, just as the Father has life in himself.” Therefore the one gave, the other received. And he alone has received this privilege, such that he does not procure life for himself from some external source, as other living things do, but has it welling up within himself, in accordance with that which is in the Father. Wherefore all things that partake of life live by the supply of the Son; but he alone has life welling up in himself, the Father having granted him this for the benefit of those who are in future to be made alive through him.
1:20.35
ὃ δὴ καὶ αὐτὸς διδάσκει λέγων καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. ὁρᾶς ὅπως καὶ ἐν οὐρανῷ ὑπάρχων ἄρτος ἦν ζωῆς. διὸ λέλεκταί που ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. καὶ πρὶν ἀπεστάλθαι ἄρα ὑπὸ τοῦ πατρὸς ἐν οὐρανῷ ἦν καὶ ἔζη διὰ τὸν πατέρα
這一點,他自己也教導我們,說:「活著的父怎樣差我來,我又因父活著;照樣,吃我肉的人也要因我活著。這就是從天上降下來的糮。」你看,他即使存在於天上,也已是生命的糮了。因此經上某處說:「人吃了天使的食物。」所以,在被父差遣之前,他就已在天上,並因父而活著。
This indeed he himself also teaches, saying: “As the living Father sent me, and I live because of the Father, so he who eats me, he also shall live because of me. This is the bread that came down from heaven.” You see how, even existing in heaven, he was the bread of life. Wherefore it is said somewhere: “Man ate the bread of angels.” And so, before being sent by the Father, he was in heaven, and lived because of the Father.
1:20.36
οὐχ ὡς λόγος σημαντικὸς οὐδ ὡς ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ, ἀλλ ὡς ὑφεστὼς καὶ ζωὴν ἰδίαν ἔχων, ἣν ὁ πατὴρ αὐτῷ δέδωκεν
——並非作為一個僅僅表意的道,也不是作為與神一而同的存在,而是作為一位具位格、擁有父所賦予之自己生命的存在。
— not as a merely signifying word, nor as being one and the same as God, but as one who subsists and has a life of his own, which the Father has given him.
1:20.37
καὶ προϊὼν δὲ ἑξῆς τὸ ὑπερέχον τῆς τοῦ πατρὸς δόξης παριστὰς ἔλεγεν καθὼς ἐδίδαξέν με ὁ πατήρ. ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. τήρει δὲ ἀκριβῶς, ὅπως εἴρηται πάντοτε
他繼續往下說,閡明父那超乎一切的榮耀性質,他說:「父怎樣教訓我,我就怎樣說。那差我來的是與我同在,他沒有撞下我獨自一人,因為我常做他所喜情的事。」要仔細留意這裡所說的「常」字。
And proceeding further, setting forth the surpassing quality of the Father’s glory, he said: “As the Father taught me, I speak these things; and he who sent me is with me — he has not left me alone, because I always do the things pleasing to him.” Note carefully how it is said “always.”
1:20.38
οὐ γὰρ νῦν, φησίν, ὅτε ἐπὶ γῆς ἀνθρώποις διὰ σαρκὸς ὁμιλῶ, τὰ ἀρεστὰ τῷ πατρὶ διαπράττομαι, ἀλλὰ καὶ πάντοτε. καὶ ταῦτα δὲ λαλεῖν μαρτύρεται, ἅπερ ὡς παρὰ διδασκάλου παρὰ τοῦ πατρὸς μεμάθηκεν· οὐκοῦν καὶ διδάσκαλον ἐπιγράφεται τὸν πατέρα, ἕτερος ὢν δηλαδὴ παρ αὐτόν, εἴγε πᾶς ὅ τῳ μαθητευόμενος ἕτερος τυγχάνει τοῦ διδάσκοντος
「並非只是現在」,他說,「就是我在地上藉著肉身與世人交談的時候,才做討父喜情的事,乃是常常如此。」而他是照著從父——如同從一位師傅——所學得的來說這些話,這一點也是明證。由此可見,他也把「師傅」這個角色歸於父,這顯然表明他是異於父的另一位,因為凡受教於某人的,必然是異於那教導者的另一位。
“For it is not only now,” he says, “when I converse with men on earth through the flesh, that I do the things pleasing to the Father, but always.” And he is attested to speak these things which he learned from the Father as from a teacher. Therefore he also ascribes to the Father the role of teacher — being evidently other than him, since everyone who is instructed by someone is other than the one who teaches.
1:20.39
εἰ δ ἐν τῷ θεῷ ἦν ὁ λόγος, δι ὃν καὶ λογικὸς ἂν ῥηθείη, τῶν τοῦ πατρὸς νοημάτων σημαντικός τις ὤν, πῶς ἂν αὐτὸς ἑαυτοῦ γένοιτο διδάσκαλος; πῶς δ ἀχώριστος ὢν τοῦ θεοῦ, ἑαυτὸν ἔλεγεν ἀπεστάλθαι; πῶς δὲ ἕν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ τὰ ἀρεστὰ πράττειν αὐτῷ διεμαρτύρετο; εἰ δὲ πρὸς ταῦτα λέγοι Μάρκελλος ἐν τῇ σαρκὶ ὄντα τὸν λόγον ταύτας εἰρηκέναι τὰς φωνάς, καὶ τί τοῦτο φήσομεν πρὸς τὸ μὴ ὁμολογεῖν υἱὸν αὐτὸν εἶναι, ἀλλὰ λόγον μόνον
然而,若道原是在神裡面——因此可以稱之為「理性的」,是父的思想的某種表意者——他又怎能成為自己的師傅呢?他若是與神不可分割,又怎能說自己是被差遣的呢?他若與神乃是一而同,又怎能見證自己做討神喜情的事呢?但若馬爾克盧就此回應說,是那在肉身中的道說了這些話,那麼對此我們又該說什麼呢?這豈不正回應了他不肯承認他為子、卻只承認他為道的問題吗?
But if the Word was in God — on account of which he might also be called “rational,” being a certain signifier of the Father’s thoughts — how could he become his own teacher? And how, being inseparable from God, could he say that he had been sent? And how, being one and the same as God, could he testify that he does the things pleasing to him? But if Marcellus should say, in reply to this, that it was the Word being in the flesh that spoke these words — what then shall we say to this, in reply to his refusal to confess him to be Son, and instead [confessing him] Word only?
1:20.40
πῶς δ ἐν τῇ σαρκὶ ἦν, ὅτε ταῦτ ἔλεγεν; ἆρά γε ζῶν καὶ ὑφεστὼς καὶ τοῦ πατρὸς ὑπάρχων ἐκτός; καὶ τίς ἦν ὁ πατὴρ τότε, μὴ τὸν οἰκεῖον κεκτημένος ἐν αὑτῷ λόγον. ἀλλ ὑφεστὼς ἄνευ λόγου; ἐνοικῶν δ ἐν τῇ σαρκὶ ὁ λόγος. ὅτ ἐπὶ γῆς ἐποιεῖτο τὰς διατριβάς, εἰ μὲν τοῦ πατρὸς ἐκτὸς ἦν, ζῶν καὶ ὑφεστὼς καὶ τὴν σάρκα κινῶν ψυχῆς δίκην, ἕτερος δηλαδὴ παρὰ τὸν πατέρα, καὶ δύο πάλιν ὑποστάσεις αὐτός τε καὶ ὁ πατὴρ ὑπῆρχον
那麼,他說這些話的時候,又是如何「在肉身中」呢?他當時豈不是活著的、具位格的,並且存在於父之外嗎?那麼在那時,父又是誰呢?難道父自己裡面沒有自己的道,而是無道地獨自存在着嗎?而那道既寄居於肉身之中——在他於地上作客居留期間,若他在父之外,是活著的、具位格的,並如同靈魂一般驅動著肉身——顯然他是異於父的另一位——那麼,他自己與父就又成了兩個位格。
And how was he in the flesh, when he was saying these things? Was he then living and subsisting, existing outside the Father? And who then was the Father at that time, not possessing his own word within himself, but subsisting without a word? And the Word dwelling in the flesh — when he made his sojourn upon earth, if he was outside the Father, living and subsisting and moving the flesh after the manner of a soul — being evidently other than the Father — then again two hypostases existed, both he himself and the Father.
1:20.41
μάταιός τε πᾶς ὁ Μαρκέλλου πεφώραται πόνος οὐσιώδη λόγον ζῶντα καὶ ὑφεστῶτα τὸν ἐν τῇ σαρκὶ γενόμενον ὁριζομένου. εἰ δ ἐκτὸς ὑπῆρχεν τοῦ θεοῦ ὁ ἐν τῷ σώματι κατοικῶν λόγος, ἥνωτο δὲ καὶ συνῆπτο τῷ θεῷ ὡς ἕν τε καὶ ταὐτὸν εἶναι αὐτῷ, ἐξ ἀνάγκης δώσει ἢ αὐτὸν εἶναι τὸν πατέρα ἐν τῇ σαρκί, ἢ τὸν υἱὸν ὑφεστῶτα καθ ἑαυτὸν καὶ ἐνεργοῦντα ἐν τῷ σώματι, ἢ ψυχὴν ἀνθρώπου, ἢ εἰ μηδὲν τούτων, αὐτόματον κινεῖσθαι τὴν σάρκα, ἄψυχον οὖσαν καὶ ἄλογον
由此可見,馬爾克盧的一切努力都被證明是徒勞無功——他把那在肉身中出現的一位定義為一個具本質、活著、有位格的道。但若那寄居於身體中的道原是在神之外,卻又與神聯合、結合到與神成為一而同的地步,那麼他勢必不得不承認:要嗿是父自己在肉身之中,要嗿是子獨自具有位格且在身體中運作,要嗿是人的靈魂;若三者皮非,那就是這肉身——既無靈魂又無理性——自行運動了。
And thus all of Marcellus’s labor is exposed as vain — he who defines as an essential, living, and subsisting word the one who came to be in the flesh. But if the Word dwelling in the body was outside of God, yet was united and joined to God so as to be one and the same with him, he will of necessity be forced to grant either that it was the Father himself who was in the flesh, or that it was the Son subsisting by himself and operating in the body, or a human soul, or, if none of these, that the flesh moved of its own accord, being soulless and irrational.
1:20.42
εἰ μὲν οὖν τὸν πατέρα λέγοι, ἔσται ὁ πατὴρ αὐτῷ ὁ γεννηθεὶς καὶ παθὼν καὶ πᾶν ἔργον ἀνθρωποπαθὲς ὑπο μείνας. ὃ δὴ φθεγξάμενον τὸν Σαβέλλιον ἀσεβείας ἐγράψατο γραφὴν τοῦ θεοῦ ἡ ἐκκλησία. εἰ δὲ τὸν πατέρα λέγειν οὐ θεμιτὸν ἐνανθρωπήσαντα, τὸν υἱὸν ὁμολογεῖν ἀνάγκη αὐτῷ μαθητευομένους τοῦτο διδάσκοντι
那麼,若他說是父,那麼對他而言,父就成了那位被生、受苦、承受一切人性痛苦的存在——撒伯流一說出這樣的話,神的教會就記錄下來,判他犯了不虛敲的罪狀。但若說父成為人是不合宜的,那麼那些受他教導的人就必須承認子。
If, then, he should say it was the Father, then for him the Father will be the one who was begotten and suffered and endured every human passion — which utterance, when Sabellius spoke it, the Church of God indicted as a written charge of impiety. But if it is not lawful to say that the Father was made man, then it is necessary for those taught this by him to confess the Son.
1:20.43
εἰ δὲ τοῦτον ἀρνοῖτο Μάρκελλος ὑφεστάναι, ὥρα ψιλὸν ἄνθρωπον αὐτὸν ὑποτίθεσθαι ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα. ὡς μηδὲν τῆς κοινῆς ἀνθρώπων διαλλάττειν φύσεως. ἀλλὰ καὶ τοῦτο τῆς ἐκκλησίας ἀπελήλαται τὸ δόγμα· ὃ δὴ πάλαι μὲν Ἐβιωναῖοι νεωστὶ δὲ ὁ Σαμοσατεὺς καὶ οἱ ἐπίκλην ἐξ αὐτοῦ Παυλιανοὶ φρονήσαντες δυσφήμων ὑπέμειναν δίκην
但若馬爾克盧否認這一位【子】具有位格,那麼他就只能設想他不過是個由身體和靈魂組成的普通人,與人的本性毒無分別。但這種教義同樣已被教會所摘棄——古時的以便尼派曾持此說,近日撒摩撒他的【保羅】以及以他之名被稱為保羅派的人也持此說,因此都逢到了惡名的憲罰。
But if Marcellus should deny that this one [the Son] subsists, it is time for him to suppose him a mere man, composed of body and soul, differing in nothing from the common nature of men. But this doctrine too has been expelled from the Church — which of old the Ebionites held, and, recently, the Samosatene and those called after him the Paulianists, who for holding it underwent the penalty of ill repute.
1:20.44
τί δὴ οὖν λείπεται μετὰ ταῦτα ἢ τὴν σάρκα μόνον εἰσάγειν δίχα παντὸς ἐνοίκου δίκην τῶν παρὰ τοῖς θαυματοποιοῖς αὐτομάτων κινουμένην; καὶ πῶς ἡ σὰρξ καὶ αὐτὸ καθ ἑαυτὸ τὸ σῶμα δίχα τοῦ ἐνεργοῦντος εἶπεν ἂν καθὼς ἐδίδαξέν με, ταῦτα λαλῶ; πῶς δὲ ἡ σὰρξ εἶπεν ἂν ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε; πῶς δὲ ἡ σὰρξ ἀπεστάλθαι ἑαυτὴν παρὰ τοῦ πατρὸς ἔλεγεν; ἆρα δὲ πατέρα τῆς σαρκὸς τὸν θεὸν λέγειν ὅσιον, ἢ μᾶλλον τοῦ ἐν αὐτῇ κατοικοῦντός τε καὶ ἐνεργοῦντος; τίς οὖν ἦν οὗτος; πότερα ὁ ἐν τῷ θεῷ λόγος, αὐτὸς ὢν ὁ θεὸς κατὰ Σαβέλλιον, ἤ, ὅπερ ὅσιον καὶ ἀληθὲς λέγειν, ὁ ζῶν καὶ ὑφεστὼς μονογενὴς υἱὸς τοῦ θεοῦ
那麼,此後還剩什麼可說呢?豈不只能主張唯有肉身、其中並無任何居住者,像那些奇術師所造的自動機械一樣自行運動嗎?而肉身——單單身體本身,若沒有任何在其中運作的主體——又怎能說「父怎樣教訓我,我就怎樣說」呢?肉身又怎能說「我常做他所喜情的事」呢?肉身又怎能說自己是被父所差遣的呢?說神是肉身的父,而非是那居於肉身中並在其中運作者的父,這樣說是虔敲的嗎?那麼,這一位究竟是誰呢?是那神裡面的道——依撒伯流的說法即神自己——還是,依虔敲而真實的說法,那活著的、具位格的神的獨生子呢?
What then remains after this, but to introduce the flesh alone, without any indweller, moving of its own accord like the automata made by wonder-workers? And how could the flesh — the body by itself, apart from any agent operating within it — have said, “As he taught me, these things I speak”? And how could the flesh have said, “I always do the things pleasing to him”? And how could the flesh have said that it had been sent by the Father? And is it pious to call God the Father of the flesh, rather than of the one dwelling and operating within it? Who, then, was this? Was it the word in God, being himself God according to Sabellius, or, as it is pious and true to say, the living and subsisting only-begotten Son of God?
1:20.45
εἰ δὲ μηδέτερα τούτων λέγοι, ἐξ ἀνάγκης ὑποστήσεται ψυχὴν ἀνθρώπου, καὶ ἔσται αὐτῷ ψιλὸς ἄνθρωπος ὁ Χριστός· καὶ οὐκέτι Σαβελλιανός, Παυλιανὸς δ ἡμῖν ἔσται ὁ νέος συγγραφεύς. εἰ δὲ τὸν ἐν τῷ θεῷ φαίη λόγον ἐνοικῆσαι τῇ σαρκὶ οὐδὲν ἕτερον ὄντα ἢ λόγον καὶ λόγον σημαντικὸν ἢ ἐνεργητικόν
但若他兩者皮不承認,他就勢必只能主張那是一個人的靈魂,那麼對他而言,基督就不過是個普通人——這樣他就不再是撒伯流派,而這位新作者對我們而言,就成了保羅派。但若他說,寄居於肉身中的,是那神裡面的道——除了道之外別無他物,而且只是一個表意或運作性的道——
But if he should say neither of these, he will of necessity posit a human soul, and Christ will for him be a mere man — no longer a Sabellian, but this new writer will for us be a Paulianist instead. But if he should say that it was the word in God — being nothing other than word, and a merely signifying or operative word — that dwelt in the flesh —
1:20.46
καὶ πῶς οὗτος εἶπεν ἂν ζῆν ἰδιάζουσαν ζωὴν παρὰ τὸν πατέρα; πῶς δὲ αὐτὸς ἀπέσταλτο συνημμένος καὶ ἡνωμένος ἀεὶ τῷ θεῷ; πῶς δὲ καὶ διδάσκαλον αὐτοῦ φησὶν εἶναι τὸν πατέρα; πῶς δὲ τὰ ἀρεστὰ τῷ πατρὶ πάντοτε πράττειν ἑαυτὸν ἔλεγεν; αὗται γὰρ διαρρήδην υἱοῦ ὑφεστῶτος καὶ ζῶντος εἶεν ἂν φωναί, καὶ δι ὅλου δὲ τοῦ εὐαγγελίου ὁ εὐχόμενος τῷ πατρί, ὁ δοξάζων τὸν πατέρα, ὁ παρὰ τοῦ πατρὸς δοξασθῆναι ἀξιῶν, τί ἕτερον ἢ ὑφεστῶτα ἑαυτὸν δείκνυσιν, καὶ μάλιστα ὅτε φησὶν δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ ὁ πέμψας με πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ
——那麼,他又怎能說自己過著一種異於父的生命呢?他既始終與神聯合、合一,又怎能說自己是被差遣的呢?他又怎能說父是他的師傅呢?他又怎能說自己常常做討父喜情的事呢?因為這些話明明白白正是一位具位格、活著的子的言語;而縱觀整部福音書,那位向父禱告的、那位樮耀父的、那位求父使自己得榮耀的,除了顯明自己是具位格的存在之外,還能顯明什麼呢?尤其當他說:「兩個人的見證是真的。我是為自己作見證的,還有差我來的父也為我作見證」時,尤其如此。
— then how could he have said that he lives a life distinct from the Father? And how was he himself sent, being always joined and united to God? And how does he say the Father is his teacher? And how did he say that he himself always does the things pleasing to the Father? For these are, expressly, the words of a Son who subsists and lives; and throughout the whole Gospel, he who prays to the Father, who glorifies the Father, who asks to be glorified by the Father — what else does he show himself to be but one who subsists — and especially when he says: “The testimony of two men is true: I am one who bears witness of myself, and the Father who sent me bears witness of me.”
1:20.47
διὰ τοσούτων αὐτὸς ὁ σωτὴρ ζῶντα ἑαυτὸν παραστήσας οὐδαμοῦ μὲν λόγον ἑαυτὸν ὠνόμασεν, υἱὸν δὲ καὶ φῶς καὶ μονογενῆ καὶ ἄρτον ζωῆς καὶ πάντα μᾶλλον ἢ λόγον
藉著這麼多的見證,救主自己既已顯明自己是活著的,卻無一處自稱為「道」,而是自稱為「子」、「光」、「獨生子」、「生命的糮」——凡此種種,獨獨不稱自己為「道」。
Through so many [testimonies], the Savior himself, having shown himself to be living, nowhere named himself “Word,” but “Son” and “Light” and “only-begotten” and “bread of life” — everything rather than “Word.”
1:20.48
καὶ λόγον μὲν ἔχειν διδάσκει φάσκων ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, ἑαυτὸν δὲ λόγον εἶναι οὐ φησίν. πῶς οὖν μετὰ ταῦτα πάντα οὐκ ἐρυθριᾷ ὁ μόνον λόγον καὶ οὐδὲν ἕτερον εἶναι αὐτὸν ἀποφηνάμενος; ἐπάκουσον γοῦν ὅπως ἔγραφεν λέγων ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ εὐαγγελίου εἶπεν
他教導說自己「有」一個道,他說:「人若愛我,就必遵守我的道」——但他並未說自己「就是」道。那麼,在有了這一切之後,那宣稱他只是道、別無其他的人,怎能不感到羞愧呢?請聽他是怎麼寫的,他說:「因此,從各方面都可清楚看出,道的永恆性所配得的名稱,不外乎神那位至聖的門徒兼使徒約翰在福音書開頭所說的那一個。」
And he teaches that he has a word, saying: “If anyone loves me, he will keep my word” — but he does not say that he himself is a word. How then, after all these things, does he not blush, this one who has declared that he is only word and nothing else? Hear, then, how he wrote, saying: “so that it is clear from every side that no other name befits the eternity of the Word than that which the most holy disciple of God and apostle John spoke at the beginning of his Gospel.”
1:20.49
καὶ πάλιν ἵνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα οἰκονομίας
他又說:「為要顯明:若有任何新的、更晚近的名稱,那名稱乃是由於他按肉身而有的那新而近的救恩經綫才產生的。」
And again: “in order to show that, if there is any new and more recent name, it arose for him from the new and recent economy according to the flesh.”
1:20.50
καὶ αὖθις οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν ἐπ ἐσχάτων τῶν ἡμερῶν. ὡς καὶ αὐτὸς γέγραφεν, καὶ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος
他又說:「因此,在他降臨、藉著童女降生之前,他只是道。因為那在末世降臨的——正如他自己所寫的——以及那從童女所生的,在承受人的肉身之前,還能是什麼別的呢?除了道之外,別無其他。」
And again: “Therefore, before he came down and was born through the virgin, he was only Word. For what else was that which came down in the last days — as he himself also wrote — and was born of the virgin, before it assumed human flesh? It was nothing other than Word.”
1:20.51
τοσαῦτα Μαρκέλλῳ εἰπεῖν καὶ ἀποφήνασθαι πάρεστιν διὰ τὸ μὴ ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ. πρὸς ὃν εἶπεν ἂν ὁ εὐαγγελιστὴς μέγα ἐπιβοήσας· τί φῄς, ἄνθρωπε; οὐ λόγον αὐτὸν ἔφην μόνον, ἀλλὰ καὶ θεόν, καὶ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, καὶ μονογενῆ υἱὸν τὸν εἰς τὸν κόλπον τοῦ πατρός
馬爾克盧因為不肯承認神的子,便能說出並宣稱如此多的話。福音書作者或許會對他大聲喊叫說:「你這人,你在說什麼?我並未單單稱他為道,也稱他為神,稱他為照亮一切生在世上的人的光,稱他為在父懷裡的獨生子。」
So much, then, has it been possible for Marcellus to say and declare, on account of his refusal to confess the Son of God. To whom the evangelist might say, crying out aloud: “What are you saying, man? I did not call him Word alone, but also God, and Light that enlightens every man coming into the world, and only-begotten Son, who is in the bosom of the Father.”
1:20.52
μὴ δὴ οὖν συκοφαντείτω τις τὸν θεολόγον, ἀλλ ἀκριβῶς ἐπαϊέτω αὐτοῦ, ὁποῖον ὑπέθετο λόγον παρὰ πόδας συνάψας καὶ θεὸς ἦν ὁ λόγος καὶ προσθεὶς τὸ πάντα δι αὐτοῦ ἐγένετο. κατὰ δὲ αὐτὸν τὸν τῶν ὅλων σωτῆρα οὐδὲ ἅπαξ ὠνόμασται λόγος. ἀλλὰ υἱὸς θεοῦ καὶ μονογενὴς καὶ φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ πάντα μᾶλλον ἢ λόγος
因此,誰也不該誕蔑那位神學家【約翰】,而應仔細留意他所設想的究竟是何種「道」——他隨即就接上「道就是神」,又補充說「萬物是藉著他造的」。但論到那萬有的救主本身,經文中卻一次都不曾稱他為「道」,而是稱他為「神的子」、「獨生子」、「光」、「生命」、「真理」——樣樣都是,獨獨不是「道」。
Let no one, then, slander the theologian [John], but let him listen carefully to him — what sort of “word” he supposed, immediately joining “and the Word was God,” and adding, “all things were made through him.” But as for the Savior of all himself, he is not even once named “Word,” but “Son of God” and “only-begotten” and “Light” and “Life” and “Truth” — everything rather than “Word.”
1:20.53
η. εἰ δὲ λέγοι ταῦτα ἐκ τῆς καινῆς διαθήκης εἰρῆσθαι, λεχθήσεται αὐτῷ ὅτι καὶ τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος οὐδ ἑτέρωθεν ἦν ἢ ἐξ αὐτῆς. ἓν δὴ οὖν καὶ τὸ αὐτὸ εὐαγγέλιον ὁ αὐτός τε εὐαγγελιστὴς ὁ λόγον αὐτὸν εἰπὼν καὶ τὰ λοιπὰ πάντα περὶ αὐτοῦ συνεγράψατο
第八,但若他辩稱這些話僅僅是出自新約,那麼就當回應他:「太初有道」這句話,同樣也是出自新約,別無他處。可見,乃是同一部福音書、同一位福音書作者,既稱他為道,也記載了關於他的其餘一切。
(8) But if he should say that these things are said only from the New Testament, it will be said to him that “In the beginning was the Word” too comes from nowhere else than from it. It is, then, one and the same Gospel, and the same evangelist, who called him Word and who also wrote all the rest concerning him.
1:20.54
θ. καὶ Παῦλος δὲ ὁ θεῖος ἀπόστολος λέγων ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὑ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι οὗ τὰ πάντα, δῆλός ἐστιν τὸν πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν τοῦ θεοῦ δι οὗ τὰ πάντα ἐγένετο, οὐ λόγον ὀνομάζων, ἀλλὰ κύριον Ἰησουν καὶ Χριστόν. ἀλλ εἰ κατὰ Μάρκελλον εἷς καὶ ὁ αὐτὸς ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ἀπήρκει τῷ ἀποστόλῳ φάναι ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα
第九,神聖的使徒保羅也對我們說:「我們只有一位神,就是父,萬物都本於他;並有一位主,就是耶穌基督,萬物都是藉著他有的」,這話清楚地指明那在道成肉身之前就已存在、萬物藉之而造的神之子,並未稱他為道,而是稱他為主耶穌、基督。但若如馬爾克盧所言,神與神裡面的道乃是一而同的,那麼使徒只需對我們說「我們只有一位神,就是父,萬物都本於他」就足夠了。
(9) And Paul too, the divine apostle, saying to us, “one God the Father, from whom are all things, and one Lord Jesus Christ, through whom are all things,” clearly names the Son of God who existed before the incarnate presence, through whom all things came to be — not calling him Word, but Lord Jesus and Christ. But if, according to Marcellus, God and the Word in him were one and the same, it would have sufficed for the apostle to say to us, “one God the Father, from whom are all things.”
1:20.55
πλήρης γὰρ ἦν ἡ διάνοια καὶ ὁ λόγος αὐτοτελὴς τὸν θεὸν εἰσηγούμενος ποιητὴν τῶν ὅλων. ἀλλὰ τοῦτο καὶ Ἰουδαῖος ἂν εἴποι. ὁ δὲ τῆς ἐκκλησίας κῆρυξ πρὸς τῷ προτέρῳ καὶ τὸ δεύτερον μὴ ἀγνοεῖν διδάσκει
因為這樣一來,意思已經完整,這句話本身也已足以陰明神是萬有的創造者。但即使是猶太人,也會這樣說。然而教會的宣道者卻教導我們,除了第一點之外,也不可不知第二點。
For the sense would have been complete, and the statement self-sufficient, presenting God as maker of all things. But even a Jew might say this. The herald of the Church, however, teaches us not to be ignorant of the second [truth] in addition to the first.
1:20.56
τί δὲ ἦν τοῦτο; καὶ εἷς κύριος Ἰησοῦς Χριστός. διὸ προστίθησιν τὸ δεύτερον ἑξῆς λέγων ἡμῖν (εἰ γὰρ καὶ μὴ πᾶσιν, ἀλλ ἡμῖν, φησίν) εἷς κύριος Ἰησοῦς Χριστός. διὰ τί δὲ μετὰ τὸν ἕνα θεὸν καὶ οὗτος ἡμῖν εἷς κύριος, παρίστησιν ἐπιλέγων δι οὗ τὰ πάντα· ἐπειδὴ γὰρ τὰ πάντα δι αὐτοῦ ἐγένετο, εἰκότως ἡμῖν τοῖς τοῦτ ἐπισταμένοις· κύριος εἶναι τῶν ὅλων μετὰ τὸν ἐπὶ πάντων θεὸν πεπίστευται
這第二點又是什麼呢?就是「並有一位主,就是耶穌基督」。因此他接著補上第二點,說「對我們而言」——即便並非對众人盡然,但「對我們而言」,他這樣說——「只有一位主,就是耶穌基督」。至於為何在獨一的神之後,這一位也是我們獨一的主,他補上「萬物都是藉著他有的」來加以說明。因為既然萬物都是藉著他而造,理所當然地,對我們這些明白這一點的人而言,他在那超乎萬有的神之後,被信為是萬有的主。
And what was this? “And one Lord Jesus Christ.” Wherefore he adds the second point next, saying, “to us” — for even if not to all, yet “to us,” he says — “one Lord Jesus Christ.” And why, after the one God, is this one also our one Lord? He shows this by adding, “through whom are all things.” For since all things came to be through him, fittingly, to us who know this, he is believed to be Lord of all, after the God who is over all.
1:20.57
ὅτι δὲ οὐ περὶ τῆς σαρκὸς ταῦτ ἔλεγεν, ἀλλὰ περὶ τοῦ θεοῦ λόγου, δῆλός ἐστιν ἐκ τοῦ ἐπιφέρειν δι οὗ τὰ πάντα. ἡμῖν γάρ φησιν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι οὗ τὰ πάντα. ὃ δὴ καὶ περὶ τοῦ φωτὸς καὶ περὶ τοῦ προόντος λόγου εἴρηται. αὐτὸς οὖν ἦν Ἰησοῦς Χριστὸς τὸ φῶς καὶ ὁ λόγος. δι οὗ τὰ πάντα γέγονεν, ἀλλ οὐχ ἡ σάρξ. οὐ γὰρ ἂν περὶ τῆς σαρκὸς ἀσυναρτήτως οὕτως εἶπεν ἂν τὸ δι οὗ τὰ πάντα
他所說的並非論及肌身,而是論及神的道,這一點從他接下去所加的「萬有藉他而有」一語即可清楚看出。因為他說:「但於我們只有一位神,就是父,萬物都本於他;並有一位主,就是耶穌基督,萬物都是藉著他有的。」這話同樣也是論到那光、論到那先存的道而說的。所以耶穌基督本身就是那光、那道,萬物都是藉著他而造的,卻不是肌身。因為若論及肌身,他斷不會如此不連貫地說出「萬有藉他而有」這句話。
That he was speaking these things not concerning the flesh, but concerning the God-Word, is clear from his adding, "through whom are all things." For he says, "For us there is one God, the Father, from whom are all things, and one Lord Jesus Christ, through whom are all things." This same thing is also said concerning the light and concerning the Word who pre-existed. Jesus Christ himself, then, was the light and the Word through whom all things came to be — not the flesh. For he would not have spoken so incoherently of the flesh as to say, "through whom are all things."
1:20.58
ι. οἶδεν δὲ τὸν τῆς σαρκὸς προϋπάρχοντα τοῦ θεοῦ υἱὸν Χριστὸν ὀνομάζειν ὁ αὐτὸς Παῦλος, κατὰ τὸ αὐτὸ πέτραν αὐτὸν ἀποκαλῶν, δι ὧν γράφει περὶ τῶν ἐν τῇ ἐρήμῳ συνδιατριψάντων Μωσεῖ, λέγων ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός, καὶ ἐπισφραγίζεται τὸ αὐτὸ μεθ ἕτερα φάσκων μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὀφέων ἀπώλοντο
10. 同一位保羅也曉得稱那在肌身之先已存在的神的兒子為「基督」,並同樣稱他為磐石,如他在論到那些曾與摩西同在暠野的人時所寫的:「他們都喉了隨著他們的靈磐石之水,那磐石就是基督。」他其後又印證同一件事,說:「我們也不要試探基督,像他們有人試探他,就被蛇所滅。」
10. The same Paul knows how to call the Son of God, who existed before the flesh, "Christ," likewise calling him a rock, in the passage where he writes concerning those who journeyed with Moses in the wilderness, saying: "For they drank from a spiritual rock that followed them, and the rock was Christ." And he seals this same point afterward, saying: "Neither let us tempt Christ, as some of them tempted him and were destroyed by serpents."
1:20.59
καὶ ἔτι μᾶλλον τοῦτ αὐτὸ βεβαιοῖ λέγων πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. ἐναργέστατα δὲ ἔτι μᾶλλον τοῦτο συνίστησιν ἐν οἷς φάσκει τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
他還更進一步印證這一點,說:「摩西因信,及至長成,就不肯稱為法老女兒之子,看基督所受的凌辱比埃及的財物更為實貴。」他更以極其顯明的方式印證了這一點,在那裡他說:「你們當以基督耶穌的心為心:他本有神的形像,不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像,成為人的樣式。」
And he confirms this same point still further, saying: "By faith Moses, having grown up, refused to be called the son of Pharaoh's daughter, considering the reproach of Christ greater riches than the treasures of Egypt." And he establishes this yet more clearly still in the passage where he declares: "Let this mind be in you which was also in Christ Jesus, who, being in the form of God, did not consider being equal with God a thing to be grasped, but emptied himself, taking the form of a servant, and being found in appearance as a man."
1:20.60
συνορᾷς ὅτι πρὸ τοῦ κενῶσαι ἑαυτὸν καὶ μορφὴν δούλους λαβεῖν ἦν καὶ προῆν καὶ ἐν μορφῇ θεοῦ ὑπῆρχεν. τίς δὲ ἦν οὗτος; οὐδεὶς ἄλλος ἢ Ἰησοῦς Χριστός. αὐτὸς οὖν ἦν θεὸς λόγος Ἰησοῦς Χριστὸς καὶ πρὶν ἢ τὴν σάρκα λαβεῖν
你看,在他虛己、取了奴僕的形像之先,他已經存在、已經先存,且以神的形像存在。那麼這位是誰呢?不是別人,正是耶穌基督。所以,在他取肌身之先,他自己就是神的道——耶穌基督。
You see that before emptying himself and taking the form of a servant, he existed, and pre-existed, and subsisted in the form of God. Who then was this? None other than Jesus Christ. He himself, then, was God the Word, Jesus Christ, even before taking on the flesh.
1:20.61
ἀκριβῶς γὰρ ἀκουστέον τοῦ θείου ἀποστόλου λέγοντος τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, καὶ διασαφοῦντος ἑξῆς τίς ποτ ἦν οὗτος Ἰησοῦς Χριστός, δι ὧν ἐπισυνάπτει λέγων ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών
因為我們必須仔細聯聽這位神聖使徒所說的:「你們當以基督耶穌的心為心」,並留意他接著怎樣說明這位耶穌基督究竟是誰,因他隨後補充說:「他本有神的形像,不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像。」
For we must listen closely to the divine apostle saying, "Let this mind be in you which was also in Christ Jesus," and then going on to make clear who this Jesus Christ was, by adding and saying, "who, being in the form of God, did not consider being equal with God a thing to be grasped, but emptied himself, taking the form of a servant."
1:20.62
μήτι οὖν κἀνταῦθα ἐπὶ τὴν σάρκα οἷόν τέ ἐστιν ἐκλαβεῖν τὸ λόγιον; μὴ περὶ τῆς σαρκὸς ἁρμόζει λέγειν τὸ ὃς [καὶ καὶ τὸ ὑπάρχων; ἀλλὰ μὴ σὰρξ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών; ἀλλὰ γελοῖον τοῦτό γε. φέρ οὖν ἐξετάσωμεν ὅπως εἴρηται τὸ ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ ἑαυτὸν ἐκένωσεν. εἰ μὲν δὴ λόγος ἦν ἀνύπαρκτος, μηδαμῶς ἔξωθεν τοῦ θεοῦ ὑφεστώς, ἀλλ ἔνδον ὢν ἐν αὐτῷ, ποτὲ μὲν ἐν ἡσυχία καὶ σιγῇ ποτὲ δὲ ἐν τῷ ἐνεργεῖν
那麼在此,是否也可以把這句話理解為指肌身呢?把「那……的」與「存在」這樣的字眼用在肌身上,合適嗎?難道是肌身虛己、取了奴僕的形像不成?這實在荒謬。那麼,讓我們來考察一下「他本有神的形像,不以自己與神同等為強奪的,反倒虛己」這句話究竟是什麼意思。候若道原無自立的存在,絲毫不是在神以外狨立存在,而只是在神裡面,有時處於安靜緤默之中,有時則在運行之中……
Is it, then, possible here too to take the saying as referring to the flesh? Is it fitting to say of the flesh the words "who" and "being"? Did the flesh, then, empty itself, taking the form of a servant? But this is simply absurd. Come, then, let us examine how it is said, "who, being in the form of God, did not consider being equal with God a thing to be grasped, but emptied himself." If indeed the Word had no subsistence, in no way existing outside of God but being within him, at one time in quiet and silence, at another in activity—
1:20.63
καὶ πῶς οὗτος ἦν ἐν μορφῇ θεοῦ, δυνάμει [θεῷ] αὐτὸς ὢν ὁ θεός; πῶς δὲ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, αὐτὸς ὢν θεός; πῶς δὲ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος τῷ πατρί; τὸ γὰρ ὑπακούειν τόνδε τῷδε δυεῖν γένοιτ ἂν προσώπων παραστατικόν
那麼這位如何能「有神的形像」,如果他本身在能力上就是神呢?他如何能「不以自己與神同等為強奪的」,如果他本身就是神呢?他又如何「自己謙卑,存心順服」於父呢?因為「甲順服乙」這件事本身,正表明有兩個位格存在。
then how was this one "in the form of God," if he himself, in power, was God? And how did he not consider being equal with God a thing to be grasped, if he himself was God? And how did he humble himself, becoming obedient to the Father? For the very fact of one obeying another would be indicative of two persons.
1:20.64
καὶ ἐπειδήπερ τῷ παρὰ ἀνθρώποις λόγῳ κέχρηται εἰκόνι Μάρκελλος, πευστέον εἰ δύναται ἁρμόζειν ἐπὶ τοῦ ἀνθρωπίνου λόγου τὸ λέγειν· ὃς ἐν μορφῇ ἀνθρώπου ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἀνθρώπῳ, ἀλλ ἑαυτὸν ἐκένωσεν γενόμενος ὑπήκοος τῷ ἀνθρώπῳ; καὶ πῶς ὁ ἐν ἀνθρώπῳ συμφυὴς λόγος ταῦτα ἂν ποιήσειεν, ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ ἀνθρώπῳ; οὐκ ἄρα λόγος ψιλὸς καὶ ἀνυπόστατος ἔσται ἀλλ υἱὸς ἀληθῶς μονογενὴς τοῦ θεοῦ ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων, ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ὃν καὶ Ἰησοῦν Χριστὸν ὠνόμαζεν ὁ θεῖος ἀπόστολος, προϋπάρχοντα αὐτὸν τῆς σαρκὸς ἀκριβῶς ἐπιστάμενος
既然馬爾克盧採用了人間所謂「言語」(λόγος) 作為比喻,我們就當追問:把「他本有人的形像,不以自己與人同等為強奪的,反倒虛己,成為順服那人」這樣的話,用在人的言語上,是否合適呢?人裡面那與人共生的言語,怎能做出這些事呢?因為它與那人本是同一體。所以,道並非一個空洞、無位格的言語,而確實是神真正的獨生子——他本有神的形像,不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像;這位神聖的使徒稱之為耶穌基督,因他確知這位是在肌身之先已然存在的。
And since Marcellus makes use of the analogy of the word found among men, we must ask whether it is possible to fit to the human word the statement: "who, being in the form of a man, did not consider being equal to a man a thing to be grasped, but emptied himself, becoming obedient to the man"? And how could the word that is innate in a man do these things, since it exists as one and the same thing with the man? The Word, therefore, will not be a bare and unsubsisting word, but truly the only-begotten Son of God, who, being in the form of God, did not consider being equal with God a thing to be grasped, but emptied himself, taking the form of a servant — whom the divine apostle also named Jesus Christ, knowing precisely that he pre-existed the flesh.
1:20.65
ια. πρὸς τούτοις μεσίτην αὐτὸν τοῦ θεοῦ ὁ αὐτὸς ὠνόμασεν, τὴν Μωσέως νομοθεσίαν ἐν χειρὶ αὐτοῦ δεδόσθαι εἰπὼν δι ὧν φησιν ὁ νόμος διαταγεὶς δι ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν. ἀκούεις ὅπως ἰδίως τὸν θεὸν ἀποκαλῶν καὶ ἀγγέλους ὀνομάζων, μεταξὺ τὸν μεσίτην εἰσάγει λέγων ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν. ἦν ἄρα καὶ πρὸ τῆς ἐνανθρωπήσεως κατὰ τοὺς Μωσέως χρόνους μεσιτεύων τῇ νομοθεσίᾳ
11. 此外,這位使徒又稱他為神的中保,他說摩西的律法是藉他的手所賜的,在那句話裡說道:「這律法原是藉天使經中保之手設立的。……但中保本不是為一面作的;神卻是一位。」你聽,他一面分別稱說神,一面稱說群天使,又在中間引入這位中保,說:「但中保本不是為一面作的。」由此可知,早在道成肌身之先、摩西的時代,他已在作律法的中保了。
11. In addition to these things, the same [apostle] named him the mediator of God, saying that Moses' legislation was given by his hand, in the passage where he says: "the law, having been ordained through angels, in the hand of a mediator; now a mediator is not of one, but God is one." You hear how, distinctly naming God on the one hand and naming angels on the other, he introduces the mediator between them, saying, "now a mediator is not of one." He was, then, even before the incarnation, in the time of Moses, mediating the giving of the law.
1:20.66
ιβ. καὶ ἀρχιερέα δὲ αὐτὸν ὁ αὐτὸς ἀπόστολος ἀποκαλεῖ λέγων ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ
12. 這位使徒又稱他為大祭司,說:「我們既然有一位已經升入高天尊榮的大祭司,就是神的兒子耶穌……」
12. The same apostle also calls him high priest, saying: "Having, then, a great high priest who has passed through the heavens, Jesus the Son of God..."
1:20.67
ιγ. οὐ μὴν ἀλλὰ καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τοῦ θεοῦ καὶ υἱὸν καὶ κληρονόμον τὸν αὐτὸν οἶδεν λέγων ἐπ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. καὶ ἐνταῦθα (ὥσπερ ἀνωτέρω ἐλέγετο περὶ τοῦ λόγου τὸ πάντα δι αὐτοῦ ἐγένετο, καὶ περὶ τοῦ φωτὸς τὸ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ περὶ Ἰησοῦ Χριστοῦ τὸ ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι οὗ τὰ πάντα )
13. 不僅如此,他也曉得稱他為「榮耀所發的光輝」、「神的真像」、「兒子」和「承受產業的人」,說道:「就在這末世藉著他兒子曉輪我們;又早已立他為承受萬有的,也曾藉著他創造諸世界。他是神榮耀所發的光輝,是神位格的真像。」在此(正如前面論到道所說的「萬物是藉著他造的」,論到光所說的「他在世界,世界也是藉著他造的」,論到耶穌基督所說的「有一位主,就是耶穌基督,萬物都是藉著他有的」)——
13. Moreover, he also knows him as the "brightness of glory" and "the exact representation of God," and "Son" and "heir," saying: "In these last days he has spoken to us in a Son, whom he appointed heir of all things, through whom also he made the ages; who, being the brightness of his glory and the exact representation of his hypostasis..." And here too (just as it was said above concerning the Word, "all things came to be through him," and concerning the light, "he was in the world, and the world came to be through him," and concerning Jesus Christ, "for us there is one Lord Jesus Christ, through whom are all things")—
1:20.68
θέα ὅπως περὶ τοῦ αὐτοῦ ὁμοίως εἴρηται τὸ δι οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας. ιδ. ἐπιστῆσαι δὲ τὸν νοῦν ἐν τούτοις ἄξιον, ὅπως ὠνόμασται ἀπαύγασμα· οἶμαι γὰρ τῆς ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γεννήσεως παραστατικὸν εἶναι τὸν λόγον. πολλάκις γὰρ ὠνομασμένου υἱοῦ καὶ τοῦ θεοῦ πατρὸς χρηματίσαντος, ἵνα μὴ καταπεσόντες ἐπὶ τὰς τῶν ζῴων γενέσεις τοιοῦτόν τινα τρόπον ὑπολάβοιμεν, ἐπὶ τοῦ θεοῦ θεοπρεπεστέρᾳ κέχρηται εἰκόνι ὁ ἀπόστολος
你看,同一句「藉著他也創造了諸世界」是怎樣同樣論及此人而說的。14. 值得特別留心的是,他為何被稱為「光輝」;我認為這個詞正是表明兒子從父所出的「生」。因為,既然屢屢稱之為兒子,神也被稱為父,為了使我們不至於墅入動物繁殖那樣的觀念,以為是某種類似的方式,使徒便使用了一個更合乎神聖尊嚴的比喻。
See how the same phrase, "through whom also he made the ages," is likewise said concerning this same one. 14. It is worth fixing our mind on this: how he has been named "brightness." For I think this word is indicative of the begetting of the Son from the Father. For since the Son has often been named, and God has been styled Father, in order that we might not fall down to the level of the generation of animals and suppose something of that sort, the apostle has employed, in speaking of God, a more befitting-of-God image.
1:20.69
περὶ μὲν τοῦ πατρὸς εἰπὼν φῶς οἰκῶν ἀπρόσιτον, τὸν δὲ υἱὸν ἀπαύγασμα τοῦ πατρικοῦ φωτὸς ὁρισάμενος, ὥστε εἶναι τὸ ἀπαύγασμα γέννημα τοῦ πρώτου φωτός, οὐ κατὰ τὴν τῶν θνητῶν ζῴων ὑποστὰν γένεσιν, κατὰ δὲ τὸ ῥηθὲν παράδειγμα. εἰκότως οὖν καὶ εἰκόνα αὐτὸν τοῦ θεοῦ τοῦ ἀοράτου ἀποκαλεῖ, διὰ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν, καὶ διὰ τὸ ἀπαύγασμα εἶναι καὶ χαρακτῆρα τῆς ὑποστάσεως
他論到父,說他是「住在人不能靠近的光裡」;又界定子為那父光所發的光輝,於是光輝乃是那原初之光所生的,並非按照必死的動物所經歷的那種「生」,而是按照所說的這個比方。因此,他也理所當然地稱他為「那不能看見之神的像」,因為他本有神的形像,又因為他是那光輝,是神位格的真像。
Speaking of the Father as one who dwells in unapproachable light, and defining the Son as the brightness of the paternal light, so that the brightness is the offspring of the first light — not according to the kind of generation that arises among mortal animals, but according to the example stated. Fittingly, then, he also calls him the image of the invisible God, both because he exists in the form of God and because he is the brightness and the exact representation of the hypostasis.
1:20.70
διὰ ταῦτα γὰρ περὶ αὐτοῦ γράφων ἔλεγεν ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συν ἑστηκεν
正因如此,他論到他寫道:「他是那不能看見之神的像,是首生的,在一切被造的以先。因為萬有都是靠他造的,無論是天上的、地上的,能看見的、不能看見的,或是有位的、主治的、執政的、掌權的,一概都是藉著他造的,又是為他造的。他在萬有之先,萬有也靠他而立。」
For this reason, writing concerning him, he said: "who is the image of the invisible God, the firstborn of all creation; for in him were created all things in the heavens and on the earth, whether visible or invisible, whether thrones or dominions or principalities or powers — all things have been created through him and for him; and he is before all things, and in him all things hold together."
1:20.71
ταῦτα γὰρ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ, κἂν μὴ Μαρκέλλῳ δοκῇ, εἴρηται. οὐ γὰρ περὶ τῆς σαρκὸς εἶπεν ἂν τοσαῦτα ὁ θεῖος ἀπόστολος. μωρὸν γὰρ τοῦτο καὶ ἀδιανόητον, πρὸς τῷ καὶ ἀσυνάρτητον εἶναι τῆς φράσεως τὴν ἑρμηνείαν· πῶς γὰρ περὶ τῆς σαρκὸς ἥρμοζε λέγειν ὅς ἐστιν εἰκών, δέον (εἰ ἄρα) φῆσαι· ἥ ἐστιν εἰκών
因為這些話是論到神兒子的神性而說的,即便馬爾克盧不以為然。因為這位神聖的使徒斷不會論及肌身說出這麼多話來。這既愚昇又不可思議,而且也使這句話的解釋變得語意不連貫;因為若指肌身而言,怎能說「他(陽性關係代詞 ὃς)是像」呢?照理(若果真如此)應當說「她(陰性關係代詞 ἥ,與「肌身」σάρξ 陰性同格)是像」才對。
For these things are said concerning the deity of the Son of God, even if it does not seem so to Marcellus. For the divine apostle would not have said so much concerning the flesh. This is foolish and unintelligible, besides making the interpretation of the phrase incoherent; for how would it have suited to say of the flesh, "who [masculine] is the image," when he ought — if that were truly meant — to have said, "which [feminine, agreeing with 'flesh'] is the image"?
1:20.72
ιε. καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς εἰκόνα τοῦ θεοῦ αὐτὸν ὠνόμαζεν λέγων εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὴ νοήματα τῶν ἀπίστων πρὸς τὸ μὴ καταυγάσαι ἐν ταῖς καρδίαις αὐτῶν τὸν φωτισμὸν τοῦ εὐαγγελίου τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ
15. 又在另一處,這位使徒也稱他為「神的像」,說:「如果我們的福音蒙蔽,就是蒙蔽在滅亡的人身上。此等不信之人被這世界的神弄瞑了心眼,不叫基督福音的光照著他們;基督本是神的像。」
15. And again, elsewhere, the same [apostle] named him the image of God, saying: "But even if our gospel is veiled, it is veiled among those who are perishing, among whom the god of this age has blinded the minds of the unbelieving, so that the illumination of the gospel of Christ, who is the image of God, should not shine upon them."
1:20.73
ἔνθα καὶ προσήκει τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ θεῖος ἀπόστολος ὁρικὸν ἐξηνέγκατο λόγον περὶ τοῦ Χριστοῦ εἰπὼν αὐτὸν εἰκόνα τοῦ θεοῦ, ἵνα μή τις δύο θεοὺς ὑπολάβοι εἶναι, ἀλλ ἕνα τὸν ἐπὶ πάντων. εἰ γὰρ εἷς θεός, καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοῦ, αὐτὸς ἂν εἴη ὁ καὶ διὰ τοῦ υἱοῦ ὡς δι εἰκόνος γνωριζόμενος
在此也當留心,這位神聖的使徒為何論到基督說出一句界定性的話,稱他為神的像,為要使人不至於誤以為有兩位神,而是唯有一位在萬有之上的神。因為若神只有一位,除他以外再沒有別的,那麼藉著子——如同藉著一個像——所彰顯出來的,正是這同一位神。
Here too it is fitting to fix the mind on how the divine apostle brought forth a defining statement concerning Christ by calling him the image of God, so that no one might suppose there to be two gods, but one who is over all. For if God is one, and there is no other besides him, it would be this same one who is also known through the Son, as through an image.
1:20.74
διὸ καὶ ὁ υἱὸς θεός, διὰ τὴν ἐν αὐτῷ τοῦ πατρὸς ὡς ἐν εἰκόνι μόρφωσιν. ὃ δὴ παρίστησιν ὁ θεῖος ἀπόστολος, τοτὲ μὲν λέγων ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, τοτὲ δὲ αὐτὸν εἰκόνα τοῦ θεοῦ ὁριζόμενος. οὐκοῦν μετὰ τῶν ἄλλων ἐπηγοριῶν καὶ εἰκὼν τοῦ θεοῦ πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς ἦν τε καὶ ὠνόμασται. ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς καινῆς διαθήκης, ὀλίγα ἀπὸ μυρίων, ἡμῖν λόγου συμμετρίας χάριν συνῆκται
因此子也是神,因為父的形像印在他裡面,如同印在一幅像上。這正是這位神聖使徒所要闡明的:他一時說「他本有神的形像」,一時又界定他為神的像。所以,在其他稱謂之外,子在道成肌身之先,本就是、也被稱為「神的像」。以上這些話取自新約,只是無數例證中的少數幾則,為了使我們的論述保持適度的篇幅,才選取這些彙集於此。
Therefore the Son too is God, on account of the Father's form impressed in him as in an image. This is precisely what the divine apostle sets forth, at one time saying, "who, being in the form of God," at another defining him as the image of God. Therefore, along with the other titles, the Son also both was and was named "the image of God" before his enfleshed coming. But these things have been gathered from the New Testament, a few out of countless many, for the sake of keeping our discourse to a fitting measure.
1:20.75
ις. καὶ οἱ πάλαι δὲ γενόμενοι τοῦ θεοῦ προφῆται τὸν αὐτὸν διαφόροις ἐτίμων θεολογίαις. ὁ μὲν γὰρ ἀπεκάλει αὐτὸν πνεῦμα τοῦ θεοῦ λέγων ἐξελεύσεται ῥάβδὸς ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως καὶ τὰ ἑξῆς. σαφῶς γὰρ τὸν ἐκ σπέρματος Δαυὶδ κατὰ σαρκα καὶ τὸν ἐνοικήσαντα αὐτῷ θεὸν λόγον διὰ τούτων ἐδήλου. ἔνθεν ὁ θεῖος ἀπόστολος ποτὲ μὲν ἔλεγεν ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, ποτὲ δὲ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. καὶ ἕτερος δὲ ὁμοίως πνεῦμα αὐτὸν ἀποκαλεῖ λέγων πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ περὶ αὐτοῦ σαφῶς εἴρηται ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου. ὃν ηὐδόκησεν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει
16. 古時神的群先知也以各種不同的神學稱謂尊崇這同一位。有一位稱他為「神的靈」,說:「從耶西的本必發一條,從他根生的枝子必結果實;耶和華的靈必住在他身上,就是使他有智慧和聰明的靈」,等等。因為他藉著這些話,清楚指明了那按肌身從大衛後裔而生的,以及那住在他裡面的神的道。由此,這位神聖的使徒有時說:「主就是那靈」,有時又說:「基督是神的能力,神的智慧。」另有一位同樣稱他為「靈」,說:「耶和華的受膨者、我們鼻中的氣,就是主基督。」福音書中也清楚地論到他說:「看哪,我所揀選的僕人,我所親愛、心裡所喜悟的!我要將我的靈賩給他,他必將公理傳給外邦。」
16. And the prophets of God who lived long ago also honored this same one with various theological titles. For one called him the Spirit of God, saying: "A rod shall come forth from the root of Jesse, and a flower shall rise from the root, and the Spirit of God shall rest upon him — the spirit of wisdom and understanding," and so on. For through these words he clearly signified both the one born of David's seed according to the flesh, and the God-Word who dwelt in him. From this the divine apostle at one time said, "now the Lord is the Spirit," and at another, "Christ, the power of God and the wisdom of God." And another likewise calls him Spirit, saying: "the Spirit before our face is Christ the Lord." And in the gospel too it is clearly said concerning him: "Behold my servant whom I have chosen, my beloved, in whom my soul is well pleased; I will put my Spirit upon him, and he will proclaim judgment to the nations."
1:20.76
ιζ. προφητῶν δὲ ἄλλος ζωὴν αὐτὸν καὶ φῶς ὠνόμαζεν ἐν τῷ προσφωνεῖν τῷ θεῷ καὶ λέγειν ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. τίς γὰρ ἦν ἡ παρὰ τῷ θεῷ πηγὴ τῆς ζωῆς καὶ τὸ φῶς ἢ αὐτὸς ὁ ἐν εὐαγγελίοις εἰπὼν ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή; διὸ πάλιν ἱκετεύων ὁ προφήτης ἐν εὐχῇ πρὸς τὸν θεὸν λέγει ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσει
17. 另一位先知稱他為「生命」與「光」,他向神呼求說:「因為,生命的源頭在你那裡;在你的光中,我們必得見光。」因為,在神那裡的生命之源、那光,除了他自己——就是那在福音書中說「我是世界的光」、「我就是道路、真理、生命」的那一位,還能是誰呢?因此,那先知又在禱告中向神懇求說:「求你發出你的光和你的真實,好引導我。」
17. Another of the prophets called him life and light, in addressing God and saying: "For with you is the fountain of life; in your light we shall see light." For who was the fountain of life and the light with God, if not he himself who said in the gospels, "I am the light of the world," and "I am the way, and the truth, and the life"? Therefore the prophet again, entreating in prayer to God, says: "Send out your light and your truth; let them guide me."
1:20.77
ιη. ἀλήθειαν δὲ αὐτὸν καὶ Ζοροβάβελ ἀνειπὼν νικητηρίων ἠξιώθη. ὅτ ἐπὶ τοῦ Περσῶν βασιλέως ἀναγέγραπται εἰρηκὼς καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ οὐκ ἔστιν παρ αὐτῇ λαβεῖν πρόσωπα, ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν ἀπέχεται. οἷς ἐπιλέγει καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλοσύνη πάντων τῶν αἰώνων. ζῆν γὰρ εἰπὼν τὴν ἀλήθειαν καὶ νικᾶν καὶ κρατεῖν, ἐμφαντικώτατα παρέστησεν αὐτῆς τὴν ὑπόστασιν. οἷς ἀκολούθως καὶ αὐτὸς ὁ σωτὴρ ἀλήθειαν ἑαυτὸν ὀνομάζων τὴν τοῦ Ζοροβάβελ μαρτυρίαν ἐπεσφραγίζετο
18. 所羅巴伯也因宣稱他為「真理」而贏得了勝利的獎賞。當他在波斯王面前所記的那段話中,他說:「真理長存,直到永遠,並且大有能力,活著且掌權,直到永永遠遠。在她那裡沒有徇情面、看人的偏私,她只行公義的事,遠避一切不義和邪惡。」並接著說:「她的能力、國度、權柄和一切世代的尊榮,都是屬於她的。」因為他既說真理是「活著」、「得勝」、「掌權」,就極其鮮明地表明了她的位格實存。與此相應,救主自己也稱自己為「真理」,藉此印證了所羅巴伯的見證。
18. Zerubbabel too, by declaring him Truth, was deemed worthy of the victor's prize, in the passage recorded concerning him before the king of the Persians, where he said: "And truth abides and is strong forever, and lives and prevails forever and ever. And with her there is no accepting of persons or partiality, but she does what is just, and abstains from all that is unjust and wicked." To which he adds: "And hers is the strength and the kingship and the authority and the majesty of all ages." For by saying that Truth lives and conquers and prevails, he most emphatically set forth her hypostasis. In keeping with this, the Savior himself also, naming himself Truth, set his seal upon the testimony of Zerubbabel.
1:20.78
ιθ. καὶ ποταμὸν δὲ αὐτὸν ὠνόμασεν ὁ εἰπών τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ
19. 又有一位稱他為「河」,說:「有一道河,這河的分氳使神的城歡喜。」
19. And he also named him a river, in the words: "The streams of the river make glad the city of God."
1:20.79
κ. ἤδη δὲ καὶ ὄρος προσεῖπεν ὁ φήσας τὸ ὄρος ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ. διὸ καὶ παρὰ τῷ Δανιὴλ ἐξ ὄρους λίθος τμηθεὶς ἄνευ χειρῶν καὶ πάλιν ὁ αὐτὸς ἀποκαθιστάμενος εἰς ὄρος ὑψηλὸν ἑωρᾶτο, τοῦ μὲν ὄρους τὴν προΰπαρξιν τῆς θεότητος αὐτοῦ σημαίνοντος, τοῦ δὲ λίθου τὴν ἀνθρωπότητα
20. 甚至也有稱他為「山」的,說:「這山,是神所喜悅居住的山。」因此,在但以理書中,有一塊石頭從山中鈂出,非人手所鈂;此後,這同一位又被看見復歸於一座高山之上——那山表明他神性的先存,那石頭則表明他的人性。
20. And already another has addressed him as "mountain," in saying, "the mountain in which God has been pleased to dwell." Wherefore also, in Daniel, a stone cut from a mountain without hands is seen, and again the same is beheld restored to a high mountain — the mountain signifying the pre-existence of his deity, and the stone signifying his humanity.
1:20.80
κα. καὶ δικαιοσύνην δὲ αὐτὸν ἐκάλουν ὡς ὁ λέγων τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; κβ. καὶ ἥλιον δικαιοσύνης ὡς ὁ εἰπὼν τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. καὶ ἄλλος δύσεται φησὶν ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου· οὐ γὰρ δὴ ταῦτα τῷ αἰσθητῷ ἐφαρμόζοι ἂν ἡλίῳ, ἀλλ οὐδὲ τῷ ἐνσάρκῳ λόγῳ
21. 他們也稱他為「公義」,如說:「誰從東方興起一位公義的人?」22. 又稱他為「公義的日頭」,如說:「但向你們敬畿我名的人必有公義的日頭出現,其光線有醫治之能。」又有一位說:「太陽必向那些迷惑我百姓的先知落下。」因為這些話語不可能恰當地應用在那可感知的日頭之上,甚至也不能應用在那已成肌身的道之上。
21. And they also called him Righteousness, as the one who says: "Who has raised up righteousness from the east?" 22. And "the Sun of Righteousness," as the one who says: "But to you who fear my name shall the Sun of Righteousness arise, with healing in its wings." And another says: "The sun shall go down upon the prophets who lead my people astray." For these things could not fittingly apply to the sensible sun, nor indeed to the Word incarnate.
1:20.81
κγ. καὶ σοφίαν δὲ αὐτὸν ὀνομάζει Σολομὼν ἐν λέγων ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ καὶ τὰ ἑξῆς. καὶ ὅτι προκόσμιος ἦν ἡ σοφία ζῶσα καὶ ὑφεστῶσα, αὐτὸς ἐδίδασκεν ἐκ προσώπου αὐτῆς ταύτας προέμενος τὰς φωνὰς ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην, εἶθ ἑξῆς ἐπιλέγων δι ἐμοῦ βασιλεῖς βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην, δι ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι ἐμοῦ κρατοῦσιν
23. 所羅門也稱他為「智慧」,說:「智慧建造房屋,鈃成七根柱子」,等等。而智慧在世界以先便是活的、實存的,這一點他自己也教導我們,藉智慧的口吻說出這些話:「我智慧以巧妙為居所,又尋得知識和謀略。」隨後又接著說:「帝王藉我掌權,君王藉我制定公義;王子藉我為首,世上一切審判官(掌權者)都是藉我掌權。」
23. And Solomon also names him Wisdom, saying: "Wisdom has built herself a house, and has set up seven pillars," and so on. And that Wisdom was living and subsisting before the world, he himself taught, uttering these words as though from her own person: "I, Wisdom, have made counsel my dwelling, and I have called upon knowledge and understanding," and then, going on to add: "Through me kings reign, and rulers decree justice; through me princes are exalted, and tyrants rule through me."
1:20.82
κδ. ἀλλὰ καὶ ξύλον ζωῆς καὶ κύριον αὐτὸν Σολομὼν ἀπεκάλει λέγων ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής
24. 此外,所羅門也稱他為「生命樹」與「主」,說:「她(智慧)向持守她的人是生命樹,向依靠她的人,如同依靠主,是穩固可靠的。」
24. Moreover, Solomon also called him the Tree of Life and Lord, saying: "She is a tree of life to all who take hold of her, and to those who lean upon her, as upon the Lord, she is secure."
1:20.83
κε. καὶ ὁ τοῦ Σολομῶνος δὲ πατὴρ Δαυὶδ ἐν ὁμοῦ καὶ κύριον ὁμοῦ καὶ ἱερέα αὐτὸν ὠνόμαζεν· τοτὲ μὲν λέγων εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· καθοῦ ἐκ δεξιῶν μου, τοτὲ δὲ φάσκων ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ
25. 所羅門的父親大衛,也在同一篇(詩篇)中,一同稱他為「主」與「祭司」——有時說:「耶和華對我主說:你坐在我的右邊」,有時又說:「耶和華起了誓,決不後悔,說:你是照著麥基洗德的等次,永遠為祭司。」
25. And Solomon's father David also, in one and the same [psalm], named him both Lord and Priest — at one time saying, "The Lord said to my Lord, sit at my right hand," at another declaring, "The Lord has sworn and will not change his mind: you are a priest forever, according to the order of Melchizedek."
1:20.84
κς. καὶ θεὸν δὲ αὐτὸν οἶδεν ὁμολογεῖν ὁ αὐτὸς φάσκων ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ τοῦ θεοῦ τίς ἂν ἕτερος εἴη ἢ αὐτὸς ὁ διὰ τὸ χρῖσμα τὸ πατρικὸν Χριστὸς ἀνηγορευμένος
26. 這同一位(大衛)也曉得稱他為神,說:「神啊,你的寶座是永永遠遠的;你的國權是正直的權杖。你喜愛公義,恨惡罪惡;所以神,就是你的神,用喜樂油膨你,勝過膨你的同伴。」因為在此處被神所膨的乃是神——這除了那因父的膨抹而被稱為「基督」的那一位,還能是誰呢?
26. And the same [David] also knows how to confess him as God, saying: "Your throne, O God, is forever and ever; a scepter of righteousness is the scepter of your kingdom. You have loved righteousness and hated iniquity; therefore God, your God, has anointed you with the oil of gladness above your companions." For here it is God who is anointed by God — who else could this be but he who, on account of the paternal anointing, is proclaimed Christ?
1:20.85
κζ. ὁ δ αὐτὸς οὗτος καὶ ἀγαπητὸς ἦν τοῦ θεοῦ, ὃ δὴ παρίστησιν ἡ τοῦ προγραφὴ περιέχουσα ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ
27. 這同一位也是神所親愛的,這一點正由(詩篇)的標題所表明,其標題內容為「論及所愛者的歌」。
27. This same one was also God's beloved, which indeed is set forth by the superscription [of the psalm], which contains "A Song concerning the Beloved."
1:20.86
κη. Ἡσαίας δὲ βραχίονα αὐτὸν ἀπεκάλει λέγων ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. κθ. καὶ Δαυὶδ ὁμοῦ δικαιοσύνην καὶ σωτήριον αὐτὸν ἠπίστατο, διὸ ἔλεγεν ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ
28. 以賽亞稱他為「臂臂」,說:「耶和華必在萬國眼前顯露他的聖臂。」29. 大衛也同時稱他為「公義」和「救恩」,因此他說:「耶和華顯明了他的救恩,在列邦眼前彰顯了他的公義。」
28. Isaiah called him "arm," saying: "The Lord shall reveal his holy arm in the sight of all the nations." 29. And David knew him as both Righteousness and Salvation together, wherefore he said: "The Lord has made known his salvation; in the sight of the nations he has revealed his righteousness."
1:20.87
καὶ πάλιν εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοὺ, καὶ αὖθις τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; καὶ δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δώῃς ἡμῖν. λ. καὶ τί με δεῖ καθ ἕκαστον ἀναλέγεσθαι, παρὸν τῷ φιλομαθεῖ τὰ τοιαῦτα συνάγειν ἐξ ἁπάσης τῆς θεοπνεύστου γραφῆς, δι ἧς φαίνονται οἱ τοῦ θεοῦ ἄνθρωποι τῷ θείῳ πνεύματι φωτισθέντες τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἀπόρρητον οὖσαν τότε καὶ τὰ πλήθη διαλανθάνουσαν τοῦ Ἰουδαίων λαοῦ. διὸ καὶ διαφόρως αὐτὸν ἐξεφώνουν κεκαλυμμέναις ταῖς ἐπηγορίαις. ἐφυλάττετο γὰρ τῇ αὐτοῦ παρουσίᾳ ἡ χάρις τοῦ κηρύγματος τῆς περὶ αὐτοῦ θεολογίας, ἣν καθ ὅλης τῆς οἰκουμένης ἡ αὐτοῦ ἐκκλησία ὥσπερ τι πάλαι κρύφιον καὶ σεσιγημένον μυστήριον παραλαβοῦσα σεμνύνεται
又說:「天天傳揚他的救恩為好消息。」又說:「誰能從錐安施行以色列的救恩呢?」又說:「耶和華啊,求你將你的慈愛指示我們,又將你的救恩賦給我們。」30. 我又何必逐一列舉呢?既然任何好學之人都可以自行從一切神所默示的經文中虣集這類例證,藉此可見神的人被神聖的靈光照,說出了關於神獨生子的知識——這知識當時是隱秘的,並未被猶太民眾所知曉。因此,他們以各種隱藏的稱謂宣告他。因為關於他的神學宣講之恩典,是被保留、留待他親自降臨才顯明的;這神學,如今被他遍及普世的教會,如同承受了一件古時隱秘、緤默的奧秘一般,鎮重地尊崇著。
And again: "Proclaim the good news of his salvation day by day." And once more: "Who will give out of Zion the salvation of Israel?" And: "Show us, O Lord, your mercy, and grant us your salvation." 30. And what need is there for me to go through each instance one by one, when it is open to the diligent student to gather such things together from the whole of the God-inspired Scripture, by which it is evident that the men of God, illumined by the divine Spirit, uttered the knowledge of the only-begotten Son of God — a knowledge that was at that time unspeakable and hidden from the multitudes of the Jewish people. Wherefore they proclaimed him variously, under veiled titles. For the grace of the proclamation of the theology concerning him was being kept in reserve for his own coming — that theology which his church throughout the whole inhabited world, having received it as a mystery long hidden and kept in silence, now solemnly proclaims.
← 上一段下一段 →
第 2 章 →
123

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。