📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁馬爾克盧

駁馬爾克盧 第 1 章 第 2/4 段

希臘文原文.57 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:12.8–1:20.19(全章共 180 節)

第 2 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:12.8
διὸ ἕπεται νοεῖν, ὡς καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. ὅσῳ δὲ τῆς γεώδους σαρκὸς ὁ ἐπέκεινα τῶν ὅλων θεὸς ἀπηλλοτρίωται καὶ ἀπεσχοίνισται τῇ φύσει, τοσούτῳ χρὴ νοεῖν καὶ τῆς τῶν σαρκῶν γενέσεως ἀπηλλοτριῶσθαι τὸν τρόπον, καθ ὃν ὁ πατὴρ ἐγέννα τὸν υἱόν. οὐ γάρ τι προϊεμένος οὐδ ἀλλοιούμενος οὐδέ γε παθητικῶς κινούμενος οὐδ ὅλως τι τῶν ἡμῖν συνεγνωσμένων ὑπομένων, ὑφίστη αὐτόν
因此便可推知,凡由神所生者,也必是神。而那超乎萬有之上的神,其本性與塵世的肉身相隔絕、相分離到何等程度,我們也必須理解,父生子的方式,與肉身的生成方式相隔絕的程度亦復如是。因為祂並非藉著任何流出,也非藉著任何變化,也非藉著任何被動的運動,也絕非經歷任何我們所熟知之事,而使祂〔子〕得以存在。
Wherefore it follows that we should understand that what is born of God would also be God. And to the degree that the God who is beyond all things is by nature estranged and separated from earthly flesh, to that same degree must we understand that the manner in which the Father begot the Son is estranged from the generation of fleshly bodies. For it was not by emitting anything, nor by being altered, nor by being moved passively, nor by undergoing at all any of the things we are familiar with, that he brought him into subsistence.
1:12.9
οὐδὲ γὰρ σῶμα ἦν, ὡς ἀπόρροιαν ἢ μείωσιν ἢ ἔκτασιν ἢ μεταβολὴν ἢ τροπὴν ἢ ῥοὴν ἢ μέρος ἢ πάθος ἐπ αὐτῷ λογίσασθαι. τούτων δ ἐκτὸς ἁπάντων, ἄρρητον ἡμῖν καὶ ἀνεπιλόγιστον, μᾶλλον δὲ πάσῃ γενητῇ φύσει ἀνεξερεύνητον καὶ ἀνεξιχνίαστον τὴν γενεσιουργίαν ὑφίστη. γεννᾶ μὲν οὖν καὶ ἥλιος τὴν αὐγήν, λέγεται δὲ καὶ ὁ υἱὸς ἀπαύγασμα φωτὸς ἀιδίου καὶ ἀπαύγασμα τῆς δόξης, οὐ μὴν κατὰ τὴν αἰσθητὴν τοῦ φωτὸς εἰκόνα· ἐπέκεινα γὰρ παντὸς παραδείγματος ἀρρήτοις αὐτὸν καὶ ἀκαταλήπτοις λόγοις ὑφίστη, καὶ τοῦτον ἕνα καὶ μονογενῆ
因為祂並非身體,以致人可以在祂身上設想出流出、減損、延伸、變化、轉移、流動、分裂或情感之類的事。除了以上一切之外,祂所成就的這生育之工,對我們而言是不可言喻、不可思議的,甚至對一切受造的本性而言,也是不可探究、不可追蹤的。太陽也生出光線,子也被稱為永恆之光的光輝、榮耀的光輝,然而這並非按著可感知之光的形像而言;因為超乎一切例證,祂憑不可言喻、不可理解的道理使祂〔子〕得以存在,而且這是獨一、獨生的子。
For he was not a body, such that one could reckon in his case an efflux, or diminution, or extension, or change, or alteration, or flux, or part, or passion. Apart from all these, he brought about the act of generation in a manner ineffable and inconceivable to us, indeed unsearchable and untraceable to every created nature. The sun, too, begets its ray, and the Son is also called the radiance of eternal light and the radiance of glory -- yet not according to the sensible image of light; for beyond every example, he brought him into subsistence by reasons ineffable and incomprehensible, and this one alone and only-begotten.
1:12.10
δυσσεβῶν δὲ καὶ ἀθέων ἀνδρῶν τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἀποπεφράχθω πᾶν στόμα, οἳ τοῦ μονογενοῦς υἱοῦ τὴν ἐξαίρετον καὶ ἰδιάζουσαν γέννησιν εἰς πλῆθος καταβαλόντες πατέρα ἀνδρῶν τε θεῶν τε ἀνειρήκασιν, ὁμοῦ μὲν ἄνδρας μίξαντες θεοῖς. ὁμοῦ δὲ τούτοις ὁμοφυᾶ καὶ τὸν αὐτὸν εἰσηγούμενοι πατέρα. ἀλλ οἵδε μὲν ἐνεργείᾳ δαιμονικῇ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον προήκαντο ῥῆμα, τῷ θνητῷ καὶ παθητικῷ καὶ ἁμαρτητικῷ γένει τῶν ἀνθρώπων ὁμοφυεῖς καὶ ὁμοπαθεῖς θεοὺς καὶ τὸν τούτων κοινὸν ὑποθέμενοι πατέρα πάντως που τοῖς παισὶν παρωμοιωμένον· ὁ δ ἐκκλησιαστικὸς κῆρυξ ἑνὸς θεοῦ ἕνα μονογενῆ υἱὸν τοῖς πᾶσιν ἀνακηρύττει, ὃν ὑπὲρ τῆς τῶν γενητῶν ἁπάντων σωτηρίας τε καὶ προνοίας ὑφίστη
願一切染上多神謬妄之病的不虔不敬之人閉口無言吧!他們把獨生子那特殊而獨有的生育貶低到眾多之列,宣稱有一位「眾人與眾神之父」,把人與神混雜在一起,同時又引入一個與這些同一本性、共同的父。這些人是憑著鬼魔的作為,提出這不虔不敬、無神的言論,設想出與必死、易受苦、易犯罪的人類同性同情的眾神,以及一個在各方面都與其子女相似的共同之父。但教會的宣講者卻向眾人宣告獨一神那唯一的獨生子,祂為著一切受造之物的救恩與眷顧而被祂〔父〕所生成。
Let every mouth be stopped, then, of impious and godless men who have been infected with the disease of polytheistic error -- men who, having debased into a multitude the special and peculiar begetting of the only-begotten Son, have proclaimed a 'father of men and of gods,' mingling together men with gods, and at the same time introducing a father of the same nature as these, common to them all. But these men, by demonic energy, have put forth this impious and godless saying, positing gods of the same nature and the same passions as the mortal, passible, and sinful race of men, and a father common to them all, in every way made like to his children. But the preacher of the church proclaims to all one only-begotten Son of one God, whom he brought into subsistence for the salvation and providence of all created things.
1:13.1
ἐπειδὴ γὰρ ἡ τῶν γεγονότων φύσις, ἐν σώμασιν καὶ ἀσωμάτοις ἐμψύχοις τε καὶ ἀψύχοις λογικοῖς τε καὶ ἀλόγοις θνητοῖς τε καὶ ἀθανάτοις τὸ διάφορον κεκτημένη, τῷ ὑπὲρ πάντων καὶ ἐπὶ πάντων θεῷ πελάζειν καὶ τῶν τῆς αὐτοῦ θεότητος μαρμαρυγῶν οὐχ οἵα τε ἦν μετέχειν δι ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως, μακρὰν δὲ καὶ πορρωτάτω φύσεως ἀσθενείᾳ διώλισθεν ἄν. εἰ μὴ θεοῦ σωτῆρος ἔτυχεν βοηθοῦ, εἰκότως ἡ πατρικὴ φιλανθρωπία τὸν αὐτοῦ μονογενῆ παῖδα ἐπὶ πᾶσιν καθίστη, καὶ διὰ πάντων χωροῦντα καὶ τοῖς πᾶσιν ἐπιστατοῦντα καὶ τὰς ἐξ αὐτοῦ χορηγίας ἐπάρδοντα
因為受造之物的本性,無論是有形或無形的、有靈或無靈的、有理性或無理性的、必死或不死的,各有其分別,皆無法親近那位在萬有之上、超乎萬有的神,也無法分享祂神性的光輝,這乃是因為與那位更卓越者相比,存在著極大的匱乏;若非得著神——救主——作為幫助,它們原本會因本性的軟弱而遠遠地滑落、迷失。因此,父的慈愛便理所當然地將祂自己的獨生子立於萬有之上,使祂貫通萬有、統理萬有,並將從祂而來的供應澆灌於萬有之上。
For since the nature of created things, possessing its distinctions in bodies and incorporeal beings, in animate and inanimate, rational and irrational, mortal and immortal, was not able to draw near to the God who is over all and above all, nor to partake of the radiant splendors of his Godhead, on account of the excessive deficiency in relation to what is superior, but would have slipped away far and wide through the weakness of its nature, had it not obtained God the Savior as its helper -- fittingly the Father's love for mankind established his own only-begotten child over all things, passing through all and presiding over all and watering all with the supplies that flow from him.
1:13.2
πάντων γὰρ ἀθρόως τῶν τε κατ οὐρανὸν καὶ τῶν ἐπὶ γῆς ποιμένα καὶ σωτῆρα κηδεμόνα τε καὶ φύλακα καὶ ἰατρὸν καὶ κυβερνήτην μόνον αὐτὸν ὁ γεννήσας ἀνέδειξεν πατήρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως μόνῳ τοὺς οἴακας ἐγχειρίσας, ὃ διδάσκει λέγων αὐτὸς πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ αὖθις ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ
因為那生祂的父,宣告唯獨祂——毫無例外地——為天上地上萬有的牧者、救主、監護者、保護者、醫者與掌舵者,將統理萬有的舵柄唯獨交在祂手中,這一點祂自己也教導我們,說:「我父將一切都交付給我了」,又說:「父愛子,已將萬有交在祂手裡。」
For the Father who begot him proclaimed him alone, without qualification, shepherd and savior, guardian and keeper and physician and pilot of all things, both in heaven and on earth, entrusting to him alone the helm of the constitution and governance of the universe -- which he teaches, saying, 'All things have been delivered to me by my Father,' and again, 'For the Father loves the Son, and has given all things into his hand.'
1:13.3
ὁ δ οἷα σοφὸς κυβερνήτης τὸν κλῆρον παρὰ τοῦ πατρὸς ὑποδεδεγμένος, ἐπιβὰς τοῦ σύμπαντος κόσμου ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων, ἄγει καὶ φέρει πηδαλιουχῶν τὸ πᾶν, οὐδὲ τὸ σμικρότατον τῶν δεομένων τῆς ἐξ αὐτοῦ χορηγίας παρορῶν οὐδ ὑπερφρονῶν τῶν βραχυτάτων· διὸ δὴ τοῖς πᾶσιν ἐπιπάρεστιν, ἑκάστῳ νέμων τὰ πρόσφορα, τῇ τε τῶν ὅλων θεραπείᾳ δίκην ἰατροῦ τὰ ἁρμόδια πρὸς σωτηρίαν ἐπαρκῶν
祂如同一位睿智的掌舵者,從父那裡接受了這使命,登上整個宇宙,仰望自己的父,引領、承載、掌舵著整個世界,即便是最微小、需要祂供應之物,祂也不忽視,也不輕視那最微不足道之事;因此,祂臨在於萬有之中,按各人所需分配,如同一位醫者一般,供應萬有以合宜之物,使之得救。
And he, like a wise pilot, having received his commission from the Father, embarking upon the whole universe and looking upward to his own Father, guides and steers, piloting the whole, overlooking not even the least thing that needs supply from him, nor disdaining the smallest matters; wherefore he is present to all, apportioning to each what is fitting, and, in the manner of a physician, ministering to the whole with what is suited for salvation.
1:13.4
ὅθεν εἰκότως οὐδὲ τοῦ κατὰ ἄνθρωπον ὑπερεφρόνησεν βίου, ἀλλὰ καὶ πάλαι πρότερον τοῖς ἐξ αἰῶνος φιλοθέοις ἀνδράσιν τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν, ὧδε μὲν ἐν ἀνθρωπείῳ σχήματι τοῖς Ἑβραίων προπάτορσιν ἐπιφαινόμενος ὧδε δὲ τοῖς τούτων ἀπογόνοις ἁρμοδίους διαταττόμενος νόμους, ἤδη δὲ καὶ τοῖς μετέπειτα διὰ προφητῶν μελλούσης αὐτοῦ θεοφανείας ἅπασιν ἐκλάμψειν ἀνθρώποις ἐξεδίδου θεσπίσματα
因此,祂理所當然地也不曾輕視按人性而言的生活,反倒早在往昔,就已向從古以來敬愛神的人施予祂的幫助——時而以人的形貌向希伯來人的先祖顯現,時而向他們的後裔頒布合宜的律法;後來又藉眾先知向後世所有的人發出神諭,預示祂那將要向眾人顯現、發出光輝的神聖顯現。
Wherefore, fittingly, he did not disdain even the life of man, but long ago already provided his assistance to the men who from of old were lovers of God -- here appearing in human form to the forefathers of the Hebrews, there prescribing fitting laws to their descendants; and afterward, through the prophets, he issued oracles to all men concerning his future divine manifestation, which was to shine forth upon them.
1:13.5
ὡς δὲ ὁ τούτων παρήλαυνε χρόνος, ἔργοις ἐπλήρου παλαιῶν χρησμῶν ἀποτελέσματα, καὶ δὴ παρῆν λοιπὸν ἀναμὶξ τῷ θνητῷ βίῳ συναγελαζόμενος, αὐτός τε ἦν ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς ὡς ἐν ἀγάλματι θείῳ, τῷ τοῦ σώματος ὀργάνῳ, τῷ τῶν ἀνθρώπων καθομιλῶν γένει διδασκαλίαις, θεραπείαις, ἐνθέου σοφίας ἀπορρήτοις παιδεύμασιν
隨著時候的推移,祂便以行動應驗了古老神諭的成就;於是祂終於親臨,混雜於必死的生命之中;祂——神的獨生子——彷彿藏於一尊神聖的形像之中,藉著身體這個器具,用教訓、醫治、以及神聖智慧那不可言喻的訓誨,與人類交往談論。
And as the time for these things drew on, he fulfilled in deed the accomplishment of the ancient oracles; and thereupon he was present at last, mingling in company with mortal life, and he himself, the only-begotten Son of God, as though within a divine image, through the instrument of the body, held converse with the human race by teachings, by healings, and by the ineffable instructions of divine wisdom.
1:13.6
ἤδη δὲ αὐτῶν μέχρι θανάτου πυλῶν ἤλαυνεν πατρικοῦ νεύματος ὑπερβαλλούσῃ φιλανθρωπίᾳ, ὡς ἂν καὶ τοὺς τῇδε τῆς ἑαυτοῦ καταξιώσειεν χάριτος, ἐπὶ τὴν παρ αὐτῷ ζωὴν ἀνελκύσας. οὕτω θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ· καὶ τὴν ἔνσαρκον ὑπέμεινεν οἰκονομίαν, προὼν μὲν αὐτῆς καὶ προϋπάρχων, θεότητι πατρικῆς δόξης τετιμημένος· οὐ μὴν ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα θεῷ, ἑαυτὸν δ οὖν κενώσας καὶ μορφὴν δούλου λαβὼν ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος τῷ πατρὶ γενόμενος μέχρι θανάτου, ἵν ὥσπερ ὁ θάνατος δι ἑνὸς ἁμαρτήσαντος ἀνθρώπου παντὸς κατεκυρίευσεν γένους, οὕτως καὶ ἡ αἰώνιος ζωὴ διὰ τῆς αὐτοῦ χάριτος τῶν εἰς αὐτὸν πιστευόντων καὶ δι αὐτοῦ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ γνωριζομένων βασιλεύσειεν
祂又因父之默許,懷著超乎尋常的愛人之情,直闖至死亡之門,好使此界之人也配得祂的恩典,將他們引至那與祂同在的生命。神就是這樣在基督裡,使世人與自己和好;祂承受了道成肉身的救贖經綸,儘管祂在此之先已經先存,並蒙父榮耀之神性所尊崇;然而祂不以自己與神同等為強奪的事,反倒虛己,取了僕人的形像,自己謙卑,順服父直到死;為要叫死亡既藉一人犯罪而轄制了全人類,永生也照樣藉祂的恩典,在那些信祂、並藉祂得以認識神——祂的父——的人身上掌權。
And already, by the Father's nod, he pressed on, in surpassing love for mankind, even to the very gates of death, so that he might deem worthy of his own grace even those in this realm, having drawn them up to the life that is with him. Thus God was in Christ, reconciling the world to himself; and he endured the incarnate economy, though he pre-existed it and existed before, honored with the Godhead of the Father's glory -- yet not counting it robbery to be equal with God, but emptying himself, and taking the form of a servant, humbled himself, becoming obedient to the Father unto death, so that, just as death, through one man who sinned, gained dominion over the whole race, so also eternal life, through his grace, might reign over those who believe in him and, through him, are made known to God his Father.
1:14.1
εἰκότως δὴ ταῦτα κηρύττουσα ἡ ἐκκλησία, ὥσπερ τι κίβδηλον παραχαράξαντα νόμισμα τὴν ἄρνησιν τοῦ υἱοῦ τοῦ θεοῦ, τὸν Σαβέλλιον ἀπεδοκίμασεν, καίτοι θεὸν ἕνα εἰδέναι καὶ πλὴν αὐτοῦ μὴ εἶναι Μαρκέλλῳ παραπλησίως λέγοντα· καὶ αὐτοῦ δὲ τοῦ σωτῆρος ἡμῶν οἱ πρωτοκήρυκες Ἐβιωναίους ὠνόμαζον, Ἐβραϊκῇ φωνῇ πτωχοὺς τὴν διάνοιαν ἀποκαλοῦντες, τοὺς ἕνα μὲν θεὸν λέγοντας εἰδέναι καὶ τοῦ σωτῆρος τὸ σῶμα μὴ ἀρνουμένους, τὴν δὲ τοῦ υἱοῦ θεότητα μὴ εἰδότας
教會如此宣講,理所當然地棄絕了撒伯流,彷彿他偽造了一枚假幣,就是否認神的兒子;儘管他與馬爾克盧同樣地說,自己認識獨一神,除祂以外別無他神。而我們救主的最初傳道者,也曾稱一批人為「以便尼派」——這是希伯來語,意為「心智貧乏者」——指那些說自己認識獨一神、也不否認救主之肉身、卻不認識子之神性的人。
Fittingly, then, proclaiming these things, the church rejected Sabellius, as one who had counterfeited a base coin -- namely, the denial of the Son of God -- although he said, in the same manner as Marcellus, that he knew one God, and that there is none besides him. And the first preachers of our Savior himself named 'Ebionites' -- in the Hebrew tongue calling them 'poor in understanding' -- those who said they knew one God and did not deny the body of the Savior, but did not know the Godhead of the Son.
1:14.2
καὶ τὸν Σαμοσατέα δέ, καίπερ Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ εἶναι διδάσκοντα, θεόν τε ἕνα τὸν ἐπὶ πάντων ὁμοίως ὁμολογοῦντα Μαρκέλλῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ ἀλλότριον ἀπέφηναν οἱ ἐκκλησιαστικοὶ πατέρες, ὅτι μὴ καὶ υἱὸν θεοῦ καὶ θεὸν πρὸ τῆς ἐνσάρκου γενέσεως ὄντα τὸν Χριστὸν ὡμολόγει. ἀλλ οὗτος μὲν ὡς εἰς τὸν Χριστὸν ἀσεβῶν τῆς ἐκκλησίας αὐτοῦ μακρὰν ἠλαύνετο
還有那薩摩薩塔人〔保羅〕,儘管他教導耶穌基督屬乎神,也和馬爾克盧一樣同樣承認萬有之上有獨一神,眾教會的教父們仍宣告他與神的教會格格不入,因為他不承認基督在道成肉身以先,便已是神的兒子、也是神。這人既對基督不敬,便被逐出教會、遠遠驅離。
And the man of Samosata too, although he taught that Jesus Christ was of God, and confessed one God over all in the same manner as Marcellus, was declared by the fathers of the church to be alien to the church of God, because he did not confess that Christ was also Son of God and God before his fleshly generation. But this man, as one impious toward Christ, was driven far from his church.
1:14.3
Σαβέλλιος δ ὡς εἰς αὐτὸν πλημμελῶν τὸν πατέρα, ὃν υἱὸν λέγειν ἐτόλμα, τὴν ἴσην τοῖς ἀθέοις αἱρεσιώταις ὑπεῖχε τιμωρίαν. τὰ ἴσα δ αὐτῶ ὑπιδόμενος Μάρκελλος παθεῖν, καινοτέραν ἐξεῦρε τῇ πλάνῃ μηχανήν, θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον ἕνα μὲν εἶναι ὁριζόμενος, δύο δ αὐτῷ πατρὸς καὶ υἱοῦ χαριζόμενος ἐπηγορίας. οὐ μὴν ἔλαθεν οὐδ ἐξέφυγεν, ὀψέ ποτε φωραθεὶς τοῖς αὐτὸς αὐτοῦ δικτύοις
至於撒伯流,因他得罪了那位他竟敢稱為子的父,便受到與無神異端相同的懲罰。而馬爾克盧預料自己也會遭受同樣的下場,便為自己的謬妄設計出一套更新的花招:他一面把神以及祂裡面的道定義為獨一,一面卻又賜給這獨一者「父」與「子」這兩個稱謂。然而他終究沒能逃過察覺,也沒能逃脫,最終還是被自己所設的網羅擒住,敗露無遺。
Sabellius, on the other hand, since he sinned against the Father himself, whom he dared to call Son, suffered the same punishment as the godless heretics. But Marcellus, suspecting that he would suffer the same fate as he, devised a newer contrivance for his error: defining God and the Word within him to be one, yet granting to this one the two titles of Father and Son. He did not, however, escape notice, nor did he elude detection -- being at last found out, caught in his own nets.
1:14.4
πλὴν καὶ πρὶν ἁλῶναι συνειδήσει πληττόμενος εἰς ἀποσκευὴν τῆς ὑπονοίας βλασφημεῖν ὥρμητο τὸν Σαβέλλιον
然而,即便在他尚未被查獲之前,他已良心受譴,便著手詆毀撒伯流,企圖藉此擺脫那對他不利的懷疑。
Yet even before he was caught, being stricken by his own conscience, he set out to blaspheme Sabellius, in order to divest himself of the suspicion.
1:15.1
ὅπως δὲ τὸν ἄνδρα διέβαλεν ὀνομαστὶ μνημονεύσας αὐτοῦ, ἐπάκουσον ταῦτα περὶ αὐτοῦ γράφοντος αὐταῖς συλλαβαῖς Σαβέλλιος γὰρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὕτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὕτε τὸν ἄγιον αὐτοῦ λόγον. ὁ γὰρ μὴ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. οὐδεὶς γὰρ οἶδεν φησὶν τὸν πατέρα, εἰ μὴ ὁ υἱός, τουτέστιν ὁ λόγος· ὁ γὰρ λόγος δι αὑτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ αὐτοῦ τὸν λόγον, δι οὑ μόνου γινώσκεται ὁ θεός ἔλεγεν οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. ἐπειδὴ γὰρ ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεόν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνούς
但你且聽聽他如何指名道姓地毀謗這人,他就以下這些話論及他,一字一句寫道:『撒伯流也是如此,他既已滑離正信,便既不確切認識神,也不確切認識神那聖潔的道。因為凡不認識道的人,也必不認識父。因為經上(他)說:「除了子,沒有人知道父」——這裡的「子」就是指「道」;因為道藉著自己而提供對父的認識。他也曾對那時自以為認識神、卻拒絕祂那唯獨藉以認識神之道的猶太人說過同樣的話:「除了子,以及子所願指示的人以外,沒有人真正認識父。」因為既然人不可能以別的方式認識神,他便教導人是藉著祂自己的道而認識祂——因此,那人〔撒伯流〕也犯了錯誤,因為他並未確切地認識父及其道。』
But hear how he slandered the man, mentioning him by name, writing concerning him in these very words: 'For Sabellius too, having himself slipped from the right faith, knew accurately neither God nor his holy Word. For he who did not know the Word was also ignorant of the Father. For, he says, "No one knows the Father except the Son" -- that is, the Word; for the Word, through himself, provides the knowledge of the Father. For thus he also said, in reply to those Jews of that time who supposed they knew God while rejecting his Word, through whom alone God is known: "No one truly knows the Father except the Son, and he to whomsoever the Son shall reveal him." For since it was impossible to know God otherwise, he teaches that men know him through his own Word -- so that that man too erred, in that he did not accurately know the Father and his Word.'
1:15.2
ταῦτα Μάρκελλος ἔγραφεν, τῆς τοῦ Σαβελλίζειν ὑπονοίας καθαίρων ἑαυτὸν μέχρι φωνῆς καὶ λόγου· τῇ γε μὴν γνώμῃ καὶ τῇ πρὸς τὸν ἄνδρα ὁμοφροσύνῃ ἁλίσκεται τοῖς αὐτοῖς ἐκείνῳ περιπειρόμενος βέλεσιν, ὡς ἔμοιγε καὶ δι εὐχῆς ὑπῆρξεν ἂν τὸ μὴ τοῖς αὐτοῖς αὐτὸν περιπεσεῖν· νυνὶ δὲ κάκιον ἢ ἐκεῖνος πλημμελῶν φαίνεται. ὁ μὲν γὰρ τάχα που σφαλλόμενος ἠγνόει· ὁ δ ὁμολογῶν ἐσφάλθαι τὸν ἄνδρα, κἄπειτα αὑτὸν ὠθῶν ἐπὶ τὸν προφανῆ τῆς αὐτῆς δυσσεβείας κρημνόν, οὐδεμιᾶς γένοιτ ἂν συγγνώμης ἄξιος. ἀλλὰ γὰρ διασκεψώμεθα τὰ λελεγμένα
馬爾克盧寫下了這些話,僅僅在言辭與名目上,將自己從「撒伯流化」的嫌疑中洗清;然而,就見解與對那人的思想一致而言,他實在是自陷網羅,被那與撒伯流相同的箭矢所刺穿——這實在是我所祈願的,願他不至陷入同樣的錯誤;然而如今看來,他犯的錯竟比撒伯流更為惡劣。因為撒伯流或許是出於無知而失足;但這人一面承認撒伯流有誤,一面卻又把自己推向那明顯屬於同樣不敬之罪的懸崖,實在不配得到任何寬恕。那麼,讓我們來審察他所說的話吧。
This is what Marcellus wrote, clearing himself, in mere sound and word, of the suspicion of Sabellianizing. Yet in opinion, and in like-mindedness with the man, he is caught, being pierced by the very same darts as that man -- so that it would truly have been my prayer that he not fall into the same errors; but as it is, he appears to sin even worse than Sabellius. For the latter, perhaps, erred through ignorance; but this man, confessing that Sabellius erred, and then thrusting himself over the manifest precipice of the very same impiety, could deserve no pardon whatsoever. But let us examine what has been said.
1:16.1
πρῶτον μὲν οὖν ὅτι μήτε τὸν Σαβέλλιον μήτε Ἰουδαίους ἐγνωκέναι τὸν θεὸν ἔφη τῷ μὴ τὸν λόγον ἐγνωκέναι αὐτούς, σκέψασθαι χρὴ ὁποῖον ὑποτίθεται λόγον· εἰ μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ὑφεστῶτα καὶ ζῶντα, ἀλλ οὐδ αὐτὸς τοῦτον ἔγνω. αὐτίκα δ οὖν τοῦ σωτῆρος ἡμῶν διαφόρως μνημονεύσαντος τοῦ υἱοῦ καὶ πολλάκις μονογενῆ υἱὸν ἀνειπόντος καὶ μηδεπώποτε λόγον ἑαυτὸν ἀποκαλέσαντος, διὰ πάντων δὲ τῶν εὐαγγελίων υἱὸν θεοῦ εἶναι διδάξαντος (ἐφ ᾧ καὶ μακαρίζει τὸν Πέτρον εἰρηκότα σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, καὶ τὴν γνῶσιν αὐτῷ δι ἀποκαλύψεως τοῦ πατρὸς γεγονέναι μαρτυρεῖ φήσας μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ ὁ πατήρ μου ὁ οὐράνιος ), ὁ θαυμαστὸς οὗτος ὥσπερ βεβυσμένος τὰ ὦτα ταῦτα κατὰ λέξιν γράφει καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει. ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ
首先,關於他所稱撒伯流與猶太人皆不認識神、因為他們不認識道這一點,我們必須考察他所設想的「道」究竟是何種道。若他指的是神那位存有並活著的獨生子,那麼他自己其實也並不認識這一位。因為我們的救主雖多次以各種方式提及子,也屢次自稱為獨生子,卻從未一次自稱為「道」;祂在所有福音書中都教導自己是神的兒子(為此祂也稱讚彼得為有福,因彼得曾說:「你是基督,是永生神的兒子」,並見證這知識乃是藉父的啟示而來,說:「西門巴約拿,你是有福的,因為這不是屬血肉的指示你的,乃是我在天上的父指示的」)——然而這位了不起的人物,卻彷彿塞住了耳朵一般,竟一字不差地寫道:『因此他並不自稱為神的兒子,反倒處處自稱為人子,好藉這樣的宣告,藉著與祂的相交,使人得以憑名分而成為神的兒子。』
Now first, as to his assertion that neither Sabellius nor the Jews knew God because they did not know the Word, we must consider what sort of 'Word' he supposes. For if he means the only-begotten Son of God, subsisting and living, then he himself did not know this one either. For while our Savior variously mentions the Son, and often calls himself only-begotten Son, and never once calls himself 'Word,' and throughout all the Gospels teaches that he is Son of God (on account of which he also pronounces Peter blessed for having said, 'You are the Christ, the Son of the living God,' and testifies that this knowledge came to him by revelation of the Father, saying, 'Blessed are you, Simon Bar-Jonah, for flesh and blood has not revealed this to you, but my Father who is in heaven') -- this remarkable fellow, as though with ears stopped up, writes the following verbatim: 'And for this reason he does not call himself Son of God, but everywhere calls himself Son of Man, so that, through such a confession, by adoption he might prepare man, through communion with him, to become Son of God.'
1:16.2
ὁρᾷς ὅπως υἱὸν μὲν αὐτὸν τοῦ θεοῦ ὁμολογεῖν οὐ τολμᾷ, ὡς ἂν μὴ ἐκπέσοι τοῦ Σαβελλίου δόγματος· υἱὸν δὲ ἀνθρώπου καλεῖ, δι ἣν ἀνείληφεν σάρκα. καὶ λόγον δὲ δι ὅλου τοῦ οἰκείου συγγράμματος ὀνομάζει συνεχῶς ἐπισημαινόμενος, ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος
你看見了嗎,他不敢承認祂是神的兒子,唯恐自己因此背離撒伯流的教義;卻因祂所取的肉身,稱祂為人子。而他在自己整部著作中,卻不斷地稱祂為「道」,反覆強調祂不過就是道,別無其他。
Do you see how he dares not confess him to be Son of God, lest he should fall away from the doctrine of Sabellius, but calls him Son of Man, on account of the flesh he assumed? And throughout his whole treatise he continually names him 'Word,' pointedly emphasizing that he was nothing else but Word.
1:16.3
καὶ ἐν οἷς δ οὖν τὸν Σαβέλλιον καταμέμφεται, παρατίθεται μὲν τὰς τοῦ σωτῆρος φωνάς, δι ὧν ἔφη οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ
而甚至在他責難撒伯流的那段話裡,他所引用的正是救主的話,救主曾說:「除了子,以及子所願意指示的人以外,沒有人認識父。」
And even in the very passage where he censures Sabellius, he cites the words of the Savior, in which he said, 'No one knew the Father except the Son, and he to whomsoever the Son shall reveal him.'
1:16.4
ὥσπερ δὲ ἐπανορθούμενος αὐτὰς ἀντὶ τοῦ υἱοῦ λόγον αὖθις ὀνομάζει, ὧδε λέγων οὐδεὶς γὰρ οἶδεν φησὶν τὸν πατέρα εἰ μὴ ὁ υἱός, τουτέστιν ὁ λόγος, καὶ ἐπιφέρει ὁ γὰρ λόγος δι ἑαυτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν, καὶ προστίθησιν ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν ἢ διὰ τοῦ ἰδίου λόγου καὶ αὖθις λόγον ἀντὶ τοῦ υἱοῦ τίθησιν καὶ τὸν ἴδιον αὐτοῦ λόγον ἀποκαλεῖ· καὶ ἐν οὕτω βραχυτάτοις ῥήμασιν πολλάκις μὲν ἐμνημόνευσεν λόγου, υἱοῦ δὲ οὐδ ἅπαξ. ἀλλὰ καὶ αὐτὴν τοῦ σωτῆρος μεταποιεῖ τὴν ῥῆσιν
但他彷彿在修正這些話語一般,又再度以「道」取代「子」,如此說道:『因為,他說,除了子——也就是道——以外,沒有人知道父』,接著他又補上:『因為道藉著自己提供對父的認識』,又添加道:『除了藉著祂自己的道,人不可能以其他方式認識神』,並又一次以「道」取代「子」,稱之為「祂自己的道」。在這樣簡短的一段話裡,他多次提及「道」,卻連一次也沒有提及「子」。他甚至還竄改了救主自己的話語。
But as though correcting these very words, he again names 'Word' instead of 'Son,' saying thus: 'For, he says, no one knows the Father except the Son' -- that is, the Word; and he adds, 'For the Word, through himself, provides the knowledge of the Father'; and he further adds, 'It was impossible to know God otherwise than through his own Word'; and again he substitutes 'Word' for 'Son,' and calls him 'his own Word.' And in so brief a passage as this, he mentions 'Word' many times, but 'Son' not even once. Indeed, he even alters the Savior's very own saying.
1:16.5
ἀντὶ τοῦ ὁ υἱὸς ἐπάγων τουτέστιν ὁ λόγος, ὡς οὐχὶ μᾶλλον τῆς τοῦ υἱοῦ σημασίας ἁρμοζούσης τῇ τοῦ πατρὸς ἐπηγορίᾳ· ὅθεν εἰκότως ὁ μὲν σωτὴρ προσφυῶς ἐφήρμοσεν τῇ τοῦ πατρὸς τὴν τοῦ υἱοῦ συζυγίαν, ὁ δὲ τὸν υἱὸν εἰπεῖν παραιτησάμενος ἄνω κάτω τὸν λόγον θρυλεῖ, καὶ Σαβελλίου μὲν κατηγορεῖ τὸν υἱὸν ἀρνουμένου, ταὐτὸν δὲ πράττων ἐκείνῳ σχηματίζεται, τῇ κατ αὐτοῦ διαβολῇ τὴν τῆς κακοδοξίας ὑπόνοιαν ἐκκλίνειν οἰόμενος. εἰ μὲν οὖν τῷ Σαβελλίῳ μέμφεται τὸν υἱὸν τοῦ θεοῦ ἀρνουμένῳ, ἑαυτῷ πρότερον χρῆν μέμψασθαι· εἰ δὲ ὅτι ὃν αὐτὸς ὡρίζετο λόχον Σαβέλλιος ἠγνόει, οὐκ ὀρθῶς τοῦτό γε ᾐτιᾶτο
以「也就是道」來取代「子」——彷彿「子」的意涵並不比「父」的稱謂更為契合似的。因此,救主自己理所當然地恰如其分地把「子」與「父」相配對;而這人卻拒不說「子」,反倒上下反覆嘮叨著「道」,一面指控撒伯流否認子,一面自己卻做著同樣的事,只是加以偽裝,自以為藉著對他人的中傷,便能轉移人們對自己謬誤學說的懷疑。若他是因撒伯流否認神的兒子而責怪他,那他理當先責怪自己;但若他是因撒伯流不認識他自己所定義的那個「道」而責怪他,那麼這項指控本身就並不正確。
adding 'that is, the Word' in place of 'the Son' -- as though the meaning of 'Son' were not more fitting to the appellation of 'Father.' Wherefore fittingly the Savior himself, appropriately, joined the pairing of Son with Father; but this man, having refused to say 'Son,' harps on 'Word' up and down, and while accusing Sabellius of denying the Son, he is found doing the very same thing himself, though he disguises it, thinking to deflect the suspicion of false doctrine by his slander of the other man. If, then, he blames Sabellius for denying the Son of God, he ought first to have blamed himself; but if he blames him because Sabellius did not know the 'Word' which he himself had defined, then this accusation, at any rate, was not rightly made.
1:16.6
οὔτε γὰρ Σαβέλλιον οὔτ αὐτοὺς Ἰουδαίους, τοὺς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένους, ὅν φησιν Μάρκελλος ἐν τῷ θεῷ εἶναι λόγον, δι οὑ Μωσεῖ καὶ τοῖς προφήταις κεχρημάτικεν, ἀγνοῆσαι, τοῦτον δὲ ἀκριβῶς εἰδέναι καὶ ὁ πᾶς εἴποι ἂν οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ Ἑλλήνων. λογικὸν γὰρ τίς οὐκ ἂν ὁμολογήσειεν εἶναι τὸν θεόν, ὡς καὶ σοφὸν καὶ ἀγαθὸν καὶ δυνατόν; Σαβέλλιος τοῦτο μὲν οὐκ ἂν ἀρνηθείη εἰδέναι· ὅτι δὲ μὴ καὶ υἱὸν τοῦ θεοῦ ζῶντα καὶ ὑφεστῶτα ὄντα τε καὶ προόντα τῆς σαρκὸς ὡμολόγει, ταύτης ἕνεκα τῆς πρὸς Μάρκελλον συμφωνίας ὁμοίως αὐτῷ τῆς τοῦ θεοῦ ἐκκλησίας ἠλάθη
因為無論是撒伯流,還是那些否認神的基督的猶太人,都不能說是不認識馬爾克盧所謂「在神裡面的道」——即那藉以向摩西與眾先知曉諭之道;相反,人人——不僅猶太人,甚至希臘人——都會說他們對此知之甚詳。因為誰會不承認神是有理性的,正如祂是智慧的、良善的、大能的呢?撒伯流絕不會否認自己認識這一點;然而,正因他不承認神的兒子是活著、存有、於肉身之先便已存在、且先存的,正因這一點與馬爾克盧不謀而合,他便和馬爾克盧一樣,被逐出神的教會之外。
For neither Sabellius nor the Jews themselves, who deny the Christ of God, could be said to have been ignorant of that which Marcellus calls the Word within God, by whom he communicated with Moses and the prophets; rather, everyone -- not only of the Jews but even of the Greeks -- would say that they knew this precisely well. For who would not confess God to be rational, as well as wise and good and powerful? Sabellius would not deny knowing this; but because he did not confess the Son of God to be living and subsisting, existing and pre-existing the flesh, for this reason -- on account of this agreement with Marcellus -- he was, just as Marcellus is, driven away from the church of God.
1:16.7
πῶς δὲ τὰ ἴσα Μάρκελλος τῷ Σαβελλίῳ ἐφρόνει, δῆλος ἂν εἴη ἐξ ὧν ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν αὐτοῦ λόγον διεστείλατο, ποτὲ μὲν αὐτοῖς ῥήμασιν εἰπὼν
馬爾克盧如何與撒伯流持同樣的見解,從以下這段話便可清楚看出:他曾主張神與祂的道乃是同一者,其中一處他用這樣的話說道:
And how Marcellus held the very same views as Sabellius will be clear from the following, in which he set forth that God and his Word are one and the same -- saying at one point, in these very words:
1:17.1
εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· ποτὲ δὲ παραβάλλων τῷ ἀνθρωπείῳ λόγῳ τὸν τοῦ θεοῦ καὶ ἐπι λέγων ἓν καὶ ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ τὸν ἐν αὐτῷ λόγον, οὐδενὶ χωριζόμενον ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ. διόπερ ποτὲ μὲν ἀπεφαίνετο πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ, καὶ πάλιν αὐτοῖς ῥήμασιν ἔλεγεν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου
『因為若這探討僅僅涉及靈而言,那道理所當然會顯得與神是同一者。』在另一處,他將神的道比作人的言語,又說人裡面的言語與那人乃是同一者,除了行動的作為之外,並無任何其他分別可將二者區別開來。因此,他一度宣稱,在世界受造之先,除了神以外別無他物;他又用這樣的話再次說道:『當世界尚未受造之時,除了獨一神之外,並無別的存在。』
'For if the inquiry concerned the spirit alone, the Word would fittingly appear to be one and the same as God.' At another point, comparing the Word of God to human word, he also says that the word within a man is one and the same as the man, separated by nothing else but the activity of action alone. For this reason, he asserted at one point that before the constitution of the world there was nothing else besides God, and again he said, in these very words: 'When the world had not yet come to be, there was nothing else besides God alone.'
1:17.2
ποτὲ δὲ τῷ ἡμετέρῳ σημαντικῷ λόγῳ τὸν τοῦ θεοῦ παρέβαλλεν, ἐν οἷς ὧδε ἔγραφεν ὥσπερ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται. καὶ δὴ λόγον σημαντικὸν ἐν τούτοις αὐτὸν ἀνειπών, προϊὼν ἑξῆς ἀχώριστον αὐτὸν τῇ ὑποστάσει ἓν καὶ ταὐτὸν εἶναι τῷ πατρὶ παρίστησιν, ὡδέ πη λέγων τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ ἡμᾶς παραδείγματος γνῶναι
在另一處,他將神的道比作我們自己那具有表意功能的言語,如此寫道:『正如萬有藉著道而由父所造成,同樣,父所說的話也是藉著道而被表明出來的。』他在這段話中稱祂為「表意之道」,接著在下文中,他進一步主張祂在位格上是不可分割的,與父乃是同一者,他大致如此說道:『我想,這對於思想正確的人而言,即便從我們身邊一個微小卑下的例子,也是容易明白的。』
At another point he compared the Word of God to our own significative speech, writing thus in these words: 'Just as all things that have come into being have come into being by the Father through the Word, so also the things spoken by the Father are signified through the Word.' Having in this passage called him a 'significative word,' he goes on, further along, to establish that he is inseparable in hypostasis, one and the same with the Father, saying somewhat as follows: 'And this, I think, is easy for those who think rightly to know, even from a small and humble example drawn from our own experience.'
1:17.3
οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν. ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ. καὶ αὖθις τῇ αὐτῇ κέχρηται εἰκόνι ἐν οἷς φησιν πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ
因為沒有人能在能力與位格上,把人的言語與人本身分開;言語與人乃是一而同的,除了行為的運作之外,並無其他方式使二者有別。他又用同一個比喻,說道:因為凡父所說的一切,他無不是藉著道說出來的。這一點,即使以微小之事比擬偉大而神聖之事,從我們自身也顯而易見;因為凡我們所願意的,只要力所能及,無論是言說或作為,我們也都是藉著自己的言語去做成的。
For it is not possible for anyone to separate the word of man from him in power and in hypostasis; for the word is one and the same as the man, and is not distinguished from him by anything else than by the sheer activity of action alone. And again he uses the same image, where he says: For whatever things the Father says, he is everywhere seen to say all these through the Word. This is plain also from ourselves — comparing small things with great and divine ones — for we too do all that we wish, so far as we are able, both to say and to do, by our own word.
1:17.4
ταῦτα οὐ μᾶλλον Μαρκέλλου ἢ Σαβελλίου λέγοντος ἀκούειν προσήκει νομίζειν, εἰ μὴ ἄρα τοῦτ ἐπισκώπτοι Σαβελλίῳ Μάρκελλος, ὅτι μὴ ἀναιδῶς τὸν ἐν τῷ θεῷ σημαντικὸν λόγον, ὡς αὐτὸς οἴεται, υἱὸν ἐτόλμα ὀνομάζειν. οὐ γὰρ αὖ τοσαύτη αὐτῷ λογισμοῦ παρῆν ἄνοια. ὡς λόγον ὁμοίως ἀνθρώποις καὶ τῷ ἐπὶ πάντων διδόναι θεῷ, οὐδ οὕτως ἠλίθιος ἦν, ὡς τὸν μὴ ὑφεστῶτα λόγον υἱὸν θεοῦ καλεῖν. διόπερ Σαβέλλιος ἕνα θεὸν εἰπών, τὸν δ υἱὸν ἀρνησάμενος
這些話應當被視為馬爾克盧所說的,絲毫不亞於撒伯流所說的——除非馬爾克盧是在藉此嘲弄撒伯流,因為撒伯流並沒有厚顔無耻到將神裡面那「表意的道」——依馬爾克盧自己所以為的——稱作「子」。因為撒伯流的思慮還不至於荒謬到將「道」以人所擁有的方式歸給神,他也沒有愚蠢到把那不具位格的道稱為「神的子」。因此,撒伯流雖然宣稱一神,卻否認了子——
These things ought to be thought spoken by Marcellus no less than by Sabellius — unless indeed Marcellus is here mocking Sabellius, because Sabellius did not have the shamelessness to call the “signifying word” in God, as Marcellus himself supposes it, “Son.” For Sabellius was not, after all, possessed of so great a folly of reasoning as to attribute to God a word in the same manner as to men; nor was he so foolish as to call the non-subsistent word “Son of God.” Wherefore Sabellius, though he affirmed one God, denying the Son —
1:17.5
ἑπομένως τῇ αὐτῷ δοθείσῃ ὑποθέσει τὸν αὐτὸν πατέρα εἶναι καὶ υἱὸν ἔφασκεν· Μάρκελλος δ ὁμοίως ἐκείνῳ ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον διδούς. μάτην ἐσφάλθαι τὸν Σαβέλλιον, οὐχὶ δὲ καὶ ἑαυτὸν ὁμολογεῖ
——依照他所持的假設,順理成章地主張父與子是同一位;而馬爾克盧同樣主張神與神裡面的道乃是一而同的,他若不承認自己也有同樣的錯誤,就無法承認撒伯流是白白地犯了錯。
— consistently with the hypothesis granted to him, [Sabellius] asserted that the Father was the same as the Son; but Marcellus, likewise granting that God and the Word in him are one and the same, cannot confess that Sabellius erred in vain, without confessing the same concerning himself.
1:17.6
ἢ γὰρ κἀκεῖνον ἀποδέχεσθαι χρῆν· ἢ καὶ αὐτὸν μέμφεσθαι καὶ μεμφόμενον ἐκεῖνον τὴν ὁμοίαν αὐτῷ κακοδοξίαν ἐκτρέπεσθαι, καὶ μὴ ἀνδριαντοποιοῦ δίκην ὑποτίθεσθαι τὸν θεὸν τῇ ἑαυτοῦ ἐνθυμήσει καὶ τῷ ἰδίῳ λογισμῷ προσδιαλεγόμενον αὐτόν τε ἑαυτῷ παρακελευόμενον λέγειν· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα (οὕτω γὰρ καὶ τὸν θεὸν εἰρηκέναι τὸ ποιήσωμεν ἄνθρωπον ἔφη)
因為他要嗿應當接納那人,要嗿就該受同樣的責備;而在責備那人的同時,也該摩棄自己與那人相同的邪見,不該像雕刻匯一樣,把神設想成正在與自己的心思、自己的思慮對話,並勸勉自己說:「來,我們來造;來,我們來塑一尊雕像」(因為他這樣解釋神說「我們要造人」這句話)。
For either he ought to have accepted that man too, or, in blaming him, he himself ought also to be blamed and, in blaming him, should turn away from the like false opinion he shares with him — and not represent God, after the manner of a sculptor, as conversing with his own thought and his own reasoning, and exhorting himself, saying, “Come, let us make; come, let us fashion a statue” (for thus he said that God too spoke the words, “Let us make man”).
1:17.7
μηδὲ ποτὲ μὲν ἐνδιάθετον ὡς ἐπ ἀνθρώπῳ λόγον ποτὲ δὲ σημαντικὸν ὡς τὸν ἐν ἡμῖν προφορικὸν καὶ ἐν τῷ θεῷ ὑποτίθεσθαι. ταῦτα γὰρ Σαβελλίου ἢ Ἰουδαίων τινὸς τῶν τὸν υἱὸν τοῦ θεοῦ ἀπαρακαλύπτως ἀρνουμένων ἀνεκτὸν ἦν μᾶλλον ἢ Χριστιανοῦ λέγοντος ἀκούειν
——也不該以為神裡面有時是像人一樣的「內在的道」,有時又像我們心裡發出的「言說之道」那樣「表意的道」。因為這樣的話,若出自撒伯流之口,或出自公然否認神的子的某個猶太人之口,倒還可以忍受,但出自一個基督徒之口,就實在難以容忍了。
— nor should one suppose that in God there is at one time an “indwelling word,” as with man, and at another a “signifying” word, like the uttered word within us. For these things would be more tolerable to hear spoken by Sabellius, or by some Jew who openly denies the Son of God, than by a Christian.
1:17.8
ὁ δ ὥσπερ ἐγκαλλωπιζόμενος τῇ Ἰουδαϊκῇ διδασκαλίᾳ τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ περὶ τοῦ μὴ εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον εἰσάγει δόγμα, πρὸ τοῦ τὸν κόσμον γενέσθαι μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου δι ὅλου τοῦ πονηθέντος αὐτῷ συγγράμματος κατασκευάζων, ἵν ἀποκλείσῃ τῷ υἱῷ τὴν πάροδον. ἀλλὰ καὶ σεμνύνεται αὐχῶν ἕνα θεὸν εἰδέναι
然而他卻彷彿以猶太人的教訓自誇一般,把「神的子並不存在」這種不虛敲、無神的教義引入基督的教會,在他所撰寫的整部論著中竞力主張,世界受造以前,除了神獨自存在之外別無他物,為要斷絕子進入的一切途徑。然而他卻又自視甚高,誇口說自己曉得獨一的神——
But he, as though priding himself on Jewish teaching, introduces into the Church of Christ this impious and godless doctrine that the Son of God does not exist, laboring throughout the whole treatise he composed to establish that before the world came to be there was nothing else besides God alone, in order to shut off any way of entry for the Son. Yet he also exalts himself, boasting that he knows one God —
1:17.9
ὡς οὐχὶ καὶ ἡμῶν τοῦτο λεγόντων. τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι παραδεδεγμένων. παρ αὐτοῦ τε μεμαθηκότων ἕνα γνωρίζειν θεόν, αὐτόν τε εἶναι θεὸν ὁμοῦ καὶ πατέρα υἱοῦ τοῦ μονογενοῦς, ἑαυτοῦ δηλαδὴ ὄντος ἀληθῶς υἱοῦ πρὸ πάντων αἰώνων ἐξ αὐτοῦ γεγεννημένου, καὶ οὐ μόνον λόγου κεκλημένου πρὸ τῆς ἀναλήψεως τῆς σαρκός, ὅπερ ὁ γενναῖος διορίζεται, ἀλλὰ καὶ μυρία ἕτερα· ὁ δὲ κἀν τούτῳ τῆς θείας γραφῆς καταψεύδεται, πρὸ τῆς ἐνσάρκου παρουσίας μηδὲν ἕτερον κεκλῆσθαι αὐτὸν ἀπισχυριζόμενος ἢ λόγον
——彷彿我們不也是如此宣講似的,我們承認神的子確實是子,並且從他自己領受了認識獨一之神的教導——就是知道他既是神,又是那獨生子的父,而那獨生子——即他自己——確實是他真正的子,在萬世以先由他所生,並且不僅在承受肉身之前被稱為「道」——如這位高明的先生所斷定的那樣——也被稱以無數其他的名號。但他在這一點上,又歪曲了神所默示的經文,執意堅稱在道成肉身之前,他除了「道」之外,不曾被稱以任何其他名稱。
— as though we ourselves did not say this too, we who have accepted that the Son of God is truly Son, and who have learned from him himself to know one God — that he is at once God and Father of the only-begotten Son, [namely] of himself, who is truly his own Son begotten of him before all ages, and called not only “Word” before the assumption of the flesh — as this noble fellow determines — but also by countless other names. But he, in this too, falsifies the divine Scripture, insisting that before the incarnate presence he was called nothing other than “Word.”
1:18.1
ἐπάκουσον γοῦν, ὡς διαβεβαιοῦται, αὐτοῖς ῥήμασιν τοῦτον γράφων τὸν τρόπον ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ ὅπεο ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ τὴν μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἰ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ παρὰ τοῦτο ἀγνοεῖν ἡμᾶς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῷ πνεύματι τῆς ἄνωθεν μνημονεύων ἀρχῆς καὶ μηδενὸς νεωτέρου, ἐν ἀρχῇ ἦν ὁ λόγος, ἔφη καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος, ἵνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα καὶ οἰκονομίας
那麼請聽,依他所堅稱的,他確實是這樣一字一句寫下來的:「因此,從各方面都可清楚看出,道的永恆性所配得的名稱,不外乎神那位至聖的門徒兼使徒約翰在福音書開頭所說的那一個。因為既然在承受肉身之後,他被宣告為基督和耶穌,是生命、道路、白晝、復活、門、糮,以及神聖經文所賦予他的其他一切名號,我們卻不應因此就不曉得那第一個名字,即他曾是道。正因如此,那位至聖的福音書作者、主的門徒,靈裡極其警醒,唯狜記念從上而來的起初、不記念任何更晚近的事,便說《太初有道》,又說「道與神同在,道就是神」,為要顯明:若有任何新的、更晚近的名稱,那名稱乃是由於他按肉身而有的那新而近的救恩經綫才產生的。」
Hear then how, as he insists, he writes in these very words, in this manner: “so that it is clear from every side that no other name befits the eternity of the Word than that which the most holy disciple of God and apostle John spoke at the beginning of his Gospel. For since after the assumption of the flesh he is proclaimed Christ and Jesus, life and way and day and resurrection and door and bread, and whatever else is named by the divine Scriptures, we ought not on this account to be ignorant of the first name, that he was Word. For this reason, then, the most holy evangelist and disciple of the Lord, being greatly awake in the spirit, remembering the beginning from above and nothing more recent, said, ‘In the beginning was the Word,’ and ‘the Word was with God, and the Word was God,’ in order to show that, if there is any new and more recent name, it arose for him from the new and recent economy according to the flesh.”
1:18.2
καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν ἐπ ἐσχάτων τῶν ἡμερῶν, ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ τὸ γεννηθὲν ἐκ τῆς ἁγίας παρθένου; οὐδὲν ἕτερον ἢ λόγος. καὶ πάλιν ἐπιφέρει πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος
接著他又補充說:「因此,在他降臨、藉著童女降生之前,他只是道。因為那在末世降臨的——正如他自己所寫的——以及那從聖童女所生的,在承受人的肉身之前,還能是什麼別的呢?除了道之外,別無其他。」他又再度補充說:「因為從前,正如我屢次說過的,他除了道之外,別無其他。」
And next he adds: “Therefore, before he came down and was born through the virgin, he was only Word. For what else was that which came down in the last days — as he himself also wrote — and was born of the holy virgin, before it assumed human flesh? Nothing other than Word.” And again he continues: “For formerly, as I have often said, he was nothing other than Word.”
1:18.3
καὶ προστίθησιν αὖθις φάσκων ὁ μὲν γὰρ λόγος ἐν ἀρχῇ ἦν, μηδὲν ἕτερον ὢν ἢ λόγος· ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος. ὡς διδάσκει ἡμᾶς Ἰωάννης· καὶ ὁ λόγος σὰρξ ἐγένετο. διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου
他又再一次補充說道:「因為道在起初就存在,除了道之外,別無其他;但那與道聯合的人,先前並不存在,乃是後來才成為人的——正如約翰教導我們的:「道成了肉身。」正因如此,他才單單提到道。」
And he adds yet again, saying: “For the Word was in the beginning, being nothing other than Word; but the man united to the Word, not having existed before, came to be man — as John teaches us: ‘and the Word became flesh.’ For this reason, then, he appears to mention the Word alone.”
1:18.4
εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύοι ἡ θεία γραφή, τὸν μετὰ τὸν τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον. καὶ μεθ ἕτερα ἐπάγει λέγων εἰκότως οὖν πρὸ τῆς καθόδου τοῦτο ἦν. ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν. ταῦτα μὲν οὖν δι ὧν Μάρκελλος ἁλίσκεται τὸν μὲν υἱὸν τοῦ θεοῦ τὸν ὄντα καὶ ζῶντα καὶ ἀληθῶς υἱὸν ὄντα ἀρνούμενος, λόγον δὲ ψιλὸν εἰσάγων
「因為無論神聖經文提到耶穌之名或基督之名,似乎都是在為那承受了人的肉身之後的神之道命名。但若有人企圖證明即使在新約之前,基督或耶穌之名也僅適用於道,他將發現這是以先知式的方式說出的。」在其他論述之後,他又補充說:「所以,在降臨之前,正如我們屢次所說,他是道;但在降臨、承受肉身之後,他便獲得了各式各樣其他的稱號。」以上便是馬爾克盧被查出否認那真實存在、活著、真為子的神的子,而只引入一個空洞的道的種種言論。
“For whether the divine Scripture mentions the name of Jesus or of Christ, it appears to be naming the Word of God as he exists after the human flesh. But if anyone should undertake to show that even before the New Testament the name of Christ or Jesus applies to the Word alone, he will find this spoken prophetically.” And after other matters he adds, saying: “Fittingly, then, before the descent this was — as we have often said — Word; but after the descent and the assumption of the flesh he obtained various further appellations.” These, then, are the things by which Marcellus is caught denying the Son of God who is and lives and is truly Son, and introducing instead a bare word.
1:18.5
δέδεικται δὲ διὰ τῶν ἔμπροσθεν παρατεθεισῶν αὐτοῦ φωνῶν καὶ ὁποῖον αὐτὸν εἶναι λόγον ὑπετίθετο, παραδείγματι χρώμενος τῷ ἀνθρωπείῳ λόγῳ ἕν τε καὶ ταὐτὸν εἶναι λέγων αὐτὸν τῷ θεῷ. καὶ δὴ ταύτην ἀρχὴν ὑποστησάμενος, ἀκολούθως ἐκ τῆς δοθείσης αὐτῷ ὑποθέσεως ἐπὶ τὸ καταψεύδεσθαι τῆς θεοπνεύστου γραφῆς διαστρόφους τε αὐτῆς ποιεῖσθαι τὰς ἑρμηνείας προῆλθεν
透過前面所引述他的話,也可看出他所設想的是何種「道」——他以人的言語為例,說道與神乃是一而同的。他既以此為起點,便順理成章地依照這假設,進一步歪曲那由神所默示的經文,對其作出扇曲的解釋。
It has also been shown, through his previously cited statements, what sort of “word” he supposed him to be — using as an example the human word/reason, saying that he is one and the same with God. And having thus laid down this as his starting-point, consistently, from the hypothesis granted to him, he went on to falsify the divinely inspired Scripture and to produce perverse interpretations of it.
1:19.1
ὧν βραχείας ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἐφάνη μοι διασκέψασθαι. τοῖς τε ἀγνοοῦσιν ἐπιδεῖξαι, ὡς οὐδεμία μὲν αὐτῷ νεωτερίζοντι καὶ τῆς ὑγιοῦς ἐκτρεπομένῳ πίστεως συνᾴδει γραφή, τοὐναντίον δὲ πᾶσαι ἀντιφθέγγονται καὶ ἀντιμαρτυροῦσιν ταῖς οὐκ ὀρθῶς αὐτῷ παραληφθείσαις διηγήσεσιν. ὅπερ ἐχρῆν μάλιστα τοῖς τὸν ἄνδρα τιμῶσιν ἐνδείξασθαι μήποτ ἄρα τις αὐτῶν ἀπειρίᾳ τῶν θείων ἀναγνωσμάτων τυγχάνειν αὐτὸν τοῦ τῆς ἀληθείας σκοποῦ νομίσειεν
目前我認為適宜就這些問題略作幾點考察,向那些不明真相的人指明:凡他標新立異、偵離健全信仰之處,並無任何經文與他相合,反倒每一處經文都與他所曲解的解釋相抵觸、作見證反對他——這一點對於那些尊敬此人的人尤其有必要加以說明,免得他們中有人因不熟悉神聖經文,便誤以為他真已命中真理的標的。
It seemed good to me at present to examine briefly a few of these matters, and to show those who do not know that no Scripture agrees with him in his innovating and turning aside from the sound faith; on the contrary, all of them speak against and bear witness against the interpretations he has wrongly adopted — which it was especially necessary to demonstrate to those who honor the man, lest any of them, through unfamiliarity with the divine readings, should suppose that he had hit the mark of the truth.
1:19.2
καὶ δὴ τοῦτο πρῶτον διασκοπητέον, ὃ δὴ καὶ πρῶτον τετόλμηκεν ἀποφήνασθαι, πρὶν τεχθῆναι διὰ τῆς παρθένου τὸν υἱὸν τοῦ θεοῦ μὴ κεκλῆσθαι ἑτέρῳ ὀνόματι ἢ λόγον. μήτε γὰρ εἶναι αὐτόν τι πρὸ τῆς ἐνσάρκου παρουσίας ἢ λόγον, μήτ ὠνομάσθαι ἑτέρως εἰ μὴ ἄρα προφητικῶς, λόγον γὰρ εἶναί τε καὶ ὠνομάσθαι καὶ οὐδὲν ἕτερον φάσκει, μετὰ δὲ τὴν ἔνσαρκον παρουσίαν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετυχηκέναι
首先必須考察的,正是他率先斗膽宣稱的那一點:即在藉著童女降生之前,神的子除了「道」之外不曾被稱以任何別的名稱。因為他主張,在道成肉身之前,他除了道之外什麼都不是,也不曾被稱以別的名字,除非是先知式的稱呼——他宣稱他既是道、又被稱為道,別無其他;而在道成肉身之後,他才獲得了各種其他的稱號。
And indeed this must first be examined, which he has also first dared to declare: that before he was born through the virgin, the Son of God was called by no other name than Word. For [Marcellus claims] he was nothing before the incarnate presence other than Word, nor was he named otherwise except prophetically — for he asserts that he both was and was named Word and nothing else — but after the incarnate presence he obtained various further appellations.
1:20.1
τοῦτο δὴ οὖν πρῶτον δεικτέον ἀμαθῶς καὶ τῶν θείων γραφῶν ἀνεπιστημόνως αὐτὸν ἀποφηνάμενον. α. πρῶτος μὲν γὰρ αὐτὸς ὁ θεῖος εὐαγγελιστὴς Ἰωάννης, ὁ δὴ λόγον αὐτὸν ἀνειπών, β. οὐκ εἰς μακρὸν ἀλλ εὐθὺς καὶ παρὰ πόδα θεὸν αὐτὸν ὠνόμασεν φήσας καὶ θεὸς ἦν ὁ λόγος. δυνάμενος γοῦν εἰπεῖν· καὶ θεοῦ ἦν ὁ λόγος, τοῦτο μὲν οὐκ ἔφη, ὡς ἂν μή τις αὐτὸν τῷ παρὰ ἀνθρώποις ὅμοιον εἶναι φήσειεν, θεὸν δὲ αὐτὸν καλεῖ, τὸ ὑπερφυὲς τοῦ περὶ αὐτὸν θεοπρεποῦς ἀξιώματος οὕτω δεικνύς
首先必須指出的是,他這樣宣稱,乃是出於對神聖經文的無知與不解。第一,神聖的福音書作者約翰自己,雖然稱他為「道」,第二,卻並未拖延多久,而是緊接著、隨即也稱他為「神」,說「道就是神」。他原本大可以說「道是屬於神的」,但他並未這樣說,以免有人主張他與世人所稱的「神」相似;反倒稱他為「神」,藉此顯明他那配得神性的無上尊嚴,超乎尋常。
This, then, must first be shown — that he has declared this in ignorance and without understanding of the divine Scriptures. (1) For, first, the divine evangelist John himself, who indeed called him “Word,” (2) did not delay long but immediately and at once also called him “God,” saying, “and God was the Word.” For though he could have said, “and the Word belonged to God,” he did not say this, lest anyone should assert that he was similar to what is called god among men; rather he calls him “God,” thereby showing the surpassing nature of the God-befitting dignity that belongs to him.
1:20.2
γ. μεταβὰς δὲ ἐφ ἑτέραν ἐπίνοιαν τῆς περὶ αὐτοῦ δοξολογίας φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν αὐτὸν τῆς τοῦ σώματος ἀναλήψεως κατὰ τοῦτο αὐτὸ δηλώσας
第三,他接著轉向另一種對他的稱頸方式,稱他為「光」,藉此正是要顯明他在承受身體之前便已先存。
(3) And passing on to another aspect of the doxology concerning him, he named him “Light,” thereby showing precisely by this that he pre-existed the assumption of the body.
1:20.3
ἐν οἷς περὶ τοῦ βαπτιστοῦ φησιν οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον
——在論到施洗者時,他說:「那人不是那光,乃是要為光作見證,那光照亮一切生在世上的人。他在世界,世界也是藉著他造的,世界卻不認識他。他到自己的地方來,自己的人卻不接待他。」
— where, concerning the Baptist, he says: “He was not the Light, but came that he might bear witness concerning the Light, which enlightens every man coming into the world. He was in the world, and the world was made through him, and the world did not know him. He came unto his own, and his own did not receive him.”
1:20.4
ὁρᾷς ὅπως τούτοις οὐ λόγον μόνον, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλὰ καὶ θεὸν καὶ φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν τε αὐτὸν ἐδίδαξεν καὶ τὸν κόσμον δι αὐτοῦ γεγονέναι. ὥσπερ γὰρ διὰ τοῦ θεοῦ λόγου γεγενῆσθαι τὰ πάντα καὶ χωρὶς αὐτοῦ γενέσθαι οὐδὲν προειρήκει, οὕτως καὶ διὰ τοῦ φωτός· ὁ γὰρ κόσμος φησὶν δι αὐτοῦ ἐγένετο
你看在這些話裡,他不僅稱他為「道」——如馬爾克盧所以為的——也稱他為「神」和「光」,並且教導他先於一切而存在,世界也是藉著他而造成的。正如他先前已說過萬物是藉著神的道而造、若沒有他,沒有一樣被造的成就了,同樣也藉著光說:「世界」,他說,「是藉著他造的。」
You see how in these words he named him not merely “Word,” as Marcellus supposed, but also “God” and “Light,” and taught that he pre-existed and that the world came to be through him. For just as he had said beforehand that all things came to be through the Word of God and that without him nothing came to be, so also through the Light: for “the world,” he says, “came to be through him.”
1:20.5
ὡς εἶναι ἓν καὶ ταὐτὸν τὸ φῶς καὶ τὸν θεὸν λόγον. λέγων δὲ δι αὐτοῦ γεγενῆσθαι ποτὲ μὲν τὸν κόσμον ποτὲ δὲ τὰ πάντα τὸ ὑπηρετικὸν τοῦ θεοῦ παρίστησιν. δυνάμενος γοῦν ὁ εὐαγγελιστὴς εἰπεῖν· πάντα ὑπ αὐτοῦ ἐγένετο, καὶ αὖθις· καὶ ὁ κόσμος ὑπ αὐτοῦ ἐγένετο, οὐχ ὑπ αὐτοῦ ἔφη ἀλλὰ δι αὐτοῦ ἦν, ἵν ἡμᾶς ἀναπέμψῃ ἐπὶ τὴν τῶν ὅλων ποιητικὴν τοῦ πατρὸς αὐθεντίαν
——由此可見光與神之道乃是一而同的。而他一時說萬物、一時又說世界是「藉著他」造成的,正是要表明他在神面前所扮演的服事者的角色。因為福音書作者原本大可以說「萬物是被他所造」,又說「世界是被他所造」,他卻不說「被他」,而說「藉著他」,為要使我們回歸到父對萬有的創造性主權之上。
— so that the Light and the Word/God are one and the same. And by saying that at one time the world, at another all things, came to be through him, he sets forth [his] ministering role toward God. For though the evangelist could have said, “all things were made by him,” and again, “the world was made by him,” he did not say “by him” but “through him,” in order to send us back to the creative sovereignty of the Father over all things.
1:20.6
ἀλλὰ καὶ ὁ κόσμος φησὶν αὐτὸν οὐκ ἔγνω. τὸν δὲ ἐπὶ πάντων θεὸν φυσικαῖς ἐννοίαις ἅπαντες ὁμολογοῦσιν ἄνθρωποι. καὶ πρῶτοί γε Ἰουδαίων παῖδες ἐκ τῶν προφητικῶν γραφῶν χειραγωγούμενοι, ὡς καὶ αὐτὸς παρίστη Μάρκελλος ἐν τοῖς ἑξῆς προϊών
「世界卻不認識他」,他這樣說。然而那超乎萬有的神,普天下的人憑著天生的觀念都承認他的存在——猶太人的子孫尤然,他們是被先知的經文引導而認識的,這一點連馬爾克盧自己在後文中也承認。
“But the world,” he says, “did not know him.” Yet the God over all, all men confess by natural conceptions — and first of all the sons of the Jews, being led by the hand from the prophetic Scriptures, as Marcellus himself also shows further on.
1:20.7
οὐκοῦν ἕτερος ἦν οὗτος, ὃν ὁ κόσμος οὐκ ἔγνω, θεὸς καὶ λόγος, φῶς ὑπάρχων τε καὶ ὠνομασμένος. φῶς δὲ οὐκ αἰσθητὸν οὐδὲ σαρκῶν ὀφθαλμοὺς ὁμοίως ἡλίῳ φωτίζον. οὕτω γὰρ ἂν καὶ ἡ τῶν ἀλόγων ζῴων φύσις μετεῖχεν αὐτοῦ. νυνὶ δὲ διδάσκει ὁποῖον ἦν φῶς, λέγων ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. μόνον ἄρα ἦν ἀνθρώπων τὸ λογικὸν τοῦτο φῶς
所以,這位世界所不認識的,乃是另一位——是神,是道,存在並且被稱為光;然而這光並非可感知之光,也不像太陽那樣照亮肉體的雙眼——若是那樣,連無理性的動物也能分享它了。但如今【約翰】教導我們這光究竟是何種光,他說:「這光照亮一切生在世上的人。」由此可知,這理性之光乃是人所獨有的。
Therefore this one, whom the world did not know, was other [than that natural knowledge] — God and Word, being and named Light: not a sensible light, nor one that illumines the eyes of flesh as the sun does — for in that case even the nature of irrational animals would partake of it. But now [John] teaches what sort of light it was, saying: “He was the light that enlightens every man coming into the world.” This rational light, then, belonged to men alone.
1:20.8
διὸ δυνάμει νοερᾷ καὶ λογικῇ τὰς κατ εἰκόνα τὴν αὐτοῦ καὶ ὁμοίωσιν πεποιημένας ψυχὰς νοερὰς καὶ λογικὰς ἀπειργάζετο. ὡς δὲ οὐκ αἰσθητὸν ἐτύγχανεν φῶς, οὕτως οὐδὲ τὸ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὁ θεός, ἦν. ὁ γὰρ θεὸς φῶς ἐστιν καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία. καὶ γὰρ ὁ μὲν φῶς ἀπροσιτον ἦν. ὡς ὁ θεῖος ἀπόστολος διδάσκει λέγων φῶς οἰκῶν ἀπρόσιτον. ὃν εἶδεν οὐδεὶς οὐδὲ ἰδεῖν δύναται
因此,他憑著一種理智而理性的能力,使那些按照他的形像與樣式所造的靈魂成為理智而理性的。而正如他並非可感知之光,他也並非那超乎萬有、神自己本身。因為「神就是光,在他殫無黑暗」。訠然,那位乃是人不能靠近的光,正如那神聖的使徒所教導的,說:「住在人不能靠近的光裡,是人未曾看見、也不能看見的。」
Wherefore, by an intellectual and rational power, he made the souls that had been created according to his image and likeness [to be] intellectual and rational. And just as he was not a sensible light, so neither was he that which is beyond all things, God himself. For “God is light, and in him is no darkness at all.” For indeed [the Father] is unapproachable light, as the divine apostle teaches, saying: “dwelling in unapproachable light, whom no man has seen nor can see.”
1:20.9
ὁ δ ἐν τῷ κόσμῳ ἦν, φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἀλλὰ καὶ ὁ κόσμος, φησίν. διὰ τοῦδε τοῦ φωτὸς γέγονεν, τοῦ κρείττονος, δηλαδὴ τοῦ πατρός, διὰ τοῦ υἱοῦ τὸ πᾶν συνισταμένου. τρεῖς μὲν δὴ αὗται κατὰ τὸ αὐτὸ τῶν τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεων εὔφημοι καὶ εὐσεβεῖς ἐπηγορίαι τῷ θεολόγῳ τῆς γραφῆς ἀρχομένῳ παρελήφθησαν· ὁ λόγος καὶ ὁ θεὸς καὶ τὸ φῶς
而他卻在世界之中,照亮一切生在世上的人。「世界也是」,他說,「藉著這光造成的」——也就是說,藉著那位更偉大的,也就是父,萬有乃是藉著子而構成的。因此,依照神子諾能力的同一實質,這三個名稱——道、神、光——被那神學家【約翰】在福音書開頭採用為尊榮而虛敲的稱號。
But he was in the world, enlightening every man coming into the world. “But the world too,” he says, “was made through this light” — that is, through the greater one, namely the Father, the whole [creation] being constituted through the Son. These three, then, in accordance with the same reality of the powers of the Son of God, were adopted by the theologian [John] at the very outset of his Gospel as auspicious and reverent titles: the Word, and God, and the Light.
1:20.10
δ. ἤδη δὲ καὶ τετάρτην προστίθησιν ὁ αὐτός, μονογενῆ τὸν αὐτὸν ἀποκαλῶν ἐν οἷς φησιν καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. οὐκοῦν καὶ ὁ μονογενὴς τοῦ θεοῦ πρὶν τὴν σάρκα ἀναλαβεῖν ἐχρημάτιζεν. εἰ γὰρ καὶ τὰ μάλιστα, φησίν, δι ἡμᾶς ὁ λόγος σὰρξ ἐγένετο, ἀλλ ὅμως ἡμεῖς. οἷς κατηξίωσεν ἐνδείξασθαι τὴν ἑαυτοῦ θεότητα. οὐκ εἰς τὴν σάρκα ἀφορῶντες. (αὕτη γὰρ μορφὴ δούλου ἦν) ἀλλ εἰς τὴν δόξαν αὐτοῦ τὴν ἐκτὸς τοῦ σώματος νῷ καθαρῷ θεωρουμένην, ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ἄρρητον καὶ πάντα θνητῶν λογισμὸν ὑπερβαίνουσαν, ὁποίαν ἄν τις ἐννοήσειεν δόξαν υἱοῦ θεοῦ μονογενοῦς
第四,他又加上第四個稱號,稱他為「獨生子」,他說:「道成了肉身,住在我們中間,我們也見過他的榮光,正是父獨生子的榮光,滿有恩典與真理。」由此可見,神的獨生子在承受肉身之前,便已擁有這個稱號。「因為即便」,他說,「道成肉身主要是為了我們的緣故,然而我們——那些蒙他悉納、得見他親自顯出神性的人——並非注目於肉體(因為那是僕人的形像),而是以潔淨的心思仰望他那超乎肉體的榮光——我們見過他的榮光」,那是一種無法言喻、超乎一切必死者思量的榮光,是人所能設想的、屬於神獨生子的那種榮光。
(4) And now he also adds a fourth, calling him “only-begotten,” where he says: “and the Word became flesh and dwelt among us, and we beheld his glory, glory as of the only-begotten from the Father, full of grace and truth.” Therefore the only-begotten of God also bore this title even before he assumed flesh. “For even though,” he says, “it was above all for our sake that the Word became flesh, yet we, whom he counted worthy to show forth his own deity — not fixing our gaze upon the flesh (for this was the form of a servant), but upon his glory beyond the body, beheld with a pure mind — we beheld his glory,” a glory ineffable and surpassing every mortal reckoning, such glory as one might conceive belonging to the only-begotten Son of God.
1:20.11
ἦν δὲ αὕτη παρὰ τοῦ πατρὸς δόξα. ὁρᾷς ὅπως οὐκ εἶπεν· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς λόγου, καίτοι προειπὼν ὁ λόγος σὰρξ ἐγένετο, ἀλλ ἵνα διδάξῃ ὁποῖον αὐτὸν ὑπεστήσατο λόγον (ὅτι μὴ σημαντικόν· πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν τοιοῦτον σάρκα γενέσθαι;). ἀναγκαίως μονογενῆ αὐτὸν προσεῖπεν
而這榮光乃是來自父的榮光。你看,他並未說「我們見過他的榮光,如道的榮光」,儒管他先前已說過「道成了肉身」——他之所以【改稱「如獨生子的榮光」】,乃是要教導他所理解的道究竟是何種道(即並非僅僅是「表意的」道——因為這樣的東西怎能成為肉身呢?)。因此,他必然要稱他為「獨生子」。
And this was glory from the Father. You see how he did not say, “and we beheld his glory, glory as of the Word,” even though he had said before, “the Word became flesh” — but [he said “as of the only-begotten”] in order to teach what sort of Word he understood him to be (namely, not a merely “signifying” one — for how, indeed, could such a thing become flesh?). Of necessity, therefore, he called him “only-begotten.”
1:20.12
καὶ τὴν δόξαν αὐτοῦ ταύτην εἶναι διδάσκει, καθ ἣν νοεῖται μονογενὴς τοῦ θεοῦ υἱός. ὑπάρχειν τε αὐτῷ φησιν τὴν δόξαν οὐκ ἄλλοθεν ἢ παρὰ τοῦ πατρός· οὐ γὰρ ἀγένητον οὐδὲ ἄναρχον οὐδὲ ἰδιόκτητον εἶχε τὴν δόξαν. ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών. ὃ δὴ καὶ αὐτὸς παρίστη λέγων πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρά σοι
他也教導說,這正是他的榮光,依此可理解他是神的獨生子。他又說,他的榮光並非來自別處,唯狜來自父;因為他所擁有的榮光,並非無始的、無起源的,也不是他本性自有的,而是從父那裡領受而來的——這一點他自己也曾親口宣告過,說:「父啊,求你使我同你享榮耀,就是未有世界以先我同你所有的榮耀。」
And he teaches that this is his glory, in accordance with which he is understood to be the only-begotten Son of God. And he says that his glory belongs to him from none other than the Father; for he did not possess the glory as unoriginate, nor without beginning, nor as his own by nature, but as having received it from the Father — which indeed he himself also declared, saying: “Father, glorify me with the glory which I had with you before the world was.”
1:20.13
ὃν καὶ ἀμείβεται λέγων ὁ πατὴρ καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. καὶ ἔτι μᾶλλον τὴν ὑπόστασιν αὐτοῦ συνίστησιν ὁ αὐτὸς εὐαγγελιστὴς ἐπιφέρων Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν
對此,父也回應說:「我已經榮耀了,還要再榮耀。」同一位福音書作者又更進一步地確立他的位格,補充說道:「約翰為他作見證,喊著說:《這就是我曾說,那在我以後來的,反成了在我以前的,因他本來在我以前。》因為從他的豐滿裡,我們都領受了。」
And him the Father answers, saying, “I have both glorified [it] and will glorify it again.” And the same evangelist establishes his hypostasis even further, adding: “John bears witness of him and cries out, saying: This was he of whom I said, He who comes after me has come to be before me, for he was before me. For of his fullness we have all received.”
1:20.14
ἀλλὰ βοῶντος Ἰωάννου ὅτι πρῶτος ἦν αὐτοῦ, οὐκ ἀκούει ὁ νέος Σαβέλλιος. καίτοι κατὰ σάρκα προῆγεν τοῦ σωτῆρος τὴν γένεσιν ὁ βαπτιστὴς Ἰωάννης· πῶς οὖν μαρτύρεται, ὅτι πρῶτος αὐτοῦ γέγονεν; τῇ μὲν γὰρ κατὰ σάρκα γενέσει οὐκ ἦν πρῶτος αὐτοῦ ὁ σωτήρ
然而,儒管約翰喊著說他在自己以前,這位新的撒伯流卻聽不進去。然而按肉身而論,施洗者約翰的出生是先於救主的。那麼,經上何以又見證說他「成了在我以前」呢?因為就肉身的出生而言,救主並不在他以前。
But though John cries out that he was before him, the new Sabellius does not hear it. And yet John the Baptist preceded, according to the flesh, the birth of the Savior. How then is it testified that he came to be before him? For according to the birth in the flesh, the Savior was not before him.
1:20.15
οὐκοῦν καθ ὃ μονογενὴς ἦν τοῦ θεοῦ πρῶτος ἦν Ἰωάννου καὶ ἔμπροσθεν αὐτοῦ γέγονεν. ἆρ οὖν ἐπιδέχεται ταῦτα ἐπὶ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων ἀναφέρεσθαι, ἢ ἐπὶ ἀνούσιον καὶ ἀνυπόστατον ἐν τῷ θεῷ λόγον τὸν αὐτὸν ὄντα τῷ θεῷ; καὶ πῶς ἂν εἴη δυνατὸν περὶ τοῦ μὴ ὑφεστῶτος λόγου λέγεσθαι τὸ ἔμπροσθέν μου γέγονεν; τίς δ οὕτως ἂν μανείη, ὡς νομίσαι Ἰωάννην τὸν βαπτιστὴν περὶ τοῦ θεοῦ τῶν ὅλων εἰρηκέναι τὸ ἔμπροσθέν μου γέγονεν καὶ ὅτι πρῶτός μου ἦν
所以,就他是神的獨生子而言,他是在約翰之先的,也早於約翰而存在。那麼,這些話難道能被理解為指向那萬有的父與神,還是指向那被說成與神無別、卻既無本質又無位格的神裡之道呢?一個不具位格的道,又怎能被說成「他成了在我以前」呢?誰會瘋狂到以為施洗者約翰說「他成了在我以前」和「他本來在我以前」時,說的是那萬有的神呢?
Therefore, insofar as he was the only-begotten of God, he was before John and came to be before him. Do these things, then, admit of being referred to the Father and God of all things, or to a wordless and non-subsistent word in God that is [supposedly] the same as God? And how could it possibly be said of a word that does not subsist, “He has come to be before me”? And who would be so mad as to suppose that John the Baptist spoke of the God of all things when he said, “He has come to be before me,” and “He was before me”?
1:20.16
οὐκοῦν δέδεικται διὰ τούτων προϋπάρχων τῆς Ἰωάννου γενέσεως ὁ θεολογούμενος καὶ ἔμπροσθεν αὐτοῦ γεγονώς, συνέστη τε οὐ μόνον λόγος ἀλλὰ καὶ θεὸς καὶ φῶς καὶ μονογενὴς πρὸ τῆς ἐνσάρκου παρουσίας ὑπάρχων τε καὶ ὠνομασμένος. ε. τούτων δὲ πόθεν ἡ γνῶσις τῷ εὐαγγελιστῇ, αὐτὸς δηλώσει λέγων ἑξῆς ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. ὁρᾷς παρὰ τίνος μεμάθηκεν τοῦ υἱοῦ τὴν θεολογίαν
由此可見,這位被以神學方式論及的,早於約翰的出生而先存,也早於約翰而存在;並且已確立他不僅是道,也是神、是光、是獨生子,在道成肉身之前就已存在並已被如此稱呼。第五,至於福音書作者這知識從何而來,他自己接下來便會顯明,他說:「獨生子,在父懷裡的,將他表明出來。」你看,他是從誰那裡學得關於子的神學的。
It has therefore been shown by these things that he who is theologically spoken of pre-existed the birth of John and came to be before him, and it has been established that he was not only Word but also God and Light and only-begotten, existing and being so named before the incarnate presence. (5) But whence the evangelist had this knowledge, he himself will show, saying next: “the only-begotten Son, who is in the bosom of the Father, he has declared him.” You see from whom he learned the theology of the Son.
1:20.17
οὐ γὰρ Μωσῆς φησιν οὐδὲ προφητῶν τις τῶν μετὰ Μωσέα οὐδέ γε ἀγγέλων τις ἢ τῶν κρειττόνων δυνάμεων, ἀλλ αὐτὸς ὁ μονογενὴς υἱὸς τοῦτ ἐξηγήσατο. οὐκοῦν ὁ μὲν ἀόρατος θεὸς οὐκ ἐξηγήσατο, ὁ δὲ μονογενὴς υἱὸς ὁρατὸς γενόμενος τὴν περὶ τοῦ πατρὸς ἀνθρώποις ἐξήγησιν ἐποιήσατο. ἕτερος ὢν δηλαδὴ παρὰ τὸν ἀόρατον θεόν. ἀλλὰ καὶ προϋπάρχων ἦν οὐκ ἐν τῇ διανοίᾳ τοῦ πατρός, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλ ἐν τοῖς κόλποις αὐτοῦ· ὥσπερ δὴ ἡμῖν ἐπήγγελται ὁ σωτὴρ εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ διαναπαύσασθαι, οὕτως καὶ ὁ υἱὸς εἰς τὸν κόλπον ἦν τοῦ πατρός, οὐχ εἷς καὶ ὁ αὐτὸς ὢν τῷ πατρί, ἐπεὶ μηδὲ ἡμεῖς οἱ αὐτοὶ ἐσόμεθα τοῖς ἁγίοις πατράσιν
因為他說,作出這表明的既不是摩西,也不是摩西以後的任何先知,更不是任何天使或更高的能力,而是獨生子自己。由此可見,那不可見的神並未親自作此表明,乃是獨生子成為可見的,向世人做出了關於父的表明——顯然他是異於那不可見之神的另一位。此外,他並非如馬爾克盧所以為的那樣先存於父的心思中,而是先存於父的懷中;正如救主應許我們將在亞伯拉罰、以撐、雅各的懷中得安息,子同樣也在父的懷中,並非與父是同一位,正如我們也不會與那些聖潔的先祖們成為同一人一樣。
For it was not Moses, he says, nor any of the prophets after Moses, nor indeed any angel or one of the higher powers, but the only-begotten Son himself who declared this. Therefore the invisible God did not himself make the declaration; rather, the only-begotten Son, having become visible, made the declaration concerning the Father to men — being evidently other than the invisible God. Moreover, he pre-existed, not in the mind of the Father, as Marcellus supposed, but in his bosom; just as the Savior has promised us to find rest in the bosoms of Abraham, Isaac, and Jacob, so also the Son was in the bosom of the Father, not being one and the same as the Father, since neither shall we be identical with the holy fathers.
1:20.18
ἀλλὰ γὰρ ἐπὶ τούτοις τήρει, ὅπως μετὰ τὸ ἅπαξ ὀνομάσαι λόγον καὶ θεὸν τὸν αὐτὸν ἀνειπεῖν καὶ φῶς ἀποκαλέσαι καὶ μονογενῆ φάναι καὶ υἱὸν θεοῦ ὁμολογῆσαι, οὐκέτι λόγον ὀνομάζει, ἀλλὰ καὶ αὐτὸν λοιπὸν ἱστορεῖ τὸν σωτῆρα οὐ λόγον ἑαυτὸν ἀποκαλοῦντα, ἀλλὰ υἱὸν καὶ μονογενῆ καὶ φῶς καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἄλλα μυρία, ὥσπερ οὖν ἀκοῦσαι πάρεστιν αὐτοῦ ὧδέ πη διδάσκοντος οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, καὶ πάλιν οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον
但要仔細留意這一點:在一次稱他為「道」、稱他為「神」、稱他為「光」、說「獨生子」、承認「神的子」之後,【約翰】便不再稱他為「道」了;而是從此之後,他所記述的救主本人,並不自稱為「道」,而是稱自己為「子」、「獨生子」、「光」、「生命」、「真理」以及其他無數的名稱——正如人可以聽見他如下教導的:「神愛世人,甚至將他的獨生子賡給他們,叫一切信他的,不至滅亡」;又說:「因為神差他的子到世上來……」
But observe carefully in this regard: after once naming him “Word,” and calling him “God,” and styling him “Light,” and saying “only-begotten,” and confessing “Son of God,” [John] no longer names him “Word”; rather, from this point on he narrates the Savior himself, who does not call himself “Word,” but “Son” and “only-begotten” and “Light” and “Life” and “Truth” and countless other names — just as one may hear him teaching, somewhat in this manner: “For God so loved the world that he gave his only-begotten Son, that whoever believes in him should not perish”; and again: “For God did not send the Son into the world…”
1:20.19
ἵνα κρίνῃ τὸν κόσμον, καὶ αὖθις ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι οὐ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. καὶ ἐνταῦθα πάλιν ὁ μὲν θεὸς ἐδίδου καὶ ἀπέστελλεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου, ὁ δὲ ἀπεστέλλετο ἕτερος ὢν δηλαδὴ παρὰ τὸν ἀποστέλλοντα. διό μοι δοκεῖ διὰ τῶν ἑξῆς ὡς πρὸς αὐτὸν Μάρκελλον καὶ πρὸς τοὺς διαφθονουμένους τῇ τοῦ υἱοῦ φύσει ἀναγεγράφθαι αὐτὸς ὁ σωτὴρ ἡμῶν εἰρηκὼς οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὅτι ἐγὼ εἶπα· θεοί ἐστε
「……不是要定世人的罪」;又說:「不信的人,罪已經定了,因為他不信神獨生子的名。」在此又可見,神賦下並差遣了子——世界的救主,而被差遣者顯然是異於那差遣者的另一位。因此在我看來,接下來的經文中,我們的救主本人所說的話,彷彿正是對著馬爾克盧本人及那些媽媼子之本性的人而發,他說:「你們的律法上豈不是寫著《我曾說你們是神》嗎?」
“…not that he should condemn the world”; and again: “he who does not believe has already been condemned, because he has not believed in the name of the only-begotten Son of God.” And here again, God gave and sent the Son, Savior of the world, while the one sent was evidently other than the one sending. Wherefore it seems to me that, through what follows, our Savior himself is recorded as having spoken as if addressing Marcellus and those who begrudge the nature of the Son, saying: “Is it not written in your law, I said, You are gods?”
← 上一段下一段 →
第 2 章 →
123

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。