📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 復活節講道集

復活節講道集 第 1 章 第 4/28 段

希臘文原文.189 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:576–1:764(全章共 4948 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:576
ἀρνήσῃ μὲν γὰρ οὐκ ὀρθῶς, καὶ τῆς ἴσης ὁμογενείας ἐξοικιεῖς, Ἑβραῖον ὄντα τὸν Παῦλον·
因為你無法理直氣壯地否認、也不能把保羅排除在與你同等的血統之外,畢竟他是希伯來人;
for you cannot rightly deny it, nor banish from equal kinship with you Paul, seeing that he was a Hebrew;
1:577
ἀκούω γὰρ λέγοντος αὐτοῦ·
因為我聽見他自己說:
for I hear him himself saying:
1:578
Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος. Ἐπειδὴ δέ σοι χαλεπὸν εἶναί πως δοκεῖ, τὸ μεμνῆ σθαι ἡμᾶς λόγων ἀποστολικῶν, καὶ τὴν σὴν ἐλέγχειν πειρᾶσθαι κακόνοιαν, καὶ τοῦτο παρήσω νυνί·
「因為我也是以色列人,是希伯來人所生的希伯來人,按律法說是法利賽人。」既然你似乎覺得,我們引用使徒的話、試圖駁斥你的惡意,是件為難的事,那麼此刻我暫且撇下這點;
"For I too am an Israelite, a Hebrew of Hebrews, a Pharisee according to the law." But since it somehow seems difficult to you for us to recall apostolic sayings and to attempt to refute your ill will, I shall let this pass for now;
1:579
μυρία δὲ ὅσα τῶν διὰ Μωσέως καὶ προφητῶν εἰρημένων παραθεῖναι δυνάμενος, βραχύ τι προσερωτήσας, ἀπ ελεύσομαι
雖然我能夠引述無數藉摩西和眾先知所說的話,但我只想簡短地問你一句,然後就此離去。
though I am able to set before you countless sayings spoken through Moses and the prophets, I will ask but one brief question and then depart.
1:580
Ἴθι τοίνυν, ὦ βέλτιστε σὺ, λέγε δή μοι τρανώτερον, τὰς βαθυτέρας τῶν ζητημάτων σκέψεις παραδραμών·
好,我的朋友,那麼請你更明白地告訴我,且略過這些問題較深奧的考量:
Come then, my good friend, tell me more plainly, passing over the deeper considerations of these questions:
1:581
εἰ μὴ τὸν νόμον μεταποιηθήσεσθαι κατὰ τὴν ἀλήθειαν προσδοκᾷς, οἴῃ δὲ ὡσαύτως ἕξειν ἀεὶ, μηδὲ μιᾶς ἐπακολουθούσης μεταβολῆς, τί τὸ κωλύον ἐστὶ, τῶν αὐτῶν ἔχεσθαί σε πραγμάτων; ὅτου δὲ χάριν τῆς εἰς Θεὸν λατρείας οὕτως ὀλιγ ωρεῖς, ὡς ἐθῶν μὲν ἀποστῆναι πατρῴων, λόγου δὲ μηδενὸς ἀξιοῦν τὰ ἐκείνοις τιμιώτατα; Ποῖ γὰρ ἔχε ται μὲν ὑμῖν ὁ νεώς; Ποῖ δὲ τὰ ἐν αὐτῷ θυσιαστή ρια, καὶ αἱ τῶν θυμάτων προσαγωγαί; Ζητῆσαι δὲ ὅποι προσήκει τῶν ἱερείων τοὺς μωμοσκόπους, ἱερα τικῶν φημι καταλόγων ἐσμοὺς, καὶ λευιτικὰ συστή ματα; Τὰ δέ γε τοῦ ἀρχιερέως ἐσθήματα, καὶ τὸ παμποίκιλον σχῆμα, ποῖ ποτε πάλιν ὑμῖν μετακε. χώρηκεν; Οἱ δὲ τῶν κρασπέδων ἐξηρτημένοι κώδω νες, ὅτου δὴ χάριν σεσιωπήκασι, δῆλος δὲ οὐδείς; Τοῦτο δὲ ὄνομα τῇ λίθῳ, πεποιημένον ἀπὸ τοῦ πράγ ματος, ταῖς τῶν χρωμάτων ἐξαλλαγαῖς, τὴν ἐπὶ τοῖς μέλλουσι προμήθειαν εἰσφέρει κατὰ βούλησιν Θεοῦ
你若不指望律法真會被更改,卻以為它會永遠保持原樣、絕不會有任何改變隨之而來,那麼還有什麼能阻止你繼續持守同樣的規條呢?你又為何如此輕忽敬拜神的事,以致離棄了祖先的習俗,卻對他們最為看重的事物毫不在意呢?請問,你們的聖殿如今安在?殿裡的祭壇、以及獻祭的事又在哪裡?該到哪裡去尋找檢查祭牲有無瑕疵的人呢?我是說那成群的祭司名冊、利未人的班次,又在哪裡?大祭司的服裝,以及那五彩繽紛的袍子,如今又遷移到你們何處去了?衣裳繸子上繫著的鈴鐺,又為何靜默無聲、卻無人能說明緣故?還有那顆因其功用而得名的寶石,藉著顏色的變化、按神的旨意向人預示將來之事——
If you do not expect the law to be truly transformed, but suppose it will remain forever just as it is, with no change ever to follow, what then prevents you from still keeping to the same observances? And for what reason do you so slight the worship due to God, as to have departed from your ancestral customs, while holding in no esteem at all what was most honored among your fathers? Where, tell me, is the temple kept among you? Where are the altars within it, and the bringing of sacrificial offerings? Where should one seek the inspectors of unblemished victims -- I mean the ranks of priestly registers, and the Levitical orders? And the vestments of the high priest, and his robe of many colors -- where in turn have these gone from among you? And the bells hanging from the fringes -- why have they fallen silent, with no one able to say why? And that stone, whose very name was made from the thing it did, which by the changing of its colors conveys foreknowledge of things to come, according to the will of God --
1:582
Τὰς δὲ κατὰ νόμον, εἰπέ μοι, θυσίας, αὐτὸς οὐ προάγεις διὰ ποίαν αἰτίαν; Εἶναι μέν σοι κατὰ γνώ μην τὴν ἐν τούτοις ὀλιγωρίαν εἰπὼν, ἐλέγχῃ παρά νομος, καὶ οὕτω σοι κεχρήσομαι μάρτυρι πρὸς τὴν κατά σου γραφὴν, οὐχ ἑτέρων εἰς τοῦτο δεήσομαι·
請告訴我,你自己為何不再按律法獻祭呢?倘若你說,這樣的疏忽是出於你自己的意願,那你就被證明是干犯律法的人,如此一來,我便可以用你自己作見證來控告你,不必再假手他人;
And tell me, for what reason do you yourself no longer offer the sacrifices required by the law? If you say that this neglect is deliberate on your part, you stand convicted as a transgressor of the law, and so I shall use you yourself as witness against you in this indictment, needing no others for this purpose;
1:583
εἰ δὲ ἀβούλητον ἔχεις τὴν ἐπὶ τούτοις ἀργίαν, εἴργεσθαι δέ τινος ἀνάγκης δεσμῷ, καὶ αὐτὸς ὁμολογεῖς, ἄθρει δὴ λοιπὸν μὴ τῷ τῆς ἀβουλίας περιπίπτῃς ἐγκλήματι, μακρὰν οὕτω τὴν ἀπείθειαν ποιούμενος
但你若認為這樣的停止是非出於本意,並且你自己也承認是被某種必然的枷鎖所攔阻,那麼你就要留意,不要因此陷入「非出本意」這項控訴,竟把你的悖逆推展到如此地步。
But if you hold this cessation to be against your will, and confess yourself that you are restrained by some bond of necessity, then take care henceforth lest you fall under the charge of unwillingness itself, by carrying your disobedience so far.
1:584
Τίς γὰρ ὁ τοσοῦτον ἰσχύσας, ὡς ἀνάγκης ὑποθεῖναι θεσμῷ τὸν βοηθούμενον ὑπὸ τοῦ Θεοῦ, λίαν γάρ σε μανθάνω καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι οὐκ ἔστιν οὐδείς
因為有誰能有這樣的能力,把蒙神幫助的人置於必然律的枷鎖之下呢?我深知你在這一點上也頗為自誇——然而根本沒有這樣的人。
For who is so powerful as to subject to a law of necessity one who is helped by God? For I know well that you pride yourself greatly on this too -- yet there is no such one.
1:585
Θείᾳ τοίνυν ὀργῇ, τοῦτο γὰρ τὸ λειπόμενον, τοῖς ἐξ Ἰσραὴλ ἐπισκήψασα, πάσης μὲν εὐθυμίας ἔρημον ἀπέδειξε τὸ γένος, ἐπὶ νόμῳ μεγαλαυχεῖν οὐκ ἔτι συγχωρή σασα, δίκας δὲ τῆς εἰς Χριστὸν ἀσεβείας εἰσπραττο μένη τοὺς εἰς αὐτὸν παραινέσαντας
於是,神的忿怒——因為只剩下這一個解釋——臨到以色列人身上,使這民族喪失了一切的喜樂,不再容他們在律法上誇口,反而向那些冒犯基督的人追討他們不虔敬基督之罪的懲罰。
It is, then, divine wrath -- for this alone remains as the explanation -- which, having visited those of Israel, has left the nation destitute of all good cheer, no longer permitting them to boast in the law, but exacting from those who committed outrage against Christ the penalty for their impiety toward him.
1:586
Καὶ μετέθηκε Θεὸς ὁμοῦ τῇ χάριτι τῆς λατρείας τὸν τρόπον ἐπὶ τὸ ἄμεινον
神也隨著恩典,把敬拜的方式改換成更美善的。
And God, together with grace, changed the manner of worship for the better.
1:587
Ἤδη δέ σοι καὶ τοῦτον ἐπιδείξω τῆς σῆς ἀργίας τὸν καιρὸν, διὰ τῶν προφητῶν ἀναβοώμενον
現在我要向你指明,你這停止獻祭的時期,正是藉眾先知所宣告的。
And now I will also show you this very time of your cessation, proclaimed aloud through the prophets.
1:588
Καὶ γάρ σε ταῖς σαῖς ἐπαισχύνεσθαι συμφοραῖς ὑπο λαμβάνω, καὶ πειρᾶσθαι κρύπτειν, ἅπερ οἶσθα μὲν, ὡς εἰκὸς, αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἀποβεβλῆσθαι παρὰ Θεοῦ μακρὰν, ὑποκρίνῃ τὴν ἄνοιαν
因為我料想你其實為自己的災難感到羞愧,並且試圖隱藏那些你想必心知肚明的事,只因羞於顯出自己似乎已被神遠遠拋棄,便假裝無知。
For indeed I suppose that you are ashamed of your misfortunes, and try to conceal what you naturally know well enough, and out of shame at not wishing to appear utterly cast off by God, you feign ignorance.
1:589
Λέγει τοίνυν περὶ τῶν τοιούτων ὁ μακάριος προφήτης Ὠσηέ·
關於這些事,蒙福的先知何西阿如此說:
Concerning such things, then, the blessed prophet Hosea says:
1:590
Ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Ταῦτα τίς ταῖς παρ' ὑμῖν ἀρνήσεται βίβλοις οὐχ οὕτως ἔχειν, καὶ πρὸς τοσαύτην ἀναισχυντίαν ἐλά σει, ὡς τὰ πᾶσιν ὁρώμενα τολμῆσαι λέγειν; Οὐκ ἂν γένοιτό ποτε
「以色列人必多日獨居,無君王,無首領,無祭祀,無祭壇,無祭司職任,也無以弗得。」誰會照著你們自己的典籍否認事實並非如此,甚至無恥到膽敢否認眾人有目共睹的事實呢?這是絕不可能的。
"For many days the children of Israel shall sit without a king or a ruler, without a sacrifice or an altar, without a priesthood or sacred oracles." Who will deny, from your own books, that this is not so, and will drive himself to such shamelessness as to dare contradict what is plain for all to see? That could never be.
1:591
Ἔστι μὲν γὰρ καὶ τῷ προστυχόντι κα ταφανὴς τῶν εἰρημένων ἡ ἔκβασις
因為所說之事的應驗,即便是隨便一個人也能看得清楚。
For the fulfillment of what has been spoken is evident even to the casual observer.
1:592
Ἀνανεύσεις δὲ ἴσως αὐτὸς πάλιν, καὶ τὴν σύντροφον ἀπείθειαν τι μήσας, λίθων ἀψύχων οὐδὲν αἰσθάνῃ διενεγκών
然而你或許仍會再度搖頭拒絕,尊崇你那與生俱來的悖逆,顯出自己在知覺上與無生命的石頭並無二致。
But you yourself, perhaps, will again shake your head in refusal, and honoring your ingrained disobedience, will show that you are no different in perception from lifeless stones.
1:593
Ἀλη θεύει γὰρ λέγων ὁ προφήτης ὅτι, Πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι. Ἀληθεύει δὲ πάντως Θεὸς, διά τινος τῶν ἁγίων τὴν σὴν ἀναίδειαν ἐξηγούμενος·
因為先知說「以色列全家都是心裡剛硬、好爭競的」,這話是真實的。神藉著某位聖徒描述你的無恥,這也完全是真實的:
For the prophet speaks truly when he says, "All the house of Israel are contentious and hard-hearted." And God, too, speaks altogether truly, describing your shamelessness through one of the saints:
1:594
τὸ μέτωπόν σου χαλκοῦν. Τῆς δὲ σῆς ἀπειθείας τὸ μέγεθος, καὶ αὐτὸς ὁ Σωτὴρ καταιτιᾶται, λέγων·
「你的額是銅的。」救主自己也指控你悖逆之甚,說:
"Your forehead is bronze." And the Savior himself also indicts the magnitude of your disobedience, saying:
1:595
Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα. Καὶ τίς, εἰπέ μοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ὁ λόγος; Οὐκ ᾔδεις, ἀπὸ τῆς θείας δεδιδαγμένος Γραφῆς, τὸν ἐξ ἐπαγγε λείας σοι χρεωστούμενον; Ἠγνόεις ἐπιδημήσειν μέλλοντα τὸν τοῦ Θεοῦ Λόγον; Οὐκ ἤκουες λέγοντος οὐδὲ προφήτου Ζαχαρίου·
「我整天伸手招呼那悖逆頂嘴的百姓。」請告訴我,這如此長久的悖逆究竟是為了什麼緣故呢?你既已受聖經教導,難道不曉得那位按應許欠你的一位嗎?你難道不知道神的道將要降臨、居住在你們中間嗎?你難道連先知撒迦利亞的話也沒聽見嗎?他說:
"All day long I have stretched out my hands to a disobedient and contrary people." And tell me, what is the reason for so prolonged a disobedience? Did you not know, having been taught by the divine Scripture, the one owed to you by promise? Were you ignorant that the Word of God was about to come and dwell among you? Did you not even hear the prophet Zechariah saying:
1:596
Τέρπου καὶ εὐφραίνου,. θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος; Πῶς οὐκ ἔδει χαίρων ὑμᾶς, καὶ πάσης εἴσω γίνεσθαι θυμηδίας, τῆς οὕτω λαμπρᾶς ἀφίξεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τῶν ἁγίων κηρυττομένης; Ἐπειδὴ γὰρ ἅπασαν, ἵν' οὕτως εἴπω, τὴν ἀνθρώπου φύσιν, πρηστῆρος δίκην ἐπισκήπτων ὁ διάβολος, κατεδουλώσατο, καὶ λοιπὸν ἦν οὐδεὶς τῆς ἐκείνου πλεονεξίας ἀπείραστος, πάν τες δὲ ἦσαν ἐν ἁμαρτίαις, αἰσχύνης μὲν οὐδένα ποιού μενοι λόγον, ἐφ' ἅπασι δὲ τοῖς δεινοῖς, ὡς ἐπὶ μεγά λαις εὐκλείαις φιλοτιμούμενοι ( ἑκάστῳ γὰρ ἦν ὁ σκοπὸς πλεονεκτεῖν ἐν φαυλότητι, καὶ τὸν ἤδη προ γεγονότα, καὶ τὸν ἔσεσθαι προσδοκώμενον, καὶ ἦν ἡμῖν ἐν αἰσχύναις ἡ δόξα, καθάπερ ὁ Παῦλός φησι), ἀναγκαίως ὁ πάντων δημιουργὸς, πολλοὺς θεραπείας τρόπους διερευνώμενος, πανταχόθεν ἐζήτει διασώζειν τὸ γένος τῶν ἀνθρώπων
「錫安的女子啊,你當快樂歡喜,因為看哪,我要來,住在你中間,這是主說的。」既然基督我們救主如此榮耀的降臨已藉眾聖徒宣告,你們怎能不因此歡喜、滿懷一切的喜樂呢?因為魔鬼曾如雷電一般突襲,可以說是奴役了全人類的本性,以致再沒有人能倖免於牠的貪婪,眾人都陷在罪中,絲毫不以為恥,反倒因種種惡行沾沾自喜,彷彿那是莫大的榮耀(因為每個人的目標都是要在邪惡上勝過先前的人、也勝過將來的人,正如保羅所說,我們的榮耀就在我們的羞辱之中),於是萬有的創造者不得不多方尋求醫治之道,從各方設法拯救人類。
"Rejoice and be glad, O daughter of Zion, for behold, I come, and I will dwell in your midst, says the Lord"? How, then, ought you not to have rejoiced, and to have been filled with every gladness, at the announcement through the saints of so glorious a coming of Christ our Savior? For since the devil, assailing all of human nature, so to speak, like a thunderbolt, had enslaved it, and there was no longer anyone untouched by his greed, but all were in sins, taking no account of their shame, and priding themselves on all their wicked deeds as though on great glories (for each one's aim was to outdo, in wickedness, both the one who had already gone before and the one expected to come after, and our glory was in our shame, as Paul says), it was necessary that the Maker of all things, searching out many means of healing, should seek by every way to save the race of mankind.
1:597
Καὶ προφῆται μὲν κατὰ καιρὸν ἀπεδεικνύοντο, τὰ εἰς σωτηρίαν πᾶσιν εἰσ ηγούμενοι
於是眾先知按時興起,向眾人引介得救之道。
And prophets were raised up from time to time, introducing to all the things that lead to salvation.
1:598
Ἐπειδὴ δὲ οὐδεὶς ἦν ὁ τούτοις πειθόμενος, αὐτὸν ἐκάλουν ἐξ οὐρανοῦ τὸν πάντων βασιλέα τοῦ Θεοῦ Λόγον, πῆ μὲν λέγοντες·
但因無人肯聽從他們,他們便呼求萬有的君王、神的道從天而降,有時這樣說:
But since there was no one obeying them, they called upon him from heaven, the King of all, the Word of God, saying at one time:
1:599
Κύριε, κλῖνον τὸ οὖς σου, καὶ κατάβηθι· πῆ δὲ βοῶντες·
「主啊,求你側耳、降臨。」有時又呼喊說:
"Lord, incline your ear and come down"; and at another time crying out:
1:600
Ἐξ απόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου. Ἐπεδήμησε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ τῆς τοῦ Πατρὸς οὐσίας ἀκριβέστατος χαρακτὴρ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδὺς, καὶ γενόμενος ἄνθρω πος, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συναν εστράφη, καθάπερ ἔλεγέ τις τῶν σοφῶν
「求你發出你的光和真理。」於是,神獨生的道——那父本質最精確的印記——降臨居住在我們中間,取了與我們相似的樣式,成為人,顯現在地上,與人同住,正如一位智者所說。
"Send forth your light and your truth." The only-begotten Word of God, then, came to dwell among us -- the most exact character of the Father's essence -- taking on our likeness, and having become man, was seen upon the earth, and lived among men, just as one of the wise men said.
1:601
Ὁρῶν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ὁλοτελῆ δραμοῦσαν ἀπώλειαν, καὶ τῶν ἀγαθῶν οὐδὲν ἐργάζεσθαι δυναμένην, οὐ τοῖς ἔργοις ἐδίδου τῆς δικαιοσύνης τὴν χάριν, ἀλλὰ τῷ πιστεύοντι τοῦτο δωρούμενος, πάντας ἐκάλει πρὸς σωτηρίαν·
祂見人性已徹底奔向滅亡,無力行出任何良善之事,便不憑行為賜下稱義的恩典,而是將此恩賜給凡相信的人,如此呼召眾人得救;
And seeing that human nature had run headlong into utter ruin, and was capable of working none of the things that are good, he did not grant the grace of righteousness on the basis of works, but bestowing it upon the one who believes, he called all to salvation;
1:602
εἶτα δέον, ἀπό τε τῆς τοσαύτης φιλανθρω πίας καὶ τῶν ἄλλων ἁπάντων, ἐπιγινώσκειν αὐτὸν, καὶ προσκυνεῖν τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, ἐκ τῶν ἐναντίων σταυρῷ προσηλώκασιν οἱ πάντολμοι τῶν Ἰουδαίων λαοὶ, καὶ πᾶν εἶδος ἐπ ενεγκόντες κακίας τε ὁμοῦ, καὶ ἀτιμίας, θανάτῳ πα ραδεδώκασιν
然而,本該因這極大的仁愛以及其他一切恩惠而認識祂、敬拜這位為我們成為人的神之道,猶太民眾中那些膽大妄為之輩卻反其道而行,將祂釘在十字架上,又加給祂各樣的惡毒與羞辱,把祂交付死地。
then, though it was fitting, on account of such great loving-kindness and all his other benefits, to recognize him and to worship the Word of God who became man for our sake, the utterly audacious Jewish peoples did the very opposite: they nailed him to the cross, and heaping upon him every kind of malice together with dishonor, delivered him over to death.
1:603
Ἐπειδὴ δὲ, καθά φησιν ἡ θεία Γραφὴ, οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, πάλιν ἀνέστη τριήμερος, εἰρηκὼς καὶ τοῖς ἐν ᾅδου πνεύμασιν·
然而,正如聖經所說,祂不可能被死亡拘禁,所以第三天祂又復活了,並且對那些在陰間的靈說:
But since, as the divine Scripture says, it was not possible for him to be held fast by death, he rose again on the third day, having also said to the spirits in Hades:
1:604
Ἐξέλθετε· καὶ πάντα τοῦ διαβόλου σκυλεύσας τὸν πλοῦτον
「你們出來吧。」並且擄掠了魔鬼的一切財富,
"Come out"; and having despoiled the devil of all his wealth,
1:605
Ἔλυσε καὶ τοῦ θανάτου τὸ κράτος, ἀῤῥαβῶνα μὲν τῆς μελλούσης ἐλπίδος θεὶς ἐν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, ἐνέχυρόν τε τῶν προσ δοκωμένων ἀγαθῶν, αὐτὸς δὲ ὥσπερ ἐκ παραδείσου καρπῶν ἀπαρχὴν προσάγων ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ἐν ἀνθρώπου φαινόμενος σχήματι
祂也廢除了死亡的權勢,把聖靈安放在我們裡面,作為將來盼望的憑據、以及所盼望美善之事的保證;祂自己則顯現為人的樣式,彷彿是樂園果實中的初熟之果,為我們獻上自己給父。
he also destroyed the dominion of death, placing within us the Holy Spirit as a pledge of the hope to come and a guarantee of the good things awaited, while he himself, appearing in the form of man, offered himself for us to the Father as, so to speak, a firstfruit of paradise's fruits.
1:606
Ἐπεδήμησε γὰρ, ἵνα καὶ τὸν ἄνθρωπον οὐρανοῦ πολίτην ἐργάσηται, καὶ τοῖς ἐκεῖσε συνάψῃ χοροῖς
因為祂降臨居住,是要使人也成為天上的國民,並與那裡的詩班聯合。
For he came to dwell among us, that he might make man a citizen of heaven, and join him to the choirs there.
1:607
Ἐφ' ἅπασι τούτοις, ἀγαπητοὶ, κἂν Ἰουδαῖοι μὴ βούλωνται, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς μεγάλα μὲν ποιεῖσθαι τὰ εὐχα ριστήρια, προσάγειν δὲ τῷ τετιμηκότι Θεῷ, καὶ. οὕτως ἡμᾶς ἀγαπήσαντι, καθάπερ τινὰ δικαίαν ἀμοιβὴν, τὴν ἐν ἔργοις σεμνότητα, τὴν φιλαλληλίαν, τὴν φιλοξενίαν, τὴν ἀγάπην, τὴν φιλαδελφίαν, καὶ τὸ μέγιστον ἐν τούτοις τῶν ἁμαρτημάτων φάρμακον, τὸν εἰς τοὺς δεσμίους ἔλεον; Χρὴ γὰρ μεμνῆσθαι τῶν δεδεμένων, ὡς συνδεδεμένους·
因這一切,親愛的弟兄,縱使猶太人不願意,我們豈不更該向這位如此尊榮我們、如此愛我們的神獻上極大的感謝,並將正直的行為、彼此相愛、樂於待客、仁愛、弟兄相愛,以及這一切之中對罪最大的良藥——就是對被囚者的憐憫,作為公義的回報獻給祂嗎?因為我們必須紀念那些被捆綁的人,如同與他們一同被捆綁一般;
In view of all this, beloved, even though the Jews are unwilling, how is it not necessary for us to render great thanksgivings, and to offer to the God who has so honored us and loved us, as a kind of just recompense, uprightness in our deeds, mutual love, hospitality, charity, brotherly love, and -- the greatest remedy for sins among these -- mercy toward those in bonds? For we must remember those who are bound, as though bound together with them;
1:608
τῶν κακουχουμένων, ὡς καὶ αὐτοὺς ὄντας ἐν σώματι
也當紀念那些受苦害的人,如同我們自己也在肉身之中一樣。
and those who are ill-treated, as being ourselves also in the body.
1:609
Τότε δὴ, τότε καθαρῶς ἑορτάσομεν, καὶ τὴν πάντων τῶν ἀγαθῶν μητέρα νηστείαν καθ' ὃν δεῖ τρόπον ἐπιτελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἕκτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός·
到那時,到那時我們才是純正地守節,並且按當守的方式來守齋——齋戒乃是一切美善之事的母親——聖大齋期定於默希爾月二十六日開始;
Then indeed, then shall we truly keep the feast, and shall observe fasting, the mother of all good things, in the manner that is proper -- beginning the holy Forty Days from the twenty-sixth of the month of Mechir;
1:610
τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ νεομηνίας τοῦ Φαρμουθὶ μηνός·
至於得救的逾越節那一週,則從法爾慕提月的新月開始;
and the week of the saving Passover from the new moon of the month of Pharmouthi;
1:611
ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός·
並在隨後破曉的主日、即同月法爾慕提月的初七日,慶祝這節期;
and celebrating the feast on the following dawning Lord's Day, the seventh of the same month of Pharmouthi;
1:612
συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, καὶ μετὰ τῶν ἁγίων τὰς ἐν οὐρανοῖς ἐπαγγελίας πιστεύοντες λήψεσθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, εἰς τοὺς αἰῶνας
接著再連上聖五旬節的七個七週,並相信我們必要與眾聖徒一同在天上領受應許,在我們的主基督耶穌裡,直到永永遠遠。
then joining to it in turn the seven weeks of the holy Pentecost, and believing that together with the saints we shall receive the promises in the heavens, in Christ Jesus our Lord, unto the ages.
1:613
Καιρὸν παντὶ πράγματι, φησὶν ἡ θεία Γραφή·
聖經說:「萬事都有定期」;
"A time for every matter," says the divine Scripture;
1:614
καί μοι δοκεῖ κάλλιστα διεσκέφθαι τῶν πραγμάτων τὴν φύσιν
在我看來,這話對萬事的本質已作出了最精闢的省察。
and it seems to me that this saying has most excellently considered the nature of things.
1:615
Οὐδὲν γὰρ αὐτὴν οὕτως οἶδε λυπεῖν, ὡς τὸ καιροῦ διαμαρτάνειν τοῦ δέοντος
因為沒有什麼比錯失所當守的時機,更叫萬物本性感到痛苦的了。
For nothing is known to grieve nature so much as missing the time proper to what is needed.
1:616
Οὐκοῦν ἐπειδή περ ὅτι δὴ φαῦλον τοῦτό ἐστιν, ἀντερεῖ μὲν οὐδεὶς, συνθήσεται δὲ πάντως ὅ γε νοῦν ἔχων, ἀνάγκη τὸ ἐναντίον τῆς ἀμείνονος δόξης ἀξιοῦν, καιρὸν δή φημι τὸν ἐφ' ἅπασιν ἐπιτήδειον, καὶ τὸν ἑκάστῳ πράγμα τι πρέποντα
既然沒有人會反駁這是一件壞事,凡有理性的人也必定會同意,那就必須看重與之相反、更值得稱許的那一面——我是指那對萬事都合宜的時機,以及對每件事都恰當的時機。
Since, then, no one will dispute that this is a bad thing, and anyone who has sense will altogether agree, it is necessary to hold in esteem the opposite, which is of better repute -- I mean, the time that is fitting for all things, and that which is proper to each particular matter.
1:617
Ἑορτῆς τοιγαροῦν καιρὸς ὁ παρὼν, καὶ τὸ πείθεσθαι πάλιν ἐπάναγκες τῇ θείᾳ Γραφῇ·
所以,眼前正是節期的時候,我們也必須再次順從聖經:
The present time, then, is a time of feast, and it is once more necessary to obey the divine Scripture:
1:618
Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι·
「當在月朔吹角,」
"Blow the trumpet at the new moon,"
1:619
ἐν εὐσήμῳ ἡμέ ρᾳ ἑορτῆς ὑμῶν. Εἶτα ποῖος καιρὸς ἀναλάμψει ἡμῖν τοῦ παρόντος ἐπισημότερος; Τί δὲ οὕτω περι φανὲς, ὡς ἡ πανεύφημος ἡμῶν ἑορτὴ, Νεομηνίαν ὄντως ἀληθῆ, τὸν νέον ἡμῖν αἰῶνα τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἀναδεικνύουσα·
「在你們節期的定日。」還有什麼時候會比眼前這時刻更加顯耀呢?還有什麼比我們這普受讚頌的節期更為輝煌呢?它向我們顯明了真正的新月,就是救主降臨所帶來給我們的新紀元;
"on the appointed day of your feast." What time, then, could shine forth for us more notable than the present? What is so illustrious as our all-glorious feast, which reveals a truly new moon indeed, showing forth the new age brought to us by the coming of our Savior;
1:620
Ἐν ᾧ πάντα γέγονε και νὰ, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ὡς ὁ Παῦλός φησι, Βοάτω τοιγαροῦν τῆς Ἐκκλησίας ἡ σάλπιγξ, καὶ χαίρουσα πάλιν τὸ ἐτήσιον ἡμῖν ἀναπνείτω κήρυγ μα
在這新紀元裡,萬物都變成新的了,舊事已經過去,正如保羅所說。所以,願教會的號角高聲吹響,願它再次歡欣地向我們發出這年年的宣告。
in which all things have become new, and the old things have passed away, as Paul says. Let the trumpet of the Church, then, sound aloud, and let it breathe forth again for us, rejoicing, its yearly proclamation.
1:621
Ἆρ' οὖν ἐκείνας τὰς ἐν τοῖς στρατοπέδοις ἀπο μιμήσεται; Σημαίνει δὲ ἡμῖν, ὡς ἤδη μὲν πάρεστι τῶν πολεμίων τὰ στίφη, ἀπειλὴ δὲ μάχης, καὶ θανά του φόβος περιαγγέλλεται; χρὴ δὲ ὡς τάχιστα τοῦ πολέμου τὰ σκεύη τοῖς ἐπιοῦσιν ἀνταίρειν, Οὐδα μῶς
難道這號角會仿效軍營中的號聲嗎?它是否在向我們宣告:敵軍隊伍已經逼近,戰爭的威脅與死亡的恐懼四處傳揚,我們必須盡快拿起兵器迎戰來犯之敵呢?絕非如此。
Will it, then, imitate those trumpets sounded in the camps? Does it signal to us that the enemy's ranks are already at hand, that the threat of battle and the fear of death is being proclaimed all around, and that we must as quickly as possible raise the weapons of war against those advancing upon us? By no means.
1:622
Ἑτέραν οἶδα τῆς ἐμῆς σάλπιγγος τὴν φωνήν
我知道我這號角所發的聲音是另一種聲音。
I know that my trumpet has a different sound.
1:623
Βοήσει δὲ τῶν τοιούτων οὐδέν·
它將絲毫不宣告這類事情;
It will proclaim none of these things;
1:624
ἀλλ' ἐπινίκιον μέλος, καὶ τοῖς ἀκούουσι θυμηρέστατον
反倒是一首凱旋的歌曲,對聽者而言最為歡愉悅耳。
but rather a song of victory, most delightful to those who hear it.
1:625
Νενίκηται θάνατος ὁ τὸ νικᾶσθαι παραιτούμενος·
那拒絕被制伏的死亡,如今已被制伏;
Death, who refused to be conquered, has been conquered;
1:626
λέλυται θάνατος, πάθος ἀήττητον
死亡——那不可戰勝的災殃——已被廢除。
death, that unconquerable affliction, has been dissolved.
1:627
Ἅδης δὲ ὁ πᾶσαν ἀπληστίαν νοσῶν, καὶ κόρον ἐπὶ τοῖς τεθνεῶσιν οὐδένα δεξάμενος, ἐδιδάχθη καὶ ἄκων, ὃ μὴ μαθεῖν νῷ [ ἴσ
至於陰間——牠害了全然貪得無厭之病,對死者從未感到滿足——如今卻不情願地被教導了牠心中原不肯領受的事,
But Hades, diseased with utter insatiability, and having admitted no satiety at all in regard to the dead, was taught, even unwillingly, what it had not consented to learn in mind
1:628
τῷ, ἢ, τὸ] πρότερον ἠνέσχετο
亦即牠先前所不能容忍接受的事。
before -- that which it had not previously endured to accept.
1:629
Οὐ γὰρ ὅπως τῶν ἔτι πιπτόντων ἔσται κάτοχος φιλο νεικεῖ, ἀλλ' ἤδη καὶ τοὺς ἁλόντας ἀπήμεσε, τῇ τοῦ Σωτῆρος ἡμῶν ἰσχύϊ καλὴν ὑπομείνας τὴν ἐρημίαν·
因為牠不再爭著要繼續掌管那些仍在死亡中跌落的人,反倒已經把牠所擄獲的人都吐了出來,在我們救主的大能面前,忍受了這美好的荒涼;
For it no longer strives to remain master over those who continue to fall into it; rather, it has already vomited forth even those it had once seized, submitting to a fair desolation by the power of our Savior;
1:630
Ἐπεδήμησε γὰρ λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε·
因為祂降臨,對那些被捆綁的人說:「你們出來吧。」
For he came and said to those in bonds, "Come out."
1:631
καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε· καὶ κηρύξας τοῖς ἐν ᾅδῃ πνεύμασιν, ἀπειθήσασί ποτε, ἀναβέβηκε νικηφόρος·
並向那些在黑暗中的人說:『你們要顯露出來』;他向那些曾經悖逆、在陰間的靈魂傳講之後,便得勝升天了。
and to those in darkness, 'Be uncovered'; and having preached to the spirits in Hades, who once were disobedient, he has ascended victorious,
1:632
ἀπαρχὴν ὥσπερ τινὰ τῆς ἐλπίδος ἡμῶν τὸν οἰκεῖον ἀναστήσας ναὸν, καὶ ὁδοποιήσας μὲν τῇ φύσει τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἕτερα δὲ πρὸς τού τοις ἡμᾶς ἐργασάμενος ἀγαθά
他使自己的聖殿復活,作為我們盼望的初熟果子;又為本性開闢了從死裡復生的道路,此外還為我們成就了許多美善之事。
having raised his own temple as a kind of firstfruits of our hope, and having opened up for nature the way of revival from the dead, and having in addition to these things wrought other good things for us.
1:633
Ἐν τούτοις ἡμῖν, ἀγαπητοὶ, τὰ λαμπρὰ τῆς ἑορτῆς συνθήματα·
親愛的諸位,這些便是這節期給我們的光輝標記;
In these things, beloved, are for us the bright watchwords of the feast;
1:634
ἐπὶ τούτοις οἶμαι δεῖν ἀνασκιρ τῶντας εἰπεῖν·
我認為,我們應當因這些事而歡欣雀躍,並且說:
upon these things, I think, we ought to leap for joy and say:
1:635
Τοιγάρτοι καὶ παν δήμους, ὅτε δὴ πόλεις ἄγουσιν ἑορτὰς, λαμπροῖς μὲν ἄν τις ἴδοι τοὺς ἐν αὐταῖς κατηγλαϊσμένους ἄν θεσιν, ἐπὶ λαμπροτέραν δὲ προθύμως ἰόντας τράπε ζαν, καὶ ταῖς περὶ γαστέρα ζημίαις ἐντρυφῶντας μᾶλλον ἤπερ ἀλγυνομένους
因此,每逢城邦舉行慶典,人們便可見全城百姓身披光鮮花飾,急切地奔赴更豐盛的筵席,並且因口腹之耗而樂在其中,勝於因此感到痛苦。
Therefore also whole populaces, whenever cities keep festivals, one might see those in them adorned with bright flowers, eagerly going to a more splendid table, and taking delight in the losses incurred for the belly's sake rather than being pained by them.
1:636
Ἡμῖν δὲ, οὐ διὰ τούτων τὰ τῆς πανηγύρεως ἔρχεται, οὐδὲ τοῖς δημοτελέσιν ἀποκεχρῆσθαι νόμοις, φίλιόν τε καὶ περισπούδαστον
然而對我們而言,這慶典的意義並非藉此而來,也不以沿用眾人通行的世俗慣例為可親、為熱切追求之事。
But for us, the things of the festal assembly do not come about by these means, nor is it something dear and greatly desired for us to have made use of the customs performed for the populace.
1:637
Ἀλλ' ἄμφιον μὲν τὸ πάντων καθαρώτατον, ὁ Χρι στός·
反之,我們的衣裳乃是萬物中最純潔的——基督;
But our garment is the purest of all things, Christ;
1:638
Καὶ τράπεζα δὲ οὐ πολυτελείαις ὄψων καταβαρουμένη, καὶ ἄσωτον ὠδίνουσα τὴν φιλοτιμίαν, ἀλλ' ἐκείνη μᾶλλον προσφιλὴς, πρὸς ἣν ἡμᾶς ἡ σοφία βοῶσα καλεῖ·
我們的筵席,也不是因珍饈美味而沉重不堪、孕育出奢靡揮霍之心的筵席,而是那更為可愛的筵席,智慧呼喚我們前來赴宴,喊叫著說:
and our table is not one weighed down with the costliness of dainties and laboring in travail with prodigal extravagance, but rather that beloved table to which Wisdom calls us, crying aloud:
1:639
Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Τὸ μὲν γὰρ τοῖς κατὰ γῆν αἰδέσμασι τὴν γαστέρα πληροῦν, καὶ τοῦτο μὴ ταῖς τῆς φύσεως ἀνάγκαις εἴκοντας, μηδὲ ταῖς ἀπαραιτήτοις τοῦ σώματος χρείαις ἡττωμένους, τοσοῦτον ὅσον ἔχει καλῶς, εἰς ἡδονὴν δὲ μᾶλλον ἐκκεχυμένους καὶ βλέποντας, οὐ δὲν ἕτερόν ἐστι ζηλοῦν, ἢ τῶν ἀλόγων θηρίων τὴν. φύσιν, ἃ καὶ μόνῳ τῷ πλήθει τῆς τροφῆς ἐπαγγέλ λονται, χαίρειν δὲ τότε μειζόνως, ὅταν λυπήσῃ καὶ κόρον, ἀπλήστοις ἐπιθυμίαις, πολὺ τὸ ἀρκοῦν ἀναβαίνοντα
『你們來,吃我的餅,喝我為你們調配的酒。』因為單以地上的食物填滿肚腹——只要不僅是順應本性的必需、屈服於身體不可推卻的需要(那樣做本是好的,只要適可而止)——倘若反倒縱情於逸樂、一味貪求享受,這便無異於效法無理性野獸的本性;牠們唯以食物之豐盛為誇耀,並且以貪得無饜的慾望遠遠超過所需之量,甚至使飽足本身也變成一種苦楚時,才更加歡喜。
'Come, eat my bread, and drink the wine which I have mixed for you.' For to fill the belly with earthly foods — provided one does not merely yield to the necessities of nature, nor is overcome by the body's unavoidable needs, only so much as is good — but rather to be poured out toward pleasure and to look to it, this is nothing else than to emulate the nature of irrational beasts, which make their boast in the mere abundance of food alone, and rejoice all the more precisely when, with insatiable desires, they far exceed what suffices, until satiety itself becomes a grief.
1:640
Τὸ δὲ, θείων μὲν μαθημάτων ἐρᾷν, πανδαισίαν δὲ ἡγεῖσθαι λαμπρὰν τῆς σοφίας τοὺς λόγους, ἀξιολογώτατόν τι χρῆμα, καὶ ἀξιάγαστον, παστισοῦν τῶν εὖ φρονούντων ἐρεῖ, πρέπον δὲ ὄντως ἀνθρώπῳ λογικῷ, καὶ κατ' εἰκόνα πεποιημένῳ τοῦ κτίσαντος
至於愛慕神聖的教訓、視智慧的言語為一場豐盛的筵席,凡明智之人都會說這是一件極其可貴、令人讚嘆的事,並且確實是理性的人——按照造物主的形像所造的人——所當有的表現。
But to love divine teachings, and to consider the words of wisdom a splendid banquet — this every right-minded person will call a most worthy and admirable thing, and truly fitting for a rational human being made according to the image of his Creator.
1:641
Ἀλλὰ γὰρ αἰσθάνομαι τῇ σιωπῇ παρα δοὺς, ὃ καὶ μάλιστά ἐστι τοῖς ἑορτάζουσι φίλον
然而我察覺,我竟把那對守節之人而言最為可親之事,交付於沉默之中了:
But I perceive that I have consigned to silence that which is most especially dear to those who keep festival:
1:642
ὅλον δὲ λύχνοις τὸ δωμάτιον καταστέψαντες, ταῖς ἐντεῦθεν μαρμα ρυγαῖς τὴν ἀπὸ τοῦ σκότου κατήφειαν ἐξελαύνουσιν
他們將整個屋子以燈火環繞、裝點如冠冕,藉此發出的光輝驅散黑暗所帶來的陰霾。
having crowned the whole chamber with lamps, they drive away by the resulting radiance the gloom that comes from darkness.
1:643
Ἡμῖν δὲ πάλιν οὐ χειροποίητον, ἵν' οὕτως εἴπωμεν, φῶς, οὐδὲ λύχνα μετρίῳ γελῶντα πυρὶ διώκει τὸν σκότον, ἀλλ' αὐτὸς ὁ λέγων Χριστός·
然而對我們而言,驅散黑暗的,並非可以說是人手所造的光,也不是那閃爍著微弱火焰的燈盞,而是那親口說話的基督自己:
But for us again, it is not a hand-made light, so to speak, nor lamps smiling with a modest flame, that drives away the darkness, but Christ himself, who says:
1:644
Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὅπερ ἥξειν ὡς ἡμᾶς καὶ ὁ μακά ριος Ἡσαΐας κατεπηγγέλλετο, βοῶν·
『我是世界的光。』這正是有福的以賽亞所預先宣告、將要臨到我們的事,他喊叫說:
'I am the light of the world.' This very thing the blessed Isaiah also foretold would come to us, crying aloud:
1:645
Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς. Ἐπ- εφοίτησε γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡ χάρις, φωτὸς μὲν νόμῳ τὸ σύμπαν περιαστράπτουσα·
『發光罷,發光罷,耶路撒冷啊,因為你的光已經來到。』因為救主的恩典已經臨到我們,如光一般照耀四周、遍及全宇宙;
'Be enlightened, be enlightened, O Jerusalem, for your light has come.' For the grace of the Savior has come upon us, flashing round about the whole universe after the manner of light,
1:646
τὸ δὲ στυγνὸν τῆς ἀμαθίας λύουσα νέφος·
並且驅散了那愚昧無知的陰沉雲霧;
and dissolving the gloomy cloud of ignorance,
1:647
ὅπερ ἡμῖν ὀρόφου δίκην ὑπερτανύσας ὁ διάβολος, πᾶσαν, ἵν' οὕτως εἴπω, τὴν ὑφ' ἡλίῳ κεχείρωτο·
這雲霧乃魔鬼如屋頂一般張開籠罩在我們之上,藉此可以說征服了日光之下的一切;
which the devil, having stretched over us like a roof, had thereby subdued, so to speak, all that lies beneath the sun,
1:648
ἐπιτρέπων μὲν οὐδενὶ καθαρὸν τῆς καρδίας ἀνατεῖναι τὸ ὄμμα, ἀπὸ δὲ τῆς ἐν τοῖς ποιήμασι καλλονῆς, ἀναλόγως τοῦ δημιουργήσαντος ἐκμετρεῖσθαι τὴν δύναμιν·
不容許任何人以純潔的心眼仰望,也不容人從受造之物的美麗中,依比例推知創造者的大能;
permitting no one to lift up the eye of a pure heart, nor from the beauty present in created things to measure out proportionately the power of him who made them;
1:649
ἦν γὰρ ἐντεῦθεν ὄνησιν εὑρέσθαι τοὺς πλανωμένους οὐ μικράν
因為那些迷失的人,本可藉此獲得不小的益處。
for from this the erring ones might have found no small benefit.
1:650
Ἵνα δὲ μή τι κερδάναντες τῶν, ὅσα πρὸς σωτηρίαν συντελοῦντα φαίνεται, εἰς τὴν τῇ φύσει χρεωστουμένην ἐλευθε ρίαν ἀνανήψωσιν, ἐτύφλωσεν αὐτῶν τὰ νοήματα, καθάπερ ὁ Παῦλός φησιν, εἰς τὸ μὴ αὐγάσαι τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ
而為了使他們不能藉著任何有助於救恩之事有所獲益,進而清醒過來、恢復本性所應得的自由,他便蒙蔽了他們的心思,正如保羅所說:『叫他們看不見基督榮耀福音的光。』
But so that they might not, having gained anything of what appears to contribute toward salvation, recover their senses into the freedom owed to their nature, he blinded their minds, just as Paul says, 'so that the light of the glory of the gospel of Christ should not shine forth.'
1:651
Ἀλλ' ἐσφάλη τῆς ἐλπίδος ὁ δείλαιος
然而,那可悲的傢伙終究是希望落空了。
But the wretch was disappointed of his hope.
1:652
Μείζων γὰρ ἦν ὁ πρὸς σωτηρίαν καλῶν
因為那呼召人歸向救恩者,力量更為強大。
For he who was calling toward salvation was greater.
1:653
Ἡ μὲν οὖν πολλὴ τῶν ἐθνῶν ἀνεσώθη πλη θὺς, καὶ ὀψὲ μὲν, ὅμως δ' οὖν ἐπέγνω τὸν κτίσαντα
於是外邦眾多的百姓便得了拯救,雖然為時已晚,卻終究認識了那創造他們的主。
So then the great multitude of the nations was saved, and though late, yet nevertheless it came to know its Creator.
1:654
Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ' ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν, ᾐσχύν θησαν πτωχοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν
『你們怎能說:我們有智慧,耶和華的律法在我們這裡?看哪,文士虛謊的筆舞弄虛空;貧窮人蒙羞,他們驚惶,也被擄去。』
'How can you say, We are wise, and the law of the Lord is with us? In vain has the lying pen of the scribes been made; the poor were put to shame, they were dismayed and taken captive.'
1:655
Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κυρίου ἀπεδοκί μασαν. Ἀπεδοκίμασαν γὰρ ὄντως τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἀλλὰ γέγονεν εἰς κεφαλὴν γωνίας,. κἂν ἐκεῖνοι μὴ βούλοιντο
『他們既棄絕了耶和華的話,其中還有甚麼智慧呢?』他們確實棄絕了神的獨生子——聖言,但他卻已成了房角的頭塊石頭,縱使他們並不願意如此。
'What wisdom is in them, since they have rejected the word of the Lord?' For indeed they truly rejected the only-begotten Word of God; but he has become the head of the corner, even though they should not wish it.
1:656
Οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί. Εἶτα πῶς οὐκ ἀληθὲς παντί τῳ φανεῖται τὸ ὑπὲρ αὐτῶν εἰρημένον; Πῶς δὲ οὐκ ἀσύνετοι καὶ παράφρονες, οἳ, παρὸν μὲν αὐτοῖς ἐκ προ φητικῶν ἀναγνωσμάτων τὸ τῆς εὐσεβείας ἐκπαιδευ θῆναι μυστήριον, ἐξὸν δὲ ὁμοίως διὰ τῶν Μωσαϊκῶν συγγραμμάτων περὶ αὐτοῦ σοφίζεσθαι διαρκῶς, τοσοῦτον τῆς ἑαυτῶν σωτηρίας κατεῤῥᾳθυμηκότες ἁλίσκονται, ὡς μηδὲ ταῖς τῶν ἐθνῶν εἰς τοῦτο παρισοῦ σθαι σπουδαῖς; Καὶ γοῦν φησί που τοιοῦτόν τι πρὸς αὐτοὺς ὁ Θεός·
『這些兒女是愚昧的,是無知的。』既是如此,這話豈不是人人都會看出是真確的嗎?他們本可藉先知的誦讀而受教敬虔的奧祕,也同樣可以藉摩西的著作不斷從中得著智慧,卻竟對自己的救恩如此怠惰疏忽,甚至比不上外邦人在這方面的熱切,這樣的人怎能不說是無知而失心呢?神確實在某處這樣對他們說:
'The sons are senseless, and without understanding.' Then how will what has been said concerning them not appear true to everyone? And how are they not without understanding and out of their minds, who, though it was possible for them to be instructed in the mystery of piety from the prophetic readings, and though it was equally possible for them to be made wise about it continually through the Mosaic writings, are found to have grown so negligent of their own salvation that they do not even match the zeal of the nations in this regard? And indeed God says somewhere something of this sort to them:
1:657
Καθέστηκα ἐφ' ὑμᾶς σκοποὺς, καὶ εἶπα·
『我已在你們中間立了守望者,並且說:』
'I have set watchmen over you, and I said:'
1:658
Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀπὸ τροφῆς αὐτῶν, ὅτι τὸν νόμον μου οὐ προσέσχον, καὶ τὸν λόγον μου ἀπώσαντο. Ἀπ ώσαντο γὰρ ὄντως τὸν τοῦ Θεοῦ λόγον, οὔτε ὅτι προσ ήκει τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασι κατ ακολουθεῖν ἐγνωκότες, οὔτε μὴν τοῖς παλαιοτέροις βιβλίοις προσέχειν τὸν νοῦν οἰόμενοι δεῖν
『地啊,你要聽,看哪,我必使災禍臨到這百姓身上,就是他們自己所結的果子,因為他們不聽從我的律法,棄絕了我的話。』他們確實棄絕了神的話,既不承認當跟從聖使徒的宣講,也不以為必須留心那更古老的書卷。
'Hear, O earth: behold, I am bringing evils upon this people, the fruit of their own fare, because they did not heed my law, and they rejected my word.' For indeed they truly rejected the word of God, neither recognizing that it was fitting to follow the preachings of the holy apostles, nor thinking it necessary to give heed to the more ancient books either.
1:659
Χρῆν γὰρ δήπουθεν, εἴπερ ἦν ὄντως αὐτοῖς τὸ ὠφελεῖσθαι περισπούδαστον, μὴ τῷ τῆς νομομαθείας ὀνόματι πρὸς ἀλαζονείαν ἀναφυσώμενον, ἐπιτρέπειν ἐξαπα τᾶσθαι τὸν νοῦν·
因為,若他們真的殷切關心自己得益處,理當不容自己因『通曉律法』的虛名而傲然自恃,以致心思受了欺騙;
For surely it was necessary, if being profited was truly a matter of earnest concern to them, not to allow their mind to be deceived, being puffed up toward arrogance by the mere name of learning in the law;
1:660
αἰδοῖ τε τοῦ μὴ δοκεῖν τῆς ἀκρι βείας ἀπολιμπάνεσθαι, τὴν ἐπ' αὐτῇ καρποῦσθαι ζημίαν, ἐξετάζειν δὲ μᾶλλον τὰ περὶ τοῦ Σωτῆρος διὰ τῶν ἁγίων λαλούμενα, ἢ καὶ ἄλλων ὡς ἐν σχή ματι καὶ τύποις ἀναπλαττόμενα
也不當因羞於顯得在律法精確上有所欠缺,而招致因此而生的損害;反倒應當更留心考究聖徒們論及救主所說的話,以及其他人以形象與預表所描繪的事。
nor, out of shame at seeming to fall short of exactness, to reap the loss that comes from it, but rather to examine the things spoken concerning the Savior through the holy ones, or the things fashioned by others as in figure and types.
1:661
Πολλὰς γὰρ ἄν τις ἴδοι πραγμάτων εἰκόνας, ἐν τοῖς λογίοις τοῦ Πνεύ ματος, ἐναργεστάτην ἐχούσας τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὴν γραφήν
因為在聖靈的話語中,人可以看見許多事物的形象,其中含有極其鮮明的描繪,預示著我們救主的降臨。
For one might see many images of things in the oracles of the Spirit that bear a most vivid depiction of the coming of our Savior.
1:662
Ἀλλ' ἤδη μοι κατὰ νοῦν ποι κίλοι μὲν θεωρημάτων ἀνίσχουσι τρόποι, ἀνακινου μένῳ δὲ εἰς μνήμην τῆς ἁγίας Γραφῆς μυρίος μὲν νοημάτων ἐσμὸς εἰσοικίζεται
然而,此刻我心中已浮現出各種思辨的途徑;當我喚起對聖經的記憶時,無數的思念便如蜂群一般湧入我心。
But already there arise in my mind various modes of contemplation, and as I stir up the memory of holy Scripture, a myriad swarm of thoughts takes up residence within me.
1:663
Χρῆναι δὲ ὅμως ἡγοῦ μαι τοῦ λόγου τὴν ἀρχὴν ἀπὸ τῶν παλαιοτέρων ποιεῖσθαι πραγμάτων
儘管如此,我認為應當從較為古老的事情開始這篇講論,
Nevertheless, I think it necessary to make the beginning of my discourse from the more ancient matters,
1:664
Καὶ δι' ὧν ἡμῖν ἔσονται πρὸς τὸ πιστεύειν ἑτοιμότεροι, διὰ τούτων ἤδη χωρεῖν
並且循著那些能使我們更容易生出信心的事,逐步前進。
and to proceed already by means of those things through which our hearers will be made more ready to believe.
1:665
Οὐκοῦν ἐξετάζωμεν, εἰ δοκεῖ, τήν τε δίαιταν αὐτὴν, ὅπως τε καὶ ἐν τίσιν ὑπῆρχεν ὁ μακάριος Ἀβραάμ·
那麼,若蒙允許,讓我們一同考察那生活方式本身,看看有福的亞伯拉罕是如何生活、又處於怎樣的境況之中;
Let us then examine, if it seems good, the manner of life itself, how and amid what circumstances the blessed Abraham lived;
1:666
ἐρευνάσθω δέ μοι πρὸς τούτοις καὶ ἡ τριπόθητος τοῦ Ἰσαὰκ γένεσίς τε καὶ σπορά
此外,也讓我一併探究以撒那令人再三渴望的誕生與孕育。
and let there also be searched out by me, in addition to these things, the thrice-longed-for birth and conception of Isaac.
1:667
Ὄψει γὰρ ἐν τούτοις, Ἰουδαῖε, καὶ εἰς αὐτὴν, ἵν' οὕτως εἴπω, τοῦ γένους τὴν ῥίζαν, τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν καθά περ διὰ χαλκοῦ καλῶς τε καὶ ἐντέχνως ἀναπεπλασμέ νον μυστήριον
猶太人啊,你將在這些事上看見,那關於我們救主的奧祕,彷彿以青銅精美而巧妙地鑄造出來一般,竟已顯現在——可以這麼說——這一族類的根源之處。
For you will see in these things, O Jew, the mystery concerning our Savior fashioned, as it were, in bronze — beautifully and skillfully — even, so to speak, at the very root of the race.
1:668
Ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν παρακρούε σθαι πιθανῶς, λέγειν ἔχοντα τῶν ἐξ ἀληθείας οὐδὲν, αὐτήν σοι παραθήσω τὴν διὰ Μωσέως ἐξήγησιν, καὶ τὴν ἱστορίαν ἀναπτύξω σαφῶς·
然而,為了不讓人以為我只是巧言矇騙、實則毫無真憑實據,我將把摩西所記載的說明親自陳明於你面前,並清楚地展開這段記事;
But so that I may not seem to be plausibly deceiving you, having nothing of the truth to say, I will set before you the very exposition given through Moses, and I will unfold the narrative clearly;
1:669
νοήσεις γὰρ οὕτω παρ' ἡμῶν προχειρότερον
因為如此一來,你便能更輕易地從我們這裡明白其中的道理。
for thus you will more readily understand from us.
1:670
Οὐκοῦν συνέζευκτο μὲν κατὰ νόμον τῷ τοῦ γένους προπάτορι Σάῤῥα
那麼,撒拉是按照律法,與這一族類的先祖結為夫妻。
Sarah, then, was joined in marriage according to the law to the forefather of the race.
1:671
Ἦν αὐτῷ καὶ παιδίσκη, φημὶ δὲ τὴν Αἰγυπτίαν, Ἄγαρ ὄνομα αὐτῇ
他還有一個婢女,我是指那埃及女子,名叫夏甲。
He also had a maidservant — I mean the Egyptian woman, Hagar by name.
1:672
Ἀλλ' ἡ μὲν ἐλευθέρα ἐξ ἐλευθέρων, τόκου καὶ ὠδίνων ἀπεί ρατος ἦν·
然而,那位自由的婦人,出身於自由人家,卻未曾經歷過生產與分娩之苦;
But the free woman, of free parents, was without experience of childbirth and birth-pangs;
1:673
καρπὸν δὲ οὐδένα τῆς οἰκείας ὁρῶσα γα στρὸς, εἶτα πρὸς φιλοπαιδίαν τῷ δριμυτάτῳ τῆς φύσεως πόθῳ ἐξελκομένη, βαρεῖα μὲν σφόδρα τῇ δυσ θυμίᾳ κατεφορτίζετο
她見自己腹中毫無果實,卻又被本性中那極為強烈的愛子之情所牽引,因而深深被憂鬱壓得沉重不堪。
and seeing no fruit of her own womb, and then being drawn by nature's most piercing longing toward love of children, she was weighed down exceedingly heavily with despondency.
1:674
Τὸ δὲ δὴ μάλιστα καὶ συναλ γεῖν ἀναπεῖθον, ἐκεῖνο ὑπῆρχεν
而其中最能令人感同身受、心生憐憫的,正是以下這一點:
And that which most of all persuaded one to share in her suffering was this:
1:675
Ἦν μὲν γὰρ εἰς ἐτῶν ἀριθμὸν Ἀβραὰμ ἀναβεβηκὼς ὀγδοήκοντα·
原來亞伯拉罕的年歲已經達到八十歲;
For Abraham had already advanced to the number of eighty years;
1:676
ἐν ᾧπερ ἦν εἰκὸς ἀπεψύχθαι λοιπὸν ἐν αὐτῷ καὶ τὸ θερμὸν τῆς φύσεως πρὸς παιδοποιΐας κίνημα
在這樣的年紀,本性中那趨向生育的熾熱衝動,理當已在他身上逐漸冷卻。
at which age it was reasonable that the warm impulse of nature toward begetting children had by now grown cold in him.
1:677
Αὐτὴ δὲ ἡ τέκνων ἐρημίαν ὀδυρομένη, καὶ ἐπὶ τῇ τῆς γαστρὸς ἀκαρπίᾳ πολὺ λίαν ἀνοιμώζουσα, εἰς αὐτὸ βεβήκει τὸ τῆς ἡλικίας ἀκρότατον
而她自己,一面哀嘆膝下無子,一面因腹中的不孕而痛哭不已,卻已步入了年歲的極限。
And she, bewailing her lack of children, and wailing exceedingly greatly over the barrenness of her womb, had come to the very extremity of her age.
1:678
Σοφιζομένη τοιγαροῦν τῆς φιλοπαιδίας τοὺς πόθους, καὶ τὸ ἐπ' αὐτῆς τῆς φύσεως ἀπαμβλύνουσαν κέντρον, παρεκάλει τὸν ὁμό ζυγα, τοῖς τῆς παιδίσκης ὁμιλήσαντα γάμοις, ἐπειδὴ γνησίων οὐκ ἠξίωτο τέκνων, κἂν γοῦν νόθου ὁρᾶσθαι πατέρα
於是她精心設法,要緩解那愛子之心與根植於本性之中的刺痛,便勸丈夫依照婚姻之禮與婢女同房——因為自己未能蒙福得著親生的兒女,至少也讓丈夫能被視為一個庶出孩子的父親。
Devising, then, a way to blunt the longings for children and the sting rooted in nature itself, she urged her husband — since she had not been deemed worthy of legitimate children — to have relations with her maidservant in the manner of marriage, so that he might at least be seen as father of an illegitimate child.
1:679
Ἔχει δὲ οὕτω τὰ τῆς θείας Γραφῆς·
神聖經文的記載正是如此:
And thus the words of the divine Scripture read:
1:680
Σάῤῥα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ, ἦν δὲ αὐτῷ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ
『亞伯拉罕的妻子撒拉沒有給他生兒女;他有一個埃及婢女,名叫夏甲。』
'Now Sarah, Abraham's wife, bore him no children; but he had an Egyptian maidservant, whose name was Hagar.'
1:681
Εἶπε δὲ Σάῤῥα πρὸς Ἀβραάμ·
『撒拉對亞伯拉罕說:』
'And Sarah said to Abraham:'
1:682
Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην σου, ἵνα τεκνο ποιήσῃς ἐξ αὐτῆς. Καὶ μή τις οἰέσθω πρὸς φιλ ηδονίαν ὀτρύνεσθαι παραλόγως, ἢ καὶ ἄλλως εἰς ἀκρασίαν παραθήγεσθαι, διὰ τῶν τῆς Σάῤῥας τὸν πατριάρχην ῥημάτων
『看哪,耶和華使我不能生育,你可以與你的婢女同房,好從她得子。』但誰也不可以為,這位族長是因撒拉的這番話,而被不合理地慫恿去貪圖歡愉,或以其他方式被誘向縱慾無度。
'Behold, the Lord has shut me up so that I cannot bear children; go in to your maidservant, that you may have children by her.' And let no one suppose that the patriarch was being unreasonably incited toward the love of pleasure, or otherwise being spurred on to incontinence, by Sarah's words.
1:683
Οὐχ οὗτος ἦν ἐκείνῃ σκοπὸς, πολλοῦ γε καὶ δεῖ
這絕非她的用意,差得遠了。
This was not her intention — far from it.
1:684
Ἀλλὰ τὸ οἰκεῖον, ὡς ἔφην, κατ αιτιωμένη, πρὸς τὸ δύνασθαι τίκτειν ἀνεπιτήδειον, χαλεπὸν ἡγεῖτο καὶ βαρὺ, εἰ μὴ τῇ τοσαύτῃ τοῦ δι καίου κεφαλῇ κἂν γοῦν ἐξ ἑτέρας γένοιτο σπέρμα
而是,正如我所說,她將自己視為無法生育之人來歸咎,並認為,若這樣一位偉大而公義的頭——縱使只是藉著另一個女子——竟連子嗣都無從得著,那將是何等嚴重而沉重的事。
But blaming herself, as I said, as unfit for the ability to bear children, she considered it a grievous and heavy thing if that so great and righteous head should not obtain offspring, even if only from another woman.
1:685
Τοιαύτη μὲν οὖν ἡ Σάῤῥα περὶ τὸν ὁμόζυγα·
撒拉對待丈夫的心意便是如此;
Such, then, was Sarah's disposition toward her husband;
1:686
καὶ δὴ καὶ εἰς πέρας ἤγετο τῷ πατριάρχῃ τὸ βούλευμα·
這計劃終究為這位族長付諸實現;
and indeed the plan was carried through to completion for the patriarch;
1:687
καὶ παῖς αὐτῷ νόθος ἐκ τῆς Αἰγυπτίας ὁ Ἰσμαὴλ ἀπετίκτετο
於是那埃及女子為他生下了一個庶子,就是以實瑪利。
and a son was born to him by the Egyptian woman, an illegitimate son, Ishmael.
1:688
Ἐφ' ᾧ τῆς ἐλευθέρας ἐπλανῶντο μὲν οἱ πόθοι
因此,那自由婦人的心願反倒落了空、徒然徘徊。
At this the free woman's longings went astray.
1:689
Χαίρειν γὰρ ᾤετο δεινῶς, ἐπ' ὠδῖνι γνη σίᾳ, δριμυτέραν δὲ ὅμως τὴν ἐπὶ τῷ μὴ δύνασθαι τε κεῖν ἐκπίνουσα λύπην, μεθύουσα λοιπὸν τῷ πάθει κατάφορος ἦν
她本以為自己會因這場真正的產痛而大大歡喜,但事實上,她卻因自己不能生育之痛而飲下更為苦澀的憂傷,就這樣,如同沉醉於這苦情之中,終日意氣消沉。
For she thought she would rejoice greatly over a legitimate birth-pang, but nevertheless, drinking deep of the more bitter grief over her own inability to bear children, she was, as though drunk with this passion, thereafter downcast.
1:690
αὐτὴν, τῷ συμβεβηκότι λίαν περιστυγνάζουσαν·
……她因所發生的事而深感愁苦不堪;
...her, who was exceedingly gloomy at what had happened;
1:691
τὴν δὲ ἄγο νον πάλαι καὶ ἀπειρότοκον, καὶ τῷ μήκει τοῦ χρό νου τὸ δύνασθαι τίκτειν παρῃρημένην, εὐώδινά τε εὐθὺς, καὶ πρὸς τέκνου γένεσιν ἐπιτηδείαν ἀπέδειξε
而那久已不孕、從未經歷生產、且因年歲久遠而喪失生育能力的她,卻立刻使她能夠順利生產,並使她適於孕育子嗣。
but her who had long been barren and without experience of childbirth, and who through length of time had had her capacity to bear children taken away, he immediately made fit for easy childbirth and suited for the bringing forth of a child.
1:692
Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς
『你的妻子撒萊,她的名字不再叫撒萊,她的名字要叫撒拉。』
'Sarai your wife — her name shall no longer be called Sarai, but Sarah shall be her name.'
1:693
Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό
『我必賜福給她,並要藉著她賜你一個兒子,我也必賜福給他。』
'And I will bless her, and I will give you a child by her, and I will bless him.'
1:694
Καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται
『他必成為多國之祖,列國的君王必從他而出。』
'And he shall become nations, and kings of nations shall come forth from him.'
1:695
Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ ἐγέλασε, καὶ εἶπε τῇ διανοίᾳ λέγων·
『亞伯拉罕就俯伏在地,笑了,心裡說:』
'And Abraham fell upon his face, and laughed, and said in his mind, saying:'
1:696
Εἰ τῷ ἑκατονταέτει ἔσται υἱὸς, καὶ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἀβραάμ·
『難道一百歲的人還能得子嗎?撒拉已九十歲了,還能生育嗎?』神卻對亞伯拉罕說:
'Shall a son be born to a man who is a hundred years old? And shall Sarah, who is ninety years old, bear a child?' And God said to Abraham:
1:697
Ναὶ, ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ. Ἰσαάκ
『是的,看哪,你的妻子撒拉必為你生一個兒子,你要給他起名叫以撒。』
'Yes, behold, Sarah your wife shall bear a son, and you shall call his name Isaac.'
1:698
Καὶ θήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐ τόν. Αὕτη μὲν οὖν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις, ἀληθής
『我要與他堅立我的約,作為永遠的約,也要與他的後裔堅立這約。』這便是神向亞伯拉罕所立的應許,真實不虛。
'And I will establish my covenant with him for an everlasting covenant, and with his seed after him.' This, then, was the promise made to Abraham, a true one.
1:699
Ἐπειδὴ δὲ εἰς πέρας ἤχθη τὸ διηγγελμένον καὶ ἡ στεῖρα τὸ τίκτειν ἐμάνθανεν, ἤδη δὲ ἦν ἐν ὀφθαλμοῖς τὸ παιδάριον, καὶ τῶν πατρῴων οἴκων ὁ κληρονόμος ἐφαίνετο, ὡς περιττὴ λοιπὸν ἡ παιδίσκη τῆς δεσποτικῆς ἑστίας ἀπηλαύνετο, νόθον ἐξ Ἀβραὰμ ἔχουσα τὸν Ἰσμαήλ
當這預先宣告的事得以應驗,那不孕的婦人也學會了生育之事,那孩子已然眼見在前、儼然成為父家的繼承人時,那婢女便顯得多餘,終於被逐出主人的家門——她正是那從亞伯拉罕生下庶子以實瑪利的婢女。
But when what had been announced was brought to fulfillment, and the barren woman learned how to bear children, and the little child was now before their eyes and appeared to be the heir of his father's house, then the maidservant, being now superfluous, was driven away from the household of her master — she who had Ishmael as her illegitimate son by Abraham.
1:700
Φεύγουσαν δὲ αὐτὴν, καὶ ὡς ποῤῥωτάτω τῆς οἰκείας ἤδη γεγενημένην, ἄγγελος ἐξ οὐρανοῦ προσεφώνει, λέγων·
當她逃亡在外,已然遠離家門之際,有一位天使從天上向她呼喚,說:
But as she was fleeing, and had already gotten as far as possible from her home, an angel from heaven called out to her, saying:
1:701
Ἄγαρ, παιδίσκη Σάῤῥας, ποῦ πορεύῃ; Ἡ δὲ πρὸς ταῦτά φησι·
「夏甲,撒拉的婢女啊,你往哪裡去?」她就回答說:
Hagar, maidservant of Sarah, where are you going? And she said in response:
1:702
Ἀπὸπροσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω
「我是從我主母撒拉面前逃跑的。」
I am fleeing from the presence of Sarah my mistress.
1:703
Εἶτα πάλιν ὁ ἄγγελος πρὸς αὐτήν·
隨後天使又對她說:
Then again the angel said to her:
1:704
Ὑποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖ ρας αὐτῆς. Ἡ μὲν οὖν ἱστορία μακροτέρων ἐδεῖτο διηγημάτων, ὅμως δ' οὖν ἐν τούτοις ἡμῖν συμπεπέ ρασται
「你要回到你主母那裡,在她手下受苦。」這段史事本需要更長的敘述,然而如今已在這些話中為我們作了總結。
Return to your mistress, and humble yourself under her hands. Now the narrative required lengthier accounts, yet nevertheless it has been summed up for us in these words.
1:705
Λείπει δὲ λοιπὸν ἐντεῦθεν ἡμᾶς τὴν εἰκόνα τοῦ Σωτῆρος ἡμῶν ἐπιδεικνύειν
此後,我們還要進一步指明其中所顯示的我們救主的預表。
It remains for us henceforth to show forth the image of our Savior in this.
1:706
Αὐτοῦ γὰρ δὴ τού του χάριν καὶ ὁ πλατὺς οὑτοσὶ πρὸς ἡμᾶς διϊππεύθη λόγος
因為正是為了這個緣故,這篇冗長的論述才被帶到我們這裡來。
For it is precisely for this reason that this lengthy discourse has been carried through to us.
1:707
Ὁ μὲν οὖν θεσπέσιος Παῦλος ἐν ὀλίγοις τὰ τῆς ἱστορίας συντεμὼν, καὶ μακρῶν διηγημάτων κατάλογον εἰς ἓν συναγείρας θεώρημα, τὸ τοῦ πράγ ματος ἀκαλλὲς πρὸς χαριεστάτην πραγμάτων μετ εποίησεν εἰκόνα
於是,神聖的保羅將這段史事的細節精簡為寥寥數語,把冗長敘述的要點匯集成一個統一的默觀,把這件事原本樸實無華的樣貌,轉化成事實中最為優美的圖像。
The divinely-inspired Paul, then, condensing the details of the narrative into a few words, and gathering the sum of the lengthy accounts into a single contemplation, transformed the unadorned aspect of the matter into a most graceful image of the realities.
1:708
Ἐπιστέλλει γὰρ οὕτω τισί·
因為他這樣寫信給某些人說:
For thus he writes to certain people:
1:709
Τὸν νόμον οὐ καταγινώσκετε
「你們不聽從律法嗎?」
Do you not heed the law?
1:710
Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας
「因為經上記著:亞伯拉罕有兩個兒子,一個是婢女所生的,一個是自主之婦人所生的。」
For it is written that Abraham had two sons, one by the maidservant, and one by the free woman.
1:711
Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται·
「但那婢女所生的,是按著肉體生的;」
But the one by the maidservant was born according to the flesh;
1:712
ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐξ ἐπαγγελίας
「那自主之婦人所生的,卻是憑著應許生的。」
while the one by the free woman was born through promise.
1:713
Αἵτινες ἔτι ἀλληγορούμεναι
「這都是有寓意的;」
These things are spoken as an allegory;
1:714
Μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ·
「因為這兩個婦人就是兩個約:一個是出於西奈山,生子為奴的,就是夏甲;」
for one is from Mount Sinai, bearing children unto bondage, and this is Hagar;
1:715
τὸ δὲ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ·
「這夏甲就是阿拉伯的西奈山,與現今的耶路撒冷同列;」
and Sinai is a mountain in Arabia, and corresponds to the Jerusalem that now is;
1:716
δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς
「因她和她的兒女都是為奴的。」
for she is in bondage with her children.
1:717
Ἡ δὲ ἄνω Ἱερουσαλὴμ, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ἐγὼ δὲ, ἀγαπητοὶ, καίτοι σφόδρα θαυμάζειν ἔχων, καὶ μάλα εἰκότως, τῆς ἀλληγορίας τὴν δύνα μιν, χρῆναι δεῖν ὑπολαμβάνω, πλατείας οὔσης τῆς θείας Γραφῆς, καὶ ἑτέρας τοῖς ὀρθῶς εἰρημένοις προσευρίσκειν ἐννοίας·
「但那在上的耶路撒冷是自主的,她是我們的母。」至於我,親愛的弟兄啊,雖然我對這寓意的力量甚為驚嘆,且理當如此,但我認為,既然神聖的經文極為廣博,就有必要在這正確的解釋之外,再尋得其他的意涵;
But the Jerusalem above is free, which is our mother. Now I, beloved, although I have every reason—and quite rightly—to marvel exceedingly at the power of this allegory, nevertheless suppose that, since the divine Scripture is vast, it is necessary also to discover further meanings alongside what has been rightly said;
1:718
οὐχ ὡς ἔχων τι κάλλιον εἰπεῖν ( μὴ γὰρ εἰς τοῦτο μανίας γένοιτο πεσεῖν, ὡς οἴεσθαί τι μεῖζον ἢ ἄμεινον δύνασθαι νοεῖν, ὧν ὁ τῆς ἀληθείας κῆρυξ ἐπεσημήνατο), ἐπειδὴ δὲ τὸ γυμνάζεσθαι κωλύον οὐδὲν, φέρε δὴ καὶ φυσικωτέρας τοῖς θεωρήμασιν ἐπεισκυλοῦντες ἐννοίας, καὶ ὥσπερ τισὶ πολυειδέσι χρώμασι τὴν εἰκόνα καταποικίλ λοντες, διὰ τῶν αὐτῶν χαρακτήρων ἐπὶ τὸ ἴσον σχῆ μα τῆς ἀλληγορίας ἐξηλλαγμένως ἐρχώμεθα
這並非因為我有更佳的高見(斷不可陷入這樣的狂妄,以為能想到比真理的宣告者所指明的更大或更美的事),只是既然操練思考並無妨礙,那就讓我們也為這些默想附加上更近於本性的意涵,彷彿用各種色彩點染這幅圖像一般,藉著同樣的特徵,以不同的方式,趨向這寓意同一形態的目的。
not as though I had something finer to say (for may I never fall into such madness as to suppose I could conceive of something greater or better than what the herald of the truth has indicated), but since there is nothing to prevent our being exercised in this, come then, let us also bring in more natural meanings for these contemplations, and, as it were adorning the image with manifold colors, let us proceed by the same features, in a varied way, toward that same form of the allegory.
1:719
διὰ μὲν τοῦ θήλεος. τὸ γόνιμον ὑπεμφαίνουσαν, διὰ δὲ τοῦ γήρως τὴν ἀρχαιότητα
藉著「女性」暗示生育的能力,藉著「年老」暗示古老久遠。
by the female indicating fruitfulness, and by old age, antiquity.
1:720
Ἀρχαιοτάτη γὰρ καὶ γονιμωτάτη τῶν ἀνθρώπων ἡ φύσις, μακρῷ μὲν αἰῶνι συζήσασα·
因為人的本性是最古老、最有生育力的,與漫長的時代共存;
For human nature is most ancient and most fruitful, having lived together with a long age;
1:721
καθάπερ δὲ εἰς ἕνα παστὸν ὑπὸ τόδε συγκεκλεισμέ νη τὸ στερέωμα
卻彷彿被關閉在這穹蒼之下,如同關在同一間新房裡一般。
yet as though shut up as in a single bridal chamber beneath this firmament.
1:722
Αὕτη γὰρ ἡ ἐλευθέρα τῆς ἀνθρω πότητος φύσις, οὕτω γὰρ πεποίηται παρὰ Θεοῦ, τὸ πάντων ἄρχειν κληρώσασα, μονονουχὶ πρὸς χεῖρας ἐλαύνοντι τῷ χρόνῳ συντρέχουσα, καὶ τέκνον οὐκ ἔχουσα γνήσιόν τε καὶ θεόδοτον, ἀλλοτρίοις ὥσπερ καὶ νόθοις παισὶν ἐπηγάλλετο, τοῖς ἐκ τῆς Αἰγυ πτίας φημὶ, τουτέστι, τῆς σκοτιζομένης·
因為這自由的人性——她本是神所造的,蒙分得統管萬有的權柄——幾乎是與奔馳向前的時間並肩同行的;她既沒有合法、由神所賜的兒女,就彷彿以外邦、非婚生的子女為誇耀,我是說那埃及婦人所生的,也就是那被黑暗籠罩之人所生的兒女;
For this free nature of humanity—for so it was made by God, having received by lot the rule over all things—running along, as it were, hand in hand with time as it drove onward, and having no legitimate, God-given child, gloried instead, as it were, in alien and illegitimate children, I mean those of the Egyptian woman, that is, of her who is darkened;
1:723
Αἴγυπτος γὰρ σκοτασμὸς ἑρμηνεύεται
因為「埃及」譯出來就是「黑暗」。
for Egypt is interpreted 'darkness.'
1:724
εἴπωμεν, οἱ πάλαι σοφοὶ, καθάπερ ἐκ λαγόνων τῆς ὠδινούσης αὐτοὺς τίκτοντες πλάνης, καὶ ἦσαν αἰῶ νος υἱοί·
容我這樣說,古時的智者們,彷彿是從那使他們受生之謬誤的胎腹中誕生的,他們是這世代之子;
let us say, the sages of old, begotten, as it were, from the loins of the error that travailed with them, and they were sons of this age;
1:725
οὕτω γὰρ αὐτοὺς καὶ ὁ Σωτὴρ ἀπεκάλει·
因為救主也是這樣稱呼他們的:
for so the Savior also called them:
1:726
νόθοι δὲ ὅμως, καὶ εἰς οἰκετίαν τρεφόμενοι·
然而仍是非婚生的,且是被養育來作奴僕的;
yet illegitimate nonetheless, and reared unto servitude;
1:727
ἐδούλευον γὰρ τοῖς μὴ φύσει θεοῖς
因為他們奴役於那些本非神的假神。
for they were enslaved to gods that are not gods by nature.
1:728
Ἐπειδὴ δὲ γεγηρακότι τῷ χρόνῳ, καὶ εἰς τέλος ἤδη καταθέοντι, δέδοται μὲν ὁ ἐξ ἐπαγγελίας Υἱὸς, ἡ δὲ ἐλευθέρα τῆς ἀνθρωπότη τος φύσις, ἡ τὸ ἐν πολλοῖς ἀργόν τε καὶ ἄχρηστον ἴσον ἔχουσα τῷ μηδενὶ, στεῖρά τε καὶ ἄπαις διὰ τοῦτο κεκλημένη, τὸ εὐγενὲς ἀπεκύησε βρέφος, τὸ ἐκ μυριάδων ἐκλελογισμένον φημί·
但當那已衰老、且已奔向終點的時代,蒙賜下這位憑應許而生的兒子時,人性這自由的本性——她在許多方面既閒散又無用,形同烏有,因此被稱為不育、無子——便誕生了這尊貴的嬰孩,我是說那從萬萬人中蒙揀選出來的那一位;
But when, to time now grown old and already running down to its end, the Son of promise was given, then the free nature of humanity—which in many respects was idle and useless, reckoned as equal to nothing, and for this reason called barren and childless—brought forth the noble infant, the one, I say, chosen out from among myriads;
1:729
ὤφθη δὲ λοιπὸν ὁ κληρονόμος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός·
於是那位承受產業的,我們的主耶穌基督,就此顯現;
and thenceforth appeared the heir, our Lord Jesus Christ;
1:730
ἐκβάλ λεται δὲ ἡ παιδίσκη τοῖς τέκνοις ὁμοῦ
而那婢女便連同她的兒女一起被趕出去。
and the maidservant, together with her children, is cast out.
1:731
Ποῦ γὰρ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ἐμώρανε γὰρ ὁ Θεὸς τὰ σοφὰ τοῦ κόσμου, καθάπερ ὁ Παῦλός φησι
「智慧人在哪裡?文士在哪裡?這世上的辯士在哪裡?神豈不是叫這世上的智慧變成愚拙嗎?」正如保羅所說的。
For where is the wise? Where is the scribe? Where is the debater of this age? For God has made foolish the wisdom of the world, as Paul says.
1:732
Κληρονομεῖ δὲ ὅμως ὁ ἐκ τῆς ἐλευθέρας
然而承受產業的,卻是那自主之婦人所生的兒子。
Yet the one from the free woman inherits.
1:733
Φησί που πρὸς τὸν Υἱὸν ὁ ἐν οὐρα νοῖς Πατήρ·
在天的父曾在某處對聖子說:
The Father in heaven says somewhere to the Son:
1:734
Αἴτησαι γὰρ, φησὶ, παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατά σχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἐκβεβλημένην δὲ τὴν παιδίσκην μετὰ τῶν ἰδίων τέκνων ἀπολέσθαι θεία τις οὐ συγκεχώρηκεν ἀγαθότης
「你求我,我就將列國賜你為業,將地極賜你為產業。」然而,那神聖的美善卻不容那被趕出的婢女,連同她自己的兒女一同滅亡。
'Ask of me,' he says, 'and I will give you the nations for your inheritance, and the ends of the earth for your possession.' But a certain divine goodness did not permit the maidservant, once cast out, to perish along with her own children.
1:735
Ἐπιστρέφει δὲ αὐτὴν, καὶ ὑπὸ τὰς χεῖρας τῆς ἐλευθέρας ταπεινοῦ σθαι κελεύει
反倒使她轉回,並命她在那自主之婦人手下受苦。
Rather, he turns her back, and commands her to be humbled under the hands of the free woman.
1:736
Ἐπίστρεφε γὰρ, φησὶ, πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Ἡ γὰρ ψευδώνυμος τοῦ κόσμου σοφία, ἡ πάλαι τῶν ἐλευθέρων καταγελῶσα γάμων, δουλεύει νῦν τῇ εὐ γενείᾳ τῶν τέκνων τοῦ Θεοῦ, διὰ τῆς τῶν λέξεων ἀρ τιωτάτης συνθήκης, τοῖς θείοις ὑπηρετοῦσα θεωρή μασι
「你要回到你主母那裡,在她手下受苦。」因為這世上那名不副實的智慧,昔日曾嘲笑自主之人的婚姻,如今卻服事於神兒女的尊貴,藉著最恰當的言辭編排,效力於神聖的默觀。
'Return,' he says, 'to your mistress, and humble yourself under her hands.' For the falsely-named wisdom of the world, which formerly mocked the marriages of the free, now serves the nobility of the children of God, ministering to divine contemplations through the most fitting arrangement of words.
1:737
Σημαίνει τοιγαροῦν ἕτερον οὐδὲν τοῦ ἐξ ἐπαγγε λίας Ἰσαὰκ ἡ γέννησις ἢ τὸν ἐπὶ συντελείᾳ τῶν αἰώνων γεννηθέντα Χριστόν
因此,以撒憑應許而生,所預表的無非就是那在諸世代的終結所誕生的基督。
The birth of Isaac according to promise, then, signifies nothing other than Christ, who was born at the consummation of the ages.
1:738
Χαλεπαινέτω δὲ μηδεὶς εἰ μὴ πάντα τῆς ἱστορίας τὰ μέρη εἰς ἀλήθειαν ἐφήρμο σται
但若非史事的每一個細節都能與真理完全吻合,也無人應為此惱怒。
But let no one be vexed if not every part of the narrative has been fitted to the truth.
1:739
Κατὰ γὰρ τῶν ἐνδεχομένων οἱ τῶν ἀλληγοριῶν εἰσβαίνουσι τρόποι
因為寓意解經的方式,只適用於那些可以容納的事項。
For the modes of allegory apply only to what is admissible.
1:740
Ἐπεὶ καὶ προβάτῳ μὲν πολλά κις ὁ δίκαιος παρεικάζεται, διὰ τὴν ἐνοῦσαν τῷ ζώῳ πραότητα·
因為義人常常被比作羊,這是因著這動物本身所具有的溫馴;
Since indeed the righteous man is often likened to a sheep, on account of the gentleness inherent in that animal;
1:741
κερασφορεῖν δὲ αὐτὸν ἢ καὶ ἄλλως χηλαῖς ἐπερείδεσθαι λέγειν, παντελῶς ἀπίθανον
但若說他長角,或用蹄子站立,則完全說不通。
but to say that he bears horns, or otherwise stands upon cloven hooves, would be altogether implausible.
1:742
Χωρητέον δὴ οὖν ἐπὶ τὴν τῶν προκειμένων ἀπόδει ξιν
因此,我們必須進而論證眼前的這些事。
We must, then, proceed to the demonstration of the matters before us.
1:743
Ἀναγκαῖον γὰρ οἶμαι φαίνεσθαι τὸν Χριστὸν ἐν τῇ κατὰ τὸν Ἰσαὰκ γενέσει, καθάπερ διὰ τύπου. μορφούμενον
因為我認為,基督必然彷彿藉著一個預表,在以撒的誕生中被顯示出來。
For I think it necessary that Christ appear as being formed, as it were through a type, in the birth of Isaac.
1:744
Ἵνα δὲ μὴ δοκοίην περιττοῖς τισι καὶ περιέργοις ἀποκεχρῆσθαι λόγοις, καὶ πειρᾶσθαι μὲν πανταχόθεν σοφίζεσθαι τὴν ἀλήθειαν, ῥαψῳδεῖν δὲ ἄλλως καὶ νοημάτων εἰκαίων ἐξιτήλους ἀναπλάττειν εἰκόνας, φέρε δὴ, πάλιν ἡμεῖς καὶ ἀπ' αὐτῆς παρα στήσωμεν τῆς θείας Γραφῆς, ὡς ἀληθῆ μὲν λέγων εἴην ἐγώ
但為了不使我顯得使用了某些多餘、過分雕琢的言辭,彷彿試圖從各方面用詭辯來裝飾真理,只是隨意編織言詞,用空泛的想法捏造出模糊不清的形象,那麼,讓我們再次從神聖的經文本身來證明,我所說的乃是真實的。
But lest I should seem to have made use of certain superfluous and over-elaborate words, and to be attempting to embellish the truth from every side with sophistry, merely stringing verses together and fashioning faded images out of idle notions, come then, let us again establish from the divine Scripture itself that what I say is true.
1:745
Ἑτέρου δὲ χάριν οὐδενὸς πεποίηται Θεὸς τὴν πρὸς Ἀβραὰμ ὑπόσχεσιν, τὴν ἐπὶ τὸν Ἰσαὰκ γενομένην φημὶ, ἢ μόνης ἕνεκα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐφ' οὗ καὶ τὸ τῆς εὐλογίας συμπέρασμα τρέχει
神向亞伯拉罕所立的應許——我是指關於以撒的那個應許——並無其他緣故,唯獨是為了我們救主降臨的緣故,這祝福的成就正是歸向於祂身上。
For God made the promise to Abraham—the one concerning Isaac, I mean—for no other reason than for the sake alone of the coming of our Savior, upon whom also the fulfillment of the blessing runs its course.
1:746
Αὐτὸ δὲ ὑμῖν τὸ θεῖον λόγιον παραθήσω, διαγορεῦον ὧδε·
我要為你們陳明那神聖的話語本身,其宣告如下:
I will set before you the divine oracle itself, which declares as follows:
1:747
Εὐλογήσω δὲ αὐτὴν, περὶ τῆς Σάῤῥας φησὶν ὁ Θεὸς, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ πάλιν·
神論到撒拉說:「我必賜福給她,我要從她賜你一個兒子;我必賜福給他,他必成為多國之祖,列國的君王必從他而出。」又說:
'I will bless her,' God says concerning Sarah, 'and I will give you from her a son, and I will bless him, and he shall become nations, and kings of nations shall come forth from him.' And again:
1:748
Στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Ἀλλ' ἔστι παντί που δῆλον, ὡς ἑνὸς μὲν γέγονε υἱοῦ [λεγ
「我要與他堅立我的約,作為永遠的約,也要與他的後裔堅立這約。」但眾所周知,他只成為一個兒子[我是說
'I will establish my covenant with him for an everlasting covenant, and with his seed after him.' But it is surely evident to everyone that he became the father of one son [I mean
1:749
ἔθνους] πατὴρ Ἰσαὰκ, καὶ μόνον ἐξ αὐτοῦ βεβλάστηκεν ὁ μακάριος Ἰακώβ·
一個民族]的父親,即以撒,而唯獨從他生出了那蒙福的雅各;
of one nation] Isaac's father, and from him alone sprang the blessed Jacob;
1:750
ᾧ δὴ παῖδες μὲν γεγόνασι τὸν ἀριθμὸν δέκα ἐπὶ δυσίν·
雅各共生了十二個兒子;
to whom, indeed, twelve sons were born in number;
1:751
ἓν δὲ καὶ μόνον ἐξ αὐτῶν ἀνεδόθη γένος, τὸ τῶν Ἰουδαίων δηλαδή
然而從他們卻只產生出一個民族,也就是猶太民族。
yet from them arose one single nation, namely that of the Jews.
1:752
Πῶς οὖν πληρωθήσεται τὸ, Ἔσται εἰς ἔθνη; Εἰ γὰρ καὶ εἰς δώδεκα φυ λὰς κατατέμνεται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, ἀλλ' ἕν ἐστιν ἔθνος, ἐκ πολλῶν μὲν ὥσπερ μελῶν συγκείμε νον, εἰς ἓν δὲ διὰ πάντων ἀναπληρούμενον σῶμα
那麼,「他必成為多國」這話要如何應驗呢?因為以色列的後裔雖然分為十二支派,但它仍是一個民族,是由許多如同肢體般的部分組合而成,卻藉著這一切構成了一個完整的身體。
How, then, shall the saying 'he shall become nations' be fulfilled? For even though the race from Israel is divided into twelve tribes, it is nevertheless one nation, composed of many members, as it were, but forming through them all one completed body.
1:753
Ὅτι δὲ πάλιν οὐκ εἰς διαθήκην αἰώνιον ἔσται παρὰ Θεοῦ τοῖς ἐκ σπέρματος Ἰσαὰκ, ἡ διὰ Μωσέως ὁρι- σθεῖσα διαθήκη, γνωσόμεθα, τοῦ προφήτου λέγοντος Ἰωήλ·
至於藉摩西所立定的約,並非神要向以撒後裔所立的永遠的約,這一點我們可以從先知約珥的話得知:
And that, again, the covenant defined through Moses was not to be, on God's part, an everlasting covenant for those of the seed of Isaac, we shall know from the prophet Joel, who says:
1:754
Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος·
「看哪,日子將到,」主說:
'Behold, the days are coming,' says the Lord;
1:755
καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν. Ὅπερ ἄριστα συνεὶς ὁ Παῦλός φησι·
「我要與以色列家並猶大家另立新約。」保羅極為透徹地領悟了這一點,說:
'and I will make with the house of Israel and with the house of Judah a new covenant.' Understanding this most excellently, Paul says:
1:756
Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην·
「既說『新約』,就是把先前的那約當作舊的了;」
'In that he says "new," he has made the first one old;'
1:757
ἀποδεδειγμένου σα φῶς, ὅτι περ ὁ ἐξ Ἀβραὰμ, ἑνὸς ἔθνους γέγονε πατήρ·
這清楚證明了:那位出於亞伯拉罕的,只成為一個民族的父親;
it having been clearly demonstrated that the one who came from Abraham became the father of one nation;
1:758
ἑτέρου δὲ πάλιν ἐπαναγκάζοντος λόγου δει κνύειν τὸ ἐπ' αὐτῷ γεγραμμένον ἀληθὲς (ἀδύνατον γὰρ ψεύσασθαι Θεὸν), ἀνάγκη λοιπὸν ἐπ' αὐτὸν ἤδη φέρειν Χριστὸν τῆς ἐπαγγελίας τὴν ἔκβασιν
然而另一方面的論證卻迫使我們指明,那論到他所寫的乃是真實的(因為神不能說謊),因此,就必須將這應許的實現歸於基督本身了。
while another line of reasoning, in turn, compels us to show that what was written concerning him is true (for it is impossible for God to lie), it is therefore necessary now to refer the fulfillment of the promise to Christ himself.
1:759
Αὐτὸς γὰρ ἦν, καθάπερ ἤδη προεῖπον, ἐν ἐκείνῳ ζωγρα φούμενος
因為正如我先前所說,正是祂被描繪在那位(以撒)身上。
For it was he, as I have already said, who was being depicted in that one.
1:760
Αὐτὸς γέγονε πατὴρ πολλῶν ἐθνῶν, πάντας μὲν διὰ τῆς πίστεως ἕλκων ὡς ἑαυτὸν, ἐπὶ δὲ τῇ τῶν ἐθνῶν πληθύϊ καὶ μάλα γαννύμενος, καὶ λέγων·
祂自己成為許多國的父,藉著信把萬民吸引歸向自己,並因萬民的眾多而大大歡欣,說:
He himself became the father of many nations, drawing all through faith unto himself, and greatly rejoicing at the multitude of the nations, and saying:
1:761
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου, ἃ ἔδωκεν ὁ Θεός. Καὶ ταῦτα μὲν περὶ τούτων ἡμεῖς
「看哪,我與神所賜給我的兒女。」關於這些事,我們就說到這裡。
'Behold, I and the children whom God has given me.' So much, then, have we said concerning these matters.
1:762
Εἰσίτω δὲ καὶ αὐτὸς τῆς ἀληθείας ὁ μάρτυς, ἐπαγωνιζέσθω τοῖς. εἰρημένοις ὁ σοφώτατος Παῦλος, βοάτω σὺν ἐμοί·
但讓那真理的見證人也親自出來,讓最有智慧的保羅為所說的這一切辯護,讓他與我同聲呼喊:
But let the witness of the truth himself also come forward; let the most wise Paul contend alongside for what has been said; let him cry out together with me:
1:763
Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως, καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ
「那賜給你們聖靈、又在你們中間行異能的,是因你們行律法呢,還是因你們聽信福音呢?正如亞伯拉罕『信了神,這就算為他的義』。所以你們要知道:那以信為本的人,就是亞伯拉罕的子孫。」
'He, then, who supplies the Spirit to you, and works miracles among you—is it by the works of the law, or by the hearing of faith? Even as Abraham believed God, and it was reckoned to him for righteousness. Know, therefore, that those who are of faith, these are the sons of Abraham.'
1:764
Οὐκοῦν βαδιεῖται τῆς ἐπαγγελίας ἡ δύναμις, οὐ πάντως εἰς τοὺς κατὰ σάρκα γεγονότας υἱοὺς, ἀλλ' ἐπ' ἐκείνους δηλαδὴ, ὅσοιπερ ἂν διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιγράψων ται πατέρα τὸν Ἀβραάμ
因此,這應許的能力並非全然歸給那些按肉體所生的兒子,而是顯然歸給那些藉著對基督的信心,得以稱亞伯拉罕為父的人。
The power of the promise will therefore proceed, not at all to those who were born according to the flesh, but evidently to those who, through faith in Christ, claim Abraham as their father.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。