📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 復活節講道集

復活節講道集 第 1 章 第 1/28 段

希臘文原文.196 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:196(全章共 4948 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
αʹ Τῆς μὲν εὐθύμου καὶ θείας ἡμῶν ἑορτῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὰ φαιδρὰ προλάμπει καὶ φαίνεται φῶτα·
一、我們這歡欣而神聖的節期,其光輝燦爛的光已預先照耀普天下,並且顯現;
I. The bright lights of our joyful and divine feast shine forth beforehand and appear throughout the whole world;
1:2
οὐδὲν σκοτεινὸν καὶ ζοφῶδες τοῖς κατ' ἀρετὴν ἑορτάζειν ἐθέλουσιν ὑπαντᾷν ἐπιτρέ πουσα
使一切黑暗陰森之物,都不容臨到那願按美德守節之人。
permitting nothing dark or gloomy to meet those who wish to keep festival according to virtue.
1:3
Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν·
黑夜已深,白晝將近;
The night is far spent, and the day is at hand;
1:4
ὡς ἐν ἡμέρᾳ εὐ σχημόνως περιπατήσωμεν, ἵνα καὶ ταῖς ἀσβέστοις τοῦ Σωτῆρος φωταγωγούμενοι λαμπάσιν εἰς τὴν ἄνω καταντήσωμεν Ἱερουσαλὴμ, τοῖς εὐαγέσι τῶν ἀγγέ λων χοροῖς ἐν οὐρανῷ συνδιαιτώμενοι
叫我們行事為人要端正,好像行在白晝,使我們藉著救主那不滅的明燈引路,得以到達那在上的耶路撒冷,與天上聖潔的天使歌詠隊同住;
let us walk becomingly as in the day, so that, guided by the unquenchable lamps of the Savior, we may come at last to the Jerusalem above, dwelling together in heaven with the holy choirs of angels.
1:5
ἀλλ' ἵνα σύμφωνοι, καὶ τὸ αὐτὸ, κατὰ Παῦλον, φρονοῦντες, ἀκλινῆ καὶ βεβαίαν τὴν εἰς αὐτὸν φυλάττωμεν ὁμολογίαν
乃是要我們同心合意,照保羅所說,思念一件事,持守我們對祂那不動搖、堅定的宣認。
but that, being of one accord and, according to Paul, minding the same thing, we may keep our confession of him unwavering and firm.
1:6
Οὕτω γὰρ ἂν τῆς θείας ἡμᾶς καὶ ἀκηράτου πανηγύρεως ἀναβαίνειν λοιπὸν εἰς τὴν πνευματικὴν κελεύουσιν. Ἱερουσαλήμ·
因為這樣,這光便命令我們,從那神聖純潔的盛會起,此後當上升到那屬靈的耶路撒冷;
For thus indeed these lights bid us, on the strength of the divine and undefiled festival, to ascend henceforth to the spiritual Jerusalem;
1:7
καὶ δρομαίους ἀφικέσθαι πρὸς εὐσέ βειαν διεγειρούσης, ἀκούσωμεν διὰ τοῦ προφήτου·
並激勵我們奮力奔向敬虔,讓我們藉先知聽見說:
and rousing us to run swiftly to piety, let us hear through the prophet:
1:8
Ἀνασωζόμενοι ἐκ γῆς πορεύεσθε, καὶ οὐ μὴ στῆτε, μνήσθητε, οἱ μακρὰν, τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν. Παύλου τοίνυν βοῶντος·
『你們從那地得救的人哪,要前行,不要站住;你們遠方的人哪,當記念耶和華,耶路撒冷當被記在你們心上。』既然保羅也呼喊說:
'Go forth, saved out of the land, and do not stand still; remember the Lord, you who are far off, and let Jerusalem come up upon your heart.' Since Paul, then, cries out:
1:9
Οὕτως τρέχετε ἵνα καταλάβητε, καὶ τῆς εὐ αγοῦς ἡμῖν ἡλίου δίκην ἀνατελλούσης ἑορτῆς, μα κράν που τὸν ἀδρανῆ τῆς ἀργίας ῥίψωμεν ὄκνον·
『你們要這樣跑,好叫你們得著。』既然我們這蒙福的節期如日頭升起臨到我們,讓我們把懈怠無力的疏懶遠遠拋開;
'So run that you may obtain it,' and since our holy feast is rising upon us like the sun, let us cast far away the feeble sluggishness of idleness;
1:10
καὶ τὸν ἀμυδρὸν τῆς ἀργείας σκότον νικήσαντες, ἀν δρείῳ καὶ λαμπρῷ φρονήματι πρὸς πᾶσαν ἴωμεν ἀρετὴν, ἐκεῖνο λέγοντες ἀλλήλοις τὸ γεγραμμένον·
並且勝過那怠惰的昏暗黑影,以剛毅光明的心志,向著一切美德前行,彼此說那經上所記的話:
and having overcome the dim darkness of idleness, let us advance to every virtue with a manly and radiant resolve, saying to one another that which is written:
1:11
Τί μοι τὸ πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος
『你們許多的祭物於我何益呢?』耶和華說。
'What are the multitude of your sacrifices to me?' says the Lord.
1:12
Πλήρης εἰμὶ ὁλο καυτωμάτων κριῶν·
『公綿羊的燔祭,我已經夠了;』
'I am full of the burnt offerings of rams;'
1:13
καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι·
『公牛、羊羔、公山羊的血,我都不喜悅;』
'and I do not desire the fat of lambs, and the blood of bulls and goats;'
1:14
οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τοῖς δὲ μακρὰν τῶν τοιούτων ἀποδη μήσασι, καὶ τῆς καρδίας τὴν ἀληθῆ περιτομὴν διὰ τῆς ἐν πνεύματι λατρείας ἐπιδεικνύειν Θεῷ μελετή σασιν, ὁ προφήτης βοᾷ·
『你們來朝見我,誰向你們討這個呢?』但對那些遠離這些外表之事、並致力藉心靈的敬拜向神顯出真割禮之人,先知呼喊說:
'nor if you come to appear before me.' But to those who have journeyed far from such things, and who have taken care to show God the true circumcision of the heart through worship in the spirit, the prophet cries out:
1:15
Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε
『你們當尋求神,趁祂可尋找的時候呼求祂;』
'Seek God, and call upon him when you find him;'
1:16
Ἡνίκα δ' ἂν ἐγ γίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Ἐγγίσαντος τοιγαροῦν ἡμῖν διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἐκδυσώμεθα, κατὰ τὸ γεγραμμένον, τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσώμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν·
『當祂臨近你們的時候,惡人當離棄自己的道路,不義的人當離棄自己的意念,歸向耶和華,耶和華就必憐憫他,因為祂必多多赦免你們的罪。』既然我們的救主基督藉著與我們相似已經臨近我們,那麼讓我們照經上所記,脫去舊人,穿上照著造他者的形像不斷更新的新人;
'And when he draws near to you, let the ungodly man forsake his way, and the lawless man his counsel, and let him turn back to the Lord, and he will find mercy, for he will abundantly forgive your sins.' Since, then, our Savior Christ has drawn near to us through his likeness to us, let us put off, as it is written, the old man, and put on the new man, who is being renewed after the image of him who created him;
1:17
καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα, καθαροὶ πρὸς τὴν θείαν ἀναβαίνον τες πανήγυριν
忘記背後,努力面前,潔淨地上升到這神聖的節期。
and, forgetting the things that are behind, let us stretch forward to the things that are before, going up pure to the divine festival.
1:18
Τοῦ δὲ προφήτου βοῶντος Ἱερε μίου·
先知耶利米呼喊說:
And since the prophet Jeremiah cries out:
1:19
Τάδε λέγει τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ·
『耶和華對猶大人並住耶路撒冷的人如此說:』
'Thus he says to the men of Judah and to those who dwell in Jerusalem:'
1:20
Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις
『你們要為自己開墾荒地,不要撒種在荊棘中;』
'Break up your fallow ground, and do not sow among thorns;'
1:21
Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰουδαῖοι κατοικοῦντες Ἱερουσαλὴμ, ὑλομανοῦσαν καὶ κεχερσωμένην ἀπὸ εὐσεβείας τὴν διάνοιαν, καθάπερ πυρὶ τῷ θείῳ φόβῳ καθήραντες, τὸν ἀγαθὸν τοῦ Σωτῆρος δεξώμεθα σπόρον, οὐ ψιλαῖς ἀκολου θεῖν, οὐδὲ ταῖς ἐν τύπῳ λατρείαις διδάσκοντος, ἀλλὰ καλοῖς ἡμᾶς πρὸς σωτηρίαν ἀνανεοῦντος μαθήμα σιν
『你們要向神受割禮,割去你們心中的剛硬,你們這住耶路撒冷的猶大人哪。』讓我們如同用火,藉敬畏神潔淨我們那因不敬虔而荒蕪叢生的心思,然後領受救主美好的種子;祂所教導的並非叫人單單跟從表面,也不是叫人守那影兒般的祭祀,乃是用美好的道理使我們得以更新以致得救;
'Be circumcised to God, and circumcise the hardness of your hearts, you men of Judah dwelling in Jerusalem' — having cleansed, as with fire, by the fear of God, our mind that has run wild and lies fallow and uncultivated from piety, let us receive the good seed of the Savior, who teaches us not to follow bare observances nor worship in mere types, but who renews us unto salvation with good teachings;
1:22
τὸν ἐν τῷ κρυπτῷ Ἰουδαῖον, καὶ τὴν ἐν τῷ κρυπτῷ περιτομὴν ἐπιδεικνύωμεν Θεῷ, πᾶσαν κακίαν ἐκ τῆς ἑαυτῶν καρδίας περιτέμνοντες, ἵνα καὶ δικαίως ἀκούωμεν·
讓我們向神顯出那在隱密處作猶太人的、以及那在隱密處的割禮,就是從自己心中割除一切邪惡,好叫我們也配得聽見這話:
let us show God the Jew who is one in secret, and the circumcision that is in secret, cutting off all wickedness from our own heart, that we too may justly hear:
1:23
Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου·
『猶大啊,守你的節期吧;』
'Keep your feasts, O Judah;'
1:24
ἀπόδος Κυρίῳ τῷ Θεῷ τὰς εὐχάς σου. βʹ
『向耶和華你的神還你所許的願。』二
'render to the Lord your God your vows.' II.
1:25
Τοῖς μὲν οὖν ἐπὶ τὸ κηρύττειν ἀπεσταλμένοις, οὐκ ὀλίγος ὁ περὶ τούτου φόβος·
至於那些奉差去傳道的人,他們對此所懷的懼怕實在不小;
For those who are sent to preach, the fear connected with this task is no small thing;
1:26
Οὐ γὰρ μικρὰ τῆς ἐν τούτοις ἀμελείας τὰ ἐπίχειρα
因為在這事上疏忽所招致的懲罰並不輕微。
for the penalty for negligence in these matters is not small.
1:27
Ἐπικατάρατος γὰρ, φησὶν, ὁ ποιῶν τὰ ἔργα τοῦ. Θεοῦ ἀμελῶς. Καὶ τοῦτο μαθεῖν ἔξεστι σαφῶς τὸν μακάριον ἐννοοῦσιν Ἰωνᾶν, καὶ τὴν ἐπὶ αὐτῷ μαι νομένην θάλατταν·
因為經上說:『凡疏忽行神工作的,必受咒詛。』只要思想那蒙福的約拿,以及那因他而狂怒的海,
For it is said, 'Cursed is he who does the works of God negligently.' And one may learn this clearly by considering the blessed Jonah, and the sea that raged madly against him,
1:28
καὶ τὸ δεινὸν ἐκεῖνο καὶ φρικω δέστατον κατ' αὐτοῦ κινούμενον κῆτος
還有那可怕、極其令人戰慄、被激動來攻擊他的巨魚,就可以清楚明白這一點。
and that terrible and most fearsome sea monster that was set in motion against him.
1:29
Εὑρίσκω δὲ καὶ τῶν ἁγίων ἕκαστον τῆς θείας λειτουργίας δεδιότα τὸ μέγεθος
我又發現,眾聖徒個個都對這神聖職事之偉大心懷敬畏。
And I find that each of the saints stood in awe of the greatness of the divine ministry.
1:30
Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς, Θεοῦ τὸν λαὸν ἐξαποστέλλειν ἐπιτάξαντος αὐτῷ, τῆς ἀν θρωπείας φύσεως τὴν δύναμιν ἀναμετρησάμενος, καὶ μείζονα ταύτης ὁρῶν τοῦ κηρύγματος τὴν διακονίαν, ἔλεγεν·
因為那位傳授奧祕的摩西,當神吩咐他將百姓領出來時,衡量了人性的能力,見這傳道的職事超乎人性所能,便說:
For the hierophant Moses, when God commanded him to lead the people out, measured the capacity of human nature, and seeing that the ministry of preaching was greater than it, said:
1:31
Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος. Συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος Ἱερεμίας ἐπὶ τὸ προφητεύειν πεμπόμενος, βοᾷ·
『我本是拙口笨舌的。』與此相和,蒙福的耶利米在被差去說預言時,也呼喊說:
'I am faint of voice and slow of tongue.' And in harmony with this, the blessed Jeremiah too, when sent to prophesy, cries out:
1:32
Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσ κωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου. Πρὸς δὲ τὸν μακάριον Ἱερεμίαν·
『誰造人的口,誰使人耳背、耳聾、能看、或眼盲呢?豈不是我耶和華神嗎?現在你去,我必開你的口。』又對蒙福的耶利米〔說〕:
'Who gave man a mouth, and who made one dull of hearing, or deaf, or seeing, or blind? Is it not I, the Lord God? And now go, and I will open your mouth.' And to the blessed Jeremiah:
1:33
ὅτι πρὸς πάν τας οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι λαλήσεις. Οὐκοῦν ἐπὶ τὸ κη ρύττειν κἀμὲ τὸν ταπεινὸν τοῦ τῆς ἱερωσύνης καλοῦν τος σχήματος, δεδιὼς τὸ γεγραμμένον, Λάλει καὶ μὴ σιώπα, ἀναγκαίως ἐπὶ τὸ τὰ τοιάδε γράφειν ἔρχομαι
『凡我差你到的一切人那裡,你都要去;凡我吩咐你的一切話,你都要說。』既然這祭司職分的尊嚴也召喚我這卑微之人去傳道,我又懼怕經上所記:『你要說話,不要靜默』;所以我不得不寫下這些話。
'To all to whom I shall send you, you shall go, and all that I command you, you shall speak.' Since, then, the dignity of the priestly office calls even me, lowly as I am, to preach, and since I fear that which is written, 'Speak, and do not be silent,' I come of necessity to write such things as these.
1:34
Κρίσει γὰρ Θεοῦ καλῶς τὸν καθ' ἡμᾶς ἀπαλλάξαντος βίον, καὶ πρὸς τὰς οὐρανίους ἀναπτάν τος μονὰς, τοῦ τῆς ἀοιδίμου καὶ πανευφήμου μνή μης Πατρὸς ἡμῶν Θεοφίλου τοῦ γενομένου ἐπισκό που (καθ' ὃν οἶδεν ὁ πάντων ταμίας λόγον, αἰδοῦμαι γράφων), εἰς ἐμὲ τὸν ἐλάχιστον ἡ τῆς ἐπισκοπῆς κατήντησε διαδοχή
因為照著神的判斷,我們蒙福常受讚頌記念的父親、曾作主教的提阿非羅,已美好地離開了我們今世的生活,飛升到天上的居所(其中緣故惟有那萬有的管家知道,我實在羞於下筆);於是主教的職分便輾轉傳到了我這最微小的人身上。
For, by the judgment of God, our father Theophilus, of ever-memorable and all-praised remembrance, who had been bishop, having rightly departed this present life and flown up to the heavenly abodes (for a reason which the Steward of all knows — I am ashamed to write it), the succession of the episcopate has come down to me, the least.
1:35
Ἀκούων δὲ τοῦ Παύλου γράφον τος·
但我聽見保羅寫道:
But hearing Paul write:
1:36
Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι, φόβῳ λοιπὸν καὶ παρὰ δύναμιν ἐπὶ τὸ κηρύττειν ἐλή λυθα
『我若不傳福音,就有禍了。』於是我便懷著懼怕、勉力超過自己的能力,來從事傳道之工。
'For woe is me if I do not preach the gospel,' I have accordingly come to preach, with fear and beyond my strength.
1:37
Τοιγάρτοι τῆς ἁγίας ἡμῶν προλαμπούσης παν ηγύρεως, καὶ πρὸς καθαρὰν καὶ νόμιμον ἡμᾶς κα λούσης ἁγνείαν·
所以,既然我們這神聖的節期已在前面照耀,並召喚我們歸於清潔合乎律法的貞潔;
Therefore, since our holy festival is shining forth beforehand and calling us to a pure and lawful purity,
1:38
τοῖς μὲν ἔτι τῇ κακίᾳ προστετηκό σιν ἀναγκαῖον εἰπεῖν·
對那些仍沉溺於邪惡之中的人,就必須說:
to those who still cling closely to wickedness it is necessary to say:
1:39
Καθαρίσατε χεῖρας, ἁμαρ τωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. Τοῖς δὲ τὸ βέβηλον τῆς ἁμαρτίας αἶσχος ἀποφυγοῦσι, καὶ σε μνὴν ἐπασκοῦσι πολιτείας ἀγάπην, εὐαγγελιζέσθω ὁ προφήτης, λέγων·
『罪人哪,要潔淨你們的手;心懷二意的人哪,要潔淨你們的心。』但對那些已逃離罪惡那褻瀆可恥之事、並致力操練莊重生活之愛的人,讓先知傳報好消息,說:
'Cleanse your hands, sinners, and purify your hearts, you double-minded.' But to those who have fled the profane shame of sin and who practice a love of a dignified way of life, let the prophet proclaim good news, saying:
1:40
Φωτίζου, φωτίζου, Ἱερουσαλήμ·
『耶路撒冷啊,要發光,要發光;』
'Be enlightened, be enlightened, O Jerusalem;'
1:41
ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀν έτειλεν. Ἐπειδὴ γὰρ οἱ τὴν ὑφ' ἡλίῳ πᾶσαν οἰκοῦν τες ἄνθρωποι, μερίδες ἀλωπέκων γενόμενοι, κατὰ τὸ γεγραμμένον, εἰς πολυειδῆ καὶ πολύτροπον ἐμε ρίζοντο κακίαν, καὶ τῷ τῆς ἀγνοίας σκότῳ νικώμε νοι, καθάπερ εἰς βόθρον εἰς βαθεῖαν ἔπιπτον ἁμαρ τίαν·
『因為你的光已經來到,耶和華的榮耀已經照耀你。』因為那時凡住在日光之下的世人,都成了狐狸的分子,正如經上所記,分散陷入各種各樣的邪惡之中,並且被無知的黑暗所勝,就如陷入深坑一般,墜入深深的罪惡;
'for your light has come, and the glory of the Lord has risen upon you.' For since all the people who dwell under the sun, having become, as it is written, portions of foxes, were divided into manifold and varied wickedness, and, overcome by the darkness of ignorance, were falling as into a pit into deep sin,
1:42
ἀναγκαίως τὸν ἐξ οὐρανοῦ καλῶν ὡς ἡμᾶς Θεὸν Λόγον ὁ Ψαλμῳδὸς ἔλεγεν·
詩人不得不呼求那從天上召來、成為我們的神——道,說:
the Psalmist, necessarily calling upon God the Word to come to us from heaven, said:
1:43
Ὁ ποιμαίνων τὸν. Ἰσραὴλ, πρόσχες·
『那牧養以色列的啊,求你留心聽;』
'You who shepherd Israel, attend;'
1:44
ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ·
『那引導約瑟如羊群的啊;』
'you who lead Joseph like a flock;'
1:45
ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραὶμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ·
『那坐在基路伯上的啊,求你在以法蓮、便雅憫、瑪拿西面前顯現;』
'you who sit upon the Cherubim, appear before Ephraim, Benjamin, and Manasseh;'
1:46
ἐξ έγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ὅταν κειμένοις ἡμῖν καὶ πεπτωκόσιν εὐ καίρως αὐτὸν ἐπιφοιτήσειν αἰσθανόμενος πάλιν ἐβόα·
『求你奮興你的大能,來拯救我們。』當他感覺到,正在我們仆倒躺臥之時,祂要及時來臨,便又呼喊說:
'stir up your might, and come to save us.' And perceiving that he would come upon us opportunely while we lay fallen and prostrate, he cried out again:
1:47
Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; Ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν; Οὔπω γὰρ τὴν ἡμετέραν ὁμοίωσιν ὁ Σωτὴρ ἀναλαβὼν, μακρὰν ἡμῶν, κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἀφειστή κει
『耶和華啊,你為何遠遠站立?在急難、在患難之時,你為何隱藏不顧?』因為當時救主尚未取了與我們相似的樣式,所以按著成為人這道理而言,祂還遠離我們;
'Why, O Lord, do you stand afar off? Do you overlook us in times of need, in afflictions?' For the Savior had not yet taken up our likeness, and so, according to the reckoning of the incarnation, he still stood far off from us.
1:48
Ἐπειδὴ καὶ πολλὰ τῆς ἀνθρώπων φύσεως, καὶ τῆς τοῦ Θεοῦ Λόγου τὰ μεταξὺ διαστήματα
因為在人性與神——道之間,存在著許多的距離。
since indeed great were the intervals lying between the nature of men and that of God the Word.
1:49
Ἡμῶν μὲν γὰρ, περὶ τῶν ἁγίων φησίν·
因為關於我們,甚至關於聖徒,經上這樣說:
For concerning us — even concerning the saints — it is said:
1:50
Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· περὶ δὲ τῆς τοῦ Μονογενοῦς ὑπάρ ξεως ὁ προφήτης Ἡσαΐας λέγει·
『但我是塵土灰燼。』至於那獨生子存在的本相,先知以賽亞卻這樣說:
'But I am earth and ashes.' But concerning the being of the Only-Begotten, the prophet Isaiah says:
1:51
ὁ Σωτὴρ γε νόμενος ἐκ γυναικὸς, τὸ κατὰ σάρκα, ἵνα τὸν ἐκ γυ ναικὸς ἄνθρωπον διασώσῃ, καὶ τῶν τοῦ θανάτου τοῦ τον ἀπολύσας δεσμῶν, διδάξῃ χαίροντα λέγειν·
救主從女子而生,就肉身而言,是為要拯救那從女子所生的人,並釋放他脫離死亡的鎖鏈,教導他歡喜地說:
the Savior, having been born of a woman according to the flesh, in order that he might save the man born of woman, and, having released him from the bonds of death, might teach him to say rejoicing:
1:52
Ποῦ σου τὸ νῖκος, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Οὐ γὰρ μόνον τὸ τῆς ἀναστάσεως ἡμῖν δῶρον χαρίζε ται, ἀλλὰ καὶ τὸ κέντρον τοῦ ᾅδου, τουτέστι, τὴν πλήττουσαν ἁμαρτίαν ἀμβλύνας, φησίν·
『死啊,你的得勝在哪裡?陰間哪,你的毒鉤在哪裡?』因為祂不僅將復活的恩賜賜給我們,並且也鈍化了陰間的毒鉤,就是那刺傷人的罪,祂又說:
'O death, where is your victory? O Hades, where is your sting?' For he not only grants us the gift of the resurrection, but also, having blunted the sting of Hades, that is, the sin that wounds, he says:
1:53
Ἰδοὺ δέ δωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ·
『看哪,我已經給你們權柄,可以踐踏蛇和蠍子,又勝過仇敵一切的能力;』
'Behold, I have given you to tread upon serpents and scorpions, and upon all the power of the enemy;'
1:54
καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. Τοῦτο πρὸς τοῖς ἄλλοις τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατόρθωμα
『斷沒有甚麼能害你們。』這是我們救主降臨所成就的功業之一,此外還有其他。
'and nothing shall by any means hurt you.' This, besides the other things, is an achievement of our Savior's sojourn among us.
1:55
Τοιγαροῦν πᾶσα μὲν ἐν γῇ σεμνότης πολιτεύεται·
因此,一切端莊的德行都在地上通行;
Therefore all dignity of life is now practiced on earth;
1:56
ὁ δὲ τῆς ἀμαθίας ἐλήλαται σκότος
而愚昧的黑暗已被驅逐。
and the darkness of ignorance has been driven away.
1:57
Καὶ τοῦτο τῇ τοῦ θείου Πνεύματος δυνάμει προαναβλέπων ἔλεγεν ὁ Ψαλμ ωδός·
詩人藉著聖靈的能力預先看見這事,便說:
And foreseeing this by the power of the divine Spirit, the Psalmist said:
1:58
Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη
『在祂的日子,公義要興起,平安也要大盛,直到月亮被除滅。』
'In his days righteousness shall arise, and abundance of peace, until the moon be removed.'
1:59
Εἰ γὰρ ἐχθροὶ ὄντες, καθὰ Παῦλός φησι, κατηλλά γημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πλῆθος ἡμῖν ἀνατελεῖ εἰρήνης
因為正如保羅所說,我們作仇敵的時候,且藉著祂兒子的死得與神和好,那麼豐盛的平安必要為我們興起;
For if, being enemies, as Paul says, we were reconciled to God through the death of his Son, abundance of peace shall arise for us.
1:60
Οὗ γεγενημένου, καὶ τὴν σελήνην πάντως ἀναιρεῖσθαι ἀναγκαῖον·
這事既已成就,月亮也必然全然被除去;
And this having come to pass, it is altogether necessary that the moon also be removed;
1:61
τουτ έστι, τὸν τῆς νυκτὸς καὶ τοῦ σκότους ἄρχοντα διά βολον, σελήνην ἐνταῦθα τροπικῶς ὀνομαζόμενον
這是說,那黑夜與黑暗的執政者魔鬼,在此借喻稱作『月亮』。
that is, the devil, the ruler of night and darkness, here figuratively called 'the moon.'
1:62
Οὐκοῦν τοσούτων ἡμῖν καὶ τηλικούτων ὑπερλάμπου σιν αὐγαὶ, καὶ τῆς θείας ἡμῶν ἑορτῆς ἀνίσχει τὸ φῶς, καὶ πάλιν ἡμᾶς ἡ λαμπρὰ πρὸς ἑαυτὴν ἕλκει πανήγυρις
因此,這許多、這麼大的光輝,都在我們身上照耀,我們這神聖節期的光也已升起,這光耀的盛會又再次將我們吸引到自己那裡。
So then, rays of so many and so great blessings shine forth upon us, and the light of our divine feast rises, and once again the radiant festival draws us to itself,
1:63
Τὸ μὲν, ὅτι προσήκει τῶν αἰσχίστων ἀνα χωρεῖν, γεγωνότερον συμβουλεύουσα, καὶ λέγουσα·
一方面,它更響亮地勸勉我們當遠離那最可恥的事,說:
advising us, on the one hand, more loudly, that it is fitting to withdraw from the most shameful things, and saying:
1:64
Λούσασθε, καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πο νηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Εἰ γὰρ σοφός ἐστιν ὁ Παροιμιαστὴς, λέγων·
『你們要洗濯自潔,從你們的靈魂中除去邪惡。』因為既然那智慧的箴言作者曾說:
'Wash yourselves, and be clean; remove your wickednesses from your souls.' For since the Proverb-writer is wise, saying:
1:65
Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς παντὶ πράγματι, πῶς οὐκ εὐλόγως πάσης μὲν εἶναι πονηρίας ἐχθρὸν τουτονὶ τὸν καιρὸν ὁμολο γήσαιμεν; ἐπ' ἐκεῖνα δὲ μόνα καλεῖν ὅσα καὶ τὸν θεῖον νόμον οἶδε τιμᾷν, καὶ τοῖς κεχρημένοις, ὅτι καλεῖν τῆς εὐνοίας μιμοῦνται τὴν ψῆφον δίδωσι θαῤῥεῖν
『萬事都有定時,各樣事務都有定期。』我們怎能不理所當然地承認,這個時節正是一切邪惡的仇敵呢?它只召人去做那些明知尊崇神聖律法的事,並且叫那些遵行的人可以放心,因為它的召喚正模仿了良善美意的裁斷。
'There is a time for all things, and a season for every matter,' how should we not reasonably confess that this present season is an enemy to all wickedness? — that it calls us only to those things which know how to honor the divine law, and gives those who make use of it confidence, because in its calling it imitates the verdict of good will.
1:66
Οἱ μὲν οὖν κατὰ τὸν παρόντα βίον ἀγωνο. θετεῖν προελόμενοι, καὶ πολλῇ χρημάτων ζημίᾳ τὴν ἐπὶ τούτῳ προσηγορίαν ὠνούμενοι, ἱδρῶτα προθέν τες τοῖς νέοις ἁμιλλητήριον, πλουσίοις μὲν ἄλλοις ἄθλοις τὸν νικήσαντα γεραίρουσι, μικρὰ δὲ ὅμως τῶν δοθέντων ἡ χάρις, καὶ μέχρι τῶν τῇδε φέρουσα τὴν ἀπόλαυσιν
在今生選擇擔任競技裁判的人,付出重大金錢代價買得這頭銜,為青年人設下汗流浹背的競技場,雖用種種豐厚的獎賞尊榮得勝者,但所賜之恩實在微小,其享受也只及於今生此地而已;
Now those who in the present life have chosen to preside as judges of contests, and who purchase this title for themselves at great expense of money, having set before the young a sweat-inducing arena of rivalry, honor the victor with rich prizes of various kinds; yet the grace of what is given is small, and its enjoyment extends no further than the present life;
1:67
Ὁ δὲ τῶν δικαίων ἀγωνοθέτης Θεὸς, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τοῖς εὐσεβέσι χαρίζε ται
但那位公義競賽的裁判神,卻將眼睛未曾看見、耳朵未曾聽見、也未曾進入人心的事,賜給敬虔的人。
but God, the judge of the righteous contests, grants to the pious things that eye has not seen, and ear has not heard, and that have not entered into the heart of man.
1:68
Ὧν γὰρ ὑπὲρ τὴν φύσιν ἡ γνώμη, διὰ τῶν ἔργων εὑρίσκεται, τούτων ὁ τρόπος τῆς δωρεᾶς τὴν ἀνθρώπου διάνοιαν ὑπερβαλεῖται δικαίως
因為那些憑作為顯出其心志超乎本性的人,他們所得恩賜的方式,也必理所當然地超乎人的理解。
For of those whose purpose is found through their works to be above nature, the manner of their reward will justly surpass human understanding.
1:69
Φέρε τοιγαροῦν καὶ ἡμεῖς τοὺς εὐσεβείας ἐραστὰς ἐπὶ τὸν ἐτήσιον ἀγῶνα τῶν πόνων καλέσωμεν, καὶ τοῦ προφήτου λέγοντος·
所以,來吧,讓我們也召集那些愛慕敬虔的人,來參加這一年一度勞苦的競賽;既然先知說:
Come, then, let us too summon the lovers of piety to the yearly contest of labors; and since the prophet says:
1:70
Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, μέγα τι κεκραγό τες καὶ διαπρύσιον, τὴν ἱερὰν τῆς Ἐκκλησίας κι νήσωμεν σάλπιγγα, εὐσήμῳ δὲ καὶ περιφανεστάτῳ κηρύγματι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὴν παρουσίαν καταμηνύσωμεν·
『你們要在錫安吹角,使禁食成聖,宣告嚴肅會。』讓我們發出巨大而響亮的呼聲,吹響教會神聖的號角,用清晰而最顯著的宣告,宣佈我們這神聖節期的來臨。
'Blow the trumpet in Zion, sanctify a fast, proclaim a solemn assembly,' let us, crying out with a great and piercing voice, sound the sacred trumpet of the Church, and by a clear and most conspicuous proclamation announce the coming of our holy feast.
1:71
καὶ τοῦ πανσόφου Θεοῦ λέγοντος πρὸς τὸν ἱεροφάντην Μωσέα·
當全智的神對傳授聖事的摩西說:
and when the all-wise God says to Moses, the revealer of sacred mysteries:
1:72
Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἀργυρᾶς ποιήσεις αὐτάς·
『你要為自己做兩支號筒,用銀子錘出來;』
'Make for yourself two trumpets; you shall make them of silver;'
1:73
καὶ ἔσονταί σοι ἀνακαλεῖν καὶ ὑπεξελθεῖν τὴν συναγωγὴν, πρὸς τὴν τῶν εἰρημένων δύναμιν, καλῶς ἁρμοσόμεθα
『用以召集會眾,並讓他們起行』——我們要恰當地契合這話語的意義
'and they shall serve you for calling the congregation together and for breaking camp' -- and to the force of what has been said we shall fittingly apply ourselves
1:74
ἕτερος δὲ, τὸ μὴ δεῖν τοῖς ἀτόποις τῶν ἔρ γων ἐμφύρεσθαι συμβουλεύων
另一支則勸誡人不應糾纏於不合宜的行為
while another counsels that one ought not to be entangled in unseemly deeds
1:75
Ἀργυρᾶς δὲ τὰς σάλπιγγας εἶναι προστάττει·
他吩咐號筒要用銀子做;
He commands that the trumpets be of silver;
1:76
λαμπρὸς γὰρ καὶ ἀκη λίδωτος ἐπ' ἀμφοτέρων ὁ λόγος·
因為這話語在兩方面都是明亮而無瑕的;
for in both cases the word is bright and unstained;
1:77
καὶ τῆς ἐν τοῖς δόγμασι πλάνης ἀποφοιτῶν, καὶ τῶν πρακτέων τὴν αἵρεσιν εἰσηγούμενος
使人遠離教義上的謬誤,並引導人選擇當行之事
departing from error in doctrines, and introducing the choice of what is to be done
1:78
Πῶς δ' ἂν ἑτέρως γενώμεθα τῶν τοιούτων ἐργάται·
若非如此,我們又怎能成為這等事的實行者呢?
How, then, could we become workers of such things in any other way?
1:79
πῶς δὲ τὴν θείαν ἀποπληρώσαιμεν ἐντολὴν, ἢ πάντως, τὸ μὲν εἶναι κακὸν διαφεύγοντες, καὶ τοῖς αἰσχί στοις προσομιλεῖν φυλαττόμενοι, ὅσα δὲ τοὺς νη στεύοντας ἁγιάζειν ἐπίσταται, ταῦτα περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες; Οὕτω γὰρ οἱ καλῶς ἑορτά ζειν θέλοντες, τὸν ἀγαθὸν ἡμῶν θεραπεύσουσι Θεόν
我們又怎能成全神聖的誡命呢?無非是全然逃避邪惡,謹守自己不與最可恥的事物來往,並且殷勤看重那些能使禁食者成聖的事。因為凡願意好好守節期的人,都要如此事奉我們良善的神。
And how could we fulfill the divine commandment, unless altogether by fleeing from what is evil, guarding ourselves against consorting with the most shameful things, and earnestly esteeming as of great worth whatever is known to sanctify those who fast? For thus will those who wish to keep the feast rightly serve our good God.
1:80
γʹ Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ Χριστοῦ μαθητὴς, διδασκέτω τῆς νηστείας τὸν τρόπον, αὐτοῦ λέγοντος ἀκουσώμεθα·
因此,讓基督的門徒站到我們中間來,教導禁食的方式;讓我們聽他所說的:
Let the disciple of Christ, therefore, come into our midst; let him teach the manner of fasting; let us hear him as he speaks:
1:81
Νηστεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν·
『在神我們的父面前,清潔沒有玷污的禁食就是這樣:』
'This is fasting, pure and undefiled before God and the Father:'
1:82
ἐπισκέπτεσθαι ὀρ φανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν·
『看顧在患難中的孤兒寡婦;』
'to visit orphans and widows in their affliction;'
1:83
ἄσπιλον ἑαυ. τὸν τηρεῖν ἀπὸ τοῦ κόσμου. Ὅπως δὲ, καὶ τίνα τρόπον τῶν εἰρημένων περιεσόμεθα, ῥᾴδιον ἐξευρεῖν
『並且保守自己不被世俗污染。』至於我們要如何、用什麼方式達成上述所言,是不難發現的。
'and to keep oneself unspotted from the world.' Now how, and in what manner, we shall attain to what has been said is easy to discover.
1:84
Ἀρκέσειν μὲν γὰρ ἔγωγε τοῖς εὖ φρονοῦσι καὶ αὐ τὸν οἶμαι τὸν τῆς φύσεως νόμον, διδάσκοντα μισεῖν μὲν ὅσα ταῖς θείαις ἐντολαῖς ὑπεναντίως ἔχειν δοκεῖ, τὴν δὲ τοῦ νομοθέτου βούλησιν κρατεῖν ἐν ἡμῖν ἀναπείθοντα
因為我想,對於明理的人而言,單是本性的律法本身就已足夠,它教導人憎惡一切看似違背神聖誡命的事,並勸服人讓立法者的旨意在我們裡面掌權。
For I think that, for those who are right-minded, even the law of nature itself suffices, teaching us to hate whatever appears to be contrary to the divine commandments, and persuading us to let the will of the Lawgiver prevail within us.
1:85
Εἰ δέ τῳ δοκεῖ καὶ σαφεστέρων ἡμᾶς ἐπὶ τοῦτο δεῖσθαι παραγγελμάτων, ἀκουέτω Παύλου λέγοντος·
但若有人認為我們在這方面還需要更清楚的教訓,就讓他聽保羅所說的:
But if anyone thinks that we need clearer precepts for this, let him hear Paul saying:
1:86
Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς·
『所以要治死你們在地上的肢體:』
'Put to death your members which are upon the earth:'
1:87
πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν. Οὐ γὰρ δήπου ψιλαῖς ἀσιτίαις, καὶ μόνων βρωμάτων ἀποβολαῖς τὴν ἀληθεστέραν τῆς νηστείας εὑρήσομεν χάριν, οὐδὲ μόνων τούτων ἀπεσχημένοι, καθαροὶ καὶ ἅγιοι πάντως ἐσόμεθα, ἀλλ' ἐκεῖνα τῆς ἑαυτῶν δια νοίας ἀποπεμπόμενοι, δι' ἃ καὶ τὸ τῆς νηστείας ἐξεύρηται φάρμακον
『就是淫亂、污穢、邪情、惡慾。』因為我們絕不能單靠不進食、單單棄絕某些食物,就找到禁食真正的恩典;也不能僅僅因為戒絕這些,就全然潔淨聖潔;而是要從自己的心思中驅逐那些正是禁食這劑良藥所要對治的東西。
'fornication, uncleanness, passion, evil desire.' For surely we shall not find the truer grace of fasting by mere abstinence from food and the mere rejection of certain foods, nor shall we be altogether pure and holy simply by refraining from these alone, but rather by banishing from our minds those very things for the sake of which the remedy of fasting was devised.
1:88
Οὐκοῦν ὑπακούσωμεν τῷ ἁγίῳ λέγοντι·
那麼,讓我們順服那聖者所說的:
Let us, then, obey the holy one who says:
1:89
Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνί σατε καρδίας, δίψυχοι. Οὗτος ἀληθῶς τῆς νη στείας ὁ τρόπος·
『有罪的人哪,要潔淨你們的手;心懷二意的人哪,要清潔你們的心。』這才真是禁食的方式;
'Cleanse your hands, you sinners, and purify your hearts, you double-minded.' This is truly the manner of fasting;
1:90
ἐν τούτοις ἡ τῶν ἀρίστων ἔργων ἐπίδειξις
最美善作為的彰顯,就在於此
in these things lies the demonstration of the noblest deeds
1:91
Μὴ τρέφε τὸν νοῦν ἀκολάστοις ἡδοναῖς·
不要用放縱的快樂餵養你的心思;
Do not nourish your mind with licentious pleasures;
1:92
ἀργείτω παρὰ σοὶ τῆς πορνείας τὸ κέντρον·
要使淫亂的刺在你裡面止息不動;
let the sting of fornication lie idle within you;
1:93
πάθους ἐλευθέραν ἔχε τὴν γνώμην·
使你的心志擺脫情慾的轄制;
keep your mind free from passion;
1:94
φεῦγε τῶν ἀκαθάρτων τὴν κοινωνίαν
要逃避與污穢者的交往。
flee the fellowship of the unclean.
1:95
ταῦτά σοι τῆς δικαιοσύνης προξενήσει τὸν στέφανον
這些事必為你贏得公義的冠冕。
These things will procure for you the crown of righteousness.
1:96
Καλὸν μὲν οὖν καιρῷ καὶ βρωμάτων ἀπέχεσθαι περιττῶν, καὶ περιέργου τραπέζης ἀναχωρεῖν, ἵνα μὴ, τοῖς ὑπὲρ τὴν χρείαν ἐδέσμασιν ἐντρυφήσαντες, κοιμωμένην ἐφ' ἑαυτοῖς τὴν ἁμαρτίαν ἐγείρωμεν
所以在適當的時候,戒絕多餘的食物、遠離講究的筵席也是好的,免得我們因沉溺於超出所需的美食,反倒喚醒了在我們裡面沉睡的罪。
It is good, then, at the proper time, to abstain also from superfluous foods and to withdraw from an elaborate table, lest, by indulging in dishes beyond what is needful, we awaken sin that lies asleep within us.
1:97
Πιαινομένη γὰρ καὶ σπαταλῶσα διὰ τούτων ἡ σὰρξ, χαλεπή τέ ἐστι, καὶ ταῖς τοῦ πνεύματος ἐπιθυμίαις δυσανταγώνιστος·
因為肉體若因這些而肥壯縱慾,就變得剛硬,使聖靈的意願難以勝過它;
For the flesh, when fattened and made wanton by these things, becomes harsh and hard for the desires of the Spirit to overcome;
1:98
ἀσθενοῦσα δὲ, καὶ τῷ περιττῷ μὴ βοηθουμένη, ἐξ ἀνάγκης ἐκείνῳ δίδωσι τὸ νικᾷν
但肉體若軟弱,不被多餘之物所助長,就必然把得勝讓給那聖靈。
but when it is weakened and not aided by superfluity, it necessarily yields the victory to that Spirit.
1:99
Τοῦτο καὶ ὁ μακάριος Παῦλος διδάσκων ἡμᾶς, οὕτως φησί·
有福的保羅在教導我們這事時,也這樣說:
This also the blessed Paul, teaching us, says as follows:
1:100
Κἂν γὰρ ὁ ἕξω ἡμῶν ἄνθρωπος διαφθείρηται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέραν καθ' ἡμέραν. Οἷς γὰρ γνώμης ἐναντιότης, καὶ τρόπος ἀσύμβατος τὴν φιλίαν ἀναιρεῖ, τούτοις τὸ δύνασθαι τοῦ ἑτέρου κρα τεῖν τὸ πλέον ἔχειν χαρίζεται
『我們外在的人雖然漸漸毀壞,內在的人卻一天新似一天。』因為凡是意志相悖、性情不合而破壞友誼的雙方,能夠勝過對方的一方,就取得了較大的份。
'For even though our outward man is decaying, yet the inward man is being renewed day by day.' For where opposition of will and an incompatible disposition destroy friendship, in such cases the power of one party to prevail over the other grants it the greater share.
1:101
Τὸ δὲ νικᾷν ὅτι προσ ήκει τοῖς κρείττοσι, πάντες ἂν, οἶμαι, συμφήσειαν
而勝利理當屬於較優越的一方,我想這是眾人都會同意的。
And that victory belongs to the better party, all, I think, would agree.
1:102
Τοσοῦτον γὰρ ἡμῖν ἐκ τούτου προσέσται τὸ κέρδος, ὅσον εἰκὸς ἐξ ἐκείνου προσέσται τὸ βλάβος, εἰ λάβοι τὸ τῶν ἀμεινόνων ὑπερτερεῖν
因為由此而來的益處有多大,若讓那更差的一方勝過較好的一方,隨之而來的損害想必也有多大。
For as great as the gain that will accrue to us from this, so great, it is likely, would be the harm from the other, should the worse gain the upper hand over the better.
1:103
Ἀργείτω τοίνυν ἐν ἡμῖν τὸ κακὸν, καὶ πᾶσα μὲν βρωμάτων οἰχέσθω τρυφὴ, ἡ δὲ σώφρων ἡμῖν εἰσίτω νηστεία, ἡ πάσης ἁμαρτίας ἐχθρά·
所以,讓邪惡在我們裡面止息,讓一切飲食上的奢侈遠離,讓那與一切罪為敵的清醒禁食進入我們;
Let evil, then, be rendered idle within us, and let all indulgence in food depart, and let sober fasting, the enemy of all sin, enter into us;
1:104
ἧς τὸ κάλ λος ἐξ ἀρχαίων ὑποδειγμάτων, καίπερ εἰδόσιν ὑμῖν, ἐπιδεῖξαι δεῖν ᾠήθην, ἀγαπητοί
親愛的弟兄,禁食之美雖然你們早已知曉,但我仍認為有必要藉古代的範例向你們彰顯出來。
whose beauty I have thought it necessary to demonstrate from ancient examples, even though you already know it, beloved.
1:105
Τί γὰρ, εἰπέ μοι, τὸν μακάριον Βαπτιστὴν, ἄνδρα τοσοῦτον καὶ τηλι κοῦτον ἀπέφηνε; Πόθεν δὲ τὴν ἀρίστην ἐκείνην ψῆ φον ἐκέρδανε, λέγοντος περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ·
請告訴我,究竟是什麼使有福的施洗者成為如此偉大、如此崇高的人?他又是從何處贏得那極美的評語,就是我們的救主基督論到他所說的:
For tell me, what was it that made the blessed Baptist so great and so distinguished a man? And whence did he win that most excellent verdict, when our Savior Christ said concerning him:
1:106
Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναι κῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ; Τί δὲ τὸν ἱεροφάντην Μωσέα εἰς τὸν γνόφον εἰσελθεῖν, καὶ παραστῆναι Θεῷ παρεσκεύασεν; Οὐχὶ νηστεία, πά σης
『凡婦人所生的,沒有一個比施洗約翰更大』?又是什麼使傳授聖事的摩西得以進入幽暗之中、站立在神面前呢?豈不是禁食——一切
'Among those born of women there has not arisen a greater than John the Baptist'? And what was it that prepared Moses, the revealer of sacred mysteries, to enter into the darkness and stand before God? Was it not fasting, the mother of every
1:107
ἡμῖν ἀρετῆς ἰδέαν ἀποτίκτουσα; Νηστεία, τῆς. ἰσαγγέλου πολιτείας τὸ μίμημα, σωφροσύνης πηγὴ, ἐγκρατείας ἀρχὴ, λαγνείας ἀναίρεσις
美德形態的禁食?禁食是天使般生活的仿效,是節制的泉源,是自制的開端,是淫慾的終結,
form of virtue for us? Fasting is the imitation of the angelic way of life, the fountain of self-control, the beginning of continence, the abolition of lust,
1:108
πολυσαρ κίαν μὲν, καὶ σαρκὸς ἐπιθυμίαν Βαβυλωνίοις ἔχειν παραχωρήσαντες, καὶ τὸ κρατεῖν αὐτοῖς ἐπιτρέ ψαντες, ἐν ᾧ τὸ νικᾶσθαι καλὸν, ψιλὴν καὶ ἀπέριτ τον ἀγαπήσαντες τροφήν
他們把飽足肉體、貪愛肉慾之事讓給了巴比倫人,任由巴比倫人在那件『敗給對方反而是好事』的事上得勝,自己則喜愛清淡簡樸的食物。
having ceded to the Babylonians the possession of much flesh and fleshly desire, and having allowed them the mastery in that matter in which to be defeated is good, they loved instead plain and simple food.
1:109
Ἀλλ' ὅρα μοι τὸν ἐκ τού του καρπόν
但請看,這樣做所結的果子是什麼。
But observe, I ask you, the fruit that came of this.
1:110
Θείων ὀπτασιῶν ἠξιώθησαν, καὶ πυρὸς ἐφαίνοντο κρείττονες, καὶ βασιλέως ἤλεγχον ἀπειλήν·
他們得以蒙受神聖異象,顯明自己勝過烈火,並駁斥了君王的威嚇;
They were deemed worthy of divine visions, they showed themselves superior to fire, and they refuted the threat of the king;
1:111
καὶ λεόντων ἐκράτουν, εἰς τὴν παρὰ φύσιν αὐτοὺς ἡμερότητα μεταβάλλοντες
又制服了獅子,使牠們轉變為違反本性的溫馴。
and they mastered lions, turning them to a tameness contrary to their nature.
1:112
Τί δὲ τοὺς Νινευΐτας τῆς μεγάλης ἐκείνης διέσωσεν ἀπειλῆς; Ὁ μὲν γὰρ προφήτης ἐκήρυττεν·
又是什麼拯救尼尼微人脫離那極大的威脅呢?先知曾宣告說:
And what was it that delivered the Ninevites from that great threat? For the prophet proclaimed:
1:113
Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Οἱ δὲ, καθάπερ τι φρούριον ἀῤῥαγὲς καταλαβόντες τὴν νηστείαν, τὴν θείαν ἐδυσ ώπουν ὀργὴν, καὶ τῶν προσδοκηθέντων κακῶν ἀπηλ λάττοντο
『再過三天,尼尼微就要傾覆了。』但他們卻抓住禁食,如同抓住一座堅不可摧的堡壘,藉此平息了神聖的忿怒,得以脫離所預期的災禍。
'Yet three days, and Nineveh shall be overthrown.' But they, seizing upon fasting as an unbreakable fortress, appeased the divine wrath and were delivered from the evils they had expected.
1:114
Καὶ πολλὰ μὲν ἄν τις ἔχοι λέγειν τῆς νη στείας τὰ χρήσιμα
關於禁食的益處,人實在可以說出許多話來。
And one could say many things about the benefits of fasting.
1:115
Τὸ δὲ πᾶσι καταφανὲς καὶ γνώ ριμον ὅτι χρηστὸν εἴη, πειρᾶσθαι δεικνύειν καὶ τοῦτο διὰ πολλῶν, περιττὸν οἶμαι καὶ μάταιον
然而,要花許多篇幅去證明一件人人皆知、顯而易見的好處,我認為既多餘又徒然。
But to attempt to demonstrate at length something that is already evident and known to all -- that it is beneficial -- I consider superfluous and futile.
1:116
Ἔχει γὰρ ἐξ ἑαυτοῦ τῆς ἀληθείας τὰ γνωρίσματα
因為它本身就帶有真理的印記。
For it bears within itself the marks of truth.
1:117
Ἐπειδὴ δὲ τῇ τῶν ἐναντίων ἀντιπαραθέσει, φαιδρότερον αὐτῆς τὸ κάλλος εὑρίσκεται, φέρε δὴ καὶ τὰ ἐκ τρυφῆς βρωμάτων ἐπιδείξωμεν πταίσματα·
然而,既然透過與其相反之事的對照,禁食的美好顯得更加燦爛,那麼就讓我們也指出因奢華飲食而生的過失;
But since, by comparison with its opposite, its beauty is found to shine more brightly, come, let us also point out the failings that arise from luxurious food;
1:118
καὶ τὰ ἐκ ταύτης τισὶ συμβεβηκότα ἀναπτύξαντες, μάρτυρας ὥσπερ τῶν εἰρημένων τοὺς πεπονθότας καλέσωμεν
在闡明了某些人因此所遭遇的事之後,讓我們把那些受害的人當作見證人,來印證我們所說的話。
and having unfolded what befell certain people because of it, let us summon those who suffered as witnesses, as it were, to what has been said.
1:119
Ηὐλίζετό ποτε κατὰ τὴν ἔρημον ὁ τῶν Ἑβραίων λαός·
希伯來百姓曾一度在曠野中紮營;
The people of the Hebrews once camped in the wilderness;
1:120
καὶ Μωσῆς μὲν ἐπὶ τὸ ὄρος ἀνεκέκλητο τὸ Σι νᾶ, ἐκεῖ παρὰ Θεοῦ τὸν νόμον ὑποδεξόμενος
摩西被召上西奈山,要在那裡從神領受律法。
and Moses had been summoned up onto Mount Sinai, to receive the law there from God.
1:121
Οἱ δὲ, τοῦ παιδαγωγοῦντος τὴν ἀπουσίαν ἀφορμὴν ἀβουλίας ποιησάμενοι, καὶ τῆς προλαβούσης εὐταξίας ὀλιγω ρήσαντες, πρὸς ἀλλοκότους ἐπιθυμίας ἐστρέφοντο
但百姓卻把導師的不在場當作放縱愚妄的藉口,輕忽了先前所持守的秩序,轉向了種種怪異的私慾。
But the people, making the absence of their tutor an occasion for folly, and disregarding the good order they had previously kept, turned aside to strange desires.
1:122
Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τὸ δὲ παίζειν ἐνθάδε, πορ νεύειν ἐστὶν, εὐφήμως παρὰ τῇ θείᾳ Γραφῇ παιδιᾶς ὀνόματι καλυπτόμενον
經上說:『百姓坐下吃喝,起來玩耍。』這裡的『玩耍』指的就是行淫,是聖經委婉地用『玩耍』這個名稱來掩飾的說法。
'For the people,' it says, 'sat down to eat and drink, and rose up to play.' Now 'to play' here means to commit fornication, discreetly veiled by divine Scripture under the name of 'play.'
1:123
Καὶ τί τοῖς πεπορνευκόσι τὸ ἐκ τούτου κακὸν, ἄκουε τοῦ Παύλου λέγοντος·
至於那些行淫之人因此招致何等災禍,且聽保羅所說:
And to learn what evil befell those who had committed fornication because of this, hear Paul saying:
1:124
Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Τί δὲ πάλιν αὐτοῖς λυ πηρὸν συνέβη παθεῖν, ὅτε τὴν οὐράνιον τοῦ μάννα τροφὴν παρ' οὐδὲν ἡγησάμενοι, τῆς ἐν Αἰγύπτῳ τρο φῆς ἐμέμνηντο λέγοντες·
『我們也不要行淫亂,像他們有人行淫亂,就被蛇所滅。』又如,當他們把天上嗎哪的食物視為無物,反倒懷念埃及的食物,說道:
'Neither let us commit fornication, as some of them committed fornication, and perished by the serpents.' And again, what grievous thing befell them when, counting the heavenly food of manna as nothing, they remembered the food of Egypt, saying:
1:125
Ὄφελον ἀπεθάνομεν πλη γέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν εἰς πλη σμονήν. Οὐκοῦν καὶ διὰ τούτων ὑμῖν, ὥς γε νομί ζω, σαφῶς ἀποδέδεικται τῆς νηστείας τὸ κέρδος
『我們寧願在埃及地被耶和華擊殺而死,那時我們坐在肉鍋旁,吃得飽足!』因此,我想藉著這些例子,禁食的益處已經清楚地向你們證明了。
'Would that we had died, struck down by the Lord in the land of Egypt, when we sat by the pots of meat and ate our fill!' Thus, through these examples as well, the benefit of fasting has, I think, been clearly demonstrated to you.
1:126
Οἶδα μὲν ὅτι τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἀλλὰ τὸ πονεῖν οὐκ ἀζήμιον, μᾶλλον τῇ φύσει πολεμιώτατον
我知道禁食並非沒有益處;但勞苦卻並非沒有代價,反而對本性而言是最大的敵對。
I know indeed that fasting is not without profit; but toiling is not without cost -- rather, it is most hostile to nature.
1:127
Εἶτα πῶς οὐκ αἰσχρὸν καὶ πά σης ἀτοπίας ἀνάμεστον, τῶν μὲν ἀμεινόνων ἐρᾷν, καὶ τὴν τοῦ συμφέροντος κτῆσιν ποιεῖσθαι περὶ πολ λοῦ, τὸ δ' ὅπως προσήκει τῆς ἀπ' αὐτῶν ὠφε. λείας γενέσθαι κυρίους, ἣ μηδόλως προσίεσθαι τὴν ἀρχὴν, ἢ περὶ αὐτὸ ῥᾳθυμότερόν πως ἔχοντας φαίνε σθαι, καὶ τὸ μὲν νηστεύειν, ὡς οὐκ ἀκερδὲς εἶναι λέγειν, φεύγειν δὲ τοὺς πόνους, δι' ὧν τὸ κέρδος εὑρήσομεν; Ὅνπερ γὰρ τρόπον τὰ ἐκ γῆς ἀνατρέ χειν πεφυκότα βλαστήματα ῥίζαν ἔχει, τῆς γενέσεως τὴν ἀρχὴν ἑτέρως οὐκ εἶναι δυνάμενα·
那麼,這豈不是可恥、充滿種種荒謬嗎——一方面愛慕更美好的事,極力看重獲取有益之事,另一方面卻在如何正當地掌握由此而來的益處這件事上,要嘛從一開始就完全不肯著手,要嘛顯得對此漫不經心;一方面說禁食並非沒有益處,另一方面卻逃避那藉以尋得益處的勞苦?因為正如那從地裡自然生發的幼苗必須有根,否則其生長便無從開始一樣,
Then how is it not shameful, and full of every absurdity, to love the better things and set great store by the acquisition of what is profitable, yet, as regards becoming master of the benefit that comes from them in the proper way, either not to undertake it at all from the start, or to appear rather too indifferent about it -- to say that fasting is not without profit, and yet to flee the labors through which we shall find that profit? For in the very manner that the shoots which by nature spring up out of the earth have a root, being unable to have the beginning of their growth in any other way,
1:128
οὕτως ἡ τῆς εὐθυμίας ἀρχὴ, διὰ πόνων εὑρίσκεται, καὶ δι' αὐτῶν ἀνατέλλει καὶ φαίνεται
同樣,喜樂的開端也是藉著勞苦而尋得,並且藉著勞苦而升起、顯現出來。
so also the beginning of good cheer is found through labors, and through them it rises and comes to light.
1:129
ἢ γὰρ τὸ μηδόλως ἐθελῆσαι πονεῖν βουλευσάμενοι, εὐκλείας μὲν πάσης καὶ τιμῆς ἀμοι ρήσομεν, ἐσόμεθα δὲ νεκροῖς παραπλήσιοι, μηδεμίαν τῆς ἑαυτῶν σωτηρίας ποιούμενοι πρόνοιαν·
因為,若我們決意完全不肯勞苦,就必失去一切榮耀與尊榮,並且變得如同死人一般,對自己的救恩毫不籌謀;
For if we resolve not to be willing to labor at all, we shall be deprived of all glory and honor, and shall become like the dead, taking no forethought whatsoever for our own salvation;
1:130
ἢ τὸν ἐκ τοῦ νηστεύειν ἀγαπήσαντες πόνον, κερδανοῦμεν ἐκεῖνα δικαίως, ὅσα μὴ τοῦτο ποιοῦντες ζημίας συμβήσεσθαι
否則,若我們甘願接受禁食帶來的勞苦,就必公正地獲得那些若不如此行便會招致損失的美物。
or, by embracing the labor that comes from fasting, we shall rightly gain those very things whose loss, it is agreed, would befall us if we did not do this.
1:131
Ὅτε δὲ τὴν ἀρίστην ἐφ' ἑαυτοῖς κυ ρώσαντες ψῆφον, τὸ κρεῖττον τῶν ὠφελεῖν οὐ πεφυ κότων προτιμήσομεν, εἰ τὸ εὖ φρονεῖν αἱρησόμεθα, παντί τῳ σαφές
而若我們選擇明智,就會為自己確立最佳的判斷,寧取那更好的,而不取那些本質上無益之物——這一點對任何人來說都是顯而易見的。
And that, if we choose to be right-minded, we shall -- by ratifying for ourselves the best verdict -- prefer the better thing to those things which are not by nature profitable, is clear to everyone.
1:132
Εἰ μὲν οὖν τὸ φεύγειν τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις πραγμάτων, διὰ πόνους μικροὺς, βλάβος οὐδὲν προσοίσει τοῖς κεχρημένοις, ἔξω δὲ πά σης ζημίας καὶ κινδύνου καθίστησι τοὺς μὴ τοῦτο ποιεῖν ἑλομένους, πάντων ἂν ἔγωγε θείην ἀλογωτέ ρους
那麼,若因著些微的勞苦而逃避人間最美好的事,對行此事者不會帶來任何損害,同時卻使那些選擇不逃避的人也免於一切損失與危險,那麼我認為,行此逃避之事的人,實在是眾人中最不明智的;
If, then, fleeing from the noblest of human affairs on account of small labors would bring no harm to those who practice it, while at the same time it places those who chose not to flee outside all loss and danger, I for my part would judge them the most irrational of all men;
1:133
Εἰ δὲ τὰ μικρὰ παθεῖν παραιτούμενοι, μείζοσι καὶ χαλεπωτέροις περιπεσούμεθα, πῶς οὐκ ἀκόλου θον, μᾶλλον ἐκεῖνο ἑλέσθαι παθεῖν, ᾧ καὶ τῶν πόνων τὸ ἔλαττον, καὶ τὸ κρεῖττον ἀκολουθεῖ; Πυθοίμην ἂν ἡδέως τῶν οὕτω διακειμένων, πότερόν ποτε τὸ νη στεύειν ἐροῦσιν ὀχληρὸν, ἢ τὸ δι' αἰῶνος κολάζεσθαι; Ἀλλ' οἶμαι καὶ ἄκοντας ἂν ὁμολογήσειν, ὅτι τὸ χεῖ ρον εἰς τιμωρίαν ἀποβλητέον
但若因不願受小苦,反倒陷入更大更嚴重的災難,那麼寧可選擇那勞苦較輕、結果較好的一途,豈不是更合乎道理嗎?我很想問問持這種心態的人,他們究竟認為哪一樣更令人厭煩——是禁食,還是永世受刑?我想,即便他們不情願,也不得不承認:那更差的一途,因其招致的懲罰,理當被摒棄。
But if, by declining to suffer small things, we shall fall into greater and harsher ones, how is it not more consistent to choose rather to suffer that to which both the lesser labor and the better outcome are attached? I would gladly ask those so disposed which, in the end, they would call more troublesome -- fasting, or being punished for all eternity? But I think that, even against their will, they would confess that the worse must be rejected in view of the punishment it brings.
1:134
ἢ τοῦτο πράττειν ὀκνήσαντας, πυρὶ ἀσβέστῳ κατακρί νεσθαι
否則,若因怯懦不肯行此,就要被定罪,落入不滅的火中。
or, by shrinking from doing this, be condemned to unquenchable fire.
1:135
Κἀκεῖνο δὲ τοῖς εἰρημένοις προσθεῖναι καλόν·
此外,還當在前面所說的加上這一點:
And it is good to add this also to what has been said:
1:136
ὅτι τῶν ἡδέων ἡ χρῆσις τότε μᾶλλόν ἐστι τοῖς ἔχουσι χαριεστέρα, ὅταν τι τῶν μὴ τοιούτων γενέσθαι συμβῇ
那就是:當某種相反的經歷先發生時,人享用美好之物就會顯得更加甘美。
that the enjoyment of pleasant things becomes all the more delightful to those who have them, when something of the opposite kind happens to occur beforehand.
1:137
Τοῖς μὲν γὰρ διὰ νόσον κειμένοις, τὸ τῆς ὑγείας ἀγαθόν ἐστι καταφανέστερον
因為對那些因疾病而臥床的人來說,健康的美好格外顯而易見。
For to those laid low by sickness, the good of health becomes more evident.
1:138
Οἱ δὲ πενίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἀπορίᾳ τριβόμενοι, περὶ τὸ κερδαίνειν εἰσὶ διὰ τοῦτο προθυμότεροι
而那些為貧窮及缺乏必需品所困的人,也因此對於獲利更加渴望積極。
And those who are worn down by poverty and the lack of necessities are, for this reason, more eager about gaining.
1:139
Ὧν γὰρ οὐκ ἔχουσι, ζητεῖν ἀναγκάζονται τὴν ἀπόλαυσιν·
因為他們是被迫去尋求自己所沒有之物的享受;
For they are compelled to seek the enjoyment of the things they do not have;
1:140
καὶ συλ λήβδην εἰπεῖν τῇ τῶν ἡδέων ἀπολείψει, μείζων ὁ περὶ ταῦτα πόθος γίνεται
簡而言之,因著美好事物的匱乏,人對它們的渴望反而變得更加強烈。
and, to put it briefly, through the deprivation of pleasant things, the longing for them becomes greater.
1:141
Οὕτω καὶ ὁ τῶν πάντων ἀρι στοτέχνης Θεὸς τόδε τὸ πᾶν διεκόσμησεν·
神,萬有之至妙工匠,也是這樣安排這整個宇宙的:
Thus also God, the most excellent craftsman of all things, ordered this universe:
1:142
ἡλίῳ μετὰ νύκτα τὸ φαίνεσθαι δοὺς, καὶ μετ' ἐκεῖνον αὐτῇ
祂使太陽在黑夜之後顯現,又使她(黑夜)在太陽之後再度顯現,
giving to the sun to shine after night, and to her again after the sun,
1:143
ἵνα δι' ἀλλήλων ἀμειβόμενοι, χαριεστέραν τῆς ἑαυτῶν παρουσίας ἐπιτελῶσι τὴν χρείαν
使兩者彼此交替,好叫它們臨在之效用顯得更加美好宜人。
so that, alternating with one another, they might render the service of their presence more delightful.
1:144
Τοῦ μὲν παρόντος ὀλιγωρεῖν τῆς ἀνθρώπου διανοίας εἰθισμένης ἀεί·
因為人的心智總是慣於輕忽眼前所有的,
since the mind of man is always accustomed to disregard what is present,
1:145
τῷ δὲ κόρῳ τοῦ φθάσαντος, ἀνηβώσης ἐπὶ τὸ μέλλον καὶ προσδοκώμενον
並且因對已來之事感到厭膩,便轉而對將來所盼望的事物重新煥發活力。
and, wearied with the satiety of what has already come, it grows young again toward what is future and expected.
1:146
Κρατήσει δὲ τῶν εἰρημένων ἡ δυνάμις ἐπί τε νηστείας καὶ τρυφῆς
上述所言之道理,在禁食與宴樂之事上同樣適用:
And the force of what has been said will hold good also in the case of fasting and of luxury:
1:147
Οὐκοῦν τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἵνα καιροῦ καλοῦντος ἀπολαύσῃς ἡδύστερον
所以禁食並非毫無益處,為要使你在時機來臨、蒙召享用之時,能更甘甜地享受。
Therefore fasting is not without profit, so that, when the occasion calls, you may enjoy it more sweetly.
1:148
Ἀγαπήσωμεν τοίνυν τὴν νηστείαν, ὡς παντὸς ἀγαθοῦ καὶ πάσης εὐθυμίας μητέρα
所以讓我們愛慕禁食,視之為一切美善與一切喜樂之母。
Let us therefore love fasting, as the mother of every good thing and of all good cheer.
1:149
Ταύτην μὲν Ἑλλήνων ἀτιμάζουσι παῖδες, οἱ δοκήσει σοφοί
這禁食,希臘人的子孫——那些自以為聰明、實則徒有虛名之人——卻加以輕視羞辱;
This the children of the Greeks dishonor—those who are wise only in appearance—
1:150
Ἰουδαῖοι δὲ πάντας ἀνθρώπους ὑπερβαλλόμενοι τῇ τῶν ἀσεβημάτων καινότητι, εἰδέναι μὲν οὐκ ἀρνοῦνται, πράττουσι δὲ οὕτως αἰσχρῶς, ὡς εἶναι τάχα που κρείττους, ὅτε μὴ τοῦτο ποιοῦντες εὑρίσκονται
至於猶太人,他們在種種新奇不虔的行為上超過所有人;他們並不否認自己知道禁食之理,卻行事如此可恥,以致若他們根本不曾如此禁食,恐怕反倒更好。
but the Jews, surpassing all men in the novelty of their impieties, do not deny knowing it, yet they act so shamefully that they would perhaps be better off were they found not doing this at all.
1:151
Πά σης γὰρ, ὡς ἔπος εἰπεῖν, πονηρίας πεπληρωμένοι, καὶ πᾶσαν ἐν ἑαυτοῖς ἀκαθαρσίαν ὠδίνοντες, μόνῳ δὲ τῷ τῆς νηστείας ὀνόματι σεμνυνόμενοι, πρόφασιν ἀλαζονείας πολλάκις ποιοῦνται τὴν ἀρετήν
因為他們可說是充滿了一切邪惡,在自己裡面孕育著一切污穢,卻僅僅以「禁食」之名而自誇自大,往往把德行當作驕傲自負的藉口。
For being filled, so to speak, with every wickedness, and travailing within themselves with every uncleanness, yet priding themselves solely on the name of fasting, they often make virtue a pretext for arrogance.
1:152
Τί γὰρ ἄν τις εἴποι τὸν ἀμαθέστατον ἐκεῖνον καὶ ἀπαίδευτον Φαρισαῖον ἐννοῶν, ὃν ὁ Κύριος ἡμῶν Χριστὸς ἐν Εὐ αγγελίοις διαγράφει προσευχόμενον ἐν τῷ ἱερῷ, καὶ βοῶντα·
試想那最無知、最沒有教養的法利賽人,我們的主基督在福音書中描繪他在聖殿中禱告、高聲說道——面對這樣的人,人還能說什麼呢?
For what could one say, considering that most ignorant and untaught Pharisee, whom our Lord Christ depicts in the Gospels praying in the temple and crying out:
1:153
Ὦ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
『神啊,我感謝你,因為我不像其餘的人那樣,勒索、不義、姦淫,也不像這個稅吏;』
'O God, I thank you that I am not like the rest of men, extortioners, unjust, adulterers, or even like this tax collector;
1:154
νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα ἂν κτῶμαι; Τί φὴς, ἐμβρόν τητε, ἐπὶ νηστείᾳ μεγαλαυχούμενος; Οὔπω τοσ αύτην ὑπεροψίαν αἰσθάνῃ νοσῶν, ἐπὶ τοῖς οὕτω μικροῖς ἀκριβολογούμενος; Οὔπω τῆς ἀλαζονείας τὸν ὄγκον ὁρᾷς; Οὐ παύσῃ διυλίζων τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνων, καθά φησιν ὁ Σωτήρ; Καὶ νο μομαθῆ σαυτὸν εἶναι λέγων ὅτι τὸ γεγραμμένον ἀγνοεῖς; Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη–Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι παρομοιά ζετε τάφοις κεκονιαμένοις, οἵτινες μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. Πάσης γὰρ ὄντως ἀκαθαρσίας ἡ τῶν Ἰουδαίων γνώμη πεπλήρωται·
『我一週禁食兩次,凡我所得的都獻上十分之一。』你這昏愚的人啊,你在說什麼,竟因禁食而如此自誇?你難道還不覺察自己染上如此嚴重的自負之病,在這樣微小的事上斤斤計較嗎?你難道還看不見自己驕傲自大的份量嗎?你豈不停止把蠓蟲細細過濾、卻把駱駝囫圇吞下,正如救主所說的那樣?你自稱精通律法,豈不知經上所寫的嗎?『讓別人稱讚你,不要用自己的口;讓外人稱讚,不要用自己的嘴唇。』『你們這假冒為善的文士和法利賽人有禍了!因為你們好像粉飾的墳墓,外面看著雖然美麗,裡面卻裝滿了死人的骨頭和一切的污穢。』因為猶太人的心思,確實充滿了一切污穢;
I fast twice a week, I give tithes of all that I possess.' What are you saying, you fool, boasting over fasting? Do you not yet perceive that you are diseased with such great arrogance, being so precise about such small matters? Do you not yet see the bulk of your arrogance? Will you not cease straining out the gnat while swallowing the camel, as the Savior says? And do you call yourself learned in the law, while being ignorant of what is written? 'Let your neighbor praise you, and not your own mouth; a stranger, and not your own lips.' 'Woe to you, Scribes and Pharisees, hypocrites, for you are like whitewashed tombs, which appear beautiful to men outwardly, but within are full of dead men's bones and all uncleanness.' For truly the mind of the Jews is filled with all uncleanness;
1:155
καὶ τῶν φαύλων οὐκ ἔστιν οὐδὲν ὃ μὴ παρ' ἐκείνοις τετίμηται·
凡屬邪惡之事,沒有一樣不被他們所尊崇;
and there is nothing base which has not been held in honor among them;
1:156
οὐ γὰρ εἰδέναι τὸν θεῖον ἐθελήσαντες νό μον, ἀλλὰ καὶ τὴν δοθεῖσαν αὐτοῖς διαπτύσαντες ἐν τολὴν, ἀνήκοοι μὲν ὄντες καὶ ἀπειθεῖς διετέλουν
因為他們不但不願曉得神聖的律法,甚至唾棄了賜給他們的誡命,始終不聽從、不順服。
for not only did they refuse to know the divine law, but also, spitting upon the commandment given to them, they continued being both disobedient and unpersuadable.
1:157
Ἐπὶ δὲ τούτοις αὐτοὺς καταιτιᾶται Θεὸς, διὰ τοῦ προφήτου βοῶν·
因此,神藉先知呼喊,譴責他們說:
And for these things God accuses them, crying out through the prophet:
1:158
Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύ ρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν·
『我可以向誰說話作見證,叫他們聽呢?看哪,他們的耳朵未受割禮,不能聽見;』
'To whom shall I speak, and testify, that he may hear? Behold, their ears are uncircumcised, and they cannot hear;'
1:159
ἰδοὺ τὸ ῥῆμα αὐτοῖς Κυρίου ἐγενήθη εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι. Φορτικὴ γὰρ τοῖς ἑκτικῶς ἁμαρτά νουσιν ἡ τῶν συμφερόντων παραίνεσις·
『看哪,耶和華的話成了他們的羞辱,他們絕不願意聽從。』因為對於慣於犯罪的人而言,有益的勸誡總是沉重難當的;
'behold, the word of the Lord has become to them a reproach; they will in no way desire to hear it.' For counsel about what is profitable is burdensome to those who sin habitually;
1:160
καὶ τοῖς ἀκολασταίνειν ἐθέλουσι, τὸ σωφρονεῖν οὐχ ἡδύ
對那些一心想放縱情慾的人來說,節制也絕非甘甜之事。
and to those who wish to live licentiously, self-control is not pleasant.
1:161
Ὅν περ γὰρ τρόπον τοῖς ἐξ οἴνου μεμεθυσμένοις, βεβά πτισται μὲν εἰς ἀβουλίαν ὁ νοῦς, τὸ φρονεῖν δὲ ὀρθὰ διὰ τοῦτο παρῃρημένος, ὅτι τοῖς χειρίστοις προσομι λεῖν ἐπιζήμιον οὐκ αἰσθάνεται·
正如那些被酒灌醉的人,他們的心智已沉溺於愚昧之中,因此喪失了正確思考的能力,以致察覺不出與最惡劣之事為伍乃是有害的;
For in the very way that, in men drunk with wine, the mind has been plunged into folly, and is thereby deprived of thinking rightly, because it does not perceive that consorting with the worst things is harmful;
1:162
οὕτως οἱ τῇ φιληδο νίᾳ νενικημένοι, καὶ καθάπερ εἰς τέλμα βαθὺ πε σόντες τὴν ἁμαρτίαν, καὶ τὸν σώφρονα νοῦν τοῖς ἀκαθάρτοις ἐγκαταπήξαντες πάθεσιν, ἀσάλευτον ἔχουσι παρ' ἑαυτοῖς τὸ κακὸν, ὅλοι πρὸς τοῦτο κεκλι μένοι καὶ βλέποντες, ταύτῃ πεπεδημένοι τῇ νόσῳ
照樣,那些被貪愛享樂所征服的人,如同陷入深淵泥沼般的罪惡之中,並將原本清醒的心智牢牢釘死於污穢的情慾裡,便在自己裡面持守著堅定不移的邪惡,全然傾向並注視著它,被這疾病捆綁束縛。
so also those conquered by the love of pleasure, having fallen as it were into a deep swamp of sin, and having fixed their once-sober mind fast in unclean passions, hold evil within themselves unshaken, being wholly inclined toward it and gazing upon it, fettered by this disease.
1:163
ἐνόμιζον, εἰ τὸ νικᾷν αὐτοῖς ἐν ἁμαρτίαις παραχωρήσαιεν
他們心裡以為,若能在罪惡上勝過〔祖先〕得逞,便算是一件美事,
they used to think it a fine thing, if the prevailing in sins should be granted to them,
1:164
Μὴ γὰρ ἑτέ ρως ἄξια τῶν γεγεννηκότων φρονοῦντας εὑρίσκεσθαι σφᾶς αὐτοὺς ὑπελάμβανον, εἰ μὴ τοῖς αὐτοῖς ἢ καὶ χείροσι περιπίπτοιεν ἀτοπήμασιν
因為他們認為,若不是陷入與祖先相同、甚或更嚴重的荒謬罪行之中,便無法證明自己配得上先祖的血統與心志。
for they supposed that they would not otherwise be found to think in a manner worthy of those who begot them, unless they should fall into the same, or even worse, enormities.
1:165
Ἀφ' ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης, ἐξαπέστειλα πρὸς ὑμᾶς, πάντας τοὺς δούλους που τοὺς προφήτας ἡμέρας ὄρθρου·
『從你們列祖出埃及地的那日起,直到今日,我天天差遣我的眾僕人先知到你們那裡去,清早起來差遣;』
'From the day that your fathers came out of the land of Egypt, even to this day, I have sent to you all my servants the prophets, daily, rising up early;'
1:166
καὶ ἀπέστειλα, καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσ έσχε τὸ οὖς αὐτῶν·
『我差遣了,他們卻不聽從我,他們的耳朵也不留心;』
'and I sent, and they did not listen to me, and their ear did not pay attention;'
1:167
καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν
『他們硬著頸項,甚至比他們的列祖更甚。』
'and they hardened their neck more than their fathers.'
1:168
Ὦ μόνοι τοὺς φύ σαντας τῇ συγγενείᾳ τῶν ἀσεβημάτων ἐπιδειξάμε νοι, καὶ τῇ ταυτότητι τῆς γνώμης, τὸ τίνων γεγό νατε παῖδες γνωρίσαντες
哦,你們這些人啊,唯獨你們藉著與祖先在不虔之事上的血脈相承,以及心志的完全一致,顯明了自己究竟是誰的子孫!
O you who alone have made known your begetters through the kinship of your impieties, and by the sameness of your disposition have made manifest whose children you have become!
1:169
Ὦ τοὺς γεγεννηκότας ἐν ἀσεβείᾳ νικήσαντες, καὶ τοῖς κατὰ τοῦ νόμου νεανιεύ μασι τῆς ἐκείνων ἀσθενείας κατηγορήσαντες·
哦,你們這些在不虔上勝過生你們之人的人,竟以違背律法的狂妄之舉,指控了先祖的軟弱無力!
O you who have surpassed those who begot you in impiety, and by your youthful audacities against the law have accused their weakness!
1:170
μόνοις ὑμῖν παρέστη κρατεῖν, ἐν οἷς ἦν ἡττᾶσθαι λυσιτε λέστερον
唯獨你們,竟在那本該是「戰敗」才更為有益之事上得逞取勝。
to you alone it fell to prevail in those very things in which it would have been more profitable to be defeated.
1:171
Ὦ νίκην ἀράμενοι πάσης ἀδοξίας χαλεπω τέραν
哦,你們所贏得的這場勝利,竟比一切恥辱更加悲慘沉重!
O you who have won a victory more grievous than every disgrace!
1:172
Ὦ ψῆφον λαχόντες ἑλεῖν ἢ νῖκος, ἣν οὐκ ἔχοντας, ἐπ' ἐλάττοσι κακοῖς τάχα που τολμᾷν καὶ σεμνύνεσθαι ὑμῶν ὁ πάντων κριτὴς καταδικάζει Θεὸς·
哦,你們這些人啊,你們所贏得的乃是奪取一種其實並不真正擁有的「勝利」,竟膽敢因這些較小的惡行而自誇自大——你們正是那萬有的審判者神所定罪的對象:
O you who have obtained for yourselves the verdict of seizing a victory—one you do not truly possess—daring perhaps to pride yourselves over lesser evils! It is you whom God, the judge of all, condemns:
1:173
Ἐσκλήρυναν, φάσκων, τὸν τράχηλον αὑτῶν. Ἐπὶ τούτοις αὐτοὺς θρηνεῖσθαι κελεύει τῷ προφήτῃ, καί φησι, Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε, καὶ ἀπώσατο Κύριος τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα
『他們硬著,』他這樣說,『自己的頸項。』因這些事,他吩咐先知為他們哀哭,說:『你要剃頭髮,把它拋棄,口中發出哀歌,因為耶和華已經棄絕、拋棄了那行這些事的世代。』
'They have hardened,' he says, 'their neck.' On account of these things he commands the prophet to lament over them, and says, 'Shear your head, and cast it away, and take up a lament upon your lips, for the Lord has rejected and cast away the generation that did these things.'
1:174
Ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐνώπιόν μου, λέγει Κύριος. Εἶτα καὶ τὸν τρόπον τῆς ἀσεβείας αὐτῶν ἐξηγούμενός φησιν·
『因為猶大的子孫在我眼前行了惡事,這是耶和華說的。』隨後,他又進一步說明他們不虔之行的方式,說:
'For the sons of Judah have done evil before me, says the Lord.' Then, explaining also the manner of their impiety, he says:
1:175
Ἐπάτα ξαν τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὸν, καὶ ᾠκοδόμησαν τὸν βω μὸν τοῦ Ταφέθ. Εἰς γὰρ τοσαύτης μανίας ἐξῆλθον ὑπερβολὴν, ὡς καὶ αὐτὸν τὸν εὐεργέτην ἀρνήσα σθαι, καὶ τὸ λατρεύειν εἰδώλοις ἡγεῖσθαι χρησιμότε ρον
『他們把可憎之物設立在稱為我名下的殿中,並建造了陀斐特的祭壇。』因為他們陷入了如此瘋狂過度的地步,以致連自己的施恩者都加以否認,反倒認為事奉偶像更為有益。
'They have set their abominations in the house upon which my name is called, and they have built the altar of Topheth.' For they proceeded to such an excess of madness that they even denied their very benefactor, and considered it more profitable to serve idols.
1:176
Καὶ γοῦν ὀνόματα θεῶν ἐν ἑαυτοῖς ἀναπλάτ τοντες, θυσίας αὐτοῖς ἐπετέλουν
他們甚至在自己中間虛構出諸神的名號,並向這些神祇獻祭。
And indeed, fashioning for themselves names of gods, they performed sacrifices to them.
1:177
Ἕτεροι δὲ τοῖς οἰ κείοις περιελκόμενοι πάθεσιν, εἰς ἀλλοκότους ἐπιθυ μίας τὸν νοῦν ἐμερίζοντο, καὶ καταλαβόντες τῶν ἐν ὄρεσιν ἀλσῶν τὰ εὐανθέστερα, θυσίας ἐκεῖ τοῖς δαί μοσιν ἐπῆγον, νύμφας, ὡς ἔμοιγε δοκεῖ, κατὰ τοὺς Ἑλλήνων ποιητὰς, Ἁμαδρυάδας καὶ Ὀρειάδας ἐπικαλούμενοι
另有些人被自己的私慾所牽引,心思分散於種種怪異的欲望之中;他們佔據山中花木最為茂盛的樹林,在那裡向鬼魔獻祭,依我看來,是仿照希臘詩人所說的那樣,呼求著林澤仙女與山中仙女——哈瑪德律阿德斯與俄瑞阿德斯。
Others, dragged along by their own passions, divided their mind toward strange desires, and, seizing the most flowery of the mountain groves, offered sacrifices there to demons, invoking, as it seems to me, nymphs—Hamadryads and Oreads, according to the poets of the Greeks.
1:178
Καὶ πρὸς πᾶσαν ἐπιθυμίαν ἀναιδῆ δια χεόμενοι, ἐφ' οἷς καταδύεσθαι μᾶλλον ἐχρῆν ἐπὶ τούτοις μεγαλαυχούμενοι, οὐ μικρὰ τὸν νομοθέτην λυποῦντες ἐφαίνοντο
他們毫無廉恥地放縱於各樣情慾之中,並在那些理當使人羞愧難當的事上反倒大肆誇耀,顯然使那立法者深感憂傷。
And pouring themselves out shamelessly toward every desire, priding themselves greatly on those very things for which they ought rather to have sunk in shame, they plainly grieved the lawgiver not a little.
1:179
Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑπωκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ
『你看見以色列家向我所做的事了嗎?她上到各高山,又到各茂密樹下,在那裡行淫。』
'Have you seen what the house of Israel has done to me? She went up on every high mountain, and under every leafy tree, and there played the harlot.'
1:180
Καὶ εἶτα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα·
行了這一切淫亂之後:
And then, after all this her fornication:
1:181
Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε. Μισοῦσι γὰρ τῆς ὠφελείας τοὺς τρόπους, οἷς οὐκ ἀρέσκει τὸ σώζεσθαι, καὶ οὐ φεύγει μὲν τῆς φιληδονίας τὸν καιρὸν ὁ τοιοῦτος εἶναι μὴ παραιτούμενος·
『你當歸向我』,她卻不肯歸回。因為那些不喜愛得救之人,必憎惡有益之道;這樣的人,既不拒絕如此存在,便也不逃避貪愛享樂的時機;
'Return to me,' and she did not return. For those to whom being saved is not pleasing hate the ways of what is beneficial; and such a one, not declining to be such, does not flee the season of the love of pleasure;
1:182
ἀεὶ δὲ πρὸς τὸ χεῖρον ἐκτείνεται, τὸ σωφρονεῖν οὐκ εἰδώς
反倒總是趨向更壞之境,不知節制為何物。
but always stretches toward the worse, not knowing how to be self-controlled.
1:183
Εἰ γὰρ ἐξὸν αὐ τοὺς μεταγινώσκοντας σώζεσθαι, καὶ τῶν συμφερόν των ὀλιγωρήσαντες, καὶ τοσαύτην φιλανθρωπίαν παρ' οὐδὲν λογισάμενοι, πῶς οὐκ εὐλόγως καθ' ἑαυτῶν τὸ μὴ δεῖν ἐλεεῖσθαι κυρώσουσι; Πῶς γὰρ οὐ πάσης ἐπέκεινα δραμόντες ἀλαζονείας εὑρίσκοιντο, οἳ παρὸν αὐτοῖς εὑρέσθαι τῆς τιμωρίας ἀπαλλαγὴν, τῆς ἁμαρ τίας ἀποδημήσασι, βαρυτέραν ἑαυτοῖς καλοῦσι τὴν κόλασιν, ἀεὶ τοῖς φθάσασι μείζονα προστιθέντες τὰ πλημμελήματα; Τοῖς δὲ τοῦτον διακειμένοις τὸν τρόπον τὸ κολάζεσθαι πλέον, ἢ τὸ μὴ κακῶς παθεῖν πρεπωδέστερον
因為,倘若他們原本可以藉悔改而得救,卻輕忽了對自己有益之事,把如此浩大的仁愛看為虛無,那麼他們豈不是理所當然地在自己身上判定「不當蒙憐憫」嗎?他們原本可以藉著遠離罪惡而獲得脫離刑罰的機會,卻反倒為自己招致更沉重的懲罰,不斷在已犯的罪上加添更大的過犯——這樣的人,豈不正是越過了一切狂妄自大的極限嗎?對於存這種心態的人來說,受更多的懲罰,遠比不遭受苦難更為相稱。
For if, though it were possible for them to be saved by repenting, they disregarded their own advantage, and counted so great a loving-kindness as nothing, how would they not justly ratify against themselves that they ought not to be shown mercy? For how would they not be found to have run beyond every kind of arrogance—they who, though it was possible for them to obtain release from punishment by departing from sin, instead call down upon themselves a heavier chastisement, always adding greater transgressions to those already committed? For those disposed in this manner, to be punished the more is more fitting than not to suffer evil.
1:184
Οὐκ ἂν γάρ τις ἁμάρτοι τὸν ἐπὶ τούτοις ἔλαιον ἀναιρεῖσθαι συμβουλεύων
因此,若有人建議在此等情況下當收回那膏油般的安慰,也不能算是錯誤的。
For no one would err in counseling that, in such cases, the oil be withheld.
1:185
Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τὸ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι
『你不要為這百姓祈禱,不要祈求他們蒙憐憫,也不要懇求,不要為他們來到我面前,因為我必不聽允。』
'And you, do not pray for this people, and do not ask that they be shown mercy, and do not entreat, and do not come to me concerning them, for I will not hear.'
1:186
υἱοὶ αὐτῶν συλ λέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταὶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργήσωσί με. Οἱ υἱοὶ τὰ ξύλα συλλέγουσιν, οἱ πατέρες τὸ πῦρ ἀνα καίουσι, τὰ γύναια τρίβουσι τὸ σταὶς, ἵνα μηδὲν ἔξω τῆς ἁμαρτίας εὑρίσκηται·
『他們的兒女撿柴,父親燒火,婦女揉麵做餅祭拜天上的萬象,又向外邦的神澆奠祭,惹我發怒。』兒女撿柴,父親燒火,婦女揉麵——為要使得無一物在罪惡之外可尋;
'Their sons gather wood, and their fathers kindle fire, and their women knead dough to make cakes for the host of heaven, and they poured out libations to strange gods, that they might provoke me to anger.' The sons gather the wood, the fathers kindle the fire, the women knead the dough, so that nothing might be found outside of sin;
1:187
πάνυ δὲ τὴν ἁμαρτίαν ἐργαζόμενοι, δικαίως ἀκούσουσιν
他們如此徹底地行出罪惡,理當公正地聽見這話:
and, thoroughly working out sin, they will justly hear:
1:188
Ὅτι σὺ ἐπίγνω σιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν μοι
『因為你棄絕了知識,我也必棄絕你,不容你作我的祭司。』
'Because you have rejected knowledge, I also will reject you from serving me as priest.'
1:189
Καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. Φιλονεικεῖ γὰρ ἀεὶ τῷ μεγέθει τῶν ἁμαρτημάτων ὁ τῆς κολάσεως τρόπος, καὶ τοῖς ἐπται σμένοις ἀκολουθεῖν ἀνάγκη τὴν ἁμαρτίαν ἰσόῤ ῥοπον
『你既忘記你神的律法,我也必忘記你的兒女。』因為懲罰的方式總是與罪的大小相稱較量,過犯必然招致與之相等份量的懲罰。
'And you have forgotten the law of your God, I also will forget your children.' For the manner of chastisement always contends in proportion to the magnitude of the sins, and it is necessary that punishment follow offenses in equal measure.
1:190
Τί δ' ἂν γένοιτο μεῖζον εἰς τὸ παθεῖν ἃ προσ ῆκεν ἢ χαλεπώτερον τοῖς ἐπὶ τοσούτῳ ἑαλωκόσιν, ἢ τῆς μὲν θείας ἱερουργίας ἀπείργεσθαι, ζημιοῦσθαι δὲ τὴν αὐτοῖς ὑπάρχουσαν παρὰ Θεῷ μνήμην, δι' ἣν τοῦ εὖ εἶναι λαχόντες πάσης, ὡς ἔπος εἰπεῖν, εὐθυ μίας διετέλουν ὄντες ἀπροσδεεῖς; Ἀλλὰ γὰρ ἡ εὐπρα γία δεινόν τι χρῆμα, καὶ τοῖς ἀνοήτοις ἀφόρητον
對那些犯下如此重罪之人而言,還有什麼比遭受應得的懲罰——即被禁止行使神聖的祭司職事、並喪失他們原本在神面前所擁有的紀念——更嚴重、更慘痛的呢?正是因著這紀念,他們原本蒙福安好,可說在一切喜樂上一無所缺。然而,順遂的境遇實在是件可畏之事,對愚昧人來說更是難以承受的。
What greater or harsher thing could there be, for those convicted of so great a crime, than to suffer what was fitting—namely, to be barred from the divine priestly ministry, and to be deprived of the remembrance they had before God, on account of which, having obtained well-being, they continued, so to speak, needing nothing of all good cheer? But indeed prosperity is a fearsome thing, and unbearable to the foolish.
1:191
Ὅταν δὲ δὴ καὶ οὓς ἔχειν αὐτὴν ἥκιστα χρὴ, φαί νωνται πορισάμενοι, τότε καὶ πρόφασις ἀπονοίας τοῖς κεκτημένοις εὑρίσκεται
一旦連那些最不該擁有這順遂之境的人,竟也顯得獲得了它,那麼,擁有者便也因此找到了狂妄自負的藉口。
And whenever indeed even those who ought least of all to have it are seen to have acquired it, then an occasion for recklessness is also found for those who possess it.
1:192
οὐχ ὅσα τῷ νομοθέτῃ δο κεῖ χρῆναι ποιεῖν βουλόμενοι, ἀλλὰ νόμον ἑαυτοῖς τὴν οἰκείαν ὁριζόμενοι βούλησιν, καὶ μόνοις τοῖς ἑαυτῶν παιδαγωγούμενοι διατάγμασιν
他們不願遵行那立法者所認為應當做的事,反倒以自己的意願為律法,只受自己所定的規條所教導管束。
not wishing to do the things which seem right to the lawgiver, but defining their own will as law for themselves, and being instructed only by their own decrees.
1:193
Οὕτως ἔχον τας γνώμης, καὶ τοῦτον διακειμένους τὸν τρόπον, εὐλόγως θρηνοῦντες, οἱ ἅγιοι λέγουσιν·
面對抱持這樣心思、處於這般光景的人,聖徒們理所當然地哀哭,說:
Being disposed in this frame of mind, and being in this condition, the saints, justly lamenting, say:
1:194
Ἀκούσατε λόγον Κυρίου, ὅτι ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον
『你們當聽耶和華的話,因我為你們舉哀。』
'Hear the word of the Lord, for I take up a lamentation over you.'
1:195
Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ προσθῇ τοῦ ἀναστῆναι. Καὶ πάλιν·
『以色列家跌倒了,必不能再起來。』又說:
'The house of Israel has fallen; she will no more rise again.' And again:
1:196
Καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν·
『你們當召善於哀哭的婦女前來;』
'Call for the mourning women, and let them come;'
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。