📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 馬太福音講道集

馬太福音講道集 第 32 章 第 2/2 段

希臘文原文.88 節.部分字詞可點開查義.本章太長已分段,此段為 32:295–32:382(全章共 382 節)

← 第 31 章第 33 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
32:295
Σὺ δὲ λάθρα δάκνων, καὶ μὴ δεχόμενός με ἐν δεσποτικῇ οἰκίᾳ, δέδοικα μὴ πάλιν μοι τὴν ἀθυμίαν αὐξήσῃς·
但你暗中咬囓我,又不在主人的家中接待我,我只怕你會再度加增我的憂悶;
But you, biting me in secret, and not receiving me in the Master's house, I fear lest you again increase my despondency;
32:296
οὐκ ἐπειδὴ ὕβρισας, οὐδὲ ἐπειδὴ ἐξέβαλες, ἀλλ' ἐπειδὴ τὴν εἰρήνην ἀπεκρούσω, καὶ τὴν χαλεπὴν ἐκείνην ἐπεσπάσω κόλασιν
這並非因你侮辱了我,也非因你把我趕出,乃是因你推開了平安,並且把那可怕的刑罰招到自己身上。
not because you have insulted me, nor because you have cast me out, but because you have thrust away the peace, and have drawn upon yourself that grievous punishment.
32:297
Κἂν γὰρ μὴ ἐκτινάξω τὸν κονιορτὸν ἐγὼ, κἂν μὴ ἀποστραφῶ, τὰ τῆς ἀπειλῆς ἀκίνητα μένει
因為即便我不跺下腳上的塵土,即便我不轉臉離去,那警戒的定局仍舊不變。
For even if I do not shake off the dust, even if I do not turn away, the terms of the threat remain unmoved.
32:298
Ἐγὼ μὲν γὰρ ἐπιλέγω πολλάκις ὑμῖν εἰρήνην, καὶ ἀεὶ τοῦτο λέγων οὐ παύσομαι·
至於我,我確實常向你們宣告平安,並且永不停止這樣說;
For I indeed often pronounce peace upon you, and I will never cease saying this;
32:299
ἂν δὲ μετὰ τῶν ὕβρεων καὶ μὴ δέξησθε, οὐδὲ οὕτω τὸν κονιορτὸν ἐκτινάσσω·
但你若帶著侮辱不肯領受,即便如此我也不跺下腳上的塵土;
but if with your insults you do not receive it, not even so do I shake off the dust;
32:300
οὐκ ἐπειδὴ παρακούω τοῦ Δεσπότου, ἀλλ' ἐπειδὴ σφόδρα ὑμῶν ἐκκαίομαι
這並非因我違背了主,乃是因我為你們心中火熱之極。
not because I disregard the Master, but because I am exceedingly inflamed with love for you.
32:301
Ἄλλως δὲ οὐδὲ ἔπαθόν τι δι' ὑμᾶς·
此外,我也未曾為你們的緣故受過什麼苦;
And besides, I have suffered nothing for your sake;
32:302
οὔτε μακρὰν ἦλθον ἀποδημίαν, οὐδὲ μετὰ τοῦ σχήματος ἐκείνου καὶ τῆς ἀκτημοσύνης ἦλθον ( διὰ τοῦτο πρότερον ἑαυτοῖς ἐγκαλοῦμεν), οὐδὲ χωρὶς ὑποδημάτων καὶ δευτέρου χιτῶνος·
我既未曾走過遠路,也未曾以那樣的裝束、帶著那樣的貧乏而來(正因此我們先責備自己),也未曾赤足而行、身無第二件內衣;
neither have I come on a long journey, nor have I come in that outward form and in poverty (for which reason we first blame ourselves), nor without sandals and a second tunic;
32:303
διὰ τοῦτο τάχα καὶ τὰ παρ' ὑμῶν ἐλλιμπάνετε
或許正因如此,你們在自己當盡的本分上也有所虧欠。
for this reason perhaps you also are wanting in what comes from you.
32:304
Πλὴν ἀλλ' οὐκ ἀρκεῖ τοῦτο ὑμῖν εἰς ἀπολογίαν·
然而,這並不足以作你們的推諉之詞;
Nevertheless, this does not suffice you for an excuse;
32:305
ἀλλ' ἡμῖν μὲν τὸ κρίμα μεῖζον, ὑμῖν δὲ συγγνώμης οὐ μεταδίδωσι
反倒是:臨到我們身上的審判固然更重,卻並不因此就赦免你們。
but while the judgment upon us is the greater, it grants no pardon to you.
32:306
Τότε αἱ οἰκίαι ἐκκλησίαι ἦσαν, νῦν δὲ ἡ ἐκκλησία οἰκία γέγονεν
從前家家都是教會,如今教會卻成了尋常人家。
Then the houses were churches, but now the church has become a house.
32:307
Οὐδὲν ἦν τότε ἐν οἰκίᾳ λαλῆσαι βιωτικόν·
從前在家中連一句屬世的閒話都不容說;
Then it was not permitted to speak anything worldly in a house;
32:308
οὐδέν ἐστι νῦν ἐν ἐκκλησίᾳ πνευματικὸν εἰπεῖν, ἀλλὰ καὶ ἐνταῦθα τὰ ἐκ τῆς ἀγορᾶς ἐπεισάγετε·
如今在教會裡卻沒有一句屬靈的話可說,你們甚至把市場上的事都帶進這裡來;
now there is nothing spiritual said in a church, but even here you bring in the affairs of the marketplace;
32:309
καὶ τοῦ Θεοῦ διαλεγομένου, ἀφέντες τὸ σιγῇ τῶν λεγομένων ἀκούειν, τἀναντία φέροντες συμβάλλετε πράγματα·
並且當神向你們講論之時,你們竟捨棄靜默聆聽所講的話,反倒插進來攪擾,摻雜進相反的事務;
and while God is discoursing, forsaking to hear in silence the things that are spoken, you throw in and mix up contrary matters;
32:310
νυνὶ δὲ τὰ μηδὲν ὑμῖν προσήκοντα καὶ λέγετε καὶ ἀκούετε
如今你們所說所聽的,竟都是與你們毫不相干的事。
but now you both speak and hear the things that in no way concern you.
32:311
Διὰ ταῦτα θρηνῶ, καὶ θρηνῶν οὐ παύσομαι
為著這些事,我哀哭;並且我要哀哭不止。
For these things I lament, and lamenting I will not cease.
32:312
Οὐδὲ γάρ εἰμι κύριος τὴν οἰκίαν ἀμεῖψαι ταύτην, ἀλλ' ἐνταῦθα ἀνάγκη μένειν, ἕως ἂν ἐκ τοῦ παρόντος ἐξέλθωμεν βίου
因為我無權更換這個家,反倒必須留在此處,直到我們離開今生為止。
For neither am I master to change this house, but here I must remain until we depart from the present life.
32:313
Χωρήσατε τοίνυν ἡμᾶς, καθὼς ὁ Παῦλος ἐκέλευσεν
所以,正如保羅所吩咐的,你們當在心中為我們騰出地方來。
Make room for us, then, as Paul commanded.
32:314
Οὐδὲ γὰρ περὶ τραπέζης ἐκεῖ τὸ εἰρημένον ἦν αὐτῷ, ἀλλὰ περὶ γνώμης καὶ διανοίας
他在那裡所說的,並非指著飲食的席桌而言,乃是指著心思與悟性而說的。
For what he said there was not spoken concerning a physical table, but concerning the mind and the understanding.
32:315
Τοῦτο καὶ ἡμεῖς παρ' ὑμῶν ζητοῦμεν, τὴν ἀγάπην, τὴν φιλίαν τὴν θερμὴν ἐκείνην καὶ γνησίαν
這也正是我們向你們所求的,就是那愛心,那火熱而真誠的情誼。
This also we seek from you: love, that warm and genuine friendship.
32:316
Εἰ δὲ οὐδὲ τοῦτο ἀνέχεσθε, κἂν ὑμᾶς αὐτοὺς φιλήσατε, τὴν παροῦσαν ἀποτιθέμενοι ῥᾳθυμίαν
但你們若連這個也不能忍受,那麼至少也要愛你們自己,脫去如今這懶散怠惰的心。
But if you cannot even endure this, at least love your own selves, laying aside your present slothfulness.
32:317
Ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ἡμῖν, ἂν ἴδωμεν εὐδοκιμοῦντας καὶ γενομένους βελτίους ὑμᾶς
只要我們看見你們得蒙稱許、日益長進,這對我們便是莫大的安慰了。
This is enough to comfort us: if we see you well approved and become better men.
32:318
Οὕτω καὶ αὐτὸς μείζονα ἐπιδείξομαι τὴν ἀγάπην, Εἰ καὶ περισσότερον ἀγαπῶν, ἧττον ἀγαπῶμαι
如此我自己也要顯出更大的愛來;縱使我愛得越多,所得的愛卻越少。
Thus shall I also display the greater love, if, loving more, I am the less loved.
32:319
Καὶ γὰρ πολλὰ ἡμᾶς ἐστι τὰ συνάγοντα·
因為將我們聯合在一起的事實在有許多。
For there are indeed many things that draw us together.
32:320
μία τράπεζα πρόκειται πᾶσιν, εἷς ἐγέννησεν ἡμᾶς Πατὴρ, τὰς αὐτὰ, πάντες ἐλύσαμεν ὠδῖνας, τὸ αὐτὸ ποτὸν ἅπασι δέδοται·
有一席擺在眾人面前,有一位父生了我們,我們都是從同樣的產難中得釋放的,同一杯飲也賜給了眾人。
One table is set before all; one Father has begotten us; we were all loosed from the same birth-pangs; the same drink is given to all.
32:321
μᾶλλον δὲ οὐ μόνον τὸ αὐτὸ ποτὸν, ἀλλὰ καὶ ἐξ ἑνὸς ποτηρίου πίνειν
不但如此,還不僅是同一杯飲,更是從同一個杯中飲。
Or rather, not only the same drink, but also to drink from one and the same cup.
32:322
Ὁ γὰρ Πατὴρ, βουλόμενος ἡμᾶς εἰς φιλοστοργίαν ἀγαγεῖν, καὶ τοῦτο ἐμηχανήσατο, ἐξ ἑνὸς ποτηρίου πίνειν ἡμᾶς·
因為天父願意引領我們進入親愛之中,便設立了這事,叫我們從同一個杯中飲。
For the Father, wishing to lead us into tender affection, devised this also, that we should drink from one cup.
32:323
ὅπερ ἐπιτεταμένης ἐστιν ἀγάπης
這正是那極深之愛的表記。
which belongs to intense love.
32:324
Ἀλλ' οὐκ ἐσμὲν ἄξιοι τῶν ἀποστόλων ἡμεῖς
然而我們配不上眾使徒。
But we are not worthy of the Apostles.
32:325
Ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἄν ποτε ἀρνηθείην
這我也承認,且絕不否認。
I too confess it, and would never deny it.
32:326
Οὐ μόνον ἐκείνων, ἀλλ' οὐδὲ τῆς σκιᾶς ἄξιοι τῆς ἐκείνων ἡμεῖς
我們不但配不上他們,就連他們的影子也配不上。
Not only of those men, but we are not even worthy of their shadow.
32:327
Ἀλλ' ὅμως τὰ παρ' ὑμῶν γινέσθω
但無論如何,你們所當盡的本分還是要盡。
But nevertheless, let what is yours to give be done.
32:328
Οὐδὲν ὑμᾶς τοῦτο καταισχῦναι δυνήσεται, ἀλλὰ καὶ ὠφελῆσαι μειζόνως
這絕不能叫你們蒙羞,反倒要叫你們得更大的益處。
This will be able to bring you no shame at all, but rather to profit you the more.
32:329
Ὅταν γὰρ καὶ περὶ ἀναξίους τοσαύτην ἐπιδείξησθε τὴν ἀγάπην καὶ τὴν ὑπακοὴν, τότε μείζονα λήψεσθε τὴν ἀνταπόδοσιν
因為你們若連對不配的人也顯出這樣大的愛與順服,那時你們必得著更大的賞賜。
For when you display such great love and obedience even toward the unworthy, then you will receive the greater recompense.
32:330
Οὐδὲ γὰρ τὰ ἡμέτερα λέγομεν·
因為我們所講的並非自己的道理;
For we do not speak our own things;
32:331
ἐπεὶ μηδέ ἐστιν ὑμῖν διδάσκαλος ἐπὶ τῆς γῆς·
因為在地上你們並沒有師尊;
since you have no teacher upon the earth;
32:332
ἀλλ' ἃ παρελάβομεν, καὶ διδόαμεν·
我們不過是把所領受的傳給你們罷了;
but the things we received, these also we give;
32:333
καὶ διδόντες οὐδὲν πλέον ἐπιζητοῦμεν παρ' ὑμῶν, ἀλλ' ἢ τὸ φιλεῖσθαι μόνον
我們在傳授之時,也不向你們多求別的,只求你們的愛而已。
and in giving them we seek nothing more from you than only to be loved.
32:334
Εἰ δὲ ἀνάξιοι καὶ τούτου, ἀλλ' ἀπὸ τοῦ φιλεῖν ὑμᾶς ἄξιοι ταχέως ἐσόμεθα
縱然我們連這個也不配得,但只要藉著愛你們,我們很快就要成為配得的了。
And if we are unworthy even of this, yet by loving you we shall quickly become worthy.
32:335
Καίτοιγε προσετάγημεν, μὴ τοὺς φιλοῦντας φιλεῖν μόνον, ἀλλὰ καὶ τοὺς ἐχθρούς
何況我們已受命,不但要愛那愛我們的人,連仇敵也要愛。
And yet we have been commanded to love not only those who love us, but even our enemies.
32:336
Τίς οὖν οὕτως ἀπηνὴς, τίς οὕτως ἄγριος, ὃς τοιοῦτον δεξάμενος νόμον, καὶ τοὺς φιλοῦντας ἀποστραφήσεται καὶ μισήσει, κἂν μυρίων κακῶν ἀνάμεστος ᾖ; Ἐκοινωνήσαμεν τραπέζης πνευματικῆς·
那麼有誰竟這樣冷酷、這樣兇暴,領受了如此的律法,竟還要厭棄並憎恨那愛他的人呢?縱使他滿了萬般的惡也不至如此。我們既同領了屬靈的席,
Who then is so harsh, who so savage, that having received such a law, will turn away from and hate those who love him, even were he full of ten thousand evils? We have partaken of a spiritual table;
32:337
κοινωνήσωμεν καὶ ἀγάπης πνευματικῆς
就當也同享屬靈的愛。
let us also share in a spiritual love.
32:338
Εἰ γὰρ λῃσταὶ, κοινωνοῦντες ἁλῶν, ἐπιλανθάνονται τοῦ τρόπου, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, σώματος ἀεὶ Δεσποτικοῦ μετέχοντες, καὶ οὐδὲ τὴν ἐκείνων
因為連強盜同嚐了鹽,尚且忘卻其本性;那麼我們這常領受主身體的人,若連他們那點溫和都學不到,還能有甚麼可推諉的呢?
For if robbers, sharing salt together, forget their trade, what defense shall we have, who ever partake of the Lord's body, and do not even imitate their gentleness?
32:339
μιμούμενοι ἡμερότητα; Καίτοιγε πολλοῖς οὐχὶ τράπεζα μόνον, ἀλλὰ καὶ τὸ πόλεως εἶναι μιᾶς ἤρκεσεν εἰς φιλίαν·
而且對許多人來說,不僅同席,就連同屬一城,也足以結成友誼;
And yet for many, not only a shared table, but even to be of one city, has sufficed for friendship;
32:340
ἡμεῖς δὲ, ὅταν καὶ πόλιν τὴν αὐτὴν ἔχωμεν, καὶ οἰκίαν τὴν αὐτὴν, καὶ τράπεζαν, καὶ ὁδὸν, καὶ θύραν, καὶ ῥίζαν, καὶ ζωὴν, καὶ κεφαλὴν, καὶ ποιμένα τὸν αὐτὸν, καὶ βασιλέα, καὶ διδάσκαλον, καὶ κριτὴν, καὶ δημιουργὸν, καὶ πατέρα, καὶ πάντα ἡμῖν ᾖ κοινὰ, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, ἀπ' ἀλλήλων διαιρούμενοι; Ἀλλὰ τὰ σημεῖα ἐπιζητεῖτε, ἅπερ εἰσιόντες ἐποίουν ἐκεῖνοι, τοὺς λεπροὺς τοὺς καθαιρομένους, καὶ τοὺς δαίμονας τοὺς ἐλαυνομένους, καὶ τοὺς ἐγειρομένους νεκρούς; Ἀλλὰ καὶ τοῦτο τῆς εὐγενείας ὑμῶν μέγιστον δεῖγμα, καὶ τῆς ἀγάπης, τὸ μὴ μετ' ἐνεχύρων πιστεύειν τῷ Θεῷ
但我們既有同一座城、同一個家、同一席、同一條路、同一道門、同一根、同一生命、同一元首、同一牧者、同一君王、同一師尊、同一審判者、同一創造者、同一父,凡事都是共有的,若彼此分裂,還能有甚麼可蒙寬恕的呢?然而你們卻要尋求那些神蹟,就是那些使徒進去時所行的——潔淨長大痲瘋的、趕出污鬼的、叫死人復活的。可是這正是你們高貴品格與愛心最大的憑據,就是不憑抵押質物而信靠神。
but we, when we have the same city, the same house, the same table, the same way, the same door, the same root, the same life, the same head, the same shepherd, king, teacher, judge, maker, and father, and when all things are common to us, of what pardon should we be worthy, being divided from one another? But you seek the signs which those men wrought when they went in—the lepers cleansed, the demons driven out, the dead raised? Yet this too is the greatest proof of your nobility and of your love: that you believe God without demanding pledges.
32:341
Καὶ γὰρ καὶ διὰ τοῦτο καὶ δι' ἕτερον τὰ σημεῖα ἔπαυσεν ὁ Θεός
因為神叫神蹟止息,正是為了這個緣故,並且還有別的緣故。
For it was on this account, and for another reason, that God caused the signs to cease.
32:342
Εἰ γὰρ, οὐ γινομένων σημείων, οἱ πλεονεκτήμασιν ἑτέροις κομῶντες, οἷον ἢ λόγῳ σοφίας, ἢ εὐλαβείας ἐπιδείξει, κενοδοξοῦσιν, ἐπαίρονται, ἀπ' ἀλλήλων σχίζονται·
因為倘若在沒有神蹟顯現之時,那些以別的長處自誇的人(如智慧的言語,或虔敬的炫耀)尚且好虛榮、自高自大、彼此分裂,
For if, when signs are not being wrought, those who plume themselves on other advantages—such as eloquence of wisdom, or a display of piety—grow vainglorious, are puffed up, and split apart from one another;
32:343
εἰ καὶ σημεῖα ἐγένοντο, ποῦ οὐκ ἂν ἐγένετο ῥήγματα; Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, μαρτυροῦσι Κορίνθιοι εἰς πολλὰ ἐντεῦθεν διαιρεθέντες μέρη
那麼若再加上神蹟,還有甚麼地方不生出裂痕來呢?這話並非臆測,哥林多人便是明證,他們正是為此緣故分成了許多黨派。
if signs also had been wrought, where would divisions not have arisen? And that what has been said is no mere conjecture, the Corinthians bear witness, being from this cause divided into many parts.
32:344
Μὴ δὴ σημεῖα ζήτει, ἀλλὰ ψυχῆς ὑγείαν
所以不要尋求神蹟,只要尋求靈魂的健康。
Seek not, then, signs, but health of soul.
32:345
Μὴ ζήτει νεκρὸν ἕνα ἰδεῖν ἐγειρό. μενον·
不要尋求看見一個死人復活;
Seek not to see one dead man raised;
32:346
καὶ γὰρ ἔμαθες ὅτι ὁλόκληρος ἡ οἰκουμένη ἀνίσταται
因為你已經曉得,全地都要復活了。
for you have learned that the whole inhabited world is rising again.
32:347
Μὴ ζήτει τυφλὸν ἰδεῖν θεραπευόμενον, ἀλλ' ὅρα πάντας ἀναβλέποντας νῦν τὴν βελτίω καὶ χρησιμωτέραν ἀνάβλεψιν·
不要尋求看見一個瞎子得醫治,倒要看那如今眾人都得回那更美、更有益處的看見;
Seek not to see one blind man healed, but behold all men now recovering the better and more profitable sight;
32:348
καὶ μάθε καὶ σὺ σωφρόνως ὁρᾷν, καὶ διόρθωσαί σου τὸν ὀφθαλμόν
你自己也當學習清明地觀看,並要修正你自己的眼目。
and learn thou also to see soberly, and set thine own eye aright.
32:349
Καὶ γὰρ εἰ πάντες ὡς ἐχρῆν ἐζῶμεν, μᾶλλον ἂν τῶν θαυματουργούντων ἐθαύμασαν ἡμᾶς Ἑλλήνων παῖδες
因為若我們眾人都照著所當行的而活,那麼外邦人(希臘人的子孫)就要驚奇我們,過於驚奇那些行神蹟的人了。
For indeed, if we all lived as we ought, the children of the Greeks would marvel at us more than at those who work wonders.
32:350
Τὰ μὲν γὰρ σημεῖα καὶ φαντασίας ὑπόνοιαν ἔχει πολλάκις, καὶ ἑτέραν πονηρὰν ὑποψίαν, εἰ καὶ τὰ ἡμέτερα οὐ τοιαῦτα·
因為神蹟常帶著一種幻術的嫌疑,並惹起別種惡意的猜疑,縱然我們的神蹟並非如此;
For signs often carry a suspicion of illusion and another wicked surmise, even though our own were not such;
32:351
βίος δὲ καθαρὸς οὐδεμίαν τοιαύτην ἐπήρειαν δέξασθαι δύναται·
然而聖潔的生活卻不能招致這樣的譭謗;
but a pure life can admit no such reproach;
32:352
ἀλλὰ πάντων ἐμφράττει τὰ στόματα τῆς ἀρετῆς ἡ κτῆσις
反倒是德行的擁有堵住了眾人的口。
rather, the possession of virtue stops the mouths of all.
32:353
Ταύτης τοίνυν ἐπιμελώμεθα·
所以我們當殷勤追求這德行;
Let us then be diligent about this;
32:354
πολὺς γὰρ αὐτῆς ὁ πλοῦτος, καὶ τὸ θαῦμα μέγα
因為它的財富極大,它所帶來的奇妙也極大。
for great is its wealth, and great the wonder of it.
32:355
Αὕτη τὴν ὄντως ἐλευθερίαν παρέχει, καὶ ἐν τῇ δουλείᾳ ταύτην θεωρεῖσθαι παρασκευάζει, οὐκ ἀπαλλάττουσα τῆς δουλείας, ἀλλὰ δούλους μένοντας ἐλευθέρων ἀποφαίνουσα σεμνοτέρους, ὃ τοῦ δοῦναι ἐλευθερίαν πολλῷ πλέον ἐστίν·
這德行賜下真正的自由,並使人在為奴之時也能顯出這自由來;它不脫去人的奴籍,卻使那仍為奴的比自由人更尊貴——這遠勝於賜人自由;
This gives the true freedom, and enables it to be seen even in slavery, not delivering from slavery, but showing those who remain slaves more honorable than the free—which is far greater than to bestow freedom;
32:356
οὐ ποιοῦσα πλούσιον τὸν πένητα, ἀλλὰ μένοντα πένητα τοῦ πλουσίου εὐπορώτερον ἀποφαίνουσα
它不使窮人變為富足,卻使他在仍舊貧窮之時,比富人更加豐裕。
not making the poor man rich, but showing him, while he remains poor, more amply provided than the rich.
32:357
Εἰ δὲ καὶ σημεῖα βούλει ποιεῖν, ἀπαλλάγηθι πλημμελημάτων, καὶ τὸ πᾶν ἤνυσας
你若也想行神蹟,就當除去自己的過犯,如此你便成全了一切。
And if you wish to work signs too, rid yourself of transgressions, and you have accomplished the whole.
32:358
Καὶ γὰρ μέγας δαίμων ἡ ἁμαρτία, ἀγαπητέ·
親愛的,因為罪乃是一個大鬼;
For sin is a great demon, beloved;
32:359
κἂν ταύτην ἐξέλῃς, τῶν μυρίους δαίμονας ἐλαυνόντων μεῖζον εἰργάσω
你若把這個趕出去,就比那趕出萬千惡鬼的人所行的更大了。
and if you cast this out, you have done a greater thing than those who drive out ten thousand demons.
32:360
Ἄκουσον Παύλου λέγοντος, καὶ τὴν ἀρετὴν τῶν θαυμάτων προτιθέντος·
你且聽保羅所說的話,他將德行置於神蹟之上;
Hear Paul speaking, and setting virtue above miracles;
32:361
Ζηλοῦτε δὲ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα·
他說:「你們要切切地追求那更大的恩賜;
'Earnestly desire,' he says, 'the greater gifts;
32:362
καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι·
我還要指示你們一條最妙的道路。」
and moreover I show you a way beyond all measure;'
32:363
καὶ μέλλων λέγειν τὴν ὁδὸν ταύτην, οὐ νεκρῶν εἶπεν ἔγερσιν, οὐ κάθαρσιν λεπρῶν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν·
他正要述說這條道路時,並沒有提叫死人復活,也沒有提潔淨長大痲瘋的,或別的類似的事;
and being about to tell this way, he spoke not of the raising of the dead, nor the cleansing of lepers, nor any other such thing;
32:364
ἀλλ' ἀντὶ πάντων τούτων τὴν ἀγάπην τέθεικεν
反倒以愛代替了這一切。
but in place of all these he set love.
32:365
Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος·
你也要聽基督所說的話;
Hear Christ also speaking;
32:366
Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ'. ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς
「不要因鬼服了你們就歡喜,要因你們的名記錄在天上歡喜。」
'Rejoice not that the demons are subject to you, but that your names are written in heaven.'
32:367
Ἐροῦσί μοι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·
「在那日必有許多人對我說:
'Many will say to me in that day:
32:368
Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐκ οἶδα ὑμᾶς
『我們不是奉你的名說預言、奉你的名趕鬼、又奉你的名行了許多異能麼?』那時我就明明地告訴他們說:『我從來不認識你們。』」
Did we not prophesy in your name, and cast out demons, and do many mighty works? And then will I confess to them, that I never knew you.'
32:369
Καὶ ὅτε ἔμελλε σταυροῦσθαι, καλέσας τοὺς μαθητὰς ἔλεγεν αὐτοῖς·
當祂將要被釘十字架的時候,召了門徒來,對他們說:
And when He was about to be crucified, calling His disciples He said to them:
32:370
Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, οὐκ ἐὰν δαιμόνια ἐκβάλλητε, ἀλλ' ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις
「你們若有彼此相愛的心,眾人因此就認出你們是我的門徒了」——並非說你們若趕鬼,乃是說你們若彼此相愛。
'By this shall all men know that you are My disciples'—not if you cast out demons, but 'if you have love one for another.'
32:371
Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ με ἀπέστειλας, οὐχὶ ἐὰν νεκροὺς ἐγείρωσιν οὗτοι, ἀλλ' ἐὰν ὦσιν ἕν
「叫世人知道是你差了我來」——並非說他們若叫死人復活,乃是說他們若合而為一。
'By this shall all men know that You sent Me'—not if these raise the dead, but 'if they be one.'
32:372
Τὰ μὲν γὰρ σημεῖα πολλάκις ἕτερον μὲν ὠφέλησε, τὸν δὲ ἔχοντα παρέβλαψεν, εἰς ἀπόνοιαν ἐπάραντα καὶ κενοδοξίαν, ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ·
因為神蹟往往有益於別人,卻反倒害了那擁有神蹟的人,使他被高抬起來,陷入狂傲與虛榮,或在別的方面受損;
For signs have often profited another, but harmed him who possessed them, lifting him up into arrogance and vainglory, or in some other way;
32:373
ἐπὶ δὲ τῶν ἔργων οὐδὲν τοιοῦτον ὑποπτεῦσαι ἔνι, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὰ, καὶ ἑτέρους πολλοὺς ὠφελεῖ
但在善行的事上卻無此可疑之處,反倒既益了行善的人,也益了其他許多人。
but in the case of good works there is no such thing to suspect, but they profit both those who practice them and many others besides.
32:374
Ταῦτα τοίνυν μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργασώμεθα
所以我們當以極大的殷勤來行這些事。
These things, then, let us practice with much diligence.
32:375
Ἂν γὰρ ἐξ ἀπανθρωπίας εἰς ἐλεημοσύνην μεταβάλῃς, ξηρὰν τὴν χεῖρα οὖσαν ἐξέτεινας
因為你若從殘忍轉為施捨,你就是把那枯乾的手伸展開了。
For if you change from inhumanity to almsgiving, you have stretched out the hand that was withered.
32:376
Ἂν θεάτρων ἀποστὰς ἐπὶ τὴν ἐκκλησίαν ἴῃς, χωλεύοντα τὸν πόδα διώρθωσας
你若離了戲園,往教會去,你就是把那瘸腿的腳醫好了。
If, forsaking the theaters, you go to the church, you have set right the foot that was lame.
32:377
Ἂν ἀποστήσῃς τοὺς ὀφθαλμούς σου ἀπὸ πόρνης καὶ κάλλους ἀλλοτρίου, τυφλοὺς ὄντας ἀνέῳξας
你若把眼目從妓女和不屬你的美色上挪開,你就是把那瞎了的眼睛開了。
If you withdraw your eyes from the harlot and from a beauty not your own, you have opened eyes that were blind.
32:378
Ἐὰν ἀντὶ σατανικῶν ᾠδῶν μάθῃς ψαλμοὺς
你若不再唱撒但的歌,卻學會了屬靈的詩篇,
If instead of satanic songs you learn spiritual psalms,
32:379
πνευματικοὺς, κωφὸς ὢν ἐλάλησας
你這原是啞巴的就說話了。
you who were mute have spoken.
32:380
Ταῦτα τὰ θαύματα μέγιστα·
這些神蹟乃是最大的;
These miracles are the greatest;
32:381
Ἂν ταῦτα τὰ σημεῖα ποιοῦντες διατελῶμεν, καὶ αὐτοὶ μεγάλοι τινὲς καὶ θαυμαστοὶ διὰ τούτων ἐσόμεθα, καὶ τοὺς πονηροὺς ἐπισπασόμεθα ἅπαντας εἰς ἀρετὴν, καὶ τῆς μελλούσης ἀπολαυσόμεθα ζωῆς·
我們若持續行這些神蹟,我們自己也要藉此成為偉大而奇妙的人,並要吸引一切惡人歸向德行,且要享受那將來的生命;
If we continue working these signs, we ourselves shall become great and wonderful men through them, and shall draw all the wicked to virtue, and shall enjoy the life to come;
32:382
ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們眾人都藉著我們主耶穌基督的恩典與慈愛得著這生命;願榮耀權能都歸與祂,直到永永遠遠。阿們。
which may it be granted us all to attain, by the grace and lovingkindness of our Lord Jesus Christ, to whom be glory and dominion unto the ages of ages. Amen.
← 上一段
← 第 31 章第 33 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182838485868788899091

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。