📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 馬太福音講道集

馬太福音講道集 第 15 章 第 1/2 段

希臘文原文.274 節.部分字詞可點開查義.本章太長已分段,此段為 15:1–15:274(全章共 480 節)

← 第 14 章第 16 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
15:1
Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος·
耶穌看見這許多的人,就上了山;
And Jesus, seeing the multitudes, went up into the mountain;
15:2
καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μα θηταὶ αὐτοῦ
既已坐下,門徒到祂跟前來。
and when He had sat down, His disciples came unto Him.
15:3
Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδί δασκεν αὐτοὺς, λέγων·
祂就開口教訓他們,說:
And He opened His mouth and taught them, saying:
15:4
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. αʹ
「虛心的人有福了,因為天國是他們的。」
Blessed are the poor in spirit, for theirs is the kingdom of heaven.
15:5
Ὅρα τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον
你且看這是何等地不慕虛榮、不事誇耀。
Observe how free from ostentation and vainglory it is.
15:6
Οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ' ἑαυτοῦ, ἀλλ' ὅτε μὲν θεραπεῦσαι ἔδει, αὐτὸς περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος·
因為祂並沒有帶著他們四處巡行,反倒是當需要醫治的時候,祂親自到處奔走,遍訪各城各鄉;
For He did not lead them about with Himself; but when there was need to heal, He Himself went about everywhere, visiting both cities and country regions;
15:7
ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ καθέζεται χωρίῳ·
然而當大批的群眾聚集時,祂卻在一個地方坐下;
but when a great multitude was gathered, He seats Himself in one place;
15:8
καὶ οὐκ ἐν πόλει καὶ ἀγορᾷ μέσῃ, ἀλλ' ἐν ὄρει καὶ ἐρημίᾳ, παιδεύων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ, καὶ περὶ ἀναγκαίων διαλέγεσθαι πραγμάτων
並且不是在城中或市集當中,乃是在山上和曠野裡,藉此教導我們凡事不為誇示而行,並要遠離人群當中的喧囂——尤其是當我們必須探究真道、談論要緊之事的時候。
and not in a city or in the midst of a marketplace, but on a mountain and in a solitude, teaching us to do nothing for display, and to withdraw from the tumults in the midst of men—and this most of all when we must pursue wisdom and discourse concerning necessary matters.
15:9
Ἀναβάντος δὲ αὐτοῦ καὶ καθίσαντος, προσῆλθον οἱ μαθηταί
祂既上了山坐下,門徒就到祂跟前來。
Now when He had gone up and sat down, the disciples came unto Him.
15:10
Εἶδες αὐτῶν τὴν ἐπίδοσιν τῆς ἀρετῆς, καὶ πῶς ἀθρόον βελτίους ἐγένοντο; Οἱ μὲν γὰρ πολλοὶ, τῶν θαυμάτων ἦσαν θεαταί·
你看見他們在美德上的長進,以及他們如何驟然變得更好嗎?因為眾人不過是神蹟的觀看者;
Do you see their advance in virtue, and how of a sudden they became better? For the many were spectators of the miracles;
15:11
οὗτοι δὲ καὶ ἀκοῦσαί τι λοιπὸν ἐπεθύμουν μέγα καὶ ὑψηλόν·
但這些人卻渴望聽見更深、又大又高的道理;
but these longed to hear something further, great and lofty;
15:12
ὅπερ οὖν αὐτὸν καὶ εἰς τὴν διδασκαλίαν ἐνέβαλε, καὶ τῶν λόγων ἄρξασθαι τούτων ἐποίησεν
正是這一點推動了祂去施行教訓,使祂開始了這些講論。
which very thing indeed impelled Him to His teaching, and made Him begin these discourses.
15:13
ἐθεράπευε μόνον, ἀλλὰ καὶ ψυχὰς διώρθου, καὶ πάλιν ἀπὸ τῆς τούτων ἐπιμελείας ἐπὶ τὴν ἐκείνων μετέβαινε θεραπείαν, ποικίλλων τε ὁμοῦ τὴν ὠφέλειαν, καὶ ἀναμιγνὺς τῇ τῶν λόγων διδασκαλίᾳ τὴν ἀπὸ τῶν ἔργων ἐπίδειξιν, καὶ τὰ ἀναίσχυντα τῶν αἱρετικῶν ἐμφράττων στόματα, δι' ὧν ἑκατέρας οὐσίας ἐκήδετο, δεικνὺς ὅτι ὁλοκλήρου τοῦ ζώου αὐτός ἐστι Δημιουργός
祂不僅施行醫治,也匡正靈魂;祂又從對這些的顧念轉到對那些的醫治,一面使那益處多方多樣,一面把出於言語的教訓與出於作為的明證交織一處,並封住異端者厚顏無恥的口,藉此顯明祂對兩種本質(靈與肉)都加以眷顧,證明祂自己乃是那完整活物的創造主。
He did not heal only, but also set souls aright, and again He passed from the care of these to the healing of those, at once diversifying the benefit, and mingling with the teaching of words the demonstration from works, and stopping the shameless mouths of the heretics, whereby He showed His care for either substance, proving that He is Himself the Creator of the whole living being.
15:14
Διὸ καὶ πολλῆς ἑκατέρᾳ τῇ φύσει μετεδίδου προνοίας, νῦν μὲν ἐκείνην, νῦν δὲ ταύτην διορθούμενος
因此,祂也向兩種本性施予諸多的眷顧,時而匡正這一種,時而匡正那一種。
Wherefore also He imparted much providence to each nature, now setting right the one, now the other.
15:15
Ἀνοίξας γὰρ, φησὶ, τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς
經上說:「祂就開口教訓他們。」
For He opened, it says, His mouth and taught them.
15:16
Καὶ τίνος ἕνεκεν πρόσκειται τὸ, Ἀνοίξας τὸ στόμα αὐτοῦ; Ἵνα μάθῃς ὅτι καὶ σιγῶν ἐπαίδευεν, οὐχὶ φθεγγόμενος μόνον, ἀλλὰ νῦν μὲν τὸ στόμα ἀνοίγων, νῦν δὲ τὴν ἀπὸ τῶν ἔργων ἀφιεὶς φωνήν
為什麼要加上「祂開口」這句話呢?好叫你明白祂即使在靜默中也施行教導,不單是藉言語;乃是時而開口說話,時而發出那出於祂作為的聲音。
And for what reason is it added, He opened His mouth? That you may learn that He instructed even in silence, not only by speaking; but now opening His mouth, now sending forth the voice that comes from His works.
15:17
Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐδίδασκεν αὐτοὺς, μὴ τοῖς μαθηταῖς αὐτὸν διαλέγεσθαι νόμιζε μόνον, ἀλλὰ καὶ δι' ἐκείνων ἅπασιν
但當你聽見「祂教訓他們」時,不要以為祂只是與門徒交談,乃是藉著他們與所有的人交談。
But when you hear that He taught them, think not that He conversed with the disciples alone, but also, through them, with all men.
15:18
Ἐπειδὴ γὰρ τὸ πλῆθος δημῶδες ἦν, ἔτι δὲ καὶ τῶν χαμαὶ συρομένων, τῶν μαθητῶν τὸν χορὸν ὑποστησάμενος, πρὸς ἐκείνους ποιεῖται τοὺς λόγους, ἐν τῇ πρὸς αὐτοὺς διαλέξει καὶ τοῖς λοιποῖς ἅπασι, τοῖς σφόδρα ἀποδέουσι τῶν λεγομένων, ἀνεπαχθῆ γίνεσθαι παρασκευάζων τῆς φιλοσοφίας τὴν διδασκαλίαν
因為那群眾是庶民之輩,而且是那些匍匐於地的人,祂便把門徒這一群立在面前,向他們發表言論,在對他們的講述中,也使那真智慧的教訓對其餘所有的人——甚至對那些遠不及所講之言的人——不致成為重擔。
For since the multitude was of the common sort, and moreover of those that grovel on the ground, He set the band of the disciples before Him and directs His words to them, in His discourse to them making the teaching of true wisdom unburdensome for all the rest as well, even for those who fell far short of what was spoken.
15:19
Ὅπερ οὖν καὶ ὁ Λουκᾶς αἰνιττόμενος ἔλεγεν, ὅτι τὸν λόγον ἀπέστρεψε πρὸς αὐτούς·
路加也正是暗指這件事,說祂把話轉向他們;
This very thing indeed Luke also hinted at when he said that He turned His discourse toward them;
15:20
καὶ ὁ Ματθαῖος δὲ αὐτὸ τοῦτο δηλῶν ἔγραφεν, ὅτι Προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ αὐτοὺς ἐδίδασκεν
馬太也是為要顯明這同一件事,才寫道:「祂的門徒到祂跟前來,祂就教訓他們。」
and Matthew too, making this same thing plain, wrote that His disciples came unto Him, and He taught them.
15:21
Οὕτω γὰρ καὶ οἱ λοιποὶ προσέχειν ἔμελλον προθυμότερον, ἢ εἰ πρὸς ἅπαντας ἀπετείνατο
因為如此,其餘的人也就比祂向眾人講話時更加熱切地留心聽了。
For thus also the rest were likely to give heed more eagerly than if He had addressed Himself to all.
15:22
Πόθεν οὖν ἄρχεται, καὶ ποῖα θεμέλια τίθησι τῆς καινῆς πολιτείας ἡμῖν; Ἀκούσωμεν μετὰ ἀκριβείας τῶν λεγομένων·
那麼,祂從何處起頭,又為我們立下這新生活方式的哪些根基呢?讓我們留心細聽所講的話;
Whence, then, does He begin, and what foundations does He lay for us of the new polity? Let us hearken with exactness to the things spoken;
15:23
εἴρηται μὲν γὰρ πρὸς ἐκείνους, ἐγράφη δὲ καὶ διὰ τοὺς μετὰ ταῦτα ἅπαντας
因為這些話雖是對那些人說的,卻也是為著日後所有的人而寫的。
for they were spoken to those men, but were written also for the sake of all that come after.
15:24
Διὰ δὴ τοῦτο προσεῖχε μὲν τοῖς μαθηταῖς δημηγορῶν·
誠然,正是為此緣故,祂在公開講論時特別顧到門徒;
For this cause, indeed, in His public discourse He gave heed to the disciples;
15:25
οὐκ εἰς ἐκείνους δὲ περιίστησι τὰ λεγόμενα, ἀλλ' ἀδιορίστως προσάγει τοὺς μακαρισμοὺς ἅπαντας
然而祂並不把所講的話限於他們,乃是毫無分別地陳明一切的福分。
yet He does not restrict the things spoken to them, but without distinction sets forth all the beatitudes.
15:26
Οὐδὲ γὰρ εἶπε, Μακάριοί ἐστε ὑμεῖς, ἐὰν πτωχοὶ γένησθε, ἀλλὰ, Μακάριοι οἱ πτωχοί
因為祂並沒有說:「你們若成為貧窮的人便有福了」,乃是說:「貧窮的人有福了。」
For neither did He say, Blessed are you, if you become poor, but, Blessed are the poor.
15:27
Καίτοι καὶ εἰ ἐκείνους εἰρήκει, κοινὰ τὰ τῆς συμβουλῆς ἔμελλε γίνεσθαι
然而,縱然祂是向那些人說的,這番勸勉也仍要成為眾人所共有的。
And yet, even had He addressed those men, the counsel would have become common to all.
15:28
Ἰδοὺ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέ. ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος·
「看哪,我就常與你們同在,直到世界的末了」——
Lo, I am with you always, even unto the consummation of the age—
15:29
οὐ πρὸς ἐκείνους διαλέγεται μόνους, ἀλλὰ καὶ δι' ἐκείνων πρὸς τὴν οἰκουμένην ἅπασαν·
祂並非單與那些人交談,乃是藉著他們與普天下的人交談;
He does not converse with those men alone, but also through them with the whole inhabited world;
15:30
καὶ ὅταν αὐτοὺς μακαρίζῃ διωκομένους καὶ ἐλαυνομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς τὰ αὐτὰ κατορθοῦσι πλέκει τὸν στέφανον
當祂稱他們為有福的——因他們受逼迫、被趕逐、遭受難以忍受之事——那時祂所編織的冠冕,不單是為他們,也是為凡成就同樣事情的眾人。
and when He calls them blessed as being persecuted and driven out and suffering things unbearable, it is not for them alone, but for all who accomplish the same things, that He weaves the crown.
15:31
Πλὴν ἀλλ' ἵνα καὶ σαφέστερον τοῦτο γένηται, καὶ μάθῃς ὅτι πρὸς σὲ ἔχει κοινωνίαν πολλὴν τὰ λεγόμενα, καὶ πρὸς τὴν φύσιν δὲ ἅπασαν τὴν ἀνθρωπίνην, εἴ τις βούλοιτο προσέχειν, ἄκουσον πῶς τῶν θαυμασίων τούτων ἄρχεται λόγων·
然而,為使這事更加明白,並叫你明白所講的話與你、以及與整個人類本性都大有關聯——只要人肯留心——你就聽祂如何開始這些奇妙的話語吧。
Yet, that this may become even clearer, and that you may learn that the things spoken have much in common with you, and with the whole of human nature—if one be willing to give heed—hear how He begins these wondrous words.
15:32
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
「虛心的人有福了,因為天國是他們的。」
«Blessed are the poor in spirit, for theirs is the kingdom of heaven.»
15:33
Τί ἐστιν, Οἱ πτωχοὶ τῷ πνεύματι; Οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν
「虛心的人」是甚麼意思呢?就是那些心思謙卑、痛悔的人。
What is the meaning of «the poor in spirit»? They are the humble and those contrite in mind.
15:34
Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καὶ τὴν προαίρεσιν εἴρηκεν
因為在這裡,「靈」乃是指人的靈魂與心志的抉擇。
For here by «spirit» He means the soul and the deliberate purpose of the will.
15:35
Ἐπειδὴ γάρ εἰσι πολλοὶ ταπεινοὶ, οὐχ ἑκόντες, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης βιαζόμενοι, ἀφεὶς ἐκείνους (οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον), τοὺς ἀπὸ προαιρέσεως ἑαυτοὺς ταπεινοῦντας καὶ καταστέλλοντας μακαρίζει πρώτους
因為有許多人謙卑並非出於自願,乃是被環境的逼迫所勉強;祂略過那些人(因為那算不得甚麼可稱讚的),首先稱那些出於自己意願而自甘卑微、克制自己的人為有福。
For since there are many who are humble, not willingly, but constrained by the necessity of their circumstances, He passes over these (for this would be no praise), and pronounces blessed first of all those who abase and restrain themselves out of deliberate choice.
15:36
Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Οἱ ταπεινοὶ, ἀλλ', Οἱ πτωχοί; Ὅτι τοῦτο ἐκείνου πλέον
祂為甚麼不說「謙卑的人」,卻說「貧窮的人」呢?因為這比那更進一層。
And why did He not say «the humble», but «the poor»? Because this is more than that.
15:37
Τοὺς γὰρ κατεπτηχότας ἐνταῦθά φησι, καὶ τρέμοντας τοῦ Θεοῦ τὰ ἐπιτάγματα, οὓς καὶ διὰ Ἡσαΐου τοῦ προφήτου σφόδρα ἀποδεχόμενος ὁ Θεὸς, ἔλεγεν·
因為祂在此所指的,是那些在敬畏中俯伏、又因神的誡命而戰兢的人;神藉著先知以賽亞大大悅納他們,說:
For here He means those who are crouched down in awe, and who tremble at the commandments of God — those whom God, greatly approving of them through the prophet Isaiah, spoke of, saying:
15:38
Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; βʹ
「我要看顧誰呢?就是那謙卑痛悔、因我話而戰兢的人。」二。
«Upon whom shall I look, but upon him that is meek and quiet, and that trembleth at My words?» 2.
15:39
Καὶ γὰρ πολλοὶ τῆς ταπεινοφροσύνης οἱ τρόποι·
因為謙卑的方式原是多樣的;
For indeed the modes of humble-mindedness are many;
15:40
καὶ ὁ μέν ἐστι ταπεινὸς συμμέτρως, ὁ δὲ μεθ' ὑπερβολῆς ἁπάσης Ταύτην καὶ ὁ μακάριος προφήτης ἐπαινεῖ τὴν ταπεινοφροσύνην, οὐ τὴν ἁπλῶς κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων, ἀλλὰ τὴν σφόδρα συντεθραυμένην, δι' ὧν φησι·
有人謙卑得適度,有人卻謙卑到極處。就是這後一種謙卑,那有福的先知也加以稱讚;他所描寫的並非僅僅安靜收斂的心思,乃是那完全破碎的心,正如他所說的:
and one man is humble in due measure, but another with all excess. It is this latter humility that the blessed prophet also praises — not sketching for us the mind that is merely composed and subdued, but that which is utterly broken — in the words by which he says:
15:41
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
「神所要的祭就是憂傷的靈;神啊,憂傷痛悔的心,你必不輕看。」
«The sacrifice for God is a broken spirit; a broken and a humbled heart God will not despise.»
15:42
Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην ἀντὶ θυσίας μεγάλης προσάγουσι τῷ Θεῷ, λέγοντες·
那三個少年人也將這樣的心當作大祭獻與神,說:
And the three children, too, offer this to God in place of a great sacrifice, saying:
15:43
Ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν
「但願我們以憂傷的心和謙卑的靈蒙悅納。」
«But in a contrite soul and a spirit of humility may we be accepted.»
15:44
Ταύτην καὶ ὁ Χριστὸς μακαρίζει νῦν
如今基督所稱為有福的,也正是這謙卑。
This same humility Christ also pronounces blessed now.
15:45
Ἐπειδὴ γὰρ τὰ μέγιστα τῶν
因為那最大的
For since the greatest of
15:46
κακῶν καὶ τὴν οἰκουμένην λυμηνάμενα ἅπασαν ἐξ ἀπονοίας εἰσῆλθεν·
眾惡,就是那毀壞了全世界的,乃是藉著狂妄自大而進來的;
evils, which have laid waste the whole world, entered in through senseless pride;
15:47
ὅ τε γὰρ διάβολος οὐκ ὢν πρὸ τούτου τοιοῦτος, οὕτω διάβολος γέγονεν·
因為魔鬼在此之先本非如此,牠就是這樣成了魔鬼;
for the devil, who was not such before this, became a devil in this very way;
15:48
ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν·
保羅所指明的正是這事,他說:
which very thing Paul also made plain when he said:
15:49
Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου·
「恐怕他自高自大,就落在魔鬼所受的刑罰裡」;
«Lest being lifted up with pride he fall into the condemnation of the devil»;
15:50
ὅ τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο·
頭一個人也是被魔鬼用這同樣的指望所吹脹,以致栽倒墜落,成了必死的;
and the first man, being puffed up by the devil with these same hopes, was hurled down headlong and became mortal;
15:51
προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν·
因為他妄想成為神,反倒連他所有的也失去了;
for looking to become a god, he lost even that which he had;
15:52
ὅπερ οὖν καὶ ὁ Θεὸς ὀνειδίζων αὐτῷ, καὶ τὴν ἄνοιαν αὐτοῦ κωμῳδῶν, ἔλεγεν·
所以神責備他,譏諷他的愚妄,說:
which is why God, reproaching him and mocking his folly, said:
15:53
Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν
「看哪,那人已經與我們相似。」
«Behold, Adam is become as one of us.»
15:54
Καὶ ἕκαστος δὲ τῶν μετὰ ταῦτα ἐντεῦθεν εἰς ἀσέβειαν ἐξώκειλεν, ἰσοθεΐαν φαντασθείς·
此後的每一個人,也都由此陷入不敬虔,妄想與神同等;
And each one of those after this drifted into impiety from this same source, imagining himself equal to God;
15:55
ἐπεὶ οὖν αὕτη τῶν κακῶν ἡ ἀκρόπολις ἦν, καὶ ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς πονηρίας ἁπάσης, τῷ νοσήματι τὸ κατάλληλον κατασκευάζων φάρμακον, ὥσπερ θεμέλιον ἰσχυρόν τινα καὶ ἀσφαλῆ τοῦτον πρῶτον κατεβάλετο τὸν νόμον
既然這乃是諸惡的堡壘、一切邪惡的根源與泉源,祂便針對這病症預備了相宜的良藥,先立下這條律法,作為堅固穩妥的根基。
since therefore this was the citadel of evils, the root and the fountain of all wickedness, in preparing the remedy suited to the disease, He first laid down this law as a strong and secure foundation.
15:56
Ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν·
因為這根基一旦奠定,建造者便可穩妥地將其餘一切加建其上;
For when this is laid beneath, the builder sets all the rest upon it with safety;
15:57
ταύτης δὲ ἀνῃρημένης, κἂν μέχρι τῶν οὐρανῶν φθάσῃ πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥᾳδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος
但這根基一旦被除去,人縱然行事為人高達諸天,一切也都輕易崩塌,落到悲慘的結局。
but when this is removed, even though a man in his manner of life should reach as far as the heavens, all is easily swept away and turns to a grievous end.
15:58
Κἂν νηστείαν, κἂν εὐχὴν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύ. νην, κἂν ἄλλ' ὁτιοῦν συναγάγῃς ἀγαθὸν, ταπεινοφροσύνης χωρὶς, διαῤῥεῖ καὶ ἀπόλλυται ἅπαντα
縱使你聚積了禁食、禱告、施捨、節制,或任何別的善行,若沒有謙卑,這一切都必流失、都必歸於無有。
Though you should gather fasting, prayer, almsgiving, temperance, or any other good thing whatsoever, without humble-mindedness it all runs to waste and perishes.
15:59
Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονε
這樣的事也曾臨到那法利賽人身上。
Which very thing happened also in the case of the Pharisee.
15:60
Καὶ γὰρ μετὰ τὸ φθάσαι εἰς αὐτὴν τὴν κορυφὴν, πάντα ἀπολέσας κατέβη, ἐπειδὴ τὴν μητέρα τῶν ἀγαθῶν οὐκ εἶχεν
因為他雖已登上頂峰,卻喪盡一切而下來,只因他沒有那眾善之母。
For even after reaching the very summit, he came down having lost everything, because he did not possess the mother of good things.
15:61
Ὥσπερ γὰρ ἡ ἀπόνοια πηγὴ κακίας ἁπάσης ἐστὶν, οὕτως ἡ ταπεινοφροσύνη φιλοσοφίας ἁπάσης ἀρχή
因為正如驕傲是一切惡行的泉源,謙卑也是一切真智慧的開端。
For just as pride is the fountain of all vice, so humble-mindedness is the beginning of all true wisdom.
15:62
Διὸ καὶ ἐντεῦθεν ἄρχεται, πρόῤῥιζον ἀνασπῶν τὴν ἀλαζονείαν ἐκ τῆς τῶν ἀκουόντων ψυχῆς
所以祂正是從這一點開始,將自誇連根從聽者的心中拔出。
Therefore He begins from this very point, plucking up arrogance by the very root out of the soul of His hearers.
15:63
Καὶ τί τοῦτο πρὸς τοὺς μαθητὰς, φησὶ, τοὺς πάντοθεν ὄντας ταπεινούς; Οὐδὲ γὰρ εἶχον ἀφορμὴν ἀπονοίας τινὰ, ἁλιεῖς καὶ πένητες ὄντες, καὶ ἄσημοι καὶ ἰδιῶται
或有人說,這與那各方面都謙卑的門徒有何相干呢?因為他們既是漁夫、又是窮人,既無名望、又無學問,本沒有可自高的憑藉。
And what has this to do with the disciples, one may say, who were humble in every respect? For they had no occasion for pride, being fishermen and poor men, obscure and unlearned.
15:64
Εἰ καὶ μὴ πρὸς τοὺς μαθητὰς ταῦτα, ἀλλὰ πρός γε τοὺς παρόντας τότε, καὶ τοὺς μετὰ ταῦτα μέλλοντας αὐτοὺς ὑποδέχεσθαι, ἵνα μὴ διὰ ταῦτα αὐτῶν καταφρονῶσι·
即使這些話不是對門徒說的,至少也是對當時在場的人,以及日後要接待門徒的人說的,免得他們因此輕看門徒;
Even if these words were not addressed to the disciples, yet they were at least addressed to those then present, and to those who were afterwards to receive them, that they might not on this account despise them;
15:65
μᾶλλον δὲ καὶ πρὸς τοὺς μαθητάς
或者說,這話其實也是對門徒說的。
or rather, they were addressed to the disciples also.
15:66
Εἰ γὰρ καὶ μὴ τότε, ἀλλ' ὕστερον ἔμελλον δεῖσθαι τῆς ὠφελείας ταύτης, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, καὶ τὴν τῆς οἰκουμένης τιμὴν, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν
因為即使當時不需要,日後他們也必需要這益處——就是在行了神蹟奇事、得了普世的尊崇、並在神面前有了坦然無懼之後。
For even if not then, yet later they were going to need this benefit — after the signs and the wonders, and the honour paid them by the whole world, and their boldness before God.
15:67
Οὔτε γὰρ πλοῦτος, οὔτε δυναστεία, οὐκ αὐτὴ ἡ βασιλεία οὕτως ἐπᾶραι ἦν ἱκανὴ, ὡς τὰ ἐκείνοις ὑπάρξαντα
因為無論財富、權勢,甚至王權本身,都不如那臨到他們身上的事那樣能使人自高。
For neither wealth, nor dominion, nor royalty itself was so able to lift a man up, as those things which fell to their lot.
15:68
Ἄλλως δὲ καὶ πρὸ τῶν σημείων εἰκὸς ἦν αὐτοὺς καὶ τότε ἐπαρθῆναι, τὸ πλῆθος ὁρῶντας καὶ τὸ θέατρον ἐκεῖνο τὸ περιεστηκὸς τὸν διδάσκαλον, καὶ παθεῖν τι ἀνθρώπινον
此外,就算在神蹟以先,他們當時看見那眾多的群眾、那圍繞著他們夫子的大會眾,也很可能自高,發出某種屬人的情感。
And apart from this, it was likely that even then, before the signs, they should be lifted up, when they saw the multitude and that great throng surrounding their Teacher, and should experience some human feeling.
15:69
Διόπερ αὐτῶν εὐθέως καταστέλλει τὸ φρόνημα
因此祂立即抑制了他們的高傲之心。
For this reason He at once represses their pride of mind.
15:70
Καὶ οὐκ εἰσάγει ἐν τάξει παραινέσεων τὰ λεγόμενα καὶ ἐπιταγμάτων, ἀλλ' ἐν τάξει μακαρισμοῦ, ἀνεπαχθέστερον τὸν λόγον ποιῶν, καὶ πᾶσιν ἀνοίγων τὸ τῆς διδασκαλίας στάδιον
祂並不是以勸勉和命令的形式來說這些話,乃是以祝福的形式,使祂的話較為不那麼沉重,並向眾人敞開了教導的競技場。
And He does not introduce what He says in the manner of exhortations and commandments, but in the manner of a blessing, making His word less burdensome, and opening the arena of His teaching to all.
15:71
Οὐ γὰρ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ', Οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες
因為祂並沒有說「某某人和某某人」,乃是說「凡行這些事的人都有福了」。
For He did not say, «This man and that man», but «Blessed are all they that do these things.»
15:72
Ὥστε κἂν δοῦλος ᾖς, κἂν πτωχὸς, κἂν πένης, κἂν ξένος, κἂν ἰδιώτης, οὐδέν ἐστι τὸ κωλύον σε ἔσεσθαι μακάριον, ἂν τὴν ἀρετὴν ταύτην ζηλώσῃς
如此,即使你是奴僕、是貧窮、是缺乏、是寄居的、是無學問的,只要你效法這德行,就沒有甚麼能攔阻你成為有福的。
So that even if you be a slave, or poor, or needy, or a stranger, or unlearned, there is nothing to hinder you from being blessed, if you emulate this virtue.
15:73
Ἀρξάμενος τοίνυν ἐντεῦθεν, ὅθεν μάλιστα ἐχρῆν, πρόεισιν ἐφ' ἑτέραν ἐντολὴν, ἀπεναντίας δοκοῦσαν εἶναι τῇ τῆς οἰκουμένης ψήφῳ
祂既從這最合宜之處開始,就進到另一條誡命,這誡命看似與全世界的判斷相反。
Having begun therefore from this point, where it was most fitting, He proceeds to another commandment, which seems to be opposed to the verdict of the whole world.
15:74
Ἁπάντων γὰρ τοὺς χαίροντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πενίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τούτους ἀντ' ἐκείνων μακαρίζει, λέγων οὕτω·
因為眾人都以喜樂的人為可羨慕的,卻以那些沮喪、貧窮、哀哭的人為可憐;祂卻反倒稱這後者為有福,這樣說:
For while all men count those who rejoice to be enviable, but those in dejection, poverty, and mourning to be wretched, He, in their stead, pronounces these last to be blessed, saying thus:
15:75
Καίτοιγε ἅπαντες αὐτοὺς ταλανίζουσι
然而眾人卻都以他們為悲慘。
And yet all men count them miserable.
15:76
Διὰ γὰρ τοῦτο προλαβὼν τὰ σημεῖα εἰργάσατο, ἵνα τοιαῦτα νομοθετῶν ἀξιόπιστος ᾖ
正因如此,祂先行了神蹟,好使祂在頒佈這樣的律法時得以取信於人。
For this reason He first wrought the signs beforehand, that in laying down such laws He might be worthy of credence.
15:77
Καὶ ἐνταῦθα δὲ πάλιν οὐχ ἁπλῶς τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων τοῦτο ποιοῦντας·
在這裡祂也不是單單指那哀哭的人,乃是指那為自己罪過而哀哭的人;
And here again He has not simply set down those that mourn, but those who do this over their sins;
15:78
ὡς τό γε ἕτερον καὶ σφόδρα ἐστὶ κεκωλυμένον, τὸ ἐπί τινι τῶν βιωτικῶν θρηνεῖν
至於那另一種,就是為某些今生的事哀傷的,反倒是極其被禁止的。
since that other kind, to lament over some worldly thing, is even exceedingly forbidden.
15:79
Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐδήλου λέγων, ὅτι Ἡ μὲν τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται·
保羅所指明的正是這事,他說:「世俗的憂愁是叫人死」;
Which very thing Paul also made plain, saying that «the sorrow of the world worketh death»;
15:80
ἡ δὲ κατὰ Θεὸν, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται
「但依著神的憂愁,就生出沒有後悔的懊悔來,以致得救。」
«but that which is according to God worketh repentance unto salvation not to be repented of.»
15:81
Τούτους τοίνυν καὶ αὐτὸς ἐνταῦθα μακαρίζει τοὺς οὕτω λυπουμένους·
所以祂在此所稱為有福的,也正是這些如此憂傷的人;
It is these, then, that He too here pronounces blessed — those who sorrow in this way;
15:82
καὶ οὐδὲ ἁπλῶς τοὺς λυπουμένους τέθεικεν, ἀλλὰ τοὺς μετ' ἐπιτάσεως
而且祂所指的並非單單憂傷的人,乃是那憂傷得深切的人。
and He has not set down simply those who sorrow, but those who do so with intensity.
15:83
Διόπερ οὐδὲ εἶπεν, Οἱ λυπούμενοι, ἀλλὰ, Οἱ πενθοῦντες
因此祂沒有說「憂傷的人」,卻說「哀慟的人」。
For this reason He did not say, «They that are sorrowful», but «They that mourn.»
15:84
Καὶ γὰρ αὕτη πάλιν ἡ ἐντολὴ πάσης ἐστὶ φιλοσοφίας διδάσκαλος
因為這條誡命也同樣是一切真智慧的師傅。
For this commandment, too, is again a teacher of all true wisdom.
15:85
Εἰ γὰρ οἱ παῖδας, ἢ γυναῖκα, ἢ ἄλλον τινὰ τῶν προσηκόντων ἀπελθόντα πενθοῦντες, οὐ χρη. μάτων, οὐ σωμάτων ἐρῶσι κατ'
因為那些為兒女、為妻子,或為別的親屬死去而哀哭的人,在
For if those who mourn for children, or a wife, or any other of their kindred who has departed, are not, during
15:86
ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, οὐ δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίας ἁλίσκονται, οὐχ ὑπὸ ἄλλου πολιορκοῦνταί τινος πάθους, τοῦ πένθους γινόμενοι μόνου·
那哀痛的時候,既不貪愛錢財,也不貪戀肉體的享樂,不追求虛榮,不因受辱而動怒,不被嫉妒所擄,也不被別的情慾所圍困,只全然沉浸在哀傷之中;
that season of grief, in love with riches or with bodily pleasures, do not aspire after glory, are not provoked by insults, are not taken captive by envy, nor besieged by any other passion, being wholly given over to mourning alone;
15:87
πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες τὰ ἑαυτῶν, ὡς πενθεῖν ἄξιον, μείζονα ταύτης ἐπιδείξονται φιλοσοφίαν
那麼,那些照著應當哀慟的樣式為自己罪過哀慟的人,豈不更要顯出比這更大的智慧來嗎?
much more will those who mourn their own sins, as is worthy of mourning, display a wisdom greater than this.
15:88
Εἶτα, τί τὸ ἔπαθλον αὐτοῖς; Ὅτι αὐτοὶ παρακληθήσονται, φησίν
那麼,他們所得的獎賞是甚麼呢?祂說:「他們必得安慰。」
Then, what is the reward for them? «That they shall be comforted», He says.
15:89
Ποῦ παρακληθήσονται; εἰπέ μοι
請告訴我,他們要在哪裡得安慰呢?
Where shall they be comforted? tell me.
15:90
Ἐπειδὴ γὰρ τὸ ἐπίταγμα σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς, ὃ μάλιστα αὐτὸ κοῦφον ἐποίει, τοῦτο ὑπέσχετο δώσειν
因為這誡命本是極其沉重難擔的,祂就應許賜下那最能使它變輕的,
For since the commandment was very heavy and burdensome, that which most of all made it light — this He promised to give.
15:91
Ὥστε εἰ θέλεις παρακαλεῖσθαι, πένθει
所以你若願意得安慰,就當哀慟。
So that if you wish to be comforted, mourn.
15:92
Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον
你也不要以為所說的是一個謎語。
And do not think that what has been said is a riddle.
15:93
Ὅταν γὰρ ὁ Θεὸς παρακαλῇ, κἂν μυρίαι νιφάδες ἐπέλθωσι λυπηρῶν, πάντων ἀνώτερος ἔσῃ
因為神若安慰你,縱然有千萬陣愁苦的風雪臨到你身上,你也必高過這一切。
For when God comforts, even if ten thousand storms of sorrows come upon you, you shall be higher than them all.
15:94
Καὶ γὰρ πολλῷ μείζους ἀεὶ τῶν πόνων δίδωσι τὰς ἀμοιβὰς ὁ Θεός·
因為神所賜的報償,總是遠超過那勞苦的;
For indeed God always gives rewards far greater than the toils;
15:95
ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε, μακαρίους ἀποφαίνων τοὺς πενθοῦντας, οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν
祂在此所行的正是如此,稱那哀慟的人為有福,並非照那事本身的價值,乃是照祂自己的慈愛。
which very thing He has done here also, in declaring those that mourn to be blessed — not according to the worth of the deed, but according to His own loving-kindness.
15:96
Οἱ γὰρ πενθοῦντες, πλημμελήματα πενθοῦσι·
因為那哀慟的人,是為自己的過犯哀慟;
For those who mourn, mourn over their transgressions;
15:97
τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι καὶ ἀπολογίας τυχεῖν
對這樣的人,能得著赦免、蒙得申辯開脫,已經足夠了。
and for such it is enough to enjoy pardon and to obtain acquittal.
15:98
Ἀλλ' ἐπειδὴ αὐτὸς σφόδρα ἐστὶ φιλάνθρωπος, οὐδὲ ἐν τῇ τῶν κολάσεων ἀναιρέσει, οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ τὴν ἀντίδοσιν ἵστησιν, ἀλλὰ καὶ μακαρίους ποιεῖ, καὶ πολλῆς μεταδίδωσι παρακλήσεως
但既然祂自己是極其愛人的,祂就不使祂的賞賜僅止於除去刑罰、脫離罪過,反倒使他們成為有福,並將許多的安慰分賜給他們。
But since He Himself is exceedingly loving toward mankind, He does not make His recompense to stand merely in the removal of punishments nor in the deliverance from sins, but He even makes them blessed and imparts to them much comfort.
15:99
Πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων κελεύει πλημμελημάτων·
祂也吩咐我們不但要為自己的過犯哀慟,也要為別人的過犯哀慟;
And He bids us mourn not only over our own transgressions, but also over those of others;
15:100
οἷαι τῶν ἁγίων ἦσαν αἱ ψυχαί·
眾聖徒的心正是這樣;
such were the souls of the saints;
15:101
οἵα ἡ τοῦ Παύλου, ἡ τοῦ Δαυΐδ·
保羅的心是這樣,大衛的心也是這樣。
such was the soul of Paul, and of David.
15:102
καὶ γὰρ καὶ οὗτοι πάντες ἀλλότρια πολλάκις ἐπένθησαν κακά
因為這些人也常常為別人的災禍而哀慟。
For indeed these too have often mourned over the calamities of others.
15:103
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν
「溫柔的人有福了,因為他們必承受地土。」
'Blessed are the meek, for they shall inherit the earth.'
15:104
οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ Γραφῇ γῆν νοητήν
因為在聖經中,我們無論何處都找不到一種屬靈的、心思可領會的地土。
For nowhere in the Scripture do we find a spiritual, intelligible earth.
15:105
Ἀλλὰ τί ποτέ ἐστι τὸ εἰρημένον; Αἰσθητὸν τίθησιν ἔπαθλον, ὥσπερ καὶ ὁ Παῦλος
那麼這句話究竟是什麼意思呢?祂設立了一個可感知的獎賞,正如保羅所行的一樣。
But what then is meant by this saying? He sets forth a perceptible reward, just as Paul also does.
15:106
Εἰπὼν γὰρ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἐπήγαγεν, Οὕτω γὰρ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς
因為他說了「當孝敬你的父母」之後,便接著說:「使你在世長壽。」
For having said, 'Honour thy father and thy mother,' he added, 'For so shalt thou be long-lived upon the earth.'
15:107
Καὶ αὐτὸς τῷ λῃστῇ πάλιν·
祂自己也再次對那強盜說:
And He Himself again said to the thief:
15:108
Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ
「今日你要同我在樂園裡了。」
'Today shalt thou be with Me in paradise.'
15:109
Οὔτε γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπει μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων καὶ πρὸ τῶν μελλόντων ἐκεῖνα ζητοῦντας
因為祂不僅以將來的美好之事勸勉他們,也以眼前現存之事勸勉他們,這是為了聽眾中那些較為遲鈍的人,他們甚至在將來之事以先就先尋求這些現世之物。
For He urges them on not only by the good things to come, but also by those that are present, for the sake of the grosser among His hearers, who even before the things to come are seeking after these.
15:110
Διὰ τοῦτο γοῦν καὶ προϊὼν ἔλεγεν·
因此,祂繼續說下去時,也如此說:
For this reason indeed, as He went on, He also said:
15:111
Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου
「你要與你的對頭和好。」
'Be well-disposed toward thine adversary.'
15:112
Εἶτα τῆς τοιαύτης φιλοσοφίας τὸ ἔπαθλον τίθησι, καί φησι·
然後祂為這樣的德行設立獎賞,說:
Then He sets forth the reward of such love of wisdom, and says:
15:113
Μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ
「恐怕對頭把你送給審判官,審判官交付差役。」
'Lest the adversary deliver thee to the judge, and the judge to the officer.'
15:114
Ὁρᾷς πόθεν ἐφόβησεν; Ἀπὸ τῶν αἰσθητῶν, ἀπὸ τῶν παρὰ πόδας συμβαινόντων
你看見祂是從何處使人生畏嗎?是從可感知之事,從近在腳邊、隨即臨到的事。
Seest thou whence He inspired fear? From perceptible things, from what happens right at our feet.
15:115
Ὃς ἐὰν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ
「凡罵弟兄說『拉加』的,難免公會的審斷。」
'Whosoever shall say to his brother, Raca, shall be in danger of the council.'
15:116
Καὶ ὁ Παῦλος δὲ αἰσθητὰ τιθεὶς ἔπαθλα πολύς ἐστι, καὶ ἀπὸ τῶν παρόντων προτρέπων·
保羅也大量地設立可感知的獎賞,並以現世之事勸勉眾人;
And Paul too abounds in setting forth perceptible rewards, and in urging men on by present things;
15:117
οἷον ὡς ὅταν περὶ παρθενίας διαλέγηται·
例如,當他論到守童身的事時;
as, for instance, when he discourses concerning virginity;
15:118
οὐδὲν γὰρ περὶ τῶν οὐρανῶν εἰπὼν ἐκεῖ, τέως ἀπὸ τῶν παρόντων ἐνάγει, λέγων·
因為他在那裡對天上的事隻字未提,暫且從眼前的處境來引導他們,說:
for saying there nothing about the heavens, he for the time being draws them on from present considerations, saying:
15:119
Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην·
「因現今的艱難;」
'Because of the present distress;'
15:120
καὶ, Ἐγὼ δὲ ὑμῶν φείδομαι·
以及「但我是憐恤你們;」
and, 'But I spare you;'
15:121
καὶ, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι
又說:「我願你們無所掛慮。」
and, 'But I would have you to be without carefulness.'
15:122
Οὕτω δὴ καὶ ὁ Χριστὸς τοῖς πνευματικοῖς τὰ αἰσθητὰ ἀνέμιξεν
基督也正是這樣,將可感知之事與屬靈之事交織相融。
Thus indeed did Christ also mingle perceptible things with spiritual.
15:123
Ἐπειδὴ γὰρ νομίζεται ὁ πρᾶος ἅπαντα. ἀπολλύναι τὰ ἑαυτοῦ, τὸ ἐναντίον ὑπισχνεῖται λέγων, ὅτι οὗτος μὲν οὖν ἐστιν ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος, ὁ μὴ θρασὺς, μηδὲ ἀλαζών·
因為溫柔的人被認為會失去他一切所有的,於是祂應許了相反的事,說:這人反倒是穩妥地擁有其所有的,就是那不魯莽、不誇口的人;
For since the meek man is thought to lose all that is his own, He promises the contrary, saying that this is rather the man who possesses his goods in security—he who is neither insolent nor boastful;
15:124
ὁ δὲ τοιοῦτος καὶ τῶν πατρῴων ἐκστήσεται πολλάκις, καὶ αὐτῆς τῆς ψυχῆς
而那魯莽之人卻常常連祖傳的產業、甚至連自己的性命都要喪失。
whereas such a bold man will often be dispossessed even of his ancestral inheritance, and of his very soul.
15:125
Ἄλλως δὲ καὶ ἐπειδὴ ἐν τῇ Παλαιᾷ συνεχῶς ὁ Προφήτης, Οἱ γὰρ πραεῖς κληρονομήσουσι γῆν, ἔλεγεν, ἀπὸ τῶν συντρόφων αὐτοῖς ῥημάτων ἐνυφαίνει τὸν λόγον, ὥστε μὴ πανταχοῦ ξενοφωνεῖσθαι
還有另一層意思:既然在舊約中,先知不斷地說「溫柔的人必承受地土」,祂便用他們所熟悉的話語來編織祂的講論,好叫祂處處所說的不至於顯得陌生。
And in another way too: since in the Old Testament the Prophet continually said, 'For the meek shall inherit the earth,' He weaves His discourse out of words familiar to them, so as not everywhere to speak in an alien tongue.
15:126
Ταῦτα δὲ λέγει, οὐ μέχρι τῶν παρόντων ἱστὰς τὰς ἀμοιβὰς, ἀλλὰ μετὰ τούτων κἀκεῖνα παρέχων
然而祂說這些話,並非把賞賜限於現世之事,而是在賜下這些的同時,也一併賜下那些將來的事。
But He says these things not confining the recompenses to present things, but with these bestowing also those others.
15:127
Ἄν τε γὰρ πνευματικὸν εἴπῃ τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ·
因為無論祂論到某件屬靈之事,祂都不奪去今生的事物;
For whether He speak of some spiritual thing, He does not take away the things in the present life;
15:128
ἄν τε τῶν ἐν τῷ βίῳ τι πάλιν ὑπόσχηται, οὐ μέχρι τούτου τὴν ὑπόσχεσιν ἵστησι
或是當祂再應許今生的某件事時,祂也不把那應許僅限於此。
or whether again He promise something of the things in this life, He does not confine the promise to that alone.
15:129
Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν·
因為祂說:「你們要先求神的國,這些東西都要加給你們了;」
'For seek ye,' saith He, 'the kingdom of God, and all these things shall be added unto you;'
15:130
Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει
「凡撇下房屋或弟兄的,必在今世得著百倍,在來世承受永生。」
'Whosoever hath forsaken houses, or brethren, shall receive a hundredfold in this world, and in the world to come shall inherit eternal life.'
15:131
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην
「飢渴慕義的人有福了。」
'Blessed are they that hunger and thirst after righteousness.'
15:132
Ποίαν δικαιοσύνην; Ἢ τὴν καθόλου φησὶν ἀρετὴν, ἢ τὴν μερικὴν ταύτην τὴν ἀπεναντίας τῇ πλεονεξίᾳ κειμένην
是指哪一種義呢?祂或是指全備的德行,或是指那與貪婪相對而立的個別之德。
What manner of righteousness? Either He means virtue as a whole, or that particular virtue which stands opposed to covetousness.
15:133
Ἐπειδὴ γὰρ μέλλει περὶ ἐλεημοσύνης ἐπιτάττειν, δεικνὺς
因為祂將要吩咐關於施捨的事,藉此指明
For since He is about to give commandment concerning almsgiving, showing
15:134
πῶς ἐλεεῖν χρὴ, οἷον ὅτι οὐκ ἐξ ἁρπαγῆς, οὐδὲ ἐκ πλεονεξίας, μακαρίζει τοὺς δικαιοσύνης ἀντιποιουμένους
人當如何行憐憫,就是說:不可出於搶奪,也不可出於貪婪,於是祂稱那些追求義的人為有福的。
how one ought to show mercy—namely, that it be not out of rapine nor out of covetousness—He pronounces blessed those who lay claim to righteousness.
15:135
Καὶ ὅρα μεθ' ὅσης αὐτὸ τίθησιν ὑπερβολῆς
你且看祂是以何等強烈的措辭來陳明此事的。
And observe with how great an emphasis He sets it forth.
15:136
Οὐ γὰρ εἶπε, Μακάριοι οἱ δικαιοσύνης ἀντεχόμενοι, ἀλλὰ, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην·
因為祂沒有說「持守義的人有福了」,而是說「飢渴慕義的人有福了」;
For He said not, 'Blessed are they that hold fast to righteousness,' but, 'Blessed are they that hunger and thirst after righteousness;'
15:137
ἵνα μὴ ἁπλῶς, ἀλλὰ μετὰ ἐπιθυμίας ἁπάσης αὐτὴν μετίωμεν
好叫我們不是漫不經心地,而是懷著全然的渴慕去追求它。
that we may pursue it not carelessly, but with all desire.
15:138
Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἴδιον τῆς πλεονεξίας ἐστὶ, καὶ οὐχ οὕτως ἐρῶμεν σιτίων καὶ ποτῶν, ὡς τοῦ πλείονα κτᾶσθαι καὶ περιβάλλεσθαι·
因為這尤其是貪婪的特性,我們對飲食的貪愛,遠不及對獲取更多、圈占更多之物的貪愛,
For since this is especially the property of covetousness, and we do not so love meats and drinks as the acquiring and encompassing of more,
15:139
τὴν ἐπιθυμίαν ταύτην περὶ τὸ μὴ πλεονεκτεῖν μεταθεῖναι ἐκέλευσεν
所以祂吩咐我們將這渴慕轉向「不貪心」這件事上。
He commanded us to transfer this desire to the not being covetous.
15:140
Εἶτα πάλιν αἰσθητὸν τὸ ἔπαθλον ὁρίζει, λέγων·
然後祂又定下一個可感知的獎賞,說:
Then again He appoints a perceptible reward, saying:
15:141
Διὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν εὐπόρους ποιεῖν τοὺς πολλοὺς, λέγει ὅτι τοὐναντίον μὲν οὖν ἐστιν·
因為貪婪被認為能使眾人富足,祂便說事實恰恰相反;
For because covetousness is thought to make the multitude wealthy, He says that on the contrary it is quite otherwise;
15:142
ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται
因為使人富足的乃是公義。
for it is righteousness that works this.
15:143
Μὴ τοίνυν δίκαια πράττων φοβοῦ πενίαν, μηδὲ τρέμε λιμόν
所以,你行公義時,不要懼怕貧窮,也不要因饑荒而戰兢。
Therefore, in doing what is just, fear not poverty, neither tremble at famine.
15:144
Οἱ γὰρ ἁρπάζοντες, οὗτοι μάλιστά εἰσιν οἱ πάντων ἐκπίπτοντες·
因為那些搶奪的人,正是那從一切之中跌落、盡都喪失的人;
For they that snatch away, these especially are the men that fall from everything;
15:145
ὡς ὁ γοῦν δικαιοσύνης ἐρῶν, τὰ πάντων αὐτὸς ἔχει μετὰ ἀσφαλείας
而愛慕公義的人,卻穩妥地擁有眾人所有的。
whereas he that loves righteousness possesses all men's goods in security.
15:146
Εἰ δὲ οἱ τῶν ἀλλοτρίων μὴ ἐφιέμενοι τοσαύτης ἀπολαύουσιν εὐπορίας, πολλῷ μᾶλλον οἱ τὰ ἑαυτῶν προϊέμενοι
但那些不貪圖別人財物的人尚且享有如此豐盛,何況那些甘願捨出自己所有之物的人呢。
But if they that covet not other men's goods enjoy so great abundance, much more do they that give away their own.
15:147
Ἐνταῦθα οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον ἐμοὶ δοκεῖ λέγειν, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων
在此,我以為祂所指的,不僅是那些以錢財施憐憫的人,也包括那些以行動施憐憫的人。
Here He seems to me to mean not only those who show mercy by money, but also those who do so by deeds.
15:148
Ποικίλος γὰρ ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή
因為憐憫的方式是多種多樣的,這條誡命也是廣闊的。
For manifold is the manner of mercy, and this commandment is broad.
15:149
Τί οὖν αὐτῆς τὸ ἔπαθλον; Ὅτι αὐτοὶ ἐλεηθήσονται
那麼它的獎賞是什麼呢?「因為他們必蒙憐恤。」
What then is its reward? 'That they themselves shall obtain mercy.'
15:150
Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναί τις ἴση·
這看來似乎是某種對等的回報;
And it seems indeed to be a kind of equal recompense;
15:151
ἔστι δὲ πολὺ μεῖζον τοῦ κατορθώματος
然而它卻遠比那善行本身更大。
but it is far greater than the good deed.
15:152
Αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι, ἐλεοῦνται δὲ παρὰ τοῦ τῶν ὅλων Θεοῦ
因為他們是以人的身分施憐憫,卻是從萬有的神那裡蒙憐恤。
For they themselves show mercy as men, but they obtain mercy from the God of all.
15:153
Οὐκ ἔστι δὲ ἴσος ἀνθρώπινος ἔλεος καὶ θεῖος, ἀλλ' ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ἐκείνου διέστηκε
人的憐憫與神的憐憫並不相等,乃是邪惡與良善之間相隔多遠,這一種便與那一種相距多遠。
And human mercy and divine are not equal, but as great as is the interval between wickedness and goodness, so far is the one distant from the other.
15:154
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται
「清心的人有福了,因為他們必得見神。」
'Blessed are the pure in heart, for they shall see God.'
15:155
Ἰδοὺ πάλιν πνευματικὸν τὸ ἔπαθλον
看哪,這又是一個屬靈的獎賞。
Behold again a spiritual reward.
15:156
Καθαροὺς δὲ ἐνταῦθά φησιν, ἤτοι τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, καὶ μηδὲν ἑαυτοῖς συνειδότας πονηρὸν, ἢ τοὺς ἐν σωφροσύνῃ διάγοντας·
祂在此所說的「清」,或是指那些擁有全備德行、自覺心中並無邪惡的人,或是指那些過著貞潔生活的人;
And by 'pure' here He means either those who have acquired virtue as a whole and are conscious of no evil in themselves, or those who live in chastity;
15:157
οὐδενὸς γὰρ ἡμῖν οὕτω δεῖ πρὸς τὸ τὸν Θεὸν ἰδεῖν, ὡς τῆς ἀρετῆς ταύτης
因為為要得見神,我們沒有一樣比這德行更為需要的了。
for of nothing have we so much need, in order to see God, as of this virtue.
15:158
Διὸ καὶ ὁ Παῦλος. ἔλεγεν·
因此保羅也說:
Wherefore Paul also said:
15:159
Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον
「你們要追求與眾人和睦,並要追求聖潔;非聖潔沒有人能見主。」
'Follow peace with all men, and holiness, without which no man shall see the Lord.'
15:160
Ὄψιν δὲ ἐνταῦθά φησιν, ἣν ἀνθρώπῳ δυνατὸν ἰδεῖν
但祂在此所說的「看見」,乃是指人所能夠看見的那種看見。
But by 'sight' He here means such as it is possible for man to see.
15:161
Ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσι, πορνεύουσι δὲ καὶ ἀσελγαίνουσι·
因為許多人施憐憫、不搶奪、也不貪心,卻犯姦淫、行放蕩之事,
For since many show mercy, and do not snatch away, nor covet, yet commit fornication and act licentiously,
15:162
δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ πρότερον, καὶ τοῦτο προσέθηκεν
祂為要指明前者尚不足夠,便加上了這一項。
showing that the former does not suffice, He added this also.
15:163
Ὅπερ δὴ καὶ ὁ Παῦλος Μακεδόσιν ἐμαρτύρησε, Κορινθίοις ἐπιστέλλων, ὅτι οὐ μόνον ἐν ἐλεημοσύνῃ ἐπλούτουν, ἀλλὰ καὶ ἐν τῇ ἄλλῃ ἀρετῇ·
這正是保羅寫信給哥林多人時,為馬其頓人所作的見證,就是他們不但在施捨上富足,也在其餘的德行上富足;
Which very thing Paul also testified of the Macedonians, when writing to the Corinthians, that not only did they abound in almsgiving, but also in the rest of virtue;
15:164
εἰπὼν γὰρ περὶ τῆς φιλοτιμίας αὐτῶν τῆς ἐν τοῖς χρήμασι, φησὶν, ὅτι καὶ Ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡμῖν
因為他論到他們在錢財上的慷慨之後,便說他們也「先把自己獻給主,又照神的旨意獻給我們。」
for having spoken of their liberality in money, he says that they also 'gave their own selves to the Lord and to us.'
15:165
Ἐνταῦθα οὐ τὸ μὴ στασιάζειν αὐτοὺς μόνον καὶ ἀπεχθάνεσθαι πρὸς ἀλλήλους ἀναιρεῖ, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ, ἵνα καὶ ἑτέρους στασιάζοντας συνάγωμεν·
在此,祂不僅除去他們彼此爭鬥、彼此仇恨,更要求某種更進一層的事,就是我們也當把那些爭鬥的別人使他們和好;
Here He takes away not only their being at strife and hating one another, but He requires yet something more—that we should also bring together others that are at strife;
15:166
καὶ πάλιν πνευματικὸν ἐπάγει τὸ ἔπαθλον
祂又再次帶出一個屬靈的獎賞。
and again He brings in a spiritual reward.
15:167
Ποῖον δὴ τοῦτο; Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται
這是什麼樣的獎賞呢?「因為他們必稱為神的兒子。」
What manner of reward is this? 'That they themselves shall be called sons of God.'
15:168
Καὶ γὰρ τοῦ Μονογενοῦς ἔργον ἐγένετο τοῦτο, συναγαγεῖν τὰ διεστῶτα, καὶ καταλλάξαι τὰ ἐκπεπολεμωμένα
因為這正是那獨生子的工作:將分裂的事物聚合起來,使那彼此為敵的事物和好。
For indeed this was the work of the Only-Begotten: to bring together the things that were divided, and to reconcile the things that were at war.
15:169
Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγε·
然後,祂惟恐你以為和睦在一切情形下都是好的,便接著說:
Then, lest thou shouldest think that peace is in every case a good thing, He added:
15:170
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·
「為義受逼迫的人有福了;」
'Blessed are they that are persecuted for righteousness' sake;'
15:171
τουτέστι, τῆς ἀρετῆς ἕνεκεν, τῆς ὑπὲρ ἑτέρων προστασίας, τῆς εὐσεβείας
就是說,為著德行的緣故,為著護衛他人的緣故,為著敬虔的緣故。
that is, for virtue's sake, for the protection of others, for godliness.
15:172
Δικαιοσύνην γὰρ εἴωθεν ἀεὶ τὴν ἅπασαν λέγειν τῆς ψυχῆς φιλοσοφίαν
因為祂習慣總是把靈魂全部的德行修養稱作「義」。
For He is accustomed always to call the whole moral discipline of the soul 'righteousness.'
15:173
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ
「當人為我的緣故辱罵你們、逼迫你們、捏造各樣壞話毀謗你們,你們就有福了。」
Blessed are you when they reproach you and persecute you, and speak every evil word against you falsely, for My sake.
15:174
Οἷον, Κἂν γόητας, κἂν πλάνους, κἂν λυμεῶνας, κἂν ὁτιοῦν ἕτερον καλέσωσι, μακάριοί ἐστε, φησί
祂的意思是說:縱使他們稱你們為術士、騙子、禍害,或任何其他的名目,你們仍是有福的,祂說。
As if to say: Even should they call you sorcerers, deceivers, pests, or anything else whatsoever, blessed are you, He says.
15:175
Τί τούτων καινότερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων, ὅταν τὰ τοῖς ἄλλοις φευκτὰ, ταῦτα ποθεινὰ εἶναι λέγῃ·
還有什麼比這些命令更為新奇的呢?祂竟宣告說,別人所躲避的事,正是當人渴慕嚮往的。
What could be more novel than these commands, when He declares that the very things which others flee from are to be longed for?
15:176
τὸ πτωχεύειν λέγω, καὶ πενθεῖν, καὶ διώκεσθαι, καὶ κακῶς ἀκούειν; Ἀλλ' ὅμως καὶ εἶπε, καὶ ἔπεισεν, οὐχὶ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν καὶ χιλίους ἀνθρώπους, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν
我是指貧窮、哀慟、遭受逼迫、被人辱罵。然而祂依舊如此宣講,並且說服了人——不是兩個、十個、二十個、一百個或一千個人,而是整個天下的人。
I mean being poor, and mourning, and being persecuted, and being ill spoken of. Yet nonetheless He both spoke it and persuaded, not two or ten or twenty or a hundred or a thousand men, but the whole inhabited world.
15:177
Καὶ ἀκούοντες τὰ φορτικὰ καὶ ἐπαχθῆ καὶ ἀπεναντίας τῇ τῶν πολλῶν συνηθείᾳ, ἐξεπλήττοντο οἱ ὄχλοι
眾人聽見這些沉重、艱難、與大眾習慣相違的話,都驚訝不已。
And hearing things burdensome and grievous and contrary to the custom of the many, the crowds were astounded.
15:178
Τοσαύτη ἡ τοῦ λέγοντος δύναμις ἦν
說話者的能力竟是如此之大。
So great was the power of Him who spoke.
15:179
Πλὴν ἀλλ' ἵνα μὴ νομίσῃς, ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικε διορισμοὺς, ὅταν καὶ δι' αὐτὸν, καὶ
但恐怕你以為單單被人辱罵就能使人有福,祂便定下了兩個條件:就是既要為祂的緣故,又要……
But lest you should suppose that being ill spoken of simply makes men blessed, He set down two conditions: when it is both for His sake, and...
15:180
Ἐπεὶ ἐὰν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων
因為若沒有這些條件,那被人辱罵的人不但不是有福的,反倒是可憐的。
For unless these are present, not only is the one ill spoken of not blessed, but he is even wretched.
15:181
Εἶτα ὅρα τὸ ἔπαθλον πάλιν·
接著再看那賞賜:
Then behold the reward once again:
15:182
Ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς
「因為你們在天上的賞賜是大的。」
For your reward is great in the heavens.
15:183
Σὺ δὲ, εἰ καὶ μὴ καθ' ἕκαστον τῶν μακαρισμῶν βασιλείαν ἀκούεις δωρουμένην, μὴ ἀθύμει
但你即使沒有聽見在每一項福分中都賜下國度,也不要灰心。
But you, even if you do not hear the kingdom bestowed at each one of the beatitudes, do not be disheartened.
15:184
Εἰ γὰρ καὶ διαφόρως ὀνομάζει τὰς ἀμοιβὰς, ἀλλὰ πάντας εἰς τὴν βασιλείαν εἰσάγει
因為祂雖然用不同的名稱來稱呼那些報償,卻是把眾人都領進國度裡。
For though He names the recompenses variously, yet He leads them all into the kingdom.
15:185
Καὶ γὰρ ὅταν εἴπῃ, Παρακληθήσονται οἱ πενθοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἢ τὴν βασιλείαν διὰ τούτων ἁπάντων αἰνίττεται·
因為當祂說:哀慟的人必得安慰,憐憫人的人必蒙憐憫,清心的人必得見神,使人和睦的人必稱為神的兒子——祂藉著這一切所暗示的,無非就是那國度。
For indeed when He says, The mourners shall be comforted, and the merciful shall obtain mercy, and the pure in heart shall see God, and the peacemakers shall be called sons of God, He hints at nothing else through all these than the kingdom.
15:186
οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως
因為那些享有這些的人,必定也要得著那國度。
For those who enjoy these things shall by all means attain to that kingdom.
15:187
Μὴ τοίνυν τῶν τῷ πνεύματι πτωχῶν μόνων νόμιζε εἶναι τὸ ἔπαθλον, ἀλλὰ καὶ τῶν πεινώντων τὴν δικαιοσύνην, καὶ τῶν πράων, καὶ τῶν ἄλλων ἁπάντων ἁπαξαπλῶς
所以你不要以為那賞賜只屬於虛心的人,其實也屬於那飢渴慕義的人、溫柔的人,以及其餘所有的人,無一例外。
Do not therefore think that the reward belongs only to the poor in spirit, but also to those who hunger after righteousness, and to the meek, and to all the rest without exception.
15:188
Διὰ γὰρ τοῦτο ἐπὶ πάντων τὸν μακαρισμὸν ἔθηκεν, ἵνα μηδὲν αἰσθητὸν ἀναμένῃς
正因如此,祂在每一項上都加上「有福了」,好叫你不要期待任何屬乎感官的東西。
For this reason He placed the blessing upon all of them, that you might look for nothing perceptible by the senses.
15:189
Οὐδὲ γὰρ ἂν εἴη μακάριος ὁ ἐν τούτοις στεφανούμενος, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ σκιᾶς ταχύτερον παρατρέχει
因為那在今生一同消逝、比影子更快掠過的事物中受冠冕的人,是不能算為有福的。
For he could not be blessed who is crowned in those things which are dissolved together with the present life, and pass by more swiftly than a shadow.
15:190
Εἰπὼν δὲ, Ὅτι ὁ μισθὸς. ὑμῶν πολὺς, ἐπήγαγε καὶ ἑτέραν παράκλησιν, λέγων·
祂說了「因為你們的賞賜是大的」之後,又加上另一句安慰的話,說:
And having said, For your reward is great, He added yet another consolation, saying:
15:191
Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν
「因為在你們以前的先知,人也是這樣逼迫他們。」
For so they persecuted the prophets who were before you.
15:192
Ἐπειδὴ γὰρ ἐκεῖνο ἔμελλε, τὸ τῆς βασιλείας, καὶ ἐν ἐλπίσιν ἦν, ἐντεῦθεν αὐτοῖς παρέχεται τὴν παραμυθίαν, ἀπὸ τῆς κοινωνίας τῶν πρὸ αὐτῶν πεπονθότων κακῶς
因為那件事,就是國度的事,尚未來到,仍在盼望之中,於是祂便從他們與在先受苦者的相通中,給他們提供安慰。
For since that other thing, the matter of the kingdom, was yet to come and lay in the realm of hope, He hence furnishes them consolation from their fellowship with those who suffered ill before them.
15:193
Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ἐναντία τινὰ λέγοντες καὶ νομοθετοῦντες, ταῦτα πάσχετε·
祂說:你們不要以為,你們是因所講、所立的道理與眾不同,才遭受這些事的;
Do not suppose, He says, that it is because you speak and legislate things contrary that you suffer these things;
15:194
ἢ ὅτι πονηρῶν δογμάτων ὄντες διδάσκαλοι, μέλλετε ἐλαύνεσθαι παρ' αὐτῶν
也不要以為你們是因作了邪惡教訓的教師,才將要被他們趕逐。
or that, being teachers of wicked doctrines, you are about to be driven out by them.
15:195
Οὐ γὰρ τῆς πονηρίας τῶν λεγομένων, ἀλλὰ τῆς κακίας τῶν ἀκουόντων αἱ ἐπιβουλαὶ καὶ οἱ κίνδυνοι
因為那些陰謀與危險,並非出於所講之事的邪惡,乃是出於聽者的惡毒。
For the plots and dangers arise not from the wickedness of the things spoken, but from the malice of those who hear.
15:196
Ὅθεν οὐδὲ ὑμᾶς τοὺς κακῶς πάσχοντας διαβάλλουσιν, ἀλλὰ τοὺς κακῶς ποιοῦντας ἐκείνους
所以他們所毀謗的,並不是你們這些受苦的人,乃是那些行惡的人。
Hence they do not even slander you who suffer ill, but those men who do the ill.
15:197
Καὶ μαρτυρεῖ τούτοις ἅπας ὁ ἔμπροσθεν χρόνος
而過往的一切時代都為這些事作見證。
And all the time before bears witness to these things.
15:198
Οὐδὲ γὰρ τοῖς προφήταις παρανομίαν καὶ ἀντίθεον φρόνημα ἐγκαλοῦντες, τοὺς μὲν ἐλίθαζον, τοὺς δὲ ἤλαυνον, τοὺς δὲ μυρίοις ἑτέροις περιέβαλλον κακοῖς
因為他們並不是以違法和敵對神的心思來控告先知,才用石頭打死一些人、趕逐另一些人、又以無數別的災禍纏繞其餘的人。
For it was not by charging the prophets with lawlessness and a God-opposing mind that they stoned some, drove out others, and encompassed others with countless other evils.
15:199
Μὴ δὴ τοῦτο θορυβείτω ὑμᾶς·
所以不要讓這事攪擾你們;
Let not this therefore trouble you;
15:200
ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ τὰ νῦν ἅπαντα πράττουσιν
因為他們如今所行的這一切,也都是出於同樣的心思。
for it is from the very same disposition that they now do all these things also.
15:201
Εἶδες πῶς τὰ φρονήματα αὐτῶν ἀνέστησεν, ἐγγὺς τῶν περὶ Μωϋσέα καὶ Ἠλίαν στήσας αὐτούς; Οὕτω καὶ ὁ Παῦλος Θεσσαλονικεῦσι γράφων, φησίν
你看見祂如何振奮他們的心志,把他們安置在摩西和以利亞那些人身旁嗎?保羅寫信給帖撒羅尼迦人時也是如此說:
Do you see how He raised up their spirits, setting them near to those around Moses and Elijah? So also Paul, writing to the Thessalonians, says:
15:202
Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ
「因為你們效法了神在猶太的眾教會。」
For you became imitators of the churches of God which are in Judea.
15:203
Καὶ γὰρ καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων
「因為你們也受了本地人的苦害,像他們受猶太人的苦害一樣;這猶太人殺了主耶穌和自己的先知,又把我們趕出去;他們不得神的喜悅,且與眾人為敵。」
For you also suffered the same things from your own countrymen, just as they did from the Jews, who both killed the Lord Jesus and their own prophets, and drove us out, and please not God, and are contrary to all men.
15:204
Ὃ δὴ καὶ ἐνταῦθα κατεσκεύασεν ὁ Χριστός
這正是基督在此所要確立的。
This very thing Christ here also established.
15:205
Καὶ ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν ἔλεγε, Μακάριοι οἱ πτωχοὶ, καὶ οἱ ἐλεήμονες·
在其他的福分上,祂說:虛心的人有福了,憐憫人的人有福了;
And in the case of the other beatitudes He said, Blessed are the poor, and the merciful;
15:206
ἐνταῦθα δὲ οὐκ ἀδιορίστως αὐτὸ τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον, λέγων·
然而在這裡,祂卻沒有泛泛地說,而是直接對他們發言,說:
but here He did not set it down indefinitely, but turns His word directly to them, saying:
15:207
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα·
「當人辱罵你們、逼迫你們、說各樣的壞話,你們就有福了」;
Blessed are you when they reproach you and persecute you, and speak every evil word;
15:208
δεικνὺς ὅτι αὐτῶν τοῦτο μάλιστα ἐξαίρετόν ἐστι, καὶ ὑπὲρ τοὺς ἄλλους ἅπαντας τῶν διδασκάλων ἴδιον τοῦτο
祂藉此顯明:這正是他們特有的殊榮,並且勝過一切其他的教師,這乃是他們獨有的。
showing that this is especially their distinction, and that above all other teachers this is peculiar to them.
15:209
Ὁμοῦ δὲ καὶ τὸ αὐτοῦ ἀξίωμα ἐνταῦθα αἰνίττεται, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν
同時祂在此也暗示了自己的尊榮,以及祂與那生祂者同等的尊貴。
And at the same time He hints here also at His own dignity, and His equality of honor with Him who begot Him.
15:210
Ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸν Πατέρα, φησὶν, οὕτω καὶ ὑμεῖς δι' ἐμὲ ταῦτα πείσεσθε
祂說:正如那些先知是為父的緣故受苦,你們也照樣要為我的緣故受這些苦。
For just as they suffered these things for the Father's sake, He says, so also you shall suffer them for My sake.
15:211
Ὅταν δὲ εἴπῃ, Τοὺς προφήτας τοὺς πρὸ ὑμῶν, δείκνυσι καὶ αὐτοὺς προφήτας ἤδη γεγενημένους
當祂說「在你們以前的先知」時,就顯明他們自己也已經成了先知。
And when He says, The prophets who were before you, He shows that they too had already become prophets.
15:212
Εἶτα δηλῶν ὅτι τοῦτο μάλιστα αὐτοὺς ὠφελεῖ καὶ ποιεῖ λαμπροὺς, οὐκ εἶπεν, ὅτι Κακῶς μὲν ἐροῦσι καὶ διώξουσιν, ἐγὼ δὲ κωλύσω τοῦτο·
然後,為要表明這事最能使他們得益處、使他們榮耀,祂並沒有說:他們固然要辱罵你們、逼迫你們,但我要攔阻這事;
Then, making clear that this above all benefits them and makes them illustrious, He did not say, They will indeed speak ill of you and persecute you, but I will prevent this;
15:213
οὐ γὰρ ἐν τῷ μὴ ἀκούειν κακῶς, ἀλλ' ἐν τῷ κακῶς ἀκούοντας φέρειν γενναίως, καὶ διὰ τῶν ἔργων αὐτοὺς ἐλέγχειν, τὴν ἀσφάλειαν αὐτοῖς βούλεται εἶναι·
因為祂所要的,是叫他們的穩妥不在於不被辱罵,乃在於高尚地忍受辱罵,並藉著行為駁倒那些人;
for He wills their security to consist not in not being ill spoken of, but in nobly bearing being ill spoken of, and in refuting them by their deeds;
15:214
πολλῷ γὰρ τοῦτο ἐκείνου μεῖζον·
因為這遠比那一樣更為偉大;
for this is far greater than that;
15:215
ὥσπερ τοῦ μὴ πλήττεσθαι τὸ πληττόμενον μηδὲν πάσχειν δεινὸν πολλῷ μεῖζόν ἐστιν
正如受了擊打卻毫不受傷,遠比根本不被擊打更為偉大。
just as for one who is struck to suffer nothing grievous is far greater than not to be struck.
15:216
Ἐνταῦθα μὲν οὖν φησιν, ὅτι Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς·
所以在這裡祂說:你們在天上的賞賜是大的;
Here then He says that Your reward is great in the heavens;
15:217
ὁ δὲ Λουκᾶς καὶ ἐπιτεταμένως καὶ μετὰ πλείονος αὐτὸν παραμυθίας τοῦτο εἰρηκέναι φησίν
但路加說,祂講這話時,語氣更加強烈,並帶著更充分的安慰。
but Luke says that He spoke this both more emphatically and with fuller consolation.
15:218
Οὐ γὰρ δὴ μόνον τοὺς κακῶς ἀκούοντας διὰ τὸν Θεὸν μακαρίζει, ἀλλὰ καὶ τοὺς παρὰ πάντων καλῶς ἀκούοντας ταλανίζει·
因為祂不僅稱那些為神的緣故被辱罵的人為有福,也稱那些被眾人稱讚的人為可憐;
For He does not only pronounce blessed those who are ill spoken of for God's sake, but also calls wretched those who are well spoken of by all;
15:219
Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι
「因為當眾人都稱讚你們的時候,你們就有禍了。」祂說。
For woe to you, He says, when all men speak well of you.
15:220
Καίτοι καὶ τοὺς ἀποστόλους καλῶς ἔλεγον·
然而人也曾稱讚過使徒;
And yet they spoke well of the apostles too;
15:221
Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν καλῶς ὑμᾶς
正因如此,祂並沒有說「當人稱讚你們」,
For this reason He did not say, When men speak well of you,
15:222
εἴ. πωσιν οἱ ἄνθρωποι, ἀλλ', Ὅταν πάντες
就是說「當人稱讚你們」,而是說「當眾人」稱讚你們。
should men speak well of you, but, When all men.
15:223
Οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς
因為那些在美德中生活的人,是不可能被眾人都稱讚的。
For it is not possible that those who live in virtue should be well spoken of by all.
15:224
Ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, χαίρετε καὶ σκιρτήσατε
「當人把你們的名擯棄為惡的時候,你們就要歡喜跳躍。」
When they cast out your name as evil, rejoice and leap for joy.
15:225
Οὐδὲ γὰρ τῶν κινδύνων μόνον, ὧν ὑπέμενον, ἀλλὰ καὶ τῆς κακηγορίας πολλὴν ὁρίζει τὴν ἀντίδοσιν
因為祂所定的豐厚報償,不僅是為他們所忍受的危險,也是為那毀謗。
For not only for the dangers which they endured, but also for the evil-speaking, He appoints a great recompense.
15:226
Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν ἐλάσωσιν ὑμᾶς καὶ ἀποκτείνωσιν, ἀλλ', Ὅταν ὀνειδίσωσι, καὶ εἴπωσι πᾶν πονηρόν
正因如此,祂並沒有說「當人趕逐你們、殺害你們」,而是說「當人辱罵你們、說各樣壞話」。
For this reason He did not say, When they drive you out and kill you, but, When they reproach you, and speak every evil thing.
15:227
Μάλιστα γὰρ τῶν πραγμάτων αὐτῶν χαλεπώτερον δάκνουσιν αἱ κακηγορίαι
因為毀謗比那些行為本身更為刺痛。
For evil-speakings sting more grievously than the deeds themselves.
15:228
Ἐν μὲν γὰρ τοῖς κινδύνοις πολλὰ τὰ κουφίζοντα τὸν πόνον ἐστίν·
因為在危險之中,有許多事可以減輕痛苦;
For in dangers there are many things that lighten the pain;
15:229
οἷον, τὸ παρὰ πάντων ἀλείφεσθαι, τὸ πολλοὺς ἔχειν τοὺς κροτοῦντας καὶ στεφανοῦντας καὶ ἀνακηρύττοντας·
譬如受眾人的激勵,有許多人為你鼓掌、加冠、傳揚;
such as being encouraged by all, having many to applaud and crown and proclaim you;
15:230
ἐνταῦθα δὲ ἐν τῇ κακηγορίᾳ καὶ αὕτη ἀνῄρηται ἡ παραμυθία
然而在這裡,就是在毀謗的事上,連這安慰也被奪去了。
but here, in the case of evil-speaking, even this consolation is taken away.
15:231
Οὐ γὰρ δοκεῖ τι μέγα εἶναι τὸ κατόρθωμα, καὶ μᾶλλον τῶν κινδύνων δάκνει τὸν ἁγωνιζόμενον
因為那善行似乎顯不出什麼偉大之處,反倒比危險更加刺痛那奮鬥的人。
For the good deed does not seem to be anything great, and it stings the one who contends more than the dangers do.
15:232
Πολλοὶ γοῦν καὶ ἐπὶ βρόχον ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν
至少有許多人,因不能忍受惡名,甚至走上了懸樑自盡的地步。
Many at least have come even to the noose, not being able to bear an evil reputation.
15:233
Καὶ τί θαυμάζεις ἐπὶ τῶν ἄλλων; Τὸν γὰρ προδότην ἐκεῖνον, τὸν ἀναίσχυντον καὶ μιαρὸν καὶ πρὸς πάντα ἀπερυθριάσαντα ἁπλῶς, τοῦτο μάλιστα ἐπὶ βρόχον ὁρμῆσαι παρεσκεύασε
你又何必希奇別人呢?就連那個賣主的人,那無恥、可憎、對一切都全然厚顏喪盡羞恥的人,最叫他去上吊自盡的,也正是這一件事。
And why do you marvel at other men? For that betrayer, the shameless and abominable one, who cast off all sense of shame utterly toward everything, this above all is what drove him to hang himself.
15:234
Καὶ ὁ Ἰὼβ δὲ, ὁ ἀδάμας, καὶ πέτρας στεῤῥότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφῄρητο καὶ τὰ ἀνήκεστα ἔπασχε δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, διεκρούσατο μετ' εὐκολίας ἅπαντα·
還有約伯,那如金鋼石般、比磐石更堅硬的人,當他的財物被奪去、遭受無可挽回的災禍、忽然喪盡兒女、看見自己的身體湧出蟲蛆的泉源、又有妻子在旁逼迫他的時候,他都輕易地承受了這一切;
And Job too, that adamant, harder than rock, when his possessions were taken away and he suffered irremediable calamities, and was suddenly bereft of his children, and saw his body gushing forth a fountain of worms, and his wife pressing upon him, bore all these things easily;
15:235
ἐπειδὴ δὲ εἶδε τοὺς φίλους ὀνειδίζοντας καὶ ἐπεμβαίνοντας, καὶ πονηρὰν δόξαν περὶ αὐτοῦ ἔχοντας, καὶ λέγοντας ὑπὲρ ἁμαρτημάτων ταῦτα πάσχειν, καὶ κακίας διδόναι δίκην·
然而當他看見朋友們辱罵他、踐踏他、對他持有惡劣的看法,說他遭受這些是因為犯了罪、是為自己的惡行受刑罰的時候;
but when he saw his friends reproaching him and trampling upon him, and holding an evil opinion of him, and saying that he suffered these things for his sins and was paying the penalty for his wickedness;
15:236
τότε ἐθορυβήθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ
那時他才受了攪擾,那時那高尚偉大的人才陷入了慌亂。
then he was troubled, then that noble and great man was thrown into confusion.
15:237
Καὶ ὁ Δαυῒδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κακηγορίας μόνης ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ·
還有大衛,也撇下他所受的一切,單單為那毀謗向神求報應;
And David too, letting go of all that he had suffered, sought from God a recompense for the evil-speaking alone;
15:238
Ἄφες γὰρ αὐτὸν καταρᾶσθαι, φησὶν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ
他說:「由他咒罵吧,因為是耶和華吩咐他的;或者耶和華見我遭難,就為我今日被這咒罵,以善報我。」
For let him curse, he says, because the Lord has bidden him, that the Lord may look upon my affliction, and repay me good for the cursing of this day.
15:239
Καὶ ὁ Παῦλος δὲ οὐχὶ τοὺς κινδυνεύοντας μόνον, οὐδὲ τοὺς ἀφαιρουμένους τὰ ὄντα, ἀλλὰ καὶ τούτους ἀνακηρύττει, οὕτω λέγων·
保羅也是如此,他所傳揚的不僅是那些身陷危險的人,也不僅是那些財物被奪的人,還有這些人,他這樣說:
And Paul too proclaims not only those who are in danger, nor those who are stripped of their possessions, but these also, speaking thus:
15:240
Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων·
「你們要追念往日,蒙了光照以後,忍受了大爭戰般的許多苦難;
Call to mind the former days, in which, after you were enlightened, you endured a great contest of sufferings;
15:241
τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι
一面被辱罵、遭患難,成了眾人的觀看之物。」
partly made a spectacle by reproaches and afflictions.
15:242
Διὰ δὴ τοῦτο καὶ τὸν μισθὸν πολὺν τέθεικεν ὁ Χριστός
正是為了這個緣故,基督才定下了豐厚的賞賜。
It is for this very reason that Christ has appointed a great reward.
15:243
Ἐνταῦθα οὐκ ἀμύνεις, οὐδὲ ἀποῤῥάπτεις αὐτῶν τὰ στόματα, κἀκεῖ μισθὸν δίδως; τέθεικε τοὺς προφήτας, δεικνὺς ὅτι οὐδὲ ἐκεῖ ἤμυνεν ὁ Θεός
在此你不還手,也不封住他們的口,而在那裡卻要得賞賜嗎?祂舉出眾先知為例,指明神連在那裡也未曾為他們報復。
Here you do not defend yourself, nor do you stop up their mouths, and there you are given a reward? He set the prophets before them, showing that not even there did God take vengeance on their behalf.
15:244
Εἰ δὲ ὅπου παρὰ πόδας ἦσαν αἱ ἀντιδόσεις, ἀπὸ τῶν μελλόντων αὐτοὺς ἤλειψε·
然而,倘若在報應近在眼前的那些日子,祂尚且以將來之事激勵他們赴戰,
But if, in those days when the recompense was close at hand, He anointed them for the struggle by the promise of things to come,
15:245
πολλῷ μᾶλλον νῦν, ὅτε τρανοτέρα αὕτη γέγονεν ἡ ἐλπὶς, καὶ μείζων ἡ φιλοσοφία
那麼如今這盼望既已更加明朗、屬靈的操練也更加崇高,豈不更當如此。
how much more now, when this hope has become clearer and the philosophy of life greater.
15:246
Θέα δὲ καὶ μετὰ πόσας ἐντολὰς αὐτὸ τέθεικεν
但也要留意,祂是在多少條誡命之後,才擺出這一條的。
But consider, too, after how many commandments He has placed this one.
15:247
Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ πεποίηκεν, ἀλλὰ δηλῶν ὅτι οὐκ ἔνι τὸν μὴ πᾶσιν ἐκείνοις κατεσκευασμένον καὶ συγκεκροτημένον πρὸς τούτους ἐκβῆναι τοὺς ἀγῶνας
因為祂並非隨意設立此條,而是要表明:凡未曾藉那一切前面的德行裝備、操練純熟的人,是不可能走上這些爭戰的。
For He did not set it down at random, but to make clear that it is impossible for one who has not been furnished and trained by all those preceding virtues to go forth to these contests.
15:248
Διά τοι τοῦτο ἀπὸ τῆς προτέρας ἀεὶ τῇ ἐπιούσῃ προοδοποιῶν ἐντολῇ, σειρὰν ἡμῖν τινα χρυσῆν ὕφηνεν
為此,祂總是從前一條誡命為後一條開路,為我們織成了一條金鍊。
For this reason, always paving the way from the former commandment to the one that follows, He has woven for us a kind of golden chain.
15:249
Ὅ τε γὰρ ταπεινὸς, καὶ τὰ οἰκεῖα πάντως πενθήσει ἁμαρτήματα·
因為謙卑的人,必然也要為自己的罪過哀慟;
For he who is humble will surely also mourn his own sins;
15:250
ὁ πενθῶν, καὶ πρᾶος ἔσται καὶ δίκαιος καὶ ἐλεήμων·
哀慟的人,也必溫柔、公義、憐憫;
he who mourns will be both meek and just and merciful;
15:251
ὁ ἐλεήμων, καὶ δίκαιος καὶ. κατανενυγμένος, πάντως καὶ καθαρὸς τῇ καρδίᾳ ὁ δὲ τοιοῦτος
那憐憫、公義、心靈痛悔的人,也必定心裡潔淨;而這樣的人——
he who is merciful and just and contrite of heart will assuredly also be pure in heart; and such a one—
15:252
Ὁ δὲ ταῦτα πάντα κατωρθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρατεταγμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς, καὶ μυρία πάσχων δεινά
凡成就了這一切的人,也必嚴陣以待各樣危難,聽見毀謗、遭受無數兇險時也不動搖。
he who has achieved all these things will also be arrayed against dangers, and will not be shaken when he hears himself reviled and suffers countless terrors.
15:253
Παραινέσας τοίνυν ἃ προσῆκε, πάλιν ἀναπαύει τοῖς ἐγκωμίοις αὐτούς
祂既如此勸勉他們當行之事,便又以稱讚的話使他們得安慰。
Having therefore exhorted them to what was fitting, He again gives them respite with words of praise.
15:254
Ἐπειδὴ γὰρ ὑψηλὰ τὰ ἐπιτάγματα ἦν, καὶ πολλῷ μείζονα τῶν ἐν τῇ Παλαιᾷ, ἵνα μὴ θορυβῶνται καὶ ταράττωνται, καὶ λέγωσι·
因為所吩咐的既然崇高,遠超過舊約中的命令,為免他們慌亂驚惶而說:「
For since the injunctions were lofty and far greater than those in the Old Covenant, lest they be troubled and dismayed and say:
15:255
Πῶς δυνησόμεθα ταῦτα κατορθοῦν; ἄκουσον τί φησιν·
我們怎能成就這些事呢?」你且聽祂所說的:
'How shall we be able to accomplish these things?'—hear what He says:
15:256
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς·
「你們是世上的鹽」;
'You are the salt of the earth';
15:257
δεικνὺς ὅτι ἀναγκαίως ταῦτα ἐπιτάττε·
以此表明祂所吩咐的乃是必要的。
showing that He enjoins these things of necessity.
15:258
Οὐ γὰρ ὑπὲρ τῆς καθ' ἑαυτοὺς ζωῆς, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης, φησὶν, ἁπάσης ὁ λόγος ἔσται ὑμῖν
祂說,因為你們所擔負的言責,並不僅為你們自己的生命,乃是為著普天下。
For your responsibility, He says, will be not for your own life alone, but for the whole inhabited world.
15:259
Οὐδὲ γὰρ εἰς δύο πόλεις, καὶ δέκα, καὶ εἴκοσιν, οὐδὲ εἰς ἓν ἔθνος ὑμᾶς ἀποστέλλω, καθάπερ τοὺς προφήτας, ἀλλ' εἰς γῆν καὶ θάλατταν καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ ταύτην κακῶς διακειμένην
因為我差你們去,並非像差遣先知那樣,只到兩座城、十座、二十座,或一個民族,乃是到陸地、海洋、和整個天下,且是處於敗壞光景中的天下。
For I am not sending you to two cities, or ten, or twenty, nor to a single nation, as I sent the prophets, but to land and sea and the whole inhabited world—and that in a wretched condition.
15:260
Τῷ γὰρ εἰπεῖν, Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς, ἔδειξε μωρανθεῖσαν ἅπασαν τὴν ἀνθρωπίνην φύσιν, καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων
因為藉著說「你們是世上的鹽」,祂便指明整個人性已然失味,並因罪惡而腐爛敗壞。
For by saying, 'You are the salt of the earth,' He showed that all human nature had become insipid and was rotted through by its sins.
15:261
Διά τοι τοῦτο ταύτας παρ' αὐτῶν ἐπιζητεῖ τὰς ἀρετὰς, αἳ μάλιστα
正因如此,祂向他們要求的,正是那些
For this reason He requires of them precisely those virtues which are
15:262
πρὸς τὴν τῶν πολλῶν ἐπιμέλειάν εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι
對眾人的照管最為必要且有益的德行。
most necessary and useful for the care of the many.
15:263
Ὅ τε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς αὐτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας ὑπερχεῖσθαι παρασκευάζει πηγάς
因為溫柔、寬厚、憐憫、公義的人,並不把善行僅封閉在自己裡面,反倒使這些美好的泉源湧流出來,也叫別人得益處。
For the man who is meek and forbearing and merciful and just does not shut up his good deeds within himself alone, but takes care that these fair springs should overflow also for the benefit of others.
15:264
Ὁ δ' αὖ καθαρὸς τὴν καρδίαν καὶ εἰρηνοποιὸς, καὶ ἐλαυνόμενος ὑπὲρ τῆς ἀληθείας, πάλιν πρὸς τὸ κοινῇ συμφέρον τὸν βίον καθίσταται
再者,那心裡潔淨、使人和睦、又為真理受逼迫的人,同樣為公眾的益處而安排自己的生活。
And again, he who is pure in heart and a peacemaker, and is persecuted for the truth's sake, likewise orders his life for the common good.
15:265
Μὴ τοίνυν νομίσητε, φησὶν, ἐπὶ τοὺς τυχόντας ἀγῶνας ἕλκεσθαι, μηδὲ ὑπὲρ μικρῶν τινων εἶναι τὸν λόγον ὑμῖν·
祂說:「所以你們不要以為自己是被拉去參與尋常的爭戰,也不要以為你們的言責是為著某些微小的事:
'Do not therefore suppose,' He says, 'that you are being dragged into ordinary contests, or that your responsibility is for some small matters:
15:266
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς
你們是世上的鹽。」
You are the salt of the earth.'
15:267
Τί οὖν; τὰ σεσηπότα αὐτοὶ διώρθωσαν; Οὐδαμῶς
那又如何呢?難道敗壞了的,是他們自己修正的嗎?絕非如此。
What then? Did they themselves set right what was corrupted? By no means.
15:268
Οὔτε γὰρ δυνατὸν τὰ διεφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν
因為對那已然朽爛的東西撒上鹽,是不能使之得益的;
For it is not possible to benefit things already utterly ruined by sprinkling salt upon them;
15:269
ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ παραδοθέντα αὐτοῖς, καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης, τότε ἥλιζον, κατέχοντες καὶ διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ Δεσπότου παρέλαβον
唯有等它們先得更新、交託給他們、脫離了那惡臭之後,他們才施以鹽的功用,把它們保守存留在那從主所領受的新鮮之中。
but only after they had first been renewed and delivered over to them, and freed from that foul stench, did they then salt them, holding and preserving them in that freshness which they had received from the Master.
15:270
Τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων, τοῦ Χριστοῦ κατόρθωμα γέγονε·
因為脫離罪惡的腐爛,乃是基督所成就的;
For the deliverance from the rottenness of sins was Christ's achievement;
15:271
τὸ δ' αὖ πάλιν μηκέτι ἐπ' ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς καὶ ταλαιπωρίας ἔργον ἦν
而不再回到那光景中,卻是他們自己殷勤與勞苦的工作。
but again, the not returning any more to that state was the work of these men's own diligence and toil.
15:272
Ὁρᾷς πῶς κατὰ μικρὸν δείκνυσι καὶ τῶν προφητῶν ὄντας βελτίους; Οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους εἶναί φησιν, ἀλλὰ τῆς γῆς ἁπάσης·
你看見祂如何漸漸指明他們甚至勝過眾先知嗎?因為祂說他們不是巴勒斯坦一地的教師,乃是全地的教師;
Do you see how, little by little, He shows them to be even better than the prophets? For He says they are teachers not of Palestine, but of all the earth;
15:273
καὶ οὐχ ἁπλῶς διδασκάλους, ἀλλὰ καὶ φοβερούς
而且不僅是教師,更是令人敬畏的教師。
and not simply teachers, but even awe-inspiring ones.
15:274
Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ κολακεύοντες, οὐδὲ θεραπεύοντες, ἀλλ' ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσι γεγόνασι
因為這正是奇妙之處:他們並非藉諂媚或奉承,乃是像鹽一樣使人刺痛收斂,卻如此為眾人所愛慕。
For this indeed is the marvel: that not by flattering or fawning, but by biting like salt, they became so beloved by all.
下一段 →
← 第 14 章第 16 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182838485868788899091

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。