📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 詩篇講道

詩篇講道 第 1 章 第 6/12 段

希臘文原文.249 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1234–1:1482(全章共 2962 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1234
ἐὰν δὲ καρδίαν ἀμετανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν
但倘若見你有不悔改的心、驕傲的思想、對將來世代的不信、對審判無所畏懼,那時祂就在你身上喜愛施行審判。
But if he finds an impenitent heart, a proud mind, unbelief regarding the age to come, fearlessness of judgment, then he loves judgment upon you.
1:1235
Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος καταντλήμασι πρότερον καὶ πε ριπλάσμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδη μα·
正如一位技藝嫻熟、仁愛的醫生,起初先用熱敷和溫和的敷貼來設法消退腫脹;
For just as a skilled and humane physician first tries, with fomentations and gentle poultices, to reduce the swelling;
1:1236
ἐπὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυ ποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγωγὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν
但當他見腫塊頑固僵硬、無所軟化時,便捨棄藥油與溫和的療法,繼而選用刀器。
but when he sees the tumor resisting stubbornly and stiffly, he casts aside the oil and the gentle treatment, and thereafter chooses the use of the knife.
1:1237
Ἀγαπᾷ οὖν ἐλεημοσύνην ἐπὶ τῶν μετανοούντων·
所以祂對悔改的人喜愛施憐憫;
He loves mercy, then, toward those who repent;
1:1238
ἀγαπᾷ δὲ καὶ κρίσιν ἐπὶ τῶν ἀνενδότων
而對那頑梗不化的人,祂也喜愛施行審判。
and he loves judgment also toward the unyielding.
1:1239
Τοιοῦτόν τι καὶ ὁ Ἡσαΐας λέγει τῷ Θεῷ, ὅτι Ἡ ἐλεημοσύνη σου εἰς σταθμόν
以賽亞也向神說過類似的話:『你的憐憫是按分量而定的。』
Something like this Isaiah too says to God, that 'your mercy is by weight.'
1:1240
Καὶ γὰρ κἀκεῖνος τὴν μετὰ κρίσεως ἐλεημοσύνην παρίστησι, ζυγῷ καὶ ἀριθμῷ καὶ σταθμῷ κατὰ τὴν ἑκάστου ἀξίαν ἀντιμετροῦν τος
因為他也在陳明那伴隨審判的憐憫,即神按各人的應得,以秤、以數、以量度來相稱地回報。
For he too presents mercy accompanied by judgment, God measuring it out by scale and number and weight, according to each one's worth.
1:1241
Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ
地滿了主的慈愛。
The earth is full of the mercy of the Lord.
1:1242
Ἐνταῦθα διέζευκται ἀπὸ τῆς κρίσεως ὁ ἔλεος
在此,憐憫與審判是分開的。
Here mercy is disjoined from judgment.
1:1243
ὡρισμένον καιρὸν ταμιευθείσης
被存留至那預定的時候。
reserved for a fixed and appointed time.
1:1244
Ἐνταῦθα μὲν οὖν ἔλεός ἐστι χωρὶς κρίσεως·
所以在此,是有憐憫而無審判;
Here, then, there is mercy without judgment;
1:1245
οὐ γὰρ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον
因為祂來並不是要審判世界,而是要拯救世界。
for he came not to judge the world, but to save the world.
1:1246
Ἐκεῖ δὲ οὐκ ἔστιν ἡ κρίσις χωρὶς ἐλέους, διὰ τὸ μὴ δύνα σθαι ἄνθρωπον καθαρὸν εὑρεθῆναι ἀπὸ ῥύπου, μη δὲ ἐὰν μία ἡμέρα ᾖ τῆς γενέσεως αὐτοῦ
但在那裡,審判卻不能沒有憐憫,因為人無法被尋見是潔淨無污的,即便他出生才只有一天也是如此。
But there judgment does not exist without mercy, because a man cannot be found clean from defilement, not even if his life were but a single day.
1:1247
Ὥστε ἐάν τις ἴδῃ τὴν κακίαν ὁσημέραι νεμομένην, καὶ τὸ ἐπίκηρον γένος τῶν ἀνθρώπων ἄξιον μυρίων θανά των, ὅσον ἐπὶ τοῖς ἁμαρτήμασι τυγχάνον, θαυμάσει τὸν πλοῦτον τῆς χρηστότητος τοῦ Θεοῦ, καὶ τῆς ἀνοχῆς αὐτοῦ καὶ τῆς μακροθυμίας
因此,若有人看見罪惡日日蔓延,又見那必死的人類,就其罪愆而論,理應遭受無數次的死亡,他就會驚嘆神慈愛的豐富,以及祂的寬容與忍耐。
So that if anyone sees wickedness spreading day by day, and the mortal race of men, so far as concerns their sins, deserving countless deaths, he will marvel at the riches of God's goodness, and at his forbearance and long-suffering.
1:1248
Ἐν τῇ γῇ μέντοι ὄντες τοῦ ἐλέους χρῄζομεν
然而,我們身在地上,是需要憐憫的。
Being on earth, however, we are in need of mercy.
1:1249
Οἱ γὰρ ἐν τῷ οὐρανῷ τοῦ μα καρίζεσθαί εἰσιν, ἀλλ' οὐχὶ τοῦ ἐλεεῖσθαι ἄξιοι
因為那些在天上的,是配得稱為有福的,而不是需要蒙憐憫的。
For those in heaven are worthy to be called blessed, but not to be shown mercy.
1:1250
Ἢ τάχα διὰ τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν ἐπενεχθεῖσαν κα. ταδίκην γῆ λεγόμεθα ἡμεῖς οἱ ἀκούσαντες παρὰ Θεοῦ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·
又或者,是因那由罪而臨到我們的定罪,我們才被稱為『地』,就是我們這些曾聽神說『你是塵土,仍要歸於塵土』的人;
Or perhaps it is because of the condemnation brought upon us as a result of sin that we are called 'earth,' we who have heard from God, 'You are earth, and to earth you shall return;'
1:1251
οἳ πλήρεις ἐσμὲν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ·
我們乃是滿有神的慈悲的;
we who are full of the compassions of God;
1:1252
Νεκροὺς γὰρ ὄντας ἡμᾶς ταῖς ἁμαρτίαις καὶ τοῖς παραπτώμασιν ἐλεήσας ὁ Θεὸς συνεζωοποίησε τῷ Χριστῷ
因為我們既因過犯和罪惡而死了,神就憐憫我們,使我們與基督一同復活。
For when we were dead in our sins and trespasses, God, having had mercy on us, made us alive together with Christ.
1:1253
Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν
諸天藉主的話而立,天軍全都藉祂口中的氣而成。
By the word of the Lord the heavens were established, and by the breath of his mouth all their host.
1:1254
Ποῦ οἱ τὸ Πνεῦμα ἐξουθενοῦντες; ποῦ οἱ χωρίζοντες αὐτὸ ἀπὸ τῆς δημιουργικῆς δυνάμεως; ποῦ οἱ τῆς πρὸς Πατέρα καὶ Υἱὸν συναφείας αὐτὸ διατέμνοντες; Ἀκουέτωσαν τοῦ ψαλμοῦ λέγοντος·
那些藐視聖靈的人在哪裡?那些將祂從創造的能力中分割出來的人在哪裡?那些將祂從與父及子的聯合中割裂開的人在哪裡?讓他們聽這詩篇所說的:
Where are those who despise the Spirit? Where are those who separate him from the creative power? Where are those who cut him off from his conjunction with the Father and the Son? Let them hear the psalm saying:
1:1255
Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν
諸天藉主的話而立,天軍全都藉祂口中的氣而成。
By the word of the Lord the heavens were established, and by the breath of his mouth all their host.
1:1256
Οὔτε γὰρ Λόγος, ἡ κοινὴ αὕτη λαλιὰ, νομισθήσεται ἐξ ὀνομάτων καὶ ῥημάτων τὴν σύστασιν ἔχουσα, οὔτε τὸ Πνεῦμα ἀτμὶς εἰς ἀέρα διαχεομένη·
因為『道』不應被認為是這種由名詞與動詞構成的尋常言語,『靈』也不應被認為是消散於空氣中的氣息;
For the Word will not be thought to be this common speech, composed of nouns and verbs, nor will the Spirit be thought to be a vapor dissipating into the air;
1:1257
ἀλλὰ καὶ Λόγος ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Πνεῦμα τὸ ἅγιον, ὃ ἰδίως τῆς προσηγορίας ταύτης τετύχηκεν
而是那太初與神同在的道,以及那本來就配得這稱謂的聖靈。
but rather the Word who was in the beginning with God, and the Holy Spirit, who has properly obtained this appellation.
1:1258
Ὡς οὖν ὁ δημιουργὸς Λόγος ἐστερέωσε τὸν οὐρανὸν, οὕτω τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ὃ παρὰ τοῦ Πατρὸς ἐκπο ρεύεται ( τουτέστιν, ὃ ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα μὴ τῶν ἔξωθέν τι καὶ τῶν κτισμάτων αὐτὸ κρίνῃς, ἀλλ' ὡς ἐκ Θεοῦ ἔχον τὴν ὑπόστασιν δοξάζῃς), ἁπάσας τὰς ἐν αὐτῷ δυνάμεις συνεπέφερε
所以,正如那創造的道立定了穹蒼,同樣,那出於神、由父發出的靈——就是那從祂口中出來的靈(為要使你不至於將祂斷為某種外在之物或受造之物,而是尊祂為具有出於神之實存者而榮耀祂)——也一併帶來了其中的一切能力。
As, then, the creative Word established the heaven, so the Spirit who is from God, who proceeds from the Father (that is, who is from his mouth, so that you may not judge him to be something external and belonging to created things, but may glorify him as having his subsistence from God), brought together with itself all the powers within it.
1:1259
Τῷ οὖν Πνεύματι πᾶ σα ἡ δύναμις ἡ ἐπουράνιος ἐστερεώθη·
所以,一切天上的大能都是藉聖靈而立定的;
By the Spirit, then, all the heavenly host was established;
1:1260
τουτέστι, τὸ εὔτονον καὶ πάγιον καὶ βέβαιον ἐν ἁγιασμῷ, καὶ πάσῃ τῇ πρεπούσῃ ταῖς ἱεραῖς δυνάμεσιν ἀρετῇ, ἐκ τῆς τοῦ Πνεύματος ἐπικουρίας ἔχουσιν
就是說,它們在聖化中的強健、穩固與堅定,以及一切與那些聖潔大能相稱的美德,都是從聖靈的扶助而得的。
that is, they possess their vigor and fixity and firmness in sanctification, and all the virtue befitting the holy powers, from the assistance of the Spirit.
1:1261
Ἐνθάδε μὲν οὖν Πνεῦμα στόματος αὐτοῦ ἀναγέγραπται·
在此,經文所記的乃是「祂口中的靈」。
Here, then, it is written: 'the Spirit of His mouth.'
1:1262
εὑρήσο μεν δὲ ἀλλαχοῦ καὶ Λόγον στόματος αὐτοῦ εἰρημένον, ἵνα νοηθῇ ὁ Σωτὴρ, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐκ τοῦ Πατρός
但我們在別處也會發現經文說「祂口中的道」,如此可理解為指救主,而祂那出於父的聖靈亦然。
But elsewhere we shall find 'the Word of His mouth' also spoken, so that the Savior may be understood, and His Holy Spirit as proceeding from the Father.
1:1263
Ἐπεὶ οὖν Λόγος μὲν Κυρίου ὁ Σωτὴρ, καὶ Πνεῦμα τοῦ στόματος αὐτοῦ τὸ ἅγιον Πνεῦμα, ἀμφότερα δὲ συνήργησε τῇ κτίσει τῶν οὐρανῶν καὶ τῶν ἐν αὐτοῖς δυνάμεων, διὰ τοῦτο εἴρηται·
既然主的道就是救主,而祂口中的靈就是聖靈,而二者都曾協同參與諸天與其中眾能力的創造,因此經上說:
Since, then, the Savior is the Word of the Lord, and the Holy Spirit is the Spirit of His mouth, and both cooperated in the creation of the heavens and of the powers in them, therefore it is said:
1:1264
Τῷ Λό γῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν
「諸天藉主的道而立,天上萬象藉祂口中的氣而成。」
By the word of the Lord the heavens were established, and by the spirit of His mouth all their host.
1:1265
Οὐδὲν γὰρ ἁγιάζεται, εἰ μὴ τῇ παρουσίᾳ τοῦ Πνεύματος
因為若無聖靈的臨在,沒有一物能夠成聖。
For nothing is sanctified except by the presence of the Spirit.
1:1266
Ἀγγέλων γοῦν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δημιουργὸς Λόγος ὁ ποιητὴς τῶν ὅλων παρείχετο·
因此,就天使而言,創造萬有的造物之道,賜予了他們進入存有的途徑;
For the angels, then, the creating Word, the Maker of all things, provided their passage into being;
1:1267
τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον συνεπέφερεν
而聖靈則為他們帶來了成聖。
but the Holy Spirit conferred sanctification upon them.
1:1268
Οὐ γὰρ νήπιοι κτισθέντες οἱ ἄγ γελοι, εἶτα τελειωθέντες τῇ κατ' ὀλίγον μελέτῃ, οὕ τως ἄξιοι τῆς τοῦ Πνεύματος ὑποδοχῆς γεγόνασιν·
因為天使並非被造為嬰孩,然後藉漸進的操練而得完全,如此才配得領受聖靈;
For the angels were not created as infants and then, being perfected by gradual practice, thus became worthy to receive the Spirit;
1:1269
ἀλλ' ἐν τῇ πρώτῃ συστάσει καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα
而是在他們最初的構成之中,彷彿與其本質的麵團一同揉合,聖潔便隨之一併被賦予了他們。
but rather, in their first constitution, and as it were kneaded into the very lump of their being, they received holiness bestowed upon them together with it.
1:1270
Συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους
「祂聚集海水,如聚於皮囊;祂將深淵存放於府庫之中。」
He gathers the waters of the sea as in a wineskin; He lays up the deeps in storehouses.
1:1271
Οὐκ εἶπε, Συνάγων τὰ ὕδατα τῆς θαλάσσης ὡς ἐν ἀσκῷ, ἀλλ' Ὡς ἀσκὸν, οὕτω τὰ ὕδατα τῆς θαλάσσης συνάγων
經文並非說「將海水聚集,如同放進皮囊裡」,而是說「如皮囊一般」,如此聚集海水。
He did not say, 'Gathering the waters of the sea as into a wineskin,' but rather, 'As a wineskin,' thus gathering the waters of the sea.
1:1272
Νόησον δέ μοι τὴν τοῦ ἀσκοῦ φύσιν, νῦν μὲν διαφυσωμένην, ὅταν τῷ ἐναπο ληφθέντι πνεύματι τὸ δέρμα περιταθῇ·
請與我一同思想皮囊的性質:有時它被撐脹起來,那是當皮膜因內含的氣息而被繃緊之時;
Consider with me the nature of a wineskin: at one time it is distended, when the skin is stretched taut by the air enclosed within it;
1:1273
νῦν δὲ συστελλομένην, ὅταν ὑποχωρήσῃ τὸ διατεῖνον
但有時它又收縮起來,那是當那撐張之力消退之時。
but at another time it contracts, when that which was stretching it recedes.
1:1274
Οὕτω τοίνυν ἡ θάλασσα ποτὲ μὲν ἐκφλεγμαίνει καὶ ζεῖ τοῖς πνεύμασιν ἀγριαινομένη καὶ ἐξοιδαίνουσα·
海也是如此:有時它被狂風激盪而沸騰,變得狂暴,鼓脹湧起;
So too the sea at times is inflamed and seethes, growing savage and swelling under the winds;
1:1275
ποτὲ δὲ πάλιν ὑπὸ γαλήνης εἰς ταπεινὸν καταστέλλεται
但有時卻又在平靜之中沉降下來,趨於平緩低伏。
but at other times again, under calm, it subsides into lowliness.
1:1276
Ὡς οὖν ἀσκὸν, οὕτως συστέλλει καὶ ταπεινοῖ τὸ ὕδωρ τῆς θαλάσσης ὁ Κύριος
主便如收合皮囊一般,如此收束並使海水低伏,
As a wineskin, then, so the Lord contracts and lowers the water of the sea,
1:1277
ἀνα πέμποντος, ὅτε ἡ Ἐρυθρὰ θάλασσα, οὐδενὸς αὐτὴν διαιροῦντος, οὐδὲ συνέχοντος, αὐτὴ πρὸς ἑαυτὴν συν ειστήκει, οἷον ἀσκῷ τινι ἐνδεδεμένη, τοῦ θείου προστάγματος προχυθῆναι αὐτὴν οὐκ ἐῶντος
使其如水牆般再度聳立——正如紅海一般,沒有任何人將它分開,也沒有任何東西把它箍住,它卻自行屹立不倒,彷彿被繫縛於某個皮囊之中,只因那神聖的命令不容許它傾瀉而出。
raising it up again—as when the Red Sea, with no one dividing it and no one holding it together, stood upright of itself, bound as it were in some wineskin, since the divine command did not allow it to pour forth.
1:1278
Τιθεὶς, φησὶν, ἐν θησαυροῖς ἀβύσσους
經文說:「祂將深淵存放於府庫之中。」
'He lays up,' it says, 'the deeps in storehouses.'
1:1279
Ἀκολουθότερον ἦν ὡς πρὸς τὴν κοινὴν ἔννοιαν εἰπεῖν, Τιθεὶς ἐν ἀβύσ σοις τοὺς θησαυρούς·
若按一般常理而言,說「將府庫存放於深淵之中」似乎更為順理成章;
It would have been more consistent, with respect to the common understanding, to say, 'Laying up the treasures in the deeps';
1:1280
τουτέστιν, ἐν μυστηρίῳ συν έχων τὸν ἑαυτοῦ πλοῦτον
也就是說,將自己的豐富以奧祕的方式蘊藏起來。
that is, holding His own riches in mystery.
1:1281
Νῦν δὲ ὥσπερ τινὰ κειμή λια ἄξια τῶν θείων θησαυρῶν τὰς ἀβύσσους εἶναί φη σι
但如今,他卻說深淵本身乃是配得存放於神聖府庫中的珍寶。
But as it is, he says that the deeps themselves are, as it were, treasures worthy of the divine storehouses.
1:1282
Μήποτε οὖν οἱ περὶ τῆς θείας κρίσεως λόγοι, ἄῤ ῥητοι ὄντες καὶ ἀκατάληπτοι ταῖς ἀνθρωπίναις ἐν νοίαις, ἄβυσσοι λέγονται, ἐν μόνῃ τῇ τοῦ Θεοῦ γνώσει ἀποκειμένων τῶν λόγων, καθ' οὓς ἕκαστα οἰκονο μεῖ; Ὅτι γὰρ τὰ περὶ ἕκαστον κρίματα ἄβυσσος προσηγορεύθη, ἐν ἑτέρῳ ψαλμῷ δεδιδάγμεθα λέγον τι·
那麼,是否可以說,關於神聖審判的道理,因其不可言喻、非人類理智所能理解,故被稱為「深淵」?因為祂據以安排萬事的緣由,唯獨蘊藏在神的知識之中。而關於各樣事物的判斷之所以被稱為「深淵」,我們在另一篇詩篇中已蒙教導,其中說道:
Might it not be, then, that the words concerning the divine judgment, being ineffable and incomprehensible to human understanding, are called 'deeps,' since the reasons according to which He administers each thing are stored up in the knowledge of God alone? For that the judgments concerning each thing are called an 'abyss,' we have been taught in another psalm, which says:
1:1283
Τὰ κρίματά σου ἄβυσσος πολλή
「你的判斷如同深淵浩大。」
Your judgments are a great deep.
1:1284
Ἐὰν οὖν ἐπι ζητῇς, διὰ τί τοῦ μὲν ἁμαρτωλοῦ ἡ ζωὴ παρατείνε ται, τοῦ δὲ δικαίου αἱ ἡμέραι τῆς παροικίας συντέμνονται, διὰ τί ὁ μὲν ἄδικος εὐθηνεῖται, ὁ δὲ δίκαιος θλίβεται, διὰ τί τὸ παιδίον πρὶν εἰς τελείωσιν ἐλθεῖν ἀνηρπάσθη, πόθεν πόλεμοι, διὰ τί τὰ ναυάγια, οἱ σεισμοὶ, οἱ αὐχμοὶ, αἱ ἐπομβρίαι, διὰ τί τὰ φθαρ τικὰ τῶν ἀνθρώπων δεδημιούργηται, διὰ τί ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος, ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται ( πολὺ δὲ καὶ ἐν τοῖς ἁμαρτανομένοις ἢ κατορθουμέ νοις ἐστὶ τὸ διάφορον·
那麼,倘若你要問:為何罪人的生命得以延長,而義人寄居世上的日子卻被縮短?為何不義之人享受興旺,義人卻遭受患難?為何幼兒尚未及成年便被奪去性命?戰爭從何而來?為何有船難、地震、旱災、暴雨?為何人間種種毀滅性的災害竟被造成?為何有人為奴,有人自由,有人富足,有人貧窮(在犯罪或行義之事本身當中,也存在極大的差異——
If, then, you inquire why the life of the sinner is prolonged, while the days of the righteous man's sojourning are cut short; why the unjust man prospers, while the righteous man is afflicted; why the child was snatched away before coming to maturity; whence come wars; why shipwrecks, earthquakes, droughts, and excessive rains occur; why the destructive things that befall men have come to be fashioned at all; why one man is a slave and another free, one rich and another poor (and there is likewise great difference even in the matters of sin or of right conduct themselves—
1:1285
ἡ μὲν γὰρ πορνοβοσκῷ πρα θεῖσα πρὸς ἀνάγκην ἐστὶν ἐν τῇ ἁμαρτίᾳ·
因為被賣給娼館老鴇的女子,是出於不得已而陷於罪中;
for the woman who is sold to a brothel-keeper is in sin out of necessity;
1:1286
ἡ δὲ εὐθὺς ἀγαθῆς δεσποίνης ἐπιτυχοῦσα συνεξετράφη τῇ παρθενίᾳ), διὰ τί αὕτη μὲν εὐηργετήθη, ἐκείνη δὲ κατεδικάσθη·
而另一位一開始就遇到善良的主母,便得以與貞潔一同被養育成長)——為何這一位蒙受恩待,那一位卻被定罪;
whereas another, having found from the start a good mistress, was reared together with her virginity)—why is the one favored, while the other is condemned;
1:1287
καὶ τίς ἡ ἐφ' ἑκάστου τούτων παρὰ τοῦ κριτοῦ ἀνταπόδοσις·
以及在這一切事上,審判者將如何施行報應——
and what is the recompense from the Judge in each of these cases—
1:1288
ταῦτα πάντα λαβὼν εἰς ἔν νοιαν, ἐνθυμήθητι, ὅτι ἄβυσσός ἐστι τὰ κρίματα τοῦ Θεοῦ, καὶ τῷ τοῖς θησαυροῖς τοῖς θείοις ἐναποκε κλεῖσθαι, οὐκ εὔληπτα τοῖς τυχοῦσι
將這一切都納入思量之後,你當省思:神的判斷乃是深淵,且因被封存於神聖的府庫之中,並非隨便什麼人都能輕易領悟的。
taking all these things into consideration, reflect that the judgments of God are a deep, and, being enclosed within the divine storehouses, are not easily grasped by ordinary men.
1:1289
Ἐπειδὰν οὖν καταξιωθῶμεν τῆς πρόσωπον πρὸς πρόσωπον γνώ σεως, ὀψόμεθα καὶ τὰς ἐν τοῖς θησαυροῖς τοῦ Θεοῦ ἀβύσσους
因此,當我們有朝一日蒙恩配得那面對面的認識時,我們也將得見神府庫中的深淵。
When, then, we are counted worthy of face-to-face knowledge, we shall also see the deeps that are in the storehouses of God.
1:1290
Συνάγων δὲ τὰ ἐν τῇ Γραφῇ περὶ ἀσκῶν εἰρημένα, μᾶλλον γενήσῃ ἐν περινοίᾳ τοῦ βουλήματος τοῦ προφητικοῦ
若你將經上論及皮囊之處匯集起來,便更能透徹理解先知的用意。
But by gathering together what is said in Scripture concerning wineskins, you will come to a fuller understanding of the prophetic intent.
1:1291
Οἱ μὲν οὖν ἀνακαινούμενοι ἡμέ ρᾳ καὶ ἡμέρᾳ, καὶ τὸν καινὸν οἶνον ἀπὸ τῆς ἀμπέλου τῆς ἀληθινῆς χωροῦντες, ἀσκοὶ εἶναι λέγονται ἐν τῷ Εὐαγγελίῳ καινοί·
那些日日被更新、並能容納那從真葡萄樹而來之新酒的人,在福音書中被稱為新皮囊;
Those, then, who are being renewed day by day, and who make room for the new wine from the true vine, are called, in the Gospel, new wineskins;
1:1292
οἱ δὲ μηδέπω τὸν παλαιὸν ἄνθρω πον ἀποθέμενοι ἀσκοί εἰσι παλαιοὶ, μὴ δυνάμενοι πι στεύεσθαι τὴν ὑποδοχὴν τοῦ νέου οἴνου
而那些尚未脫去舊人的,就是舊皮囊,不能被信託去承受新酒。
but those who have not yet put off the old man are old wineskins, unable to be entrusted with the reception of the new wine.
1:1293
Οὐδεὶς γὰρ βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς, ἵνα μὴ καὶ ὁ οἶνος ἐκχυθῇ, καὶ πάντη ἀπόλωνται ἐκεῖνοι οἱ ἀσκοὶ, οὐδεμιᾶς ἀξιούμενοι συγγνώμης ἔτι, ἐὰν τὸν καλὸν καὶ καινὸν ἐκχέωσιν οἶνον
因為沒有人把新酒裝入舊皮囊,免得酒潑灑出來,那些皮囊也全然毀壞,若使美好的新酒白白流失,便再無可寬恕之處。
For no one puts new wine into old wineskins, lest the wine be spilled and those wineskins be utterly ruined, no longer deemed worthy of any pardon, should they spill the good and new wine.
1:1294
Οἶνον γὰρ καινὸν εἰς ἀσκοὺς καινοὺς βλητέον
因為新酒必須裝入新皮囊。
For new wine must be put into new wineskins.
1:1295
Τὸν καινὸν καὶ πνευ ματικὸν οἶνον, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ζέον τα, τὸν μηδέποτε παλαιούμενον τῆς ἀληθείας νοῦν εἰς τὸν καινὸν ἄνθρωπον βλητέον·
那新的、屬靈的酒——那因聖靈而沸騰、永不陳舊的真理之心智——必須裝入新人之中;
The new and spiritual wine—seething with the Holy Spirit, the mind of truth that never grows old—must be put into the new man;
1:1296
ὃς, διὰ τὸ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώμα τι περιφέρειν, ἀσκὸς ἂν λέγοιτο εἶναι καινὸς δικαίως
這人因常常在自己身上帶著耶穌的死,故確實可稱之為新皮囊。
who, because he always bears about in his body the dying of Jesus, might justly be said to be a new wineskin.
1:1297
Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ·
「全地都當敬畏耶和華;」
Let all the earth fear the Lord;
1:1298
ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην
「世上所有的居民都當因祂而戰兢。」
and let all the inhabitants of the world be moved because of Him.
1:1299
Ἐπειδὴ φόβος Κυρίου ἀρχὴ αἰσθή σεως, οἱ τὰ γήινα φρονοῦντες διὰ φόβου παιδευέ σθωσαν
因為敬畏耶和華是智慧的開端,那些思念地上之事的人,當藉著懼怕而受管教。
Since the fear of the Lord is the beginning of understanding, let those who are minded toward earthly things be instructed through fear.
1:1300
Ὡς μὲν γὰρ εἰσαγωγικὸς εἰς εὐσέβειαν ἀναγκαίως παραλαμβάνεται ὁ φόβος, ἀγάπη δὲ, λοι πὸν παραλαβοῦσα τοὺς ῥυθμισθέντας ἀπὸ τοῦ ἐπιστη μονικοῦ φόβου, τελειοῖ
因為懼怕必然是被當作通往敬虔的入門而被採用的;而愛則其後接手那些已被這種明智之懼所調教規範的人,使之得以成全。
For fear is necessarily taken up as an introduction to piety, while love, thereafter taking over those who have been shaped by that disciplined fear, brings them to perfection.
1:1301
Πάσῃ οὖν τῇ γῇ φόβον παρ αγγέλλει ὁ λόγος
因此,這話語向全地宣告懼怕之命。
To all the earth, then, the word enjoins fear.
1:1302
Σαλευθήτωσαν δὲ, φησὶ, ἀπ' αὐ τοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην
經文說:「世上所有的居民,都當因祂而戰兢。」
'And let,' it says, 'all the inhabitants of the world be moved because of Him.'
1:1303
Οἱονεὶ πᾶν κίνημα, εἴτε κατὰ νοῦν, εἴτε κατὰ σωμα τικὴν ἐνέργειαν ἐπιτελούμενον, κατὰ τὸ βούλημα αὐ τοῖς τοῦ Θεοῦ ἐνεργείσθω
彷彿是說:不論是心思上的,還是身體行為上的,一切的動作,都當照著神的旨意,在他們身上運行出來。
As if to say: let every movement, whether carried out according to the mind or according to bodily activity, be enacted by them according to the will of God.
1:1304
Οὕτω γὰρ νοῶ τὸ, Σαλευ θήτωσαν ἀπ' αὐτοῦ
因為我如此理解「當因祂而戰兢」這句話。
For thus I understand the phrase, 'Let them be moved because of Him.'
1:1305
Οἱονεὶ μήτε ὀφθαλμὸς σαλευέ σθω ἄνευ Θεοῦ·
彷彿是說:連眼目也不應在無神的情況下轉動;
As if to say: let not even the eye move without God;
1:1306
μὴ χεὶρ κινείσθω ἄνευ Θεοῦ·
手也不應在無神的情況下動作;
let not the hand be moved without God;
1:1307
μὴ ἡ καρδία διανοείσθω τὰ μὴ εὐάρεστα τῷ Θεῷ
心也不應圖謀那不蒙神喜悅之事。
let not the heart devise things that are not pleasing to God.
1:1308
Καὶ ὅλως ἀπὸ μηδενὸς ἄλλου σαλευθήτωσαν, μηδὲ αὐτούς τι κινείτω, εἰ μὴ ὁ τοῦ Θεοῦ φόβος
總而言之,除了對神的敬畏之外,不應有任何其他事物使他們戰兢,也不應有任何其他事物挑動他們。
And, in short, let them be moved by nothing else at all, nor let anything else stir them, except the fear of God.
1:1309
Ὅτι αὐ τὸς εἶπε, καὶ ἐγενήθησαν·
「因為祂說有,就有;」
For He spoke, and they came to be;
1:1310
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν
「祂一吩咐,便都被造成。」
He commanded, and they were created.
1:1311
Πρὸς δύο τὰ προάγοντα δύο ἐπήγαγε·
針對前面所提的兩件事,他又補充了兩句話:
In answer to the two preceding statements he has added two more:
1:1312
κατοικοῦντες τὴν οἰκουμένην, τὸ, Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη σαν
對應「世上的居民」,即「祂說有,就有」;「祂一吩咐,便都被造成」。
corresponding to 'those who dwell in the world' is, 'He spoke, and they came to be'; 'He commanded, and they were created.'
1:1313
Ἐπειδὴ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηίνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον, κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦ σα ψυχή
由於人是複合而成的,既有出於地土所塑成的形體,又有寓居於體內的靈魂,因此那由地土所塑造的部分被稱為「地」,而那分得在身體內度日之份的靈魂,則被稱為「世上的居民」。
Since man is composite, made both of the earthly formation and of the soul dwelling within the body, that which was formed out of the earth is called 'earth,' while the soul, which has been allotted its manner of life within the body, is called 'the one dwelling in the world.'
1:1314
Καταλλήλως οὖν τῇ γῇ ἀποδέδοται τὸ, Αὐ τὸς εἶπε, καὶ ἐγενήθησαν·
因此,「祂說有,就有」這句話,恰如其分地是就「地」而言的;
Fittingly, then, to the earth is assigned the phrase, 'He spoke, and they came to be';
1:1315
ἐπὶ μὲν τοῦ πλά. σματος ἡμῶν τοῦ ἀπὸ τῆς γῆς τὸ, Ἐγενήθη·
就我們出於地土所造的形體而言,用的是「就有」這個詞;
for our formation, which is from the earth, the word 'came to be' applies;
1:1316
ἐπὶ δὲ τῆς κατ' εἰκόνα τοῦ Θεοῦ κτισθείσης τὸ, Ἐκτίσθη
而就那按著神形像被造的部分而言,用的則是「被造成」這個詞。
but for that which was created according to the image of God, the word 'was created' applies.
1:1317
Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·
然而,由於「創造」一詞經常被用來指涉轉化與更新,如經上所說:「若有人在基督裡,他就是新造的人」;
But since 'creation' is often used with reference to transformation and improvement, as in, 'If any man be in Christ, he is a new creation';
1:1318
καὶ τὸ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·
又如:「為要將兩下藉著自己造成一個新人」;
and, 'That He might create the two into one new man';
1:1319
τάχα τὸ μὲν, Ἐγενή θη, ἐπὶ τῆς πρώτης οὐσιώσεως τοῦ ἀνθρώπου λέγεται·
因此,或許「就有」一詞,是指人最初的存有而言;
perhaps, then, 'came to be' is said with reference to man's first coming into existence;
1:1320
τὸ δὲ, Ἐκτίσθη, ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως
而「被造成」一詞,則是指藉著基督恩典而有的第二次重生。
while 'was created' is said with reference to the second, through the grace of Christ—that is, regeneration.
1:1321
Ὅσον δὲ λόγου ψιλοῦ ἐν τολὴ Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον
而神的命令與空言之間有多大的差別,「創造」與「產生」之間便有多大的差別。
And by as much as God's command differs from a mere word, by so much is the difference between creation and mere coming-into-being.
1:1322
Κύριος διασκεδάζει βουλὰς ἐθνῶν·
「耶和華使列國的籌算破裂;」
The Lord scatters the counsels of the nations;
1:1323
Ἐξήγησίς ἐστι τοῦ προάγοντος, πῶς ἔκτισεν ὁ Θεὸς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἐκ τοῦ διασκεδάσαι τὰς ἀσυνέτους βουλὰς τῶν λαῶν, ἃς εἶχον περὶ εἰδωλολατρείαν καὶ περὶ πᾶσαν ματαιότητα, καὶ ἀθετεῖν τὰς βουλὰς τῶν ἀρχόντων
這是對前文的說明——神如何藉著粉碎萬民關於偶像崇拜及一切虛妄之事所懷的無知籌算,並廢棄掌權者的計謀,來造就那些信靠祂的人。
This is an explanation of what precedes, showing how God created those who had believed in Him, by scattering the senseless counsels of the peoples, which they held concerning idolatry and every vanity, and by nullifying the counsels of the rulers.
1:1324
Ἐν γὰρ τῇ ἀναστάσει διεσκεδάζετο μὲν ἡ βουλὴ τῶν ἐθνῶν, τοῦ Πιλάτου καὶ τῶν στρατιωτῶν, καὶ ὅσοι τὰ περὶ τὸν σταυρὸν ἐνήργουν·
因為在復活之時,列國的籌算——彼拉多與士兵,以及一切曾在十字架之事上有所作為的人——皆被粉碎了;
For at the resurrection, the counsel of the nations was scattered—of Pilate and the soldiers, and all who were active concerning the cross;
1:1325
ἠθετοῦντο δὲ αἱ βουλαὶ τῶν ἀρχόντων, ἀρχιερέων καὶ γραμματέων καὶ τῶν βα σιλέων τοῦ λαοῦ
而掌權者的計謀——祭司長、文士,以及百姓的君王們的計謀——也都被廢棄了。
and the counsels of the rulers were nullified—of the chief priests and the scribes and the kings of the people.
1:1326
Ἡ γὰρ ἀνάστασις πᾶσαν αὐτῶν διέλυσε τὴν ἐπίνοιαν
因為復活徹底瓦解了他們一切的圖謀。
For the resurrection dissolved all their scheming.
1:1327
Ἀναλεγόμενος δὲ τὰ ἐφ' ἑκά στης ἱστορίας ὅσα περὶ τὰ ἄπιστα ἔθνη ἐνήργησεν ὁ Θεὸς, εὑρήσεις καὶ κατὰ τὸν σωματικὸν νοῦν πολλὴν ἔχον τὴν δύναμιν τὸ ῥητόν
若你回顧歷史,逐一查考神在對付各不信的列國之事上所行的作為,你將會發現,這句話按其字面意義來看,同樣具有強大的力量。
But if you go back through history and consider all that God has done in each instance concerning the unbelieving nations, you will find that the saying holds great force also according to the literal sense.
1:1328
Ὅτε γὰρ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ, τότε ὁ βασιλεὺς Συρίας υἱὸς Ἀδὲρ, πολλῇ δυνάμει καὶ βαρείᾳ χειρὶ στρατηγήσας, περιεκάθητο τὴν Σαμάρειαν, ὥστε ἐπιλιπεῖν αὐτοῖς τὰ ἀναγκαῖα, καὶ κεφαλὴν ὄνου πεν τήκοντα εἶναι σίκλων ἀργυρίου, καὶ τέταρτον κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου
因為當亞哈的兒子約蘭在以色列作王時,敘利亞王、便哈達的兒子率領大軍,以強硬的手段用兵,圍困撒瑪利亞,以致城中必需品短缺,一個驢頭值銀五十舍客勒,四分之一斗鴿子糞值銀五舍客勒。
For when Jehoram son of Ahab reigned in Israel, the king of Syria, son of Hadad, having led his army with great force and a heavy hand, besieged Samaria, so that necessities failed them, and a donkey's head was worth fifty shekels of silver, and a quarter of a cab of dove's dung, five shekels of silver.
1:1329
Τότε τοίνυν, ἵνα ἡ ἐπαγγελία τοῦ Ἑλισσαίου πληρωθῇ, διεσκεδάσθησαν αἱ βουλαὶ τῆς Συρίας, καὶ κα ταλιπόντες τὰς σκηνὰς ἑαυτῶν καὶ πᾶσαν τὴν πε ριουσίαν ἔφυγον, τοσαύτην εὐθηνίαν καταλιπόντες ἐν τῇ Σαμαρείᾳ, ὥστε μέτρον σεμιδάλεως σίκλου, καὶ δίμετρον κριθῆς ἑνὸς σίκλου πωλεῖσθαι
於是,為要應驗以利沙的預言,敘利亞人的籌算就此破裂,他們棄下自己的帳棚和一切財物,倉皇逃走,在撒瑪利亞城中留下了極其豐盛的物資,以致一細亞細麵只賣一舍客勒,二細亞大麥也只賣一舍客勒。
Then, therefore, in order that the promise of Elisha might be fulfilled, the counsels of Syria were scattered, and they fled, abandoning their tents and all their possessions, leaving behind such abundance in Samaria that a measure of fine flour was sold for a shekel, and two measures of barley for one shekel.
1:1330
Οὕτω μὲν οὖν ὁ Κύριος οἶδε διασκεδάζειν βουλὰς ἐθνῶν
由此可見,主深知如何使列國的籌算歸於破裂。
Thus, then, the Lord knows how to scatter the counsels of the nations.
1:1331
Ὅταν οὖν ἀκούσῃς τινὸς ἀπειλοῦντος μεγάλα, καὶ ἐπαγγελ λομένου σοι παντοδαπὰς ἐπάξειν κακώσεις, ζημίας, ἢ πληγὰς, ἢ θανάτους, ἀπόβλεψον πρὸς τὸν Κύριον τὸν διασκεδάζοντα βουλὰς ἐθνῶν, καὶ ἀθετοῦντα λο γισμοὺς λαῶν
所以,每當你聽見有人發出重大威嚇,揚言要為你招致各種禍害、損失、責打或死亡時,當仰望那使萬邦的謀算潰散、使萬民的思慮歸於無有的主。
Whenever, therefore, you hear someone threatening great things, and promising to bring upon you all manner of afflictions, losses, blows, or deaths, look to the Lord who scatters the counsels of nations and brings to nothing the reasonings of peoples.
1:1332
Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει·
「惟耶和華的籌算永遠立定;」
"But the counsel of the Lord abides forever;"
1:1333
λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γε νεάν
「他心裡的思念,直到萬代。」
"the thoughts of his heart to all generations."
1:1334
Οὐχ ὁρᾷς τὰ τῶν ἐθνῶν δόγματα, τὴν ματαίαν ταύτην φιλοσοφίαν, ὅπως λεπτοὶ καὶ περιττοὶ περὶ τὰς εὑρήσεις τῶν δογμάτων εἰσὶν ἔν τε λογικοῖς θεω ρήμασι καὶ ἠθικαῖς διατάξεσι, καὶ φυσιολογίαις τισὶ καὶ δόγμασιν ἄλλοις τοῖς ἐποπτικοῖς λεγομένοις; πῶς διεσκέδασται πάντα, καὶ ἠχρείωται, μόνη δὲ ἐμ πολιτεύεται νῦν τῷ κόσμῳ ἡ ἀλήθεια τοῦ Εὐαγγε λίου; Πολλαὶ γὰρ αἱ βουλαὶ ἐν καρδίᾳ ἀνθρώπων·
你豈不見異教的教義、這虛妄的哲學嗎?他們在教義的發明上,無論是邏輯的理論、倫理的規條,還是某些自然哲理和被稱為「秘傳」(高階奧秘)的其他教義,是何等精細繁複?然而這一切如今卻已如何潰散、歸於無用,唯獨福音的真理如今獨自居於世間、成為其中的公民?因為「人心多有計謀」;
Do you not see the doctrines of the nations, this vain philosophy, how subtle and elaborate they are in their inventions of doctrines, both in logical theorems and ethical prescriptions, and in certain natural theories and other doctrines called "epoptic" (of the higher mysteries)? How has all of it been scattered and rendered useless, while the truth of the Gospel alone now dwells in the world as its citizen? For "many are the counsels in the heart of man;"
1:1335
ἀλλ' ἡ βουλὴ τοῦ Κυρίου ἐκράτησε
「惟有耶和華的籌算才能立定。」
"but the counsel of the Lord shall prevail."
1:1336
Καὶ ἀναγκαῖόν γε, εἰ μέλλοι μόνιμος καὶ ἑδραία ἡ παρὰ τοῦ Θεοῦ βουλὴ ταῖς ψυχαῖς ἡμῶν ἐναπομένειν, προδια σκεδασθῆναι πρότερον ἐν ἡμῖν τοὺς ἀνθρωπίνους λο γισμούς
而這確實是必要的:若要神的籌算得以穩固長存在我們的靈魂之中,就必須先使人的種種思慮在我們裡面預先被驅散消除。
And it is indeed necessary, if the counsel that comes from God is to remain settled and firm in our souls, that human reasonings first be scattered beforehand within us.
1:1337
Ὥσπερ γὰρ ὁ γράφειν μέλλων ἐν κηρῷ, προκαταλεαίνων πρότερον, οὕτως ἐπιβάλλει τοὺς τύ πους οὓς ἐὰν θέλῃ·
正如一個要在蠟版上寫字的人,會先將蠟版磨平,然後才依自己的意思印上圖形;
For just as one who is about to write on wax first smooths it beforehand, and only then impresses upon it whatever figures he wishes;
1:1338
οὕτω καὶ καρδίαν χρὴ τὴν μέλ λουσαν τρανῶς ὑποδέχεσθαι τὰ θεῖα λόγια, καθαρὰν ἐκ τῶν ἐναντίων λογισμῶν ἀποδειχθῆναι
照樣,那要清晰領受神聖話語的心,也必須先被顯明潔淨,脫離一切相反的思慮。
so too the heart that is going to receive the divine oracles clearly must first be shown to be purified from contrary reasonings.
1:1339
Λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν
「他心裡的思念,直到萬代。」
"The thoughts of his heart to all generations."
1:1340
οἱ ἐκλεκτοὶ λαοὶ, καὶ δύο αὐτοῖς διαθῆκαί εἰσι δεδωρημέναι, δύνανται κατὰ τὸ, Λο γισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν, δὶς τῆς γενεᾶς ὀνομαζομένης, δύο νοεῖσθαι καὶ λογι σμοί·
那蒙揀選的子民,既蒙賜下兩個約,就可依「他心裡的思念,直到世世代代」這句話來理解——既然「世代」被提及兩次,「思念」也可照樣理解為兩個;
The elect peoples—to whom two covenants have been granted—may, in accordance with the phrase "the thoughts of his heart to generation and generation," since "generation" is named twice, likewise be understood as two thoughts also;
1:1341
Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ
「以耶和華為神的,那國是有福的!他所揀選為自己產業的,那民是有福的!」
"Blessed is the nation whose God is the Lord, the people whom he has chosen for his own inheritance."
1:1342
Οὐδεὶς μακαρί ζει τὸν λαὸν τῶν Ἰουδαίων, ἀλλὰ τὸν λαὸν τὸν ἀπὸ πάντων τῶν λαῶν ἀριστίνδην ἐξειλεγμένον
這裡所稱為有福的,並非猶太人這個民族,而是從萬民之中按其美善蒙揀選出來的子民。
No one calls blessed the people of the Jews, but the people chosen out from among all peoples according to merit.
1:1343
Ἡμεῖς γάρ ἐσμεν τὸ ἔθνος, ὧν ἐστι Κύριος ὁ Θεὸς ἡμῶν·
因為我們就是那以耶和華為神的國;
For we are the nation whose God the Lord is;
1:1344
ἡμεῖς ἐσμεν καὶ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ·
我們也就是他所揀選為自己產業的子民;
we also are the people whom he has chosen for his own inheritance;
1:1345
ἔθνος μὲν, διὰ τὸ ἐξ ἐθνῶν πολλῶν συνει λέχθαι, λαὸς δὲ, διὰ τὸ ἀντὶ τοῦ ἀποβληθέντος λαοῦ προσκληθῆναι
稱為「國」,是因我們乃是從許多外邦民族中被聚集而成;稱為「民」,是因我們是被召來取代那被棄絕之民的位置。
a nation, because we have been gathered together out of many nations; and a people, because we have been called in place of the people who was cast off.
1:1346
Καὶ ἐπειδὴ Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, μακαρίζει οὐχὶ τὸν κληθέντα, ἀλλὰ τὸν ἐκλεχθέντα
既然「被召的人多,選上的人少」,所以這裡所稱為有福的,並不是那被召的人,而是那被揀選的人。
And since "many are called, but few are chosen," he calls blessed not the one who was called, but the one who was chosen.
1:1347
Μακάριος γὰρ ὃν ἐξελέξατο
「因為他所揀選的人是有福的。」
"For blessed is he whom he has chosen."
1:1348
Τίς δὲ ἡ αἰτία τοῦ μακαρισμοῦ; Ἡ προσδοκωμένη κληρο νομία τῶν αἰωνίων ἀγαθῶν
那麼,這福分的緣由是甚麼呢?就是那所盼望的永恆美善之產業。
And what is the cause of this blessedness? The inheritance of eternal goods that is hoped for.
1:1349
Ἢ μήποτε κατὰ τὸν Ἀπόστολον, ἐπειδὴ, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, πρῶτον μα καρίζει τὸ πλήρωμα τῶν ἐθνῶν, ἔπειτα τὸν ὕστερον σωζόμενον Ἰσραήλ; Σώζεται δὲ, δηλονότι, οὐχ ὁ τυχὼν, ἀλλὰ τὸ λεῖμμα μόνον τὸ κατ' ἐκλογὴν χά ριτος
或者,正如使徒所說:「等外邦人的數目添滿了,以色列全家都要得救」,所以這裡是先稱外邦人的滿數為有福,然後才稱其後得救的以色列為有福?而顯然得救的並非隨便甚麼人,而僅是那按恩典揀選所存留的餘民。
Or perhaps, according to the Apostle, since "when the fullness of the nations has come in, then all Israel shall be saved," he first calls blessed the fullness of the nations, and then Israel who is saved afterward? And clearly it is not just anyone who is saved, but only the remnant according to the election of grace.
1:1350
Λαὸς ὃν ἐξελέξατο εἰς κλη ρονομίαν ἑαυτῷ
「他所揀選為自己產業的民。」
"The people whom he has chosen for his own inheritance."
1:1351
Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος·
「耶和華從天上觀看;」
"The Lord looked down from heaven;"
1:1352
εἶδε πάν τας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξ ἑτοίμου κατοικη τηρίου αὐτοῦ
「他從自己預備的居所,看見世上所有的世人。」
"he saw all the sons of men from his prepared dwelling place."
1:1353
Τοὺς μένοντας ἐπὶ τοῦ ἰδίου ἀξιώ. ματος, καὶ ποιοῦντας τὰ ἐπιβάλλοντα τῇ φύσει τῇ ἀνθρωπίνῃ ἄνωθεν ἐφορᾷ ὁ Κύριος·
那些持守自己本有尊嚴、行合乎人性本分之事的人,主必從上面看顧他們;
Those who remain in their own proper dignity, and do the things befitting human nature, the Lord watches over from above;
1:1354
τοὺς δὲ πρὸς τὸ ἔσχατον τῆς κακίας ὑπενεχθέντας ἑτέρως ἐπισκέ πτεται διὰ τοῦ αὐτὸς καταβαίνειν
但那些被拖曳到極端邪惡地步的人,他則以另一種方式眷顧——親自降臨。
but those who have been carried down to the utmost extremity of wickedness he visits in another way, by himself coming down.
1:1355
Κραυγὴ γὰρ, φησὶ, Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα
因為經上說:「所多瑪和蛾摩拉的哀聲甚大,他們的罪惡極其深重。」
For, he says, "the outcry of Sodom and Gomorrah has grown great, and their sins are exceedingly great."
1:1356
Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομέ νην πρὸς μὲ συντελοῦνται·
「我要下去,察看他們所行的,是否真如那達到我這裡的哀聲一樣;」
"I will go down, therefore, and see whether they are doing according to the outcry that comes to me;"
1:1357
Κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων
「他下來,要看世人所建造的城和塔。」
"He came down to see the city and the tower, which the sons of men had built."
1:1358
Ἐνταῦθα δὲ, Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος·
但這裡卻說:「耶和華從天上觀看;」
But here it says, "The Lord looked down from heaven;"
1:1359
εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων
「他看見世上所有的世人。」
"he saw all the sons of men."
1:1360
Σκόπει τὸν ὑψηλὸν θεατὴν, σκόπει τὸν ἄνωθεν ἐγκατακύπτοντα τοῖς ἀνθρωπίνοις πράγμα σιν
當思想這位居高臨下的觀者,思想這位從上俯身、深察人間萬事的神。
Consider the lofty spectator; consider him who stoops down from above to look closely into human affairs.
1:1361
Ὅπου περ ἂν βαδίζῃς, ὅ τι περ ἂν ἐνεργῇς, κἂν ἐν σκότει, κἂν ἐν ἡμέρᾳ, ἐπισκοποῦντα ἔχεις τὸν τοῦ Θεοῦ ὀφθαλμόν
無論你行到何處,無論你做甚麼,無論是在黑暗中或是在白晝,神的眼目都在鑒察你。
Wherever you may go, whatever you may do, whether in darkness or in daylight, you have the eye of God watching over you.
1:1362
Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ
「從他預備的居所。」
"From his prepared dwelling place."
1:1363
οὐ παραπετάσματα συνάγονται·
並無帷幕遮蔽;
No curtains are drawn together to conceal it;
1:1364
ἕτοιμόν ἐστιν εἰς θέαν τὸ κατοικητήριον τοῦ Θεοῦ
神的居所隨時敞開,可供觀看。
the dwelling place of God is ready for viewing.
1:1365
Πάντας ἐφορᾷ τοὺς υἱοὺς τῶν ἀνθρώπων
「他看顧世上所有的世人。」
"He watches over all the sons of men."
1:1366
Οὐδὲ εἷς διαφεύγει αὐτοῦ τὴν θέαν·
無一人能逃脫他的鑒察;
Not even one escapes his sight;
1:1367
οὐ σκότος, οὐ τοῖχοι παρα καλύπτοντες, οὐδὲν ἐμπόδιόν ἐστιν ὀφθαλμοῖς Θεοῦ
無論黑暗,或是遮蔽的牆垣,都不能成為阻擋神眼目的障礙。
neither darkness, nor concealing walls, nor anything else is an obstacle to the eyes of God.
1:1368
Ὅς γε τοσοῦτον ἀπέχει τοῦ μὴ καθέκαστον ἐφορᾷν, ὅτι καὶ τὰς καρδίας ἐφορᾷ, ἃς αὐτὸς ἔπλασεν ἄνευ τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας
他非但不至於不能鑒察各人各事,甚至還鑒察人心——那本是他親自所造、未曾摻雜任何劣質成分的心。
He is so far from failing to see each individual thing that he even watches over the hearts, which he himself fashioned without any admixture of what is worse.
1:1369
Ἁπλῆν αὐτὴν ἔπλασε καθ' ἑαυτὴν εἰκόνα σώζουσαν τὴν καρδίαν ὁ δημιουρ γὸς τῶν ἀνθρώπων Θεός·
神,這人類的創造者,將心造得單純,使其自身保有那按祂形像所造的形像;
God, the maker of mankind, fashioned the heart simple, preserving in itself the image after which it was made;
1:1370
ὕστερον δὲ αὐτὴν τῇ πρὸς τὰ πάθη τῆς σαρκὸς ἐπιπλοκῇ ποικίλην ἐποιήσαμεν καὶ παντοδαπὴν ἡμεῖς τὴν καρδίαν, τὸ θεοειδὲς αὐτῆς καὶ ἁπλοῦν καὶ μονότροπον διαφθείραντες
但後來我們自己因與肉體的情慾糾纏交結,使這心變得複雜多樣、形形色色,敗壞了它那如神一般單純劃一的本相。
but afterward we ourselves, through entanglement with the passions of the flesh, made the heart variegated and of every sort, corrupting its God-like, simple, and uniform character.
1:1371
Ἐπεὶ οὖν καρδιῶν ἐστι δημιουργὸς, διὰ τοῦτο καὶ συνίησι πάντα τὰ ἔργα ἡμῶν
既然他是人心的創造者,因此他也洞悉我們一切的作為。
Since, therefore, he is the maker of hearts, for this reason he also understands all our works.
1:1372
Ἔργα δὲ λέγομεν καὶ τοὺς λόγους καὶ τὰς ἐννοίας, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν τοῦ ἀνθρώπου κίνησιν
所謂「作為」,我們是指言語、意念,以及人一切的活動舉止,總而言之,一切皆是。
By "works" we mean also words and thoughts, and, in short, every motion of man whatsoever.
1:1373
Ποίᾳ γὰρ διαθέσει καὶ τίνι προθέσει, πότερον εἰς ἀνθρώπων ἀρέσκειαν, ἢ εἰς ὑπουργίαν τῶν δεδομένων ἡμῖν προσταγμάτων παρὰ Θεοῦ, μόνος οἶδεν ὁ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν
因為我們是以何種心態、出於何種目的行事——是為討人的喜悅,還是為要遵行神所賜給我們的誡命——唯有那洞悉我們一切作為的神知道。
For with what disposition and to what purpose—whether for the pleasing of men, or for the service of the commandments given to us by God—only he who understands all our works knows.
1:1374
Καὶ ἕως ποτηρίου ὕδατος ψυχροῦ τὸν μισθὸν οὐκ ἀπόλλυμεν, διὰ τὸ εἰς πάντα ἡμῶν τὰ ἔργα συνιέναι τὸν Κύριον
甚至連一杯涼水的賞賜我們也不會失落,因為主洞悉我們一切的作為。
And we do not lose the reward even for a cup of cold water, because the Lord understands all our works.
1:1375
Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν
「君王不能因兵多得勝;」
"A king is not saved by the greatness of his power;"
1:1376
Οὐ στρατιωτικῆς δυνάμεως περιβολὴ, οὐ τείχη πόλεων, οὐ πεζικὴ φάλαγξ, οὐχ ἱππικὴ δύναμις, οὐ ναυτικῆς ἰσχύος παρασκευὴ βασιλεῖ τὴν σωτηρίαν περιποιεῖ
無論是軍容之盛、城牆之堅固、步兵方陣、騎兵之力,或海軍武備之齊備,都不能為君王帶來拯救。
Neither an array of military strength, nor the walls of cities, nor a phalanx of infantry, nor cavalry force, nor the equipment of naval power procures salvation for a king.
1:1377
Κύριος γὰρ καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, καὶ οὐκ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ τεταγμένη
因為是主設立君王,也是主廢去君王;除了神所設立的,並沒有任何權柄。
For the Lord sets up kings and removes them, and there is no authority except that which is ordained by God.
1:1378
Σώζεται. οὖν βασιλεὺς οὐ παρὰ τὴν πολλὴν δύναμιν, ἀλλὰ παρὰ τὴν θείαν χάριν
所以,君王得拯救,並非靠著兵力強大,而是靠著神聖的恩典。
A king, then, is saved not by great power, but by divine grace.
1:1379
Ὥστε ἀληθῆ καὶ τούτοις εἶναι τὸν λόγον, ὅτι Χάριτί ἐστε σεσωσμένοι
因此對他們而言,這句話也同樣真實:「你們得救是本乎恩。」
So that for these also the saying holds true, that "by grace you have been saved."
1:1380
οὐδὲ γεωργὸς τοσοῦτον διὰ τὴν γεωργικὴν ἐπιμέλειαν τυγχάνει τοῦ γεωργικοῦ μέρους, ὅσον διὰ τὸν αὔξοντα τὰ γεωργούμενα Θεόν
同樣,農夫獲得收成,並非主要靠他務農的辛勤,而是靠那使所耕種之物生長的神。
Nor does the farmer obtain his portion of the harvest so much through his agricultural diligence, as through God who causes what is cultivated to grow.
1:1381
Οὔτε γὰρ ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων Θεός
「因為栽種的算不得甚麼,澆灌的也算不得甚麼,只在那叫他生長的神。」
"For neither is he who plants anything, nor he who waters, but God who gives the growth."
1:1382
Εἰ δὲ καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, οὐ σώζεται διὰ τὴν ὁπλιτικὴν δύναμιν, ἀλλὰ διὰ τὴν θείαν χειραγωγίαν
既然君王的心在神手中,他得拯救就不是靠著武裝的力量,而是靠著神聖的引導扶持。
But if the heart of the king is in the hand of God, he is saved not through his armed forces, but through divine guidance.
1:1383
Ἐν χειρὶ δὲ Θεοῦ ἐστιν οὐχ ὁ τυχὼν, ἀλλ' ὁ ἄξιος τῆς τοῦ βασιλέως προσηγορίας
而在神手中的,並非隨便甚麼人,而是配得「君王」這稱號的人。
And it is not just anyone who is in the hand of God, but he who is worthy of the title of king.
1:1384
Ὡρίσαντο δέ τινες βασιλείαν εἶναι τὴν ἔννομον ἐπιστασίαν, ἢ τὴν ἐπὶ πᾶσιν ἀρχὴν ἀνυπεύθυνον ἁμαρτίᾳ
有些人將君王之位定義為合法的治理權,或是那凌駕萬有、不因罪而被究責的治權。
Some have defined kingship as lawful authority, or as rule over all that is not answerable to sin.
1:1385
Καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ
「勇士也不能因力大得救。」
"And a giant shall not be saved by the abundance of his strength."
1:1386
Γίγαντα λέ γει τὸν φυσικῇ δυνάμει καὶ τόνῳ σωματικῷ κεχρη μένον
這裡所說的「勇士」,是指那倚靠天生體力與身體強健的人。
By "giant" he means the one who relies on natural strength and bodily vigor.
1:1387
Οὔτε οὖν βασιλεὺς τὴν ἐκ τοῦ ὁπλιτικοῦ βοή θειαν ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν, οὔτε ὁ ἀνδρεῖος ἑαυτῷ πρὸς πάντα ἐπαρκεῖν ἐστιν ἱκανός
所以,君王從武備所得的幫助,並不足以帶來拯救;勇士也不能單靠自己在萬事上自足。
Neither, then, does the king have sufficient help for salvation from his armed forces, nor is the brave man sufficient to provide for himself in all things.
1:1388
Ἀσθένεια γάρ ἐστι καὶ ἀδυναμία πάντα ὁμοῦ τὰ ἀνθρώπινα πρὸς τὴν ἀληθινὴν δύναμιν παραβαλλόμενα
因為一切人間之事,一旦與真正的能力相比,都不過是軟弱無力而已。
For all human things together are weakness and incapacity when compared to the true power.
1:1389
καὶ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσατο αἶνον, ἵνα καταλύσῃ τὸν ἐχθρὸν καὶ ἐκδικητήν
「你因敵人的緣故,從嬰孩和吃奶的口中,得了完全的讚美,為要使仇敵和報仇的人閉口無言。」
"and out of the mouth of infants and nursing babes you have perfected praise, that you might destroy the enemy and the avenger."
1:1390
Μάλι στα γὰρ ἔλαμψεν ἡ θεία χάρις ἐν τοῖς νηπίοις καὶ ἀνοήτοις ἐνεργουμένη
因為神聖的恩典正是在嬰孩與愚拙人身上運行時,才格外顯出光輝。
For divine grace shone forth especially when it worked in infants and the foolish.
1:1391
Ψευδὴς ἵππος εἰς σω τηρίαν·
「靠馬得救,是虛妄的;」
"A horse is a vain hope for safety;"
1:1392
ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σω θήσεται
「馬也不能因力大救人。」
"neither shall it deliver anyone by the abundance of its strength."
1:1393
Ἐκβέβληται τῆς χρήσεως τῶν ἁγίων ὁ ἵππος
馬已被逐出聖徒的使用之外。
The horse has been banished from the use of the saints.
1:1394
Καὶ οὔτε ἐν πολέμοις εὐημερῶν ὁ Ἰσραὴλ ἱππικῇ δυνάμει ποτὲ φαίνεται κεχρημένος, οὔτε ἰδίᾳ τις τῶν ἁγίων τὴν χρῆσιν τῶν ἵππων ὡς ἁρμόζου σαν παρεδέξατο·
以色列在戰爭中蒙福得勝時,從不曾倚靠騎兵之力;也未曾有任何一位聖徒個人認為使用馬匹是合宜之事;
And neither does Israel, when prospering in wars, ever appear to have made use of cavalry power, nor did any of the saints individually accept the use of horses as fitting;
1:1395
Φαραὼ δὲ ἵππῳ χρῆται, καὶ Σεναχηρεὶμ ὁ ὑπερήφανος τῇ περιουσίᾳ τῶν ἵππων μέγα φρονεῖ
反倒是法老倚仗馬匹,狂傲的西拿基立也因馬匹眾多而心高氣傲。
But Pharaoh makes use of the horse, and the arrogant Sennacherib prides himself greatly on his abundance of horses.
1:1396
τοῦ δὲ Σεναχηρεὶμ ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοῖς ἵπποις·
然而西拿基立所有騎馬的人卻都昏睡(喪命)了;
but all who rode upon Sennacherib's horses fell into a slumber;
1:1397
ὅθεν καὶ ὁ διὰ Μωϋσέως νόμος τὰ περὶ βασιλέων νο μοθετῶν, Οὐ πληθυνεῖ, φησὶν, ἑαυτῷ ἵππον
因此,那藉摩西所賜、論及君王的律法也說:「他不可為自己加添馬匹。」
Wherefore also the law given through Moses, legislating concerning kings, says, "He shall not multiply horses for himself."
1:1398
Ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται
「也不能因力大得救。」
"Neither shall he be saved by the abundance of his strength."
1:1399
Ὅταν γὰρ ἀσθενῶ, φησὶ, τότε δυνατός εἰμι
因為他說:「我甚麼時候軟弱,甚麼時候就剛強了。」
"For when I am weak," he says, "then I am strong."
1:1400
Τὸ δὲ πλῆθος τῆς σωματικῆς δυνάμεως ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος
因為身體力量的過盛,反倒成為靈裡得救的障礙。
For an abundance of bodily strength is an obstacle to the salvation of the spirit.
1:1401
Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβου μένους αὐτόν
看哪,耶和華的眼目看顧敬畏他的人。
Behold, the eyes of the Lord are upon those who fear him.
1:1402
Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους·
耶和華的眼目看顧義人;
The eyes of the Lord are upon the righteous;
1:1403
ἐνταῦθα δὲ, Ἐπὶ τοὺς φοβου. μένους αὐτόν
但此處卻說:「看顧敬畏他的人。」
but here it says instead, "upon those who fear him."
1:1404
Ὅταν ἡμεῖς ἐπὶ τὸν Κύριον ἀποβλέ πωμεν, καὶ ὦσιν ἡμῶν οἱ ὀφθαλμοὶ πρὸς αὐτὸν, ὥστ' ἂν εἰπεῖν ἡμᾶς·
當我們仰望主,我們的眼目都歸向他時,以致我們可以說:
Whenever we look toward the Lord, and our eyes are turned toward him, so that we might say:
1:1405
Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν·
「看哪,僕人的眼目怎樣望主人的手,我們的眼目也照樣望耶和華我們的神」——
"Behold, as the eyes of servants look to the hands of their masters, so our eyes look to the Lord our God" —
1:1406
τότε οἱονεὶ ἐφελκόμεθα πρὸς τὴν ἐπισκοπὴν ἡμῶν τὸν ὀφθαλμὸν τοῦ Κυρίου
那時,我們彷彿把主的眼目吸引到眷顧我們的事上。
then, as it were, we draw the eye of the Lord toward the visitation that concerns us.
1:1407
Τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐ τοῦ
仰望他憐憫的人。
Upon those who hope in his mercy.
1:1408
Τὸ ταπεινὸν τῶν δουλευόντων τῷ Κυρίῳ ἐμφαί νει, πῶς ἐπὶ τὸ ἔλεος αὐτοῦ ἐλπίζουσιν
這顯明了事奉主之人的謙卑,他們如何仰望祂的憐憫。
This shows the humility of those who serve the Lord, how they hope in his mercy.
1:1409
Ὁ γὰρ μὴ πεποιθὼς ἐπὶ τοῖς ἑαυτοῦ ἀνδραγαθήμασι, μηδὲ προσδοκῶν ἐξ ἔργων δικαιωθήσεσθαι, μόνην ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ
因為那不倚靠自己英勇作為、也不指望因行為稱義的人,唯一的得救盼望就是神的憐憫。
For he who does not trust in his own valorous deeds, nor expects to be justified by works, has as his only hope of salvation the compassions of God.
1:1410
Ὅταν γὰρ ἐνθυμηθῇ τὸ, Ἰδοὺ Κύριος καὶ ὁ μισθὸς αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ, καὶ λογίσηται ἑαυτοῦ τὰ πονηρὰ ἔργα, φοβεῖται μὲν τὴν κόλασιν καὶ ὑποπτήσσει τοῖς ἀπειλουμένοις·
因為當他思念這話:「看哪,主和他的賞賜都與他同在,要照各人所行的報應各人」,並思量自己的惡行時,他固然懼怕刑罰,在所受的威嚇面前戰慄;
For whenever he calls to mind the saying, "Behold, the Lord, and his reward is with him, to render to each according to his work," and reckons up his own evil deeds, he indeed fears the punishment and cowers before the things threatened;
1:1411
πρὸς δὲ τὸ μὴ καταποθῆναι ὑπὸ τῆς λύπης, εὔελπίς ἐστι πρὸς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ τὸ φιλάνθρω πον ἀποβλέπων
但為了不被憂愁所吞沒,他仍懷著美好的盼望,仰望神的憐憫和祂的慈愛。
but so as not to be swallowed up by grief, he is of good hope, looking toward the compassions of God and his loving-kindness.
1:1412
Ἐλπίζει δὲ, ὅτι ῥυσθήσεται ἡ ψυχὴ αὐτοῦ ἐκ θανάτου, καὶ διατραφήσεται ὑπ' αὐτοῦ ἐν λιμῷ
他盼望自己的靈魂必蒙拯救脫離死亡,在饑荒中必蒙祂養活。
And he hopes that his soul will be delivered from death, and that he will be kept alive by him in famine.
1:1413
Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστι
「我們的靈魂等候耶和華,因為祂是我們的幫助和護庇。」
"But our soul waits for the Lord, for he is our helper and our defender."
1:1414
Παρά κλησιν ἔχει πρὸς ὑπομονὴν ὁ λόγος·
這話含有勸勉忍耐之意;
The word carries an exhortation to endurance;
1:1415
ὥστε κἄν ποτε καταληφθῶμεν ὑπό τινος τῶν ἐκθλιβόντων ἡμᾶς, μὴ χωρισθῆναι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, ἀλλ' ὅλῃ ψυχῇ ὑπομένειν τὰ ἐπίπονα, τὴν παρὰ Θεοῦ βοήθειαν ἀναμένοντας
以致即使我們有時被某種苦難所困,也不至於與神在基督耶穌裡的愛隔絕,反倒全心忍受艱難,等候從神而來的幫助。
so that even if at some point we are overtaken by one of the things that afflict us, we may not be separated from the love of God that is in Christ Jesus, but may endure hardships with our whole soul, awaiting the help that comes from God.
1:1416
Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν
「因為我們的心必因祂歡喜,我們又倚靠祂的聖名。」
"For in him our heart shall rejoice, and in his holy name we have hoped."
1:1417
Τοῦτο συνᾴδει τοῖς ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ·
這與詩篇開頭所說的相合:
This is in harmony with what was said at the beginning of the psalm:
1:1418
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ·
「義人哪,你們應當靠耶和華歡欣踴躍」;
"Rejoice greatly in the Lord, O you righteous";
1:1419
καὶ, Ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν
又說:「我們的心必因祂歡喜。」
and, "In him our heart shall rejoice."
1:1420
Καί μοι δοκεῖ κατὰ ταῦτα εἰρηκέναι ὁ Ἀπό στολος τὸ, Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς·
在我看來,使徒也是照著這意思說:「靠著愛我們的那位,我們在這一切事上已經得勝有餘」;
And it seems to me that in accordance with this the Apostle also said, "In all these things we are more than conquerors through him who loved us";
1:1421
καὶ τὸ, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν
又說:「不但如此,就是在患難中也是歡歡喜喜。」
and, "And not only so, but we also glory in tribulations."
1:1422
ἐπιδείκνυται, ἀλλὰ μετὰ πάσης χαρᾶς ὑποδέχεται τὰς ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου κακώσεις, Οὐ μόνον, φησὶν, ὑπομένομεν, ἀλλὰ καὶ Ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν
他並非只是表現一番,乃是以滿心的喜樂,領受為主名所受的苦待。他說:「我們不但忍耐,並且我們的心必因祂歡喜,我們又倚靠祂的聖名。」
He does not merely make a display of it, but with full joy welcomes the ill-treatment suffered for the name of the Lord: "Not only," he says, "do we endure, but also, In him our heart shall rejoice, and in his holy name we have hoped."
1:1423
Ἀρκεῖ ἡμῖν τὸ ὀνομάζεσθαι Χριστια νοὺς πρὸς τὸ πᾶσαν ἐκφυγεῖν τὴν ἀπὸ τῶν ἐναντίων. ἐπήρειαν
我們只要被稱為基督徒,就足以使我們逃脫仇敵一切的惡意加害。
It is enough for us to be called Christians in order to escape all the malice that comes from our adversaries.
1:1424
Ἅγιον δὲ τὸ ὄνομα εἶναι λέγεται τοῦ Θεοῦ, οὐ πάντως διὰ τὸ ἐν συλλαβαῖς ἔχειν τινὰ δύναμιν ἁγιαστικὴν, ἀλλ' ὅτι πᾶσα ἡ ἰδιότης τοῦ Θεοῦ, καὶ ἡ ἔννοια τῶν ἐξαιρέτως περὶ αὐτὸν θεωρου μένων ἁγία ἐστὶ καὶ ἁγνή
神的名被稱為聖,並非因為那些音節本身具有某種聖化的能力,而是因為神一切的本性,以及論到祂那超卓特質所思想的一切觀念,都是聖潔而純淨的。
The name of God is said to be holy, not at all because the syllables themselves possess some sanctifying power, but because the entire property of God, and the concept of the things especially contemplated concerning him, is holy and pure.
1:1425
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σοί
「主啊,願你的憐憫臨到我們身上,正如我們所仰望你的。」
"Let your mercy, O Lord, be upon us, even as we have hoped in you."
1:1426
Ὁρᾷς πῶς ἐπιστημόνως προσηύξατο; Τὴν ἰδίαν διάθεσιν μέτρον ἐποίησε τῆς ἐπιχορηγίας τῶν οἰκτιρμῶν τοῦ Θεοῦ
你看他祈禱是何等地有智慧?他以自己的心懷作為神施憐憫之豐富程度的量尺。
Do you see how skillfully he prayed? He made his own disposition the measure of the supply of God's compassions.
1:1427
Τοσοῦτος, φησὶ, γένοιτο ὁ ἔλεός σου ἐφ' ἡμᾶς, ὅσην φθάσαντες ἡμεῖς ἐπὶ σοὶ τὴν ἐλπίδα κατεβαλό μεθα
他說:「願你的憐憫臨到我們,正如我們已在你面前所立下的盼望那樣大。」
"Let your mercy upon us," he says, "be as great as the hope that we have already laid up before you."
1:1428
Πᾶσα δὲ ἡμῶν ἡ ἐλπὶς ἐπιστρέψαι εἰς τὴν ἀνάπαυσιν, ἵνα, μετασχηματισθέντος τοῦ σώματος τῆς ταπεινώσεως ἡμῶν, νοήσωμεν αὐτὸ τοῦτο γενό μενον σύμμορφον τῷ σώματι τῆς δόξης
我們一切的盼望都在於歸回安息,好使我們這卑賤的身體既已改變形狀,我們便能領悟這身體已變得與那榮耀的身體相似。
And all our hope is to return to rest, so that, our body of humiliation having been transformed, we may perceive it as having become conformed to the body of glory.
1:1429
Ἐπὶ δύο ὑποθέσεις ἕλκει ἡ ἔννοια τοῦ ψαλμοῦ
這詩篇的意涵牽涉到兩件史事。
The sense of the psalm draws upon two occasions.
1:1430
Ἠλλοίωσε μὲν γὰρ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε τῷ Ἀβιμέλεχ διελέγετο τῷ ἱερεῖ, κρύπτων μὲν τὴν φυγὴν, σπουδάζειν δὲ δὴ προστάγματι ὑπουργεῖν βασιλικῷ προσποιούμενος, ὅτε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ
他改變自己的面容,一次是在他與祭司亞比米勒交談之時,一面隱藏自己的逃亡,一面假裝急切奉行王命,那時他也拿了陳設餅,以及歌利亞的刀;
For he altered his countenance both when he conversed with Abimelech the priest, concealing his flight while pretending to be zealously carrying out a royal command — at which time he also took the loaves of the presentation, and the sword of Goliath;
1:1431
Ἠλλοίωσε δὲ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε ἐν μέσοις τοῖς πολεμίοις ἀποληφθεὶς, ἐπειδὴ ᾔσθετο αὐτῶν διαλεγομένων πρὸς ἀλλήλους, καὶ παρασκευαζο μένων εἰς ἄμυναν
他改變自己的面容,也是在他被困於敵人之中,察覺他們彼此議論、並準備加害於他之時。
and he altered his countenance also when, cut off in the midst of enemies, he perceived them conversing with one another and preparing themselves to do him harm.
1:1432
Εἶπον γὰρ, φησὶν, οἱ παῖδες Ἀγχοὺς πρὸς ἑαυτούς·
因為經上說,亞吉的臣僕彼此說:
For, it says, the servants of Achish said among themselves:
1:1433
Πῶς οὖν ἡ μὲν ἐπιγραφὴ Ἀβιμέλεχ ὀνομάζει, ἡ δ' ἱστορία Ἀγχοὺς παραδίδωσι τὸν βασιλέα Γετθαίων; Τοιοῦτον λόγον τινὰ φθάσαντα ἐκ παραδόσεως εἰς ἡμᾶς ἔχομεν, ὅτι οἱ βασιλεῖς τῶν ἀλλοφύλων κοινὸν μὲν εἶχον ὄνομα τὸ Ἀβιμέλεχ, ἴδιον δὲ ἕκαστος ὃ προσηγορεύετο
那麼,為何標題稱他為亞比米勒,而史事卻記載迦特王名叫亞吉呢?我們從傳統得著這樣一種流傳至今的說法:外邦人的諸王共有一個共通的名號,叫亞比米勒,但各人又各有自己特有的稱呼。
How then does the title name him Abimelech, while the history hands down Achish as the name of the king of the Gittites? We have received a certain account, come down to us by tradition, that the kings of the foreigners had a common name, Abimelech, while each also bore his own personal appellation.
1:1434
Ὡς καὶ ἐπὶ τῆς Ῥωμαϊκῆς ἔστι βασιλείας ἰδεῖν, Καίσαρας λεγομένους κοινῶς καὶ Αὐ γούστους, ἄλλα δὲ τὰ κύρια ἑαυτῶν κεκτημένους ὀνόματα
正如在羅馬帝國中也可以看見,他們共同被稱為凱撒與奧古斯都,卻各自另有自己的本名。
Just as one may also see in the case of the Roman Empire, where they are commonly called Caesars and Augusti, yet possess other names of their own.
1:1435
Τοιοῦτον καὶ παρ' Αἰγυπτίοις ἐστὶ τὸ Φα. ραώ
在埃及人中,法老這名號也是如此。
Such also is the name Pharaoh among the Egyptians.
1:1436
Φαίνεται γὰρ Φαραὼ λεγόμενος καὶ ὁ ἐπὶ Ἰω σήφ·
看來約瑟時代在位的那位,也被稱為法老;
For it appears that Pharaoh was also the name of the one who reigned in the time of Joseph;
1:1437
Φαραὼ καὶ ὁ ἐπὶ Μωϋσέως μετὰ τέσσαρας γε νεὰς ἐγερθεὶς βασιλεὺς Αἰγύπτου·
摩西時代、四代之後興起的那位埃及王,也稱法老;
Pharaoh, too, was the king of Egypt who arose four generations later in the time of Moses;
1:1438
Φαραὼ καὶ ὁ κατὰ τοὺς χρόνους Σολομῶντος·
所羅門時代的那位,也稱法老;
Pharaoh, too, was the one in the time of Solomon;
1:1439
Ἔλαβε γὰρ, φησὶ, τὴν θυγατέρα Φαραώ·
因為經上說:「他娶了法老的女兒」;
for it says, "He took the daughter of Pharaoh";
1:1440
καὶ ὁ κατὰ τοὺς χρόνους τῆς προφητείας Ἱερεμίου Φαραὼ προσηγορεύετο
耶利米先知說預言之時的那位,也稱為法老。
and the one in the time of Jeremiah's prophecy was also called Pharaoh.
1:1441
Οὕτω δὲ καὶ Ἀβιμέλεχ κατὰ τοὺς χρόνους ἦν Ἀβραὰμ,καὶ κατὰ τοὺς χρόνους Ἰσαάκ·
同樣地,亞伯拉罕時代有一位亞比米勒,以撒時代也有一位亞比米勒;
So too was there an Abimelech in the time of Abraham, and one in the time of Isaac;
1:1442
Ἐπὶ μὲν γὰρ Ἀβραὰμ εἴρηται, ὅτι Καὶ εἶπεν Ἀβιμέλεχ, καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιλὸχ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἀβραὰμ, λέγων
論到亞伯拉罕時,經上說:「亞比米勒,和他的伴友亞戶撒,並他軍隊的元帥非各,對亞伯拉罕說」;
for concerning Abraham it is said, "And Abimelech spoke, and Ahuzzath his friend, and Phicol the commander of his army, to Abraham, saying";
1:1443
Καὶ πάλιν περὶ τοῦ Ἰσαάκ·
又再論到以撒:
and again concerning Isaac:
1:1444
Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ
「他就在那裡住了許久。」
"And he remained there a long time."
1:1445
Παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστεὶμ διὰ τῆς θυρίδος, εἶδε παίζοντα τὸν Ἰσαὰκ μετὰ Ῥεβέκκας
「非利士王亞比米勒從窗戶往下觀看,見以撒與利百加戲玩。」
"And Abimelech, king of the Philistines, looking down through the window, saw Isaac playing with Rebecca."
1:1446
Ἀγχοὺς δὲ παραδέδοται ὑπὸ τῆς ἱστορίας, ὅπερ ἰδίως ἦν αὐτῷ ἐκ γενετῆς ἐπικείμενον
至於亞吉,這是史事所傳下的名字,是他自出生便帶有的本名。
But Achish is the name handed down by the history, which was his own name, attached to him from birth.
1:1447
φησὶ, τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώ γωνα·
經上說:「他的唾沫流到鬍鬚上」;
It says, "his spittle upon his beard";
1:1448
ὥστε εἰπεῖν τὸν Ἀγχοὺς τοῖς παισί·
以致亞吉對臣僕說:
so that Achish said to his servants:
1:1449
Τί εἰσ εφέρετε αὐτὸν πρὸς μέ; Μὴ ἐπιδέομαι ἐπιλήπτων ἐγὼ, ὅτι εἰσηνέγκατε αὐτὸν ἐπιληπτεύεσθαι ἐπ' ἐμέ; Καὶ οὕτως ἀπολυθεὶς ἐκεῖθεν, διεσώθη, φησὶν, εἰς τὸ σπήλαιον Ὀδολλάμ
「你們為何帶這人到我這裡來?我豈缺少瘋子,你們竟帶這人來在我面前發瘋嗎?」他就這樣從那裡被釋放出來,經上說,逃到亞杜蘭洞得以保全。
"Why do you bring him in to me? Do I lack madmen, that you have brought this fellow in to play the madman before me?" And thus, being released from there, he escaped, it says, to the cave of Adullam.
1:1450
Ὡς οὖν ἐκ μεγάλου κινδύνου διεκφυγὼν, ταύτην ἀναπέμπει τὴν εὐχαριστίαν τῷ ῥυσαμένῳ αὐτὸν Θεῷ
他既如此從大難中逃脫,便向拯救他的神獻上這篇感恩之詞。
Having thus escaped from great danger, he sends up this thanksgiving to the God who delivered him.
1:1451
Εὐλογήσω, φησὶ, τὸν Κύ ριον ἐν παντὶ καιρῷ
他說:「我要時時稱頌耶和華。」
"I will bless the Lord," he says, "at all times."
1:1452
ὡς μη δένα καιρὸν διαλιμπάνειν τῆς εὐλογίας, ἀλλὰ καὶ μεγά λων καὶ μικροτέρων πραγμάτων ἐπὶ τὸν Θεὸν ἀναφέρειν τὴν ἀρχήν
意思是,不讓任何時刻中斷稱頌,無論大事小事,都將其根源歸於神。
That is, letting no occasion pass without blessing, but referring the origin of both great and lesser matters alike to God.
1:1453
Οὐχὶ ἡγήσομαι, φησὶ, κατὰ τὴν ἐμαυτοῦ ἐπιμέλειαν γίνεσθαι, οὐδὲ ἐκ τῆς αὐτομάτου συντυχίας συμβαίνειν, ἀλλ' Ἐν παντὶ καιρῷ εὐλογήσω τὸν Κύ ριον, οὐκ ἐν ταῖς εὐημερίαις μόνον τοῦ βίου, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς καιροῖς
他說:「我不會以為這是出於我自己的謀劃,也不歸因於偶然的巧合,反倒『我要時時稱頌耶和華』」——不僅在生活順遂之時如此,在艱難困厄之時也是如此。
"I will not consider," he says, "that things come about by my own diligence, nor happen by mere chance, but I will bless the Lord at all times" — not only in the prosperous circumstances of life, but also in times of hardship.
1:1454
Ἐντεῦθεν μαθητευθεὶς ὁ Ἀπόστολος, Πάντοτε, φησὶ, χαίρετε, ἀδιαλεί πτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε
使徒受此教導,說:「要常常喜樂,不住地禱告,凡事謝恩。」
Instructed by this, the Apostle says, "Rejoice always, pray without ceasing, in everything give thanks."
1:1455
Ὁρᾷς ἡλίκη τοῦ ἀνδρὸς ἡ ἀγάπη; Οὐκ ἀπεδυσπέτει πρὸς τὴν συνέχειαν τῶν κακῶν, ὅτε οὐ μόνον πατρίδος ἀπελήλατο, καὶ συγγενείας, καὶ οἰκείων, καὶ κτημά των, ἀλλὰ καὶ τοῖς πολεμίοις παραδοθεὶς ὑπὸ τῆς ἀνάγκης, μικροῦ διασπᾶσθαι παρ' αὐτῶν ἔμελλεν
你看這人的愛何等浩大?當他不但被逐出祖國、親族、家人、產業,甚至被迫交在仇敵手中、幾乎要被他們撕裂之時,他也沒有因這些苦難的持續而灰心喪志。
Do you see how great this man's love was? He did not despair at the continuance of evils, when he had been driven not only from his homeland, and kinship, and household, and possessions, but also, having been given over to enemies by necessity, was on the point of being torn apart by them.
1:1456
Μέχρι τίνος ἡ συνέχεια τῶν κακῶν; οὐκ ἀπεδυσπέτησε πρὸς τὴν παράτασιν τῆς θλίψεως, εἰ. δὼς, Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα
苦難要持續到何時呢?他並未因患難的延長而灰心喪志,因為他知道,「患難生忍耐,忍耐生老練,老練生盼望」。
How long would the continuance of evils last? He did not despair at the prolongation of affliction, knowing that "affliction produces endurance, and endurance produces proof, and proof produces hope."
1:1457
Τῷ ὄντι γὰρ τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν ἀθλητικαὶ καὶ γυμνάσια, ἐπὶ τὴν πατρῴαν δόξαν τὸν ἀγωνιστὴν προβιβάζουσαι·
實在說來,對那些預備妥當的人而言,患難恰如一種操練性的食糧與鍛鍊,使爭戰之人得以邁向祖傳的榮耀;
For indeed, to those who are well prepared, afflictions are, as it were, a kind of athletic nourishment and training exercises, advancing the contestant toward his ancestral glory;
1:1458
ὅταν λοιδορούμενοι εὐλογῶμεν, βλασφημούμενοι παρακα λῶμεν, καταπονούμενοι εὐχαριστῶμεν, θλιβόμενοι ἐπὶ τῇ θλίψει καυχώμεθα
就是說,當我們被辱罵仍祝福,被毀謗仍勸勉,被苦待仍感恩,遭患難仍因患難而誇口。
namely, when, being reviled, we bless; being slandered, we exhort; being oppressed, we give thanks; being afflicted, we boast in the affliction.
1:1459
Αἰσχρὸν γὰρ εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυ θρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν
因為我們若只在境遇順遂時稱頌神,卻在陰鬱艱困之事上緘默不言,這是可恥的。
For it is shameful for us to bless God in more favorable circumstances, but to be silent in gloomier and more burdensome matters.
1:1460
Ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει·
反倒此時更當感恩,因為知道「主所愛的,他必管教;
But then we must give thanks all the more, knowing that "whom the Lord loves he disciplines";
1:1461
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα ραδέχεται
凡他所收納的兒子,他必鞭打」。
"and he scourges every son whom he receives."
1:1462
Πῶς γὰρ διαπαντὸς ἡ αἴνεσις τοῦ Θεοῦ ἐν τῷ στόματι ἀνθρώπου εἶναι δύναται; Ὅτε δια λέγεται τὰς συνήθεις καὶ βιωτικὰς ὁμιλίας, οὐκ ἔχει τὸν αἶνον τοῦ Θεοῦ ἐν τῷ στόματι
神的讚美怎能常在人的口中呢?當他談論尋常的、屬世的話語時,他口中並沒有神的讚美。
For how can the praise of God be continually in a man's mouth? When he engages in ordinary and worldly conversation, he does not have the praise of God in his mouth.
1:1463
Ὅτε καθεύδει, σιωπήσεται πάντως
當他睡覺時,必然是沉默無言的。
When he sleeps, he will surely be silent.
1:1464
Ἐσθίοντος δὲ καὶ πίνοντος πῶς ἐνεργήσει τὸ στόμα τὴν αἴνεσιν; Πρὸς δὴ τοῦτο λέ γομεν, ὅτι ἔστι μέν τι καὶ νοητὸν στόμα τοῦ ἔνδον ἀνθρώπου, ᾧ τρέφεται μεταλαμβάνων τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς
但當他吃喝之時,口又怎能發出讚美呢?對此我們要說,內在之人也有一種屬乎悟性的口,藉此得著滋養,領受那生命之道,就是那從天降下的糧。
But while he is eating and drinking, how will the mouth perform the praise? To this we say that there is also a certain intelligible mouth of the inner man, by which he is nourished, partaking of the word of life, which is the bread that came down from heaven.
1:1465
Περὶ ἐκείνου τοῦ στόματος καὶ ὁ Προφήτης φησὶν ὅτι·
論到那口,先知也說:
Concerning that mouth the Prophet also says:
1:1466
Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα
「我張開我的口,吸入了靈氣。」
"I opened my mouth, and drew in the Spirit."
1:1467
Ἐκεῖνο καὶ ὁ Κύριος προκαλεῖται ἡμᾶς εὐρύχωρον ἔχειν εἰς ὑποδοχὴν ἀφθονωτέραν τῶν τροφῶν τῆς ἀληθείας
主也召喚我們敞開那口,好更豐盛地領受真理的食糧。
To that the Lord also invites us, to keep it wide open for a more abundant reception of the foods of truth.
1:1468
Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό
他說:「要張大你的口,我就使它滿足。」
"Open wide your mouth," he says, "and I will fill it."
1:1469
Εἴτε γὰρ ἐσθίει ὁ δίκαιος, εἴτε πίνει, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ
因為義人無論是吃是喝,都是為了神的榮耀而行。
For whether the righteous man eats or drinks, he does all things to the glory of God.
1:1470
Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορεν, κατὰ τὸν εἰπόντα ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων·
這樣的人雖然睡著了,他的心卻是醒著的,正如雅歌中所說的:
Though such a one sleeps, his heart is awake, according to what is said in the Song of Songs:
1:1471
Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ
「我雖然睡了,我的心卻醒著」
I sleep, but my heart is awake
1:1472
Ὡς γὰρ ἐπὶ πολὺ τὰ καθ' ὕπνον φαντάσματα τῆς μεθημερινῆς ἐννοίας ἐστὶν ἀπηχήματα
因為睡夢中的幻象,大多是白天思念的回響。
For for the most part, the phantasms that occur in sleep are echoes of the thoughts of the preceding day
1:1473
Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου
「我的靈魂要因主蒙誇獎」
My soul shall be praised in the Lord
1:1474
Μηδεὶς, φησὶ, τὴν ἐμὴν ἐπίνοιαν, καθ' ἣν διεσώθην ἐκ τῶν κινδύνων, ἐπαινείτω
他說,誰也不要誇獎我藉以脫離危難的那個計謀。
Let no one, he says, praise my own device, by which I was saved from dangers
1:1475
Οὐ γὰρ ἐν δυνάμει ἀν θρώπου, οὐδὲ ἐν σοφίᾳ, ἀλλ' ἐν τῇ χάριτι τοῦ Θεοῦ ἐστιν ἡ σωτηρία
因為拯救不在乎人的能力,也不在乎智慧,而在乎神的恩典。
For salvation lies not in the power of man, nor in wisdom, but in the grace of God
1:1476
Μὴ καυχάσθω, φησὶν, ὁ πλού σιος ἐν τῷ πλούτῳ αὐτοῦ, μήτε ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μήτε ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ·
他說:「富足人不要因自己的財富自誇,智慧人不要因自己的智慧自誇,勇士也不要因自己的勇力自誇;」
Let not the rich man, he says, boast in his riches, nor the wise man in his wisdom, nor the strong man in his strength;
1:1477
ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν Κύριον τὸν Θεὸν αὐτοῦ
「誇口的,只當誇口自己明白、認識主他的神。」
but let him who boasts, boast in this, in understanding and knowing the Lord his God
1:1478
τοῦ Εὐαγγελίου ἐπαινεῖ; Ὅς ἐστι σύνδουλος καὶ διάκονος ὑμῶν ἐν Κυρίῳ
稱讚福音的那位?他是你們在主裡的同工和執事。
the praise of the Gospel? He who is your fellow servant and minister in the Lord
1:1479
Ἐὰν μέντοι τις ἐπὶ σώματος. κάλλει, ἢ γονέων περιφανείᾳ ἐπαινεῖται, οὐκ ἐν Κυ ρίῳ ἐπαινεῖται αὐτοῦ ἡ ψυχὴ, ἀλλ' ἐν τῇ ματαιότητί ἐστι τῶν τοιούτων ἕκαστος
然而,若有人因身體的美麗,或因父母的顯赫而受人稱讚,他的靈魂並不是因主而受稱讚,這樣的人各自都處在虛空之中。
If, however, someone is praised for bodily beauty, or for the distinction of his parents, his soul is not praised in the Lord, but each such person exists in vanity
1:1480
Οὐδὲ γὰρ αἱ μέσαι τέ χναι τὸ ἀληθινῶς ἐπαινετὸν ἔχουσι, κυβερνῆται, ἰατροὶ, ῥήτορες, ἢ ἀρχιτέκτονες πόλεις οἰκοδομοῦντες ἢ πυραμίδας, ἢ λαβυρίνθους, ἢ ἄλλας τινὰς δαπανη ρὰς ἢ ὑπερόγκους οἰκοδομημάτων κατασκευάς
因為那些中等的技藝,也不具有真正值得稱讚之處:舵手、醫生、演說家,或是建造城市的建築師,或建造金字塔、迷宮,或其他任何耗費浩大、規模龐大的建築工程。
For neither do the intermediate arts possess what is truly praiseworthy — pilots, physicians, orators, or architects who build cities, or pyramids, or labyrinths, or any other costly or excessively massive constructions of buildings
1:1481
Οἱ ἐπὶ τούτοις ἐπαινούμενοι, οὐκ ἐν Κυρίῳ ἔχουσι τὴν ἑαυτῶν ψυχήν
那些因這些事而受稱讚的人,並沒有把自己的靈魂安放在主裡面。
Those who are praised for these things do not have their own soul in the Lord
1:1482
Οὐ δήπου γὰρ βασιλεῖ μέν τις ὑπηρετῶν μέγα φρο νήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τε τάχθαι·
因為一個服事君王的人,斷不會僅因自己被派任這樣的職務而心生自大;
For surely one who serves a king will not think great things of himself merely because he has been assigned to this rank of service;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。