📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁歐諾米

駁歐諾米 第 1 章 第 1/4 段

希臘文原文.168 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:168(全章共 600 節)

第 2 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Εἰ μὲν ἐβούλοντο πάντες, ἐφ' οὓς τὸ ὄνομα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικέκληται, μηδὲν τῇ ἀληθείᾳ τοῦ Εὐαγγελίου παρεγχειρεῖν,. τῇ δὲ παραδόσει τῶν ἀποστόλων καὶ τῇ ἁπλότητι τῆς πίστεως ἐξαρκεῖσθαι, οὐδὲν ἂν ἡμῖν ἔδει λόγων ἐν τῷ παρόντι, ἀλλὰ καὶ νῦν ἂν πάντως ἣν ἐξ ἀρχῆς ἐτι μήσαμεν σιωπὴν ἠσπασάμεθα·
若凡稱呼我們神與救主耶穌基督之名的人,都肯不妄圖侵犯福音的真理,只滿足於使徒所傳的道與信仰的純樸,那麼此刻我們本不需多言;甚至如今,我們仍會樂於持守那從起初便珍視的緘默。
If all those upon whom the name of our God and Savior Jesus Christ has been invoked were willing to attempt nothing against the truth of the Gospel, but to be content with the tradition of the apostles and the simplicity of the faith, there would be no need for any words from us at present; rather, even now we would gladly embrace the silence which from the beginning we have prized.
1:2
ἐπειδὴ δὲ ὁ ἐχθρὸς τῆς ἀληθείας προσθήκαις ἀεὶ τὸ κακὸν πλεονάζων, πρὸς οἷς ἐξ ἀρχῆς ἐπέσπειρε ζιζανίοις τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ νῦν εὑρὼν ὅργανα πᾶσαν ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενα, ἐν προσχήματι Χρι στιανισμοῦ τὴν ἄρνησιν τῆς θεότητος τοῦ Μονογενοῦς παρεισάγει, τῇ ἔξωθεν ταύτῃ καὶ ματαίᾳ σοφίᾳ τὸ καθαρὸν καὶ ἁπλοῦν τῆς διδασκαλίας τοῦ θείου Πνεύ ματος συνταράσσων, καὶ ἐν πιθανολογίᾳ τοὺς ἀκεραιοτέρους παρακρουόμενος·
然而真理之仇敵,總是以增添來助長惡事,如今除了起初撒在神教會中的稗子之外,又找到全然承受其詭計的工具,藉著基督教之名引入對獨生子神性的否認,用這外來而虛妄的智慧攪亂神聖之靈那純潔簡樸的教導,並以似是而非的言辭欺哄那些較為純真的人;
But since the enemy of truth, ever multiplying evil by additions, has now—on top of the tares he sowed in the Church of God from the beginning—found instruments that readily receive his whole craft, and through them introduces, under the guise of Christianity, the denial of the divinity of the Only-Begotten, confounding by this external and vain wisdom the pure and simple teaching of the divine Spirit, and deceiving the more guileless by plausible argument,
1:3
ἀναγκαίως καὶ ἡμεῖς, διά τε τὴν ὑμετέραν τῶν ἐπιταξάντων ἀγάπην καὶ διὰ τὸ ἡμῶν αὐτῶν ἀσφαλὲς, ἐν τούτῳ τῆς ἀσθε νείας ὑπεριδόντες, καίτοι παντελῶς ἀγύμναστοι τοῦ τοιούτου εἴδους τῶν λόγων ὄντες, κατὰ τὸ ἐπιχορη γηθὲν ἡμῖν παρὰ τοῦ Κυρίου τῆς γνώσεως μέ τρον, τῇ τε ἀληθείᾳ συνίστασθαι, καὶ ἀπελέγχειν τὸ ψεῦδος ὑπεδεξάμεθα·
我們也就不得已——既為著你們這些託付我們之人的愛心,也為著我們自身的穩妥——在此事上撇開自己的軟弱;雖然我們在這類論辯上全然未受訓練,卻仍照著主所賜我們知識的度量,承擔起既要扶持真理、又要駁斥謊言的責任。
we too, of necessity—both out of love for you who have laid this charge upon us, and for our own security—have set aside our weakness in this matter; and though entirely untrained in this kind of discourse, yet according to the measure of knowledge granted us by the Lord, we have undertaken both to stand with the truth and to refute the lie.
1:4
ἡγούμενοι τριῶν ἀγαθῶν ἑνός γε πάντως μὴ ἁμαρτήσεσθαι·
我們深信,在三樣益處之中,至少必能得著其一:
We are persuaded that of three good outcomes we shall at least not fail to attain one:
1:5
ἢ γὰρ τοῖς ἤδη προειλημμένοις ἀλεξητήριον τοῦ κακοῦ τὸν ἔλεγχον δώ σειν·
或是藉這駁斥,給那些已受迷惑的人提供醫治惡疾的良藥;
either we shall provide, to those already deceived, in this refutation a remedy against the evil;
1:6
ἢ φυλακὴν μετρίαν παρέξειν τοῖς ὑγιαίνουσιν·
或是給那些信仰健全的人提供些許的保護;
or we shall afford some measure of protection to those who are sound in faith;
1:7
ἢ πάντως γε αὐτοὶ τῶν ἐπὶ τῷ προελέσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰ βέλτιστα μισθῶν ἐπιτεύξεσθαι
或至少我們自己必得著那為弟兄擇取至善之人所應得的賞賜。
or at the very least we ourselves shall obtain the reward due to those who choose what is best for their brethren.
1:8
Ἔστι δὲ ὁ μὲν πρῶτος εἰπεῖν φανερῶς καὶ διδάξαι τολμήσας ἀνόμοιον εἶναι κατὰ τὴν οὐσίαν τὸν μονο γενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ, ὅσα γε ἡμεῖς ἴσμεν, Ἀέτιος ὁ Σύρος, ὃν οὐκ ἐρῶ, ποδαποῖς τὸ ἐξ ἀρχῆς ἐντετραμμένος ἐπιτηδεύμασι, ταῖς Ἐκκλη σίαις τοῦ Θεοῦ προϊὼν εἰσεφθάρη, ἵνα μὴ δόξω λοι δορεῖν, τῶν ἐλέγχων ἀφέμενος·
據我們所知,第一個膽敢公然宣稱並教導獨生子按本質與神和父不相似的,乃是敘利亞人埃提烏(Aëtius);至於他起初是受何等行徑所敗壞,以致出來敗壞神的眾教會,我就不說了——免得顯得是在謾罵而非駁斥。
Now the first who dared openly to say and to teach that the Only-Begotten Son is unlike the God and Father according to essence—so far as we know—was Aëtius the Syrian; and I will not say with what pursuits he was from the beginning corrupted, when he came forward and brought ruin into the churches of God—lest I seem to be reviling rather than refuting.
1:9
ὁ δὲ ἐκδεξάμενος τὴν ἀσέβειαν καὶ τελειώσας αὐτὴν Εὐνόμιος οὗτος ὁ Γα λάτης, ὃς, ἐκ τῶν αἰσχίστων ἑαυτῷ τὴν περι φάνειαν κτώμενος (Ἡ γὰρ δόξα, φησὶν, ἐν τῇ αἰσχύνῃ αὐτῶν), τὴν ἐκ τοῦ γράψαιἃ μηδεὶς ἄλ. λος τετόλμηκε πώποτε φιλοτιμίαν τῶν ἀποκειμένων τοῖς εὐσεβέσιν ἀγαθῶν προτιμήσας, ὑπ' ὀδόντα τέως λαλουμένην τὴν βλασφημίαν ἐπήρθη δημοσιεῦ σαι τῷ λαμπρῷ τούτῳ συντάγματι, ἀρχηγὸς καὶ πρω τοστάτης ὅλης αἱρέσεως ἀναῤῥηθῆναι φιλοτιμούμε νος
而承接此不敬虔、又使其臻於完備的,乃是這加拉太人歐諾米(Eunomius);他從至可恥之事博取聲名(因為如經上所說,「他們的榮耀就在他們的羞恥之中」),竟把寫下無人膽敢之言這虛榮,看得比為敬虔人存留的美善更重,於是趾高氣揚地用這篇華麗的著作,把先前僅在唇齒間低語的褻瀆公諸於世——一心想被尊為整個異端的創立者與首領。
But the one who took up this impiety and brought it to completion is this Eunomius the Galatian; who, gaining his renown from the most shameful things (for, as it is said, "their glory is in their shame"), preferred the vainglory of writing what no one else has ever dared, above the good things laid up for the godly, and so was lifted up to publish in this brilliant treatise the blasphemy that was hitherto muttered under the breath—being ambitious to be proclaimed the founder and ringleader of a whole heresy.
1:10
Ὅνπερ οὖν καὶ εὐθύνειν πρόκειται ἡμῖν ἐν τῷ παρόντι
因此,我們在本作中所要究責的,正是此人。
It is he, then, whom we propose to call to account in the present work.
1:11
Ἑνὸς δὲ κακοῦ ἐν ἀμφοτέροις ὑπάρχον τος, δῆλον, ὡς ἐν τῷ μαθητῇ τῷ κατηρτισμένῳ καὶ ὁ διδάσκαλος συναπελεγχθήσεται, ὁ τὰ σπέρματα τῆς ἀσεβείας καταβαλόμενος·
既然這惡在二人身上是同一的,那麼顯然在駁倒這成熟的門徒之時,那撒下不敬虔之種子的師傅也必一同被駁倒;
And since the evil is one and the same in both, it is clear that in the refutation of the perfected disciple the teacher also—who laid down the seeds of impiety—will be refuted along with him;
1:12
εἴπερ δὴ ὑπάρξειεν ἡμῖν διὰ τῶν προσευχῶν ὑμῶν τοσαύτην λαβεῖν τοῦ λόγου δύναμιν, ὥστε κατὰ τὸν ζηλωτὴν Φινεὲς τῇ μιᾷ πληγῇ τοῦ ἐλέγχου ἀμφοτέρων ὁμοῦ καθικέσθαι τῶν κατὰ τὴν εὐσέβειαν συμπεπλεγμένων ἀλλήλοις
但願藉著你們的禱告,賜給我們如此大的言語能力,叫我們能像那滿有熱心的非尼哈一樣,以駁斥的一擊,同時擊倒這兩個聯合敵擋敬虔的人。
if indeed it be granted us, through your prayers, to receive so great a power of speech that, like Phinehas the zealot, with the single blow of refutation we may strike down at once both who are bound together against godliness.
1:13
Πολλὰ τοίνυν ἔχων αὐτὸν ἐν τούτῳ δεικνύναι τῷ λό γῳ ψεύστην, ἀμαθῆ, ὑβριστὴν, εἴρωνα, βλάσφημον, τῶν μὲν ἄλλων τὴν μνήμην ἐν παρέργῳ θήσομαι, τὴν δὲ βλασφημίαν, ἣν εἰς τὸ ὕψος τῆς δόξης τοῦ Μονογενοῦς ἐλάλησε, τῶν ἐκ τῆς τέχνης προκαλυμ μάτων ἀπογυμνώσας, ἐμφανῆ πᾶσι καταστῆσαι πει ράσομαι
雖然我在本作中有許多可指出他是說謊的、無知的、傲慢的、佯裝的、褻瀆的,但對其餘各項我只略略提及;惟有他向著獨生子榮耀之崇高所發的褻瀆,我必竭力剝去他詭詐手段的偽裝,使之顯明在眾人面前。
Now though I have much to show, in this treatise, that he is a liar, ignorant, insolent, dissembling, and blasphemous, I shall pass over the mention of the others in passing; but the blasphemy which he has uttered against the height of the glory of the Only-Begotten I shall strive, having stripped it of the disguises of his craft, to make manifest to all.
1:14
Ἤδη δὲ βαδιοῦμαι πρὸς τοὺς ἐλέγχους, ἐξ αὐ τῆς τῆς ἐπιγραφῆς τὴν ἀρχὴν ποιησάμενος
如今我就要進入這些駁斥,並從那標題本身開始。
And now I shall proceed to the refutations, making my beginning from the very title.
1:15
Πρῶτον μὲν γὰρ αὐτῷ πάντων κακούργημα τὸ σχῆμα τοῦτο τῶν λόγων ἐπινενόηται, ἐν ἀπολογίας εἴδει τὴν δι δασκαλίαν συνθέντι, ἵνα μὴ δόξῃ προηγουμένως ποιεῖσθαι τῶν δογμάτων τῆς
首先,他所設計的這種論述形式本身就是一樁奸計:他把自己的教導裝成申辯的樣式,好使自己看來不像是主動要陳述那些
For first of all, this form of discourse has been contrived by him as a piece of villainy, in that he composed his teaching in the guise of an apology, so that he might not seem to be primarily setting forth the exposition of the doctrines
1:16
ἀσεβείας τὴν ἔκθεσιν, ἀλλ' ἐξ ἀνάγκης ἐπὶ τοὺς λόγους τούτους ἐληλυθέναι
不敬虔的教義,倒像是出於不得已才說這些話。
of impiety, but rather to have come to these words of necessity.
1:17
Ἐβούλετο μὲν γὰρ ἐκ παντὸς τρόπου τὸ πονηρὸν τοῦτο καὶ ἄθεον περιαγγεῖλαι κήρυγμα, καὶ εἰς μέ σον ἐνεγκεῖν ἣν πάλαι συνέλαβε καὶ ὤδινε βλασφη μίαν·
因為他千方百計想要傳播這邪惡、無神的宣告,把他久已懷胎、正待臨盆的褻瀆公開出來;
For he wished by every means to spread abroad this wicked and godless proclamation, and to bring into the open the blasphemy which he had long conceived and was in travail with;
1:18
ἑώρα δὲ, ὅτι τὸ μὲν ἐκ τοῦ προφανοῦς ἐν διδασκάλου τάξει προκαθεσθῆναι, πρὸς τῷ λίαν φορτικῷ καὶ προσάντει τοῖς ἀκούουσιν, ἔτι καὶ ἀπί θανον ἑαυτὸν καὶ ὕποπτον τοῖς πολλοῖς καταστήσει, ὡς δόξης ἐπιθυμίᾳ ἐπὶ τὸ νεωτερίζειν ἐληλυθότα·
但他看出,公然以教師的身分高坐,不僅令聽者極感沉重又反感,更會使自己在眾人眼中變得不可信、可疑,被視為出於貪圖虛榮而標新立異之人;
but he saw that to take the seat of a teacher openly, besides being exceedingly burdensome and offensive to his hearers, would also render himself implausible and suspect to the many, as one who had come to innovate out of desire for glory;
1:19
εἰ δὲ ἐν ἀπολογίας πλάσματι τοὺς λόγους ποιοῖτο, τῆς τε καινοτομίας τὸ ὕποπτον διαφεύξεσθαι, καὶ μᾶλλόν τι τούτῳ προσάξεσθαι τοὺς ἀκούοντας, φύσει πάντων ἀνθρώπων ταῖς εὐνοίαις εἰωθότων τοῖς ἐλαττουμένοις προστίθεσθαι
反之,他若把言辭裝成申辯的虛構,就既能逃脫標新立異的嫌疑,又能更易把聽者吸引到自己這邊,因為人的天性向來慣於把好感給予那些處於弱勢的人。
whereas if he framed his words under the fiction of an apology, he would both escape the suspicion of innovation and the more readily draw his hearers to himself, since by nature all men are wont to give their goodwill to those who are at a disadvantage.
1:20
Διὰ τοῦτο κατηγόρους αἰτιᾶται καὶ συκοφάντας, κἀκείνοις τοῦ λόγου τὴν αἰτίαν προσάπτει
因此他指控某些人是控告者與誣陷者,把他發表此論的緣由推到他們身上。
For this reason he accuses certain men of being accusers and slanderers, and lays upon them the cause of his discourse.
1:21
Ὥστε δὲ πᾶσιν αὐτοῦ γενέσθαι τὴν τέχνην καταφανῆ, οὐδὲν χεῖρον αὐτῆς ἀκοῦσαι τοῦ προοιμίου τῆς λέξεως
然而為叫他的詭計向眾人顯明,不妨聽聽他文章的序言本身。
But that his craft may become evident to all, it is no bad thing to hear the very preface of his text.
1:22
{ ΕΥΝΟΜΙΟΣ.} Τὸ μὲν οὖν συκοφαντεῖν καὶ διαβάλ λειν τινὰς ἐξ ἀκολάστου γλώττης καὶ γνώμης ἀγνώ μονος, μοχθηρῶν καὶ φιλαπεχθημόνων ἔργον εἰ δότες·
{歐諾米}「我們深知,憑著放縱的舌頭與不公的心思去誣陷、毀謗他人,乃是卑劣好爭之人的行徑;
{EUNOMIUS.} "To slander and to malign certain persons out of an unbridled tongue and an unjust mind, we know to be the work of base and quarrelsome men;
1:23
τὸ δὲ τοὺς ἐκ διαβολῆς εἶναι δόξαντας πονη ροὺς πάσῃ προθυμίᾳ πειρᾶσθαι τὸ ψεῦδος τοῖς ἐλέγ χοις ἀποτρέπειν ἀνδρῶν σωφρόνων καὶ μετὰ τῆς ἰδίας εὐβουλίας τὴν τῶν πολλῶν ἀσφάλειαν περὶ πολ λοῦ ποιουμένων
而那些因毀謗而被視為惡人的,理當竭力以駁斥來推翻那謊言——這乃是審慎之人的本分,他們既有自己的睿智,又極看重眾人的穩妥。」
but that those who through slander have been thought to be wicked should with all eagerness strive to turn aside the falsehood by refutations, this is the part of prudent men, who together with their own good counsel make much of the security of the many."
1:24
{ ΒΑΣΙΛΙΟΣ.} Τὸ μὲν οὖν σχῆμα τοῦ λόγου τοιοῦτον, οἷον ἂν γένοιτο τοῦ μηδὲν ἁπλῶς μηδὲ ἀδόλως ποιοῦντος
{巴西流}如此,他這論述的形式,正是出於一個凡事都不單純、不無詭詐之人之手。
{BASIL.} The form of his discourse, then, is just such as would come from one who does nothing simply or without guile.
1:25
Τό τε γὰρ περὶ τὴν καινοτομίαν ὕποπτον τῷ τῆς ἀπολογίας προκαλύμματι συσκιάζει, καὶ εὔνοιαν θηρᾶται παρὰ τῶν ἀκουόντων, ὡς τῇ ἀνάγκῃ τῆς διαβολῆς ἐπὶ τοὺς λόγους τούτους ἐλθών
因為他用申辯的外衣遮掩了那附在他標新立異上的嫌疑,又向聽者博取好感,彷彿是被毀謗所迫才說出這些話來。
For he shadows over the suspicion attaching to his innovation with the cloak of apology, and he hunts for goodwill from his hearers, as though by the compulsion of slander he had come to these words.
1:26
Ἐλέγχεται δὲ αὐτοῦ ἡ περὶ τὴν ἀπολογίαν σκηνὴ, ὅτι τοῦ ἐγ κλήματος, ἐφ' ᾧ διαγωνίζεσθαι προσποιεῖται, κατ ήγορον εἰπεῖν οὐκ ἔχων, ἀπρόσωπον τὸ τῆς ἀπολο γίας ὑπεισέρχεται δρᾶμα·
然而他申辯的偽裝被這事揭穿了:他既說不出那他假裝要應對之指控的控告者是誰,便溜進一齣無對手登場的申辯戲碼;
But the pretense of his apology is exposed by the fact that, having no accuser to name for the charge over which he pretends to contend, he slips into the drama of an apology without any person facing him;
1:27
οὐ διὰ μακροθυμίαν ὀνομαστὶ μνησθῆναι τῶν λελυπηκότων ἀπεχόμενος (πῶς γὰρ, ὅς γε τοσαύταις λοιδορίαις πλύνει τοὺς ἀντιλέγοντας), ἀλλὰ τοῦ ψεύδους τὸ περιφανὲς ὑφ ορώμενος, ἐπιφημίζειν ἑαυτῷ ὡρισμένα πρόσωπα κατηγόρων αἰσχύνεται
他絕非出於寬宏大量才不點名那些得罪過他的人(這怎麼可能呢?他不是用如此豐沛的辱罵潑灑他的對手嗎?),實在是因為怕他的謊言過於顯眼,才羞於把任何確定的人指認為自己的控告者。
not refraining from naming by name those who had grieved him out of magnanimity (for how could that be, seeing that he washes his opponents with such abundant abuse?), but rather, suspecting the conspicuousness of his falsehood, he is ashamed to ascribe to himself any definite persons as accusers.
1:28
Εἰ γὰρ εἶχεν ὀνομάσαι τι νὰς, εἶπεν ἂν πάντως καὶ διεβόησεν·
因為他若有人可指名,必早已指名並大肆宣揚了;
For if he had any to name, he would certainly have named them and proclaimed it abroad;
1:29
εἰ καὶ μὴ τὴν ἑαυτοῦ ὀργὴν ἐκπληρῶν, ἀλλὰ τήν γε τῶν πολλῶν ἀσφάλειαν διοικούμενος·
縱使不是為發洩自己的怒氣,至少也是為照管眾人的穩妥——
even if not to satisfy his own anger, yet at least to provide for the security of the many—
1:30
ὧν δὴ καὶ μάλιστα προ νοεῖν ἐπαγγέλλεται
而這正是他自稱要特別顧念的事。
for which very thing he professes to make particular provision.
1:31
Λανθάνουσα γὰρ πονηρία τῆς προκεκηρυγμένης βλαβερωτέρα
因為隱藏的邪惡,比已經公開的更為有害。
For a hidden wickedness is more harmful than one already proclaimed.
1:32
Ὥστε, εἴπερ ἔγνω μεν τοὺς συκοφάντας, ῥᾷον ἂν διεφύγομεν τὰς ἀκο λάστους γλώσσας αὐτῶν καὶ τὰς ἀγνώμονας γνώ μας·
因此,我們若認識那些誣陷者,便更容易躲開他們放縱的舌頭與不公的心思;
So that, if we had known the slanderers, we should the more easily have escaped their unbridled tongues and their unjust minds;
1:33
αὐτοῖς γὰρ χρήσομαι τοῦ σοφωτάτου τοῖς ῥή μασιν
因為我要借用這位「絕頂聰明」之人自己的話。
for I shall use the very words of this most wise fellow.
1:34
Ἀλλ' ἐπειδὴ τότε, δι' ἢν δήποτε αἰτίαν, ἀπεσιώπησε, νῦν ἐρωτάσθω, νῦν ἀποκρινέσθω·
但既然當時他不知為何緘默不語,如今就讓他受質問,如今就讓他回答:
But since at that time, for whatever reason, he kept silent, now let him be questioned, now let him answer:
1:35
τίνες οἱ κατήγοροι οἱ, τῷ προλαβεῖν ταῖς διαβολαῖς, ἀναγκαίαν αὐτῷ τὴν ἀπολογίαν κατασκευάζοντες; ἐκ ποίας οἰκουμένης ἐλθόντες; τίνες οἱ δικασταὶ, ἐφ' ὧν διατίθεται τὸν ἀγῶνα; ἐν ποίῳ δικαστηρίῳ τὴν γραφὴν ταύτην ὑπεισῆλθε; ποῦ γῆς ἢ θα λάττης συγκροτηθέντι; Τί γὰρ ἂν καὶ εἴποιεν; Ἐν Σελευκείᾳ; Ἀλλὰ σιωπήσαντες ἑάλωσαν, οἵ γε, προκαλουμένων πολλάκις τῶν συνελθόντων εἰς τὰς ὑπὲρ τῶν ἐπιφερομένων εὐθύνας, οὐκ ἀπήντησαν·
那些以毀謗搶先發難、使他不得不申辯的控告者究竟是誰?他們從哪片人居之地而來?他在哪些審判官面前進行他的訴訟?他是在哪個法庭著手這篇文章的?這法庭在天涯海角何處召開?他們又能說什麼呢?在西流基(Seleucia)嗎?但他們因緘默而被定罪了——當聚集之人屢次傳召他們,要他們為所控之事交代時,他們卻不出席;
Who were the accusers who, by anticipating with their slanders, made his apology necessary? From what inhabited land did they come? Who were the judges before whom he conducts his case? In what tribunal did he undertake this writing? Where on earth or sea was it convened? For what could they even say? At Seleucia? But they were convicted by their silence—they who, though those assembled often summoned them to give account for the charges brought, did not appear;
1:36
ἐφ' οἷς δὴ καὶ κατεκρίθησαν τηνικαῦτα
也正是為這些事,他們當時就被定了罪。
for which very things they were then also condemned.
1:37
Κοινὸς γάρ μοι ὁ λόγος πρὸς ἅπαν ὁμοῦ τὸ σύνταγμα, τὸ διὰ τὴν κοινωνίαν τῆς ἀσεβείας, ὥσπερ τι μέλος νενο. σηκὸς τοῦ ὑγιαίνοντος σώματος τῆς Ἐκκλησίας ἀποῤῥαγέν
因為我的論辯是同時針對整個黨派的——這黨派因著在不敬虔上的同夥,已像一個患病的肢體,從教會健全的身體上被割裂下來。
For my argument is common against the whole faction at once—that faction which, by reason of its fellowship in impiety, has been torn away like some diseased member from the healthy body of the Church.
1:38
Ἀλλ' ἐν Κωνσταντινουπόλει; Ἀλλ' οὐδὲν ἐκεῖ ἀπολογίας ἔδει καὶ λόγων
那麼是在君士坦丁堡嗎?但在那裡根本不需要申辯與言辭。
But was it at Constantinople? But there was no need there of apology and words.
1:39
Τοὺς γὰρ ἐκ τῆς βασιλικῆς αὐλῆς, καὶ τῶν λοιπῶν τοὺς τὰ μέ γιστα δυναμένους ἑαυτῶν ποιησάμενοι, ἐκ πολλοῦ τοῦ περιόντος τοῖς πράγμασι προσεφέροντο·
因為他們把皇宮中的人,以及其餘最有權勢的人都收為己用,便以極大的優勢處理一切事務;
For having made their own the men of the imperial court, and of the rest those most able to do anything, they dealt with affairs from a position of great superiority;
1:40
αὐτοὶ καὶ κατήγοροι, καὶ δικασταὶ, καὶ δήμιοι, καὶ πάντα ὄντες ὅσα ἐβούλοντο, ὅτε, τῶν ἐπισκόπων τοὺς μὲν ἐκβάλλοντες, τοὺς δὲ ἐγκαθιστῶντες, τοῖς δὲ τὸν περὶ τοῦ ζῇν ἐπικρεμῶντες κίνδυνον, αὐτοὶ τὰς πό λεις ἐν ἀλλήλοις κατ' ἐξουσίαν πολλὴν διελάγχανον·
他們自己既是控告者、又是審判官、又是行刑者,凡他們所願的無所不是——他們把一些主教逐出、另立他人,又向另一些主教懸起危及性命的威脅,並按自己極大的喜好彼此瓜分各城;
being themselves accusers, judges, executioners, and everything they wished—when, casting out some of the bishops, installing others, and holding over yet others the danger to their very lives, they parcelled out the cities among themselves at their own great pleasure;
1:41
καὶ ὁ μέν τις τῶν ἐν Συρίᾳ πόλεων ἐκπεσὼν, τὴν Κωνσταντινούπολιν, ὡς ἐπὶ τυραννίδα, κατ έλαβεν·
他們中有一個被逐出敘利亞的某城,便如奪取僭主之位一般攫取了君士坦丁堡;
and one of them, expelled from one of the cities of Syria, seized upon Constantinople as upon a tyranny;
1:42
αὐτὸς δὲ οὗτος ὁ ἄμαχος καὶ
而這人自己,這不可抵擋、
while this very man himself, the invincible and
1:43
δεινὸς λογο γράφος ἆθλον τῆς ἀσεβείας τὴν Κύζικον ἀπ ηνέγκατο·
可畏的「文章高手」,竟把基齊庫斯(Cyzicus)作為他不敬虔的獎賞奪了去;
formidable speech-writer, carried off Cyzicus as the prize of his impiety;
1:44
Θεοσεβίῳ δὲ μετὰ τοὺς ἐπὶ ταῖς ἀῤῥήτοις βλασφημίαις ἐλέγχους ἡ Ἐκκλησία Σάρδεων προεπόθη
而提阿西比(Theosebius)在因不可言喻的褻瀆被駁斥之後,撒狄(Sardis)教會竟被當作一杯酒供他暢飲。
and to Theosebius, after his refutations for unspeakable blasphemies, the Church of Sardis was offered up as a draught.
1:45
Καὶ σιωπῶ Βιθυνοὺς, καὶ Παφλαγόνας, καὶ Κίλικας, καὶ πάντας ὅσους ἐν κύκλῳ φερό μενον τὸ κακὸν ἐπενείματο
至於庇推尼人、帕弗拉哥尼亞人、基利家人,以及這惡循環而行所吞噬的眾人,我都緘默不提了。
And I pass over in silence the Bithynians, the Paphlagonians, the Cilicians, and all whom this evil, carried round in a circle, fed upon.
1:46
Ποίας οὖν ἀπολογίας ἔτι καιρὸς ἦν τότε; Ἀλλ', οἶμαι, οὐδὲ βουλομένῳ δυ νατὸν ψεύσασθαι
那麼當時還有什麼需要申辯的時機呢?但我想,那時即使他願意,恐怕也不可能說謊了。
What occasion, then, was there still for apology at that time? But, I think, it would not even have been possible to lie, though he wished it.
1:47
Ὥστε παντὸς ἀληθέστερον, ὅτι τὸ σχῆμα τοῦ λόγου μηχάνημα αὐτῷ πρὸς τὴν ἀπά την ἐστίν
因此,最千真萬確的乃是:他這論述的形式,對他而言不過是行騙的工具。
So that it is truer than anything that the form of his discourse is for him a device toward deception.
1:48
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον
關於這些事,說到這裡就夠了。
And let this much suffice on these matters.
1:49
Ὁ δὲ, μικρὸν προελθὼν, σκέψασθε οἷα γράφει
但他往下說了一點,且看他寫的是什麼!
But he, going on a little, look what he writes!
1:50
Οὐδὲ γὰρ ἄχρηστον ἴσως πρὸ τῶν ἐλέγχων τῆς ἀσεβείας ὀλίγα τοῦ περὶ αὐτὸν τύφου παραδηλῶσαι
「因為在駁斥不敬虔之前,稍微揭露一下圍繞他的那種自負,或許不無益處。」
"For it is perhaps not without use, before the refutations of the impiety, to disclose a little of the conceit that is about him."
1:51
{ ΕΥΝ.} Αἰτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους καὶ τοὺς εἰς ὕστερον ἐντευξομέ νους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάπτον. τας·
{歐諾米}「我首先懇求你們,無論是現今聽見的,還是日後讀到的,都不要憑人數的多寡來分辨真理與謬誤,把較好的一方歸給人多的那一邊;
{EUNOMIUS.} "I ask you above all, both those who now hear and those who will later read, not to be willing to distinguish truth from falsehood by the multitude, joining the better to the larger part;
1:52
μήτε μὴν ἀξιώμασι προσέχοντας ἀμαυ ροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόν των τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις
也不要因看重地位與尊榮而蒙蔽自己的悟性,或因把較多的分量歸給在先之人的次序,就向那後來之人塞住你們的耳朵。」
nor yet, by giving heed to ranks and dignities, to let your understanding be darkened, or, by assigning more to the order of those who came before, to stop up your ears against those who come after."
1:53
{ΒΑΣ.} Τί λέγεις; Μὴ νείμωμεν τὸ πλέον τοῖς προ λαβοῦσι; μὴ αἰδεσθῶμεν τὸ πλῆθος τῶν τε νῦν ὄντων Χριστιανῶν, καὶ τῶν ὅσοι γεγόνασιν ἀφ' οὗ κατηγγέλη τὸ Εὐαγγέλιον; μὴ λογισώμεθα τὸ ἀξί ωμα τῶν ἐν παντοίοις χαρίσμασι διαφανέντων πνευ ματικοῖς, οἷς ἅπασιν ἐχθρὰν καὶ πολεμίαν τὴν πο νηρὰν ὁδὸν ταύτην τῆς ἀσεβείας ἐκαινοτόμησας; ἀλλὰ μύσαντες ἁπαξαπλῶς τοὺς τῆς ψυχῆς ὀφθαλ μοὺς, καὶ παντὸς ἁγίου μνήμην τῆς διανοίας ὑπερ ορίσαντες, σχολάζουσαν καὶ σεσαρωμένην τὴν ἑαυ τοῦ καρδίαν ἕκαστος ταῖς παραγωγαῖς σου καὶ τοῖς σοφίσμασι φέροντες ὑποθῶμεν; Μεγάλης μέντ' ἂν εἴης τῆς δυναστείας ἐπειλημμένος, εἴπερ ὧν ταῖς ποικίλαις ἑαυτοῦ μεθοδείαις ὁ διάβολος οὐκ ἐπ έτυχε, τούτων σοι τυχεῖν ἐξ ἐπιτάγματος περιέσται·
{巴西流}你說什麼?我們竟不該把較多的分量歸給在先之人?我們竟不該尊重那如今活著的眾基督徒、以及自福音傳開以來一切存在過之人的眾多?我們竟不該顧念那些在各樣屬靈恩賜上發光之人的尊榮——你竟用你的標新立異,使這不敬虔的邪路與他們眾人為敵為仇?倒要我們全然閉上心靈的眼睛,把每一位聖徒的記念從心思中放逐,各人把自己那閒置、打掃乾淨的心,獻給你的曲解與詭辯?倘若你竟能藉著一道命令,得著魔鬼用盡千般詭計也未能得著的,那你實在是握有大權了;
{BASIL.} What are you saying? That we should not assign more to those who came before? That we should not revere the multitude both of the Christians now living and of all who have existed since the Gospel was proclaimed? That we should not reckon the dignity of those who have shone in spiritual gifts of every kind—to all of whom you have made this wicked road of impiety hostile and inimical by your innovation? But that, shutting altogether the eyes of the soul, and banishing from our minds the memory of every saint, each of us should bring his own heart, idle and swept clean, and submit it to your perversions and sophistries? Truly you would be possessed of great power, if you should obtain by command what the devil, with all his manifold devices, did not attain;
1:54
ἐάν περ, πεισθέντες σοι, τὴν ἐν παντὶ τῷ παρελ θόντι χρόνῳ ὑπὸ τοσούτων ἁγίων κεκρατηκυῖαν παράδοσιν ἀτιμοτέραν κρίνωμεν τῆς δυσσεβοῦς ὑμῶν ἐπινοίας
這就是說,倘若我們被你說服,竟把那在全部過往歲月中、經如此眾多聖徒所持守而通行的傳統,判為不及你那不敬虔的杜撰之尊貴。
that is, if, persuaded by you, we should judge the tradition that has prevailed throughout all past time under so many saints to be less honorable than your impious contrivance.
1:55
Τῷ δὲ οὐκ ἐξαρκεῖ μόνον τῶν νῦν ἀκουόντων τοὺς λογισμοὺς ὑφελέσθαι, ἀλλ' ἀξιοῖ καὶ τοὺς ὕστερόν ποτε συνεσομένους τῷ λόγῳ τὴν αὐτὴν ἔχειν γνώμην
但他不滿足於僅僅顛覆現今聽眾的思想;他還要求那些日後接觸他著作的人也都持守同樣的見解;
But it does not suffice for him merely to undermine the reasonings of those who now hear; he demands also that those who shall ever later associate with his treatise should hold the same opinion;
1:56
τὸ καὶ εἰς ὕστε ρον οἴεσθαι αὐτῷ διαρκέσειν τὸν λόγον, καὶ ἀθά νατον εἰς τὸν ἐπιόντα χρόνον τὴν μνήμην αὐτοῦ φυ λαχθήσεσθαι
他以為自己的論述連對後世也足夠用,他的名聲必不朽地保存到將來的時代。
thinking that his discourse will suffice even for later times, and that his memory will be preserved immortal into the time to come.
1:57
Καὶ ταῦτα νῦν ἀπαυθαδιάζεται ὁ μετ' ὀλίγα πρὸς τοὺς ἀκροωμένους διαθρυπτόμενος ὡς τύφου παντὸς ἀμελῶν, οὑτωσὶ λέγων τοῖς ἐν τῷ δρά ματι δικασταῖς
他如今竟如此狂妄地宣稱這些話——他在稍後卻在聽眾面前裝模作樣,彷彿全不在乎任何自負,向他戲中的審判官如此說道:
And these things he now arrogantly asserts—he who a little later puts on airs before his hearers as though caring nothing for any conceit, speaking thus to the judges in his drama:
1:58
{ΕΥΝ.} Πρὸς δὲ τούτοις μηδὲ ἡμῖν χαλεπαίνειν, εἰ, τύφου μὲν ἀμελήσαντες καὶ φόβου, τῆς δὲ παραυ τίκα χάριτος καὶ ἀσφαλείας τὴν ὑπὲρ τῶν μελλόν των ἄδειαν προτιμήσαντες, καὶ πάσης ἐπιγείου κα κοπαθείας θανάτου τε προσκαίρου φοβερωτέραν τὴν κατὰ τῶν ἀσεβῶν ὡρισμένην ἀπειλὴν εἶναι κρίναν τες, παντὸς ἐπικαλύμματος γυμνὴν ἐκτιθέμεθα τὴν ἀλήθειαν
{歐諾米}「除這些之外,倘若我們不顧自負與懼怕,把為著將來之事得以無慮的自由看得比眼前的恩寵與安穩更重,又斷定那為不敬虔之人所定的威嚇,比一切屬地的患難、比暫時的死亡更可懼,因而把真理赤露無遮地陳明出來,望你們不要因此惱恨我們。」
{EUNOMIUS.} "Besides these things, do not be vexed with us if, having disregarded conceit and fear, and having preferred to present favor and safety the freedom from anxiety on behalf of things to come, and having judged the threat appointed against the impious to be more fearful than every earthly affliction and than a temporary death, we set forth the truth bare of every covering."
1:59
{ΒΑΣ.} Ποίας ἀλαζονείας ὑπερβολὴν ὁ κόμπος οὗ τος τῶν λόγων οὐχ ὑπεραίρει; Καὶ πρόσεστι τῇ εἰρωνείᾳ καὶ ὕβρις κατὰ τῶν δικαζόντων·
{巴西流}這膨脹的言辭豈不超越了一切誇耀的頂點?而在這佯裝之上,又加添了對那些審判之人的傲慢無禮;
{BASIL.} What height of boasting does this swelling of words not surpass? And added to the dissembling is also insolence against those who judge;
1:60
εἴπερ τῷ πρὸς τὰ καλὰ δυσχερῶς ἔχειν μόλις κατέχονται χα λεπαίνοντες ἀμελοῦντι μὲν αὐθαδείας καὶ τύφου, τῆς δὲ ἐν τῷ παρόντι ἀσφαλείας τὴν ὑπὲρ τῶν μελ λόντων ἄδειαν προτιμῶντι, καὶ τοῦ προσκαίρου θα νάτου φοβερωτέραν κρίνοντι τὴν εἰς ὕστερον κόλασιν
因為他暗示:這些審判官既然對美善之事心懷敵意,便幾乎按捺不住,要惱恨那不顧自我意志與自負、把為將來無慮的自由看得比眼前安穩更重、又斷定來世刑罰比暫時死亡更可懼之人。
if indeed, by reason of being ill-disposed toward good things, they are scarcely restrained from being vexed at one who disregards self-will and conceit, who prefers to present safety the freedom from anxiety on behalf of things to come, and who judges the punishment hereafter to be more fearful than a temporary death.
1:61
Τοῦτο δέ ἐστι τί; Μὴ χαλεπαίνετέ μοι, ὦ. ἄνδρες, πρὸς αὐτὸ τὸ ἀκρότατον τῆς ἀρετῆς ἀνελ θόντι, καὶ ὑπερβάντι μὲν τὰ γήϊνα, πᾶσαν δὲ τὴν πολιτείαν εἰς οὐρανὸν μεταθέντι
但這究竟是什麼意思?無非是說:「諸位,不要因我已登上美德的至高頂峰、已超越屬地之事、已把我全部的公民身分遷到天上,便惱恨我。」
But what is this? "Do not be vexed with me, O men, for having ascended to the very summit of virtue, and having transcended earthly things, and having transferred my whole citizenship to heaven."
1:62
Καινὸς οὗτος ἀλα ζονείας τρόπος
這是一種新穎的誇耀方式。
This is a novel manner of boasting.
1:63
Δι' ὧν γὰρ ἀμελεῖν προσποιεῖται τοῦ τύφου, πρὸς τὴν ἐσχάτην φυσίωσιν ἑαυτὸν ὑπεραί ρει
因為他正是藉著那些假裝不顧自負的話,把自己抬高到極致的狂傲。
For through the very words by which he pretends to disregard conceit, he exalts himself to the utmost arrogance.
1:64
Εἰ γὰρ ἐφ' οἷς ἐνδείκνυται συγγνώμης ἀξίως πράσσειν, τῆς εὐαγγελικῆς πολιτείας ἐστὶ τὰ κεφά λαια, εἰκάζειν ἀφίησιν ὁποῖόν τινα αὐτὸν ἐν τοῖς κατωρθωμένοις ἡγεῖσθαι προσῆκε
因為他既自稱所行配得寬恕之事,竟是福音生活方式的要點,那他便讓我們推想:在那些他自以為完成得正確的事上,他把自己看作何等人物。
For if the things in which he professes to act in a way deserving of pardon are the chief points of the evangelical way of life, he lets us infer what sort of man he thought himself to be in things rightly accomplished.
1:65
Ταῦτα μὲν οὖν ὡσανεὶ χαρακτῆρα τῆς ὅλης αὐτῆς προαιρέσεως ἔχοντα, πολλῶν ἀποσιωπηθέντων, ἱκανῶς εἴρηται, ἵνα δι' ὧν μὲν ἐψεύσατο, τὸν πατέρα τοῦ ψεύδους ἐν αὐτῷ λαλοῦντα γνωρίσωμεν·
這些事既可說刻畫出他整個心性的特徵,雖有許多被緘默略過,卻也說得夠了——好叫我們從他所撒的謊中,認出那說謊之父正在他裡面說話,
These things, then, as bearing, so to speak, the character of his whole disposition, have been said sufficiently, though many have been passed over in silence—so that by the things in which he lied we may recognize the father of lies speaking in him,
1:66
ἐκ δὲ τῶν ἀλαζο νευμάτων τίνι συγκατακέκριται διδαχθῶμεν, σαφῶς τοῦ Ἀποστόλου λέγοντος τὸν τυφωθέντα εἰς
又從他的誇耀中得知他與誰一同被定罪,正如使徒明明所說,那自高自大的,必落在
and from his boastings we may be taught with whom he has been condemned together, the Apostle clearly saying that one puffed up falls into the
1:67
κρῖμα ἐμπίπτειν τοῦ διαβόλου·
魔鬼所受的審判裡。
judgment of the devil.
1:68
ἐπ' αὐτοὺς δὲ λοιπὸν τοὺς ἐλέγχους τῆς ἀσεβείας ἔλθωμεν
至於其餘,讓我們進入對這不敬虔本身的駁斥。
But for the rest, let us come to the refutations of the impiety themselves.
1:69
Πίστιν ἐκτίθεται πρῶτον ἐξ ἁπλῶν καὶ ἀδι ορίστων λέξεων συγκειμένην, ᾗ ἐχρήσαντο καί τι νες τῶν Πατέρων, οὐχὶ πρὸς ζητήσεις ὑποκει μένας ἀποτεινόμενοι, ἀλλ' ἁπλῶς οὕτως ἐφ' ἑαυ τῶν ἐν ἁπλότητι καρδίας διαλεγόμενοι
他首先陳明一篇由簡單、未加界定之語句構成的信仰告白,正如某些教父也曾使用過的——他們並非針對所爭論的問題,乃是這樣單純地、就著自己、存著心裡的純樸而說。
He first sets forth a confession of faith composed of simple and undefined expressions, such as some of the Fathers also used—not aiming at the questions under dispute, but speaking thus simply, by themselves, in simplicity of heart.
1:70
Εἴ τε καὶ Ἄρειος, ὥς φασι, σοφιζόμενος τὸν Ἀλέξανδρον, ταύτην αὐτῷ προετείνατο ( καὶ γὰρ τοῦτο λέγουσιν), ἀλλ' ὁμοῦ μὲν ταύτην ὡς ὁμολογοῦσαν τῇ ἑαυτοῦ γνώμῃ προΐσχεται διὰ δύο προφάσεις·
縱然如人所傳,亞流(Arius)曾為向亞歷山大(Alexander)施詭辯而把這信仰告白提交給他(人確有此說),歐諾米仍出於兩個藉口把它提出來,當作與自己的見解相符:
And even if Arius, as they say, devising sophistry against Alexander, put this confession forward to him (for this too they say), nevertheless he both puts it forward as agreeing with his own opinion for two pretexts:
1:71
μίαν μὲν, ὥστε τὴν τῆς καινοτομίας ὑπόνοιαν ἐκφυγεῖν, ἐν τῷ τὴν τῶν Πατέρων πίστιν ὡς ὀρθῶς ἔχουσαν ἀποδέχεσθαι·
其一,是要藉著接納教父的信仰為正確,來逃脫標新立異的嫌疑;
one, that he might escape the suspicion of innovation, in accepting the faith of the Fathers as being rightly held;
1:72
ἑτέραν δὲ, τοῦ πάντας ἀπροοράτως ταῖς πάγαις αὐτοῦ τῶν σοφισμάτων περιπεσεῖν τῇ ἁπλότητι τῶν ῥημάτων τούτων καταπιστεύσαντας
其二,是要叫眾人因信賴這些話語的純樸,而在不知不覺中落入他詭辯的網羅。
the other, that all might fall unawares into the snares of his sophistries, having trusted in the simplicity of these words.
1:73
Ὁμοῦ δὲ κἀκεῖνο συνεῖδεν, ὅτι καὶ τὴν ἑαυτοῦ γνώμην εὐπροσώπως αὐτῷ παρεισαγαγεῖν ὑπάρξει, ἐξηγουμένῳ δῆθεν τὰ τῶν Πατέρων, καὶ μάλιστα μὲν λήσασθαι ἀσεβῶν·
同時他也看出這一點:他既假裝是在解釋教父的話語,便可以堂而皇之地夾帶自己的見解,最妙的是還能在不敬虔上不被察覺地溜過去;
And at the same time he perceived also this: that it would be open to him, under fair appearance, to smuggle in his own opinion, while supposedly expounding the words of the Fathers, and best of all to slip past unnoticed in his impieties;
1:74
εἰ δ' ἄρα καὶ φωραθείη, ἀναίτιος εἶναι δόξειν, ὡς οὐδὲν οἴκοθεν οὐδὲ παρ' ἑαυτοῦ τι λέγων, ἀλλ' ἀλλοτρίας γενόμενος διανοίας ἐξηγητής
縱然終究被識破,他也可顯得無可指責,彷彿自己一無所言、毫不出於己意,只不過作了別人心思的解釋者。
and if after all he should be detected, he would seem to be blameless, as saying nothing from himself or of his own, but having become the interpreter of another's mind.
1:75
Ἐν ᾧ δὴ καὶ γελοιότατόν τι παθὼν οὐκ ἐπῄσθετο
然而正是在這事上,他遭了極可笑的結局,自己卻毫不察覺。
Yet in this very thing he suffered something most ridiculous without perceiving it.
1:76
Ἐπαινέσας γὰρ αὐτὴν πολλὰ καὶ μεγάλα, μικρὸν ὑποβὰς, τοῖς αἰσχίστοις πάλιν ὀνεί δεσι περιβάλλει
因為他先是大大地、極力地稱讚它,往下說了一點,卻又用至可恥的辱罵把它團團圍住。
For having praised it much and greatly, going on a little, he again surrounds it with the most shameful reproaches.
1:77
Ἀλλ' ἵνα σαφέστερον ὃ λέγω γέ νηται, κατὰ μέρη τὸν λόγον διελόμενος ἐξετάσω
但為使我所言更為清楚,我要把他的論述分成幾部分來逐一查考。
But that what I say may become clearer, having divided his discourse into parts, I shall examine it.
1:78
Καὶ πρῶτόν γε τὴν πίστιν ἢν προτείνεται καταμά θωμεν, αὐτὰς τὰς ἐκείνου φωνὰς παραθέμενοι
首先,讓我們認識他所提出的這信仰,並引述他自己的原話。
And first let us learn the faith which he puts forward, setting down his very own words.
1:79
{ ΕΥΝ.} Τὴν δὲ κρατοῦσαν, φησὶν, ἄνωθεν παρὰ τῶν Πατέρων εὐσεβῆ παράδοσιν, ὥσπερ τινὰ γνώ μονα καὶ κανόνα προεκθέμενοι, ἀκριβεῖ τούτῳ χρη σώμεθα κριτηρίῳ πρὸς τὴν τῶν λεγομένων ἐπί κρισιν
{歐諾米}「我們既已預先把那從上、從教父傳下而通行的敬虔傳統,立為一種準繩與規範,就讓我們用它作精確的標準,來判斷一切所說的話。」
{EUNOMIUS.} "Having set forth beforehand, as a kind of standard and rule, the godly tradition that has prevailed from above from the Fathers, let us use this as an exact criterion for the judgment of the things said."
1:80
{ ΒΑΣ.} Τούτοις ἐπάγει τὴν πίστιν ἔχουσαν οὕ τως
{巴西流}他在這些話之後附上信仰告白,其文如下:
{BASIL.} To these words he appends the faith, which runs thus:
1:81
{ΕΥΝ.} Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκρά τορα, ἐξ οὗ τὰ πάντα·
{歐諾米}「我們信獨一的神,就是全能的父,萬有都本於祂;
{EUNOMIUS.} "We believe in one God the Father almighty, from whom are all things;
1:82
καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, Θεὸν Λόγον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα·
又信獨一的神獨生子,就是神,道,我們的主耶穌基督,萬有都是藉著祂的;
and in one only-begotten Son of God, God the Word, our Lord Jesus Christ, through whom are all things;
1:83
καὶ εἰς ἓν Πνεῦμα ἅγιον, τὸ παράκλητον
也信獨一的聖靈,就是那保惠師。」
and in one Holy Spirit, the Paraclete."
1:84
{ ΒΑΣ.} Εἶτα εὐθὺς ἐπισυνάπτει
{巴西流}然後他立刻接著說:
{BASIL.} Then immediately he adds:
1:85
{ ΕΥΝ.}Ἡ μὲν οὖν ἁπλουστέρα πίστις καὶ κοι νὴ πάντων, ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς ἐπιμελὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον εἰπεῖν, αὕτη
{歐諾米}「那較為簡單的信仰,凡關切要顯為或要作基督徒之人所共有的,就是這個——若以概覽的方式、最扼要地說。」
{EUNOMIUS.} "The simpler faith, then, common to all who are concerned to seem or to be Christians, is this—to speak, as in a running survey, in the most summary fashion."
1:86
{ΒΑΣ.} Περὶ μὲν οὖν τῆς ἐν οἷς εἶπεν ἐναντιότητος καὶ τῆς ἀναισχύντου μάχης τῶν εἰρημένων πρὸς ἄλ ληλα μικρὸν ὕστερον ἐροῦμεν
{巴西流}至於他所言之間的矛盾,以及他諸般陳述彼此間無恥的衝突,我們稍後再說。
{BASIL.} Now concerning the contradiction in what he has said, and the shameless conflict of his statements with one another, we shall speak a little later.
1:87
Ἐκεῖνο δὲ πρό τερον ἑαυτοὺς ὑπομνήσωμεν, ὅτι οὗτός ἐστιν ὁ ἐν τοῖς ἄνω λόγοις πάνυ σοβαρῶς ἡμῖν ἐπαγγελλόμενος γυ μνὴν παντὸς προκαλύμματος ἐκθήσεσθαι τὴν ἀλή θειαν
但首先讓我們記得這一點:正是這人,在前面的話中極其浮誇地向我們聲稱,他要把真理赤露無遮地陳明出來。
But first let us remind ourselves of this: that this is the man who, in the foregoing words, very pompously professed to us that he would set forth the truth bare of every covering.
1:88
Ἐνταῦθα τοίνυν που γέγραπται·
那麼在這裡,本該寫上這樣的話:
Here, then, somewhere it ought to have been written:
1:89
Πιστεύο μεν τὴν ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ τῶν ὅλων, ἢ, πιστεύομεν ἀνόμοιον κατὰ τὴν οὐσίαν εἶναι τὸν Μονογενῆ τῷ Πατρί
「我們信非受生性就是萬有之神的本質」,或「我們信獨生子按本質與父不相似」。
"We believe that unbegottenness is the essence of the God of all," or, "We believe that the Only-Begotten is unlike the Father according to essence."
1:90
Ταῦτα γὰρ ἔγραψεν ἂν, εἴπερ, ὡς ὑπέσχετο, μηδενὶ παραπετάσματι δολερῷ τὸ ἑαυ τοῦ φρόνημα συνεσκίαζεν
他若真如所應許,未用任何詭詐的帳幕遮掩自己的心意,就必會寫下這些話。
For these things he would have written, if indeed, as he promised, he had shadowed his own mind with no deceitful veil.
1:91
Ἀλλ', οἶμαι, πᾶσιν ἐπι βούλως τοῖς λόγοις χρώμενος, τὰ μὲν παρ' ἑαυτοῦ σιωπᾷ, ἵνα μὴ ἀγυμνάστοις ταῖς ἀκοαῖς προσβάλλων ἀπίθανον ἑαυτὸν καὶ δυσπαράδεκτον καταστήσῃ·
但我想,他既奸詐地運用一切言辭,便對出於自己的東西緘默不言,免得他衝撞未受訓練的耳朵,使自己變得不可信、難以被接受;
But, I think, using all his words treacherously, he keeps silent about the things from himself, lest, assailing untrained ears, he should render himself implausible and hard to accept;
1:92
τὴν δὲ τῶν Πατέρων πίστιν προβάλλεται,ἣ διὰ τὴν μεσότητα τῶν ἐν αὐτῇ ῥημάτων οὔτε τι ἐναντίω μα πρὸς τὴν ὅλην τοῦ λόγου αὐτῷ κατα σκευὴν παρέξειν ἔμελλε, καὶ ἀκολουθήσειν ῥᾳδίως ἐν ἐξηγήσεως εἴδει μετάγοντι τὸν λόγον ἐφ'ἃ προῄρη ται
他便把教父的信仰拿出來——這信仰因其用語居於中間地帶,既不致對他整篇論辯的架構構成任何矛盾,也必能在他假借解釋之名、把論述引向自己預定之目標時,順從地跟著走。
and he puts forward the faith of the Fathers, which, on account of the middle-ground character of the expressions in it, was likely neither to present any contradiction to the whole structure of his argument, nor to fail to follow readily when he transferred the discourse, in the guise of exposition, to the things he had purposed.
1:93
Ὡς δὲ ἀληθῆ ταῦτα, δῆλον αὐτόθεν
這些話千真萬確,從事情本身就顯而易見。
And that these things are true is clear from the matter itself.
1:94
Ἐκθέμενος γὰρ αὐτὴν, εὐθὺς ἐπιπηδᾷ τῇ ἐξηγήσει, προ φάσει χρώμενος ἄλλῃ τέ τινι, καὶ ὅτι οὐκ ἐξαρκεῖ πρὸς τὴν διάλυσιν τοῦ ἐγκλήματος
因為他一陳明這信仰,便立刻撲向解釋,除其他藉口外還用上這一條:說這信仰不足以解消那指控。
For having set it forth, he immediately leaps upon the exposition, using among other pretexts also this: that it does not suffice for the dissolution of the charge.
1:95
Τίνος οὖν ἕνεκεν αὐτὴν προεβάλου, ἀλλ' οὐκ εὐθὺς ἐπ' ἐκείνους ἦλθες τοὺς λόγους, οἳ καὶ τὸ ἀκριβὲς εἶχον, καὶ ἐξαιρεῖσθαί σε τῶν ἐγκλημάτων ἔμελλον; Νῦν δὲ προτείνεται μὲν ὡς ἀσφαλὲς κριτήριον, διορθοῦται δὲ πάλιν, ὡς οὐδὲν ὑγιὲς ἔχουσαν
那麼,你為何把它提出來,而不直接進入那些既精確、又能救你脫離諸般指控的話呢?如今它先被當作可靠的標準提出,繼而又被修正,彷彿它毫無健全之處。
Why, then, did you put it forward, instead of coming straightway to those words which both had exactness and were going to deliver you from the charges? But now it is set forward as a sure criterion, and then again it is corrected, as having nothing sound.
1:96
Τοῦτο δὲ παντὶ γνώριμον, ὅτι, ὥσπερ ἀγκίστρῳ πρὸς θάνατον ἕλκοντι, τῷ ἑαυτοῦ φρονή. ματι τὸ ἁπλοῦν τῆς πίστεως, οἷόν τι δέλεαρ, περιβάλλει, ἵνα τῷ φαινομένῳ ἐπιδραμόντες οἱ ἀπειρό τεροι, ἀφυλάκτως τῷ κακῷ τῆς ἀσεβείας περιπαρῶ σιν
但這一點人人都看得明白:他正像那把人鉤向死亡的釣鉤,用信仰的純樸作餌,把自己的見解裹在其中,好叫那些較缺經驗的人奔向那表面所見的,毫無防備地被不敬虔之惡所刺穿。
But this is plain to everyone: that, as with a hook drawing toward death, he surrounds his own opinion with the simplicity of the faith, as with a kind of bait, so that the more inexperienced, running to what appears, may be pierced unguarded by the evil of impiety.
1:97
Ὡς ἂν δὲ μὴ δόξειεν ἄνευ ἀνάγκης τῇ ἐπιδιορθώσει τῆς πίστεως ἐγχειρεῖν, ἢν αὐτὸς ἀπεσέμνυνε ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων, ταύτην, ὥσπερ ἐπιλα θόμενος τῶν ἑαυτοῦ λόγων
又為叫自己不顯得是無故著手修正那信仰——就是他自己曾用過度的稱讚加以推崇的信仰——他竟彷彿忘了自己先前的話,把這信仰重提一遍:
And lest he should seem to undertake the correction of the faith without necessity—that faith which he himself had glorified with extravagant praises—this faith, as though forgetting his own words,
1:98
{ ΕΥΝ.}Ἡ μὲν οὖν ἁπλουστέρα καὶ κοινὴ πάντων πίστις ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς ἐπιμε λὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον εἰπεῖν, αὕτη
{歐諾米}「凡關切要顯為或要作基督徒之人所共有、那較為簡單的信仰,若以概覽的方式、最扼要地說,就是這個。」
{EUNOMIUS.} "The simpler and common faith of all who are concerned to seem or to be Christians is, to speak as in a running survey, most summarily, this."
1:99
{ ΒΑΣ.} Εἰπέ μοι, ἡ εὐσεβὴς τῶν Πατέρων παράδοσις, καὶ ὁ κανὼν, ὡς αὐτὸς ὠνόμασας, καὶ ὁ γνώμων, καὶ τὸ ἀσφαλὲς κριτήριον, νῦν ὄργανον ἀπάτης, καὶ τέχνη σχηματισμοῦ, καὶ τὰ τοιαῦτα πάλιν προσαγο ρεύεται; Εἰ γὰρ οὐχὶ τοῖς ὄντως οὖσι Χριστιανοῖς ἐφαρμόζει, ἀλλὰ τοῖς τὸ δοκεῖν πρὸ τοῦ εἶναι τετιμη κόσι, τί ἄλλο περὶ αὐτῆς ὑπολαμβάνειν ἢ ταῦτα προσ ῆκε; Τίς ἂν οὖν, μὴ παντελῶς παραπαίων, τὸν κα νόνα τοῦ εὐθέως τοῖς τὴν ψυχὴν ἐνδιαστρόφοις ἁρμό ζειν εἴποι, καὶ τὸν γνώμονα τῆς ἀληθείας τοῖς ἐχθροῖς τῆς ἀληθείας; Οἱ γὰρ τὸ ὀνομάζεσθαι Χριστιανοὶ πρὸ τοῦ ἀληθῶς εἶναι τετιμηκότες, ἐπὶ τῇ τῶν πολ λῶν ἀπάτῃ τὸν σχηματισμὸν τοῦτον ὑποδυόμενοι, πόῤῥω πάσης εὐθύτητος καὶ ἀληθείας εἰσίν
{巴西流}請告訴我:教父那敬虔的傳統,那規範(按你自己所稱呼的),那準繩,那可靠的標準,如今竟又被叫作行騙的工具、偽裝的伎倆,諸如此類?因為它若不適合那些真正的基督徒,卻適合那些把外表看得高於實質之人,那麼除了這些,人還能對它作何想法呢?除非全然瘋癲,誰會說那直的準繩適合心思乖僻之人,真理的準則適合真理之敵呢?因為那些把「被稱為基督徒」看得高於「真作基督徒」、為迷惑眾人而披上這偽裝之人,是遠離一切正直與真理的。
{BASIL.} Tell me: is the godly tradition of the Fathers, and the rule, as you yourself named it, and the standard, and the sure criterion, now again called an instrument of deceit, and a contrivance of disguise, and the like? For if it does not fit those who are truly Christians, but those who have honored the seeming above the being, what else ought one to suppose about it than these things? Who, then, unless utterly raving, would say that the rule of the straight fits those perverted in soul, and the standard of truth fits the enemies of truth? For those who have honored being called Christians above truly being so, putting on this disguise for the deception of the many, are far from all straightness and truth.
1:100
Οὔτε οὖν διεστραμμένον κατευθυνθήσεται, ὡς τοῦ Ἐκκλη σιαστικοῦ λόγος, οὔτε τὰ τῆς ἀληθείας κριτήρια τοῖς τὸ ψεῦδος κατὰ τὸν βίον ᾑρημένοις ἁρμόσει, ὅπερ τούτῳ δοκεῖ
因此,那彎曲的既不會像被教會的準繩矯直一般得以矯正,真理的標準也不會適合那些選擇以謊言為生活方式之人——而這正是此人所以為然的。
Neither, therefore, will the crooked be straightened, as though by an ecclesiastical rule, nor will the criteria of truth fit those who have chosen the lie as their manner of life—which is what seems good to this man.
1:101
Ἀλλὰ δι' ἃς εἶπον αἰτίας εἰς οὕτω προδήλους ἐναντιότητας ὑπενέχθη, ἵνα οἷς μὲν ἐπαινεῖ τὴν πί στιν κοινωνεῖν τοῖς Πατράσι τῆς εὐσεβείας δόξῃ, οἷς δὲ λαμβάνεται πάλιν αὐτῆς, τὴν ὁδὸν ἑαυτῷ πρὸς τὴν ἐξήγησιν ὑπανοίξῃ
但出於我已說明的緣由,他陷入了如此明顯的矛盾:好叫他既能藉稱讚這信仰之處,顯得與教父在敬虔上同夥,又能藉重新挑剔它之處,為自己開出通向其解釋的道路。
But for the reasons I have stated, he was carried into such manifest contradictions: so that by the things in which he praises the faith he might seem to share with the Fathers in godliness, and by the things in which again he finds fault with it he might open up for himself the road to his exposition.
1:102
Διὰ τοῦτο τὴν αὐτὴν καὶ κανόνα λέγει, καὶ προσθήκης φησὶν ἀκριβεστέρας δεῖσθαι
因此,他既稱同一事物為規範,又說它需要更精確的增補。
For this reason he both calls the same thing a rule, and says that it needs a more exact addition.
1:103
Τοῦτο δὲ αὐτὸ καὶ τῆς ἐσχάτης ἀμαθείας σημεῖον ἔστω, εἴ τῳ καὶ τοῦτο φίλον παρεξετάζειν
但若有人樂意連這一點也加以細究,那就讓這事本身成為極致無知的記號吧。
But let this very thing be a sign of the utmost ignorance, if it be agreeable to anyone to scrutinize this also.
1:104
Ὁ γάρ τοι κανὼν, ὦ σοφώτατε, καὶ ὁ γνώμων, ἕως ἂν μηδὲν ἐνδέῃ τοῦ κανὼν εἶναι καὶ γνώμων, οὐδεμίαν προσ θήκην εἰς ἀκρίβειαν ἐπιδέχεται
因為,最聰明的先生啊,一個準繩、一個準則,只要它毫不缺乏作準繩、作準則之處,便不容任何增補以增其精確。
For a rule, O most wise one, and a standard, so long as it lacks nothing of being a rule and standard, admits of no addition toward exactness.
1:105
Κατὰ γὰρ τὸ ἐλλεῖ πον ἡ πρόσθεσις
因為增補乃是針對缺欠而有的。
For the addition is according to a deficiency.
1:106
Ἀτελεῖς δὲ ὑπάρχοντες, οὐδὲ τῶν προσηγοριῶν τούτων ὑγιῶς ἂν ἔτι τυγχάνοιεν
但它們若是不完全的,便連這些名稱也不再能名副其實地擁有了。
But being incomplete, they would no longer soundly even attain to these appellations.
1:107
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον
關於這些事,說到這裡就夠了。
And let this much suffice on these matters.
1:108
Ἤδη δὲ καὶ οὓς ἐκτίθεται περὶ Θεοῦ λόγους ἐπισκεψώμεθα
如今讓我們也來查考他所陳述關於神的話。
But now let us examine also the words which he sets forth concerning God.
1:109
{ΕΥΝ.} Εἷς τοίνυν, φησὶ, κατά τε φυσικὴν ἔννοιαν καὶ κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν ἡμῖν ὡμολό γηται Θεὸς, μήτε παρ' ἑαυτοῦ μήτε παρ' ἑτέρου γε νόμενος
{歐諾米}他說:「那麼,照本性的概念,也照教父的教導,我們所承認的神乃是一位,祂的存在既不出於自己,也不出於別的。」
{EUNOMIUS.} "One, then," he says, "both according to natural notion and according to the teaching of the Fathers, is confessed by us to be God, who has come into being neither from himself nor from another."
1:110
Ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον,. ἐπειδή γε δεῖ κατὰ ἀλήθειαν τὸ ποιοῦν τοῦ γινομένου προϋπάρχειν, καὶ τὸ ποιούμενον τοῦ ποιοῦντος εἶναι δεύτερον
「因為這兩樣同樣是不可能的,既然按真理而論,那造作者必先於所造之物存在,而所造之物必次於造作者。」
"For each of these is equally impossible, since indeed it must, according to truth, that the maker pre-exist what comes to be, and that what is made be second to the maker."
1:111
Μήτε δὲ αὐτὸ ἑαυτοῦ πρότερον ἢ ὕστερον εἶναι δύνασθαι, μήτε ἕτερόν τι πρὸ τοῦ Θεοῦ
「祂既不能先於、也不能後於自己,也不能有別的在神之先。」
"And it can be neither prior nor posterior to itself, nor can anything else be prior to God."
1:112
Ἦ γὰρ ἂν ἐκεῖνο πρὸ τοῦ δευτέρου τὸ τῆς θεότητος ἔσχεν ἀξίωμα
「不然,那物便會在第二者之先擁有神性的尊位了。」
"For that thing would then have had the dignity of deity prior to the second."
1:113
{ΒΑΣ.} Τίνος οὖν ἕνεκεν πᾶσαν αὐτοῦ ταύτην παρεθέμην τὴν λέξιν; Ἵνα καταφανὴς ἡ ἀδολεσχία τοῦ ἀνδρὸς, ᾗ χρῆται παρὰ πάντα τὸν λόγον, γένηται
{巴西流}那麼,我為何把他這整段文字記下來?乃是要使這人的喋喋不休顯明出來——這是他在整篇論述中通篇所用的。
{BASIL.} For what reason, then, have I set down this whole text of his? In order that the babbling of the man, which he employs throughout the entire discourse, may become evident.
1:114
Εἰπὼν γὰρ αὐτὸς ἐναργὲς ὑπάρχειν ταῖς κοιναῖς πάντων ἐννοίαις τὸ εἶναι τὸν Θεὸν ἀγέννητον, ἀπο δείξεις τούτου κομίζειν ἡμῖν ἐπιχειρεῖ, παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ τοὺς ἐῤῥωμένους τὰς ὄψεις λόγῳ διδάσκειν βούλοιτο φανό τατον εἶναι τῶν κατ' οὐρανὸν ἀστέρων τὸν ἥλιον
因為他自己既說過「神是非受生的」這事對眾人共有的概念是顯而易見的,卻又著手向我們提出此事的證明,這舉動就如同有人在正午,竟想用論證去教導那些視力健全的人,叫他們知道太陽是天上眾星中最明亮的一樣。
For having himself said that it is plain to the common notions of all that God is unbegotten, he undertakes to bring us proofs of this, doing something very like as if one should, at high noon, wish to teach by argument those whose sight is sound that the sun is the brightest of the stars in heaven.
1:115
Εἰ δὲ ὁ τὰ τῇ αἰσθήσει γνώριμα λόγῳ δεικνὺς καταγέλα στος, ὁ τὰ ταῖς κοιναῖς προλήψεσιν ὡμολογημένα δι δάσκων πῶς οὐχὶ τῆς ἴσης παρανοίας ὑπεύθυνος; Πολλῷ γὰρ δήπου ταῦτα τῶν διὰ τῆς ὄψεως φαινομέ νων τοῖς σωφρονοῦσι πιστότερα
但既然用論證去證明那憑感官所知之事的人是可笑的,那麼去教導那些憑共有的先入觀念已然公認之事的人,怎能不同樣陷於那種瘋狂呢?因為對清醒的人而言,這些事顯然遠比那憑視覺所見的更為可信。
But if he who demonstrates by argument the things known by sense-perception is ridiculous, how is he who teaches the things agreed upon by the common preconceptions not liable to the same madness? For surely these things are, to the sober-minded, far more trustworthy than the things appearing through sight.
1:116
Εἰ μὲν οὖν ἦν τις ὁ κατὰ τῆς ἀληθείας ταύτης ἀναισχυντῶν, καὶ τὸν ἀγέν νητον ἢ παρ' ἑαυτοῦ ἢ παρ' ἑτέρου γεγεννῆσθαι διατεινόμενος, εἶχεν ἄν τινα τυχὸν συγγνώμην ἡ μα ταιότης τῶν λεγομένων·
那麼,倘若有人厚顏無恥地敵擋這真理,硬說那非受生者乃是從自己、或從別的受生的,那麼他言辭的虛妄或許還可有些藉口;
If, then, there were someone shameless against this truth, and contending that the unbegotten had been begotten either from himself or from another, the vanity of his statements might perhaps have had some excuse;
1:117
εἰ δὲ οὐδεὶς μέχρι σήμερον οὔτε τῶν ἔξω τοῦ λόγου τοῦ καθ' ἡμᾶς, οὔτε τῶν ἐξ αὐτῆς τῆς Ἐκκλησίας ἐπαναστάντων τῇ ἀληθείᾳ, εἰς τοσοῦτον ἦλθεν ἀποπληξίας, ὥστε διαμφισβητεῖν περὶ τῆς ἀγεννησίας τοῦ ἀγεννήτου·
但既然直到今日,無論是我們教義之外的人,還是出自教會本身、起來敵擋真理的人,都沒有一個瘋狂到去爭辯那非受生者之非受生性,
but if no one to this day, neither of those outside our doctrine, nor of those from the Church itself who have risen up against the truth, has come to such a pitch of madness as to dispute about the unbegottenness of the unbegotten,
1:118
τί κέρδος ἐκ τῶν λόγων τούτων, οὐ συνορῶ
那麼這些話有何益處,我實在看不出。
what gain there is from these words, I do not see.
1:119
Ἢ τῶν Ἀριστοτέλους ὄντως ἡμῖν καὶ Χρυσίππου συλλογισμῶν ἔδει πρὸς τὸ μαθεῖν, ὅτι ὁ ἀγέννητος οὐ γεγέννηται, οὔτε αὐτὸς ὑφ' ἑαυτοῦ, οὔτε ὑφ' ἑτέρου; καὶ οὔτε πρεσβύ τερος, οὔτε νεώτερος αὐτός ἐστιν ἑαυτοῦ; Τί οὖν αὐτῷ ταῦτα βούλεται; Δοκεῖ μοι ὁμοῦ μὲν τοῖς ἀκολούθοις ἐγκαλλωπίζεσθαι, ὡς δὴ πυκνός τις καὶ περιττὸς τὴν διάνοιαν, καὶ ὀξὺς μὲν ὑπιδέσθαι τὸ ἄτοπον, ὀξύτερος δὲ διαλῦσαι τὸ φωραθὲν, καὶ διὰ τοῦτο ἐναβρύνεσθαι τῇ τῶν λόγων
難道我們真需要亞里士多德與克律西波(Chrysippus)的三段論,才能學會那非受生者並未受生——既非出於自己,也非出於別的——並且祂既不比自己年長、也不比自己年幼麼?那麼這些話對他究竟有何用意?在我看來,他一面是在他的邏輯推演上自鳴得意,自以為思慮縝密、見識超群、敏於察覺荒謬、更敏於化解所察之事,因此就為自己言辭的
Or did we really need the syllogisms of Aristotle and Chrysippus in order to learn that the unbegotten has not been begotten, neither by himself nor by another; and that he is neither older nor younger than himself? What, then, do these things mean for him? It seems to me that he is at once preening himself on his logical sequences, as one dense and superfluous in intellect, sharp to spy out the absurdity and sharper to resolve what is detected, and on this account he plumes himself on his turn of phrase,
1:120
στροφῇ, καὶ περὶ τὴν ἀπόδειξιν λε πτουργεῖν τοῦ μήτε ὑφ' ἑαυτοῦ μήτε ὑφ' ἑτέρου τὸν ἀγέννητον γεγεννῆσθαι
巧轉而沾沾自喜,又在那「非受生者既非出於自己、也非出於別的受生」的證明上鑽牛角尖。
and on splitting hairs about the demonstration that the unbegotten has been begotten neither by himself nor by another.
1:121
Ἔπειτα μέντοι οὐδὲ ἐνταῦθα τῆς ἑαυτοῦ τέχνης ἐπιλανθάνεται·
然而即便在此,他也沒有忘記自己的詭計;
Then, however, not even here does he forget his own craft;
1:122
ἀλλ' ἐν τῇ τῶν ὁμολογουμένων διατριβῇ, ὥσπερ στοιχεῖά τινα πρὸς τοὺς ἑξῆς λόγους ἑαυτῷ παρεμβάλλει
因為他在那些公認之事上盤桓之際,便為自己埋下彷彿某些「元素」,為要供應隨後的論辯之用。
but in his lingering over the things agreed upon, he interposes for himself, as it were certain elements, toward the arguments that follow.
1:123
Οὐ γὰρ ἀργῶς αὐτῷ ἐκεῖνο ἔχει, ὅτι δεῖ, κατὰ ἀλήθειαν, τὸ ποιοῦν τοῦ γινομένου προϋπάρχειν
因為他放下那一點絕非閒筆:即按真理而論,那造作者必先於所造之物存在。
For that point is not idly placed by him: that it is necessary, according to truth, that the maker pre-exist what comes to be.
1:124
Ἀλλ' ἵνα ἐν τοῖς περὶ Υἱοῦ λόγοις προδιωμολογημένον ἔχῃ, τὸ ὕστερον προσγεγενῆσθαι τῷ Πατρὶ τὸν Υἱὸν, εἴπερ τὸ ποιοῦν ἐστι τοῦ γινομένου πρεσβύτερον·
他乃是要在論及子的論辯中,預先取得這共識:即子是後來才添加給父的——倘若那造作者真比所造之物年長的話——
But in order that he might have it pre-agreed upon, in the arguments concerning the Son, that the Son came to be added later to the Father—if indeed the maker is older than what comes to be—
1:125
τούτῳ δὲ ὡς ἑπό μενον λάβῃ, τὸ ἐκ μὴ ὄντων τὸν Υἱὸν γεγεννῆ σθαι
並要由此引出那隨之而來的結論:即子是從無有受生的。
and that he might take, as following upon this, that the Son has been begotten from things that are not.
1:126
Ἀλλ' ὁ μὲν τῆς εἰς τὸν Υἱὸν ἀσεβείας ἔλεγχος ἐν τοῖς οἰκείοις τόποις ἀναμεινάτω
但那對敵擋子之不敬虔的駁斥,且待其本該出現的地方再說。
But let the refutation of the impiety against the Son await its proper place.
1:127
Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα. δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐ δαμοῦ τῆς Γραφῆς κειμένην, καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτῶν, σιωπᾶσθαι ἂν δικαίως ἀξίαν εἶναι φήσαιμι, τῆς Πατρὸς φωνῆς ἴσον δυνα μένης τῷ ἀγεννήτῳ, πρὸς τῷ καὶ τὴν περὶ τοῦ Υἱοῦ ἔννοιαν συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισ άγειν
但就我而論,那「非受生」一詞,縱然看來與我們的概念極其相符,然而既然它在聖經中無處可尋,又是他們褻瀆的首要元素,我便要說,把它緘默略過是合宜當得的——因為「父」這名與「非受生」有同樣的力量,而且它還藉著關係,把那關於子的概念與自身一同引進。
But for my part, even the appellation "unbegotten," though it should seem in the highest degree to agree with our notions, yet since it is nowhere set down in Scripture, and is the first element of their blasphemy, I would say it is justly worthy to be passed over in silence—seeing that the name "Father" has the same force as "unbegotten," while besides it also introduces, conjointly with itself through the relation, the notion concerning the Son.
1:128
Ὁ γὰρ ὄντως Πατὴρ καὶ μόνος ἐξ οὐδενός ἐστιν ἑτέρου·
因為那真正的、且是獨一的父,乃是不出於別的;
For he who is truly Father, and alone, is from no other;
1:129
τὸ δὲ, ἐξ οὐδενὸς, ταυτόν ἐστι τῷ, ἀγέννητος
而「不出於別的」與「非受生」是同一回事。
and "from no other" is the same as "unbegotten."
1:130
Οὐ τοίνυν ἀγέννητον προσαγορευτέον μᾶλλον ἡμῖν ἢ Πατέρα, εἴ γε μὴ μέλλοιμεν εἶναι σοφώτεροι τῶν δι δαγμάτων τοῦ Σωτῆρος, εἰπόντος·
因此,我們不該稱祂為「非受生者」過於稱祂為「父」,除非我們竟要比救主的教訓更有智慧——祂曾說:
We ought not, then, to call him "unbegotten" rather than "Father," if indeed we are not to be wiser than the teachings of the Savior, who said:
1:131
Πορευθέντες, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, ἀλλ' οὐχὶ τοῦ ἀγεννήτου
「你們去,奉父的名……施浸」——而不是「奉非受生者的名」。
"Go and baptize into the name of the Father"—but not "of the unbegotten."
1:132
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον
關於這些事,說到這裡就夠了。
And let this much suffice on these matters.
1:133
Ἡμεῖς δὲ τὰ συνεχῆ τοῦ λόγου διασκεψώμεθα
現在讓我們查考這論辯接下去的部分。
But let us examine the continuation of the argument.
1:134
Ὀλίγον γὰρ προελθὼν, καὶ οἷον συγκεφαλαιούμενος αὐτὸς ἑαυτῷ τὰ εἰρημένα, οὕτω γράφει
因為他往下說了一點,彷彿為自己把先前所說的作個總結,便如此寫道:
For going on a little, and as it were summarizing for himself what has been said, he writes thus:
1:135
{ΕΥΝ.} Ἄρ' οὖν, εἰ μήτε αὐτὸς ἑαυτοῦ, μήτε ἕτε ρόν τι αὐτοῦ προϋπάρχειν δέδεικται, πρὸ δὲ πάν των αὐτὸς, ἀκολουθεῖ τούτῳ τὸ ἀγέννητον·
{歐諾米}「那麼,既已證明祂既不先於自己,也沒有任何別的在祂之先,反倒祂先於萬有,那麼非受生性便隨從於祂;
{EUNOMIUS.} "If, then, it has been shown that neither is he prior to himself, nor does any other thing pre-exist him, but he is prior to all, then unbegottenness follows upon him;
1:136
μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος
或者更確切地說,祂本身就是非受生的本質。」
or rather, he himself is unbegotten essence."
1:137
{ ΒΑΣ.} Ἣν τοίνυν ἐν τούτοις ἐφωράσαμεν κακουρ γίαν συνιδεῖν μὲν, οἶμαι, καὶ πάνυ ῥᾴδιον τῷ καὶ μικρὸν ἐπιστήσαντι, ἐμφανῆ δὲ ποιῆσαι τοῖς πολλοῖς οὐκ εὐμαρές
{巴西流}如今,我們在這些話中所察出的奸計,我想對凡稍加留意之人都極易看出,卻不易向眾人顯明。
{BASIL.} Now the villainy which we have detected in these words is, I think, very easy to perceive for anyone who attends to it even a little, but not easy to make evident to the many.
1:138
Πλὴν ἀλλὰ πειρατέον, τὴν ἐλπίδα θεμέ νους ἐπὶ τὸν διδόντα ῥῆμα τοῖς εὐαγγελιζομένοις, δυνάμει πολλῇ
縱然如此,我們仍當嘗試,把盼望寄託於那位教師(即神)。
Nevertheless we must attempt it, placing our hope upon the teacher.
1:139
Εἰπὼν, ὅτι, εἰ μήτε αὐτὸς ἑαυτοῦ, μήτε ἕτερόν τι αὐτοῦ προϋπάρχει, ἀκολουθεῖ αὐτῷ τὸ ἀγέννητον·
他既說過,倘若祂既不先於自己、也沒有任何別的在祂之先,那麼非受生性便隨從於祂;
Having said that, if neither is he prior to himself, nor does any other thing pre-exist him, unbegottenness follows upon him;
1:140
εἶτα συνιδὼν, ὅτι ἐκ τῆς τῶν τεθέν των ἀκολουθίας πρὸς τὸ ἐναντίον αὐτῷ περιῆλθεν ὁ λόγος (εἰ γὰρ ἀκολουθεῖ τῷ Θεῷ τὸ ἀγέννητον, ἔξω θεν αὐτῷ παρέπεται δηλονότι
繼而他察覺,按所立前提的推論,他的論辯竟轉到了他所願的反面(因為非受生性若隨從於神,那它顯然是從外面伴隨著祂,
then perceiving that, by the sequence of what had been posited, his argument had come round to the opposite of what he wished (for if unbegottenness follows upon God, it plainly attends him from outside,
1:141
Τὸ δὲ ἔξωθεν τοῦ Θεοῦ οὐκ οὐσία αὐτοῦ ἐστιν
而那從神外面而來的,便不是祂的本質,
and that which is from outside God is not his essence,
1:142
Ἐκ δὲ τούτων οἰχήσεται διαῤῥυὲν αὐτῷ τὸ σκαιώρημα), ἵνα δὲ μὴ τοῦτο πάθῃ, τί ποιεῖ; Βραχὺ φροντίσας τοῦ γέλωτος, ὃν ἐπὶ τῷ τὰ ἀνακόλουθα λέγειν ὑπέχειν ἔμελλε, τῇ ἐπιδιορθώ σει ἀπήγαγε τὸν λόγον πρὸςἃ ἐβούλετο, εἰπών·
如此一來,他的詭計便會溜走而消亡)——於是,為免遭此結局,他怎麼辦呢?他不大在乎自己將因前言不搭後語而招來的譏笑,便藉著「修正」把論辯引向自己所願之處,說道:
and from these things his contrivance would slip away and perish)—then, in order that he might not suffer this, what does he do? Caring little for the laughter which he was about to incur for saying inconsistent things, by the "correction" he diverted the argument to the things he wished, saying:
1:143
Μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος
「或者更確切地說,祂本身就是非受生的本質。」
"or rather, he himself is unbegotten essence."
1:144
Τοῦτο δὲ οὐδεμίαν μὲν ἔχει ὁμολογίαν πρὸς τὰ προάγοντα·
但這與前文毫無一致之處;
But this has no agreement with what precedes;
1:145
πῶς γὰρ καὶ ἑπόμενον αὐτῷ τὸ ἀγέννητον ὁ Θεὸς. ἔχει; καὶ πάλιν οὐχ ἑπόμενον, ἀλλ' ἐν τῷ τῆς οὐσίας λόγῳ περιεχόμενον; ὅμως γε μὴν οὐκ ἐᾷ παν τελῶς αὐτῷ διαφθαρῆναι τὸ σόφισμα
因為神怎能既有非受生性隨從於祂、又有它不是隨從、而是包含在祂本質的定義之內呢?儘管如此,他卻不容自己的詭辯被全然摧毀。
for how does God both have unbegottenness following upon him, and again not following but contained in the account of his essence? Nevertheless he does not allow his sophism to be utterly destroyed.
1:146
Εἰ γὰρ, εἰπὼν, ὅτι ἀκολουθεῖ αὐτῷ τὸ ἀγέννητον, ἐνταῦθα τὸν λόγον ἔστησεν, οὐκ ἂν εἶχεν ὅπως ἢ τὴν ἀγεννησίαν οὐσίαν λέγῃ τοῦ Θεοῦ τῶν ὅλων, ἢ ἀλλοτρίως ἔχοντα κατ' αὐτὴν τὴν οὐσίαν τὸν μονογενῆ Υἱὸν ἐπιδείξῃ, οὐδενὸς δυναμένου τῶν ἔξωθεν ἑπομένων, Πατρὸς καὶ Υἱοῦ τὴν κατ' αὐτὴν τὴν οὐσίαν οἰκειότητα διιστᾷν
因為他若說了「非受生性隨從於祂」便就此打住,他就既無法說非受生性是萬有之神的本質,也無法證明獨生子按那本質本身是異質的——因為那些從外面隨從而來的,沒有一樣能割斷父與子按那本質本身的同質親緣。
For if, having said that unbegottenness follows upon him, he had stopped the argument there, he would have had no way either to say that unbegottenness is the essence of the God of all, or to demonstrate the Only-Begotten Son to be alien according to that very essence—since none of the things that follow from outside is able to separate the kinship, according to that very essence, of Father and Son.
1:147
Νῦν δὲ τῷ ἐπαγαγεῖν, Μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος, ἐνεδείξατο, ὅτι αὐτὸ, ὅπερ ἐστὶν ὁ Θεὸς ἀγεννησία ἐστί·
但如今,他藉著添上「或者更確切地說,祂本身就是非受生的本質」,便顯明了神所是的那一樣東西,就是非受生性;
But now, by adding "or rather, he himself is unbegotten essence," he made evident that that very thing which God is, is unbegottenness;
1:148
τοῦτο δὲ ὅσον αὐτῷ δρόμον ἀεὶ πρὸς τὴν ἐγχείρησιν τῆς ἀσεβείας προευτρεπίζει, μικρὸν τῷ λόγῳ προελθὼν ἐπιδείξω
而這為他著手不敬虔之事預備了何等大的助跑,我要在論辯中往下說一點來顯明。
and how great a running-start this prepares for him toward the undertaking of impiety, I shall show by going on a little in the argument.
1:149
Ἔστι δ' ἄρα, ὃ μὲν ἐξ ἀρχῆς εἶπεν, ἐκ τῆς τῶν πραγμάτων ἀλη θείας κατὰ τὸ ἀκόλουθον τῶν δεδομένων ἀναφανέν·
他起初所說的,乃是按所承認之事的推論,從事實的真相中顯現出來的;
Now what he said at the beginning appeared from the truth of the facts, according to the consequence of what had been granted;
1:150
ὃ δὲ τελευταῖον ἐπέθηκεν, ἐκ τοῦ φρονήματος τοῦ αἱρετικοῦ προσεῤῥίφη, ἀναισχυντότατα πάντων τοῦ λογογράφου πρὸς τὴν ἐπιδιόρθωσιν τοῦ λόγου μεταπηδήσαντος
但他末了所添加的,卻是出於這異端者自己的心思而拋擲出來的,是這「文章高手」最無恥不過地跳到論辯的「修正」上去時所加的。
but what he added at the end was flung in from the heretic's own mind, when this speech-writer, most shamelessly of all, leapt over to the "correction" of the argument.
1:151
Πῶς γὰρ τὸ αὐτὸ καὶ ἀκολουθεῖ τῷ Θεῷ, καὶ ταυτόν ἐστιν αὐτῷ, πᾶσιν ὄντος προδή λου, ὅτι τὸ ἀκολουθοῦν ἕτερόν ἐστι παρὰ τὸν οὗ ἐστιν ἐπακολούθημα;Ὁ δὲ, ὥσπερ ὁδοῦ τινος λαβόμενος, ἐκ τοῦ καθ' ὑφαρπαγὴν αὐτῷ προληφθέντος λό γου, πρὸς τὴν
因為同一事物怎能既隨從於神、又與祂相同呢?凡人都明白,那隨從者乃是別於那被它隨從者的。但他卻彷彿抓住了某條路徑,從他以巧計為自己竊取的論辯出發,由此推進到
For how can the same thing both follow upon God and be identical with him, when it is plain to all that what follows is other than that of which it is the consequent? But he, as though laying hold of some path, from the argument which he had snatched away for himself by sleight, advances from there to the
1:152
κατασκευὴν ἐντεῦθεν χωρεῖ τοῦ τὴν ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ τῶν ὅλων, ἵνα, τούτου δειχθέντος, ὁμολογούμενον ἔχῃ τὸ ἀνόμοιον κατὰ τὴν οὐσίαν εἶναι τὸν Μονογενῆ τῷ Πατρί
「非受生性就是萬有之神的本質」這一論斷,好使這論斷一經證明,他便可把「獨生子按本質與父不相似」當作既成的共識。
construction that unbegottenness is the essence of the God of all, so that, this being shown, he might have it as agreed that the Only-Begotten is unlike the Father according to essence.
1:153
{ ΕΥΝ.} Ἀγέννητον δὲ λέγοντες, οὐκ ὀνόματι μόνον, κατ' ἐπίνοιαν ἀνθρωπίνην, σεμνύνειν οἰόμεθα δεῖν, ἐκτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγκαιότατον ὄφλημα τῷ Θεῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν
{歐諾米}「但我們稱祂為非受生者時,認為不該僅僅照人的想念,在名義上尊崇祂,而當向神償還那最必須的債——就是承認祂所是的就是祂之所是。」
{EUNOMIUS.} "But in calling him unbegotten, we think we ought not to glorify him in name only, according to human conception, but to pay to God the most necessary debt of all—the confession that he is what he is."
1:154
Τὰ γάρ τοι κατ' ἐπίνοιαν λεγόμενα, ἐν ὀνόμασι μόνον καὶ προφορᾷ τὸ εἶναι ἔχοντα, ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν
「因為那些照想念而說的,既只在名稱與發音中有其存在,便本性上隨著聲音一同消散。」
"For the things said according to conception, having their being in names only and in utterance, are by nature dissolved together with the sounds."
1:155
{ ΒΑΣ.} Ἀναιρεῖ τὸ κατ' ἐπίνοιαν θεωρεῖσθαι. ἐπὶ τοῦ Θεοῦ τὸ ἀγέννητον, ἡγούμενος ἐντεῦθεν ῥᾳ δίαν αὐτῷ τὴν ἐπιχείρησιν ἔσεσθαι τοῦ τὴν ἀγεννη σίαν οὐσίαν εἶναι τοῦ Θεοῦ·
{巴西流}他在論及神時,廢除了「非受生性是按想念而被思想的」這說法,以為這樣一來,他的目的——使非受生性成為神的本質——便易於達成;
{BASIL.} He does away with unbegottenness being contemplated according to conception in the case of God, thinking that from this his undertaking—to make unbegottenness the essence of God—would be easy for him;
1:156
ἐκ τούτου δὲ ἀναν τιῤῥήτως δείξειν, ἀνόμοιον εἶναι κατ' αὐτὴν τὴν οὐ σίαν τὸν μονογενῆ Υἱὸν τῷ Πατρί
並以為由此可以毫無爭議地證明:獨生子按那本質本身與父不相似。
and that from this he would show, beyond all dispute, that the Only-Begotten Son is unlike the Father according to that very essence.
1:157
Διὰ τοῦτο προσ πλέκεται τῷ ῥήματι τῆς ἐπινοίας, ὡς οὐδὲν σημαί νοντι τὸ παράπαν, ἀλλ' ἐν μόνῃ τῇ προφορᾷ τὴν ὑπόστασιν κεκτημένῳ·
為此緣故,他抓住「想念」一詞,彷彿它毫無所指,只在發音中才有其存在;
For this reason he fastens upon the word "conception," as though it signified nothing at all, but possessed its subsistence in utterance alone;
1:158
καὶ ἀνάξιον εἶναι Θεοῦ προσ ποιεῖται ταῖς ἐπινοίαις αὐτὸν ἀποσεμνύνειν
他又假裝說,用諸般想念來尊崇神是配不上神的。
and he pretends that it is unworthy of God to glorify him by conceptions.
1:159
Ἐγὼ δὲ εἰ μὲν ἐπινοίᾳ θεωρητὸν ἢ μὴ τὸ ἀγέννητον, οὔπω διισχυρίζομαι πρὶν ἂν ὑπ' αὐτῆς τοῦ λόγου τῆς ἐξετάσεως διδαχθῶμεν
但就我而論,在我們未被這論辯的查考本身所教導之前,我尚不斷言那非受生者究竟是否藉想念而被思想。
But I, for my part, do not yet positively assert whether the unbegotten is or is not contemplated by conception, until we be taught by the very examination of the argument.
1:160
Αὐτὸ δὲ τοῦτο, τί ποτέ ἐστιν ἡ ἐπίνοια, ἡδέως ἂν αὐτὸν ἐρωτήσαιμι·
但有一事,我倒樂意問他:那「想念」究竟是什麼?
But this very thing—what conception ever is—I would gladly ask him:
1:161
ἆρ' οὐδὲν παντάπασι σημαίνει τὸ ὄνομα τοῦτο, καὶ ψόφος ἄλλως ἐστὶ διὰ τῆς γλώτ της ἐκπίπτων; Ἀλλὰ τὸ τοιοῦτον οὐχὶ ἐπίνοια, πα ράνοια δ' ἂν μᾶλλον καὶ φλυαρία προσαγορεύοιτο
這名是否全然一無所指,僅僅是經舌頭發出的一種響聲?果真如此,那便不該叫作「想念」(epinoia),倒該叫作「妄念」(paranoia)與胡言亂語了。
does this name signify nothing whatsoever, and is it merely a noise falling out through the tongue? But such a thing would not be "conception," but rather should be called "misconception" and idle chatter.
1:162
Εἰ δὲ συγχωροίη σημαίνειν μέν τι τὴν ἐπίνοιαν, ψευ δὲς δὲ τοῦτο παντελῶς καὶ ἀνύπαρκτον, ὡς ἐν ταῖς μυθοποιίαις κενταύρων δή τινων ἀναπλασμοὺς καὶ χιμαίρας, πῶς τὸ σημαινόμενον ψεῦδος τῷ ψόφῳ τῆς γλώττης συναφανίζεται, τῆς μὲν φωνῆς πάντως εἰς ἀέρα προχεομένης, τῶν δὲ ψευδῶν νοημάτων ἐναπομενόντων τῇ διανοίᾳ; Οὐδὲ γὰρ ἐπειδάν ποτε ψευδῶν παντελῶς καὶ διακένων ἀναπλασμῶν, ἢ ἐν ταῖς καθ' ὕπνον φαντασίαις, ἢ ἄλλως ἐν τοῖς ματαίοις τοῦ νοῦ κινήμασιν ἡ ψυχὴ πληρωθεῖσα, παρακατάσχῃ τῇ μνήμῃ, εἶτα διὰ τῆς φωνῆς ἐξαγ γεῖλαι προέληται, ὁμοῦ τῷ προενεχθέντι λόγῳ συν ηφανίσθη καὶ τὰ φαντάσματα
但他若承認想念確實指著某物、只是這物全然虛假且不存在——如同寓言中半人馬與奇美拉之類的虛構——那麼,當聲音全然傾入空氣之中、而那虛假的意念卻仍存留於悟性之內時,這被指之物既是虛假的,又怎會隨舌頭的響聲一同消失呢?因為,即使心靈被全然虛假空洞的虛構充滿——無論是睡夢中的幻想,還是別樣心思虛妄的活動——並把它們存留在記憶中,繼而選擇藉聲音宣告出來,那些幻象也不會隨著所說出的話一同消失。
But if he should concede that conception signifies something, yet that this is wholly false and non-existent—as in fables the fabrications of certain centaurs and chimaeras—how is the thing signified, being false, made to vanish together with the noise of the tongue, when the voice is wholly poured out into the air, while the false notions remain abiding in the understanding? For not even when the soul, filled with utterly false and empty fabrications—whether in the imaginings of sleep, or otherwise in the vain movements of the mind—has retained them in memory, and then chooses to announce them through the voice, are the phantasms made to vanish together with the spoken word.
1:163
Πολλοῦ γὰρ ἂν ἄξιον ἦν τὰ ψευδῆ λέγειν, εἴπερ ἡ φύσις τοῦ ψεύδους τοῖς λαλουμένοις συνδιεφθείρετο·
因為,倘若謊言的本質果真隨所說的話一同被毀,那說謊倒成了一件大有價值的事了;
For it would be a thing of great worth to speak falsehoods, if indeed the nature of falsehood were destroyed together with the things spoken;
1:164
ἀλλ' οὐκ ἔχον ἐστὶ φύσιν τοῦτό γε
但事情的本性並非如此。
but this is not in the nature of things.
1:165
Ὑπόλοιπον δ' ἂν εἴη δεικνύναι, πῶς μὲν ἡ συνήθεια, καὶ ἐπὶ ποίων πραγμάτων τῇ ἐπι νοίᾳ χρῆται·
那麼,剩下的便是要說明:日常用法是如何、在何種事物上使用「想念」的;
It would remain, then, to show how common usage, and in what sort of matters, employs conception;
1:166
πῶς δὲ τὰ θεῖα λόγια τὴν χρῆσιν αὐτῆς παρεδέξατο
以及神聖的諭言(聖經)是如何接納其用法的。
and how the divine oracles have received its use.
1:167
Ὁρῶμεν τοίνυν, ὅτι ἐν μὲν τῇ κοινῇ χρήσει τὰ ταῖς ἀθρόαις ἐπιβολαῖς τοῦ νοῦ ἁπλᾶ δο κοῦντα εἶναι καὶ μοναχὰ, ταῖς δὲ κατὰ λεπτὸν ἐξ ετάσεσι ποικίλα φαινόμενα, καὶ πολλὰ ταῦτα τῷ νῷ διαιρούμενα, ἐπινοίᾳ μόνῃ διαιρετὰ λέγεται
我們看見,在日常用法中,那些憑心思驟然的印象彷彿是單純、單一的事物,在細密的查考下卻顯為多重,並被心思以多種方式劃分——這些事物便被稱為「惟憑想念可分的」。
We see, then, that in common usage those things which by the sudden impressions of the mind seem to be simple and single, but in detailed examinations appear manifold, and these things being divided in many ways by the mind, are said to be divisible by conception alone.
1:168
Οἷον, τὸ σῶμα ἁπλοῦν μὲν εἶναί φησιν ἡ πρώτη ἔν τευξις, ποικίλον δὲ ὁ λόγος ἐπιὼν δείκνυσι, τῇ ἐπινοίᾳ αὐτὸ εἰς τὰ ἐξ ὧν σύγκειται διαλύων, καὶ χρῶμα, καὶ σχῆμα, καὶ ἀντιτυπίαν, καὶ μέγεθος, καὶ τὰ λοιπά
例如,初次接觸會說物體是單純的,但仔細推究的論述卻顯明它是多重的,藉想念把它分解為構成它的那些成分——顏色、形狀、阻抗、大小,以及其餘各項。
For instance, the first encounter says that a body is simple, but the argument, on going over it, shows it to be manifold, dissolving it by conception into the things of which it is composed—color, and shape, and resistance, and magnitude, and the rest.
下一段 →
第 2 章 →
12345

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。