📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 書信集

書信集 第 1 章 第 21/32 段

希臘文原文.156 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:3184–1:3339(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:3184
Πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα εἰς τὸν περὶ τῆς θεότητος ἀναφέρουσι λόγον οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες, ὁποῖόν ἐστι καὶ τοῦτο τὸ παρὰ τούτων περιφερόμενον
還有許多論及〔基督〕與人性結合之事的話語,被那些不曾受過正確教導、只從字面聽經文的人,硬套到論神性的說法上——他們四處散播的這句話,正是這樣一個例子。
And many things said concerning the union with man are referred by those who hear the writings without proper instruction to the discourse concerning the Godhead — such as also is this saying being circulated by them.
1:3185
Εὖ γὰρ εἰδέναι χρὴ ὅτι ὥσπερ ὁ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει, οὕτως ὁ τὸ ἰδιάζον τῶν ὑπο στάσεων μὴ διδοὺς εἰς τὸν Ἰουδαϊσμὸν ὑποφέρεται
因為務須清楚知道:正如不承認〔三一〕本質共同性的人會陷入多神論,同樣,不承認各個位格之獨特性的人,也會被帶入猶太教之中。
For one must know well that just as he who does not confess the commonality of the essence falls into polytheism, so he who does not grant the distinctiveness of the hypostases is carried down into Judaism.
1:3186
Μὴ γὰρ νοήσαντας τὴν πατρότητα μηδὲ περὶ ὃν ἀφώρισται τὸ ἰδίωμα τοῦτο ἐνθυμηθέντας, πῶς δυνατὸν Θεοῦ Πατρὸς ἔννοιαν παραδέξασθαι; Οὐ γὰρ ἐξαρκεῖ διαφορὰς προσώ πων ἀπαριθμήσασθαι, ἀλλὰ χρὴ ἕκαστον πρόσωπον ἐν ὑποστάσει ἀληθινῇ ὑπάρχον ὁμολογεῖν
若不曾理解「父」這身份的意義,也不曾思想這一特性究竟是就何者而劃定的,又怎能接受「神為父」這一概念呢?因為僅僅列舉諸位格之間的差異是不夠的,還必須承認每一位格都存在於一個真實的實質之中。
For if one has not understood fatherhood, nor considered concerning whom this property is delimited, how is it possible to admit the concept of God the Father? For it is not enough to enumerate distinctions of persons, but one must confess each person as existing in a true hypostasis.
1:3187
Ἐπεὶ τόν γε ἀνυπόστατον τῶν προσώπων ἀναπλασμὸν οὐδὲ Σαβέλλιος παρῃτήσατο, εἰπὼν τὸν αὐτὸν Θεόν, ἕνα τῷ ὑποκειμένῳ ὄντα πρὸς τὰς ἑκάστοτε παραπιπτούσας χρείας μετα μορφούμενον, νῦν μὲν ὡς Πατέρα, νῦν δὲ ὡς Υἱόν, νῦν δὲ ὡς Πνεῦμα Ἅγιον διαλέγεσθαι
須知,就連撒伯流本人也並不排斥這種毫無實質的「多面貌」捏造之說;他說:同一位神,在其本體上原是一個,卻依每次臨時所需而變換形貌,時而以父的身份、時而以子的身份、時而以聖靈的身份發言。
Since not even Sabellius refused this fabrication of persons without hypostasis, saying that the same God, being one in substrate, transforms Himself according to the needs that arise on each occasion, speaking now as Father, now as Son, now as Holy Spirit.
1:3188
Ταύτην πάλαι κατασβεσθεῖ σαν τὴν πλάνην ἀνανεοῦνται νῦν οἱ τῆς ἀνωνύμου ταύτης αἱρέσεως ἐφευρεταί, οἱ τὰς ὑποστάσεις ἀθετοῦντες καὶ τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπαρνούμενοι
這一早已被撲滅的謬誤,如今卻被這個無名異端的發明者們重新復活了;他們否定諸位格的實質,並否認神子之名。
This error, long ago extinguished, is now being revived by the inventors of this nameless heresy, who reject the hypostases and deny the name of the Son of God.
1:3189
Οὕς, ἐὰν μὴ παύσωνται λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὀδύρεσθαι χρὴ μετὰ τῶν ἀρνησιχρίστων
若這些人不停止口出悖逆神的不義之言,就必須將他們與那些否認基督的人一同哀悼。
And these men, unless they cease speaking iniquity against God, must be lamented along with those who deny Christ.
1:3190
Τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρ' ὑμῖν ὀνειροσκόποι φασί, ταῦτά ἐστι καὶ κώνειον καὶ ἀκόνιτον καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον
事實上,若要把邪惡的教導比作致命的毒藥——正如你們那些占夢者自己所言——這些教導便正如毒堇、烏頭,或任何其他能致人於死的毒物一般。
For indeed, if wicked teachings must be likened to deadly poisons, then these — as your dream-diviners themselves would say — are hemlock and aconite and whatever other man-slaying drug there may be.
1:3191
Ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος·
這些才是荼毒靈魂之毒藥——而非我們的話語;乃是他們那被酒精所擊昏的腦子,因這病態而充滿幻象,才嚷出這些話來;
These are the poisons of souls — not our words — which their wine-smitten brains cry out, being full of phantasms on account of their affliction;
1:3192
οὕς, εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα
這些人若真有清醒的頭腦,就該知道:先知的恩賜,只在那些無玷污、且已潔淨脫離一切污穢的靈魂中閃耀發光。
and these men, if they were of sound mind, ought to know that the prophetic gift shines forth in souls that are undefiled and purified from every stain.
1:3193
Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκο τουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύ ματος τὰς ἐλλάμψεις
因為污穢的鏡子無法映照出影像的反射,同樣,一個被今生俗務所纏累、又被出於肉體私慾之情慾所蒙蔽的靈魂,也無法承受聖靈的光照。
For neither can a dirty mirror receive the reflections of images, nor can a soul preoccupied with worldly cares and darkened by the passions of the carnal mind receive the illuminations of the Holy Spirit.
1:3194
Οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφη τεία, ὥς φησι Ζαχαρίας·
因為並非每個夢都可立刻視為預言,正如撒迦利亞所言;
For not every dream is at once a prophecy, as Zechariah says;
1:3195
Κύριος ἐποίησε φαντασίαν καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν
「主造成了異象與冬雨,因為那些發言的人所說的盡是虛妄勞苦,所講的夢也是虛假的。」
'The Lord made visions and winter rain, because those who spoke oracles spoke of troubles, and told false dreams.'
1:3196
Οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἡσαΐαν ἐνυπνιαζόμενοι κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας
這些人,正如以賽亞所描述的那樣做夢、貪愛在床榻上打盹,卻連這一點也不知道——就是:迷惑人的動力常常會被差遣到那些悖逆之子身上。
These men, dreaming as Isaiah describes and loving to slumber on their couches, are ignorant also of this — that often a working of error is sent upon the sons of disobedience.
1:3197
Καὶ ἔστι πνεῦμα ψευδὲς ὃ ἐν τοῖς ψευδοπροφήταις γενόμενον Ἀχαὰβ ἐξηπάτησε
並且有一個虛謊的靈,它進入那些假先知裡面,欺哄了亞哈。
And there is a lying spirit which, having entered the false prophets, deceived Ahab.
1:3198
Ταῦτα εἰδότας ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι
知道這些事的人,本不該如此自高自大,竟自我證明有先知之能;因為事實證明,他們甚至連占卜師巴蘭的謹慎準確都比不上。
Knowing these things, they ought not to be so puffed up as to attribute prophecy to themselves, seeing that they are shown to fall short even of the accuracy of the augur Balaam.
1:3199
Ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθεὶς οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ οὐδὲ ἀράσασθαι τὸν Ἰσραὴλ ὃν οὐκ ἀρᾶται Κύριος
這巴蘭,雖被摩押王以極豐厚的禮物召去,卻仍不肯違背神的旨意發一言,也不肯咒詛以色列——因為主並不咒詛以色列。
who, though summoned by the king of the Moabites with the greatest of gifts, would not endure to utter a word contrary to the will of God, nor to curse Israel, whom the Lord does not curse.
1:3200
Εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις
所以,若他們在睡夢中所見的異象與主的誡命相符,那就讓他們滿足於福音書本身好了——福音書本身的可信度,根本不需要藉助夢境來加以佐證。
If, then, their visions in sleep agree with the commandments of the Lord, let them be satisfied with the Gospels, which need no assistance from dreams for their credibility.
1:3201
Εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρ' αὐτοῦ φαν τάσματα τῶν σωτηρίων διδαγμάτων
然而,若主已將祂自己的平安留給我們,並賜給我們一條新誡命,叫我們彼此相愛;而他們的夢境卻只暗示紛爭、分裂與愛心的消失,那麼他們就不該藉著睡眠,給魔鬼留下踐踏他們靈魂的機會,也不該讓那來自魔鬼的幻象,比得救的教導更具權威。
But if the Lord has left us His own peace and given us a new commandment, that we love one another, while their dreams suggest strife and division and the disappearance of love, let them not give the devil an occasion, through sleep, to trample upon their souls, nor let them make the phantasms coming from him more authoritative than the saving teachings.
1:3202
τ ΟΛΥΜΠΙΩ. Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητός σου ἡδίων ἐμαυτοῦ καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθὼν αὐτόν σε ἔδοξα καθορᾶν
致奧林匹奧。讀了閣下的來信之後,我變得比先前更為愉悅、更加歡欣;而在與您那些最為心愛的兒子們交談之際,我彷彿親眼見到了您本人。
TO OLYMPIUS. Upon reading the letter of your Honor, I became more pleasant to myself and more cheerful than before; and in conversing with your most beloved sons, I seemed to behold you yourself.
1:3203
Οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες οὕτω διέθηκαν ὥστε ἐπιλαθέσθαι με τοῦ παρ' ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶ λαι καὶ ὀνειροκάπηλοι εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐ τοὺς χάριν καθ' ἡμῶν περιφέρουσιν
他們見我的心靈正深受折磨,卻使我因此忘卻了你們那裡所流傳的毒堇——就是那些販夢者、賣夢者為討好雇用他們的人,而四處散播來攻擊我們的那毒堇。
These men, finding my soul greatly afflicted, so disposed it that I forgot the hemlock which, among you, the dream-sellers and dream-hawkers circulate against us, to gratify those who have hired them.
1:3204
Ἐπιστολὰς δὲ τὰς μὲν ἔγραψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς
至於書信,有些我已經寫好了,其餘的我們日後若蒙您願意,也將一併奉上。
As for letters, some I have written, and others we shall give later, if you wish.
1:3205
Μόνον εἴη τι ὄφελος παρ' αὐτῶν τοῖς λαμβάνουσιν
只願接受這些信件的人能從中獲得一些益處。
May there only be some benefit from them to those who receive them.
1:3206
ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι
而這一點,我們相信在您那裡是能夠得到保全維護的。
which we believe is preserved intact with you.
1:3207
Καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι
因為我們看見,其餘大多數人都彷彿在賽馬場上一般,分裂成兩派——有的支持這一邊,有的支持那一邊——並跟著各自的黨派一同吶喊助威。
For indeed we see that most of the rest are divided, as in the horse-races, some for this side and some for that, and shouting along with the partisans.
1:3208
Καὶ γὰρ αἰσθάνομαί σου μὴ πα ρέργως ἔχοντος πρὸς τὰ τῶν Ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολήν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς ὁ παρα λαβὼν ὥστε διακομίσαι ἡδέως ἂν μάθοιμι, ὥστε εἰδέναι τὸν ἀδικήσαντα
因為我確實感覺到您對眾教會之事並非漠不關心,畢竟您也曾為此事寄給我們一封信,正如您在近日的這些信中所提及的那樣;我很想知道究竟是誰接下了遞送這封信的任務,好讓我知道究竟是誰有負所託。
For indeed I perceive that you are not indifferent to the affairs of the Churches, seeing that you even sent us a certain letter about these matters, as you indicated in these recent letters of yours — and I would gladly learn who it was that undertook to deliver it, so that I might know who has done the wrong.
1:3209
Οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων
因為關於此事,我至今尚未收到您寄給我們的任何信件。
For I have not yet received any letter of yours to us concerning these matters.
1:3210
Πόσου πότ' ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου, ὑπὲρ τοῦ γνωρίσαι με σοὶ τὰ λυποῦντά με (φέρει γάρ, ὡς οἶδας, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζητουμένων, οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλ' αὐτὸν δι' ἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα καὶ ἐπεξιόντα; Οἱ γὰρ ἔμψυχοι λόγοι δρα στικωτέραν τε ἔχουσι τὴν πειθώ, πρός τε τὸ εὐεπιχεί ρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί
那麼您想,我願用多大的代價來換取與您親自晤談的機會呢——好讓我能親口向您傾訴使我憂傷之事(因為正如您所知,僅是把苦楚說出口,對受苦之人也是一種紓解),並就所探詢的問題親自作答,而不是把一切交託給沒有生命的文字,而是自己親身、清楚地逐項陳述說明?因為活生生的言語,其說服力更為強而有力,而且不像書面文字那般容易遭人攻擊、易被中傷誣陷。
At what price, then, do you think I would purchase conversation with you, so that I might make known to you the things that grieve me (for, as you know, even the telling brings a certain relief to those in pain), and might answer concerning the matters under inquiry, not entrusting them to lifeless letters, but myself, in person, stating and pursuing each point clearly? For living words possess a more effective power of persuasion, and, as regards being easily assailed and vulnerable to calumny, they are no longer like written words.
1:3211
Καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενί, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρ' ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα μετὰ τῶν ἀνθρώπων ὁρῶντες ὡς μεῖζόν τι ὄντας ἢ κατὰ ἄνθρωπον, οὗτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν καὶ ἐπ' αὐτοῖς διαβάλλειν ταῖς ἀδελφότησιν, ὡς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι
因為如今再沒有什麼是無人敢做的了,甚至連那些曾受我們委以極重要之事、我們也感受到眾人視之為超乎凡人之輩的人,如今竟也甘願散佈某些不知何來的著作,宣稱是我所寫,並藉此在眾弟兄團體中誹謗我,以致如今對虔誠敬畏之人而言,再沒有什麼比我的名字更應當避而遠之的了。
For indeed nothing remains that anyone would not dare to attempt, seeing that even those who were entrusted with the greatest matters by us, whom we perceived people regarding as something greater than mere men, have consented to circulate certain writings — whatever they may be — as if they were mine, and to slander me on their account before the brotherhoods, so that nothing is now more to be shunned by the devout than my name.
1:3212
Τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν, νῦν, καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ ὅτι καὶ θαλάσσης, διατεθρύλημαι
因為,我從一開始就刻意力求默默無聞——這一點,也許沒有其他哪個顧念人性軟弱的人做得比我更甚——如今卻彷彿反倒選擇了相反的路,要使自己人盡皆知一般,我竟然成了普天下——我還要加上一句:連海上——無人不談論的話題。
For though from the beginning I made it my study to remain unknown — as, I know not, perhaps no other who has taken account of human weakness has done — now, as though I had chosen the opposite course, to make myself known to all men, I have become the talk of every land, and I will add, of the sea as well.
1:3213
Οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς Ἐκκλησίαις ἐπάγοντες πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν
因為那些追求不敬虔到極致、又把「非似論」那無神的教義強加於眾教會之上的人,正與我交戰為敵。
For those who pursue the utmost limit of impiety, and who bring in upon the Churches the godless doctrine of Anomoean dissimilarity, wage war against me.
1:3214
Οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἀρχῶν ἐκείνων ὡρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες, διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις ἐφ' ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς, εἰ καὶ ὅτι ὁ Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε
還有那些自以為走中庸路線的人——他們雖出於同一根源的原則出發,卻不願讓自己順著這推論走到底,因為那結論與眾人所樂聞相違——這些人也對我心懷不滿,竭盡所能地用惡言污衊我,並且無所不用其極地圖謀陷害,儘管主已使他們的種種圖謀歸於徒然。
And those who drive, as they suppose, a middle course — setting out from those same principles, yet not allowing themselves to follow the logical consequence, because it is contrary to the ears of the many — these too are indignant against me, and scour me with abuse as much as they are able, and refrain from no plot, even though the Lord has rendered their undertakings ineffective.
1:3215
Ταῦτα πῶς οὐ λυπηρά; Πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; Ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν τὴν ἀσθένειαν τῆς σαρκός, ὑφ' ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ
這一切怎能不使人愁苦?又怎能不使我的人生充滿痛楚?就我而言,在這重重患難之中,我唯一的一項安慰,便是我肉體的軟弱——因這軟弱,我確信自己在這困苦的生命中不會停留太久。
How are these things not grievous? How do they not render my life full of pain? I, for my part, count as one consolation amid these evils the weakness of my flesh, by which I am persuaded that I shall not long remain in this wretched life.
1:3216
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον
關於這些事,就說到這裡為止。
But let this suffice on these matters.
1:3217
Σὲ δὲ ἐπὶ τοῖς πάθεσι τοῦ σώματος παρακαλῶ μεγαλοφυῶς καὶ ἀξίως τοῦ καλέ σαντος ἡμᾶς Θεοῦ διακεῖσθαι·
至於您,在肉體所受的種種苦痛中,我懇切勸勉您,要以高尚的心志、以配得上召我們之神的態度,來承受這一切;
But as for you, in your bodily sufferings, I exhort you to bear yourself nobly and in a manner worthy of the God who has called us;
1:3218
ὅς, ἐὰν ἴδῃ ἡμᾶς μετ' εὐχαριστίας δεξαμένους τὰ παρόντα, ἢ ἐπανήσει τὰ λυποῦντα, ὡς ἐπὶ τοῦ Ἰώβ, ἢ τοῖς μεγάλοις στεφάνοις τῆς ὑπομονῆς ἀμείψεται ἐν τῇ μετὰ ταύτην τὴν ζωὴν ἡμῶν καταστάσει
因為祂若見我們以感恩之心領受眼前的種種境遇,或如約伯的例子那樣,除去我們的愁苦;或在今生之後的境況中,以忍耐所得的偉大冠冕來報答我們。
for He, if He sees us receiving present circumstances with thanksgiving, will either relieve our griefs, as in the case of Job, or will reward us with the great crowns of endurance in that state of ours which follows this life.
1:3219
Ἔτυχον γάρ πως τὴν ψυχὴν κεκακωμένος, ἐν πολυανθρώπῳ συλλήψει κτηνώδη τινὰ καὶ παντελῶς ἄλογον τοῦ λαοῦ καταμαθὼν ῥᾳθυμίαν καὶ τῶν ἀγόντων αὐτοὺς παλαιὰν καὶ δυσδιόρθωτον συνήθειαν τοῦ κακοῦ
因為我的心靈恰巧正感到憂傷,因我在一次人數眾多的聚會中,觀察到民眾中有一種近乎野獸般、完全不講理性的怠惰輕忽,以及在那些引導他們的人身上,有一種積習已久、難以矯正的作惡習慣。
For it happened that my soul was somewhat afflicted, having observed, amid a great gathering of people, a certain brutish and wholly irrational indifference on the part of the people, and, in those who lead them, an old and hard-to-correct habituation to evil.
1:3220
Ἐπεὶ δὲ εἶδον τὰ γράμματα καὶ τὸν ἐν αὐτοῖς τῆς ἀγάπης θησαυρόν, ἐπέγνων ὅτι ἐπέλαμψεν ἡμῖν τοῖς ἐν πικρίᾳ ζῶσι γλυκεῖαν παραμυθίαν ὁ οἰκονομῶν τὰ ἡμέτερα
然而,當我讀到您的來信、以及信中所蘊含的愛之寶藏時,我便明白:那掌管我們一切事務的主,已使一份甘甜的安慰照耀在我們這些生活於苦澀之中的人身上。
But when I saw your letter and the treasure of love contained in it, I recognized that He who orders our affairs had caused a sweet consolation to shine upon us who live in bitterness.
1:3221
Παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προ σευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν, ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ ἐν τῇ ἀποκαλύψει τῶν κρυπτῶν τῆς καρδίας ἡμῶν κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
所以我懇求你,在一切禱告中求神,使我們凡事儆醒自守,免得在我們救主耶穌基督顯現的大日子,我們心中隱秘之事顯露之時,我們竟成了基督之名的羞辱與恥辱。
I beseech you, therefore, in every prayer to entreat God that we may be sober-minded in all things, lest we become a shame and a reproach to the name of Christ at the disclosure of the secrets of our hearts, on that great day of the appearing of our Savior Jesus Christ.
1:3222
Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατ' ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον ἐπὶ προφάσει δὴ τῆς εἰρήνης·
你要知道,我正期待著自己會因異端者的惡意詭計,藉「和平」之名為藉口,被召回軍營;
Know that I am in expectation of being summoned back to the camp, through the malicious contrivance of the heretics, under the pretext, indeed, of peace;
1:3223
καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τῶν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν Ἐκκλησιῶν συναγαγόντα μετ' αὐτῶν ὁρμῆσαι πρὸς τὸν Βασιλέα
而這位主教聽聞此事後,也寫信給我們,催促我務必趕赴美索不達米亞,把那裡持守同一信仰、支撐教會事務的人聚集起來,與他們一同前去晉見皇帝。
and having heard this, this bishop too has written urging us to make haste to go to Mesopotamia, and, having gathered together those there who share our faith and are upholding the affairs of the churches, to set out with them to the Emperor.
1:3224
Ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει
但就我而言,恐怕連我這身軀本身也難以承受冬日的旅途跋涉。
But as for me, perhaps not even my own body will suffice for a journey undertaken in the winter.
1:3225
Τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μή τι αὐτὸς συμβουλεύσεις
況且目前看來,此事似乎並非必要,除非閣下另有指教。
For the present, moreover, the matter has not appeared necessary, unless indeed you yourself should advise otherwise.
1:3226
Ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλήν, ὥστε κρατυνθῆναι τὴν γνώμην
因為我也將等候閣下虔敬之心所賜的忠告,好使我的意向得以確定。
For I shall also await the counsel from your piety, so that my judgment may be confirmed.
1:3227
τ ΠΡΟΣ ΤΕΡΕΝΤΙΟΝ ΚΟΜΗΤΑ. Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν ( εἰρήσεται γὰρ τἀληθές) λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστὶν ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ἐπιστρέφειν
致特倫提烏斯伯爵。當我們聽聞閣下之尊嚴又再度被迫承擔公共事務之責時,我們立刻感到憂心(因為要說實話),心想這必定違背閣下的心意——閣下既已一度脫離公務的操勞、得以閒暇專注於自己靈魂的照顧,如今卻又被迫回到同樣的事務中。
TO TERENTIUS THE COUNT. When we heard that your excellency had once again been compelled to take charge of public affairs, we were at once troubled (for the truth shall be told), reflecting how it must be against your own wish, having once been released from public cares and having devoted your leisure to the care of your own soul, to be forced again to return to the same things.
1:3228
Ἔπειτα εἰς ἔννοιαν ἐλθόντες ὅτι τάχα ὁ Κύριος βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθ' ἡμᾶς Ἐκκλησίας συνέ χουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φα νῆναι, καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου
然而轉念一想,或許主是願意在如今困擾我們眾教會的無數痛苦之中,賜下這唯一的安慰,才又安排閣下之尊貴威儀重新出現於政事之首;於是我們確實更加喜悅了,因為我們料想在離開這今生之前,至少還能再一次與閣下尊駕相會。
Then, coming to the thought that perhaps the Lord, wishing to grant this one consolation amid the countless woes which now beset our churches, has again arranged that your dignified excellency should appear at the head of affairs, we were indeed the more cheerful, as being about, at least once more before departing this life, to meet with your honored self.
1:3229
Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος
但隨後又有另一個消息傳到我們這裡,說閣下正駐留於安提阿,與各大官署共同處理當前的事務。
But then again another report reached us, that you were residing at Antioch and administering the affairs at hand together with the great officials.
1:3230
Πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοὴ ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονται τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως, ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου τοῦ ἐπισκόπου
除此消息之外,另有傳聞傳到我們耳中,說隸屬保利努斯一派的弟兄們,正與閣下之公正商討與我們合一之事——我所謂的「我們」,是指那位神的僕人、主教梅萊提烏斯所屬的一派。
In addition to this report, word also reached us that the brethren of the party of Paulinus are conferring with your rectitude concerning union with us — I mean us, of the party of the man of God, Meletius the bishop.
1:3231
Οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα, οἱ δὲ καὶ δοκοῦντες εἰδέναι φιλονεικότερον μᾶλλον ἢ ἀληθέστε ρον αὐτοῖς ἐξηγοῦνται
因為有些人對此地的情況全然無知,另有一些人雖自以為知曉,但向他們所作的解釋,與其說是真實,不如說是出於好辯之心。
For some are entirely ignorant of matters here, while others, though they seem to know, explain them more out of contentiousness than truthfulness.
1:3232
Πλὴν ἀλλ' ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἀγνοεῖν τὴν ἀλήθειαν ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν δι' ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτα τος ἐπίσκοπος Ἀθανάσιος
不過,那些人對真相有所不知,甚或有意隱瞞至福的主教阿他那修何以致函保利努斯的緣由,這也不足為奇。
However, it is not unlikely that those men are ignorant of the truth, or even that they conceal the reason for which the most blessed bishop Athanasius came to write to Paulinus.
1:3233
Τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενό μενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι παρακαλοῦμεν ὑπ' αὐτῶν διδαχθῆναι
但既然閣下之完備身邊有能夠準確講述約維安在位期間諸主教之間所發生之事的人,我們懇請閣下能受教於他們。
But since your perfection has there men able to relate accurately what took place among the bishops during the reign of Jovian, we beseech you to be instructed by them.
1:3234
Πλὴν ἀλλ' ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα
然而,既然我們並不指控任何人,只願對眾人懷有愛心,尤其是對信仰之家的人,我們就與那些領受了來自羅馬之書信的人一同歡喜。
Nevertheless, since we accuse no one, but pray to have love toward all, and especially toward those of the household of the faith, we rejoice together with those who have received the letters from Rome.
1:3235
Κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθεύειν αὐτὴν δι' αὐτῶν τῶν ἔργων βεβαιουμέ νην
倘若那書信為他們帶來某種莊重而重大的見證,我們就祈願這見證是真實的,並藉他們自己的行為得以證實。
And if that letter contains for them some solemn and weighty testimony, we pray that it may prove true, being confirmed by their very deeds.
1:3236
πρὸς τὸν τῆς εὐσεβείας σκοπόν
……朝向敬虔之道的目標。
...with a view to the aim of true religion.
1:3237
Ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος ἐπ' αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι, ἀλλ' οὐδ' ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων
至於我,非但不會因某人領受了人的一封書信便自高自大而甘願為此退讓,即便那書信來自諸天本身,只要此人不合乎信仰健全的道理,我也不能將他視為聖徒的同伴。
For as for me, far from ever consenting to be intimidated because someone, having received a letter from men, prides himself greatly upon it, I could not consider him a partaker of the saints even if it came from heaven itself, if he does not conform to the sound doctrine of the faith.
1:3238
Ἐνθυμήθητι γάρ, ὦ θαυμάσιε, ὅτι οἱ παραχαράκται τῆς ἀληθείας, οἱ τὸ Ἀρειανὸν σχίσμα τῇ ὑγιεῖ τῶν Πατέρων ἐπεισάγοντες πίστει, οὐδεμίαν ἄλλην αἰτίαν προβάλλονται τοῦ μὴ παραδέχεσθαι τὸ εὐσεβὲς τῶν Πατέ ρων δόγμα ἢ τὴν τοῦ ὁμοουσίου διάνοιαν, ἣν αὐτοὶ πονη ρῶς καὶ ἐπὶ διαβολῇ τῆς πίστεως ἐξηγοῦνται λέγοντες τὸν Υἱὸν κατὰ τὴν ὑπόστασιν ὁμοούσιον λέγεσθαι παρ' ἡμῶν
請閣下細想,可敬的先生,那些偽造真理的人,即那些將亞流派的分裂帶入教父們健全信仰之中的人,除了藉「同質」(ὁμοούσιος)一詞的含義之外,並無其他理由拒絕教父們敬虔的教義;而他們自己卻惡意地、且為毀謗信仰之故,將此詞解釋為:我們宣稱聖子在位格(ὑπόστασις)上與聖父同質。
For consider, admirable sir, that the counterfeiters of the truth, who introduce the Arian schism into the sound faith of the Fathers, put forward no other reason for not accepting the pious doctrine of the Fathers than the meaning of "homoousios," which they themselves wickedly and to the slander of the faith interpret, saying that we assert the Son to be homoousios according to hypostasis.
1:3239
Οἷς ἐάν τινα δῶμεν ἀφορμὴν ἐκ τοῦ περιφέρεσθαι τοῖς δι' ἁπλότητα μᾶλλον ἢ διὰ κακίαν ταῦτα ἢ τὰ τούτοις παραπλήσια λέγουσιν, οὐδὲν κωλύει καὶ ἡμᾶς ἀναντιρρή τους μὲν δοῦναι καθ' ἑαυτῶν τὰς λαβάς, ἰσχυρὰν δὲ ἐκείνοις κατασκευάσαι τὴν αἵρεσιν, οἷς μία μελέτη ἐστὶν ἐν τοῖς ἐπὶ τῆς Ἐκκλησίας λόγοις οὐ τὰ ἑαυτῶν κατασκευάζειν, ἀλλὰ τὰ ἡμέτερα διαβάλλειν
因此,若我們因隨從那些出於單純而非出於惡意而說出這類話語(或與此相近的話語)的人,而給予他們任何把柄,那我們便無可避免地為自己樹立起無可辯駁的攻擊口實,並使那些人的異端更加壯大——那些人在教會事務的言論上,唯一致力之事並非建立自己的立場,而是毀謗我們的立場。
If, then, we give them any occasion by being carried along with those who say these things, or things similar to these, out of simplicity rather than out of malice, nothing prevents us from furnishing indisputable handles against ourselves, and from strengthening the heresy of those whose one concern, in matters pertaining to the Church, is not to establish their own position, but to slander ours.
1:3240
Τίς δ' ἂν γένοιτο τῆς διαβολῆς ταύτης χαλεπωτέρα καὶ μᾶλλον δυναμένη τοὺς πολλοὺς διασαλεῦσαι, ἢ εἰ φανείησάν τινες ἐξ ἡμῶν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος μίαν ὑπόστασιν λέγοντες, οἳ κἂν πάνυ τὸ τῶν προσώπων διά φορον ἐναργῶς δογματίζωσιν, ἀλλ' οὖν τῷ παρὰ τοῦ Σα βελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος·
還有什麼毀謗比這更嚴重、更能動搖大眾呢?倘若我們當中有人被指稱主張聖父、聖子、聖靈只有一個位格(ὑπόστασις)——縱使他們清楚地教導位格之間的區別,卻仍因薩貝流早已先說過同樣的話而被人搶先扣上罪名,他曾說:
What slander could be more grievous than this, or more able to unsettle the multitude, than if some of us should appear to say that the Father, Son, and Holy Spirit are one hypostasis — men who, even though they clearly teach the distinction of the persons, are nonetheless forestalled by the fact that Sabellius had previously said this same thing, when he said:
1:3241
ἕνα μὲν εἶναι τῇ ὑποστάσει τὸν Θεόν, προσωποποιεῖσθαι δὲ ὑπὸ τῆς Γραφῆς διαφόρως κατὰ τὸ ἰδίωμα τῆς ὑποκειμένης ἑκάστοτε χρείας, καὶ νῦν μὲν τὰς πατρικὰς ἑαυτῷ περιτι θέναι φωνάς, ὅταν τούτου καιρὸς ᾖ τοῦ προσώπου, νῦν δὲ τὰς Υἱῷ πρεπούσας, ὅταν πρὸς τὴν ἡμετέραν ἐπιμέ λειαν ἢ πρὸς ἄλλας τινὰς οἰκονομικὰς ἐνεργείας ὑπο βαίνῃ, νῦν δὲ τὸ τοῦ Πνεύματος ὑποδύεσθαι πρόσωπον, ὅταν ὁ καιρὸς τὰς ἀπὸ τοῦ τοιούτου προσώπου φωνὰς ἀπαιτῇ·
神在位格上原是一,只是依照當下情境所需,被聖經以不同方式賦予不同位格:有時祂為自己披上父的稱謂——當那是父之位格的時機;有時披上子所宜有的稱謂——當祂降卑以顧念我們或成就其他某些經世作為之時;有時又披上聖靈的位格——當時機要求發出屬於此一位格的言辭之時。
that God is one in hypostasis, but is personified variously by Scripture according to the particular character of the need present on each occasion — now assuming for himself the words befitting the Father, whenever it is the occasion for that person; now those befitting the Son, whenever he condescends toward our care or toward certain other dispensational activities; and now putting on the person of the Spirit, whenever the occasion demands the words proper to such a person;
1:3242
Εἰ δὲ δεῖ καὶ ἡμᾶς τὸ δοκοῦν ἡμῖν ἐν βραχεῖ εἰπεῖν, ἐκεῖνο ἐροῦμεν ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν
但若也要我們簡短說出自己的見解,我們要說:共相對於殊相所具有的關係,正是本質(οὐσία)對於位格(ὑπόστασις)所具有的關係。
But if we too must state our opinion briefly, we shall say this: that the relation which the common bears to the particular, this same relation the essence bears to the hypostasis.
1:3243
Ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνά ἐστι καὶ ὁ δεῖνα
因為我們每一個人,一方面藉本質的共同原理而分享「存在」,另一方面又因自身特有的屬性而成為此人或彼人。
For each of us both partakes of being by the common principle of essence, and is such-and-such a one by the properties peculiar to himself.
1:3244
Οὕτω κἀκεῖ ὁ μὲν τῆς οὐσίας λόγος κοινός, οἷον ἡ ἀγαθότης, ἡ θεότης, ἢ εἴ τι ἄλλο νοοῖτο·
同樣地,在那裡,本質的原理是共通的,例如良善、神性,或任何其他可思念之屬性;
So too there, the principle of the essence is common — such as goodness, deity, or whatever else might be conceived;
1:3245
ἡ δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος ἢ τῆς υἱότητος ἢ τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται
而位格則是在父性、子性,或聖化的能力這些特性中被認知。
whereas the hypostasis is contemplated in the property of fatherhood, or of sonship, or of sanctifying power.
1:3246
Εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ πρόσωπα, αὐτόθεν ἔχει ὁ λόγος τὴν ἀτοπίαν·
所以,若他們主張這些位格是「無位格」的,這說法本身便帶有荒謬之處;
If, then, they say that the persons are without hypostasis, the statement itself carries its own absurdity;
1:3247
εἰ δὲ ἐν ὑποστάσει αὐτὰ εἶναι ἀληθινῇ συγχωροῦσιν, ὃ ὁμολογοῦσι, καὶ ἀριθ μείτωσαν, ἵνα καὶ ὁ τοῦ ὁμοουσίου λόγος διαφυλαχθῇ ἐν τῇ ἑνότητι τῆς θεότητος καὶ ἡ τῆς εὐσεβείας ἐπί γνωσις Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων ὑποστάσει κηρύσσηται
但若他們承認這些位格確實存在於真實的位格之中——這正是他們所承認的——那麼他們也應當將之計數,好使「同質」的道理在神性的合一中得以保全,也使敬虔的真知得以宣揚:即聖父、聖子、聖靈,各自都在其完整而全備的位格中被宣講。
but if they concede that they exist in a true hypostasis — which indeed they do confess — let them also number them, so that the principle of homoousios may be preserved in the unity of the Godhead, and the true knowledge of piety may be proclaimed in the complete and perfect hypostasis of each of those named: Father, Son, and Holy Spirit.
1:3248
Ὅμως δὲ ἐκεῖνο βούλομαι πεπεῖσθαι τὴν σεμνότητά σου, ὅτι καὶ σὲ καὶ πάντα τὸν παραπλησίως σοι τῆς ἀληθείας φροντίζοντα καὶ τοὺς ὑπὲρ τῆς εὐσε βείας ἀγωνιζομένους μὴ ἀτιμάζοντα ἀναμένειν δεῖ κα θηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν Ἐκκλησιῶν, οὓς ἐγὼ στύλους καὶ ἑδραίωμα τῆς ἀληθείας τίθεμαι, καὶ τοσούτῳ πλέον αὐτοὺς αἰδοῦμαι ὅσῳ ἂν μακρότερον ἐξοικισθῶσιν ἀντὶ τιμωρίας αὐτοῖς ἐπαγομένου τοῦ χωρισμοῦ
然而,我仍願閣下之尊嚴深信此事:無論是閣下,或任何像閣下一樣關心真理、且不輕視那些為敬虔而奮鬥之人者,都應當等候那些教會的領袖來引領此一合一與和平——我視他們為真理的柱石與根基,且他們被放逐流亡的時日越長,我對他們就越發敬重,因為放逐正是加諸於他們身上、用以代替刑罰的懲處。
Nevertheless, I wish your excellency to be persuaded of this: that both you and everyone who, like you, is concerned for the truth and does not dishonor those who contend for true religion, ought to await, as the leaders of this union and peace, those champions of the Churches whom I hold to be pillars and the foundation of the truth — and I revere them all the more, the longer they remain exiled, since banishment is imposed upon them in place of punishment.
1:3249
Παρακαλῶ οὖν, φύλαξον ἡμῖν σεαυτὸν ἀπρόληπτον, ἵν' ἔχωμέν σοι ἐπαναπαύεσθαι ὃν ἐν πᾶσιν ἡμῖν ὁ Θεὸς βακτηρίαν καὶ ἔρεισμα ἐχαρίσατο
所以我懇求閣下,為我們保持自身不受成見影響,好使我們能夠倚靠閣下安歇——神已將閣下賜給我們眾人,作為我們的拐杖與依靠。
I beseech you, therefore, keep yourself free of prejudice for our sake, that we may have you, whom God has graciously given to us all as a staff and support, in whom to find rest.
1:3250
Τῷ διαψη φιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημοσίῳ δρόμῳ ὁδεύοντι ᾧ καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα
因此我已將此信交予行省長官屬下的稽核官,他正循公共驛路旅行,我也已囑咐他務必首先將此信呈交閣下。
I have therefore given this letter to the auditor of the prefectural staff, who is traveling by the public post, and whom I have also instructed to present the letter to you first of all.
1:3251
Τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντι νουπόλεως μέχρι τῶν καθ' ἡμᾶς ὅρων πολεμίων πεπληρω μένης
至於通往羅馬的道路,我不知為何竟無人向閣下明智之見稟報:此路在冬季完全無法通行,因為從君士坦丁堡直到我們這裡邊界之間的地區,已遍佈敵軍。
As for the road to Rome, I do not know how it is that no one has reported to your intelligence that in winter it is entirely impassable, the country in between, from Constantinople as far as our own borders, being filled with enemies.
1:3252
Εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός·
但若必須取道海路,將會有適當的時機;
But if one must make use of the sea, there will be a suitable season;
1:3253
μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν ὁ θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ὁ ἀδελφός
只是,唯有最蒙神眷愛的主教、我的弟兄格里高利,願意承擔這航程並為此等事務出任使節,方能成行。
only if the most God-beloved bishop Gregory, my brother, will consent to undertake both the voyage and the embassy on behalf of such matters.
1:3254
Ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς Ἐκκλησίας, καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ, τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς παρὰ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει θωπείας ἀνελευθέρου τὸ ἦθος;.τ ΜΕΛΕΤΙΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον
因為就我而言,我既不見有誰願與他同行,也深知他對教會事務全然缺乏經驗;他的同伴之誼,對一個明理之人而言固然值得尊重、大有價值,但對一個高傲超然、彷彿高居某處、因而聽不進下位者向他所說真話的人來說,與這樣一位品格與卑劣諂媚全然無涉之人交往,對公眾之事又能有何益處呢?致安提阿主教梅萊提烏斯。還有許多其他的旅程,也曾使我們遠離故土。
For I, for my part, do not see who would travel with him, and I know him to be entirely without experience in the affairs of the Churches; and while to a fair-minded man his company would be respectable and well worth having, yet to one who is lofty and aloof, seated somewhere on high, and therefore unable to hear the truth spoken to him by those below, what benefit could the common cause derive from conversing with such a man, whose character is utterly foreign to base flattery? TO MELETIUS, BISHOP OF ANTIOCH. Many other journeys, too, have taken us away from our homeland.
1:3255
Καὶ γὰρ μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι
事實上,我們一路行至皮西迪亞,好與當地的主教們共同商定有關以撒烏利亞弟兄們的事務。
For indeed we crossed as far as Pisidia, so as to settle, together with the bishops there, the affairs concerning the brethren in Isauria.
1:3256
Ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου τοῦ ἀδελφοῦ ἡμῶν, ὃ διὰ τὸ προσεγ γίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν
我們也曾前往我們弟兄的那處小莊園,該處因與新凱撒利亞地區相鄰,一方面成了當地諸多騷動的緣由,另一方面也預先給我們招來了諸多侮辱的口實。
We went also as far as the little estate of our brother, which, because of its proximity to the region of Neocaesarea, has both given occasion for much disturbance to the people there, and has furnished us beforehand with grounds for much insult.
1:3257
Οἱ μὲν γὰρ ἔφευγον οὐδενὸς διώκοντος, ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρ' αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι
因為有些人無人追趕卻自行逃避,而我們則被人認為是出於渴望得著他們的稱讚,才不請自來、強行闖入。
For some were fleeing when no one pursued them, while we were thought to be forcing our way in uninvited, out of desire for the praises current among them.
1:3258
Πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλη ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα Τερέντιον, ᾧ ταχέως ἐπέστειλα καθ' ὅσον ἦν μοι δυνατόν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς καὶ διδάσκων τὴν κατ' αὐτοὺς ἀπάτην
除此之外,還有消息傳來,說他們已經說動了那位處處卓越的人物特倫提烏斯,使他熱心為他們奔走;我隨即盡我所能地寫信給他,勸阻他的衝動之舉,並向他說明他們所行的欺瞞。
In addition to these things, it was also reported to us that they had won over, to zealous action on their behalf, that man excellent in every way, Terentius, to whom I promptly wrote, as far as it was possible for me, restraining him from his impulse and instructing him as to the deception practiced by them.
1:3259
τ ΑΜΦΙΛΟΧΙΩ ΠΕΡΙ ΚΑΝΟΝΩΝ Ἀπὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν ( ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν, καὶ κατ' ἐπίσκεψιν τῶν ἐπιτηδείων) καὶ τὸ σῶμά μου συντετριμμένον ἐπα ναγαγὼν καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα
致安菲羅基烏,論教規。我自一趟長途旅行歸來(我曾遠赴本都,為教會事務所需,並探訪相熟友人),將這疲憊不堪的身軀帶回,靈魂也頗受折損;然而當我親手接到閣下虔敬所賜的書信時,便一時忘卻了一切,因為我收到了那對我而言最為甜美的聲音、以及那最摯愛之手所留下的印記。
TO AMPHILOCHIUS, CONCERNING THE CANONS. Having returned from a long journey (for I had gone as far as Pontus for the sake of ecclesiastical needs, and for the purpose of visiting acquaintances), and bringing my body back utterly worn out, and being somewhat afflicted in soul, when I received into my hands the letter of your piety, I forgot everything all at once, having received the tokens of that voice sweetest of all to me, and of that most beloved hand.
1:3260
ποιοῦμαι τὴν συντυχίαν σου, ἣν οἰκονομήσειεν ὁ Ἅγιος γενέσθαι ὅπου ἀνε παχθὲς ᾗ καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ
我正籌畫與閣下相會之事,願聖者親自安排,使這相會得以在毫無負擔之處成就,並由閣下親自召喚我們前往。
I am making plans for a meeting with you, which may the Holy One arrange to take place wherever it may be without burden, and where you yourself may summon us.
1:3261
Καὶ γὰρ οὐ χαλεπόν μοι, εἰ καταλάβοις τὸν οἶκον τὸν ἐπὶ τῆς Εὐφημιάδος, γενέσθαι ὁμοῦ τά τε ὧδε ὀχληρὰ διαφεύγοντι καὶ πρὸς τὴν ἀνυπόκριτόν σου ἀγάπην ἐπειγομένῳ
事實上,若閣下屆時駐留於歐斐彌雅斯的宅邸,對我而言並非難事——我既可藉此逃離此地的紛擾,又可急切奔赴閣下那毫無虛偽的愛。
For indeed it would not be difficult for me, if you should occupy the house at Euphemias, to go there, at once escaping the troubles here and hastening toward your unfeigned love.
1:3262
Τάχα δέ μοι καὶ ἄλλως ἀναγκαίαν ποιεῖ τὴν μέχρι Ναζιανζοῦ ὁδὸν ἡ ἀθρόα τοῦ θεοφιλεστάτου ἐπισκόπου Γρηγορίου ἀναχώρησις, μετὰ ποίας αἰτίας γενομένη ἀγνοουμένη μέχρι τοῦ νῦν
此外,最蒙神所愛的主教格里高利突然離去一事,或許也使我另有理由必須前往納西盎茲一趟——他此番離去究竟出於何種緣故,至今我仍不得而知。
Perhaps, too, the sudden departure of the most God-beloved bishop Gregory makes a journey as far as Nazianzus necessary for me on other grounds as well — a departure whose cause remains unknown to me up to now.
1:3263
Ὁ δὲ ἄνθρωπος, περὶ οὗ κἀγὼ ἤμην διαλεχθεὶς τῇ τελειότητί σου καὶ αὐτὸς νῦν ἤλπισας ἕτοιμον εἶναι, γίνωσκε ὅτι μακρᾷ ἀρρωστίᾳ περιπεσὼν καὶ κάμνων λοιπὸν περὶ αὐτὰς τὰς ὄψεις, ἐκ τοῦ παλαιοῦ πάθους καὶ τῆς ἔναγχος αὐτῷ ἐπισυμβάσης νόσου παντελῶς ἄχρηστος πρὸς τὰς τυχούσας ἐνεργείας ἀπέμεινεν
至於那位我先前曾與閣下之完備談論過、閣下如今也盼望他已準備就緒的人,請知曉:他罹患了一場長期的疾病,如今更在視力方面受苦——因舊疾與近來新添的病症之故,他已完全無法勝任尋常的職務了。
As for the man about whom I too had spoken with your perfection, and whom you yourself now hoped to be ready, know that, having fallen into a long illness and now suffering in his very eyesight, he has, because of both the old affliction and the disease that has recently befallen him, remained entirely useless for ordinary tasks.
1:3264
Ἄλλος δὲ οὐκ ἔστι παρ' ἡμῖν
而我們這裡再無他人可供選派。
But there is no other man available with us.
1:3265
Ὥστε βέλτιον, εἰ καὶ ἡμῖν ἐπέτρεψαν τὸ πρᾶγμα, ἀλλ' οὖν ἐξ αὐτῶν ἐκείνων τινὰ προβληθῆναι
因此,即便他們已將此事委託於我們,倒不如從他們自己人當中揀選一人推舉出來,更為妥當。
So it would be better, even though they left the matter to us, that someone from among those very people be put forward.
1:3266
Καὶ γὰρ ἡγεῖσθαι χρὴ ταῦτα μὲν τῆς ἀνάγκης εἶναι τὰ ῥήματα, τὴν δὲ ψυχὴν αὐτῶν ἐκεῖνο βούλεσθαι ὅπερ ἐξ ἀρχῆς ἐπεζήτησαν, οἰκεῖον εἶναι τὸν καθηγούμενον
因為我們必須明白,這些話語不過是出於情勢所迫;而他們內心真正的意願,仍是他們從一開始就尋求的:即讓帶領他們的人是他們自己人。
For indeed one must consider that these words are the words of necessity, while their true wish, in their heart, is that which they sought from the beginning: that their leader be one of their own.
1:3267
Εἰ δέ ἐστί τις τῶν νεοφω τίστων, κἂν δοκῇ τῷ Μακεδονίῳ κἂν μή, ἐκεῖνος προ βληθήτω
但若他們當中有一位新受洗者,無論馬其頓尼烏是否贊同,都應推舉此人。
But if there is one among the newly baptized, whether it be pleasing to Macedonius or not, let him be put forward.
1:3268
Τυπώσεις δὲ αὐτὸν πρὸς τὸ δέον, τοῦ ἐν πᾶσι συνεργοῦντός σοι Κυρίου καὶ τὴν εἰς τοῦτο χάριν παρε χομένου
閣下當按照當行之道教導培育他,那在萬事上與閣下同工的主,必也為此賜下所需的恩典。
And you shall form him as is fitting, the Lord who cooperates with you in all things also supplying the grace needed for this.
1:3269
Τὸ κατὰ τοὺς κληρικοὺς ἀδιορίστως οἱ κανόνες ἐξέθεντο κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρί ζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν εἴτε καὶ ἀχειροθέτῳ ὑπηρεσίᾳ προσκαρ τεροῖεν
關於神職人員,教規已無區別地訂立規範,命令對犯罪跌倒之人只設定一種懲罰,即革除其職務——無論他們身居聖秩之列,或僅是持守未經按手之職務者,皆同。
Regarding the clergy, the canons have set forth the rule without distinction, commanding that a single punishment be determined for those who have fallen: deposition from ministry, whether they happen to hold a rank or persevere in an unordained ministry.
1:3270
Ἡ τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα, εἰ μὲν οὖν δυναμένη περισώσασθαι κατεφρόνησεν ἢ συγκαλύψειν τὴν ἁμαρτίαν ἐντεῦθεν νομίζουσα ἢ ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω
若有婦人在旅途中疏忽了腹中胎兒——倘若她本能設法保全卻棄之不顧,或以為藉此可掩蓋其罪,或完全出於一種殘忍不仁的心思而如此行——則應以殺人之罪論處。
A woman who neglects her unborn child while on a journey — if, being able to preserve it, she disregarded it, either thinking thereby to conceal her sin, or acting altogether out of a brutish and inhuman reasoning — let her be judged as for murder.
1:3271
Εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι καὶ δι' ἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ ἡ μήτηρ
但若她實在無法照料,而所生之子是因孤立無援、缺乏必需之物而夭亡,則其母當獲寬恕。
But if she was unable to attend to it, and the child perished through desolation and lack of necessities, the mother is to be pardoned.
1:3272
Ἡ χήρα δούλη τάχα οὐ μέγα ἔπταισεν, ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς
一名寡居的女奴,若以「被擄」之名義而選擇再婚,其過犯或許並不算重大。
A widowed female slave has perhaps not committed a great fault in choosing a second marriage under the guise of abduction.
1:3273
Ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή
因此,就此事而言,並無需對她加以指控。
So that on this account no charge need be brought against her.
1:3274
Οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλ' ἡ προαίρεσις
因為受審判的並非外在的形式,而是內心的意圖。
For it is not the outward forms that are judged, but the intention.
1:3275
Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνου οἶδα ἐπιστείλας τῇ θεοσεβείᾳ σου κατὰ τὸ ἐμοὶ δυνατὸν καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι, τῆς δὲ σῆς συνέσεώς ἐστι κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπι τίμια ἢ καὶ ὑφεῖναι
關於非故意殺人各種情形之區別,我記得先前已按我所能地寫信告知閣下虔敬之心,如今我也無法再多說什麼;至於是否應依各情況的特殊性質,加重或減輕懲罰,則屬閣下明智判斷之事。
I know that some time ago I wrote to your piety concerning the distinctions among involuntary homicides, as far as was possible for me, and I am able to say nothing more than what was said then; but it belongs to your own discernment, according to the particular character of each circumstance, either to intensify the penances or to relax them.
1:3276
Οἱ τοῖς λῃσταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες, τῆς κοινωνίας εἴργονται τοῦ ἀγαθοῦ·
凡出手抵抗盜賊之人,若身為平信徒,則被禁止領受美善之聖事(聖體);
Those who go out to resist robbers, if they are laymen, are excluded from the communion of the Good;
1:3277
κληρικοὶ δὲ ὄντες, τοῦ βαθμοῦ καθαιροῦνται
若身為神職人員,則革除其聖職品級。
but if they are clergy, they are deposed from their rank.
1:3278
Πᾶς γάρ, φησίν, ὁ λαβὼν μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται
因為經上說:「凡動刀的,必死在刀下。」
For it is said, "All who take the sword shall perish by the sword."
1:3279
Ὁ ἑκουσίως φονεύσας, μετὰ δὲ τοῦτο μεταμεληθείς, εἴκοσιν ἔτεσιν ἀκοινώνητος ἔσται τοῖς ἁγιάσμασι
凡故意殺人、其後又懊悔悔改者,二十年內不得領受聖事。
He who has committed murder voluntarily, but afterward repented, shall be excluded from the holy mysteries for twenty years.
1:3280
Τὰ δὲ εἴκοσιν ἔτη οὕτως οἰκονομηθήσεται ἐπ' αὐτῷ
而這二十年的懲戒期,應按以下方式為他安排。
And the twenty years shall be dispensed for him as follows.
1:3281
Ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν
首四年,他必須站在祈禱所(教堂)門外哭泣哀求,懇請進堂的信眾為他代禱,並公開承認自己的罪過。
For four years he must weep, standing outside the door of the house of prayer, and begging the faithful as they enter to make prayer on his behalf, confessing his own transgression.
1:3282
Μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τοὺς ἀκροωμένους δεχθήσεται καὶ ἐν πέντε ἔτεσι μετ' αὐτῶν ἐξελεύσεται
四年之後,他將被納入「聽道者」之列,並在五年之間與他們一同(於講道後)退出。
After the four years, he shall be received among the hearers, and for five years he shall go out together with them.
1:3283
Ἐν ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται
七年之間,他將與「跪禱者」一同祈禱,隨後退出。
For seven years he shall pray among those in prostration, and then go out with them.
1:3284
Ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται
四年之間,他將僅與信徒一同站立,但不得領受祭獻(聖餐)。
For four years he shall stand together with the faithful only, but shall not partake of the offering.
1:3285
Πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων
待這些期限期滿之後,他方可領受聖事。
And when these years have been completed, he shall partake of the holy things.
1:3286
Ὁ ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων
凡非故意殺人者,十年內不得領受聖事。
He who has committed involuntary homicide shall be excluded from the holy mysteries for ten years.
1:3287
Οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπ' αὐτῷ οὕτω
而這十年,應按以下方式為他安排。
And the ten years shall be dispensed for him thus.
1:3288
Ὁ μοιχεύσας ἐν δέκα καὶ πέντε ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων·
凡犯姦淫者,十五年內不得領受聖事;
He who has committed adultery shall be excluded from the holy mysteries for fifteen years;
1:3289
ἐν τέσσαρσι μὲν προσκλαίων ἔτεσιν, ἐν πέντε δὲ ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας
哭泣期四年,聽道期五年,跪禱期四年,同立期二年而不領聖餐。
weeping for four years, hearing for five, prostrate for four, and standing together with the faithful without communion for two.
1:3290
Ὁ πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων·
凡犯淫亂(未婚性行為)者,七年內不得領受聖事;
He who has committed fornication shall be excluded from the holy mysteries for seven years;
1:3291
δύο προσκλαίων, καὶ δύο ἀκροώμενος, καὶ δύο ὑποπίπτων, καὶ ἑνὶ συνεστὼς μόνον·
哭泣兩年,聽道兩年,俯伏兩年,同立僅一年;
weeping for two years, and hearing for two years, and prostrate for two years, and standing with the faithful for only one year;
1:3292
τῷ ὀγδόῳ δεχθήσεται εἰς τὴν κοινωνίαν
至第八年,方得蒙接納進入聖餐之團契。
in the eighth year he shall be received into communion.
1:3293
ὁμολογήσασα, καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας, τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθ' ἑαυτὴν ζωῆς πληρώσει
既已承認己過,又從所許之願中墮落,她將按其自身生活之情況酌情處置,補足犯姦淫之罪所定之年限。
Having confessed, and having fallen from her profession, she shall fulfill the time appointed for the sin of adultery, according to the dispensation proper to the course of her own life.
1:3294
Τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων, καὶ ἐκπι πτόντων
凡許身修道生活而後墮落者,亦同此例。
The same applies also in the case of those who have professed the monastic life and have fallen away.
1:3295
Ὁ κλέψας, εἰ μὲν ἀφ' ἑαυτοῦ μεταμεληθεὶς κατη γορήσειεν ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνον τῆς κοι νωνίας τῶν ἁγιασμάτων·
行竊者,若出於己意,悔悟而自首認罪,僅需一年不得領受聖物之團契;
He who has stolen, if of his own accord, having repented, he accuses himself, shall be barred from the communion of the holy things for one year only;
1:3296
εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσι
但若是被人揭發,則需兩年。
but if he is convicted by others, for two years.
1:3297
Μερισθήσεται δὲ αὐτῷ ὁ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν, καὶ τότε ἀξιούσθω τῆς κοινωνίας
此期限將分為俯伏期與同立期,屆時方得蒙准領受聖餐。
And the time shall be divided for him between prostration and standing-with, and then let him be deemed worthy of communion.
1:3298
Ὁ τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρσεσιν ἐπιδεικνύμενος τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομη θήσεται
在男子身上顯露猥褻之行者,其應受懲治之年限,與犯姦淫者相同。
He who practices indecency with males shall be subjected to the same period as one who transgresses in adultery.
1:3299
Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται
在無理性之畜類身上犯瀆神之罪而自首者,於同樣之年限內認罪,並受監察。
He who confesses his impious act with irrational beasts shall confess for the same time, being kept under close watch.
1:3300
Ὁ ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται·
犯偽誓者,十年不得領受聖餐;
The perjurer shall be excommunicated for ten years;
1:3301
δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑπο πίπτων, ἐνιαυτὸν συνεστὼς μόνον, καὶ τότε τῆς κοινωνίας ἀξιούμενος
兩年哭泣,三年聽道,四年俯伏,僅一年同立,而後方得蒙准領受聖餐。
weeping for two years, hearing for three, prostrate for four, standing with the faithful for one year only, and then being deemed worthy of communion.
1:3302
Ὁ γοητείαν ἢ φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομούμενος ὡς ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας
行邪術或用毒藥而自首者,應按殺人者之年限認罪懺悔,如同自證犯此罪者一般受酌情處置。
He who confesses sorcery or the use of poisons shall do penance for the time appointed for a murderer, being dealt with in the same way as one who has convicted himself of that sin.
1:3303
Ὁ τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται·
盜墓者,十年不得領受聖餐;
The grave-robber shall be excommunicated for ten years;
1:3304
ἐν δυσὶ προσκλαίων, ἐν τρισὶν ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστώς, καὶ τότε δεχθησόμενος
兩年哭泣,三年聽道,四年俯伏,一年同立,而後方得蒙接納。
weeping for two years, hearing for three, prostrate for four, standing with the faithful for one year, and then to be received.
1:3305
Ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολο γήσεται
與親姊妹亂倫者,應按殺人者之年限認罪懺悔。
Incest with one's own sister shall be confessed for the time appointed for a murderer.
1:3306
Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώ πων στάσις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται
凡在禁止結親之親屬關係中成婚者,若被查出乃是罪中所生,應受犯姦淫者之刑罰。
The union of persons in forbidden degrees of kinship for marriage, if it is discovered to have arisen from sins, shall receive the penalties of adulterers.
1:3307
Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀπρόκοπος
誦經者若在婚前與其未婚妻同房,應停止誦經之職一年,而後獲准恢復,但仍留任原職,不得升遷。
If a reader has had relations with his betrothed before marriage, having ceased from reading for one year, he shall be received back, remaining without advancement.
1:3308
Κλεψιγαμήσας δὲ ἄνευ μνηστείας παυθήσεται τῆς ὑπηρεσίας
若未經訂婚而私自成婚(竊婚)者,應停止其職務。
But if he has stolen a marriage without a betrothal, he shall be removed from his ministry.
1:3309
Τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος
司祭亦同此例。
And the same applies also to a presbyter.
1:3310
Εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρεθήσεται
若查出有人所犯之罪甚於此,無論其居何等級,皆應革職。
But if anyone is found to have sinned beyond this, whatever rank he may hold, he shall be deposed.
1:3311
Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτη μάτων καὶ μὴ ὁμολογήσας, ἀλλ' ἐλεγχθείς, τοῦ τοσούτου χρόνου εἰς ὃν ὁ ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ
凡知悉他人犯上述諸罪而未自首、卻被人揭發者,其本人亦應受與作惡者相同年限之懲罰。
He who has knowledge of any of the aforesaid sins and does not confess it, but is convicted, shall himself be under the same penalty for as long a time as the doer of the evil was penanced.
1:3312
Ὁ μάντεσιν ἑαυτὸν ἐπιδοὺς ἤ τισι τοιούτοις τὸν χρόνον τῶν φονέων καὶ αὐτὸς οἰκονομηθήσεται
凡求助於占卜者或類似之人者,其本人亦應按殺人者之年限受懲治。
He who has given himself over to diviners or to any such persons shall himself also be dealt with for the time appointed for murderers.
1:3313
Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει, καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ᾧ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας
凡背棄基督、違犯救恩奧祕者,應終身哭泣哀哭,並有義務隨時認罪;惟至臨終之時,因信靠神之慈愛,方得蒙准領受聖事。
He who has denied Christ and transgressed the mystery of salvation ought to weep for the whole time of his life, and is bound to make confession, being deemed worthy of the sanctified rite at the moment he departs this life, through faith in the loving-kindness of God.
1:3314
Ἐὰν μέντοι γε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμέ νοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολο γούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο τὸ ὑπερ βάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώ σεως ἄξιος, τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν
然而,凡曾犯上述諸罪者,若懇切認罪,那蒙神慈愛所託付、有權釋放與捆綁之人,若見悔罪者認罪之心懇切異常,因而更加慈憫,減少其懲罰之年限,亦不應受責難;因聖經之記載使我們知道,那以更大痛苦認罪者,必迅速蒙神之慈愛所悅納。
If, however, each of those who have fallen into the aforesaid sins becomes earnest in confessing, he who has been entrusted by the loving-kindness of God with the power to loose and to bind, should he, seeing the surpassing earnestness of the confession of the one who has sinned, become more merciful so as to lessen the time of the penalties, shall not be worthy of condemnation, since the history recorded in the Scriptures makes known to us that those who confess with greater anguish quickly obtain the loving-kindness of God.
1:3315
Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως
凡與己之同父或同母之姊妹犯亂倫之罪者,不得准其進入禱告之所,直至其脫離此違法悖理之行為為止。
He who has defiled himself with his own sister, whether by father or by mother, shall not be permitted to be present in the house of prayer, until he has desisted from the unlawful and forbidden act.
1:3316
Μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκὼς καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς Κύριον τὰς δεήσεις
待其對此可畏之罪有所省悟悔悟後,應哭泣三年,立於禱告所之門外,懇求前來禱告之百姓,使各人皆懷憐憫之心,為他懇切向主祈求。
But after coming to a realization of the fearful sin, let him weep for three years, standing at the door of the houses of prayer and beseeching the people entering for prayer, so that each one, with compassion, may make fervent supplications to the Lord on his behalf.
1:3317
Μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ καταξιούσθω προσευχῆς
此後,再有三年僅准其聽道,聽讀經文與教導後即應離去,不得准其一同祈禱。
After this, let him be admitted for another three years to hearing only, and, hearing the Scriptures and the teaching, let him be cast out and not be deemed worthy of prayer.
1:3318
Ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συν τριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ἡ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι
其後,若他確實含淚尋求,並以痛悔破碎之心與極深之謙卑俯伏於主前,則准他俯伏三年,
Then, if indeed he has sought it with tears and fallen before the Lord with contrition of heart and deep humility, let prostration be granted to him for another three years,
1:3319
χωρὶς προσφορᾶς, καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας
此期間不領聖體,其後再有兩年與信徒同立祈禱,如此方得准領受美善之團契聖餐。
without the offering; and for two years standing with the faithful in prayer, thus at last let him be deemed worthy of the communion of the good gift.
1:3320
Ὁ αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων
凡娶己之兒媳者,亦適用同一準則。
The same pattern applies also concerning those who take their own daughters-in-law.
1:3321
Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφ θεῖσαν γυναῖκα καὶ ἑτέραν ἀγόμενος κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι
然而,凡休棄依律合法所娶之妻、另娶他人者,按主之判決,應受犯姦淫之罪責。
He, however, who abandons the wife lawfully joined to him and takes another, according to the Lord's judgment, is liable to the charge of adultery.
1:3322
Κεκανό νισται δὲ παρὰ τῶν Πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς, καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν
我等教父已定此規:此等人應哭泣一年,聽道兩年,俯伏三年,至第七年方與信徒同立,如此若含淚悔改,方得准領受聖餐。
It has been established as a canon by our Fathers that such persons weep for one year, hear for two years, prostrate for three years, and in the seventh stand with the faithful, and thus be deemed worthy of the offering, if they repent with tears.
1:3323
Ὁ αὐτὸς δὲ τύπος κρατείτω καὶ ἐπὶ τῶν δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφό ρους χρόνους
凡娶兩姊妹為妻者,縱使先後於不同時期娶之,亦當遵守此同一準則。
Let the same pattern also hold for those who take two sisters into marriage, even if at different times.
1:3324
Οἱ δὲ ταῖς μητρυιαῖς ἑαυτῶν ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧ καὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι
凡對己之繼母生淫念者,亦受與對己姊妹生淫念者相同之法規約束。
Those who lust after their own stepmothers are subject to the same canon as those who lust after their own sisters.
1:3325
Τὴν δὲ πολυγαμίαν οἱ Πατέρες ἀπεσιώπησαν ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώ πων
至於多妻之事,教父們略而不論,視之為近乎獸類、完全悖離人類本性之事。
But the Fathers passed over polygamy in silence, as bestial and altogether foreign to the race of mankind.
1:3326
Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς τελέ σαντες καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν Πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν
由於在蠻族入侵之際,許多人背棄對神之信仰,行了外邦之誓,並嚐了獻於偶像巫術之不潔之物,此等人應按我等教父先前所頒之法規予以酌情處置。
Since many, in the invasion of the barbarians, transgressed the faith in God, performing pagan oaths and tasting certain forbidden things offered to them among the magical idols, let these be dealt with according to the canons already set forth by our Fathers.
1:3327
Οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες καὶ μὴ φέροντες τοὺς πόνους καὶ αἰκι σθέντες πρὸς τὴν ἄρνησιν ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι, καὶ ἐν τρισὶν ὑποπε σόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν
凡因酷刑所迫、不堪忍受痛苦、被虐待而致否認信仰者,應三年不得參與聚會,兩年聽道,三年俯伏,如此方得准領受聖餐;
For those who endured harsh compulsion from tortures, and, not bearing the pains, were maltreated into denial, are to be unreceived for three years, and to hear for two, and having prostrated for three, thus to be received into communion;
1:3328
Οἱ δὲ ἄνευ ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων καὶ ὀμόσαντες ὅρκους Ἑλληνικοὺς ἐκβάλλεσθαι μὲν ἐν τρισὶν ἔτεσι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι, ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν τρισὶν ἔτεσι, καὶ ἐν ἄλλοις τρισὶ συστάντας τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ
然而,未受重大強迫、竟自背棄對神之信仰、觸犯魔鬼之筵席、並起希臘式(外邦)誓言者,應三年被逐,兩年聽道,三年俯伏祈禱,另三年與信徒同立祈禱,如此方得准領受美善之聖餐。
but those who, without great compulsion, betrayed the faith in God and touched the table of the demons and swore Greek oaths, are to be cast out for three years, and to hear for two, and having prayed in prostration for three years, and standing with the faithful in prayer for another three, thus to be admitted to the communion of the good gift.
1:3329
Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται τοῖς ἐπιτιμίοις, ὥστε μετὰ ἓξ ἔτη εἶναι αὐτοὺς δεκτούς
至於犯偽誓者,若係因暴力脅迫而違背誓言,則受較輕之懲罰,六年之後即可蒙接納;
And concerning those who have committed perjury, if they violated their oaths under force and compulsion, they are subject to lighter penalties, so that after six years they are received;
1:3330
Εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παρα δεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετά νοιαν ἐπιδειξάμενοι ἀποκατασταθήσονται εἰς τὴν κοινω νίαν τοῦ σώματος τοῦ Χριστοῦ
但若未受脅迫而背棄己之信仰,則應兩年哭泣,兩年聽道,五年俯伏祈禱,另兩年准其加入禱告之團契而不領聖體;如此最後——即彼等顯出可觀之悔改後——方得恢復領受基督聖體之團契。
but if, without compulsion, having betrayed their own faith, having wept for two years, and heard for two years, and prayed in prostration for five, and for another two been admitted to the communion of prayer without the offering, thus at last, having shown notable repentance, they shall be restored to the communion of the Body of Christ.
1:3331
Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐξακολουθοῦντες ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν καὶ καθάρσει ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας
凡行占卜、隨從外邦習俗、或引人入己家中以尋求巫術與潔淨之法者,應受六年之法規約束:
Those who practice divination and follow the customs of the pagans, or who bring certain persons into their own houses for the discovery of sorceries and for purification, let them fall under the canon of six years:
1:3332
Ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν τρισὶν ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν
哭泣一年,聽道一年,俯伏三年,與信徒同立一年,而後方得蒙接納。
having wept for one year, and heard for one year, and prostrated for three years, and stood with the faithful for one year, thus let them be received.
1:3333
Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς. δοκιμάζεσθαι τῆς μετανοίας
凡此種種,我等所以書寫,乃為要察驗悔改之果實。
But we write all these things so that the fruits of repentance may be tested.
1:3334
Οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσ έχομεν
因為我等判斷此類事情,並非全然以年限為準,乃是留意悔改之方式。
For we do not judge such matters altogether by time, but we pay attention to the manner of repentance.
1:3335
Ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ κατα δέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος
然而,若彼等固執己習、難以割捨,寧願服事肉體之私慾而不願服事主,且不肯接受合乎福音之生活,我等便與彼等再無共同可言之處。
But if they cling stubbornly to their own habits and wish rather to be enslaved to the pleasures of the flesh than to the Lord, and do not accept the life according to the Gospel, we have no common account with them.
1:3336
Ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν ὅτι·
因為我等在悖逆頂撞之百姓中蒙教導,聽聞這話:
For we have been taught, being among a disobedient and gainsaying people, to hear this:
1:3337
Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν
「你要逃命,救你自己的性命。」
"In escaping, save your own life."
1:3338
Μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις, ἀλλὰ φοβη θέντες τὸ βαρὺ κρίμα καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀντα ποδόσεως τοῦ Κυρίου πρὸ ὀφθαλμῶν λαβόντες, μὴ θελή σωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι
所以,我們切不可與此等人同歸滅亡,反倒應懼怕那沉重之審判,將主報應之可畏日子置於眼前,不願與他人之罪同歸滅亡。
Let us not, then, consent to perish together with such people, but fearing the heavy judgment and setting before our eyes the fearful day of the Lord's recompense, let us not be willing to perish along with the sins of others.
1:3339
καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες·
並被交付於四散離之境地,因那些頂著基督之名者竟敢行這些事;
and it was given over to dispersion, because those who carried about the name of Christ dared to do these things;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。