📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 書信集

書信集 第 1 章 第 1/32 段

希臘文原文.172 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:172(全章共 5111 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
ΕΥΣΤΑΘΙΩ ΦΙΛΟΣΟΦΩ. Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς τύχης ἐπη ρείας, παρ' ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι
致哲學家歐斯塔修。我早已對命運的欺凌感到疲憊——因此命運之故,總有障礙使我無法與你相聚——而你竟以書信奇妙地將我唤回,並加以安慰。
To Eustathius the Philosopher. When I had already grown weary of the assaults of fortune — from which some obstacle has always arisen to prevent my being with you — you wonderfully recalled and comforted me by your letter.
1:2
Καὶ γάρ πως ἤδη καὶ κατ' ἐμαυτὸν ἔστρεφον μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη ἡ καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι·
因為我心中其實已在反覆思量:眾人所常說的那句話是否為真,即:有某種必然與命運,主宰著我們大小諸事,而我們人類本身其實對任何事都作不了主;
For indeed I had already begun turning over in my own mind whether that which is commonly repeated by the many might be true — that there is a certain necessity and fate which governs both the small and the great affairs of our lives, and that we men are masters of nothing;
1:3
ἤ, εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον
若非如此,則必是某種命運全然驅使著人的一生。
or, if not this, that some kind of fortune altogether drives the life of man.
1:4
Καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας ὑφ' ὧν εἰς αὐτοὺς προήχθην μάθῃς
而你對我這些想法必會大加寬恕,一旦你得知是什麼緣由使我陷入其中。
And you will grant much pardon for these reasonings of mine, once you learn the causes which led me to them.
1:5
Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας ὑπεριδὼν τῶν ἐκεῖ
我因你哲學的美名而離開雅典,將那裡的一切都置之度外。
I left Athens because of the fame of your philosophy, disdaining what was there.
1:6
Παρέδραμον δὲ τὴν ἐφ' Ἑλλησπόντῳ πόλιν ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη
我經過赫勒斯滂海峽旁的那座城市,比任何奧德修斯經過塞壬歌聲時還要毫不停留。
I passed by the city on the Hellespont as no Odysseus ever passed the songs of the Sirens.
1:7
Καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην
我固然讚嘆亞細亞,但仍急切奔赴那蘊藏其中種種美好之事的都城。
And I admired Asia indeed, but I hastened on toward the metropolis of the good things within it.
1:8
Ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα καὶ σὲ ἐν αὐτῇ τὸ μέγα ὄφελος ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορ μαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων
然而當我抵達你的故鄉,在那裡尋找你——我所盼望的最大益處——卻遍尋不獲之後,從此便接連不斷地遭遇各種意想不到的阻礙之緣由。
But when I reached your homeland and, seeking you there as the great benefit I hoped for, did not find you, from that point on many and varied occasions of unexpected hindrances befell me.
1:9
Ἢ γὰρ ἀσθενεῖν πάντως ἔδει καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἢ ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι, ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα οὐκ ἔχειν συνεῖναι τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι
因為不是我必然生病因而被留下,就是當你啟程前往東方時,我卻無法與你同行;及至我歷盡千辛萬苦終於抵達敘利亞時,那位哲人卻已啟程前往埃及人那裡,我仍無法與他相聚。
For either I was bound to fall ill and so be left behind, or, when you set out for the East, I was unable to depart with you, and then, at last reaching Syria after countless toils, I found myself unable to be with the philosopher, who had set off for Egypt.
1:10
Πάλιν οὖν ἔδει Αἴγυπτόνδε ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδ' ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν
於是我又不得不前往埃及——那是一條漫長而艱苦的路途——即使如此,我仍未能達成我殷切追求之事。
So again I had to go to Egypt, a long and grievous road, and not even there obtain what I so earnestly sought.
1:11
Ἀλλ' οὕτω δύσερως ἦν ὥστε ἢ τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων (ἦλθες γὰρ κἀκεῖσε, τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος), ἢ αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη
然而我這份愛慕竟是如此命途多舛,以致我不是得繼續前往波斯人之地、深入蠻邦盡可能之遠處(因為你竟也去了那裡——那惡魔的敵意何其之大!),就是得留在亞歷山大城中枯坐,而後者正是實際發生的事。
But so ill-starred was my love that I must either travel on to the Persians and press forward as far as possible into the land of the barbarians (for you had gone there too — so great was the spite of the demon!), or else remain seated there in the city of Alexander, which is in fact what happened.
1:12
Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς αὐτῆς χώρας διάγοντι συγγενέσθαι οὐκ ἐξεγέ νετο, μακραῖς ἀρρωστίαις ἐξειργομένῳ·
何必多言呢?最終,如今雖同居一地,我卻仍無法與你相聚,因久病纏身而受阻;
But why need I say much more? At last, now that we are dwelling in the same country, it has still not been possible for me to be with you, hindered as I am by prolonged illnesses;
1:13
αἵ, εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα
若這些疾病此後不能稍加緩解,那麼即便到了冬天,我恐怕也無法與您這位博學之士相聚。
and unless these become at least somewhat milder from now on, I shall not even be able to be with your eloquence during the winter.
1:14
Ταῦτα οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; Ταῦτα οὐκ ἀνάγκης; Ταῦτα οὐχί, μικροῦ δεῖν, καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; Ἀλλ', ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμ μασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμι γνώμης
這一切難道不正如你自己或許會說的、命運的作為嗎?這難道不是必然的作為嗎?這難道不是幾乎超越了詩人們有關坦塔洛斯的神話嗎?但正如我所說,因著你的書信,我心已釋然,不再持守先前那樣的看法。
Are these not, as you yourself might say, the works of fate? Are these not the works of necessity? Do these not, well-nigh, surpass even the poets' myths about Tantalus? But, as I said, I have become easier in mind through your letter, and I am no longer of the same opinion.
1:15
Φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν Καὶ δὴ οὖν καὶ ἡμῖν, εἰ μὲν παράσχοι τὸ συνεῖναί σοι, ταῦτ' ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα
我要說,神賜下美善之事時,我們理當感謝;祂暫時保留之時,我們也不應心生不悅。因此,就我們而言,倘若神賜予我們與你相聚的機會,我們將視此為既至善又至樂之事;
I say that we ought to give thanks to God when He gives good things, and not to be vexed when He withholds them for a season. And so, for our part, if He should grant that we be together with you, we shall consider this both best and most delightful;
1:16
Εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν
但若祂延遲此事,我們也將平靜地承受這損失。
but if He should defer it, we shall bear the loss with equanimity.
1:17
Ἄμεινον γάρ που πάντως ἢ ὡς ἂν ἡμεῖς προϊ δοίμεθα διοικεῖ τὰ ἡμέτερα
因為祂管理我們的事務,必然遠勝過我們自己所能預料的。
For surely He governs our affairs altogether better than we ourselves could foresee.
1:18
τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ. Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι
致摯友貴格利。我一眼便認出你的信,正如人們藉由子女與父母相似之處來辨認朋友的孩子一般。
To Gregory, my Companion. I recognized your letter, just as those who recognize the children of their friends by the resemblance that appears in them to their parents.
1:19
Τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθ' ἡμῶν βίον, πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθοις καὶ τῆς διαγωγῆς, σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς, τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἀποκειμένην ἡμῖν μακαριότητα
你說:此地的環境並不足以在你尚未得知此地生活方式與言行舉止之前,就在你靈魂中激起與我們同住的衝動——這番想法確實是與你及你靈魂相稱之語,因為你的靈魂視此世一切皆如無物,相較於為我們存留在應許中的那份福樂。
For to say that the arrangement of the place is not impressive enough to stir any impulse in your soul toward life with us, before you have learned something of the manner and conduct of life here — this was indeed a thought worthy of you and of your soul, which counts all things here as nothing in comparison with the blessedness laid up for us in the promises.
1:20
Ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχα τιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι
至於我自己,我實在羞於下筆描述我在這荒僻邊陲之地,日夜所作的一切。
As for myself, I am ashamed to write of what I actually do here on this remote frontier, night and day.
1:21
Κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην
我固然已離棄城中種種活動——那萬惡之源——但我卻尚未能離棄我自己。
For I have indeed left behind the pursuits of the city as the source of countless evils, but I have not yet been able to leave myself behind.
1:22
Ἀλλ' ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν·
我倒像那些在海上因缺乏航海經驗而暈眩嘔吐、幾近崩潰的人;
But I am like those at sea who, through inexperience in sailing, are overcome and made seasick;
1:23
οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν, ὡς πολὺν τὸν σάλον παρεχο μένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται, συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή
他們埋怨大船因體積龐大而搖晃劇烈,於是轉乘小艇或輕舟,卻仍然到處暈船、束手無策,因為那噁心與反胃始終如影隨形,跟著他們到任何地方。
who complain of the size of the ship as producing much rolling, and then, transferring to the ship's boat or the skiff, are seasick and helpless everywhere alike, for the nausea and the bile go along with them wherever they go.
1:24
Τοιοῦτον οὖν τι καὶ τὸ ἡμέ τερον
我自己的情況也正是如此。
Such, then, is also our own case.
1:25
Τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης
因為我們無論走到哪裡,都隨身帶著內心的種種情慾,同樣的紛擾也跟隨我們到處而去,以致我們從這片曠野中並未獲得多大的益處。
For carrying about with us everywhere the passions that dwell within us, we are attended everywhere by the same disturbances, so that we have gained no great benefit from this solitude.
1:26
Ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτη ρίαν καθηγησαμένου·
然而,我們所當行之事、以及我們本可藉以緊隨那位引領我們得救之主腳蹤的途徑——
What we ought, however, to be doing, and from what source it would have been possible for us to hold fast to the footsteps of Him who has led the way to salvation —
1:27
Εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι, ταῦτά ἐστιν
因為主說:「若有人要跟從我,就當捨己,背起他的十字架來跟從我」——這正是其所指。
For, as He says, "If any man will come after me, let him deny himself, and take up his cross, and follow me" — this is what it is.
1:28
Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει
理當努力使心思保持於寂靜之中。
It is fitting to strive to keep the mind in stillness.
1:29
Ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρατῷ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν·
正如一雙眼睛若不斷轉動,時而左右環顧,時而頻頻上下轉移,便無法清晰看見眼前之物;唯有目光凝定於所見之物,方能使其觀看清晰分明——
For just as an eye that is continually turning about, now roving to the sides, now shifting frequently upward and downward, cannot see clearly the object before it, but the gaze must be fixed steadily upon what is visible if it is to make its viewing distinct —
1:30
οὕτω καὶ νοῦν ἀνθρώπου, ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον, ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ
同樣,人的心思若被世上無數的憂慮牽扯來去,也不可能清晰地凝視真理。
so too it is impossible for the mind of man, dragged about by countless worldly cares, to gaze clearly upon the truth.
1:31
Ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου κατεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι, τὸν δὲ ἤδη συγκατειργ μένον ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντίδων ἐκδέχεται·
尚未受婚姻枷鎖束縛之人,會被狂烈的慾望、難以克制的衝動、以及種種不幸的愛慾所困擾;而已與配偶結為連理之人,則有另一種紛擾的憂慮等待著他:
For the one not yet bound by the fetters of marriage is troubled by raging desires and impulses hard to restrain, and certain ill-starred passions of love; while the one already yoked together with a wife has a different tumult of cares awaiting him:
1:32
ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία·
無子嗣時,渴望得子;
in childlessness, the longing for children;
1:33
ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστη ρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις
一旦得了子女,便有養育之操勞、看守妻子之責、治理家務之事、督管僕役之務、契約損失之患、與鄰里爭吵之擾、法庭訟爭之累、經商之風險、耕作之辛勞。
and once children are had, the care of rearing them, the guarding of one's wife, the management of the household, the oversight of servants, losses in contracts, quarrels with neighbors, litigations in the law courts, the risks of trade, the labors of farming.
1:34
Πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν, καὶ αἱ νύκτες, τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν
每一天都帶來各自使靈魂陷入昏暗的事,而夜晚承接白日的憂慮,又以同樣的幻象欺哄著心思。
Every day comes bearing its own darkening of the soul, and the nights, taking over the day's cares, deceive the mind with the same imaginings.
1:35
Τούτων δὲ φυγὴ μία, ὁ χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός
而逃離這一切唯有一途,就是與全世界隔絕分離。
But there is one escape from these things: separation from the whole world.
1:36
Κόσμου δὲ ἀναχώρησις οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμ παθείας τὴν ψυχὴν ἀπορρῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγ μονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκα λίας ἐγγινομένας τυπώσεις
棄世並非指肉身脫離世界,而是使靈魂掙脫其對肉體的依戀,成為無城邦、無家室、無私產、無朋黨、無財物、無生計、無俗務、無人際往來、不通曉人間學問之人,如此便能預備心靈,領受從神聖教導而來的種種印記。
Withdrawal from the world does not mean being bodily outside it, but rather tearing the soul away from its sympathy with the body, and becoming without city, without home, without possessions of one's own, without friends, without property, without livelihood, without business, without dealings with others, unlearned in human teachings, ready to receive in the heart the impressions that come from divine instruction.
1:37
Ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων
而心靈的預備,就是忘卻那些因惡習而先前盤據其中的種種教導。
And the preparation of the heart is the unlearning of the teachings that, through evil habit, had previously taken possession of it.
1:38
Οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατὸν μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας, οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα
正如在蠟板上書寫,若不先抹去其上原有的字跡,便無法下筆;同樣,若不先除去靈魂中因習慣而生的成見,也無法將神聖的教義安置於其中。
For it is not possible to write upon wax without first smoothing away the marks already imprinted upon it, nor is it possible to set divine doctrines before the soul without first removing from it the preconceptions arising from habit.
1:39
Πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν
為此,曠野獨居對我們助益極大,它使我們的情慾平息安歇,並給予理性充分的餘裕,得以將這些情慾徹底從靈魂中剷除。
For this purpose solitude affords us the greatest benefit, lulling our passions to rest and giving reason the leisure to cut them out completely from the soul.
1:40
Ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται
正如猛獸被撫馴之後便容易制伏,同樣地,慾望、忿怒、恐懼、憂愁——這些靈魂中帶毒的禍害——一旦藉由靜謐得以平息,不再因持續的刺激而變得狂暴,便更容易被理性的力量所制伏。
For just as wild beasts are more easily overcome once they are stroked into gentleness, so desires and wrath and fears and griefs — the venomous evils of the soul — once lulled to rest through stillness, and not driven wild by continual provocation, become more easily overcome by the power of reason.
1:41
Ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον οἷόν περ ἐστὶ καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι
因此,居所當如我們此地一般,遠離與人交往,使修行的持續不致受到外界任何事物的打斷。
Let the place, then, be such as ours indeed is, free from intercourse with men, so that the continuity of one's ascetic practice may not be interrupted by anything from outside.
1:42
Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι
而虔敬的修行,則以神聖的思念滋養靈魂。
And the ascetic practice of piety nourishes the soul with divine thoughts.
1:43
Τί οὖν μακαριώτερον τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσ θαι·
還有什麼比在地上效法天使的合唱更為有福呢——
What, then, is more blessed than to imitate on earth the choir of angels —
1:44
εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα, εἶτα ἡλίου καθαρῶς λάμψαντος ἐπ' ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τῶν ὕμνων ὥσπερ ἅλατι παραρτύειν τὰς ἐργασίας; Τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται
一日之始,即刻奔向禱告,以詩歌頌讚造物主;及至太陽清朗升起,便轉向工作,而禱告無處不與之同在,並以詩歌如調味之鹽點綴其勞作。因為詩歌的慰藉,能賜予靈魂一種喜樂而不憂的狀態。
as, the moment the day begins, one hastens to prayer to honor the Creator with hymns and songs, and then, once the sun has fully risen, turns to one's tasks, with prayer accompanying one everywhere, and seasoning one's labors with hymns as though with salt? For the consolation of hymns bestows upon the soul a cheerful and untroubled condition.
1:45
ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε
……人的(交往)之事,此事天性尤其能鬆弛靈魂之張力。
...of men, a thing which by nature is especially apt to relax the tension of the soul.
1:46
Νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει·
因為心思若不散逸於外物,也不藉由感官流散於世界,便能返歸自身,並藉著自身而上達於對神的默想;
For the mind, when it is not scattered upon outward things, nor poured out through the senses upon the world, returns to itself, and through itself ascends to the contemplation of God;
1:47
κἀκείνῳ τῷ κάλλει περιλαμπόμε νός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει, μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβο λαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλά, σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι·
並且由那美善之光內外照耀,甚至忘卻了自身的本性,靈魂不再被飲食之慮、衣著之憂所拖累,反倒得以擺脫世俗憂慮之閒暇,將全部的熱誠轉向追求那永恆的美善;
and being illumined round about and within by that beauty, it comes even to forget its own nature, the soul no longer being dragged down by concern for food or anxiety for clothing, but, having leisure from earthly cares, transfers the whole of its zeal to the acquisition of eternal goods;
1:48
πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία, πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι, ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι, καθηκόντως ἕκαστον ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ
思量著自己該如何正確地達成節制與勇毅,又該如何達成公義與明智,以及其餘一切的德行——這些德行皆隸屬於此諸大類之下,指引著誠心追求德行之人,如何合宜地完成人生中的各項本分。
considering how temperance and courage may be rightly attained by him, and how justice and prudence, and all the remaining virtues, which, being subdivided under these general kinds, suggest to the earnest man the fitting performance of each of the duties of life.
1:49
Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν
而通向尋得本分之最大途徑,便是研讀那神所默示的經卷。
And the greatest road toward the discovery of duty is the study of the God-inspired Scriptures.
1:50
Ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται, καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται
因為在其中,不但可尋得行事的教訓,那些蒙福之人的生平也被記載流傳下來,彷彿一幅幅活生生依神而行的圖像,陳列於我們眼前,供我們效法其美善的作為。
For in these are found the precepts for our actions, and the lives of the blessed men, recorded and handed down, lie before us like living images of conduct according to God, set forth for the imitation of good works.
1:51
Καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσ διατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀρρωστήματι φάρμακον
因此,每個人在自覺欠缺之處,只要專注默想相應的典範,便能如同從一間公共醫館之中,尋得適切醫治自身疾患的良藥。
And so, in whatever matter each person perceives himself to be deficient, by dwelling upon that particular example, as though from some common infirmary, he finds the remedy suited to his own ailment.
1:52
Καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρ' αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον
熱愛貞潔之人,反覆展讀約瑟的故事,並從其身上學得種種貞潔的行為,發現他不僅對逸樂能自我節制,更是已將德行內化為根深蒂固的稟性。
And the lover of chastity continually unrolls the history concerning Joseph, and from him learns deeds of chastity, finding him to be not only self-controlled with regard to pleasures, but also firmly disposed toward virtue as a settled habit.
1:53
Ἀνδρείαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ πένης ἐκ πλου σίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμενεν ὁ αὐτὸς ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων, ἀλλ' οὔτε τῶν φίλων εἰς παραμυθίαν ἡκόντων ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτει νόντων τὰ ἀλγεινὰ παρωξύνθη
而勇毅之德則從約伯身上得以領受教訓:他的境遇在頃刻之間全然翻轉——由富轉貧,由多子多福轉為喪失兒女——然而他始終如一,靈魂的志氣處處保持不卑不屈;即便前來安慰他的朋友們反倒踐踏他、加重他的痛苦,他也未曾因此而動怒發忿。
And he is taught courage by Job, who, when his life had turned to its opposite — becoming poor instead of rich, and childless instead of blessed with fine children, all in a single moment of time — nevertheless remained the same man, preserving throughout an unhumbled disposition of soul; nor, even when his friends who had come to comfort him instead trampled upon him and aggravated his sufferings, was he provoked to anger.
1:54
Τοιοῦτος καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανισ τάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθ' ἑαυτοῦ διαβολὰς ὑποφέρων
摩西也是如此之人:他對得罪神的人,滿懷極大的義怒而奮起;然而對加諸自身的種種毀謗,卻以溫柔的靈魂承受忍耐。
Such, too, was Moses, who rose up with great wrath against those who sinned against God, yet with a gentle soul bore the slanders directed against himself.
1:55
Καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνος εἰκόνα γράφουσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα, οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπερ γάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως
事事皆然,正如畫家臨摹肖像時,會頻頻凝視原本,努力將其中特質轉移至自己的作品之中;同樣,凡誠心致力使自己在德行各方面臻於完全之人,也當如仰望某些活動而具生命的塑像一般,凝視聖徒們的生平,並藉由效法,使他們的美善成為自己所有。
And in every case, just as painters, when they copy a portrait from another portrait, gaze frequently at the model, and strive to transfer its character into their own work of art, so too must the one who is earnestly striving to make himself perfect in every part of virtue look to the lives of the saints as though to living, moving statues, and make their goodness his own through imitation.
1:56
Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινη μένην παραλαμβάνουσιν
繼誦讀之後而來的禱告,則承接那因對神的渴慕而被激動、變得更加清新、更加旺盛的靈魂。
Prayers, in turn, succeeding the readings, receive the soul made fresher and more vigorous, stirred by longing toward God.
1:57
Εὐχὴ δὲ καλὴ ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ
而美善的禱告,乃是能在靈魂中產生對神清晰生動意識之禱告。
And prayer is good when it produces in the soul a vivid awareness of God.
1:58
Καὶ τοῦτό ἐστι τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν
而這正是神的內住:藉著記念,使神安立於自己心中。
And this is the indwelling of God: to have God established within oneself through remembrance.
1:59
Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, ὅταν μὴ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ καί, ἐξελαύ νων τὰ προσκαλούμενα ἡμᾶς εἰς κακίαν, τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ
如此我們便成為神的殿:當記念之持續不被世俗憂慮所打斷,當心思不被突如其來的情慾所擾亂,而是那愛神之人逃離萬事、隱退歸向神,並驅除一切召喚我們趨向邪惡之事,專心致力於引向德行的種種操練之時。
Thus we become a temple of God, when the continuity of remembrance is not interrupted by earthly cares, when the mind is not thrown into confusion by unexpected passions, but the God-loving soul, having fled from all things, withdraws unto God and, driving away whatever summons us to wickedness, occupies itself with the pursuits that lead to virtue.
1:60
Τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρό τητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως
至於說話的音量,當以中等為佳,既不致因過於微弱而聽不清楚,也不致因過於高亢而令人不堪負荷。
As for the pitch of the voice, the middle tone is to be preferred, so that it neither escapes the hearing through faintness, nor becomes burdensome through excessive loudness.
1:61
Προεξετάσαντα δὲ ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημο σιεύειν τὸν λόγον
應先在心中審視將要說出之言,然後方才公諸於眾。
One should first examine within oneself what is about to be said, and only then make the word public.
1:62
Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις·
與人交往時當和藹可親,談話時當溫和可親;
Be affable in your dealings with others, gentle in conversation;
1:63
οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα
並非藉插科打諢以求討人喜歡,而是藉溫厚的勸勉來展現親切。
not hunting after pleasantness through jesting, but possessing gentleness through kindly encouragement.
1:64
Πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον
凡事皆當摒棄粗暴,即便在必須斥責之時亦然。
Always rejecting harshness, even when it is necessary to rebuke.
1:65
Προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπει νοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας
因為你若先藉著謙卑自抑,便能使那需要看顧的人容易接納你。
For by first humbling yourself through lowliness of mind, you will thus become readily acceptable to the one who is in need of care.
1:66
Ἕπεται δὲ τῷ ταπεινῷ καὶ καταβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆν νενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα·
謙卑而自抑的心志,隨之而來的是憂鬱低垂、望向地面的眼神、疏於修飾的儀容、蓬亂的頭髮、污穢的衣裳;
And a humble and abased disposition of mind is followed by a downcast eye bent toward the ground, a neglected appearance, unkempt hair, soiled clothing;
1:67
ὥστε ἃ ποιοῦσιν οἱ πεν θοῦντες κατ' ἐπιτήδευσιν, ταῦτα ἐκ ταὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι
以致那些哀悼者刻意做出的舉止,在我們身上卻是自然而然地顯露出來。
so that what mourners do by deliberate practice appears in us spontaneously.
1:68
Χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι·
內衣當以腰帶束緊貼身;
Let the tunic be drawn close to the body by a girdle;
1:69
τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναι κῶδες γάρ·
然而腰帶不應繫於腰際之上,因為那樣有失男子氣概、近乎女子之風;
yet the girdle should not be worn above the hips, for that is womanish;
1:70
μήτε χαῦνον, ὥστε διαρρεῖν τὸν χιτῶνα, βλα κικὸν γάρ·
也不應鬆垮,以致內衣鬆散下垂,因為那樣顯得懶散邋遢;
nor should it be loose, so that the tunic hangs slack, for that is slovenly;
1:71
καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν·
步態既不遲緩懶散,以致顯露出靈魂的鬆弛;
and let the gait be neither sluggish, so as to betray a laxity of soul,
1:72
μηδ' αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν
也不急促慌張,以致顯出其衝動是輕率魯莽的。
nor again hasty and hurried, so as to suggest that its impulses are rash.
1:73
Σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες
衣著的唯一目的,是作為遮蔽肉身之物,冬夏皆足用。
The one purpose of clothing is to be a covering for the flesh, sufficient for both winter and summer.
1:74
Μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω, μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν
顏色不可追求鮮豔,質料也不可追求精細柔軟。
Let neither brightness of color be pursued, nor fineness and softness in its make.
1:75
Τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι
因為刻意講究衣服的美麗色澤,無異於婦女的妝飾——她們慣於以外借的顏色染其面頰與髮絲。
For to seek after fine colors in clothing is equal to womanly adornment, which women practice by dyeing their cheeks and hair with a borrowed bloom not their own.
1:76
Ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον
此外,內衣的厚度應足以使穿者無需另加一件同伴衣物來取暖。
Moreover, the tunic ought to be of such thickness as not to need a companion garment to keep the wearer warm.
1:77
Ὑπόδημα τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀπο πληροῦν
鞋履價格應廉宜,但須充分滿足所需,毫無欠缺。
Let footwear be cheap in cost, yet fully meet the need without deficiency.
1:78
Καὶ ἁπαξαπλῶς ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπλη ρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι, καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασῶσαι
總而言之,正如在衣著上應以實用為重,飲食亦然:對健康的人而言,麵包足以滿足所需,水足以解渴,再加上各種穀類製成的配食,足以維持身體所需的力量。
And, in short, just as in clothing it is fitting to esteem what is necessary, so too in food, bread will fulfill the need and water will relieve thirst for one who is healthy, along with whatever side dishes made from grains can preserve bodily strength for the necessary needs.
1:79
Ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα·
進食時不可顯出如狂犬般的貪饕,卻要處處保持穩重溫和,在享樂方面持守節制;
One should eat without displaying rabid gluttony, but preserving everywhere what is steady and gentle, and self-controlled with regard to pleasures;
1:80
μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλ' αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας·
即使在此時,心思也不應在思念神上懈怠,反倒應以食物本身的性質,以及接受食物之身體的構造,作為頌讚神的契機;
nor should the mind at that time be idle regarding the thought of God, but should make the very nature of the foods and the constitution of the body that receives them an occasion for glorifying God;
1:81
Πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται
當思想那位管理萬有者,如何設計出種種食物,與各身體的特性相合。
how the various kinds of food, suited to the particular nature of bodies, have been devised by him who orders all things.
1:82
Εὐχαὶ πρὸ τροφῆς ἀξίους γενέσθαι τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο
飯前當禱告,求配得神的恩賜,包括祂如今所賜的,以及祂為將來所存留的。
Prayers before food, that we may become worthy of God's provisions, both those he gives now and those he has stored up for the future.
1:83
Εὐχαὶ μετὰ τροφὴν εὐχαριστίαν τῶν δεδο μένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων
飯後亦當禱告,內容包含為已賜之物感恩,並祈求所應許之事。
Prayers after food, containing thanksgiving for what has been given and petition for what has been promised.
1:84
Ὥρα μία τροφῆς ἀποτεταγμένη, ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα, ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι ταύτην προσαναλισκομένην τῷ σώματι·
當定一固定時辰用餐,每日循環同一時刻,使晝夜二十四小時中,僅以此一小時用於身體所需;
One hour appointed for food, recurring at the same point each cycle, so that of the twenty-four hours of the day and night, this one alone is spent on the body;
1:85
τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐργασίᾳ ἀπασχολεῖσθαι τὸν ἀσκητήν
其餘時間,苦修者當專注於心智的操練。
and let the ascetic occupy the remaining hours in the labor of the mind.
1:86
Ὕπνοι κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκο λουθοῦντες τῷ συμμέτρῳ τῆς διαίτης, κατ' ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι
睡眠應當輕淺,易於清醒,這是飲食有節的自然結果,並且應當有意藉思念重大之事而加以中斷。
Let sleep be light and easily shaken off, following naturally from a measured diet, and deliberately interrupted by concerns about great matters.
1:87
Τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀτόποις φαντασίαις παρέχειν, εἶναι ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας
若被沉沉昏睡所制伏,以致肢體鬆懈,給予荒誕幻想可乘之機,這便使如此沉睡的人如處於每日的死亡之中。
For to be overpowered by deep torpor, with the limbs so relaxed as to give leisure for improper fantasies, makes those who sleep in this way exist in a daily death.
1:88
Ἀλλ' ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστί, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὤτων βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθ' ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος καὶ διορθουμένου μὲν ἑαυτὸν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπου δαζομένων ἐπιζητοῦντος
但對眾人而言的黎明,對虔敬的苦修者而言便是子夜;因為夜間的寧靜格外賜予靈魂閒暇,眼睛耳朵都不將有害的聲音或景象傳送到心中,唯獨心智獨自與神同在,藉著回想自己所犯的罪過來自我修正,為自己設立界限以躲避邪惡,並尋求從神而來的協助,使所竭力追求的事得以成全。
But what dawn is for others, this midnight is for the ascetics of piety, since the quiet of the night especially bestows leisure upon the soul, while neither eyes nor ears convey harmful sounds or sights to the heart, but the mind alone by itself is present with God, correcting itself by the remembrance of its sins, setting for itself limits for the avoidance of evil, and seeking the cooperation of God for the perfecting of what it earnestly pursues.
1:89
Εὐλαβήθην αὐτήν, ὥς τι δημόσιον προσαγ γέλλουσαν, καί, παρ' ὃν ἐξέλυον καιρὸν τὸν κηρόν, ἐφο βούμην προσβλέπων ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην
我對它心懷戒懼,彷彿它宣告的是某件公務;當我拆開封蠟時,我望著它心生畏懼,如同任何被控告的斯巴達人畏懼拉哥尼亞的密函棒一般。
I regarded it with caution, as though it were announcing some public matter, and while I was undoing the wax, I was as afraid, looking at it, as any Spartan under indictment would fear the Laconian scytale.
1:90
Ἐπεὶ δὲ ἔλυσα καὶ πάνθ' ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε·
但當我拆開信件並逐一讀畢全文之後,我不禁失笑;
But when I had opened it and gone through everything point by point, I was moved to laugh;
1:91
τοῦτο μὲν ὑφ' ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον·
一則是出於歡喜,因為並未聽聞任何令人不安的新消息;
partly out of pleasure, at having heard nothing untoward;
1:92
ὅς γε οὔθ' ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον, καὶ τῆς περὶ Λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλά, τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ χαλάζῃ πραγμάτων οἷον ὑπὸ τεῖχός τι καρτερὸν ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι·
因為你並非以官方身分向我們致信,而是一如既往;你對文學的熱忱絲毫未減;反倒如柏拉圖所言,在世務的暴風冰雹之中,彷彿退避到某道堅固的牆垣之後,使自己的靈魂不受任何紛擾所擾亂;
since you do not write to us out of your official position, but in your accustomed manner, and you relax nothing of your zeal for letters, but, as Plato says, having withdrawn as it were behind some strong wall amid the winter storm and hail of affairs, you fill your soul with no disturbance;
1:93
μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς, τό γε σεαυτοῦ μέρος
不僅如此,就你自己所能盡之力而言,你也不容許別人受到紛擾。
or rather, so far as it depends on you, you do not allow others to be disturbed either.
1:94
Καὶ τὰ μὲν σὰ τοιαῦτα, οὕτω μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾶν δυναμένοις, καὶ πάλιν οὐ θαυ μαστὰ τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι
你的情況便是如此——對能夠洞察的人而言,是何等偉大可佩;但對按你整個人生宗旨來判斷的人而言,卻又不足為奇。
Such, then, are your affairs — so great and admirable to those able to perceive them, and yet again not admirable to one who judges them in light of your whole purpose of life.
1:95
Ἄκουε δὲ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκο λούθως ἡμῖν ἀπαντῶντα
現在也請聽聽我這邊的事,既是異乎尋常,卻又是理所當然臨到我身上的。
But hear also our affairs, which are both extraordinary and yet happen to us as a matter of course.
1:96
Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννίσοις, οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιόν τι πρὸς αὐτὸν εἰπὼν ἐσχηκέναι, οὐ προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρ' ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόον μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων καὶ καταρρήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς
有一個粗野之人,是與我們同住安尼薩地方的鄰人;當我的一名家僕去世後,他既未曾聲稱與其有何契約,也未曾來見我,未曾提出任何指控,未曾請求經我同意而取物,甚至未曾揚言若不得便要動武——竟突然夥同幾個與他一樣狂悖之人,襲擊我們的住宅,毆打看守的婦女,破門而入,將所有東西盡數搬走,一部分自己取走,一部分則放出來任由願意的人前來搶奪。
A certain rustic man, one of those living near us at Annisa, when a household servant of mine had died, without saying that he had any contract with him, without coming to me, without making any accusation, without requesting to receive anything with my consent, without even threatening to use force if he did not receive it, suddenly attacked our house together with some others of like recklessness, beat and battered the women who were guarding it, broke down the doors, and carried off everything — taking some things himself, and setting the rest out for plunder to whoever wished.
1:97
Ἵν' οὖν μὴ ὁ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν πρὸς ἐπιχείρησιν ἐπιτήδειοι, ἣν ἐν πᾶσι τοῖς πράγμασιν ἡμῶν σπουδὴν ἐπιδέδειξαι καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι
因此,為使我們不致成為軟弱無力的極致、在眾人眼中淪為任人下手的對象,懇請你將素來在我們一切事務上所展現的熱心,此刻同樣付諸行動。
In order, then, that we may not be the utmost limit of weakness and seem to everyone a fit object for attack, I beg you to bring to bear now also the zeal you have shown in all our affairs.
1:98
Μόνως γὰρ ἂν οὕτω τὸ ἄπραγμον ἡμῖν σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳ συντεταγμένοι εἴημεν
因為唯有如此,藉著與你的雷厲風行相結合,我們的安寧才能得以保全。
For only in this way could our freedom from trouble be preserved, if we were allied with your energetic action.
1:99
Γένοιτο δ' ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον
若他能經由地方官逮捕,短暫囚禁於監獄之中,對我們而言便已是足夠的懲處了。
It would be sufficient justice for us if he were arrested through the district magistrate and shut up in prison for a short time.
1:100
Καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα
因為我們並非僅是為已受之害而憤慨,我們也需要為往後的安全著想。
For indeed we are indignant not only over what we have suffered, but we also need security for the future.
1:101
τ ΟΛΥΜΠΙΩ. Οἷα ποιεῖς, ὦ θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν τῆς ἐσχατιᾶς ἀπελαύνων; Οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπ' αὐτῆς φεύγειν, εἴ τις αὐτῇ προσγένοιτο λόγος, ὅτι τούτῳ μὲν συνοικεῖν εἱλόμην ἐγώ, νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀπο βαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλ'·
致奧林匹烏。你這位可敬的人啊,你在做什麼呢?竟把我們所鍾愛的貧窮——哲學的乳母——從她的荒僻之地驅逐出去?我想,若她一旦得著言語的能力,你恐怕還要因此吃上一場逐出訴訟,理由是:我選擇了與此人同住——此人如今稱讚芝諾,說他遭遇海難、盡失所有,卻未曾說出任何卑賤之語,反倒說——
TO OLYMPIUS. What are you doing, my admirable friend, driving our beloved poverty, the nurse of philosophy, out of her remote dwelling? For I think you would even be liable to a suit of ejectment brought by her, should she ever gain the power of speech, on the ground that I chose to live with this man — one who now praises Zeno, who, having lost everything in a shipwreck, uttered nothing ignoble, but rather —
1:102
Εὖγε, εἶπεν, ὦ Τύχη, συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον·
『做得好啊,命運女神,』他說,『你這是把我們逼進了破舊的斗篷裡!』
'Well done, Fortune,' he said, 'you are driving us into the philosopher's cloak!'
1:103
νῦν δὲ τὸν Κλεάνθη, μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλῶντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει
如今又稱讚克里安提斯,此人受雇從井中汲水,藉此既維持自己的生計,又繳付師傅們的束脩。
and now praises Cleanthes, who for hire drew water from the well, whereby he both sustained his own life and paid the fees of his teachers.
1:104
Ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα ἡ σύνοικος ἡμῖν πενία μέμψαιτο, ταῖς μεγαλο δωρεαῖς ἐξοικισθεῖσα νῦν, προσθείη δὲ καὶ ἀπειλήν τινα ὅτι·
由於這些和類似的緣故,與我們同住的貧窮恐怕要責備你了——如今她已被你的慷慨厚贈所驅逐;她甚或還會附加一句威脅之語:
For these and similar reasons our housemate Poverty might reproach you, now that she has been evicted by your great gifts; and she might add some threat as well, saying:
1:105
Εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶ τιν τρυφὴν ἀποδείξω τὰ πρότερα·
『若我再一次在此逮住你,我必叫你先前那西西里或義大利式的奢華,相形見絀。』
'If I should catch you here again, I will make your former Sicilian or Italian luxury seem as nothing.'
1:106
οὕτω σε ἀκριβῶς τοῖς παρ' ἐμαυτῆς ἀμυνοῦμαι. Καὶ ταύτῃ μὲν δὴ ταῦτα, ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς
『我必以我自己的手段,如此精確地報復於你。』關於這件事就說到這裡;但我很高興聽聞你已經開始接受治療,並祈願你能從中得益。
'So exactly will I take vengeance on you with my own resources.' So much, then, for that; but I was glad to hear that you have already begun your treatment, and I pray that you may benefit from it.
1:107
Πρέποι δ' ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος
願你聖潔的靈魂,能有一副不受痛苦所擾的身體來服侍它,這才是相稱的。
It would befit your holy soul to have a service of the body that is free from pain.
1:108
τ ΠΡΟΣ ΝΕΚΤΑΡΙΟΝ ΠΑΡΑΜΥΘΗΤΙΚΗ. Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου πάθους, καὶ ἔτι ἀμφίβολος ὤν, διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τὸν μηνυτὴν τῶν ἀνιαρῶν τὸ συμβὰν διηγήσασθαι καὶ τὸ ἀπεύχεσθαι ἀληθῆ εἶναι, δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλούμενα, ἐδεξάμην γράμμα τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνον τὴν ἀπευκτὴν ἀγγελίαν
致內克塔留斯的安慰信。當我聽聞這難以承受的災禍時,尚未過三、四天,心中仍存疑惑——因為那報噩耗的信使並未能向我們清楚陳述事情經過,加上我一心祈求此事並非真實,難以接受這流傳的消息——就在此時,我收到了主教的一封信,其中明確證實了這令人畏懼的消息。
TO NECTARIUS, A LETTER OF CONSOLATION. Not yet had three or four days passed since I was struck by hearing of the unbearable calamity — and I was still in doubt, because the messenger of the distressing news had not been able to relate to us clearly what had happened, and because I prayed that it might not be true, being reluctant to accept what was being rumored — when I received a letter from the bishop, clearly confirming the dreaded report.
1:109
Ἐφ' ᾧ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον τί χρὴ καὶ λέγειν; Καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν, ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως, ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβάν, ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχή, ἔρεισμα γένους, πατρίδος ἐλπίς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφέν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὤν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται
因此,我如何哀嘆、流了多少眼淚,又何須贅言?因為有誰的心如此冷硬如石,或完全超脫於人性之外,竟能無動於衷地承受這樣的事,或使自己的靈魂只受到些許的傷痛呢?一個顯赫家族的承繼者、宗族的支柱、祖國的希望、虔誠父母在無數禱告中撫育成長的骨肉,正值青春年華,竟從父親的懷抱之中被硬生生奪去,就此逝去了。
At this, what need is there even to say how much I groaned and how many tears I shed? For who is so stony-hearted, or so entirely outside human nature, as to bear what happened without feeling, or to have his soul seized by only moderate grief? The heir of a splendid house, the support of his family, the hope of his fatherland, the offshoot of pious parents reared amid countless prayers, in the very flower of his youth, has been snatched away out of his father's very arms, and is gone.
1:110
Ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; Ὥστε οὐδὲν μέγα, εἰ καὶ ἡμῶν διὰ βάθους ἥψατο τὸ κακόν, ὁλοκλήρως ἐξ ἀρχῆς προσπε φυκότων ὑμῖν καὶ τάς τε εὐφροσύνας ὑμῶν καὶ τὰς λύπας ἰδίας ἑαυτῶν ποιουμένων
這樣的事,有什麼堅硬如金剛石的本性是不能被融化、被引向同情的呢?因此,這場災禍即便深深觸動了我,也不足為奇;因為我們從一開始便與你們完全相繫相連,將你們的喜樂與你們的憂傷都視為自己的喜樂與憂傷。
What nature of adamant would these things not be sufficient to dissolve and bring to sympathy? So it is no great wonder if this evil has touched us too to the depths, since from the beginning we have been wholly attached to you, and have made both your joys and your sorrows our own.
1:111
Καίτοιγε ἐδόκει τὰ μέχρι τοῦ παρόντος χρόνου ὀλίγα θεῖναι τὰ λυποῦντα ὑμᾶς, ἐν τοῖς πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι·
然而,直到此時為止,本以為令你們憂傷之事甚少,你們的境況在大多數方面都是順流而行的;
And yet it seemed that up until the present time you had suffered but few griefs, and that in most respects your affairs were flowing smoothly with the current;
1:112
ἀλλ' ἀθρόως, βασκανίᾳ δαίμονος, πᾶσα τοῦ οἴκου ἐκείνου ἡ εὐθηνία καὶ ἡ φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν
不料,因著惡魔的嫉恨,那一家的一切興旺與光采竟頓然消逝,我們竟成了世人口中一則悲淒的故事。
but suddenly, through the malice of a demon, all the prosperity and brightness of that household has vanished, and we have become for the world a somber tale to tell.
1:113
Ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν ὁ χρόνος τοῦ βίου, πάντες δὲ ἄνθρωποι, μεθ' ἡμῶν στένοντες, παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσον ται·
因此,若我們願意為所發生之事哀慟哭泣,那麼我們一生的年日都將不足夠;即便舉世之人都與我們一同悲嘆,他們的哀哭仍不能與這苦痛相稱;
If, then, we wish to lament over what has happened and to weep, the span of our life will not suffice us; and though all people should groan with us, they will not be able to make their mourning equal to our suffering;
1:114
ἀλλὰ κἂν τὸ τῶν ποταμῶν ῥεῦμα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει
即便江河之流盡化為淚水,也不足以完成一場與此事相稱的哀悼。
rather, even if the very streams of rivers became tears, they would not suffice to complete a lament worthy of what has happened.
1:115
Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ἐν ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν, τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων, καὶ ὑποβάλλειν ἡμῖν ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστι τὰ ὑποδείγματα, καί, ἐπὶ πᾶσιν, ὅτι πρόσ ταγμα Θεοῦ ἐστι τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ Ἀθλοθέτῃ οἱ στέφανοι τῆς δόξης ἀπόκεινται·
然而,倘若我們此刻願意取出神所安置在我們心中的那份恩賜——我是指那明智的理性,它在順境中懂得為我們的靈魂設立分寸,在較為陰霾的境況中則懂得使我們想起人生的實況,並向我們提示:我們所見所聞,皆證明人生充滿了這樣的苦難,人間不幸的例證比比皆是;而尤有進者,這是神的誡命——凡信入基督的人,不應為已安睡的人憂傷,因有復活的盼望;並且,那頒賜獎賞的裁判者,必為極大的忍耐存留極大的榮耀冠冕——
If, however, we are willing now to bring forth the gift of God which he has stored up in our hearts — I mean sound reasoning, which in times of prosperity knows how to set limits for our souls, and in gloomier circumstances knows how to bring us to remembrance of human affairs, and to suggest to us both what we have seen and what we have heard — namely, that life is full of such sufferings, and that examples of human misfortune are many, and, above all, that it is a commandment of God that those who have believed in Christ should not grieve over those who have fallen asleep, because of the hope of the resurrection, and that great crowns of glory are laid up by the Judge of the contest for great endurance —
1:116
ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν
若我們容讓這理性以此向我們吟唱,如施法般安撫我們,或許便能為這苦難找到某種程度的紓解。
if we allow reason to sing these things over us as a charm, perhaps we might find some measure of relief from the evil.
1:117
Αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα ἡμῖν τοῦ βίου τὰ πέρατα
因為唯有祂自己知道,如何為各人安排最有益之事,也知道為何我們人生的終點各有不同。
For he himself knows how he apportions what is beneficial to each person, and why the boundaries of our lives are unequal.
1:118
Ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκα τάληπτος, δι' ἣν οἳ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἳ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ κατα λιμπάνονται
原來有某種原因,是人所無法理解的,因這緣故,有人較早被帶離此世,有人卻被留下,須在這痛苦的人生中繼續掙扎更久。
For there is a certain reason, incomprehensible to men, on account of which some are taken away from here sooner, while others are left behind to struggle longer in this painful life.
1:119
Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλαν θρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας·
因此,我們在凡事上都應當敬拜祂的慈愛,而不應心懷不平,當記念那位偉大的競賽者約伯所發出的那句偉大而永被傳頌的話——當他眼見自己十個兒女於片刻之間,同在一席之上遭壓覆而喪命之時;
Therefore in all things we ought to worship his loving-kindness and not be resentful, remembering that great and celebrated saying which the great champion Job uttered, when he saw his ten children crushed at a single table in the brief turning of a moment;
1:120
Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο·
「賞賜的是耶和華,收取的也是耶和華;」
'The Lord gave, and the Lord has taken away;'
1:121
ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγέ νετο. Ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο·
「耶和華看為美的,就照樣成就了。」讓我們也將這奇妙的榜樣化為己有;
'as it seemed good to the Lord, so it has also come to pass.' Let us make this wonder our own;
1:122
ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου Κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυ μένοις ἀνδραγαθήματα
因為那公義的審判者,必按同等的獎賞,賜給那些顯出同等美德義行的人。
for equal reward is given by the just Judge to those who display equal deeds of virtue.
1:123
Οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλ' ἀπεδώκαμεν τῷ χρήσαντι·
我們並非被奪去了孩子,而是把他歸還給那出借之主;
We have not been deprived of the child, but have given him back to the One who lent him;
1:124
οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωή, ἀλλ' ἐπὶ τὸ βέλτιον διημείφθη·
他的生命並未消失,只是轉變得更美好;
nor has his life been destroyed, but it has been changed for the better;
1:125
οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλ' οὐρανὸς ὑπεδέξατο
並非大地將我們所愛的人藏匿隱沒,而是天堂接納了他。
the earth has not hidden away our beloved one, but heaven has received him.
1:126
Μικρὸν ἀναμεί νωμεν καὶ συνεσόμεθα τῷ ποθουμένῳ
讓我們稍候片刻,我們終將與所思念的人再度相聚。
Let us wait a little while, and we shall be together again with the one we long for.
1:127
προκατέλυσεν, ἀλλὰ πάντες ταύτην αὐτὴν πορευ σόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα
他不過是先行歇宿;但我們眾人終將走上這同一條道路,同一個歸宿也等候著我們眾人。
He has merely gone ahead and taken his lodging first, but we shall all travel this same road, and the same resting-place awaits us all.
1:128
Μόνον γένοιτο ἡμᾶς δι' ἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆ ναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως τύχωμεν
但願我們也能藉著美德,效法他的純潔,使我們也能因性情的真誠無偽,獲得那些在基督裡如同嬰孩者所享有的同一安息。
May it only be granted us to become like him in purity through virtue, so that, through guilelessness of character, we too may attain the same rest as those who are infants in Christ.
1:129
τ ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΝΕΚΤΑΡΙΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ. Ἔμελλον ἀποσιωπᾶν πρὸς τὴν κοσμιότητά σου, λογι ζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώ τατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλη σιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιω δυνίᾳ προσφερόμενος
致內克塔留斯之妻的安慰信。我本欲對閣下貴德保持緘默,因我思忖:正如對發炎的眼睛而言,即便是最溫和的敷藥也會引起不適,同樣地,對一顆因沉重憂傷而受創的靈魂而言,即便帶來莫大安慰的言語,在如此劇痛之中送達,似乎也總顯得有些擾人。
TO THE WIFE OF NECTARIUS, A LETTER OF CONSOLATION. I was on the point of remaining silent toward your propriety, reasoning that, just as even the gentlest of soothing remedies causes pain to an inflamed eye, so also to a soul afflicted by heavy grief, even a word that brings much comfort seems somehow to be troublesome, when it is offered amid such acute pain.
1:130
Ἐπεὶ δέ με εἰσῆλθεν ὅτι πρὸς χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι
然而,當我想到我這番話語所面對的,是一位早已在神聖之事上受過教導、對人世遭遇早有準備的基督徒婦人時,我便不認為省略我當盡的本分是合宜的。
But since it occurred to me that my words would be addressed to a Christian woman long instructed in divine things and well prepared to face human affairs, I did not think it right to omit what is incumbent upon me.
1:131
Οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα, καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα
我深知母親的心腸是何等的模樣;當我特別思念你對眾人素來的仁慈與溫和之時,我便能推想此刻你所承受的痛苦,想必是何等巨大。
I know what manner of heart mothers have; and when I especially consider your own kindness and gentleness toward all, I reckon how great the pain is likely to be under the present circumstances.
1:132
Παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα
你痛失了一個兒子,他在世之時,所有母親都稱他為有福,並祈願自己的兒子也能如他一般;如今他過世了,她們無不哀嘆,彷彿各自都將自己的孩子埋葬於地下一般。
You have lost a son whom, while he lived, all mothers counted blessed and prayed that their own sons might be like him, and whose death they mourned as though each had buried her own child in the earth.
1:133
Ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων
他的死,成了兩個家鄉的重創——既是我們的家鄉,也是奇里家人的家鄉。
His death has become a blow to two homelands — both ours and that of the Cilicians.
1:134
Ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν
隨著他,那顯赫尊榮的家族也一同傾頹,彷彿支柱被抽去一般,整個崩塌動搖。
With him that great and illustrious family has collapsed together, shaken to the ground as though its support had been taken away.
1:135
Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι
唉,這惡魔的作為啊,竟能造成如此大的傷害!
O encounter with an evil demon — how much harm it has had the power to work!
1:136
Ὦ γῆ τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος
哦,大地啊,你竟被迫承受如此的苦難!
O earth, compelled to receive so grievous a calamity!
1:137
Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα
或許連太陽——若它有任何知覺的話——也為那淒慘的景象而戰慄了。
Perhaps even the sun, if it has any perception, shuddered at that grim spectacle.
1:138
Καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑπο βάλλει;. Ἀλλ' οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν, ὥστε, εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς
然而,人還能說出什麼話,足以與靈魂那無助之感所湧現的相稱呢?但我們的事並非無人眷顧,正如我們在福音書中所學的:一隻麻雀若非出於我們天父的旨意,也不會墜落;因此,若有任何事發生,那也是出於創造我們者的旨意而發生的。
And what could anyone say that would equal what the soul's helplessness suggests? But indeed our affairs are not without providence, as we have learned in the Gospel, that not even a sparrow falls apart from the will of our Father; so that, if anything has happened, it has happened by the will of him who created us.
1:139
Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν·
然而,有誰曾抵擋過神的旨意呢?讓我們坦然接受所發生的事;
But who has ever resisted the will of God? Let us accept what has happened;
1:140
δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα καὶ ἑαυτοὺς προσα πόλλυμεν
因為若心懷怨懟、難以承受,我們既不能改變已發生之事,反倒還會使自己受到毀損。
for by being resentful we neither correct what has happened, and we destroy ourselves as well.
1:141
Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ
我們不可控告神公義的審判。
Let us not accuse the just judgment of God.
1:142
Ἀμαθεῖς ἐσμεν ὥστε τὰ ἄρρητα αὐτοῦ κρίματα δοκιμάζειν
我們實在愚昧無知,不能審察祂那不可言喻的判斷。
We are too ignorant to test his ineffable judgments.
1:143
Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης
如今主正從你身上取得對祂之愛的憑證。
Now the Lord is taking from you the proof of your love toward him.
1:144
Νῦν πάρεστί σοι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν
如今時候已到,你可藉著忍耐領受殉道者的分。
Now the time is present for you, through endurance, to receive the portion of the martyrs.
1:145
Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλ' εὐχαρισ τοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομέ νους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώ ποις ἐκρίθη
馬加比七子的母親目睹七個兒子的死亡,卻沒有嘆息,也沒有流下卑賤的眼淚,反而因看見他們藉著烈火、刀劍與極其殘酷的酷刑,從肉體的桎梏中得釋放而感謝神;她因此在神面前蒙悅納,在世人中傳為美談。
The mother of the Maccabees saw the death of her seven children and did not groan nor let fall an ignoble tear, but giving thanks to God because she saw them being released from the bonds of the flesh by fire and sword and the most grievous torments, she was judged well-approved before God, and celebrated in song among men.
1:146
Μέγα τὸ πάθος, φημὶ κἀγώ, ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκεί μενοι
我也承認,這苦難是巨大的,但主為那些忍耐到底的人所存留的賞賜也是巨大的。
Great is the suffering, I too say; but great also are the rewards laid up from the Lord for those who endure.
1:147
Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχα ρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας
當你成為母親,看見這孩子而感謝神的時候,你當然知道,你身為必死之人,所生的也是必死的。
When you became a mother, and saw the child, and gave thanks to God, you certainly knew that, being mortal yourself, you had begotten a mortal.
1:148
Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν
那麼,這必死者死去有什麼奇怪呢?只是那不合時宜的早逝,令我們憂傷。
What then is strange, if the mortal one has died? But what grieves us is that it happened before its proper time.
1:149
Ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ οὐκ ἐπιστάμεθα
其實這是否真的不合時宜,也未可知,因為我們並不曉得如何為靈魂揀選益處,也不知道如何為人的生命劃定期限。
It is unclear whether this was in fact untimely, since we do not know how to choose what is beneficial for souls, nor how to set the appointed limits of human life.
1:150
Περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοι κεῖς, καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα
你且環顧你所居住的整個世界,思想一切可見之物都是必朽的,都要歸於朽壞。
Look around at the whole world in which you dwell, and consider that all things seen are mortal, and all are subject to decay.
1:151
Ἀνάβλεψον πρὸς τὸν οὐρανόν·
你且仰望諸天──
Look up to the heaven —
1:152
καὶ οὗτός ποτε λυθήσεται·
連這天也終必消逝;
even this, too, shall one day be dissolved.
1:153
Οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά, πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα
所有的星辰,陸上與水中的生物,環繞大地的種種美麗,大地本身──這一切都是可朽壞的,不久之後都將不復存在。
All the stars together, land animals and creatures of the water, the beauties that surround the earth, the earth itself — all are corruptible, all a little while later will no longer exist.
1:154
Ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος
願這些思念成為你對這遭遇的安慰。
Let the contemplation of these things be a consolation for what has befallen you.
1:155
Μὴ καθ' ἑαυτὸ μέτρει τὸ πάθος·
不要單獨衡量這苦難本身──
Do not measure the suffering by itself alone —
1:156
ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι·
因為這樣看來,它對你將顯得無法忍受──
for so it will appear unbearable to you —
1:157
ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παρα μυθίαν
反倒要將它與人間萬事相比較,如此你便能從中找到安慰。
but by comparing it with all human affairs, from this you will find its consolation.
1:158
Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου·
但在這一切之上,我還有一句要緊的話要說:你要顧惜你的丈夫;
But above all, I have this strong word to say: spare your husband;
1:159
μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφοράν, τῷ πάθει ἑαυτὴν ἀνα λίσκουσα
不要因你以哀傷消耗自己,而使他的災難更加沉重。
do not make the calamity more grievous for him by consuming yourself with grief.
1:160
χρείαν εἶναι πρὸς τὰ παρόντα
面對目前的處境,這是有必要的。
that there is need of it in view of the present circumstances.
1:161
Εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνά μει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵν' οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς
因此,我祈求主親自以祂那不可言喻的大能觸摸你的心,藉著美善的思念在你靈魂中放光,使你能從自己內心得著安慰的憑藉。
I pray, then, that the Lord himself, touching your heart with his ineffable power, may produce light in your soul through good thoughts, so that you may have from within yourself the resources for consolation.
1:162
τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ. Οὐδὲ τότε ἠγνόουν ὅτε ἐπέστελλον τῇ λογιότητί σου ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέ γοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμέ νοις
〈致友人格里高利〉。我寫信給閣下時,並非不知道:一切關於神學的言語,既配不上言說者的思想,也配不上探求者的渴望,因為言語本性軟弱,難以充分傳達心中所構思的事。
TO GREGORY, HIS FRIEND. Not even then, when I was writing to your eloquence, was I unaware that every theological utterance falls short both of the thought of the one speaking and of the desire of the one inquiring, because speech is by nature somehow too weak to serve the things conceived in the mind.
1:163
Εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾶν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; Οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ζητούμενον
既然我們的悟性軟弱,我們的言辭又遜於悟性,那麼對於我所說的話,我們還能指望什麼,豈不是要被指責言辭貧乏嗎?然而,即便如此,我也不能對這所探討的問題保持沉默、置之不理。
If, then, our understanding is weak, and our tongue is inferior even to that, what else ought we to expect regarding what has been said, except to be charged with poverty of words? Yet on this account it was not possible to pass over in silence the matter under inquiry.
1:164
Κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον
因為若不隨時就有關神的問題,向那些愛主的人給予答覆,便有背棄真道的危險。
For there is a danger of betrayal in not readily giving answers concerning God to those who love the Lord.
1:165
Ἐκεῖ να μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ ἀκριβε στέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει
至於那些話,無論看來是否已足夠,或是否還需要更精確的補充,都需要另找適當的時機來加以修訂。
As for those things, then — whether they seem to be sufficient, or whether they need some more precise addition — they require their own proper occasion for correction.
1:166
Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε ὃ καὶ παρεκαλέ σαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶ ταῖς παρὰ Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρ' ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον, οἵ, πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας, βλάπτομεν μᾶλλον τῇ παρ' ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀλη θείᾳ προστίθεμεν
但就目前而言,我懇求你──正如我先前已經懇求過的──要全心全意地投入於為真理辯護,順從神加諸於你心思、使良善得以確立的種種感動;你應以此為滿足,不必再向我們有所求,因為我們遠遠不及旁人對我們的推想,我們憑自己的軟弱,對這道理造成的傷害,恐怕多過我們藉著辯護為真理增添的任何力量。
But for the present we urge you, as we have already urged before, to devote yourself wholly to the advocacy of the truth and to the impulses that come from God upon your mind for the establishment of the good, being content with these and seeking nothing further from us, who, being far inferior to what is supposed of us, harm the argument by our own weakness rather than add any strength to the truth through our advocacy.
1:167
τ ΤΟΙΣ ΚΑΙΣΑΡΕΥΣΙΝ ΑΠΟΛΟΓΙΑ ΠΕΡΙ ΤΗΣ ΑΠΟΧΩΡΗΣΕΩΣ. Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἥττησθε τῆς ἡμετέρας βραχύτητος τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομι μνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι
〈致凱撒利亞人,論其離去之辯白〉。我屢次感到驚異:你們對我究竟懷有怎樣的情感,又是從何而如此傾心於我這卑微渺小、幾乎毫無可愛之處的人,以致用言辭勸誘我,提醒我念及友誼與故鄉,彷彿懷著父親般的慈心,試圖把某些逃亡之人重新召回你們身邊。
TO THE CAESAREANS, AN APOLOGY CONCERNING HIS WITHDRAWAL. Often have I wondered what feeling you have come to have toward us, and from what cause you have become so captivated by our littleness — small and slight, and perhaps possessing nothing lovable — that you urge us with words, reminding us of friendship and of our homeland, as though endeavoring, with a father's tender affection, to turn certain fugitives back again to yourselves.
1:168
Ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ καὶ οὐκ ἀρνηθείην, τὴν δὲ αἰτίαν μάθοιτ' ἂν ἤδη ποθοῦντες
至於我,我承認自己確實成了逃亡者,我不會否認這一點;但你們若渴望知道原因,如今便可得知。
For my part, I confess that I have become a fugitive, and I would not deny it; but the reason you may now learn, since you are indeed eager to know it.
1:169
Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως κατα πλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλ' ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφ' ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει με τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας
起初,我因那突如其來的事件所震驚,就像人猛然被突發的巨響嚇得不知所措一樣,我未能控制自己的思緒,於是遠遠逃離,在離開你們相當長的一段時間裡棲身他處;後來,一種對神聖教義及其相關哲思的渴望,悄然湧上我的心頭。
At first, indeed, struck by the unexpected event, like those who are suddenly and utterly dismayed by sudden noises, I did not keep hold of my reasoning, but fled far off and lodged for a considerable time away from you; then afterward a certain longing for the divine doctrines, and for the philosophy concerning them, stole in upon me.
1:170
Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; Τίς δ' ἄν μοι γένοιτο Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; Ἀλλ' ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον, αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπα ζόμενοι, οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος, ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνον τες
我對自己說:『我怎能制伏那與我同居的惡呢?誰能為我作拉班,使我脫離以掃,並引導我邁向那至高的哲學呢?』但既然靠著神的幫助,我已盡我所能達成了我的目標──尋得了一個蒙揀選的器皿,一口深井,我是說格里高利,那基督的口──那麼求你們容我,稍稍寬限,稍稍容我一些時日,我懇求;這並非因為我貪戀在城市中的居留(那惡者藉此類事物向世人設下的詭計,我並非不知曉),而是因為我認定與聖徒相聚,對我最為有益。
'For how,' I said to myself, 'could I master the vice that dwells within me? And who could become for me a Laban, to deliver me from Esau and to train me toward the loftiest philosophy?' But since, with God's help, we have to the best of our ability attained our aim, having found a vessel of election and a deep well — I mean Gregory, the mouth of Christ — grant us, I beseech you, a little, a little time, we ask; not because we are enamored of a sojourn in the cities (for the evil one's contrivance of deceit for men by such means has not escaped us), but because we judge our meeting with holy men to be of the greatest benefit.
1:171
Ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν
因為透過更頻繁地講論並聆聽有關神聖教義之事,我們便獲得一種不易失落的默觀習性。
For in speaking of, and hearing more frequently about, the divine doctrines, we acquire a habit of contemplation not easily cast off.
1:172
Καὶ τὰ μὲν καθ' ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον
至於我這方面的情況便是如此。
And such, then, are matters concerning us.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。