📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 《教會史》卷十

《教會史》卷十 第 4 章 第 2/2 段

希臘文原文.20 節.部分字詞可點開查義.本章太長已分段,此段為 4:53–4:72(全章共 72 節)

← 第 3 章第 5 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
4:53
ταῦτα Ἡσαΐας προεθέσπισε, ταῦτα πρόπαλαι περὶ ἡμῶν ἐν ἱεραῖς βίβλοις καταβέβλητο, ἐχρῆν δέ που τούτων τὴν ἀψεύδειαν ἤδη ποτὲ ἔργοις παραλαβεῖν.
這些事是以賽亞所預言的;這些事是古時論到我們,記載在聖書中的;而這些事的真實,理當在某個時候藉著實事被我們領受。
These things Isaiah foretold; these things were laid down concerning us of old in the sacred books; and it was needful, surely, that at some time we should receive the truth of these things by deeds.
4:54
ἀλλὰ γὰρ τοιαῦτα τοῦ νυμφίου λόγου πρὸς τὴν ἑαυτοῦ νύμφην τὴν ἱερὰν καὶ ἁγίαν ἐκκλησίαν ἐπιφωνοῦντος, εἰκότως ὁ νυμφοστόλος ὅδε αὐτὴν τὴν ἔρημον, τὴν πτῶμα κειμένην, τὴν παρὰ ἀνθρώποις ἀνέλπιδα, ταῖς κοιναῖς ἁπάντων ὑμῶν εὐχαῖς, χεῖρας τὰς ὑμῶν αὐτῶν ὀρέξας, ἐξήγειρε καὶ ἐξανέστησε, θεοῦ τοῦ παμβασιλέως νεύματι καὶ τῆς Ἰησοῦ Χριστοῦ δυνάμεως ἐπιφανείᾳ, τοιαύτην τε ἀναστήσας κατεστήσατο, οἵαν ἐκ τῆς τῶν ἱερῶν χρησμῶν καταγραφῆς ἐδιδάσκετο.
誠然,當這新郎之道向祂自己的新婦,就是聖潔神聖的教會,發出這樣的話時,這引領新婦的人,便合宜地藉著你們眾人共同的禱告,伸出你們自己的手,扶起並立直了那曠野本身──那如同死屍躺臥的、那被人視為絕望的──這是憑著萬有之王神的點頭,並耶穌基督能力的彰顯;他既把她扶起,便照著他從聖諭記載所領受的,把她建立起來。
But indeed, when the Bridegroom-Word utters such things to His own bride, the sacred and holy Church, fittingly did this bridal-attendant, by the common prayers of you all, stretching out your own hands, raise up and set upright the very desert, the one lying as a carcass, the one despaired of among men—by the nod of God the universal King and by the manifestation of the power of Jesus Christ; and having raised her up, he established her such as he was taught from the inscription of the sacred oracles.
4:55
θαῦμα μὲν οὑν μέγιστον τοῦτο καὶ πέρα πάσης ἐκπλήξεως, μάλιστα τοῖς ἐπὶ μόνῃ τῇ τῶν ἔξωθεν φαντασίᾳ τὸν νοῦν προσανέχουσι. θαυμάτων δὲ θαυμασιώτερα τά τε ἀρχέτυπα, καὶ τούτων τὰ πρωτότυπα νοητὰ καὶ θεοπρεπῆ παραδείγματα, τῆς ἐνθέου φημὶ παὶ λογικῆς ἐν ψυχαῖς οἰκοδομῆς ἀνανεώματα·
這確實是極大的奇事,超乎一切驚異,尤其對那些只把心思繫於外表景象的人而言。但比奇事更奇妙的,乃是那些原型,並這些原型那可悟、合乎神的初樣──我是說那屬神、有理性、在靈魂裡之建造的更新;
This indeed is a very great wonder, beyond all amazement, especially to those who fix their mind only on the outward appearance of things. But more wonderful than wonders are the archetypes, and the prototypical intelligible and God-befitting patterns of these—I mean the renewals of the divine and rational building in souls;
4:56
ἣν αὐτὸς ὁ θεόπαις κατ εἰκόνα τὴν αὐτὸς αὐτοῦ δημιουργήσας, πάντῃ τε καὶ κατὰ πάντα τὸ θεοείκελον δεδωρημένος, ἄφθαρτον φύσιν, ἀσώματον, λογικὴν, πάσης γεώδους ὕλης ἀλλοτρίαν, αὐτονοερὰν οὐσίαν, ἅπαξ τὸ πρῶτον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι συστησάμενος, νύμφην ἁγίαν καὶ νεὼν πανίερον ἑαυτῷ τε καὶ τῷ πατρὶ κατειργάσατο. ὃ καὶ σαφῶς αὐτὸς ὁμολογῶν ἐκφαίνει, λέγων ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. καὶ τοιαύτη μὲν ἡ τελεία καὶ κεκαθαρμένη ψυχὴ, ἀρχῆθεν οὕτω γεγενημένη, οἵα τὸν οὐράνιον λόγον ἀγαλματοφορεῖν.
這建造,是那屬神之子親自照著祂自己的形像所創造的,又在各方面、各事上賜下與神相像之性──不朽壞的本性、無形體的、有理性的、與一切屬土之物無乾的、自有理智的本質──祂從前頭一次將它從無有帶入存有,為祂自己、也為父造成一個聖潔的新婦、一座全然神聖的殿。這事祂也清楚承認,明明顯出,說:「我要在他們中間居住,並要在他們中間往來;我要作他們的神,他們要作我的子民。」這就是那完全而潔淨的靈魂,從起初如此被生,能如同形像一般懷帶屬天的道。
which the divine Child Himself, having created after His own image, and having bestowed in every way and in all things the God-likeness—an incorruptible nature, bodiless, rational, alien to all earthly matter, a self-intelligent substance—having once at the first brought it into being from non-being, fashioned for Himself and for the Father a holy bride and an all-sacred temple. This too He plainly confesses and makes manifest, saying: 'I will dwell in them and walk among them, and I will be their God, and they shall be My people.' And such is the perfect and purified soul, so generated from the beginning, as to bear the heavenly Word as an image.
4:57
ἀλλὰ γὰρ φθόνῳ καὶ ζήλῳ τοῦ φιλοπονήρου δαίμόνος φιλοπαθὴς καὶ φιλοπόνηρος ἐξ αὐτεξουσίου αἱρέσεως γενομένη, ὑπαναχωρήσαντος αὐτῆς τοῦ θείου ὡσὰν ἔρημος προστάτου, εὐάλωτος καὶ εἰ ἐπιβουλὴν εὐχερὴς τοῖς ἐκ μακροῦ διαφθονούμενοι ἀπελήλεγκται, ταῖς τε τῶν ἀοράτων ἐχθρῶν καὶ νοητῶν πολεμίων ἑλεπόλεσι καὶ μηχαναῖς καταβληθεῖσα, πτῶμα ἐξαίσιον καταπέπτωκεν, εἰς ὅσον οὐδ ἐπὶ λίθῳ λίθον τῆς ἀρετῆς ἑστῶτα ἐν αὐτῇ διαμεῖναι, ὅλην δὲ διόλου χαμαὶ κεῖσθαι νεκρὰν, τῶν περὶ θεοῦ φυσικῶν ἐννοιῶν πάμπαν ἀπεστερημένην.
但確實,由於那喜愛邪惡之鬼魔的嫉妒與妒忌,她憑自己自由的選擇成了愛慾、愛惡的──那屬神的衛護者既如離開曠野一般從她退去──她便被證實容易被擄掠,容易落入那些久已嫉恨她之輩的詭計;她被那些不可見之仇敵與可悟之敵人的攻城器具與計謀打倒,遭遇了非常的傾倒,以致在她裡面連德行的一塊石頭也不存留在另一塊上,乃是全然倒臥在地,死了,完全失去了那關乎神的天然觀念。
But indeed, through the envy and jealousy of the demon that loves evil, having become, by her own free choice, a lover of passion and a lover of evil—the divine Protector having withdrawn from her as from a desert—she was proved easily captured and an easy prey to the plotting of those who had long borne her envy; and being cast down by the siege-engines and devices of the invisible enemies and intelligible foes, she fell with an extraordinary fall, so far that not even stone of virtue upon stone remained standing in her, but she lay wholly throughout upon the ground, dead, utterly deprived of the natural conceptions concerning God.
4:58
πεπτωκυῖαν δὴ ταύτην ἐκείνην τὴν κατ εἰκόνα θεοῦ κατασκευασθεῖσαν ἐλυμήνατο οὐχ οὓς οὗτος ὁ ἐκ δρυμοῦ τοῦ παρ ἡμῖν ὁρατοῦ, ἀλλά τις φθοροποιὸς δαίμων, καὶ θῆρες ἄγριοι νοητοὶ, οἱ καὶ τοῖς πάθεσιν οἷα πεπυρακτωμένοις τῆς σφῶν κακίας βέλεσιν αὐτὴν ἐξυφάψαντες, ἐνεπύρισαν ἐν πυρὶ τὸ θεῖον ὄντως ἁγιαστήριον τοῦ θεοῦ, εἰς τὴν γῆν τε ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματος αὐτοῦ· εἶτα πολλῷ τῷ προσχώματι τὴν ἀθλίαν κατορύξαντες, εἰς ἀνέλπιστον πάσης περιέτρεψαν σωτηρίας.
於是這倒下的──就是那按神形像所造的──蹂躪她的,並不是我們中間從可見叢林而出的那種野豬,乃是某個帶來敗壞的鬼魔,並可悟兇暴的野獸;他們藉著情慾,彷彿用他們自己邪惡那火淬之箭把她點燃,放火焚燒了神那真正神聖的聖所,又把祂名的帳幕踐踏在地玷污;隨後他們用大堆土把這可憐的埋葬,使她落入對一切救恩都絕望的地步。
Her, then, lying fallen—her who had been fashioned after the image of God—it was not such a boar from the visible thicket among us that ravaged, but a certain corruption-bringing demon and savage intelligible beasts, who, having set her ablaze as with the fire-tempered darts of their own wickedness through the passions, burned with fire the truly divine sanctuary of God, and profaned to the ground the tabernacle of His name; then, having buried the wretched one under a great mound, they turned her to the despairing of all salvation.
4:59
ἀλλ ὅ γε κηδεμὼν αὐτῆς λόγος, ὁ θεοφεγγὴς καὶ σωτήριος, τὴν κατ ἀξίαν δίκην τῶν ἁμαρτημάτων ὑποσχοῦσαν αὖθις ἐξ ὑπαρχῆς ἀνελάμβανε, πατρὸς παναγάθου φιλανθρωπίᾳ πειθόμενος.
但她的守護者──那道、那發出神光、施行拯救者──在她償付了與她罪愆相稱的刑罰之後,重新從起頭把她接了起來,是受了那至善之父愛世人之心的勸動。
But her Guardian, the Word, the God-shining and saving One, when she had paid the worthy penalty of her sins, took her up again anew from the beginning, being persuaded by the love of the all-good Father for mankind.
4:60
αὐτὰς δὴ οὖν πρώτας τὰς τῶν ἀνωτάτω βασιλευόντων ψυχὰς προελόμενος, τῶν μὲν δυσσεβῶν καὶ ὀλεθρίων πάντων, αὐτῶν τε τῶν δεινῶν καὶ θεομισῶν τυράννων τὴν οἰκουμένην ἅπασαν δι αὐτῶν τῶν θεοφιλεστάτων ἐκαθήρατο· εἶτα δὲ τοὺς αὐτῷ γνωρίμους ἄνδρας, τοὺς πάλαι διὰ βίου ἱερωμένους αὐτῷ, κρύβδην γε μὴν ὡς ἐν κακῶν χειμῶνι πρὸς τῆς αὐτοῦ σκέπης καλυπτομένους, εἰς φανερὸν ἀγαγὼν, καὶ ταῖς τοῦ πνεύματος μεγαλοδωρεαῖς ἐπαξίως τιμήσας, αὖθις καὶ διὰ τούτων τὰς μικρῷ πρόσθεν ἐρρυπωμένας ψυχὰς, ὕλης τε παντοίας καὶ χώματος ἀσεβῶν ἐπιταγμάτων συμπεφορημένας, ὄρυξι καὶ δικέλλαις ταῖς πληκτικαῖς τῶν μαθημάτων διδασκαλίαις ἐξεκάθηρέ τε καὶ ἀπέσμηξε·
於是祂首先揀選那至高掌權者的靈魂,藉著那些最蒙神所愛的人,潔淨了全天下,除去一切不敬虔、毀滅性的人,並那些可怕、為神所恨之暴君本身;隨後祂把那些祂所認識、長久以來終生獻給祂、卻如在禍患的風暴中暗暗藏在祂遮蓋之下的人帶到明處,又配得地以聖靈的大恩賜尊崇他們──再藉著這些人,用真道那擊打之教訓的鋤與鏟,潔淨並擦淨那些不久以前被污穢、又被各樣不敬虔命令之物與廢土所堆積的靈魂。
Choosing first, then, the very souls of the supreme rulers, He cleansed the whole inhabited world, through those most beloved of God, of all the impious and destructive men, and of the dreadful and God-hated tyrants themselves; then, having brought into the open the men known to Him, those who had long been consecrated to Him throughout their lives, yet secretly, as in a storm of evils, sheltered beneath His covering, and having honoured them worthily with the great gifts of the Spirit—again through these He cleansed and scoured, with the picks and mattocks of the smiting teachings of doctrine, the souls a little before defiled and heaped over with all manner of matter and rubbish of impious commands.
4:61
λαμπρόν τε καὶ διαυγῆ τῆς πάντων ὑμῶν διανοίας τὸν χῶρον ἀπειργασμένος, ἐνταῦθα λοιπὸν τῷ πανσόφῳ καὶ θεοφιλεῖ τῷδε παραδέδωκεν ἡγεμόνι, ὃς τά τε ἄλλα κριτικὸς καὶ ἐπιλογιστικὸς τυγχάνων, τὴν τῶν αὐτῷ κεκληρωμένων ψυχῶν εὑ διαγινώσκων καὶ φυλοκρινῶν διάνοιαν, ἐκ πρώτης ὡς εἰπεῖν ἡμέρας οἰκοδομῶν οὔπω καὶ εἰς δεῦρο πέπαυται, τοτὲ μὲν διαυγῆ τὸν χρυσὸν, τοτὲ δὲ δόκιμον καὶ καθαρὸν τὸ ἀργύριον καὶ τοὺς τιμίους καὶ πολυτελεῖς λίθους ἐν πᾶσιν ὑμῖν ἁρμόττων, ὡς ἱερὰν αὖθις καὶ μυστικὴν ἔργοις τοῖς εἰς ὑμᾶς ἀποπληροῦν προφητείαν, δι ἧς εἴρηται
他既使你們眾人悟性的地土明亮澄澈,便把它交付給這位全智、蒙神所愛的領袖;他在其餘各方面有辨別力、有判斷力,又善於辨明並篩選那歸他所分之靈魂的悟性,可說是從頭一天直到如今都在建造,並且還未止息──時而把澄淨的金、時而把試煉純淨的銀,並寶貴貴重的石頭,安置在你們眾人中間──以致又藉著實事,向你們應驗那神聖奧祕的預言,藉這預言曾說:
And having made bright and translucent the ground of the understanding of you all, he then handed it over to this all-wise and God-beloved leader, who, being in other respects discerning and judicious, and well distinguishing and sifting the understanding of the souls allotted to him, has, so to speak, been building from the first day until now, and has not yet ceased—now fitting in among you all the translucent gold, now the approved and pure silver and the precious and costly stones—so as again to fulfil by deeds the sacred and mystic prophecy toward you, through which it is said:
4:62
ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ καὶ ἐν πολλῇ εἰρήνη τὰ τέκνα σου· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ.
「看哪,我必以紅寶石作你的石頭,以藍寶石作你的根基,以碧玉作你的城垛,以水晶石作你的城門,以精選的石頭作你的圍牆,並使你的眾子都受神的教訓,你的兒女大享平安;你必因公義得以建立。」
'Behold, I prepare carbuncle for thy stone, and sapphire for thy foundations, and jasper for thy battlements, and crystal stones for thy gates, and choice stones for thy enclosure, and all thy sons taught of God, and thy children in great peace; and in righteousness shalt thou be built.'
4:63
δικαιοσύνῃ δῆτα οἰκοδομῶν κατ ἀξίαν τοῦ παντὸς λαοῦ διῄρει τὰς δυνάμεις, οἷς μὲν τὸν ἔξωθεν αὐτὸ μόνον περιφράττων περίβολον, τὴν ἀπλανῆ πίστιν περιτειχίσας, πολὺς δὲ ὁ τοιοῦτος καὶ μέγας λεὼς, οὐδὲν κρεῖττον φέρειν οἰκοδόμημα διαρκῶν), οἷς δὲ τὰς ἐπὶ τὸν οἶκον ἐπιτρέπων εἰσόδους, θυραυλεῖν καὶ ποδηγεῖν τοὺς εἰσιόντας κατατάττων, οὐκ ἀπεικότως τοῦ νεὼ πρόπυλα νενομισμένους, ἄλλους δὲ πρώτοις τοῖς ἔξωθεν ἀμφὶ τὴν αὐλὴν ἐκ τετραγώνου κίοσιν ὑπεστήριζε, ταῖς πρώταις τῶν τεττάρων εὐαγγελίων τοῦ γράμματος προβολαῖς ἐμβιβάζων, τοὺς δ ἤδη ἀμφὶ τὸν βασίλειον οἶκον ἑκατέρωθεν παραζεύγνυσιν, ἔτι μὲν κατηχουμένους καὶ ἐν αὔξῃ καὶ προκοπῇ καθεστῶτας, οὐ μὴν πόρρω που καὶ μακρὰν τῆς τῶν ἐνδοτάτω θεοπτίας τῶν πιστῶν διεζευγμένους·
於是他在公義中建造,照著各人的才幹妥善地分派眾百姓:對某些人,他只派他們圈築那外圍,用毫無差誤的信心把他們圍起來──這樣的人為數眾多、龐大,不能擔負更美的建造;對另一些人,他把那通往屋宇的入口交託他們,派他們看守門戶、引導進來的人,他們不無道理地被視為聖殿的門廊;又有一些人,他用方形外院最前面的柱子支撐,引他們進入四福音書文字最初的門口;還有一些人,他把他們繫在那王者之屋的兩旁,他們仍是慕道者,立在增長與長進之中,卻並非遠離、也非與信徒所享至內見神之境大大相隔。
Building, then, in righteousness, he duly divided the people according to their capacities: to some he assigned only the outer enclosure to fence round, walling them about with unerring faith—and great and numerous is such a people, not strong enough to bear any better building; to others he entrusted the entrances to the house, appointing them to keep the doors and to guide in those entering, who are not unreasonably regarded as the gateways of the temple; others he supported with the first columns of the square outside court, introducing them to the first portals of the letter of the four Gospels; while others again he yoked on either side about the royal house, those still catechumens and established in growth and progress, yet not far off nor greatly separated from the inmost vision of God enjoyed by the faithful.
4:64
ἐκ δὴ τούτων τὰς ἀκηράτους ψυχὰς θείῳ λουτρῷ χρυσοῦ δίκην ἀποσμηχθείσας παραλαβὼν, κἀνταῦθα τοὺς μὲν κίοσι τῶν ἐξωτάτω πολὺ κρείττοσιν ἐκ τῶν ἐνδοτάτω μυστικῶν τῆς γραφής δογμάτων ὐποστηρίζει, τοὺς δὲ τοῖς πρὸς τὸ φῶς ἀνοίγμασι καταυγάζει.
他從這些人中,取了那些藉屬神之洗如金被擦淨、毫無沾染的靈魂,在這裡也用遠勝最外層的柱子──就是出於聖經至內奧祕的道理──來支撐其中一些,又用那些朝向光的開口照亮另一些。
From among these, taking the unsoiled souls that have been scoured like gold by the divine washing, here too he supports some with columns far better than the outermost—from the inmost mystic doctrines of the Scripture—and others he illuminates with the openings toward the light.
4:65
προπύλῳ μὲν ἐνὶ μεγίστῳ τῆς τοῦ παμβασιλέως ἑνὸς καὶ μόνου θεοῦ δοξολογίας τὸν πάντα νεὼν κατακοσμῶν, Χριστοῦ δὲ καὶ τοῦ ἁγίου πνεύματος παρ ἑκάτερα τῆς τοῦ πατρὸς αὐθεντίας τὰς δευτέρας αὐγὰς τοῦ φωτὸς παρασχόμενος, τῶν τε λοιπῶν διὰ τοῦ παντὸς οἴκου ἄφθονον καὶ πολὺ διάφορον τῆς καθ ἕκαστον ἀληθείας τὸ σαφὲς καὶ φωτεινὸν ἐνδεικνύμενος, πάντη δὲ καὶ πανταχόθεν τοὺς ζῶντας καὶ βεβηκότας καὶ εὐπαγεῖς τῶν ψυχῶν λίθους ἐγκρίνας, τὸν μέγαν καὶ βασιλικὸν ἐξ ἁπάντων οἶκον ἐπισκευάζεται, λαμπρὸν καὶ φωτὸς ἔμπλεω τά τε ἔνδοθεν καὶ τὰ ἐκτὸς, ὅτι μὴ ψυχὴ μόνον καὶ διάνοια, καὶ τὸ σῶμα δὲ αὐτοῖς ἁγνείας καὶ σωφροσύνης πολυανθεῖ κόσμῳ κατηγλάϊστο.
他用一座偉大的門廊裝飾全殿──就是對那萬有之王、獨一之神的榮耀讚美──又在父至高權柄的兩旁,提供基督與聖靈那第二道光的光輝;並在全屋遍處顯出真理在各部分豐盈而極其多樣的明晰與光亮;他又在四圍各處揀選那些活的、安置妥當、穩固的靈魂之石,從它們眾石建成那偉大而王者的屋宇,無論內外都明亮充滿光輝;因為不單靈魂與心思,連他們的身體也因純潔與節制那繁花盛放的妝飾而光彩煥發。
Adorning the whole temple with one great gateway—the glorification of the universal King, the one and only God—and providing on either side of the Father's supreme authority the second beams of light, of Christ and of the Holy Spirit; and showing throughout the whole house the abundant and richly varied clearness and brightness of the truth in each part; and having selected on every side and from every quarter the living and well-set and firmly fixed stones of the souls, he builds out of them all the great and royal house, bright and full of light both within and without; because not only soul and mind, but their body too was made resplendent with the much-flowering adornment of purity and self-control.
4:66
ἔνεισι δ ἐν τῷδε τῷ ἱερῷ καὶ θρόνοι βάθρα τε μυρία καὶ καθιστήρια, ἐν ὅσαις ψυχαῖς τὰ τοῦ θείου πνεύματος ἐφιζάνει δωρήματα, οἷα καὶ πάλαι ὤφθη τοῖς ἀμφὶ τοὺς ἱεροὺς ἀποστόλους, οἷς ἐφάνησαν διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκάθισάν τε ἐφ ἔνα ἕκαστον αὐτῶν.
在這聖所中也有寶座,又有萬千的坐凳與座位,乃是在那些屬神之靈的恩賜所安歇之眾多靈魂上──正如古時那些圍繞聖使徒的人所看見的,有舌頭如火焰分開,落在他們各人身上。
And there are in this sanctuary also thrones and ten thousand benches and seats, in as many souls as the gifts of the divine Spirit rest upon—such as were seen of old by those about the holy apostles, to whom there appeared tongues parting asunder as of fire, and they sat upon each one of them.
4:67
ἀλλ ἐν μὲν τῷ πάντων ἄρχοντι ἴσως αὐτὸς ὅλος ἐγκάθηται Χριστὸς, ἐν δὲ τοῖς μετ αὐτὸν δευτερεύουσιν ἀναλόγως, καθ ὅσον ἕκαστος χωρεῖ Χριστοῦ δυνάμεως καὶ πνεύματος ἁγίου μερισμούς. βάθρα δ ἂν εἷεν καὶ ἀγγέλων καὶ αἵ τινων ψυχαὶ, τῶν εἰς παιδαγωγίαν καὶ φρουρὰν ἑκάστῳ παραδεδομένων.
但或許在那作眾人之首者裡面,基督自己全然坐著為王;而在那些居他以下第二位的人裡面,便是按比例,照各人所能容受基督之能力與聖靈之分賜的程度而定。那些坐凳或許就是天使,並某些靈魂的,就是那些被交付給各人作教養與看守的。
But perhaps in him who is ruler of all, Christ Himself sits enthroned whole; and in those who hold the second places after him, proportionately, in so far as each has room for the distributions of the power of Christ and of the Holy Spirit. And the benches may be of angels and of the souls of certain ones, those handed over to each for tutelage and guard.
4:68
σεμνὸν δὲ καὶ μέγα καὶ μονογενὲς θυσιαστήριον ποῖον ἂν εἴη ἢ τῆς τοῦ κοινοῦ πάντων ἱερέως τῆς ψυχῆς τὸ εἰλικρινὲς καὶ ἁγίων ἅγιον; ᾧ παρεστὼς ἐπὶ δεξιᾷ ὁ μέγας τῶν ὅλων ἀρχιερεὺς αὐτὸς Ἰησοῦς, ὁ μονογενὴς τοῦ θεοῦ, τὸ παρὰ πάντων εὐῶδες θυμίαμα καὶ τὰς δι εὐχῶν ἀναίμους καὶ ἀύλους θυσίας φαιδρῷ τῷ βλέμματι καὶ ὑπτίαις ὑποδεχόμενος χερσὶ, τῷ κατ οὐρανὸν πατρὶ καὶ θεῷ τῶν ὅλων παραπέμπεται, πρῶτος αὐτὸς προσκυνῶν, καὶ μόνος τῷ πατρὶ τὸ κατ ἀξίαν ἀπονέμων σέβας, εἶτα δὲ καὶ πᾶσιν ἡμῖν εὐμενῆ διαμένειν καὶ δεξιὸν εἰς ἀεὶ παραιτούμενος.
那莊嚴、偉大、獨一的祭壇,除了眾人共同之祭司那靈魂的真誠與至聖所之外,還能是甚麼呢?那萬有偉大的大祭司、神的獨生子耶穌自己,站在祭壇右邊,以明朗的容顏與舉起的手,承接眾人馨香的香,並那藉禱告所獻無血、非物質的祭物,把它們呈上給天上的父、萬有的神,祂自己首先敬拜,並惟獨向父獻上當得的崇敬;隨後又懇求父向我們眾人永遠施恩、慈惠。
And what could the grave and great and only-begotten altar be, but the sincerity and holy of holies of the soul of the common priest of all? Standing beside it on the right, the great High Priest of all, Jesus Himself, the Only-begotten of God, receiving with bright countenance and upturned hands the fragrant incense from all and the bloodless and immaterial sacrifices offered through prayers, sends them up to the Father in heaven and God of all, Himself first worshipping, and alone rendering to the Father the worship that is due; and then also entreating that He may remain gracious and propitious to us all for ever.
4:69
τοιοῦτος ὁ μέγας νεὼς, ὃν καθ ὅλης τῆς ὑφ ἥλιον οἰκουμένης ὁ μέγας τῶν ὅλων δημιουργὸς λόγος συνεστήσατο, τῶν ἐπέκεινα οὐρανίων ἁψίδων πάλιν καὶ αὐτὸς νοερὰν ταύτην ἐπὶ γῆς εἰκόνα κατεργασάμενος, ὡς ἂν διὰ πάσης τῆς κτίσεως τῶν τε ἐπὶ γῆς λογικῶν ζῴων ὁ πατὴρ αὐτῷ τιμῷτό τε καὶ σέβοιτο.
這便是那偉大的殿,是萬有偉大的創造者、那道,在日光之下的全天下所建立的;祂自己又在地上造成這諸天以上穹蒼那可悟的形像,使父能藉著祂,在全受造之物並地上有理性的活物中間,得著尊崇與敬拜。
Such is the great temple which throughout the whole inhabited world under the sun the great Maker of all, the Word, has established, having Himself again wrought this intelligible image on earth of the vaults beyond the heavens, that throughout the whole creation and the rational living beings upon earth the Father might be honoured and worshipped by Him.
4:70
τὸν δ ὑπερουράνιον χῶρον καὶ τὰ ἐκεῖσε τῶν τῇδε παραδείγματα, τήν τε ἄνω λεγομένην Ἱερουσαλὴμ καὶ τὸ Σιῶν ὅρος τὸ ἐπουράνιον, καὶ τὴν ὑπερκόσμιον πόλιν τοῦ ζῶντος θεοῦ, ἐν ᾗ μυριάδες ἀγγέλων πανηγύρεις καὶ ἐκκλησία πρωτοτόκωνπογεγραμμένων ἀ ἐν οὐρανοῖς ταῖς ἀρρήτοις καὶ ἀνεπιλογίστοις ἡμῖν θεολογίαις τὸν σφῶν ποιητὴν καὶ πανηγεμόνα τῶν ὅλων γεραίρουσιν, οὔτις θνητὸς οἶός τε κατ ἀξίαν ὑμνῆσαι, ὅτι δὴ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, αὐτὰ δὴ ταῦτα ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
但那超天的境界,與在那裡這些地上之物的樣式,並那所謂在上的耶路撒冷與屬天的錫安山,以及永生神那超越世界的城──在其中有千萬天使在歡慶的聚集中,並名錄在天上頭生之眾的教會,用我們所不能言說、不能計量的神學頌讚他們的創造者與萬有的總首領──沒有一個必死的人能配得地歌頌;因為眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到,就是神為愛祂之人所預備的這些事。
But the supercelestial region and the patterns there of the things here, and the so-called Jerusalem above and Mount Zion the heavenly, and the supramundane city of the living God, in which ten thousands of angels in festal gathering and the church of the firstborn enrolled in heaven honour their Maker and universal Ruler with theologies unspeakable and not to be reckoned by us—no mortal is able to hymn worthily; for eye has not seen and ear has not heard, and into the heart of man it has not entered, these very things which God has prepared for those who love Him.
4:71
ὧν ἤδη ἐν μέρει καταξιωθέντες ἄνδρες ἅμα παισὶ καὶ γυναιξὶ, μικροὶ καὶ μεγάλοι, πάντες ἀθρόως ἐν ἐνὶ πνεύματι καὶ μιᾷ ψυχῇ μὴ διαλίπωμεν ἐξομολογούμενοι, καὶ τὸν τῶν τοσούτων ἡμῖν ἀγαθῶν παραίτιον ἀνευφημοῦντες, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις ἡμῶν, τὸν ἰώμενον πάσας τὰς νόσους ἡμῶν, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, τὸν στεφανοῦντα ἡμάς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν ἡμῶν, ὅτι οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι καθ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ ἡμῶν τὰς ἀνομίας ἡμῶν· καθὼς οἰκτείρει πατὴρ υἱοὺς αὐτοῦ, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτόν.
我們既已在部分上蒙算為配得這些事,願我們──男人連同孩子與婦女,無論大小──眾人一同以一個靈、一個心,不止息地承認,並讚美那賜給我們這麼多美善之事的源頭:祂赦免我們一切的罪孽,祂醫治我們一切的疾病,祂救贖我們的性命脫離朽壞,祂以慈愛與憐憫為我們戴上冠冕,祂用美善使我們的心願滿足;因為祂沒有按我們的罪過待我們,也沒有照我們的罪孽報應我們;因為東離西有多遠,祂叫我們的過犯離我們也有多遠;父親怎樣憐恤他的兒女,主也照樣憐恤敬畏祂的人。
Of which having now in part been counted worthy, let us—men together with children and women, small and great—all together with one spirit and one soul, not cease confessing, and giving praise to the Author of so many good things to us: who is gracious to all our iniquities, who heals all our diseases, who redeems our life from corruption, who crowns us with mercy and compassions, who fills our desire with good things; for He has not dealt with us according to our sins, nor recompensed us according to our iniquities; for as far as the east is from the west, so far has He removed our iniquities from us; as a father pities his children, so the Lord has pitied them that fear Him.
4:72
ταῦτα καὶ νῦν καὶ εἰς τοὺς ἐξῆς ἅπαντας χρόνους ταῖς μνήμαις ἀναζωπυροῦντες, ἀτὰρ καὶ τῆς παρούσης πανηγύρεως καὶ τῆς φαιδρᾶς ταύτης καὶ λαμπροτάτης ἡμέρας τὸν αἴτιον καὶ πανηγυριάρχην νύκτωρ καὶ μεθ ἡμέραν διὰ πάσης ὥρας καὶ δι ὅλης, ὡς εἰπεῖν, ἀναπνοῆς ἐν νῷ προορώμενοι, στέργοντες καὶ σέβοντες ψυχῆς ὅλῃ δυνάμει, καὶ νῦν ἀναστάντες, μεγάλῃ διαθέσεως φωνῇ καθικετεύσωμεν, ὡς ἂν ὑπὸ τὴν αὐτοῦ μάνδραν εἰς τέλος ἡμᾶς σκεπάζων διασώζοιτο, τὴν παρ αὐτοῦ βραβεύων ἀρραγῆ καὶ ἄσειστον αἰωνίαν εἰρήνην, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι οὗ αὐτῷ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.
願我們無論如今或直到將來一切的時候,都在記念中重燃這些事;並在心思中,晝夜、時時刻刻、可說是每一口氣息之間,仰望這當前節慶並這明亮輝煌之日的源頭與主席──以靈魂全力愛祂、敬拜祂──如今也讓我們起來,以滿懷虔誠的大聲懇求祂,願祂把我們遮蔽、保守在祂的圈中直到末了,賜下那從祂而來、不可破壞、不可動搖的永遠平安,在基督耶穌我們的救主裡;願榮耀藉著祂歸與祂,直到世世代代。阿們。
Rekindling these things in our memories both now and unto all the times to come, and beholding in our mind, night and day, through every hour and, so to speak, with our every breath, the Author and President of this present festival and of this bright and most radiant day—loving and worshipping Him with the whole strength of the soul—now also let us arise and with a loud voice of devotion entreat Him, that He would shelter and keep us under His fold unto the end, awarding the unbroken and unshaken eternal peace that is from Him, in Christ Jesus our Saviour, through whom be glory to Him unto all the ages of the ages. Amen.
← 上一段
← 第 3 章第 5 章 →
123456789

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。