| 7:1 | Καὶ ἀνέστη Βαρούχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν καθεζόμενον ἐκτὸς τοῦ μνημείου. | ወተንሥአ፡ ባሮክ፡ ወወፅአ፡ ጽሒፎ፡ ከመዝ፡ እመቃብር። | 巴錄起來,出了墳塋,見那鷹正停在墳塋外面。 |
|---|
| 7:2 | καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός· Χαῖρε, Βαρούχ, ὁ οἰκονόμος τῆς πίστεως. | ወተንሥአ፡ ባሮክ፡ ወወፅአ፡ ጽሒፎ፡ ከመዝ፡ እመቃብር። | 那鷹用人的聲音回答他說:「巴錄,信心的管家,願你平安。」 |
|---|
| 7:3 | καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι, Ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν μοι οὖν, τί ποιεῖς ἐνταῦθα; | ወይቤሎ፡ ንስር፡ ባሐከ፡ ባሮክ፡ መጋቤ፡ ሃይማኖት፡ ወይቤሎ፡ ባሮክ፡ እስመ፡ ኅሩይ፡ አንተ፡ እምኵሉ፡ አዕዋፈ፡ ሰማይ፡ ትትናገር፤ እምብርሃነ፡ አዕይንቲከ፡ እሙር፡ አንተ፤ ወይእዜኒ፡ አርእየኒ፡ ምንተ፡ ትነብር፡ በዝየ። | 巴錄對牠說:「在天上一切的飛鳥中,你是蒙揀選能說話的;這從你眼中的光輝就看得出來。請告訴我,你在這裡作甚麼呢?」 |
|---|
| 7:4 | καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς δι᾽ ἐμοῦ. | ወይቤሎ፡ ንስር፡ ተፈኖኩ፡ ዝየ፡ ከመ፡ ኵሎ፡ ቃለ፡ ዘትፈቅድ፡ ትልአከኒ፡ ኪያየ። | 那鷹對他說:「我被差到這裡來,好叫你凡所願送的信息,都可以託我送去。」 |
|---|
| 7:5 | καὶ εἶπεν αὐτῷ Βαρούχ· Εἰ δύνασαι συ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα; | ወይቤሎ፡ ንስር፡ ተፈኖኩ፡ ዝየ፡ ከመ፡ ኵሎ፡ ቃለ፡ ዘትፈቅድ፡ ትልአከኒ፡ ኪያየ። | 巴錄對牠說:「你能把這信息帶給在巴比倫的耶利米麼?」 |
|---|
| 7:6 | καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην. | ወይቤሎ፡ ባሮክ፡ ትክልኑ፡ እላንተ፡ ነገረ፡ አብጽሖ፡ ኀበ፡ ኤርምያስ፡ ውስተ፡ ባቢሎን፤ ወይቤሎ፡ ንስር፡ በእንተዝ፡ ተፈነውኩ። | 那鷹對他說:「我被差來,正是為了這事。」 |
|---|
| 7:7 | καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολήν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ· Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ᾽ ὑγείας, καὶ τὴν φάσιν ἔνεγκόν μοι. | ወነሥአ፡ ባሮክ፡ መጽሐፈ፡ ወ፡ ፲፡ ወ፡ ፭፡ በለሰ፡ እምዝኩ፡ ሙዳየ፡ በለስ፡ ዘአምጽአ፡ አቤሜሌክ፡ ወአሰረ፡ ውስተ፡ ክሳዱ፡ ለንስር። | 巴錄拿了那信,又從亞比米勒的籃中取了十五個無花果,繫在那鷹的頸項上,對牠說:「飛鳥之王啊,我對你說,你當平平安安、康健地去,把回信帶給我。 |
|---|
| 7:8 | μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε τῷ δικαίῳ. | ወነሥአ፡ ባሮክ፡ መጽሐፈ፡ ወ፡ ፲፡ ወ፡ ፭፡ በለሰ፡ እምዝኩ፡ ሙዳየ፡ በለስ፡ ዘአምጽአ፡ አቤሜሌክ፡ ወአሰረ፡ ውስተ፡ ክሳዱ፡ ለንስር። | 你不要像那烏鴉,就是挪亞放出去,卻不再回到方舟那裡的;倒要像那鴿子,就是第三次給義人帶回信息的。 |
|---|
| 7:9 | οὕτως καὶ σύ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ. | ወይቤሎ፡ ለከ፡ እብል፡ ንስር፡ ንጉሦሙ፡ ለኵሎሙ፡ አዕዋፍ፡ ሖር፡ በሰላም፡ ውበሕይወት፤ ዜና፡ አምጽእ፡ ለነ፤ ወኢትትመሰሎ፡ ለቋዕ፡ ዘፈነዎ፡ ኖኅ፡ ወአበየ፡ ገቢአ፡ ዳግመ፡ ኀቤሁ፡ አላ፡ ተመሰላ፡ ለርግብ፡ ዘሥልሰ፡ አግብአት፡ ቃለ፡ ለኖኅ፤ ከማሁ፡ አንተኒ፡ ንሣእ፡ ዘንተ፡ ቃላተ፡ ሠናየ፡ ለኤርምያስ፡ ውውለእለ፡ ሀለዉ፡ ምስሌሁ፡ እስራኤል፡ ከመ፡ ሠናየ፡ ይኩንከ፡ ወንሣእ፡ ዘንተ፡ ትፍሥሕተ፡ ለሕዝብ፡ ኅሩያነ፡ አምላክ። | 你也照樣,把這好信息帶給耶利米和那些與他一同被囚的人,使你蒙福;把這文書帶給百姓和神所揀選的人。 |
|---|
| 7:10 | ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ βούλωνται πολεμῆσαι μετὰ σοῦ, ἀγώνισαι· ὁ κύριος δώῃ σοι δύναμιν. | ወእመኒ፡ ዖዱከ፡ አዕዋፍ፡ ኵሉ፡ ወኵሎሙ፡ ጸላእያኒሃ፡ ለጽድቅ፡ እንዘ፡ ይፈቅዱ፡ ይቅትሉከ፡ ተባደር፡ ወእግዚእ፡ የሀብከ፡ ኀይለ፡ ወኢትትመየጥ፡ ኢለየማን፡ ወኢለፀጋም፡ አላ፡ ከመ፡ ሐጽ፡ ዘየሐውር፡ ርቱዐ፡ ሖር፡ በኀይለ፡ አምላክ። | 若有天上一切的飛鳥圍住你,要與你爭戰,你就奮力相爭;主必賜你力量。 |
|---|
| 7:11 | καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μήτε εἰς τὰ ἀριστερά, ἀλλ᾽ ὡς βέλος ὕπαγον ὀρθῶς, ἀπέλθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ ἔσται ἡ δόξα κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ. | ወዘንተ፡ ብሂሎ፡ ባሮክ፡ ሰረረ፡ ንስር፡ ምስለ፡ መጽሐፍ፡ ወሖረ፡ ውስተ፡ ባቢሎን፡ ወአዕረፈ፡ ዲበ፡ ዐምድ፡ ዘአፍኣ፡ እምሀገር፡ በመካን፡ ዘገዳም፡ ወጸንሐ፡ ህየ፡ እስከ፡ የኀልፍ፡ ኤርምያስ፡ ወባዕዳን፡ ሕዝብ። | 你不可偏左偏右,乃要像箭直射一般;當靠著神的能力前去,主的榮耀必在你所行的一切路上與你同在。」 |
|---|
| 7:12 | τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἐλθὼν ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς τόπον ἔρημον. | ወዘንተ፡ ብሂሎ፡ ባሮክ፡ ሰረረ፡ ንስር፡ ምስለ፡ መጽሐፍ፡ ወሖረ፡ ውስተ፡ ባቢሎን፡ ወአዕረፈ፡ ዲበ፡ ዐምድ፡ ዘአፍኣ፡ እምሀገር፡ በመካን፡ ዘገዳም፡ ወጸንሐ፡ ህየ፡ እስከ፡ የኀልፍ፡ ኤርምያስ፡ ወባዕዳን፡ ሕዝብ። | 那鷹就飛起來,頸項上帶著那信,往巴比倫去了;牠來到城外曠野之地,停在一棵樹上。 |
|---|
| 7:13 | ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἰερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως. | ወኀለፉ፡ እንተ፡ ህየ፡ ከመ፡ ይቅብሩ፡ ብእሴ፡ ዘሞተ፡ እስመ፡ ሰአሎ፡ ኤርምያስ፡ ለናቡከደነጾር፡ እንዘ፡ ይብል፡ ሀበኒ፡ ምድረ፡ ኀበ። | 牠靜默不言,直等耶利米經過;原來耶利米和百姓中的幾個人正出城去埋葬一個死人。 |
|---|
| 7:14 | ᾐτήσατο γὰρ Ἰερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων· Δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς. | እቀብር፡ እምሕዝብየ፡ ወወሀቦ። | 耶利米曾求尼布甲尼撒王說:「求你給我一塊地,好叫我埋葬我百姓中的死人」;那王就賜給他。 |
|---|
| 7:15 | ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον κατέναντι τοῦ ἀετοῦ. | እቀብር፡ እምሕዝብየ፡ ወወሀቦ። | 他們出來,為那死人哭泣的時候,來到那鷹對面。 |
|---|
| 7:16 | καὶ ἔκραξεν ὁ ἀετὸς μεγάλῃ φωνῇ, λέγων· Σοὶ λέγω, Ἰερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἀπέλθε, σύναξον τὸν λαὸν καὶ ἔλθε ἐνταῦθα ἵνα ἀκούσωσι ἐπιστολῆς ἣς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ. | ውእንዘ፡ የሐውሩ፡ ወይበክዩ፡ ላዕለ፡ ዘሞተ፡ በጽሑ፡ ቅድመ፡ ዝኩ፡ ንስር፡ ወጸርኀ፡ ንስር፡ በዐቢይ፡ ቃል፡ ወይቤ፡ ለከ፡ እብለከ፡ ኤርምያስ፡ ኅሩየ፡ አምላክ፡ ሑር፡ ወአስተጋብኦሙ፡ ለኵሎሙ፡ ሕዝብ፡ ወይምጽኡ፡ ዝየ፡ ከመ፡ ይስምዑ፡ ሠናየ፡ ዜና፡ ዘአምጻእኩ። | 那鷹大聲呼叫說:「神所揀選的耶利米啊,我對你說,你去召聚百姓到這裡來,叫他們聽我從巴錄和亞比米勒帶給你的信。」 |
|---|
| 7:17 | ἀκούσας δὲ ὁ Ἰερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις, καὶ ἦλθεν ὅπου ἦν ὁ ἀετός. | ወሰሚዖ፡ ዘንተ፡ ሰብሖ፡ ለእግዚአብሔር፡ ወሶቤሃ፡ አስተጋብአ፡ ኵሎ፡ ሕዝበ፡ ወአንስቲያሆሙ፡ ወደቂቆሙ፡ ወበጽሑ፡ ኀበ፡ ሀሎ፡ ንስር። | 耶利米聽見,就榮耀神;他去召聚百姓連同婦女孩子,來到那鷹所在之處。 |
|---|
| 7:18 | καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ τὸν τεθνηκότα, καὶ ἀνέζησε. | ወሰሚዖ፡ ዘንተ፡ ሰብሖ፡ ለእግዚአብሔር፡ ወሶቤሃ፡ አስተጋብአ፡ ኵሎ፡ ሕዝበ፡ ወአንስቲያሆሙ፡ ወደቂቆሙ፡ ወበጽሑ፡ ኀበ፡ ሀሎ፡ ንስር። | 那鷹落在那死人身上,那死人就復活了。 |
|---|
| 7:19 | γέγονε δὲ τοῦτο, ἵνα πιστεύσωσιν. | ወወረደ፡ ዝኩ፡ ንስር፡ ኀበ፡ በድን፡ ወኬዶ፡ ወሐይወ፡ ወዘንተ፡ ገብረ፡ ከመ፡ ይእመኑ፡ ወአንክሩ፡ ኵሉ፡ ሕዝብ፡ በእንተ፡ ዘኮነ። | 這事發生,是要叫他們相信。 |
|---|
| 7:20 | ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, Μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τοῦτου; | ወይቤሉ፡ ዮጊ፡ ዝንቱ፡ ውእቱ፡ አምላክ፡ ዘአስተርአዮሙ፡ ለአበዊነ፡ በገዳም፡ ምስለ፡ ሙሴ፡ ወተመስለ፡ በአምሳለ፡ ንስር፡ ወአስተርአየ፡ ለነ፡ ከመ፡ እንተ፡ ንስር፡ ዐቢይ። | 眾百姓都因所發生的事希奇,說:「這豈不是那位在曠野藉著摩西向我們列祖顯現的神,如今又藉著這鷹向我們顯現麼?」 |
|---|
| 7:21 | καὶ εἶπεν ὁ ἀετός· Σοι λέγω Ἰερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταῦτην, καὶ ἀνάγνωθι αὐτὴν τῷ λαῷ· λύσας οὖν τὴν ἐπιστολήν, ἀνέγνω αὐτὴν τῷ λαῷ. | ወይቤሎ፡ ንስር፡ ለኤርምያስ፡ እንዘ፡ ይብል፡ ነዓ፡ ወስማዕ፡ ዘንተ፡ መጽሐፈ፡ ወአንብብ፡ ለሕዝብ፡ ወአንበበ፡ ሎሙ። | 那鷹說:「耶利米啊,我對你說,你來解開這信,念給百姓聽。」耶利米就解開那信,念給百姓聽。 |
|---|
| 7:22 | καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἰερεμίᾳ· Σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν πάλιν εἰς τὴν πόλιν ἡμῶν. | ወይቤሎ፡ ንስር፡ ለኤርምያስ፡ እንዘ፡ ይብል፡ ነዓ፡ ወስማዕ፡ ዘንተ፡ መጽሐፈ፡ ወአንብብ፡ ለሕዝብ፡ ወአንበበ፡ ሎሙ። | 百姓聽見了,就哭泣,把塵土撒在頭上,對耶利米說:「求你拯救我們,告訴我們當作甚麼,好叫我們再進入本城。」 |
|---|
| 7:23 | ἀποκριθεὶς δὲ Ἰερεμίας εἶπεν αὐτοῖς· Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει ἡμᾶς κύριος εἰς τὴν πόλιν ἡμῶν. | ወሶበ፡ ሰምዑ፡ ሕዝብ፡ በከዩ፡ ኵሎሙ፡ ኅቡረ፡ ወወደዩ፡ ሐመደ፡ ውስተ፡ ርእሶሙ፡ ወይቤልዎ፡ ለኤርምያስ፡ አድኅነነ፤ ምንተ፡ ንግበር፡ ከመ፡ ንግባእ፡ ውስተ፡ ሀገርነ። | 耶利米回答他們說:「你們從這信所聽見的一切,都要遵守,主就必領我們進入本城。」 |
|---|
| 7:24 | ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἰερεμίας τῷ Βαοὺχ λέγων οὕτως· Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν ἐκ τῶν προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου. | ወተንሥአ፡ ኤርምያስ፡ ወይቤሎሙ፡ ኵሎ፡ ዘሰማዕክሙ፡ ውስተ፡ መጽሐፍ፡ ከማሁ፡ ግበሩ፡ ወያገብአክሙ፡ ውስተ፡ ሀገርክሙ። | 耶利米也寫了一封信給巴錄,說:「我親愛的兒子,你在禱告中不可懈怠,要為我們祈求神,使我們的道路亨通,直到我們脫離這不法之王的命令。 |
|---|
| 7:25 | δίκαιος γὰρ εὑρέθης ἐναντίον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα ὅπως μὴ ἴδῃς τὴν κάκωσιν τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων. | ወተንሥአ፡ ኤርምያስ፡ ወይቤሎሙ፡ ኵሎ፡ ዘሰማዕክሙ፡ ውስተ፡ መጽሐፍ፡ ከማሁ፡ ግበሩ፡ ወያገብአክሙ፡ ውስተ፡ ሀገርክሙ። | 因為你在神面前算為義,他就不容你進到這裡,免得你看見巴比倫人加在百姓身上的苦害。 |
|---|
| 7:26 | ὥσπερ γὰρ πατήρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέντος εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ παραμυθούμενοι αὐτόν, σκέπουσιν τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς ὁ υἱὸς καὶ πλείονα φθαρῇ ἀπὸ τῆς λύπης. | ወጸሐፈ፡ ኤርምያስ፡ መጽሐፈ፡ ለባሮክ፡ ከመዝ፡ እንዘ፡ ይብል፡ ወልድየ፡ ፍቁር፡ ኢትትሀከይ፡ ጸሎተ፡ እንዘ፡ ትገኒ፡ ለአምላክ፡ በእንቲአነ፡ ከመ፡ ይምርሐነ፡ ውስተ፡ ፍኖትነ፡ እስከ፡ ንወፅእ፡ በትእዛዘ፡ ዝንቱ፡ ንጉሥ፡ ኃጥእ። | 正如作父親的有一個獨生子,這兒子被交去受刑罰,那些見他父親、安慰他的人,就遮住他的臉,免得他看見自己兒子怎樣受刑,以致因憂愁更加憔悴; |
|---|
| 7:27 | οὕτως γάρ σε ἐλέησεν ὁ θεὸς καὶ οὐκ ἔασέν σε ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ. | ወአንተሰ፡ ጽድቀ፡ ረከብከ፡ በቅድመ፡ አምላክ፡ ዘኢኀደገከ፡ ትምጻእ፡ ምስሌነ፡ ከመ፡ ኢትርአይ፡ እኩየ፡ ዘይትገበር፡ ዲቤሆሙ፡ ለሕዝብ፡ በባቢሎን። | 神也照樣憐憫你,不容你來到巴比倫,免得你看見百姓所受的苦害。 |
|---|
| 7:28 | ἀφ᾽ ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο ἡ λύπη ἀφ᾽ ἡμῶν, ἐξήκοντα καὶ ἓξ ἔτη σήμερον. | ወአንተሰ፡ ጽድቀ፡ ረከብከ፡ በቅድመ፡ አምላክ፡ ዘኢኀደገከ፡ ትምጻእ፡ ምስሌነ፡ ከመ፡ ኢትርአይ፡ እኩየ፡ ዘይትገበር፡ ዲቤሆሙ፡ ለሕዝብ፡ በባቢሎን። | 自從我們進到這裡,憂愁就沒有離開我們,到今日已有六十六年了。 |
|---|
| 7:29 | πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας· Ἐλέησον ἡμᾶς, ὁ θεὸς Ζάρ. | በከመ፡ ኦብ፡ ዘቦ፡ ውሉደ፡ አሐደ፡ ወውእቱ፡ ተውህበ፡ ከመ፡ ይትክወነን፡ ወእለ፡ ሀለዉ፡ ኀበ፡ አቡሁ፡ እለ፡ ይናዝዝዎ፡ ይከድኑ፡ ገጾሙ፡ ከመ፡ ኢይርአይዎ፡ ለአቡሁ፡ የኀስር፡ በሐዘን፤ ከመዝ፡ ኪያከ፡ ተሣሀለከ፡ አምላክ፡ ወኢኀደገከ፡ ትምጻእ፡ ባቢሎን፡ ከመ፡ ኢትርአይ፡ ምንዳቤ፡ ሕዝብ። | 我屢次出去,常見百姓中有人被尼布甲尼撒王掛起來,哭著說:「神撒珥啊,憐恤我們罷。」 |
|---|
| 7:30 | ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ μόνον ὅτι ἐκρέμαντο, ἀλλ᾽ ὅτι ἐπεκαλοῦντο θεὸν ἀλλότριον λέγοντες· Ἐλέησον ἡμᾶς. | እስመ፡ እምአመ፡ በጻሕነ፡ ውስተ፡ ዝንቱ፡ ሀገር፡ ኢያዕረፍነ፡ እስከ፡ ዮም፡ እምሐዘን፡ ስሳ፡ ውስድስቱ፡ ዓመት፡ ዮም፡ እንዘ፡ ነኀሥሥ፡ ንርከብ፡ እምሕዝብ፡ ስቁላን፡ እምኀበ፡ ናቡከደነጾር፡ ንጉሥ፡ እንዘ፡ ይበክዩ፡ ወይብሉ፡ ተሣሀለነ፡ አምላክ፡ ሶር፤ ወሶበ፡ ሰማዕኩ፡ ዘንተ፡ ነገረ፡ ሐዘንኩ፡ ወበክይኩ፡ ሶበ፡ ይጼውዑ፡ ካልአ፡ አምላከ፡ ስቁላን፡ ወይብሉ፡ ተሣሀለነ፤ ወካዕበ፡ እዜከር፡ አነ፡ በዓለ፡ ዘገበርነ፡ በኢየሩሳሌም፡ ዘእንበለ፡ ነፄወዉ፡ ወተዘኪርየ፡ እገብእ፡ ውስተ፡ ቤትየ፡ እንዘ፡ እጼዐር፡ ወእበኪ። | 我聽見這話,就憂傷,加倍哭泣,不單因他們被掛起來,更因他們呼求別神,說:「憐恤我們罷。」 |
|---|
| 7:31 | ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς ἃς ἐποιοῦμεν ἐν Ἰερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι· καὶ μνησκόμενος ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος καὶ κλαίων. | ወይእዜኒ፡ አስተብቍዑ፡ ለአምላክነ፡ በኀበ፡ ሀለውክሙ፡ አንተ፡ ወአቤሜሌክ፡ በእንተ፡ ሕዝብ፡ ከመ፡ ይስምዑ፡ ቃልየ፡ ወንገረ፡ አፉየ፡ ከመ፡ ይፃኡ፡ እምነ፡ ፋርስ። | 我又記念我們被擄之前在耶路撒冷所守的節期;一記念就歎息,便痛苦哭泣地回到我的住處。 |
|---|
| 7:32 | νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν. | ወይእዜኒ፡ አስተብቍዑ፡ ለአምላክነ፡ በኀበ፡ ሀለውክሙ፡ አንተ፡ ወአቤሜሌክ፡ በእንተ፡ ሕዝብ፡ ከመ፡ ይስምዑ፡ ቃልየ፡ ወንገረ፡ አፉየ፡ ከመ፡ ይፃኡ፡ እምነ፡ ፋርስ። | 如今你和亞比米勒當在你們所在之處,為這百姓懇求,使他們聽從我的聲音和我口中的判語,叫我們得以從這裡出去。 |
|---|
| 7:33 | λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι· Εἴπατε ἡμῖν ᾠδὴν ἐκ τῶν ᾠδῶν Σιών, τὴν ᾠδὴν τοῦ θεοῦ ὑμῶν. | ወይእዜኒ፡ እብለከ፡ ኵሎ፡ መዋዕለ፡ ዘነበርነ፡ ዝየ፡ አኀዙነ፡ እንዘ፡ ይብሉ፡ ንግሩነ፡ ማሕሌተ፡ ሐዲሰ፡ እመሓልዪሃ፡ ለጽዮን፡ መሓልየ፡ ዘአምላክክሙ፡ ወንቤሎሙ፡ እፎ፡ ነሐሊ፡ ለክሙ፡ እንዘ፡ ሀሎነ፡ ውስተ፡ ምድረ፡ ነኪር። | 我告訴你,我們在這裡的這些日子,他們常苦待我們,說:「你們從錫安的歌中唱一首給我們,唱你們神的歌罷。」 |
|---|
| 7:34 | καὶ λέγομεν αὐτοῖς· Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες; | ከመዝ፡ ጽሒፎ፡ ኤርምያስ፡ አሰረ፡ መጽሐፎ፡ ውስተ፡ ክሳደ፡ ንስር፡ ወይቤሎ፡ ሑር፡ በሰላም፡ ወእግዚእ፡ የሐውጽ፡ ላዕሌከ። | 我們對他們說:「我們身在外邦之地,怎能向你們歌唱呢?」 |
|---|
| 7:35 | καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἰερεμίας, λέγων· Ἀπέλθε ἐν εἰρήνῃ καὶ ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους ὁ κύριος. | ከመዝ፡ ጽሒፎ፡ ኤርምያስ፡ አሰረ፡ መጽሐፎ፡ ውስተ፡ ክሳደ፡ ንስር፡ ወይቤሎ፡ ሑር፡ በሰላም፡ ወእግዚእ፡ የሐውጽ፡ ላዕሌከ። | 這些事以後,耶利米把信繫在那鷹的頸項上,說:「你當平平安安地去,願主眷顧我們二人。」 |
|---|
| 7:36 | καὶ ἐπετάσθη ὁ ἀετός, καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ. | ወሖረ፡ ንስር፡ ወሰረረ፡ ወአብጽሐ፡ መጽሐፈ፡ ኀበ፡ ባሮክ፡ ወነሢኦ፡ ባሮክ፡ አንበበ፡ መጽሐፈ፡ ወበከየ፡ ሶበ፡ ሰምዐ፡ ሕማሞሙ፡ ለሕዝብ፡ ወምንዳቤሆሙ። | 那鷹就飛起來,來到耶路撒冷,把信交給巴錄;巴錄解開來念,又親嘴,並且聽見百姓的憂傷與苦害,就哭了。 |
|---|
| 7:37 | Ἰερεμίας δὲ ἄρας τὰ σῦκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ ἔμεινε διδάσκων αὐτοὺς τοῦ ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος. | ወኤርምያስሰ፡ ነሥአ፡ ውእተ፡ በለሰ፡ ወወሀቦሙ፡ ለድውያን፡ ለእለ፡ ውስተ፡ ሕዝብ፡ ወነበረ፡ እንዘ፡ ይሜህሮሙ፡ ከመ፡ እይግበሩ፡ ምግባሮሙ፡ ለሕዝበ፡ ባቢሎን። | 耶利米拿起那些無花果,分給百姓中患病的人,並且常常教導他們,叫他們遠避巴比倫列國的污穢。 |
|---|