📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · 4 Baruch (Rest of Baruch)

4 Baruch (Rest of Baruch) 7 — 2 originals side by side

Versification differs between traditions. Columns are aligned by verse number; where a text has no such verse the cell is left blank rather than forced into line. Tap any word for a gloss.

ℹ️ The Chinese and English alongside are this site's own translation, made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
← ch. 6ch. 8 →
Greek
Septuagint
Ge'ez
Ge'ez Bible
English
本站以 AI(Claude)翻譯
7:1
Καὶ ἀνέστη Βαρούχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν καθεζόμενον ἐκτὸς τοῦ μνημείου.
ወተንሥአ፡ ባሮክ፡ ወወፅአ፡ ጽሒፎ፡ ከመዝ፡ እመቃብር።
And Baruch arose and went out of the tomb, and found the eagle sitting outside the tomb.
7:2
καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός· Χαῖρε, Βαρούχ, ὁ οἰκονόμος τῆς πίστεως.
ወተንሥአ፡ ባሮክ፡ ወወፅአ፡ ጽሒፎ፡ ከመዝ፡ እመቃብር።
And answering with a human voice, the eagle said to him: Hail, Baruch, steward of the faith.
7:3
καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι, Ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν μοι οὖν, τί ποιεῖς ἐνταῦθα;
ወይቤሎ፡ ንስር፡ ባሐከ፡ ባሮክ፡ መጋቤ፡ ሃይማኖት፡ ወይቤሎ፡ ባሮክ፡ እስመ፡ ኅሩይ፡ አንተ፡ እምኵሉ፡ አዕዋፈ፡ ሰማይ፡ ትትናገር፤ እምብርሃነ፡ አዕይንቲከ፡ እሙር፡ አንተ፤ ወይእዜኒ፡ አርእየኒ፡ ምንተ፡ ትነብር፡ በዝየ።
And Baruch said to him: You are chosen, you who speak, out of all the birds of heaven; for it is evident from the brightness of your eyes. Show me then, what are you doing here?
7:4
καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς δι᾽ ἐμοῦ.
ወይቤሎ፡ ንስር፡ ተፈኖኩ፡ ዝየ፡ ከመ፡ ኵሎ፡ ቃለ፡ ዘትፈቅድ፡ ትልአከኒ፡ ኪያየ።
And the eagle said to him: I was sent here, so that whatever message you wish, you may send by me.
7:5
καὶ εἶπεν αὐτῷ Βαρούχ· Εἰ δύνασαι συ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα;
ወይቤሎ፡ ንስር፡ ተፈኖኩ፡ ዝየ፡ ከመ፡ ኵሎ፡ ቃለ፡ ዘትፈቅድ፡ ትልአከኒ፡ ኪያየ።
And Baruch said to him: Are you able to carry this message to Jeremiah in Babylon?
7:6
καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην.
ወይቤሎ፡ ባሮክ፡ ትክልኑ፡ እላንተ፡ ነገረ፡ አብጽሖ፡ ኀበ፡ ኤርምያስ፡ ውስተ፡ ባቢሎን፤ ወይቤሎ፡ ንስር፡ በእንተዝ፡ ተፈነውኩ።
And the eagle said to him: For this very purpose I was sent.
7:7
καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολήν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ· Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ᾽ ὑγείας, καὶ τὴν φάσιν ἔνεγκόν μοι.
ወነሥአ፡ ባሮክ፡ መጽሐፈ፡ ወ፡ ፲፡ ወ፡ ፭፡ በለሰ፡ እምዝኩ፡ ሙዳየ፡ በለስ፡ ዘአምጽአ፡ አቤሜሌክ፡ ወአሰረ፡ ውስተ፡ ክሳዱ፡ ለንስር።
And Baruch took the letter and fifteen figs from the basket of Abimelech, and tied them upon the neck of the eagle, and said to him: To you I speak, O king of the birds, depart in peace and in health, and bring me back the message.
7:8
μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε τῷ δικαίῳ.
ወነሥአ፡ ባሮክ፡ መጽሐፈ፡ ወ፡ ፲፡ ወ፡ ፭፡ በለሰ፡ እምዝኩ፡ ሙዳየ፡ በለስ፡ ዘአምጽአ፡ አቤሜሌክ፡ ወአሰረ፡ ውስተ፡ ክሳዱ፡ ለንስር።
Do not be like the raven, which Noah sent out and which did not return again to him into the ark; but be like the dove, which the third time brought a message to the righteous one.
7:9
οὕτως καὶ σύ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ.
ወይቤሎ፡ ለከ፡ እብል፡ ንስር፡ ንጉሦሙ፡ ለኵሎሙ፡ አዕዋፍ፡ ሖር፡ በሰላም፡ ውበሕይወት፤ ዜና፡ አምጽእ፡ ለነ፤ ወኢትትመሰሎ፡ ለቋዕ፡ ዘፈነዎ፡ ኖኅ፡ ወአበየ፡ ገቢአ፡ ዳግመ፡ ኀቤሁ፡ አላ፡ ተመሰላ፡ ለርግብ፡ ዘሥልሰ፡ አግብአት፡ ቃለ፡ ለኖኅ፤ ከማሁ፡ አንተኒ፡ ንሣእ፡ ዘንተ፡ ቃላተ፡ ሠናየ፡ ለኤርምያስ፡ ውውለእለ፡ ሀለዉ፡ ምስሌሁ፡ እስራኤል፡ ከመ፡ ሠናየ፡ ይኩንከ፡ ወንሣእ፡ ዘንተ፡ ትፍሥሕተ፡ ለሕዝብ፡ ኅሩያነ፡ አምላክ።
So you also, carry this good message to Jeremiah and to those who are bound with him, that it may be well with you; carry this writing to the people and to the chosen one of God.
7:10
ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ βούλωνται πολεμῆσαι μετὰ σοῦ, ἀγώνισαι· ὁ κύριος δώῃ σοι δύναμιν.
ወእመኒ፡ ዖዱከ፡ አዕዋፍ፡ ኵሉ፡ ወኵሎሙ፡ ጸላእያኒሃ፡ ለጽድቅ፡ እንዘ፡ ይፈቅዱ፡ ይቅትሉከ፡ ተባደር፡ ወእግዚእ፡ የሀብከ፡ ኀይለ፡ ወኢትትመየጥ፡ ኢለየማን፡ ወኢለፀጋም፡ አላ፡ ከመ፡ ሐጽ፡ ዘየሐውር፡ ርቱዐ፡ ሖር፡ በኀይለ፡ አምላክ።
If all the birds of heaven encircle you and wish to fight with you, contend; the Lord will give you strength.
7:11
καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μήτε εἰς τὰ ἀριστερά, ἀλλ᾽ ὡς βέλος ὕπαγον ὀρθῶς, ἀπέλθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ ἔσται ἡ δόξα κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ.
ወዘንተ፡ ብሂሎ፡ ባሮክ፡ ሰረረ፡ ንስር፡ ምስለ፡ መጽሐፍ፡ ወሖረ፡ ውስተ፡ ባቢሎን፡ ወአዕረፈ፡ ዲበ፡ ዐምድ፡ ዘአፍኣ፡ እምሀገር፡ በመካን፡ ዘገዳም፡ ወጸንሐ፡ ህየ፡ እስከ፡ የኀልፍ፡ ኤርምያስ፡ ወባዕዳን፡ ሕዝብ።
And do not turn aside to the right hand or to the left, but go straight like an arrow; depart in the power of God, and the glory of the Lord shall be with you in all the way that you go.
7:12
τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἐλθὼν ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς τόπον ἔρημον.
ወዘንተ፡ ብሂሎ፡ ባሮክ፡ ሰረረ፡ ንስር፡ ምስለ፡ መጽሐፍ፡ ወሖረ፡ ውስተ፡ ባቢሎን፡ ወአዕረፈ፡ ዲበ፡ ዐምድ፡ ዘአፍኣ፡ እምሀገር፡ በመካን፡ ዘገዳም፡ ወጸንሐ፡ ህየ፡ እስከ፡ የኀልፍ፡ ኤርምያስ፡ ወባዕዳን፡ ሕዝብ።
Then the eagle flew up, having the letter on its neck, and went to Babylon; and coming, it rested upon a tree outside the city, in a desert place.
7:13
ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἰερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως.
ወኀለፉ፡ እንተ፡ ህየ፡ ከመ፡ ይቅብሩ፡ ብእሴ፡ ዘሞተ፡ እስመ፡ ሰአሎ፡ ኤርምያስ፡ ለናቡከደነጾር፡ እንዘ፡ ይብል፡ ሀበኒ፡ ምድረ፡ ኀበ።
And it kept silent until Jeremiah passed by; for he and certain others of the people were going out to bury a dead man outside the city.
7:14
ᾐτήσατο γὰρ Ἰερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων· Δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς.
እቀብር፡ እምሕዝብየ፡ ወወሀቦ።
For Jeremiah had asked of Nebuchadnezzar the king, saying: Give me a place where I may bury the dead of my people; and the king gave it to him.
7:15
ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον κατέναντι τοῦ ἀετοῦ.
እቀብር፡ እምሕዝብየ፡ ወወሀቦ።
And as they were going out and weeping over the dead man, they came opposite the eagle.
7:16
καὶ ἔκραξεν ὁ ἀετὸς μεγάλῃ φωνῇ, λέγων· Σοὶ λέγω, Ἰερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἀπέλθε, σύναξον τὸν λαὸν καὶ ἔλθε ἐνταῦθα ἵνα ἀκούσωσι ἐπιστολῆς ἣς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ.
ውእንዘ፡ የሐውሩ፡ ወይበክዩ፡ ላዕለ፡ ዘሞተ፡ በጽሑ፡ ቅድመ፡ ዝኩ፡ ንስር፡ ወጸርኀ፡ ንስር፡ በዐቢይ፡ ቃል፡ ወይቤ፡ ለከ፡ እብለከ፡ ኤርምያስ፡ ኅሩየ፡ አምላክ፡ ሑር፡ ወአስተጋብኦሙ፡ ለኵሎሙ፡ ሕዝብ፡ ወይምጽኡ፡ ዝየ፡ ከመ፡ ይስምዑ፡ ሠናየ፡ ዜና፡ ዘአምጻእኩ።
And the eagle cried out with a loud voice, saying: To you I speak, Jeremiah, the chosen one of God: go, gather the people, and come here, that they may hear the letter which I have brought you from Baruch and Abimelech.
7:17
ἀκούσας δὲ ὁ Ἰερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις, καὶ ἦλθεν ὅπου ἦν ὁ ἀετός.
ወሰሚዖ፡ ዘንተ፡ ሰብሖ፡ ለእግዚአብሔር፡ ወሶቤሃ፡ አስተጋብአ፡ ኵሎ፡ ሕዝበ፡ ወአንስቲያሆሙ፡ ወደቂቆሙ፡ ወበጽሑ፡ ኀበ፡ ሀሎ፡ ንስር።
And when Jeremiah heard it, he glorified God; and going away, he gathered the people together with the women and children, and came to where the eagle was.
7:18
καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ τὸν τεθνηκότα, καὶ ἀνέζησε.
ወሰሚዖ፡ ዘንተ፡ ሰብሖ፡ ለእግዚአብሔር፡ ወሶቤሃ፡ አስተጋብአ፡ ኵሎ፡ ሕዝበ፡ ወአንስቲያሆሙ፡ ወደቂቆሙ፡ ወበጽሑ፡ ኀበ፡ ሀሎ፡ ንስር።
And the eagle came down upon the dead man, and he came to life again.
7:19
γέγονε δὲ τοῦτο, ἵνα πιστεύσωσιν.
ወወረደ፡ ዝኩ፡ ንስር፡ ኀበ፡ በድን፡ ወኬዶ፡ ወሐይወ፡ ወዘንተ፡ ገብረ፡ ከመ፡ ይእመኑ፡ ወአንክሩ፡ ኵሉ፡ ሕዝብ፡ በእንተ፡ ዘኮነ።
Now this happened, that they might believe.
7:20
ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, Μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τοῦτου;
ወይቤሉ፡ ዮጊ፡ ዝንቱ፡ ውእቱ፡ አምላክ፡ ዘአስተርአዮሙ፡ ለአበዊነ፡ በገዳም፡ ምስለ፡ ሙሴ፡ ወተመስለ፡ በአምሳለ፡ ንስር፡ ወአስተርአየ፡ ለነ፡ ከመ፡ እንተ፡ ንስር፡ ዐቢይ።
And all the people marveled at what had happened, saying: Is not this the God who appeared to our fathers in the wilderness through Moses, and now has appeared to us through this eagle?
7:21
καὶ εἶπεν ὁ ἀετός· Σοι λέγω Ἰερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταῦτην, καὶ ἀνάγνωθι αὐτὴν τῷ λαῷ· λύσας οὖν τὴν ἐπιστολήν, ἀνέγνω αὐτὴν τῷ λαῷ.
ወይቤሎ፡ ንስር፡ ለኤርምያስ፡ እንዘ፡ ይብል፡ ነዓ፡ ወስማዕ፡ ዘንተ፡ መጽሐፈ፡ ወአንብብ፡ ለሕዝብ፡ ወአንበበ፡ ሎሙ።
And the eagle said: To you I speak, Jeremiah, come, loose this letter and read it to the people. So loosing the letter, he read it to the people.
7:22
καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἰερεμίᾳ· Σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν πάλιν εἰς τὴν πόλιν ἡμῶν.
ወይቤሎ፡ ንስር፡ ለኤርምያስ፡ እንዘ፡ ይብል፡ ነዓ፡ ወስማዕ፡ ዘንተ፡ መጽሐፈ፡ ወአንብብ፡ ለሕዝብ፡ ወአንበበ፡ ሎሙ።
And when the people heard it, they wept and put dust upon their heads, and said to Jeremiah: Save us, and tell us what we shall do, that we may enter again into our city.
7:23
ἀποκριθεὶς δὲ Ἰερεμίας εἶπεν αὐτοῖς· Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει ἡμᾶς κύριος εἰς τὴν πόλιν ἡμῶν.
ወሶበ፡ ሰምዑ፡ ሕዝብ፡ በከዩ፡ ኵሎሙ፡ ኅቡረ፡ ወወደዩ፡ ሐመደ፡ ውስተ፡ ርእሶሙ፡ ወይቤልዎ፡ ለኤርምያስ፡ አድኅነነ፤ ምንተ፡ ንግበር፡ ከመ፡ ንግባእ፡ ውስተ፡ ሀገርነ።
And Jeremiah answered and said to them: Keep all the things that you have heard from the letter, and the Lord will bring us into our city.
7:24
ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἰερεμίας τῷ Βαοὺχ λέγων οὕτως· Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν ἐκ τῶν προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου.
ወተንሥአ፡ ኤርምያስ፡ ወይቤሎሙ፡ ኵሎ፡ ዘሰማዕክሙ፡ ውስተ፡ መጽሐፍ፡ ከማሁ፡ ግበሩ፡ ወያገብአክሙ፡ ውስተ፡ ሀገርክሙ።
And Jeremiah also wrote a letter to Baruch, saying thus: My beloved son, do not neglect in your prayers to entreat God on our behalf, that he may prosper our way until we come out from the commands of this lawless king.
7:25
δίκαιος γὰρ εὑρέθης ἐναντίον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα ὅπως μὴ ἴδῃς τὴν κάκωσιν τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων.
ወተንሥአ፡ ኤርምያስ፡ ወይቤሎሙ፡ ኵሎ፡ ዘሰማዕክሙ፡ ውስተ፡ መጽሐፍ፡ ከማሁ፡ ግበሩ፡ ወያገብአክሙ፡ ውስተ፡ ሀገርክሙ።
For you were found righteous before God, and he did not allow you to enter here, so that you would not see the affliction which has come upon the people from the Babylonians.
7:26
ὥσπερ γὰρ πατήρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέντος εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ παραμυθούμενοι αὐτόν, σκέπουσιν τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς ὁ υἱὸς καὶ πλείονα φθαρῇ ἀπὸ τῆς λύπης.
ወጸሐፈ፡ ኤርምያስ፡ መጽሐፈ፡ ለባሮክ፡ ከመዝ፡ እንዘ፡ ይብል፡ ወልድየ፡ ፍቁር፡ ኢትትሀከይ፡ ጸሎተ፡ እንዘ፡ ትገኒ፡ ለአምላክ፡ በእንቲአነ፡ ከመ፡ ይምርሐነ፡ ውስተ፡ ፍኖትነ፡ እስከ፡ ንወፅእ፡ በትእዛዘ፡ ዝንቱ፡ ንጉሥ፡ ኃጥእ።
For just as a father, having an only son, and this son being delivered up to punishment, those who see his father and console him cover his face, that he may not see how his own son is punished and be more consumed by grief;
7:27
οὕτως γάρ σε ἐλέησεν ὁ θεὸς καὶ οὐκ ἔασέν σε ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ.
ወአንተሰ፡ ጽድቀ፡ ረከብከ፡ በቅድመ፡ አምላክ፡ ዘኢኀደገከ፡ ትምጻእ፡ ምስሌነ፡ ከመ፡ ኢትርአይ፡ እኩየ፡ ዘይትገበር፡ ዲቤሆሙ፡ ለሕዝብ፡ በባቢሎን።
so God had mercy on you and did not allow you to come to Babylon, that you might not see the affliction of the people.
7:28
ἀφ᾽ ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο ἡ λύπη ἀφ᾽ ἡμῶν, ἐξήκοντα καὶ ἓξ ἔτη σήμερον.
ወአንተሰ፡ ጽድቀ፡ ረከብከ፡ በቅድመ፡ አምላክ፡ ዘኢኀደገከ፡ ትምጻእ፡ ምስሌነ፡ ከመ፡ ኢትርአይ፡ እኩየ፡ ዘይትገበር፡ ዲቤሆሙ፡ ለሕዝብ፡ በባቢሎን።
For from the time we entered here, grief has not ceased from us; sixty-six years it is today.
7:29
πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας· Ἐλέησον ἡμᾶς, ὁ θεὸς Ζάρ.
በከመ፡ ኦብ፡ ዘቦ፡ ውሉደ፡ አሐደ፡ ወውእቱ፡ ተውህበ፡ ከመ፡ ይትክወነን፡ ወእለ፡ ሀለዉ፡ ኀበ፡ አቡሁ፡ እለ፡ ይናዝዝዎ፡ ይከድኑ፡ ገጾሙ፡ ከመ፡ ኢይርአይዎ፡ ለአቡሁ፡ የኀስር፡ በሐዘን፤ ከመዝ፡ ኪያከ፡ ተሣሀለከ፡ አምላክ፡ ወኢኀደገከ፡ ትምጻእ፡ ባቢሎን፡ ከመ፡ ኢትርአይ፡ ምንዳቤ፡ ሕዝብ።
For often, going out, I would find some of the people hanged by Nebuchadnezzar the king, weeping and saying: Have mercy on us, O God Zar.
7:30
ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ μόνον ὅτι ἐκρέμαντο, ἀλλ᾽ ὅτι ἐπεκαλοῦντο θεὸν ἀλλότριον λέγοντες· Ἐλέησον ἡμᾶς.
እስመ፡ እምአመ፡ በጻሕነ፡ ውስተ፡ ዝንቱ፡ ሀገር፡ ኢያዕረፍነ፡ እስከ፡ ዮም፡ እምሐዘን፡ ስሳ፡ ውስድስቱ፡ ዓመት፡ ዮም፡ እንዘ፡ ነኀሥሥ፡ ንርከብ፡ እምሕዝብ፡ ስቁላን፡ እምኀበ፡ ናቡከደነጾር፡ ንጉሥ፡ እንዘ፡ ይበክዩ፡ ወይብሉ፡ ተሣሀለነ፡ አምላክ፡ ሶር፤ ወሶበ፡ ሰማዕኩ፡ ዘንተ፡ ነገረ፡ ሐዘንኩ፡ ወበክይኩ፡ ሶበ፡ ይጼውዑ፡ ካልአ፡ አምላከ፡ ስቁላን፡ ወይብሉ፡ ተሣሀለነ፤ ወካዕበ፡ እዜከር፡ አነ፡ በዓለ፡ ዘገበርነ፡ በኢየሩሳሌም፡ ዘእንበለ፡ ነፄወዉ፡ ወተዘኪርየ፡ እገብእ፡ ውስተ፡ ቤትየ፡ እንዘ፡ እጼዐር፡ ወእበኪ።
Hearing these things, I grieved and wept a double weeping, not only because they were hanged, but because they called upon a foreign god, saying: Have mercy on us.
7:31
ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς ἃς ἐποιοῦμεν ἐν Ἰερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι· καὶ μνησκόμενος ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος καὶ κλαίων.
ወይእዜኒ፡ አስተብቍዑ፡ ለአምላክነ፡ በኀበ፡ ሀለውክሙ፡ አንተ፡ ወአቤሜሌክ፡ በእንተ፡ ሕዝብ፡ ከመ፡ ይስምዑ፡ ቃልየ፡ ወንገረ፡ አፉየ፡ ከመ፡ ይፃኡ፡ እምነ፡ ፋርስ።
And I remembered the days of the feast which we used to keep in Jerusalem before we were taken captive; and remembering, I groaned, and returned to my house in anguish and weeping.
7:32
νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν.
ወይእዜኒ፡ አስተብቍዑ፡ ለአምላክነ፡ በኀበ፡ ሀለውክሙ፡ አንተ፡ ወአቤሜሌክ፡ በእንተ፡ ሕዝብ፡ ከመ፡ ይስምዑ፡ ቃልየ፡ ወንገረ፡ አፉየ፡ ከመ፡ ይፃኡ፡ እምነ፡ ፋርስ።
Now therefore make supplication in the place where you are, you and Abimelech, on behalf of this people, that they may hearken to my voice and to the judgments of my mouth, and we may come out from here.
7:33
λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι· Εἴπατε ἡμῖν ᾠδὴν ἐκ τῶν ᾠδῶν Σιών, τὴν ᾠδὴν τοῦ θεοῦ ὑμῶν.
ወይእዜኒ፡ እብለከ፡ ኵሎ፡ መዋዕለ፡ ዘነበርነ፡ ዝየ፡ አኀዙነ፡ እንዘ፡ ይብሉ፡ ንግሩነ፡ ማሕሌተ፡ ሐዲሰ፡ እመሓልዪሃ፡ ለጽዮን፡ መሓልየ፡ ዘአምላክክሙ፡ ወንቤሎሙ፡ እፎ፡ ነሐሊ፡ ለክሙ፡ እንዘ፡ ሀሎነ፡ ውስተ፡ ምድረ፡ ነኪር።
For I tell you that all the time we have spent here, they have detained us, saying: Sing us a song from the songs of Zion, the song of your God.
7:34
καὶ λέγομεν αὐτοῖς· Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες;
ከመዝ፡ ጽሒፎ፡ ኤርምያስ፡ አሰረ፡ መጽሐፎ፡ ውስተ፡ ክሳደ፡ ንስር፡ ወይቤሎ፡ ሑር፡ በሰላም፡ ወእግዚእ፡ የሐውጽ፡ ላዕሌከ።
And we say to them: How shall we sing to you, being in a foreign land?
7:35
καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἰερεμίας, λέγων· Ἀπέλθε ἐν εἰρήνῃ καὶ ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους ὁ κύριος.
ከመዝ፡ ጽሒፎ፡ ኤርምያስ፡ አሰረ፡ መጽሐፎ፡ ውስተ፡ ክሳደ፡ ንስር፡ ወይቤሎ፡ ሑር፡ በሰላም፡ ወእግዚእ፡ የሐውጽ፡ ላዕሌከ።
And after these things Jeremiah tied the letter to the neck of the eagle, saying: Depart in peace, and may the Lord visit us both.
7:36
καὶ ἐπετάσθη ὁ ἀετός, καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ.
ወሖረ፡ ንስር፡ ወሰረረ፡ ወአብጽሐ፡ መጽሐፈ፡ ኀበ፡ ባሮክ፡ ወነሢኦ፡ ባሮክ፡ አንበበ፡ መጽሐፈ፡ ወበከየ፡ ሶበ፡ ሰምዐ፡ ሕማሞሙ፡ ለሕዝብ፡ ወምንዳቤሆሙ።
And the eagle flew up, and came to Jerusalem, and gave the letter to Baruch; and loosing it he read it, and kissed it, and wept when he heard of the sorrows and afflictions of the people.
7:37
Ἰερεμίας δὲ ἄρας τὰ σῦκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ ἔμεινε διδάσκων αὐτοὺς τοῦ ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος.
ወኤርምያስሰ፡ ነሥአ፡ ውእተ፡ በለሰ፡ ወወሀቦሙ፡ ለድውያን፡ ለእለ፡ ውስተ፡ ሕዝብ፡ ወነበረ፡ እንዘ፡ ይሜህሮሙ፡ ከመ፡ እይግበሩ፡ ምግባሮሙ፡ ለሕዝበ፡ ባቢሎን።
And Jeremiah took up the figs and distributed them to the sick of the people, and remained teaching them to abstain from the pollutions of the nations of Babylon.
← ch. 6ch. 8 →
read Greek aloneread Ge'ez alone

Tell me when new readings are published

One email per new chapter reading. Double opt-in; one-click unsubscribe.