📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · Septuagint › Esther

True

Esther 8

Greek original · 17 verses · some words can be tapped for a gloss

← ch. 7ch. 9 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
ℹ️ This corpus has no verse-level morphological tagging. Lemmas come mainly from word-level tagging of other books in the same language (not from this verse), falling back to dictionary form-matching for the rest. Rare homographs can still be misread; verify against the original and a specialist lexicon where precision matters.
ℹ️ The Chinese and English alongside are this site's own translation, made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
Play chapterRead aloud in the original (synthesised on this site)–:––Download mp3
8:1
καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Εσθηρ ὅσα ὑπῆρχεν Αμαν τῷ διαβόλῳ καὶ Μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως ὑπέδειξεν γὰρ Εσθηρ ὅτι ἐνοικείωται αὐτῇ
And on that same day King Artaxerxes made a gift to Esther of all that had belonged to Haman the slanderer; and Mordecai was summoned by the king, for Esther had disclosed that he was related to her.
當日,亞達薛西王把毀謗者哈曼一切的產業都賜給以斯帖;末底改也蒙王召見,因為以斯帖已陳明他與自己是親屬。
8:2
ἔλαβεν δὲ ὁ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Αμαν καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ καὶ κατέστησεν Εσθηρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν Αμαν
And the king took the ring which he had taken away from Haman and gave it to Mordecai; and Esther set Mordecai over everything that had been Haman's.
王取了他從哈曼那裡奪回的戒指,賜給末底改;以斯帖也派末底改管理哈曼一切的產業。
8:3
καὶ προσθεῖσα ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἠξίου ἀφελεῖν τὴν Αμαν κακίαν καὶ ὅσα ἐποίησεν τοῖς Ιουδαίοις
And she spoke yet again to the king, and fell at his feet, and begged him to take away Haman's malice and all that he had done to the Jews.
以斯帖又對王說話,俯伏在他腳前,求他除掉哈曼的惡謀,和他向猶大人所行的一切。
8:4
ἐξέτεινεν δὲ ὁ βασιλεὺς Εσθηρ τὴν ῥάβδον τὴν χρυσῆν ἐξηγέρθη δὲ Εσθηρ παρεστηκέναι τῷ βασιλεῖ
And the king extended the golden rod to Esther, and Esther was raised up to stand before the king.
王向以斯帖伸出金杖,以斯帖就起來,站在王面前,
8:5
καὶ εἶπεν Εσθηρ εἰ δοκεῖ σοι καὶ εὗρον χάριν πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Αμαν τὰ γραφέντα ἀπολέσθαι τοὺς Ιουδαίους οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου
And Esther said: If it seems good to you, and if I have found favour, let an order be sent to revoke the letters sent by Haman, those written to destroy the Jews who are in your kingdom.
說:王若以為美,我若蒙恩,就求王下旨,追回哈曼所發出的文書,就是他寫來要滅絕王國中猶大人的那些文書。
8:6
πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου
For how shall I be able to look upon the ill-treatment of my people? And how shall I be able to be saved in the destruction of my homeland?
我何忍見我本族的人受害呢?我何忍見我祖國滅亡而自己得救呢?
8:7
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εσθηρ εἰ πάντα τὰ ὑπάρχοντα Αμαν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Ιουδαίοις τί ἔτι ἐπιζητεῖς
And the king said to Esther: If I have given and granted to you all the possessions of Haman, and have hanged him upon a piece of wood because he laid hands on the Jews, what more do you seek?
王對以斯帖說:我既將哈曼一切的產業賜給你、恩待你,又因他下手害猶大人,把他掛在木架上,你還求什麼呢?
8:8
γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου ὡς δοκεῖ ὑμῖν καὶ σφραγίσατε τῷ δακτυλίῳ μου ὅσα γὰρ γράφεται τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίῳ μου οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν
Write, you also, in my name as seems good to you, and seal it with my ring; for whatever is written at the king's command and sealed with my ring, there is no contradicting it.
你們可以隨意奉我的名寫諭旨,用我的戒指蓋印;因為凡奉王命所寫、又用我的戒指蓋了印的,沒有人能廢去。
8:9
ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί ὅς ἐστι Νισα τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους καὶ ἐγράφη τοῖς Ιουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις κατὰ χώραν καὶ χώραν κατὰ τὴν ἑαυτῶν λέξιν
So the scribes were summoned in the first month, which is Nisa, on the twenty-third day of that same year; and it was written to the Jews all that he commanded to the stewards and to the rulers of the satraps from India to Ethiopia, one hundred and twenty-seven satrapies, province by province, according to their own speech.
於是在正月,就是尼散月二十三日,那一年,召了眾文士來;他們照所吩咐的,寫諭旨給猶大人,又寫給從印度到古實一百二十七個總督省的管家和眾省長,按著各省各方的文字。
8:10
ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαφόρων
And it was written through the king and sealed with his ring, and they sent out the letters by couriers.
文書是奉王的名寫的,又用他的戒指蓋了印,他們就交給送信的人分送出去。
8:11
ὡς ἐπέταξεν αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει βοηθῆσαί τε αὑτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν ὡς βούλονται
in that he ordered them to follow their own laws in every city, both to help one another and to deal with their adversaries and their opponents as they pleased,
王准許各城的猶大人遵行自己的律法,彼此扶助,並照自己的心意對待那些與他們作對、抵擋他們的人;
8:12
ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός ὅς ἐστιν Αδαρ ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις χωρῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι χαίρειν πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐφρόνησαν καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπ’ ἐξουσίαις τεταγμένων τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα παραμυθία μεταιτίους αἱμάτων ἀθῴων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην σκοπεῖν δὲ ἔξεστιν οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὧν παρεδώκαμεν ἱστοριῶν ὅσα ἐστὶν παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναστευόντων λοιμότητι καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετ’ εἰρήνης παρεξόμεθα χρώμενοι ταῖς μεταβολαῖς τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετ’ ἐπιεικεστέρας ἀπαντήσεως ὡς γὰρ Αμαν Αμαδαθου Μακεδών ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμῖν ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν ἐπετήδευσεν τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος τόν τε ἡμέτερον σωτῆρα καὶ διὰ παντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Εσθηρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ιουδαίους εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος θεοῦ τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Αμαν Αμαδαθου ἀποσταλεῖσι γράμμασιν διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας ἐᾶν τοὺς Ιουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις καὶ συνεπισχύειν αὐτοῖς ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τῇ αὐτῇ ἡμέρᾳ ταύτην γὰρ ὁ πάντα δυναστεύων θεὸς ἀντ’ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ᾖ ἡμῖν καὶ τοῖς εὐνοοῦσιν Πέρσαις τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσιν μνημόσυνον τῆς ἀπωλείας πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ δόρατι καὶ πυρὶ καταναλωθήσεται μετ’ ὀργῆς οὐ μόνον ἀνθρώποις ἄβατος ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται
on one day in all the kingdom of Artaxerxes, on the thirteenth of the twelfth month, which is Adar. Of these things the copy of the letter is what is written below: The great king Artaxerxes, to the rulers of the provinces from India to Ethiopia, one hundred and twenty-seven satrapies, and to those who are loyal to our interests: greetings. Many, being honoured ever more often by the exceeding generosity of their benefactors, have thought too highly of themselves, and not only do they seek to do harm to those subject to us, but, being unable to bear their own surfeit, they even undertake to plot against their own benefactors. And they not only abolish gratitude from among men, but also, puffed up by the boastings of those who know nothing of goodness, they suppose that they will escape the evil-hating justice of God, who always watches over all things. And often, too, the persuasion of friends entrusted with the management of affairs has made many of those set in positions of authority accomplices in the shedding of innocent blood, and has wrapped them in irreparable calamities, when men have deceived by the lying sophistry of malice the unmixed good faith of those who hold power. And this may be observed, not so much from the older histories which we have handed down, as from the things that lie at your feet, if you search them out—the unholy deeds accomplished by the pestilence of those who wield power unworthily. And we must take heed for the time to come, that we may render the kingdom undisturbed for all people, with peace, dealing with the changes of circumstance and always deciding the matters that come before our eyes with a more equitable response. For Haman son of Hamadathos, a Macedonian, in truth a stranger to the blood of the Persians and far removed from our kindness, was received by us as a guest and obtained that benevolence which we hold toward every nation, to such a degree that he was proclaimed our father and continued to be the person second to the royal throne, bowed down to by all. But he could not carry his arrogance, and he set himself to deprive us of our rule and of our very breath, seeking by intricate deceits of stratagems the destruction of Mordecai, our saviour and perpetual benefactor, and of Esther, the blameless partner of our kingdom, together with their whole nation. For by these methods he thought that, catching us defenceless, he might transfer the dominion of the Persians to the Macedonians. But we find that the Jews, delivered up to annihilation by this thrice-accursed man, are not evildoers, but order their lives by the most righteous laws, and are sons of the Most High, greatest, living God, who has directed the kingdom for us and for our forefathers in the finest order. You will therefore do well not to act upon the letters sent by Haman son of Hamadathos, because the very man who carried these things out has been impaled at the gates of Susa together with his whole household, God who rules over all things having swiftly rendered to him the judgment he deserved. And posting the copy of this letter in every place, allow the Jews openly to follow their own customs, and give them your support, so that on the thirteenth of the twelfth month Adar, on that very day, they may defend themselves against those who attack them in the time of affliction. For this day God, who has dominion over all things, has made for them a gladness instead of the destruction of the chosen race. You also, therefore, among the feasts you observe by name, keep this as a notable day with all festivity, so that both now and afterward it may be salvation for us and for the Persians who are well-disposed toward us, but for those who plot against us a memorial of destruction. And every city or region whatsoever that does not act according to these things shall be consumed with spear and fire in wrath; not only shall it be untrodden by men, but it shall also be set up as most hateful to beasts and birds for all time.
就在亞達薛西全國的一日,即十二月,就是亞達月十三日。詔書的抄本如下:亞達薛西大王向從印度到古實一百二十七個總督省的各省首領,並一切與我們同心的人問安。許多人屢次受施恩者極豐的厚待,反倒心高氣傲,不但尋求加害我們的臣民,甚至因不能承受這富足,竟圖謀陷害施恩與他們的人。他們不但從人間除去感恩,又被那些不曉得良善之人的誇口所慫恿,就以為必能逃脫那鑒察萬事、恨惡罪惡之神的審判。又有許多次,那些居高位、受託辦理朋友政務的人,因著人的巧言而成了流無辜人之血的同謀,陷在無法挽回的災禍中;這是因為有人用惡毒虛謊的詭辯,欺騙了掌權者純全的善意。這事不必多從我們所傳下的古史去考察,只要你們細查眼前所發生的,就可看出那些不配掌權之人的毒害,成就了何等不虔的事。我們也要顧到將來,好叫我們使國度太平無擾,賜眾人以和平;在事情變遷之中,凡臨到我們眼前的案件,總要以更寬厚的態度分辨處理。因為哈米大他的兒子哈曼,是個馬其頓人,實在與波斯人的血脈無份,又與我們的仁慈相去甚遠,他既寄居在我們中間,就得著我們向萬族所施的慈愛,以致被宣稱為我們的父,受眾人跪拜,常居王位之下的第二位。他卻不能承受自己的驕傲,竟圖謀奪去我們的王權和性命,並用種種錯綜複雜的詭計,求人把我們的救星和始終施恩與我們的末底改,以及那無可指摘、與我共有王權的以斯帖,連同他們全族,都交出來滅絕。他以為用這些手段,趁我們孤立無援,就可把波斯的國權轉移給馬其頓人。但我們察出,這些被那罪大惡極之人交付滅絕的猶大人,並不是作惡的,倒是遵行極公義的律法而行事為人;他們是至高、至大、永活之神的兒女,這神為我們並我們的列祖,以最美好的秩序治理這國。所以你們不要照哈米大他的兒子哈曼所發的文書去行,這才是好的;因為那行這事的人,已經連同全家在書珊的城門前被釘死了,這是那掌管萬有的神迅速照他所當得的施行了審判。你們要把這詔書的抄本張貼在各處,容許猶大人放膽遵行自己的律例,並要協助他們,使他們在十二月,就是亞達月十三日,正是那一日,能抵擋那些在患難時攻擊他們的人。因為那掌權萬有的神,已使這日成了他們的喜樂,代替選民的滅亡。所以你們也要在你們所定名的節期中,以這日為佳日,大大歡宴,使現今並以後,我們和一切向我們存善意的波斯人都得拯救,而那些謀害我們的人,卻成為滅亡的記念。凡不照這些話而行的城或地方,都必在忿怒中被刀劍和火焚滅;不但人不能進去,連野獸飛鳥也必永遠以它為最可憎惡之地。
8:13
τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ ἑτοίμους τε εἶναι πάντας τοὺς Ιουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους
And let the copies be posted openly in all the kingdom, and let all the Jews be ready for that day, to fight against their adversaries.
這詔書的抄本要張貼在全國各處,使眾人都看得見,又要使所有的猶大人預備妥當,在那日與仇敵爭戰。
8:14
οἱ μὲν οὖν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις
So then the horsemen went out, hastening to accomplish what the king had said; and the decree was also posted in Susa.
於是騎兵急忙出去,要辦成王所吩咐的事;這旨意也張貼在書珊城。
8:15
ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν
And Mordecai went out robed in the royal robe, wearing a golden crown and a diadem of purple fine linen; and when those in Susa saw it, they rejoiced.
末底改穿著王袍出來,頭戴金冠,又戴著細麻紫色的冠冕;書珊城的人看見,就都歡喜。
8:16
τοῖς δὲ Ιουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη
And for the Jews there was light and gladness.
猶大人有了光明和歡喜。
8:17
κατὰ πόλιν καὶ χώραν οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα χαρὰ καὶ εὐφροσύνη τοῖς Ιουδαίοις κώθων καὶ εὐφροσύνη καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο καὶ ιουδάιζον διὰ τὸν φόβον τῶν Ιουδαίων
In every city and province where the decree was posted, where the ordinance was posted, there was joy and gladness for the Jews, carousing and gladness; and many of the nations were circumcised and became Jews, because of the fear of the Jews.
在各城各省,凡王的旨意所到之處,凡諭旨所張貼之處,猶大人都歡喜快樂,宴飲歡騰;當地有許多人因懼怕猶大人,就受了割禮,歸入猶大籍。
← ch. 7ch. 9 →
12345678910

Tell me when new readings are published

One email per new chapter reading. Double opt-in; one-click unsubscribe.