📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 八書卷問答(創世記至路得記)

八書卷問答(創世記至路得記) 第 1 章 第 1/17 段

希臘文原文.254 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:254(全章共 4351 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Καὶ ἄλλοι μὲν φιλομαθεῖς ἄνδρες ἐπηγγείλαντο διαλῦσαι τῆς θείας γραφῆς τὰ δοκοῦντα εἶναι ζητήματα, καὶ τῶν μὲν ἀναπτύξαι τὸν νοῦν τῶν δὲ τὰς αἰτίας δηλῶσαι, καὶ ἁπαξαπλῶς ἀποφῆναι σαφῆ τὰ τοῖς πολλοῖς οὐ τοιαῦτα φαινόμενα
也有其他好學之士曾承諾要解決神聖經文中看似存在的疑難,闡明其中一些經文的涵義,指明另一些經文的緣由,總而言之,要把在許多人看來並非顯明之事清楚地說明出來。
Other learned men too have undertaken to resolve the seeming difficulties in the divine Scripture, unfolding the sense of some and setting forth the causes of others, and, in a word, making clear what does not appear so to most people.
1:2
σὺ δὲ διαφερόντως, φίλτατε παίδων Ὑπάτιε, τοῦτο με πρᾶξαι παρώτρυνας, πολλοῖς ὠφέλιμον ἔσεσθαι καὶ τόδε τὸ σύγγραμμα λίαν ἰσχυρισάμενος
但你,希帕提烏斯,我最親愛的孩子,格外地催促我做這件事,極力主張這部著作對許多人也將大有裨益。
But you, in particular, dearest of my sons, Hypatius, have urged me to do this, having strongly maintained that this work too would be beneficial to many.
1:3
οὗ δὴ ἕνεκα καίτοι τοῦ σώματος οὐκ εὖ μοι διακειμέ νου, τόνδε προειλόμην τὸν πόνον·
正因如此,儘管我身體狀況不佳,我仍選擇承擔這項辛勞;
For this reason, then, although my body is not in good condition, I have chosen to undertake this labor;
1:4
οὐκ ἐμαυτῷ γε θαρρῶν, ἀλλὰ τῷ ταῦθ' οὕτω συγγραφῆναι προστεταχότι
並非倚靠自己,而是倚靠那吩咐要如此寫成此書的那一位。
not trusting in myself, but in him who has commanded that these things be written thus.
1:5
αὐτοῦ γάρ ἐστιν ἐπιδεῖξαι τὴν ἐν τῷ γράμματι κεκρυμμένην διάνοιαν·
因為顯明隱藏在文字之中的意義,乃是屬乎祂的事;
For it is his part to disclose the meaning hidden within the letter;
1:6
αὐτὸς γὰρ κἀν τοῖς ἱεροῖς εὐαγγελίοις, καὶ παραβολικῶς τὴν διδασκαλίαν προσέφερε, καὶ τῶν αἰνιγματωδῶς εἰρημένων ἐποιεῖτο τὴν ἑρμηνείαν
因為祂自己在聖福音書中,既用比喻施教,也為那些以隱晦方式所說的話作出解釋。
for he himself, even in the sacred Gospels, both delivered his teaching in parables and provided the interpretation of what was spoken enigmatically.
1:7
παρ' αὐτοῦ τοίνυν τῆς νοερᾶς ἀκτῖνος ἀντιβολήσας τυχεῖν, τῶν τοῦ παναγίου πνεύματος ἀδύτων κατατολμῆσαι πειράσομαι
因此,我懇求從祂那裡獲得一道理智的光輝,並將嘗試大膽地進入至聖聖靈的至深聖所。
Having therefore besought to obtain from him a ray of intellectual light, I shall attempt to venture boldly into the innermost sanctuaries of the all-holy Spirit.
1:8
ἰστέον δὲ πρὸ τῶν ἄλλων ἁπάντων ὡς οὐχ ἅπαντες σύμφωνον ἔχουσι τῆς ἐρωτήσεως τὸν σκοπόν, ἀλλ' οἱ μὲν δυσσεβῶς ἐρωτῶσι, διελέγχειν οἰόμενοι τὴν θείαν γραφήν·
然而在一切之先,應當知道,並非人人提問的目的都是一致的;有些人存著不虔敬之心發問,以為藉此能駁倒神聖的經文;
But before all else it must be known that not all who ask have the same purpose in their questioning; rather, some ask impiously, thinking to refute the divine Scripture;
1:9
νῦν μέν, ὡς οὐκ ὀρθὰ παιδεύουσαν, νῦν δέ, ὡς ἐναντία διδάσκουσαν
時而指控它教導不正確的事,時而指控它教導自相矛盾的事。
at one time as if it taught things not right, at another as if it taught contrary things.
1:10
οἱ δὲ φιλομαθῶς ζητοῦσι, καὶ ποθοῦσιν εὑρεῖν τὸ ζητούμενον
但另有人是出於好學之心而探究,渴望找到所尋求的答案。
But others inquire out of love of learning, and desire to find what is sought.
1:11
κἀκείνων τοίνυν ἐμφράξομεν, σὺν θεῷ φάναι, τὰ βλάσφημα στόματα, τῆς θείας ἐπιδεικνύντες γραφῆς καὶ τὴν συμφωνίαν καὶ τὴν ἀρίστην διδασκαλίαν·
所以,靠著神的幫助,我們要堵住那些人褻瀆的口,藉著顯明神聖經文的和諧一致與至美的教訓;
Those, then—God helping me to say it—we shall stop their blasphemous mouths, by demonstrating both the harmony of the divine Scripture and its excellent teaching;
1:12
καὶ τούτοις ὡς οἷόν τε τῶν ἐπαπορουμένων τὴν λύσιν προσοίσομεν
並且要盡我們所能,為後者提供所提疑難的解答。
and to the latter we shall offer, as best we can, the resolution of the questions raised.
1:13
ἀρχὴν δὲ τούτων ποιήσομαι τῆς κτίσεως τὴν ἀρχήν·
我將以創造的開端,作為這些探討的起點;
I shall make the beginning of creation the starting point of these inquiries;
1:14
αὕτη γὰρ ἀρχὴ καὶ προοίμιον τῆς θεοπνεύστου γραφῆς
因為這正是神所默示的經文之開端與序言。
for this is the beginning and prelude of the divinely inspired Scripture.
1:15
Τί δή ποτε μὴ προτέταχε τῆς τῶν ὅλων δημιουργίας θεολογίαν ὁ συγ γραφεύς; Μετρεῖν εἴωθε τοῖς παιδευομένοις ἡ θεία γραφὴ μαθήματα, καὶ τοῖς μὲν τελείοις προσφέρειν τὰ τέλεια, τοῖς ἀτελέσι δὲ τὰ στοιχειώδη, καὶ τῇ σφῶν δυνάμει συμβαίνοντα
作者為何沒有把神學安置在萬物創造之先呢?神聖經文素來慣於按受教者的程度分配教訓,把完全的教導賜給成熟的人,把初步的教訓賜給尚未成熟的人,配合他們各自的能力。
Why then did the writer not place theology before the creation of all things? Divine Scripture is accustomed to measure out its lessons to those being instructed, offering to the perfect the perfect teachings, but to the imperfect the elementary ones, suited to their capacity.
1:16
ἐπειδὴ τοίνυν αἰγύπτιοι τὴν ὁρωμένην κτίσιν ἐθεοποίουν, τούτοις δὲ συνδιάγων ἐπὶ πλεῖστον ὁ Ἰσραὴλ ταύτης τῆς δυσσεβείας μετέλαχεν, ἀναγκαίως τὰ περὶ τῆς κτίσεως αὐτοῖς προσφέρει μαθήματα, καὶ διδάσκει διαρρήδην ὅτι καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ ὅτι ποιητὴν ἔχει τὸν τῶν ὅλων Θεόν
既然埃及人把可見的受造之物奉為神明,而以色列人長期與他們共同生活,也沾染了這種不虔敬,所以他必須向他們提供有關受造之物的教訓,明確教導受造之物既有其存在的起始,也有那位萬有之神作為它的創造者。
Since, then, the Egyptians deified the visible creation, and Israel, having lived among them for a very long time, partook of this impiety, he necessarily offers them lessons concerning creation, and teaches explicitly both that it had a beginning of its existence, and that it has as its maker the God of all.
1:17
οὐ μὴν οὐδὲ τὸν τῆς θεολογίας παραλέ λοιπε λόγον
然而他也並未省略關於神學的論述。
Yet neither has he omitted the account of theology.
1:18
τὸ γὰρ φάναι τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἄλλα ὅσα τῆς κτίσεως μόρια γενητά, καὶ δεῖξαι τούτων δημιουργὸν τὸν τῶν ὅλων Θεόν, ἀρκοῦσαν τοῖς τότε θεολογίαν προσήνεγκε
因為宣稱天地以及其他一切受造之物皆屬受生之物,並指明萬有之神是它們的創造者,這對當時的人來說已是足夠的神學教導。
For to declare that heaven and earth, and all the other parts of creation, are things that came into being, and to show that the God of all is their maker, was to offer a theology sufficient for the people of that time.
1:19
τῶν μὲν γὰρ ἐδήλωσε τὴν ἀρχήν·
因為他已顯明前者〔受造之物〕的起始;
For he made known the beginning of the former things;
1:20
τοῦ δὲ εὑρεῖν οὐκ ἴσχυσε τὴν ἀρχήν
而對於後者〔神〕,他卻無從尋得其起始。
but he was not able to discover the beginning of the latter.
1:21
καὶ ἀΐδιον τοίνυν ἐγνωκὼς τὸν Θεὸν καὶ ποιητὴν τοῦ παντὸς ὀνομάσας, καὶ ἀγαθὸν ποιητήν, τῷ φυσιολογικῷ τὸ θεολογικὸν μάλα σοφῶς συνήρμοσεν
這樣,他既知道神是永恆的,又稱祂為萬有的創造者,並且是良善的創造者,便極其明智地把神學的教訓與自然哲學的教訓結合在一起。
Having thus known God to be eternal, and having named him maker of the universe, and a good maker, he most wisely joined the theological to the natural-philosophical teaching.
1:22
ἄλλως τε καὶ προ μεμαθήκεσαν οἱ ταῦτα διδασκόμενοι τοῦ Θεοῦ τὸ ἀΐδιον
此外,那些領受這些教訓的人,先前其實已經學過神的永恆性。
Besides, those who were being taught these things had already previously learned of God's eternity.
1:23
ἀποσταλεὶς γὰρ εἰς Αἴγυπτον παρὰ τοῦ Θεοῦ τῶν ὅλων ὁ θεσπέσιος Μωϋσῆς προσετάχθη τοῖς ὁμοφύλοις εἰπεῖν·
因為神所感的摩西被萬有之神差往埃及,奉命對他的同族人說:
For the divinely-inspired Moses, having been sent to Egypt by the God of all, was commanded to say to his kinsmen:
1:24
ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς
『那自有永有者差我到你們這裡來。』
'He who is has sent me to you.'
1:25
τὸ δὲ ὁ ὢν τοῦ ἀϊδίου δηλωτικόν·
而『自有永有者』一詞正表明其永恆性;
Now 'he who is' is indicative of eternity;
1:26
δῆλον δὲ τοῖς φιλομαθέσιν, ὡς ἐκεῖνα πρὸ τούτων ἐρρέθη
對於好學之人而言,顯然那番話是先於這卷書而說出的。
and it is clear to those who love learning that those words were spoken before this present writing.
1:27
ἐκείνην γὰρ αὐτοῖς τὴν διδασκαλίαν ἔτι τὴν Αἴγυπτον οἰκοῦσι προσήνεγκε·
因為他將那教訓傳授給他們,是在他們仍居住在埃及的時候;
For he delivered that teaching to them while they were still dwelling in Egypt;
1:28
ταῦτα δὲ ἐν τῇ ἐρήμῳ συνέγραφε
而這部經文則是他在曠野中所寫成的。
but he composed this present writing in the wilderness.
1:29
Τί δή ποτε τῆς τῶν ἀγγέλων οὐκ ἐμνήσθη δημιουργίας; Οὐδὲν στερρὸν εἶχον βέβαιον οἱ νομοθετούμενοι·
他為何沒有提及天使的受造呢?因為那些正在接受律法教導的人,在這方面尚無任何堅實穩固的根基;
Why then did he not mention the creation of the angels? Those who were being given the Law had nothing firm and steadfast in this regard;
1:30
αὐτίκα γοῦν μετὰ πολλὰ καὶ ἄφραστα θαύματα, τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν·
例如,在經歷了許多難以言喻的奇事之後不久,他們竟宣稱牛犢的偶像為神;
for instance, immediately after so many ineffable wonders, they proclaimed the image of the calf to be a god;
1:31
οἱ δὲ τὰ τῶν κτηνῶν ἰνδάλματα ῥᾳδίως οὕτω θεοποιήσαντες, τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο; οὗ χάριν μέχρι τῆς τοῦ Ἀβραὰμ τελειότητος, οὐδενὶ τῶν πάλαι ἀνθρώπων δι' ἀγγέλου ὁ τῶν ὅλων διελέχθη Θεός·
這些人既如此輕易地把牲畜的形像奉為神明,倘若他們獲知了那些無形本性的知識,還有什麼事做不出來呢?正因如此,直到亞伯拉罕達到成全之前,萬有之神未曾藉著天使與古時任何人交談;
and those who so readily deified the likenesses of beasts—what would they not have done, had they received knowledge of the invisible natures? For this reason, up until the perfection attained by Abraham, the God of all conversed with none of the men of old through an angel;
1:32
ἐπὶ δὲ τῆς Ἄγαρ πρῶτον ἀγγέλου μνήμην ὁ θεσπέ σιος ἐποιήσατο Μωϋσῆς·
而在夏甲的事上,神所感的摩西才首次提及天使;
but in the case of Hagar, the divinely-inspired Moses first made mention of an angel;
1:33
τύπος γὰρ ἡ Ἄγαρ τῆς πα λαιᾶς διαθήκης κατὰ τὸν θεῖον ἀπόστολον·
因為照著神聖使徒所言,夏甲乃是舊約的預表;
for Hagar, according to the divine apostle, is a type of the old covenant;
1:34
τὸ γὰρ Ἄγαρ φησί, Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ
因為他說:『這夏甲,就是阿拉伯的西奈山,與現今的耶路撒冷同列。』
for, he says, 'this Hagar is Mount Sinai in Arabia, and corresponds to the present Jerusalem.'
1:35
διαταγείς, γάρ φησι, δι' ἀγγέλων ἐν χειρὶ με σίτου
因為他說:『是藉著天使經中保之手所設立的。』
for, he says, 'ordained through angels by the hand of a mediator.'
1:36
εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος
『倘若那藉著天使所傳的話尚且確立堅定……』
'For if the word spoken through angels proved firm...'
1:37
καὶ μάλα προσφόρως ὁ τῶν ὅλων Θεὸς δι' ἀγγέλου καὶ τῆς δουλείας ἀνέμνησε καὶ τὰ περὶ τοῦ τεχθησομένου παιδὸς προηγόρευσεν
萬有之神藉著天使,極其恰當地既提醒她記起自己的奴僕身分,又預言了關於將要出生之子的事。
And most fittingly the God of all, through an angel, both reminded her of her servitude and foretold what concerned the child who was to be born.
1:38
ὅτι δὲ κτιστὴν ἔχουσι φύσιν καὶ ἄγγελοι καὶ ἀρχάγ γελοι, καὶ εἴ τι ἕτερόν ἐστιν ἀσώματον, πλὴν τῆς ἁγίας τριάδος, ἡ θεία σαφῶς ἡμᾶς διδάσκει γραφή
至於天使和天使長,以及一切其他無形之靈——聖三一之外——皆具有受造的本性,這一點神聖經文明確地教導我們。
But that angels and archangels, and whatever other incorporeal being there is, apart from the Holy Trinity, possess a created nature, the divine Scripture clearly teaches us.
1:39
αἰνεῖτε γὰρ αὐτόν, φησί, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ
經上說:『他的眾天使都要讚美他!他的諸軍都要讚美他!』
'Praise him,' it says, 'all his angels; praise him, all his hosts.'
1:40
καὶ τὴν αἰτίαν διδάσκων ἐπήγαγεν·
並且在教導其緣由時,接著說:
And, teaching the reason, it adds:
1:41
ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθη σαν
『因為他一發命,便都造成;他一吩咐,便都立定。』
'For he spoke, and they came to be; he commanded, and they were created.'
1:42
καὶ πάλιν ἐν ἑτέρῳ ψαλμῷ, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
又在另一篇詩篇中說:『他造他的天使為靈,造他的僕役為火焰。』
And again, in another psalm: 'He who makes his angels spirits, and his ministers a flame of fire.'
1:43
καὶ οἱ τρεῖς μακάριοι παῖδες ἐν τῇ καμίνῳ τὸν θεῖον ὕμνον ὑφαίνοντες, καὶ τὸ πανάριστον ἐκεῖνο καὶ λίαν ἁρμόδιον εἰρη κότες προοίμιον·
還有那三位蒙福的少年人,在火窰中編織他們的頌神之歌,說出了那極其優美、極為貼切的開場之語:
And the three blessed youths, weaving their divine hymn in the furnace, having spoken that most excellent and most fitting prelude:
1:44
εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, εὐθὺς ἐπήγαγον, εὐλογεῖτε ἄγγελοι Κυρίου τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις Κυρίου τὸν Κύ ριον
『主的一切造化啊,你們都要稱頌主』——隨即接著說:『主的眾天使啊,你們要稱頌主!主的諸軍啊,你們要稱頌主!』
'Bless the Lord, all you works of the Lord'—they immediately went on to add: 'Bless the Lord, you angels of the Lord; bless the Lord, all you hosts of the Lord.'
1:45
ἀλλὰ γὰρ παρέλκον οἶμαι περὶ τούτων μακρηγορεῖν·
然而,我認為就此事再多加詳述實屬多餘;
But indeed, I think it superfluous to speak at length about these things;
1:46
πᾶσα γὰρ ἡ θεόπνευστος γραφὴ τῆσδε τῆς διδασκαλίας ἀνάπλεως
因為整部神所默示的經文都充滿了這樣的教訓。
for the whole of divinely inspired Scripture is full of this teaching.
1:47
Προϋπάρχουσιν οὐρανοῦ καὶ γῆς ἄγγελοι, ἢ σὺν τούτοις ἐγένοντο; Περιττὰς μὲν ἐγὼ τὰς τοιαύτας ζητήσεις ὑπείληφα
天使是先於天地而存在,還是與天地同時受造呢?就我而言,我認為這類探究實屬多餘。
Do the angels exist prior to heaven and earth, or did they come into being together with them? I, for my part, consider such inquiries to be superfluous.
1:48
τίς γὰρ ὄνησις προσ γενήσεται τοῖς ἐγνωκόσι τὸν τῆς τῶν ἀγγέλων δημιουργίας καιρόν; οἶδα δὲ καὶ τὸν θεῖον ἀπόστολον τῷ θαυμασίῳ Τιμοθέῳ παρεγγυῶντα·
因為那些知曉天使受造確切時刻的人,究竟能得著什麼益處呢?我也知道,神聖的使徒曾囑咐可敬的提摩太:
For what benefit would accrue to those who have learned the exact time of the creation of the angels? And I know too that the divine apostle charged the admirable Timothy:
1:49
παραγγεῖλαι τισὶ μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις
『要囑咐某些人不可傳異教,也不可聽從虛構無稽的話語和無窮盡的家譜。』
'to charge certain persons not to teach other doctrine, nor to give heed to myths and endless genealogies.'
1:50
ἐρῶ δὲ ὅμως ὅπερ συμβαίνειν ὑπείληφα τῷ σκοπῷ τῆς θείας γραφῆς·
然而,我仍要說出我認為與神聖經文之宗旨相符的看法;
Nevertheless, I shall state what I take to be consonant with the purpose of divine Scripture;
1:51
ἀπερίγραφον μόνην ἐδιδάχθημεν εἶναι τὴν θείαν φύσιν, ἅτε δὴ ἄκτιστον οὖσαν καὶ ἄναρχον, καὶ ἀΐδιον·
我們所受的教導是:唯獨神聖的本性是不受限定的,因為祂是無所受造、無始且永恆的;
We have been taught that the divine nature alone is uncircumscribed, inasmuch as it is uncreated, without beginning, and eternal;
1:52
τὰ δέ γε ἀρξάμενα τοῦ εἶναι περιγεγραμ μένον ἔχει δηλονότι τὸ εἶναι
而那些開始存在的事物,顯然其存在是受限定的。
whereas things that began to exist evidently have a circumscribed existence.
1:53
οὐκοῦν καὶ ἀσώματον λέγοντες εἶναι τῶν ἀγγέλων τὴν φύσιν, περιγεγράφθαι φαμὲν αὐτῶν τὴν ὑπόστασιν
因此,即使我們稱天使的本性為無形,我們也承認他們的位格是受限定的。
Therefore, even while calling the nature of the angels incorporeal, we affirm that their hypostasis is circumscribed.
1:54
καὶ γὰρ τῶν ἀνθρώπων ἕκαστον ὑφ' ἑνὸς ἔφη τετάχ θαι κηδεμονίαν ὁ δεσπότης Χριστός·
因為主基督確實說過,每一個人都被指派歸屬於某一位〔天使〕的看顧;
For indeed the Lord Christ said that each of mankind has been assigned to the guardianship of one angel;
1:55
ὁρᾶτε γάρ, φησί, μὴ κα ταφρονήσετε ἑνὸς τῶν ἐλαχίστων τῶν πιστευόν των εἰς ἐμέ·
他說:『你們要謹慎,不可輕看這些信我的小子裡的一個;』
'See,' he says, 'that you do not despise one of these little ones who believe in me;'
1:56
ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρα νοῖς
『因為他們的天使在天上,常見我父的面。』
'for their angels continually behold the face of my Father who is in heaven.'
1:57
καὶ ἑκάστῳ δὲ ἔθνει ἄγγελον ἐφεστάναι φησὶν ἡ θεία γραφή
神聖經文也說,每一個民族都有一位天使被立在其上。
And divine Scripture also says that an angel is set over each nation.
1:58
καὶ Μωϋσῆς δὲ ὁ μέγας ἐν τῇ ᾠδῇ φησιν·
偉大的摩西也在他的歌中說:
And the great Moses also says in his song:
1:59
ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ
『至高者將列國分開的時候,將亞當的子孫分散的時候,就按著神眾天使的數目立定萬民的疆界。』
'When the Most High apportioned the nations, when he scattered the sons of Adam, he set the boundaries of the nations according to the number of the angels of God.'
1:60
εἰ τοίνυν ὁ μὲν τούτων, ὁ δὲ ἐκείνων ἄρχειν ἐτάχθη, ἕκαστος δὲ τῶν ἀν θρώπων ὑπὸ τὴν ἑνὸς φροντίδα τελεῖ, εὔδηλον ὡς περιγεγραμμένην ἔχουσι τὴν οὐσίαν
既然如此,如果一位〔天使〕被指派治理這些人,另一位治理那些人,而每個人又都在某一位〔天使〕的照管之下,那麼顯然他們的本質是受限定的。
If, then, one angel was appointed to rule over these people and another over those, and each of mankind is subject to the care of one angel, it is quite clear that they possess a circumscribed essence.
1:61
εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν ἀληθές, τόπου ἄρα προσδέον ται
而這既是事實——的確如此——那麼他們便需要處於某一空間之中。
But if this is true—as indeed it is—then they stand in need of place.
1:62
μόνον γὰρ τὸ θεῖον, ὡς ἀπερίγραφον, οὐκ ἐν τόπῳ
因為唯獨神聖者,既是不受限定的,才不受空間所限。
For only the divine, as being uncircumscribed, is not in a place.
1:63
εἰ δὲ τὸ περιγε γραμμένον ἐν τόπῳ, πῶς οἷόν τε προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους; οὐ γὰρ ὄντος τοῦ φέροντος, πῶς ἔνεστι τὸ φερόμενον εἶναι; Ἀλλά, φασί τινες, χρῆναι λέγειν προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγ γέλους·
但若受限定的事物必存在於某一空間,那麼天使又怎能先於天地而存在呢?因為承載者尚不存在,被承載者又如何能夠存在呢?然而有些人說:『應當主張天使是先於天地而存在的;』
But if that which is circumscribed exists in a place, how is it possible for the angels to have existed prior to heaven and earth? For when that which bears does not yet exist, how can that which is borne exist? 'But,' say some, 'one must maintain that the angels existed prior to heaven and earth;'
1:64
ἀγγέλων γάρ, φησί, οὐκ ὄντων πῶς ὁ τῶν ὅλων ὑμνεῖτο Θεός; Ἀλλ' οἱ ταῦτα λέγοντες ἀγνοοῦσιν ὡς καὶ ἀνάρχους αὐτοὺς καὶ ἀϊδίους οὗτος ὁ λόγος ποιεῖ·
他說:『若天使尚不存在,萬有之神又怎會受到頌讚呢?』然而,說這話的人沒有意識到,這樣的論證竟使天使成了無始且永恆的;
'for,' he says, 'if the angels did not exist, how was the God of all being hymned?' But those who say this do not realize that this argument makes the angels both without beginning and eternal;
1:65
εἰ γὰρ ἐδεῖτο τῶν ὑμνούντων ὁ τῶν ὅλων Θεός, ἀεὶ δὲ τούτους εἶχεν ὑμνοῦντας, συναΐδιοι ἄρα οἱ ἄγγελοι τῷ τῶν ὅλων Θεῷ
因為倘若萬有之神需要有頌讚祂的,並且始終有這些頌讚者存在,那麼天使便與萬有之神同永恆了。
for if the God of all needed those who hymn him, and always had these hymning him, then the angels would be co-eternal with the God of all.
1:66
εἰ δὲ οὐκ ἀεί, ἀλλ' ὅτε περ ἠβουλήθη τούτους ἐδημιούργησεν, ἦν ἄρα τις αἰών, ἐν ᾧπερ τοὺς ὑμνοῦντας οὐκ εἶχεν ὁ τῶν ὅλων Θεός
但若情況並非始終如此,而是祂在自己所願意的時候才創造了他們,那麼便曾有某個時代,萬有之神並沒有頌讚祂的存在。
But if it was not always so, but he created them when he so willed, then there was some age in which the God of all had none to hymn him.
1:67
οὐκοῦν οὐ δεῖται τῶν ὑμνούντων ὁ δεσπότης Θεός·
因此,主神並不需要那些頌讚祂的;
Therefore the Lord God has no need of those who hymn him;
1:68
ἀνενδεῆ γὰρ ἔχει τὴν φύσιν·
因為祂的本性毫無所缺;
for he possesses a nature devoid of need;
1:69
δι' ἀγαθότητα δὲ μόνην καὶ ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ πάσῃ τῇ κτίσει τὸ εἶναι δεδώρηται·
祂唯獨因著自己的良善,才將存在賜給天使、天使長,以及一切受造之物;
but it is through goodness alone that he has granted existence to angels, and to archangels, and to all creation;
1:70
κηδεμονίαν ὑπουργοῦσι τῷ τῶν ὅλων Θεῷ, μάρ τυς ὁ θεῖος ἀπόστολος βοῶν·
他們向萬有之神效力,履行看顧的職分,正如神聖的使徒作見證呼喊道:
and they render service of guardianship to the God of all, as the divine apostle testifies, exclaiming:
1:71
οὐχὶ πάντες εἰσὶ λειτουρ γικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ; οὐκοῦν εὔδηλον, ὡς ἡμεῖς μὲν τῆς ἐκείνων ἐπικουρίας δεόμεθα·
他們豈不都是服役的靈,奉差遣為那將要承受救恩的人效力嗎?由此顯而易見,我們是需要他們的幫助的,
Are they not all ministering spirits, sent forth to serve for the sake of those who are about to inherit salvation? It is therefore quite clear that we stand in need of their assistance,
1:72
ὁ δὲ Θεὸς ἥκιστα μέν τινος ἐνδεής, ἄβυσσος δὲ ὢν ἀγαθότητος, ἠβουλήθη καὶ τοῖς μηδαμῆ μηδαμῶς οὖσι μεταδοῦναι τοῦ εἶναι
但神絕無任何缺乏,祂乃是良善的深淵,卻仍願意將「存在」分賜給那全然不存在的。
but God, being in no way whatsoever in need of anything, yet being an abyss of goodness, willed to impart being even to those who did not exist at all in any way.
1:73
ἀλλὰ γὰρ οἱ προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους ἰσχυριζόμενοι, ὡς ἰσχυρὸν ἡμῖν καὶ ἄμαχον προβάλλον ται ἐκεῖνο τὸ παρὰ τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν Ἰὼβ εἰρημένον·
然而,那些堅稱天使先於天地存在的人,向我們提出他們自以為強而有力、無可辯駁的論據,即萬有之神對約伯所說的那句話:
But indeed, those who insist that the angels existed before heaven and earth put forward against us, as though it were a strong and unanswerable point, that saying spoken by the God of all things to Job:
1:74
ὅτε ἐποίουν ἄστρα, ᾔνεσαν με πάντες ἄγγελοί μου
「我造眾星的時候,我的眾天使都讚美我。」
"When I made the stars, all my angels praised me."
1:75
καὶ οὐ συνορῶσιν, ὡς τῇ τετάρτῃ ἡμέρᾳ σὺν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ τὰ ἄστρα παρήγαγεν ὁ τῶν ὅλων Θεός
他們卻沒有看出,萬有之神是在第四日連同太陽和月亮一起造出眾星的。
And they fail to perceive that it was on the fourth day, together with the sun and the moon, that the God of all things brought forth the stars.
1:76
εἰκὸς δὲ τοὺς ἀγγέλους σὺν οὐρανῷ δημιουργηθῆναι καὶ γῇ, ἵνα καὶ τὸ φῶς ὁρῶντες ἐξ οὐδενὸς ὑποκειμένου δημιουργούμενον, καὶ τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος συμπηγνύμενον, καὶ τὴν ὑγρὰν οὐσίαν χωριζομένην τῆς γῆς, καὶ τὴν γῆν ἅμα τῷ θείῳ λόγῳ παντοδαπῶς διακοσμουμένην βλαστήμασι καὶ τ' ἄλλα πάντα πρὸς τὸ θεῖον γινόμενα βούλημα, γνῶσι δι' ὧν ὁρῶσιν, ὡς καὶ αὐτοὶ κτιστὴν ἔχουσι τὴν φύσιν παρ' αὐτοῦ τὸ εἶναι δεξάμενοι
更可能的是,天使乃是與天地一同受造的,好叫他們藉著親眼所見——看見光是從無中受造,看見穹蒼被固定在水中間,看見濕潤的實質從地中分離出來,看見大地隨著神聖的話語以各樣萌發之物受盡裝飾,以及其餘一切依神聖旨意所成就的事——而明白:他們自己也具有受造的本性,是從祂領受了存在。
It is likely, rather, that the angels were created together with heaven and earth, so that, seeing the light being created out of no underlying substrate, and the firmament being fixed fast in the midst of the water, and the moist substance being separated from the earth, and the earth being adorned in every manner with sprouting growths together with the divine word, and all the other things coming to be according to the divine will, they might learn, through the very things they see, that they too possess a created nature, having received their being from him.
1:77
καὶ γὰρ ὁ θεῖος ἀπόστο λος τῷ κόσμῳ αὐτοὺς συζεύγνυσι λέγων θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις
因為神聖的使徒也把他們與世界並列,說:「我們成了一台戲,給世人和天使觀看。」
For indeed the divine apostle joins them together with the world, saying, "We have become a spectacle to the world, both to angels and to men."
1:78
ἐγὼ δὲ τοῦτο οὐκ ἀποφαινόμενος λέγω·
但我說這話,並非作為斷然的宣告;
But I say this not as a definitive pronouncement;
1:79
τολμηρὸν γὰρ ἀποφαντικῶς οἶμαι λέγειν, περὶ ὧν ἡ θεία διαρρήδην οὐ λέγει γραφή·
因為我認為,對於神聖經文並未明言之事,斷然地宣稱乃是輕率之舉;
for I think it is rash to speak dogmatically about matters concerning which the divine Scripture does not speak explicitly;
1:80
ἀλλ' ὅπερ τοῖς εὐσεβέσι λογισ μοῖς ἁρμόττειν ὑπέλαβον, εἴρηκα
我只是說出了我認為與虔敬的思路相合之事。
but I have said what I supposed to be in keeping with pious reasoning.
1:81
ἐκεῖνο μέντοι ἀναγκαῖον εἰδέναι, ὡς ἅπαντα τὰ ὄντα, πλὴν τῆς ἁγίας τριάδος, κτιστὴν ἔχει τὴν φύσιν
然而,有一件事是必須知道的:除了聖三一之外,一切存在之物都具有受造的本性。
This, however, is necessary to know: that all things that exist, except the Holy Trinity, have a created nature.
1:82
συνο μολογουμένου δὲ τούτου, τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ, τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμους
既然這一點已蒙公認,那麼說天使的眾軍在天地之先受造,並不損害虔敬的道理。
And once this is agreed upon, it does no harm to the doctrine of piety to say that the hosts of the angels came into being before heaven and earth.
1:83
τὸ δὲ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων, ἀπαγορεύει διαρρήδην ὁ θεῖος ἀπόστολος
至於為言辭爭辯,於事無益,反倒敗壞聽者,這是神聖的使徒明文所禁止的。
But as for contending about words to no useful purpose, to the ruin of those who hear, the divine apostle explicitly forbids this.
1:84
Εἰ ἦν ἡ γῆ, πῶς ἐγένετο; λέγει γὰρ ὁ συγγραφεύς·
「若地已經存在,它又怎能『成了』呢?」因為作者說:
"If the earth already existed, how did it 'come to be'?" For the writer says:
1:85
ἡ δὲ γῆ ἦν Ἠλίθιον καὶ ἄγαν ἀνόητον τὸ ἐρώτημα·
「地卻是……」——這問題實在愚昧至極、毫無意義;
"And the earth was..." This question is foolish and utterly senseless;
1:86
ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐκ ἀΐδιον ἔφη τὴν γῆν, ἀλλὰ μετὰ τὸν οὐρανόν, ἢ σὺν τῷ οὐρανῷ δεξαμένην τὸ εἶναι
因為「起初神創造天地」這話,並非宣稱地是永恆的,而是說地是在天之後、或與天一同領受了存在。
for "In the beginning God made heaven and earth" does not declare the earth to be eternal, but says that it received its being after heaven, or together with heaven.
1:87
ἄλλως τε οὐδὲ ἀπολύτως εἶπεν ὁ συγγραφεύς·
此外,作者所言也並非孤立無所限定,僅僅說:
Moreover, the writer did not speak in an unqualified manner, saying merely
1:88
ἡ δὲ γῆ ἦν, ἀλλὰ τὸ ἑξῆς συναρμόσας, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκα τασκεύαστος, τοῦτ' ἔστιν, ἐγένετο μὲν ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ·
「地卻是」如此,而是把下文連綴在一起:「地是空虛混沌的」——就是說,地確實是藉著萬有之神而受造的;
"And the earth was," but joining it together with what follows: "And the earth was invisible and unformed" — that is, it did indeed come into being through the God of all things;
1:89
ἔτι δὲ ἀόρατος ἦν ἐπικειμένου τοῦ ὕδατος, καὶ ἀκατασκεύαστος, μηδέπω κοσμηθεῖσα τῇ βλάστῃ, μηδὲ ἀνθήσασα λειμῶνας καὶ ἄλση καὶ λήϊα
只是當時仍是不可見的,因為水覆蓋在其上;並且是混沌的,尚未以草木裝飾,也未曾開出繁茂的草場、樹林與莊稼。
but it was still invisible, since water lay upon it, and unformed, not yet adorned with vegetation, nor yet having brought forth meadows in bloom, and groves, and fields of grain.
1:90
Οὐκ ἐδίδαξεν ἡμᾶς ὁ Μωϋσῆς ὅτι καὶ τὰ ὕδατα ἐδημιούργησεν ὁ Θεός; Καὶ μὴν εἰρηκώς·
摩西豈非也教導我們說,水同樣是神所造的嗎?其實,他既已說:
Did Moses not teach us that God also created the waters? And yet, having said,
1:91
ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύασ τος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, ἔδειξε μετὰ τῆς γῆς δημιουργηθεῖσαν τῶν ὑδάτων τὴν φύσιν
「地是空虛混沌,淵面黑暗」,他便已藉此表明,水的實質是與地一同受造的。
"And the earth was invisible and unformed, and darkness was upon the deep," he thereby showed that the nature of the waters was created together with the earth.
1:92
καὶ περὶ τοῦ σαββάτου δὲ νομοθετῶν ὁ τῶν ὅλων Θεός, οὕτως ἔφη·
而且,萬有之神在頒佈有關安息日的律法時,也是這樣說的:
And also, when the God of all things legislated concerning the Sabbath, he spoke as follows:
1:93
ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ σάββατον, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου
「六日要勞碌做工,但第七日是安息日,是向耶和華你神守的安息。」
"Six days you shall labor, but on the seventh is the Sabbath, a rest to the Lord your God."
1:94
ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς
「因為耶和華神在六日之內造了天、地、海,和其中的萬物。」
"For in six days the Lord God made heaven and earth, and the sea, and all that is in them."
1:95
ὡς εἶναι δῆλον ὅτι πᾶν ὁτιοῦν ἐν τούτοις ὄν, ἢ ὁρατὸν ἢ ἀόρατον ἢ αἰσθητὸν ἢ νοητόν, πλὴν τῆς θείας οὐσίας, κτιστὴν ἔχει τὴν φύσιν
由此可見,凡存在於其中的一切事物,無論可見或不可見、可感或可悟,除了神聖的本質之外,都具有受造的本性。
so that it is clear that absolutely everything existing within these — whether visible or invisible, whether perceptible to sense or to mind — except the divine essence, has a created nature.
1:96
μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπήγαγε·
「那以雅各的神為幫助、仰望耶和華他神的,這人便為有福」——就是那造天地的耶和華——接著他又添上一句:
"Blessed is he whose helper is the God of Jacob, whose hope is in the Lord his God, who made heaven and earth" — the Lord who made heaven and earth — he then added:
1:97
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς
「還有海和其中的萬物。」
"the sea, and all that is in them."
1:98
Εἰ τὸ φῶς ὁ Θεὸς ἐδημιούργησε, πῶς αὐτὸς τὸ σκότος ἐποίησεν; ἐναντία γὰρ ταῦτα ἀλλήλοις Ἐναντία μὲν ἀλλήλοις, ἀλλ' ἀναγκαῖα τοῖς ἀνθρώποις ἀμφότερα
「若光是神所造,祂自己又怎能造出黑暗呢?因為這二者彼此相反。」——這二者固然彼此相反,但對人類而言,二者皆是必需的。
"If God created the light, how is it that he himself made the darkness? For these are contrary to one another." They are indeed contrary to one another, but both are necessary for mankind.
1:99
τὸ μὲν γὰρ πρὸς ἐργασίαν τε καὶ φιλοπονίαν συνεργεῖ τοῖς ἀνθρώποις, καὶ ὑπο δείκνυσι τὰ ὁρώμενα καὶ τὸν τούτων ποιητὴν ὑμνεῖσθαι παρασκευάζει
光有助於人從事勞動與勤勉,向人顯明所見之物,並促使人讚美這一切的創造者;
For the one cooperates with men toward labor and industriousness, and points out the things that are seen, and brings it about that their Maker is praised;
1:100
τὸ δὲ διαναπαύει καὶ νεουργεῖ τοὺς ἀνθρώπους καὶ τὸν ἐκ τῆς ἐργασίας ἐγγινόμενον διαλύει πόνον, καὶ τοὺς ἀνθρώπους μὲν οἴκαδε συναγείρει, τοῖς δέ γε θηρίοις ἄδειαν παρέχει νομῆς·
而黑暗則使人得安息、重獲新生,消解勞動所生的疲乏,將人聚集回家,同時容讓野獸得以自由覓食;
while the other gives men rest and renewal, and dissolves the toil that arises from labor, and gathers men back home, while granting the wild beasts freedom to range for food;
1:101
ἔθου, γάρ φησι, σκότος καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ
正如經上說:「你派定黑暗,就有黑夜,田野的一切走獸都在黑夜出來遊行,」
for it says, "You appointed darkness, and it became night, in which all the beasts of the field will go about,"
1:102
σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζη τῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς
「少壯獅子吼叫,要抓食,向神尋求食物;」
"the young lions roaring after their prey, and seeking their food from God;"
1:103
τὰς μάνδρας αὐτῶν κοιτασθήσονται
「牠們躺臥在自己的洞穴中;」
"they will lie down in their dens;"
1:104
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας
「人出去做工,勞碌直到晚上。」
"man will go forth to his work and to his labor until evening."
1:105
οὕτως ταῦτα εἰπὼν τὴν τοῦ ποιητοῦ θαυμάζει μεγαλουρ γίαν, καί φησιν·
說了這些話之後,他驚歎造物主作為的偉大,說:
Having said these things, he marvels at the greatness of the Maker's works, and says:
1:106
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας
「耶和華啊,你的作為何其浩大!你都是憑智慧造成的。」
"How great are your works, O Lord! You have made all things in wisdom."
1:107
ὅτι μὲν οὖν ἀναγκαῖον τὸ σκότος ἀκριβῶς μεμαθήκαμεν·
由此我們已確切明白,黑暗是必需的;
That darkness, then, is necessary we have learned precisely;
1:108
ὅτι δὲ οὐκ οὐσία τίς ἐστιν, ἀλλὰ πρᾶγ μα συμβεβηκός, καταμαθεῖν εὐπετές·
但要明白它並非某種實質,而是一種偶性之物,也不難:
but that it is not some substance, but an accidental thing, is easy to learn:
1:109
οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀπο σκίασμα·
因為它乃是天與地所投下的陰影;
for it is the shadow cast by heaven and earth;
1:110
διά τοι τοῦτο φροῦδον γίνεται τοῦ φωτὸς ἀνίσχοντος
正因如此,光一升起,它便消失無蹤。
and for this reason it vanishes when the light rises.
1:111
τὸ δὲ φῶς οὐσία ἐστὶ καὶ ὑφέστηκε, καὶ δυόμενον ἀνίσχει, καὶ ἀπιὸν ἐπαν έρχεται·
然而光卻是一種實質,是真實存在的;它縱然西沉,仍會再度升起;縱然離去,仍會再度返回;
But light is a substance, and it truly subsists; even when it sets it rises again, and even when it departs it returns;
1:112
ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐσία τίς ἐστιν, ἡ δὲ διὰ τούτου ἀποτελουμένη σκιὰ συμβεβηκός ἐστιν, οὐκ οὐσία, οὕτως ὁ οὐρανὸς καὶ ἡ γῆ, τὰ μέγιστα σώματα, οὐσίαι εἰσὶ διάφοροι·
正如我們的身體是一種實質,而它所形成的影子則是偶性,並非實質,天與地——這兩個最大的形體——同樣也是彼此不同的實質;
for just as our own body is a certain substance, while the shadow produced through it is an accident and not a substance, so also heaven and earth, the greatest of bodies, are distinct substances;
1:113
ἡ δὲ ἐκ τούτων ἀποτε λουμένη σκιά, τοῦ φωτὸς οὐ παρόντος, ὀνομάζεται σκότος·
而由它們所形成的影子,在光不臨在時,便稱為黑暗;
and the shadow produced by them, when light is not present, is called darkness;
1:114
εἰσελθὸν δὲ τὸ φῶς ἀφανίζει τὸ σκότος
但光一旦進入,便使黑暗消失無蹤。
but when light enters, it makes the darkness vanish.
1:115
τοῦτο δὲ γνοίη τις ἂν καὶ ἑτέρωθεν·
這一點,人也可以從另一個例子中明白:
One could also learn this from another example as well:
1:116
οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶν ἀνάπλεως
一間沒有窗戶的屋子,必然充滿黑暗;
for a house that has no windows is filled with darkness;
1:117
εἰσκομισθείσης δὲ λαμπάδος φωτίζεται, οὐ τοῦ σκότους ἄλλοσε μεταβαίνοντος·
但當有人把燈拿進去,屋子就被照亮了——這並非因為黑暗轉移到了別處,
but when a lamp is brought in, it is illumined — not because the darkness moves elsewhere,
1:118
οὐ γὰρ ὑφέστηκεν, ἀνυπόστατον δὲ χρῆμά ἐστιν, ἀλλὰ πάμπαν διολλυμένου τῇ τοῦ φωτὸς παρουσίᾳ
因為黑暗並非具有自立存在,而是一種無位格性的東西;它之所以消失,乃是因光的臨在而被完全消滅了。
for it has no subsistence, but is a thing without hypostasis, but rather because it is utterly destroyed by the presence of the light.
1:119
σκιὰ γάρ ἐστι διὰ τῆς ὀροφῆς καὶ τοῦ ἐδάφους καὶ τῶν τοίχων συνισταμένη, εἶτα ταῖς τοῦ φωτὸς διαλυομένη μαρμαρυγαῖς
因為黑暗其實是由屋頂、地面與牆壁所形成的陰影,隨後便被光的閃耀光輝所消散。
For it is a shadow formed by the roof, the floor, and the walls, and then dissolved by the gleaming rays of the light.
1:120
τοῦτο καθ' ἑκάστην ἡμέραν ὁρῶμεν ἐπιτελούμενον·
這種情形,我們每天都能看見在發生:
This we see coming to pass every single day:
1:121
ὑποχωροῦντος γὰρ τοῦ φωτός, οὐρανοῦ καὶ γῆς ἡ σκιὰ τὸ σκότος ἀποτελεῖ·
因為當光退去之時,天與地的陰影便造成了黑暗;
for as the light withdraws, the shadow of heaven and earth produces the darkness;
1:122
ἀνίσχοντος δὲ πάλιν διαλύεται τοῦτο
而當光再度升起時,這黑暗便又消散了。
and when it rises again, this darkness is dissolved.
1:123
οὐ τοίνυν ἀγένητος οὐσία τὸ σκότος, οὔτε μὴν γενητή τις ὑπόστασις, ἀλλ' ἐκ τῶν γενητῶν συνισταμένη χρῆσις ἀναγ καία καὶ τοῦ Θεοῦ τὴν σοφίαν κηρύττουσα
因此,黑暗並非一種未受造的實質,也不是某種受造的位格性存在,而是由受造之物所產生的一種必要作用,並且宣揚著神的智慧。
Darkness, therefore, is not an uncreated substance, nor indeed any created hypostasis, but a necessary function arising out of created things, one that proclaims the wisdom of God.
1:124
αὐτίκα γοῦν ὁ προφήτης τὸν τῶν ὅλων Θεὸν καὶ ἐντεῦθεν ὑμνεῖ·
所以,先知也正是因此而讚美萬有之神,說:
At once, then, the prophet praises the God of all things on this very account as well, saying:
1:125
ὁ ποιήσας, γάρ φησι, φῶς καὶ κατασκευάσας σκότος
「他造光,又造成黑暗。」
"He who made light and formed darkness."
1:126
ἁρμοδίως δὲ ἄγαν ἑκάτερα τέθεικεν·
他把這兩個動詞用得極其恰當:
And he has set down each of the two verbs most fittingly:
1:127
τὸ μὲν ποιήσας ἐπὶ τοῦ φωτός, τὸ δὲ κατασκευάσας ἐπὶ τοῦ σκό τους·
「造」用於光,而「造成」則用於黑暗;
"made" in reference to the light, but "formed" in reference to the darkness;
1:128
συμβεβηκὸς γάρ ἐστι, συνιστάμενον καὶ διαλυόμενον
因為黑暗是一種偶性,時而形成,時而消散。
for it is an accident, being formed and being dissolved.
1:129
καὶ οἱ τρισμα κάριοι δὲ παῖδες πᾶσαν τὴν κτίσιν εἰς ὑμνῳδίαν καλέσαντες, τῇ ἡμέρᾳ τὴν νύκτα συνέζευξαν, καὶ φωτὶ τὸ σκότος συνήρμοσαν·
那三位蒙福的少年,在呼召萬有一同頌讚之時,也將黑夜與白晝相連,將黑暗與光明相配;
And the thrice-blessed youths, too, when they called all creation to hymn-singing, joined night together with day, and coupled darkness together with light;
1:130
ἐπειδὴ ταῖς τού των διαδοχαῖς καὶ ὁ χρόνος μετρεῖται, καὶ ὁ τῶν ἀνθρώπων συνίσταται βίος
因為時間正是藉著這兩者的交替而被量度,人的生命也是藉此而構成的。
since it is by the succession of these two that time is measured, and the life of men is constituted.
1:131
Ποῖον πνεῦμα ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος ; Τισὶ δοκεῖ τὸ πανάγιον πνεῦμα ζωογονοῦν τῶν ὑδάτων τὴν φύσιν καὶ προδιαγράφον τὴν τοῦ βαπτίσματος χάριν·
「運行在水面上的是哪一種靈?」有人認為,那是至聖的聖靈,使水的本質得以孕育生機,並預先描繪出洗禮的恩典;
"What spirit was borne upon the water?" To some it seems to be the all-holy Spirit, giving life to the nature of the waters and prefiguring beforehand the grace of baptism;
1:132
ἀληθέστερον μέντοι ἐκεῖνον οἶμαι τὸν λόγον, ὅτι πνεῦμα ἐνταῦθα τὸν ἀέρα καλεῖ
然而,我認為另一種說法更為真確,即此處所謂的「靈」乃是指空氣而言。
but I think that other explanation is more true, namely that here "spirit" refers to the air.
1:133
εἰπὼν γάρ, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησε καὶ τῶν ὑδάτων διὰ τῆς ἀβύσσου μνησ θείς, ἀναγκαίως καὶ τοῦ ἀέρος ἐμνήσθη, ἐκ τῆς τοῦ ὕδατος ἐπιφανείας μέχρι τοῦ οὐρανοῦ διήκοντος·
因為,作者既已說神造了天地,又藉著「深淵」提及了水,就必然也一併提及了空氣,因為空氣正是從水面一直延伸到天;
For having said that he made heaven and earth, and having mentioned the waters by way of the deep, he necessarily mentioned the air as well, since it extends from the surface of the water all the way up to heaven;
1:134
ἀέρος γὰρ φύσις τὸ τοῖς κάτω κειμένοις ἐπιφέρεσθαι σώμασι
因為空氣的本性,就是運行於下方所置放的諸形體之上。
for it is the nature of air to be borne upon the bodies that lie beneath it.
1:135
μάλα δὲ ἁρμοδίως τὸ ἐπεφέρετο καὶ οὐκ ἐπέ κειτο εἴρηκε·
而他說「運行在……之上」,而非「覆蓋在……之上」,這也是極為恰當的;
And it was most fittingly that he said "was borne upon" and not "lay upon";
1:136
τὸ γὰρ ἐπεφέρετο τὴν κινητικὴν τοῦ ἀέρος οὐσίαν παρεδήλου
因為「運行」一詞正表明了空氣具有能動的實質。
for "was borne upon" indicated the mobile substance of the air.
1:137
εἰ δέ τις τοῦτον οὐ προσίεται τὸν λόγον ἐπειδὴ γέγραπται·
但若有人不接受這種解釋,因為經上寫著:
But if someone does not accept this explanation, since it is written,
1:138
πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα
「他的風一吹,水便流動,」
"His spirit will blow, and the waters will flow,"
1:139
ὅτι δὲ τὸν ἄνεμον οὕτως ἐκάλεσε, δῆλόν ἐστι κἂν μὴ λέγω·
他以「靈」(風)如此稱之,這一點即使我不加說明也是顯而易見的;
that he called the wind "spirit" in this way is clear even if I do not say so;
1:140
Εὔρου γὰρ ἢ Νότου πνέοντος, τὸ πεπηγὸς ὕδωρ διαλύεσθαι πέφυκεν
因為當東風或南風吹起時,凍結的水自然就會融化。
for when the East Wind or the South Wind blows, frozen water naturally melts.
1:141
γενηθήτω φῶς καί, γενηθήτω στε ρέωμα ; Οὐκ ἄλλῳ τινὶ κελεύει δημιουργεῖν, ἀλλὰ τὰ μὴ ὄντα καλεῖ·
『要有光』與『要有穹蒼』:祂並非命令另一位去創造,而是呼喚那不存在的成為存在。
'Let there be light,' and, 'Let there be a firmament': He does not command someone else to create, but calls the things that are not into being.
1:142
ἐνταῦθα δὲ πρόσταγμα τὸ βούλημα·
在此,命令即是〔祂的〕旨意。
Here the command is [identical with] the will.
1:143
πάντα, γάρ φησιν, ὅσα ἠθέλησεν ὁ Θεὸς ἐποίησεν
因為經上說:『凡神所願意的,祂都成就了。』
For, as it says, 'Whatsoever God willed, that he made.'
1:144
εἰ δὲ καὶ φωνῇ τινι δημιουργῶν ἐχρήσατο, δῆλον ὡς οὐ τῶν ἀψύχων ἕνεκα στοιχείων, ἀλλὰ τῶν ἀοράτων χάριν δυνάμεων·
但若祂在創造時也使用了某種話語,這顯然不是為了那些無生命的元素,而是為了那不可見的能力之故。
But if in creating He also made use of a certain word, it is clear that this was not for the sake of the inanimate elements, but for the sake of the invisible powers.
1:145
ἵνα γνῶσιν ὡς αὐτοῦ κελεύοντος τὰ μὴ ὄντα συνίσταται
好叫他們知道:因祂的命令,那不存在的便得以成立。
so that they might know that at His command the things that are not come into being.
1:146
εἶδεν ὁ Θεὸς ὅτι καλόν ; Ἵνα πείσῃ τοὺς ἀχαρίστους μὴ ψέγειν ἅπερ ἡ θεία ψῆφος ὀνομάζει καλά
『神看著是好的』:這是要說服那些不知感恩的人,不要非議那被神聖裁斷稱為好的事物。
'And God saw that it was good': in order to persuade the ungrateful not to find fault with what the divine judgment calls good.
1:147
Εἷς οὐρανὸς ἢ δύο εἰσίν; Τῆς θείας διδασκούσης γραφῆς, ὡς ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐν τῇ δευτέρᾳ λε γούσης ἡμέρᾳ τὸ στερέωμα γεγενῆσθαι, πολλὴν ἡ ἐρώτησις τῶν πυν θανομένων ἐμφαίνει τὴν ἄνοιαν
天是一個還是兩個?既然神聖經文教導『起初神創造天地』,接著又說在光受造之後,第二天穹蒼被造成——那麼提出此問之人的發問,正顯出極大的愚昧。
Is there one heaven or two? Since the divine Scripture teaches that in the beginning God made heaven and earth, and then, after the creation of light, states that on the second day the firmament came to be, the question of those who raise it displays great foolishness.
1:148
ὁ μὲν γὰρ πρὸ τοῦ φωτός, ὁ δὲ μετὰ τὸ φῶς·
因為一個是在光之前,另一個是在光之後。
For the one [heaven] is before the light, the other after the light.
1:149
γενηθήτω, γάρ φησι, στερέωμα ἐν μέσῳ τοῦ ὕδα τος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος
因為經上說:『諸水之間要有穹蒼,把水與水分開。』
For it says, 'Let there be a firmament in the midst of the water, and let it divide the water from the water.'
1:150
εἶτα εἰπὼν ὡς ὁ λόγος ἔργον ἐγένετο·
接著,在說了這話之後,〔經文顯明〕這話語如何成為事實。
Then, having spoken thus, [Scripture shows] how the word became deed.
1:151
τοῦτο γὰρ δήλοι τὸ καὶ ἐγένετο οὕτως
因為『事就這樣成了』正表明了這一點。
For this is what 'and it was so' shows.
1:152
διδάσκει καὶ πῶς ἐγένετο·
它也教導了這事是如何成就的。
It also teaches how it came to be.
1:153
ἐποί ησε, γάρ φησιν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώ ρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος
因為經上說:『神就造出穹蒼,將穹蒼以下的水與穹蒼以上的水分開了。』
For it says: 'And God made the firmament, and God divided the water which was under the firmament from the water which was above the firmament.'
1:154
καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν
『神稱穹蒼為天。』
'And God called the firmament Heaven.'
1:155
ὁ δὲ πρότερος οὐρανὸς οὐκ ἐκλήθη στε ρέωμα, ἀλλ' οὐρανὸς ἐξ ἀρχῆς ὠνομάσθη·
但先前的那個天並沒有被稱為穹蒼,而是從一開始就被稱為天。
But the former heaven was not called a firmament; rather it was named heaven from the beginning.
1:156
οὗτος γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος τὴν προσηγορίαν ἐδέξατο, ἐπειδὴ γὰρ ἐκ τῆς ῥοώδους τῶν ὑδάτων οὐσίας συνέστη, καὶ ἡ ῥυτὴ φύσις στεγανωτάτη γέγονε καὶ στερέμνιος προσηγορεύθη στερέωμα
因為這名稱是從那實體本身而來:既然它是由水那流動的本質構成,而這流動的本性變得極其緻密堅實,因此被稱為『穹蒼』(堅固之意)。
For this [second heaven] received its name from the thing itself; since it was constituted from the flowing substance of the waters, and this fluid nature became most compact, it was also called solid, that is, 'firmament.'
1:157
εἶτα ὡς ἄνωθεν ἐπικείμενος, καὶ τοῦ προτέρου οὐρανοῦ τὴν χρείαν ἡμῖν πληρῶν, οὐρανὸς προ σωνομάσθη
此外,因它高懸於我們上方,並為我們履行先前那個天的功用,故又被稱為『天』。
Then, as it lies above and fulfills for us the function of the former heaven, it was additionally called 'heaven.'
1:158
διχῆ δὲ διεῖλε τῶν ὑδάτων τὴν φύσιν ὁ τῶν ὅλων Θεός·
萬有之神將水的本性一分為二。
The God of all divided the nature of the waters in two.
1:159
καὶ τὰ μὲν ἄνωθεν ἐπιτέθεικε τῷ στερεώματι, τὰ δὲ κάτω καταλέλοιπεν ἵνα τὰ μὲν ἄνωθεν ἐπικείμενα τῇ τε ὑγρότητι καὶ ψυχρό τητι μὴ συγχωρῇ τῷ πυρὶ τῶν φωστήρων λωβᾶσθαι τὸ στερέωμα, τὰ δὲ κάτω μεμενηκότα διατρέφῃ τοῖς ἀτμοῖς τὸν ἀέρα διαυαινόμενον καὶ ξηραινόμενον ὑπὸ τοῦ ἄνωθεν ἐπικειμένου πυρός
祂把一部分水置於穹蒼之上,另一部分則留在下方:使上方的水以其濕氣與寒涼,防止那些光體的火燄損害穹蒼;而留在下方的水,則以其水氣滋養那被上方之火烘乾曬燥的空氣。
He set part above the firmament, and left part below, so that the part lying above, by its moisture and coldness, might not allow the fire of the luminaries to damage the firmament, while the part remaining below might nourish with its vapors the air, which is dried out and parched by the fire lying above.
1:160
τοιγαροῦν καὶ ὁ τῷ δευτέρῳ διαπιστῶν οὐρανῷ ἔξω βαίνει τῆς εὐθείας ὁδοῦ·
所以,那不相信第二重天的人,也就偏離了正道。
Therefore, whoever disbelieves in the second heaven also steps outside the straight path.
1:161
καὶ ὁ πλείους πειρώμενος ἀριθμεῖν μύθοις ἕπεται, τῆς τοῦ θείου πνεύματος διδασκαλίας καταφρονῶν
而那試圖數算出更多重天的人,則是隨從虛構的神話,輕忽聖靈的教導。
And he who attempts to count more heavens follows myths, despising the teaching of the divine Spirit.
1:162
πληθυντικῶς δὲ θεία γραφὴ τοὺς οὐρανοὺς ὀνομάζει λέ γουσα οἱ οὐρανοὶ τῶν οὐρανῶν, ἐπειδὴ τῶν ἑβραίων ἡ γλῶττα οὔτε τὸν οὐρανόν, οὔτε τὸ ὕδωρ οἶδεν ἑνικῶς ὀνομάσαι
神聖經文以複數稱『諸天』,說『天上的天』,這是因為希伯來語不知如何以單數稱呼『天』或『水』。
Divine Scripture names 'the heavens' in the plural, saying, 'the heavens of the heavens,' because the Hebrew tongue knows how to name neither 'heaven' nor 'water' in the singular.
1:163
εὕροι δ' ἄν τις τοιαῦτα πολλὰ καὶ παρὰ τῇ Ἑλλάδι φωνῇ·
在希臘語中,人也能找到許多這類的例子。
One could find many such instances also in the Greek tongue.
1:164
Ἀθήναν γὰρ τὴν πόλιν οὐδεὶς ἑνικῶς ὀνομάζει, ἀλλ' Ἀθήνας πληθυντικῶς·
因為沒有人以單數稱呼雅典城,而是以複數稱之。
For no one names the city Athens in the singular, but 'Athens' in the plural.
1:165
οὐ τοίνυν ὡς πολλῶν ὄντων οὐρα νῶν οὐρανοὺς οὐρανῶν ἡ θεία εἶπε γραφή, ἀλλὰ τὸ ἰδίωμα φυλάξασα τῆς ἑβραΐδος φωνῆς·
所以,神聖經文說『諸天之天』,並非表示有許多重天存在,而是保留了希伯來語的慣用語法。
Divine Scripture, therefore, did not say 'heavens of heavens' as though there were many heavens, but kept to the idiom of the Hebrew tongue.
1:166
ἐπεὶ ἐν ἑτέρῳ ψαλμῷ σαφέστερον ἡμᾶς τοῦτο διδάσ κουσα καὶ παραλιποῦσα τὸ τῆς γλώττης ἐκείνης ἰδίωμα οὕτως ἔφη·
因為在另一篇詩篇中,經文更清楚地教導我們這一點,撇開了那語言的慣用語法,如此說道:
Since, in another psalm, teaching us this more clearly and setting aside the idiom of that tongue, it thus said:
1:167
ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, ὡς εἶναι δῆλον, ὅτι καθάπερ οὗτος ὁ οὐρανὸς ἡμῖν ἐστιν ὄροφος, ἡ δὲ γῆ ἔδαφος, οὕτως ὁ ὁρώμενος οὐρανὸς ὄροφον ἔχει τὸν ὑπερκείμενον οὐρανόν
『天,是屬耶和華的天』——由此可見,正如這〔下層的〕天是我們的屋頂、大地是我們的地面,同樣,這可見的天也以那高懸於其上的天為屋頂。
'The heaven of heaven belongs to the Lord' — so that it is clear that, just as this [lower] heaven is our roof and the earth our floor, so also the visible heaven has as its roof the heaven lying above it.
1:168
Τί δή ποτε μίαν εἰπὼν τὴν τῶν ὑδάτων συναγωγήν, πολλὰς μετὰ ταῦτα δηλοῖ; συνάχθη, γάρ φησι, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν
為何經文先前說水的『聚集』是單數,隨後卻又顯示是複數?因為經上說:『天下的水要聚在一處,形成它們的匯聚處。』
Why, having spoken of one gathering-together of the waters, does it afterward indicate many? For it says, 'The water under the heaven was gathered together into their gatherings-together.'
1:169
Μία μέν ἐστι τῶν ὑδάτων συναγωγή·
水的聚集其實是一個。
There is one gathering-together of the waters.
1:170
τὰ πελάγη γὰρ ἀλλήλοις συνήρμοσ ται·
因為眾海彼此相連。
For the seas are joined to one another.
1:171
τὰ μὲν κάτωθεν διά τινων ὑπογείων πόρων·
有些是透過地底的通道在下方相連;
Some are joined below through certain subterranean passages;
1:172
τὰ δὲ καὶ κατ' αὐτὴν τὴν ἐπιφάνειαν
另有一些則在水面本身相連。
others also at the surface itself.
1:173
πληθυντικῶς δὲ πάλιν τὰς συναγωγὰς ὠνόμασεν, ἐπειδὴ ἄλλο μὲν τὸ Ἰνδικὸν πέλαγος, ἄλλο δὲ τὸ Ποντικὸν καὶ τὸ Τυρρηνι κὸν ἕτερον·
而經文又以複數稱這些『匯聚處』,因為印度洋是一回事,黑海又是另一回事,第勒尼安海又是別的一種;
Again, it named the gatherings-together in the plural, since the Indian Sea is one thing, the Pontic another, and the Tyrrhenian yet another;
1:174
καὶ ἄλλη μὲν ἡ Προποντίς, ἄλλος δὲ ὁ Ἑλλήσποντος, καὶ ὁ Αἰγαῖος ἕτερος καὶ ἄλλος πάλιν ὁ Ἰώνιος κόλπος
馬爾馬拉海是一個,赫勒斯滂海峽是另一個,愛琴海又是別的一個,而愛奧尼亞灣則又是另一個。
and the Propontis is one, the Hellespont another, the Aegean yet another, and again the Ionian Gulf another.
1:175
ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλαγος, ὅ τινες μὲν Ἀτλαντικόν, τινὲς δὲ Ὠκεανὸν ὀνομάζουσι
此外,在外圍還橫亙著那最浩大的海,有人稱之為大西洋,也有人稱之為『大洋』。
And again, beyond, there lies the greatest sea, which some call the Atlantic, and others the Ocean.
1:176
τούτου χάριν, ὡς μὲν συνημμένην συναγωγὴν μίαν ὠνόμασεν·
正因如此,就水彼此相連而言,經文稱之為一個聚集;
For this reason, insofar as the waters are joined together, it called it one gathering-together;
1:177
ὡς δὲ διῃ ρημένας, συναγωγάς
但就其各自分立而言,則稱之為多個匯聚處。
but insofar as they are divided, [it called them] gatherings-together.
1:178
Τί δή ποτε τὰς οὐκ ἐδωδίμους βοτάνας βλαστῆσαι προσέταξεν ὁ Θεός; Πολλὰ τῶν ἀλόγων ζῴων τὰ γένη·
神為何命令長出不能食用的草本植物?無理性的動物有許多種類:
Why did God command inedible plants to sprout? There are many kinds of irrational animals:
1:179
τὰ μὲν θηρία, τὰ δὲ κτήνη προσαγο ρευόμενα·
有的稱為野獸,有的稱為家畜;
some are called wild beasts, others cattle;
1:180
καὶ τὰ μὲν ἑρπετά, τὰ δὲ πετεινά·
又有的是爬蟲,有的是飛鳥。
and some are creeping things, others birds.
1:181
τούτοις ἅπασι τροφὴν προ ηυτρέπισεν ὁ Θεός, καὶ ταῦτα δὲ τῆς τῶν ἀνθρώπων ἕνεκα πεποίηκε χρείας
神為這一切預備了食物;祂造這些,也是為了滿足人的需要。
God prepared food beforehand for all of these; and He made these things also for the sake of the needs of human beings.
1:182
αὐτίκα γοῦν καὶ δι' ἡμᾶς αὐτά φησι διατρέφεσθαι·
確實,經文也說這些是為了我們才得餵養:
Indeed, it also says that these are nourished for our sake:
1:183
τῷ ἐξανατέλ λοντι, γάρ φησι, χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων
因為經上說:『祂使青草為牲畜發生,使菜蔬供人使用。』
For it says: 'He who makes grass to spring up for the cattle, and green herb for the service of man.'
1:184
τὸ τοίνυν τούτῳ ἄχρηστον, ἐκείνῳ χρήσιμον καὶ τὰ τοῖς ἀνθρώποις οὐκ ἀναγκαῖα, τοῖς δι' αὐτοῦ γεγενημέ νοις ἁρμόδια
所以,對這一種〔動物〕沒有用處的,對另一種卻有用處;那些人類不需要的東西,卻適合那些藉著它而生成的受造物。
What, therefore, is useless to this one is useful to that one; and the things not necessary for human beings are fitting for the creatures that came into being through it.
1:185
πρὸς δὲ τούτοις προορῶν ὁ Θεός, ὅτι καὶ πάθη προσγενήσεται τοῖς ἀνθρώποις, ἅ τε δὴ διὰ τὴν ἁμαρτίαν δεξαμένοις τοῦ θανάτου τὸν ὅρον, οὐ μόνον ἐδωδίμους, ἀλλὰ καὶ ἀλεξικάκους τῶν παθημάτων βοτάνας βλαστῆσαι τῇ γῇ προσέταξε
此外,神預見人類將要遭受病痛之苦——因人已因罪而領受了死亡的判決——於是祂命令大地不僅要長出可食用的草本植物,也要長出能抵禦這些病痛之害的草藥。
Moreover, foreseeing that afflictions would also come upon human beings — since, because of sin, they had received the sentence of death — God commanded the earth to bring forth not only edible plants, but also herbs that ward off the evils of these afflictions.
1:186
καὶ τοῦτο μάθοι τις ἂν ἀκριβέστερον παρὰ τῶν τὴν ἰατρικὴν ἠσκημένων τέχνην·
而這一點,人若向那些精通醫術之人請教,便能更精確地學到。
And one could learn this more accurately from those who have practiced the medical art.
1:187
κεραννύμενα γὰρ ἑτέραις βοτάναις ἀλεξίκακα γί νεται καὶ ὑγείας παρεκτικά
因為這些草藥若與其他草藥調和,便能成為驅除病害、賜予健康的良方。
For when mixed with other herbs, they become remedies against evil and providers of health.
1:188
{ Τῶν φωστήρων δημιουργηθέντων, τί γέγονε τὸ πρότερον φῶς; Ὁ δεσπότης Θεὸς καὶ ἐκ μὴ ὄντων ποιεῖ, καὶ ἐξ ὄντων δημιουργεῖ·
當光體被造之後,先前的那光變成了什麼?主宰的神既能從無中造出,也能從已有之物中創造;
When the luminaries were created, what became of the earlier light? The Lord God both makes out of things that are not, and fashions out of things that are;
1:189
τὸν μὲν γὰρ πρότερον οὐρανὸν ἐκ μὴ ὄντων ἐδημιούργησε, τὸν δὲ δεύτερον ἐξ ὑδάτων ἐποίησεν
因為祂從無中創造了先前的那重天,卻是從水中造出了第二重天。
for He created the former heaven out of things that were not, but made the second out of the waters.
1:190
οὕτω τὴν γῆν μὴ οὖσαν παρήγαγεν·
祂就這樣使那本不存在的大地生成。
Thus He brought forth the earth, which was not.
1:191
τὰ γένη δὲ τῶν δένδρων καὶ τῶν σπερμάτων αὐτῇ βλαστῆσαι προσέταξεν
又命令大地長出各類的樹木和種子。
And He commanded it to bring forth the kinds of trees and of seeds.
1:192
καὶ τὸ φῶς τοίνυν ἐδημιούργησεν ὡς ἠθέλησεν
同樣,祂也照著自己的旨意創造了光。
And thus He created the light as He willed.
1:193
ὥσπερ δὲ τῷ στερεώματι διεῖλε τῶν ὑδάτων τὴν φύσιν, καὶ τὰ μὲν ἐπιτέθεικεν ἄνωθεν, τὰ δὲ κάτω κατα λέλοιπεν, οὕτως ἐκεῖνο τὸ φῶς διελὼν ὡς ἠθέλησεν, τοὺς φωστῆρας τοὺς μεγάλους καὶ τοὺς μικροὺς κατεσκεύασεν
正如祂藉著穹蒼分開了水的本性,將一部分置於上方、另一部分留在下方,同樣,祂也照自己的旨意分開了那先前的光,造出了大小光體。
But just as, by means of the firmament, He divided the nature of the waters, setting part above and leaving part below, so also, dividing that [primal] light as He willed, He fashioned the great luminaries and the small ones.
1:194
Τί ἐστι τὸ εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυ τοὺς καὶ εἰς ἡμέρας ; Ὁ ἥλιος ἀνίσχων μὲν καὶ δυόμενος τὰς ἡμέρας ποιεῖ·
『作記號,定節令、日子、年歲』所指為何?太陽藉著升起與落下而造成了日子。
What is the meaning of 'for signs, and for seasons, and for years, and for days'? The sun, by rising and setting, makes the days.
1:195
εἰς δὲ τὰ νότια καὶ τὰ βόρεια μέρη διατρέχων, τὸν ἐνιαύσιον κύκλον ἀποτελεῖ
而它運行經過南方與北方各方位,便完成了周年的循環。
And by running through the southern and northern regions, it completes the yearly cycle.
1:196
οὗτος καὶ τὰς τροπὰς ἐργάζεται, ἃς καιροὺς ὠνόμασεν ἡ θεία γραφή·
太陽也造成了那些轉換點〔至日與分日〕,神聖經文稱之為『節令』。
This [sun] also produces the turnings, which divine Scripture called 'seasons.'
1:197
ἀπὸ γὰρ τοῦ ἰσημερινοῦ τόπου πρὸς τὰ βόρεια μεταβαίνων τὸ ἔαρ ποιεῖ·
因為它從春分點移向北方,便造成了春天。
For, moving from the equinoctial point toward the north, it produces spring.
1:198
εἶτα ἐκεῖθεν ἐπανιὼν μέχρι τούτων τῶν ὅρων, τὴν θερινὴν κατασκευάζει τροπήν·
接著,它又從那裡返回,直到那些界限,便造成了夏至。
Then, returning from there as far as these bounds, it brings about the summer solstice.
1:199
προϊόντος δὲ αὐτοῦ ἐντεῦθεν ἐπὶ τὰ νότια, τὸ μετόπωρον γίνεται·
隨後它從那裡向南方前進,便形成了秋天。
And as it proceeds from there toward the south, autumn comes about.
1:200
ἐπα νιὼν δὲ αὖθις, τὸν χειμῶνα ποιεῖ
它再度返回時,便造成了冬天。
And returning again, it produces winter.
1:201
ἐκ δὲ τοῦ δρόμου τῆς σελήνης τὸν τῶν μηνῶν μανθάνομεν ἀριθμόν·
而我們則從月亮的運行學得月份的數目。
And from the course of the moon we learn the number of the months.
1:202
διὰ τριάκοντα γὰρ ἡμέρων, ἓξ ὡρῶν δεουσῶν, τὸν οἰκεῖον δρόμον πληροῖ·
因為它在三十天內(少六個小時)便完成自己的運行週期;
For in thirty days, lacking six hours, it completes its own course;
1:203
οὗ δὴ χάριν τὸν τῶν τοσούτων ἡμερῶν ἀριθ μὸν μῆνα προσαγορεύομεν
正因如此,我們才把這麼多天的數目稱為一『月』。
for this reason we call the number of so many days a 'month.'
1:204
ἐπειδὴ καὶ τὴν σελήνην ὀνομάζουσι μήνην
因為人們也把月亮稱為『月』(μήνη)。
since they also call the moon 'mēnē.'
1:205
τὸ δὲ εἰς σημεῖα, οὐ κατὰ τοὺς ἀνοήτους νοοῦμεν ἡμεῖς·
至於『作記號』,我們並不按那些愚昧之人的理解方式去理解。
But as for 'for signs,' we do not understand it as the foolish do.
1:206
τὴν γὰρ τῆς γενεθλιαλογίας ματαιολογίαν, οὐδὲ Πυθαγόρας, οὐδὲ Σωκράτης, οὐδὲ Πλάτων, οὐδὲ οἱ στωϊκοὶ προσεδέξαντο
因為就連畢達哥拉斯、蘇格拉底、柏拉圖,以及斯多噶學派,都不接受占星術那虛妄的言論。
For not even Pythagoras, nor Socrates, nor Plato, nor the Stoics accepted the vain talk of astrology.
1:207
εἰ δὲ οἱ τοῖς μύθοις ἐντεθραμ μένοι τοῦδε τοῦ μύθου τὸ δυσσεβὲς ἐβδελύξαντο, τίς ἂν τοῖς θείοις πιστεύων λόγοις, τῶν οὐ δυσσεβῶν μόνον, ἀλλὰ καὶ λίαν ἀνοήτων ἀνάσχοιτο λόγων; σημεῖα τοίνυν ἡ θεία καλεῖ γραφὴ τὸ εἰδέναι σπόρου καιρόν, τοῦ φυτεῦσαι, τοῦ καθάραι, τοῦ ξύλα τεμεῖν εἰς ναυπηγίαν καὶ οἰκο δομίαν ἐπιτήδεια·
既然連那些自幼浸淫於神話之人,都厭惡這種神話的不虔敬,那麼相信神聖話語的人,又豈能容忍這種不僅不虔敬、且極其愚昧的言論呢?因此,神聖經文所稱的『記號』,是指知曉播種、栽種、修剪、以及砍伐適合造船與建屋之木材的時節;
But if those nurtured on myths abhorred the impiety of this myth, who that believes the divine words would tolerate arguments that are not only impious but also utterly foolish? Divine Scripture, then, calls 'signs' the knowledge of the time for sowing, for planting, for pruning, for cutting timber suitable for shipbuilding and for construction;
1:208
ἐντεῦθεν καὶ οἱ ναυτιλίᾳ χρώμενοι μεμαθήκασι, πότε μὲν ἀπᾶραι, πότε δὲ καθορμίσαι προσήκει τὸ σκάφος·
由此,那些從事航海之人也學會了何時該啟航,何時該將船隻靠岸停泊;
from this, also those who engage in seafaring have learned when it is fitting to set sail, and when to bring the ship to anchor;
1:209
καὶ πότε μὲν πετάσαι δεῖ τὸ ἱστίον, πότε δὲ καθελεῖν·
以及何時應當揚帆,何時應當收帆;
and when it is necessary to spread the sail, and when to take it down;
1:210
ἡ πεῖρα γὰρ αὐτοὺς ἐξεπαίδευσε τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δύσεις·
因為經驗已使他們充分掌握了星辰的升起與落下。
for experience has thoroughly taught them the risings and settings of the stars.
1:211
πολλάκις δὲ καὶ ἡμεῖς κομήτην ἢ πωγω νίτην ἢ δοκίδην ἰδόντες, ἢ πολεμίων ἔγνωμεν προσβολὴν ἢ ἀκρίδος ἐμ βολὴν ἢ κτηνῶν ἢ ἀνθρώπων φθοράν
我們也常常在看見彗星、或「鬚星」、或「梁星」之後,便得知有敵人來襲,或蝗蟲入侵,或牲畜、人的死亡。
Often we too, upon seeing a comet, or a 'bearded' star, or a 'beam' star, have learned thereby either of an attack of enemies, or an invasion of locusts, or the destruction of cattle or of men.
1:212
ταῦτα τοίνυν σημεῖα ἐκά λεσεν, οὐκ ἐκεῖνα τὰ πάσης ἀνοίας καὶ δυσσεβείας μεστά
因此,祂所稱為「兆頭」的,正是這些事,並非那些充滿一切愚昧與不虔敬的事(占星之術)。
These, then, are what he called 'signs' — not those things full of all folly and impiety.
1:213
Τί δή ποτε τὰ μὲν φυτὰ πρὸ τῶν φωστήρων ἐποίησε, τὰ δὲ ζῷα μετὰ τούτους; Ὀφθαλμοὺς ἔχει τὰ ζῷα, καὶ τοῦ φωτὸς τὴν ὑπερβολὴν οὐκ ἂν ἤνεγκε·
祂為何要在光體之先造植物,卻在光體之後才造動物呢?動物是有眼睛的,牠們無法承受那過度強烈的光;
Why in the world did he make the plants before the luminaries, but the animals after them? The animals have eyes, and could not have endured the excess of the light;
1:214
τοῦτο δὲ διανεμηθὲν εἰς τοὺς μικροὺς καὶ μεγάλους φωστῆρας σύμμετρον τῇ ὄψει τῶν ζῴων ἀφίησιν αἴγλην·
但這光一經分配到大小光體之中,便發出與動物的視力相稱的光輝;
but this light, once distributed among the small and great luminaries, sends forth a radiance proportioned to the sight of animals;
1:215
τῶν δὲ φυτῶν ἡ φύσις αἰσθήσεως ἄμοιρος
而植物的本性則與感覺無份。
whereas the nature of plants has no share in sensation.
1:216
Τίνος χάριν τὰ μὲν φυτὰ οὐκ ηὐλόγησε, τοῖς δὲ ζῴοις ἔφη αὐξάνεσ θε καὶ τὰ ἑξῆς; Τῶν λειμώνων καὶ τῶν ληΐων καὶ τῶν παντοδαπῶν βοτανῶν καί τε δέν δρων εὐθὺς ἐθελήσας τὴν γῆν ἐπλήρωσεν ἅπασαν·
祂為何不祝福植物,卻對動物說「要增多」等語呢?祂一旦願意,便立刻使全地充滿了草場、田禾,以及各樣的草木;
For what reason did he not bless the plants, yet said to the animals, 'increase,' and so forth? By his mere will he at once filled the whole earth with meadows, cornfields, and every kind of herb and tree;
1:217
τὰ δέ γε ἄλογα ζῷα ἀνὰ δύο παρήγαγεν·
但無理性的動物,祂卻是兩兩地帶出來的;
but the irrational animals he brought forth two by two;
1:218
εἰκότως τοίνυν αὐτοῖς τὴν εὐλογίαν προσήνεγ κεν, ἵνα διὰ τῆς πολυγονίας τὰ μὲν πελάγη καὶ λίμνας καὶ ποταμούς, τὰ δὲ τὸν ἀέρα, τὰ δὲ πληρώσῃ τὴν γῆν
因此祂合理地將這祝福賜給牠們,好使牠們藉著多多繁殖:有的充滿海洋、湖泊與河流,有的充滿空中,有的充滿大地。
and reasonably, therefore, he conferred the blessing upon them, so that through abundant offspring some might fill the seas and lakes and rivers, others the air, and others the earth.
1:219
καὶ τοῖς μὲν αὐτὰ δεδιττόμεθα, τοῖς δὲ καὶ παιδεύομεν·
我們用其中一些來嚇唬孩童,又用另一些來管教他們;
With some of them we frighten [children], and with others we even discipline them;
1:220
ἑκάτερα δὲ δρῶμεν, πᾶσαν αὐτοῖς εὐταξίαν πραγματευόμενοι
我們做這兩件事,都是為了替他們締造一切美好的秩序。
and we do both of these things, working out for them every good order.
1:221
ἐπειδὴ τοίνυν προῄδει ἡμᾶς ὁ δεσπό της Θεὸς εἰς ῥαθυμίαν ἐκκλίνοντας οἷον ἱμάντας τινὰς καὶ μορμολυκεῖα προκατεσκεύασε τὰ θηρία, ἵνα τούτοις ἡμᾶς δεδιττόμενος, πρὸς ἑαυτὸν ἕλκῃ, καὶ καλεῖν εἰς συμμαχιὰν παρασκευάζῃ
既然主宰的神預先知道我們會傾向懈怠,祂便預先設立了野獸,如同某些皮鞭與嚇人的怪物,好藉此恐嚇我們,將我們引向祂自己,並使我們預備好呼求祂前來作我們的同盟。
Since, then, the Lord God foreknew that we would incline toward slothfulness, he prepared beforehand the wild beasts like certain whips and bogeys, so that by frightening us with them he might draw us to himself, and prepare us to call upon him for an ally.
1:222
ἀλλ' ὥσπερ οἱ τέλειοι καὶ τῶν μορμολυκείων καὶ ἱμάντων καταφρονοῦσιν, οὕτως οἱ τῆς ἀρετῆς τρόφιμοι τὰς τῶν θηρίων οὐ δειμαίνουσι προσβολάς·
但正如成年人不把嚇人的怪物與皮鞭放在眼裡,同樣地,那些以德行為滋養的人也不懼怕野獸的侵襲;
But just as the mature despise both bogeys and whips, so those nurtured in virtue do not dread the attacks of wild beasts;
1:223
δουλείαν ὁμολογοῦντα, καὶ τῷ Νῶε πάλιν εἰς τὴν κιβωτὸν εἰσιόντι, δίκην προβάτων καὶ λέων ἠκο λούθει καὶ πάρδαλις καὶ τῶν ἑρπετῶν τὰ πικρότατα·
……承認自己臣服;又如挪亞再次進入方舟時,獅子像綿羊一樣跟隨,豹也是如此,連爬蟲中最兇猛的也不例外;
...acknowledging its servitude; and again, when Noah was entering the ark, the lion followed like a sheep, as did the leopard, and the fiercest of the creeping things;
1:224
τοὺς γὰρ θεοειδεῖς τῆς θείας εἰκόνος ἑώρων ἐν αὐτῷ χαρακτῆρας, οὕτως ἔχις τῇ τοῦ ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλοῦσα, καὶ τῆς ἁμαρτίας τὸ χαῦνον καὶ χαλαρὸν οὐχ εὑροῦσα, ἀπεπήδησε παραυτίκα καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὴν εἰσπραττομένη, ὅτι τῷ μηδα μόθεν προσήκοντι προσέβαλε σώματι
因為牠們在他身上看見了神聖形像那具有神性的印記;同樣,那毒蛇將牙齒咬入使徒的手中,卻在那裡找不著罪那鬆懈軟弱之處,便立刻彈開,跳入火中,彷彿在對自己施行懲罰一般,因為牠所攻擊的乃是一具與牠毫無關係的身體。
for they saw in him the godlike marks of the divine image; thus also the viper, having fastened its teeth in the apostle's hand, and not finding there the looseness and slackness of sin, leapt back at once and sprang into the fire, as though exacting a penalty from itself, because it had attacked a body to which it had no claim whatsoever.
1:225
ἡμεῖς δὲ τὰ θηρία δεδοίκαμεν, ἐπει δὴ τῆς ἀρετῆς τὴν πολιτείαν οὐκ ἔχομεν·
但我們之所以懼怕野獸,是因為我們沒有屬乎德行的生活方式;
But we fear the wild beasts, because we do not possess the way of life that belongs to virtue;
1:226
καὶ οὕτω δὲ ῥαθυμούντων κηδό μενος ὁ Θεός, τοὺς ἐρημοτέρους ἐκείνοις ἀπεκλήρωσε τόπους, καὶ τὸν τῆς νυκτὸς αὐτοῖς καιρὸν ἀπένειμεν εἰς διατροφήν·
然而,神仍然眷顧那些懈怠的人,將較為荒僻之地分配給野獸,並將夜晚的時分派給牠們,作為覓食之用;
and even so, caring for those who are slothful, God allotted to the beasts the more desolate places, and assigned to them the season of night for their sustenance;
1:227
ἐν αὐτῇ, γάρ φησι, διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ
因為經上說:「黑夜之間,林中的百獸就都出來。」
for, he says, 'in it all the beasts of the forest shall creep forth.'
1:228
τοῖς ἑρπετοῖς δέ, τοὺς ἐν τῇ γῇ δέδωκε χηραμούς, ὅπως ἐν ἐκείνοις κρυπτόμενα μὴ λυμαίνωσι τῶν ἀνθρώπων τὸ γένος·
至於爬蟲,祂則賜給牠們地上的洞穴,使牠們得以藏身其中,不致傷害人類;
and to the creeping things he gave holes in the earth, so that, hiding themselves in them, they might not harm the race of men;
1:229
ἵνα δὲ μὴ παντάπασιν ἀλώβητοι διαμένοντες καταφρονῶμεν αὐτῶν, ὡς βλάπτειν ἥκιστα δυναμένων·
然而,為了不使我們因為始終毫髮無損,便輕看牠們,以為牠們絲毫不能為害;
but so that, remaining altogether unharmed, we might not come to despise them, as though they were quite unable to do harm;
1:230
ἔστιν ὅτε συγχωρεῖ δύο τινὰς ἢ τρεῖς ἐκ πολλῶν μυριάδων ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων, ἢ ὑπὸ σκορπίων κεντεῖσθαι ἢ ὑπὸ ὄφεων δάκνεσθαι·
那位以智慧治理我們一切事務的神,有時容許成千上萬人中的兩三個,或被蠍子螫,或被蛇咬;
there are times when he who wisely governs our affairs permits two or three out of many myriads either to be stung by scorpions or bitten by serpents;
1:231
ἵν' ἡμεῖς ὡς δεδιότες μή τι παραπλήσιον πάθοιμεν, εἰς ἐπικουρίαν καλῶμεν τὸν πεποιηκότα Θεόν, καὶ ὑπὸ τῆς παναλκοῦς ἐκείνης προμηθείας φρου ρεῖσθαι παρακαλῶμεν
好使我們因懼怕自己也遭遇類似的事,便呼求那造我們的神前來相助,並懇求受到那全能護理的庇護。
so that we, fearing lest we suffer something similar, might call upon God our maker for aid, and beseech to be guarded by that all-mighty providence.
1:232
ἄλλως τε οὐδὲ ἐν τοῖς ἄλλοις ἡμῖν ἄχρηστα τὰ θηρία·
此外,就其他方面而言,野獸對我們也並非全然無用;
Besides, in other respects too, wild beasts are not without use to us;
1:233
πολλὰ γὰρ καὶ ἐκ τούτων ἀλεξίκακα ἰατρῶν παῖδες κατασκευάζουσι φάρμακα·
因為醫者的門人也從牠們身上配製出許多防害療傷的藥劑。
for from these too the disciples of physicians prepare many remedies against harm.
1:234
μηδεὶς τοίνυν αὐτὸ καθ' ἑαυτὸ τὸ θηρίον ἐξετάζων ἐπιμεμφέσθω τῷ ποιητῇ, ἀλλὰ τὴν χρείαν ἐπιζητείτω
因此,切莫有人只是單獨審視野獸本身便指責造物主,而應當去尋求牠的用處;
Let no one, then, examining the beast merely in itself, find fault with the Maker, but let him seek out its usefulness;
1:235
ἐπεὶ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον πολλὴν ἔχει καὶ ὥραν καὶ ἁρμονίαν καὶ τῶν μωρίων τὴν χρείαν·
因為人的身體也具有極大的美觀與和諧,各肢體也各有其功用;
since the human body too has great beauty and harmony, and its members have their uses;
1:236
ἀλλ' ἔχει καὶ κόρυζαν καὶ πτύελον καὶ δυσώδη κόπρον ἐκκρινομένην·
但它同時也有鼻涕、唾液,以及所排出的惡臭糞便;
yet it also has mucus, and spittle, and foul-smelling dung that is discharged;
1:237
ἀλλ' οὐδεὶς εὖ φρονῶν, ἀπὸ τούτων διαβάλλει τὸ ζῷον·
然而,凡是明理之人,都不會因此就詆毀這活物;
but no one in his right mind disparages the creature on account of these things;
1:238
δίχα γὰρ τούτων βιῶναι τῶν ἀδυνάτων, διὰ γὰρ τούτων ἀρδευόμενον τέθηλεν
因為離開這些便是無法生存之事,正因藉著這些的滋潤,身體才得以茁壯;
for to live apart from these is among things impossible, since it is by being watered through these that the body flourishes;
1:239
χρῄζει γὰρ καὶ φλέγματος καὶ αἵματος καὶ χολῆς ἑκατέρας·
因為身體需要痰液、血液,以及兩種膽汁;
for it has need of phlegm, and blood, and both kinds of bile;
1:240
ἀλλ' ὥσπερ διὰ τούτων συνέ στηκεν, οὕτως καὶ διὰ τούτων διόλλυται·
但正如身體是藉著這些構成,同樣也是藉著這些而敗壞;
but just as it is constituted through these, so also through these it perishes;
1:241
ἑνὸς γὰρ τῶν εἰρημένων ἢ πλεο νασμὸς ἢ ἔνδεια διαλύει τὸ ζῷον
因為上述任何一項若過多或不足,都會使這活物瓦解消亡。
for an excess or a deficiency of any one of the things mentioned dissolves the living being.
1:242
οὕτω πάλιν εἴ τις μίαν τῶν δακτύλων ἐκτέμῃ σκυταλίδα, ὄψεται παντελῶς αὐτὴν ἄχρηστον, ἀλλὰ συνημμένη πλείστην παρέχει τῷ σώματι χρείαν
同樣地,若有人切下手指的一節骨頭,他會發現這一節完全無用;但若與整體相連,它便對身體有極大的功用。
So again, if someone should cut off one joint of the fingers, he will see it as entirely useless; but joined to the rest, it renders the greatest service to the body.
1:243
οὕτω τοίνυν καὶ ἡμᾶς προσήκει ποιεῖν, μὴ αὐτὸ καθ' ἑαυτὸ ἕκαστον μέρος ἐξετάζει τῆς κτίσεως, ἀλλὰ ζητεῖν εἰ τῷ παντὶ χρήσιμον
因此,我們也應當如此行事:不要單獨審視受造之物的每一部分本身,而應探究它對整體是否有益;
Thus, then, it is fitting for us also to act in this way: not to examine each part of creation merely in itself, but to inquire whether it is useful to the whole;
1:244
ἐπεὶ καὶ τὸ πῦρ καυστικόν ἐστι·
因為火本身也具有燃燒的能力;
since fire too is capable of burning;
1:245
καὶ οὐ μόνον σώματα διαφθείρει, ἀλλὰ καὶ οἴκους ἐμπίπρησι καὶ πλοῖα καὶ λήϊα·
它不僅毀壞人的身體,也焚燒房屋、船隻與莊稼;
and it destroys not only bodies, but also burns down houses, ships, and crops;
1:246
ἀλλ' ὅμως ἕν ἐστι τῶν τεσσάρων στοιχείων δι' ὧν τὰ πάντα συνήρμοσται καὶ δίχα τούτου τὴν θνητὴν φύσιν διαβιῶναι τῶν ἀδυνάτων
然而它仍是萬物藉以構成的四大元素之一,離開了它,必朽的本性根本不可能存活。
yet nevertheless it is one of the four elements by which all things are held together, and apart from it, it is among things impossible for mortal nature to survive.
1:247
καὶ ὕδωρ ὡσαύτως ἐπικλύζει τὴν γῆν, οἰκίας καταλύει, παμπόλλους τῶν ναυτιλ λομένων διόλλυσι·
水同樣也會氾濫大地,摧毀房屋,並使許多航海之人喪命;
Water likewise floods the earth, tears down houses, and destroys very many who sail upon it;
1:248
λυμαίνεται δὲ καὶ τοὺς ἀκαίρως καὶ ἀμέτρως πίνειν ἀνεχομένους, ἀλλ' οὐδεὶς μὴ κομιδῇ παραπαίων ὀλέθριον τὸ ὕδωρ ὠνό μασε
水也會傷害那些不合時宜、毫無節制而放縱飲用的人;然而,除非全然瘋狂,沒有人會稱水為毀滅之物。
it also harms those who allow themselves to drink at the wrong time and without measure; yet no one, unless quite deranged, has called water destructive.
1:249
τοῦτο γὰρ καὶ τὴν γῆν ἄρδει καὶ τὰ φυτὰ τρέφει καὶ τὰ ἄλογα ζῷα καὶ τῶν ἀνθρώπων τὴν φύσιν·
因為這同一水既灌溉大地,也滋養草木、無理性的動物,以及人的本性;
for this same water waters the earth, and nourishes the plants, the irrational animals, and the nature of men;
1:250
οὕτω τοίνυν καὶ τῶν ἄλλων ἕκαστον ἐξε τάζομεν, μὴ αὐτὸ καθ' ἑαυτὸ βασανίζοντες, εἴ τε λυμαντικόν ἐστιν εἴ τε ὠφέλιμον·
因此,我們對其他一切事物也應如此考察,不要單獨審視它本身是有害還是有益,
so then, let us also examine each of the other things in the same way, not scrutinizing it merely in itself, as to whether it is harmful or beneficial,
1:251
ἀλλ' εἰ τῷ κοινῷ συντελεῖ τινα χρείαν·
而應看它是否對眾人共同的益處有所貢獻。
but whether it contributes some usefulness to the common good.
1:252
καὶ θηρία γὰρ αἰδεῖται μὲν τὸν ἄνθρωπον διὰ τὴν ἐξ ἀρχῆς δοθεῖσαν αὐτῷ κατ' αὐτῶν ἐξουσίαν, ὡς παραβεβηκότος δὲ τὸν θεῖον νόμον, ἔστιν ὅτε καταφρονεῖ·
野獸原本因人自起初便被賦予管轄牠們的權柄而敬畏人;但有時牠們卻輕視人,視他為違犯了神聖律法的人;
For wild beasts do indeed revere man on account of the authority given to him over them from the beginning, but sometimes they hold him in contempt, as one who has transgressed the divine law;
1:253
καὶ γὰρ οἱ πονηροὶ δοῦλοι διαπτύειν εἰώθασι τοὺς ἰθύνειν αὐτοὺς παρὰ τῶν δεσ ποτῶν κεκελευσμένους, ὅταν ἴδωσι διὰ πλημμελήματα παρρησίας ἐστερη μένους
因為邪惡的僕人也慣於輕蔑那些奉主人之命來管理他們的人,每當他們看見這些管理者因自身的過犯而喪失了權威之時。
for wicked slaves too are accustomed to spit upon those who have been appointed by their masters to direct them, whenever they see them deprived of their authority on account of their own offenses.
1:254
Τίνι ὁ Θεὸς εἴρηκε ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν ; Τινὲς μὲν τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς ἀγγέλους αὐτὸν εἰρηκέναι, καὶ τοὺς πονηροὺς δαίμονας ἔφασαν, οὐ συνιέντες οἱ ἐμβρόντητοι τὸ κατ' εἰκόνα ἡμετέραν Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε ἡ οὐσία οὔτε εἰκὼν ἡ αὐτή·
神是對誰說「我們要照著我們的形像、按著我們的樣式造人」呢?某些惡名昭彰的異端聲稱,祂是對天使、甚至對邪惡的鬼魔說的;這些愚蠢無知的人不明白,神、天使與鬼魔,無論本質或形像都並不相同;
To whom did God say, 'Let us make man according to our image and likeness'? Certain of the ill-named heretics said that he spoke this to the angels, and even to the wicked demons — these senseless fools not understanding that, of God and of angels and of demons, neither the essence nor the image is the same;
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。