📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論天意(十講)

論天意(十講) 第 1 章 第 2/11 段

希臘文原文.175 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:182–1:356(全章共 1762 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:182
ἐν ταύτῃ γὰρ ἐπὶ τὰ νοτιώτερα τοῦ πόλου διατρέχων ὁ ἥλιος, καὶ τὰ βορειότερα καὶ τὰ μέσα καταλιμπάνων, ἄδειαν δίδωσι τῷ ἀέρι κεχρῆσθαι τῇ φύσει·
因為在這季節裡,太陽奔馳於天極較南的區域,離開了較北與居中的區域,於是便讓空氣得以放任地依循自己的本性;
for in it the sun, running through the more southerly parts of the pole and leaving the more northerly and middle parts, gives the air license to exercise its own nature;
1:183
οὗ χάριν, μηκέτι ὁμοίως δαπανώμενος ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, πυκνούμενος δὲ καὶ συχνὸς γινόμενος, καὶ ὑετὸν ἀφίησι λαῦρον, καὶ τῇ σφοδροτέρᾳ τῶν ἀνέμων προσβολῇ τοῦτον ἐξαφρίζων, εἰς νιφετὸν μεταπήγνυσι καὶ χάλαζαν, καὶ τὴν ἐν ταῖς καθαραῖς αἰθρίαις ἀποστάζουσαν δρόσον τῇ αὔρᾳ πηγνὺς, ψυχρότητι τὴν πάχνην ἐργάζεται·
因此,空氣既不再像先前那樣被太陽的熱力消耗殆盡,反而變得濃厚稠密,於是既降下猛烈的暴雨,又因風勢更為強勁的衝擊,把雨水激打成泡沫,重新凝結成雪片與冰雹;並且藉著寒風,把那在晴朗無雲天空中滴落的露水凍結起來,以其寒涼造出白霜;
wherefore, no longer being consumed in like manner by the heat of the sun, but growing dense and thick, it both sends down a violent rain, and, by the more vehement onset of the winds whipping this into foam, congeals it into snowstorm and hail, and, by the breeze freezing the dew that drips in clear, cloudless skies, produces hoarfrost by its coldness;
1:184
καὶ ταῦτα εἰ καὶ πόῤῥωθεν, ἀλλ' ὅμως τῷ ἡλίῳ θερμαινόμενος ἀπο βάλλει
而這一切,雖然太陽是從遠處照射,空氣仍舊因受其溫暖而漸漸消解這些現象。
and these things, though from afar, it nevertheless casts off, being warmed by the sun.
1:185
Ἔστι δὲ καὶ ἐντεῦθεν ἀκριβῶς καταμαθεῖν τοῦ Θεοῦ τὴν προμήθειαν
從這一點,我們也可以確切地認識神的先見。
And from this too one may accurately learn the forethought of God.
1:186
Ἐπειδὴ γὰρ πολλὴ καὶ μεγάλη τῶν στοιχείων ἡ χρεία, καὶ πρὸς τῇ χρείᾳ, πολὺ τὸ κάλλος, καὶ ἄῤῥητος ἡ ὥρα, τὰ δοκοῦντα λυπηρὰ γίνεσθαι διὰ τούτων ὁ πάνσοφος ᾠκονόμησεν, ἵνα μὴ θεοὺς, ἀλλὰ Θεοῦ ποιήματα ταῦτα εἶναι πι στεύωμεν, ἰθυνόμενά τε καὶ κυβερνώμενα ᾗ ἂν ἐκεῖ νος ἰθύνῃ
因為諸元素的用處既大且多,而在用處之外,其美又是那樣豐富,其美好更是難以言喻,所以那全然智慧者便藉此安排:讓看似令人苦惱的事發生,好叫我們相信這些並非諸神,而是神的造作,是按祂所引導的方向而受引導、受掌舵的。
For since the usefulness of the elements is great and manifold, and, besides their usefulness, their beauty is abundant, and their loveliness ineffable, the all-wise one has, through these things, arranged that what seems distressing should occur, so that we might believe these to be not gods, but the works of God, guided and steered wherever he guides them.
1:187
ἀνιᾷ τῷ κρυμῷ, διδάσκων ἡμᾶς, ὡς οὐκ ἀρκεῖ μόνος εἰς ζωογονίαν, καὶ τῶν ζώντων τὴν θερα πείαν
它以嚴寒使人苦惱,藉此教導我們:單憑它自己,不足以孕育生命、照顧眾生。
It vexes us with the frost, teaching us that it alone is not sufficient for the generation of life and the care of living things.
1:188
Οὕτως ὁ ἥλιος οὐ μόνον εὐφραίνει τῇ προσ βολῇ τῶν ἀκτίνων ἡμᾶς, καὶ τὴν διαφορὰν ἡμᾶς τῶν ὁρωμένων διδάσκει σωμάτων, ὄγκων τε καὶ χρωμάτων, ἀλλὰ καὶ ἀνιᾷ τῇ θερμοτέρᾳ προσ βολῇ τῶν ἀκτίνων·
同樣地,太陽不僅以其光線的照射使我們歡愉,教我們分辨可見之物的差異——無論是形體的大小或色彩——也會以其光線更炎熱的照射使我們苦惱;
Thus the sun not only gladdens us by the striking of its rays, and teaches us the difference among visible bodies, both of bulk and of colours, but also vexes us by the hotter striking of its rays;
1:189
κἂν μὴ τὸν ἀέρα κινήσας ὁ τοῦ. παντὸς ἡνίοχος αὔρας ἡμῖν ψυχρὰς προσενέγκῃ, ὁ προσκυνηθεὶς οὗτος ὑπὸ τῶν ἀνοήτων ἥλιος ἄρδην ἐμπίπρησιν ἅπαντα, καὶ τὸ ζῇν ἀφαιρεῖται τῶν προσ κυνούντων
假若那宇宙的馭者不曾推動空氣、為我們帶來涼爽的和風,那被愚昧之人所敬拜的太陽,便會把萬物徹底焚燒殆盡,甚至奪去那些敬拜它之人的性命。
and if the Charioteer of the universe should not, by moving the air, bring us cool breezes, this sun which is worshiped by the foolish would utterly set everything ablaze, and would take away life from those who worship it.
1:190
Οὐδὲν τοιγαροῦν τῶν στοιχείων αὐτὸ καθ' ἑαυτὸ τῆς ζωῆς τυγχάνει παρεκτικὸν, οὔτε μὴν ἅπαντα κοινῇ κεραννύμενα, δίχα τῆς τὰ πάντα κυβερνώσης δυνάμεως, ἀγαθοῦ τινος αἴτια γίνεται
因此,諸元素當中沒有任何一者能單獨憑自身賦予生命;即便把它們全部混合在一起,若沒有那掌管萬物的大能,也不能成為任何美善之事的成因。
None, therefore, of the elements is by itself, alone, productive of life, nor even all of them mingled together in common, apart from the power that steers all things, become the cause of any good.
1:191
Ἔστι γὰρ πάλιν ἰδεῖν, εἰς εὔκρατον μὲν τὸν ἀέρα γεγενημένον, ἐπὶ καιρὸν δὲ τὸν ὑετὸν παρασχε θέντα τῇ γῇ, ἀλύπως τὸν ἥλιον ταῖς ἀκτῖσι χρησάμενον, τὰς τῶν ἀνέμων αὔρας κινηθείσας ἐν τάξει, τοὺς γηπόνους ἐπιμελῶς τὴν γῆν γεωργήσαν τας, συνήθως καταβαλόντας τὰ σπέρματα, καὶ οὔτε τὴν γῆν εὐγνωμόνως ἐκτίσασαν τοὺς καρ ποὺς, οὔτε τῶν ἀνθρώπων τὴν φύσιν ἄνοσον διαμεί νασαν
因為我們仍然可以看到:空氣變得溫和,雨水在恰當的時節降臨大地,太陽的光線使用起來也不致造成傷害,風的和風依序吹動,農夫們也殷勤地耕耘土地、照常播下種子——然而大地卻未必知恩地結出果實,人類的本性也未必因此就得以維持無病無災。
For it is possible again to see the air become temperate, the rain given to the earth at the right season, the sun using its rays without causing harm, the breezes of the winds stirred in due order, the farmers diligently tilling the earth and sowing the seeds as usual — and yet the earth not gratefully bringing forth its fruits, nor the nature of men remaining free from disease.
1:192
Ἐπειδὴ τοίνυν εἶδες, καὶ τὸν ἀέρα τῆς τοῦ Θεοῦ ἀπολαύοντα προμηθείας, καὶ δι' ἐκεῖνον τοσαύταις ἐτῶν χιλιάσιν ἀρκέσαντα, καὶ μήτε ὑπὸ τῶν ἀναπνεόντων ζώων δαπανηθέντα, μήτε ἐκτὸς τῶν συνεχόντων αὐτὸν σωμάτων ἐκρεύσαντα, δεῦρό σε πρὸς τὴν γῆν ἀγάγωμεν, τὴν κοινὴν τρο φὸν, καὶ μητέρα, καὶ τάφον·
既然你已看見,連空氣也蒙受神的先見眷顧,並因此得以歷經這麼多千年而依然充足,既未被吸氣的生物消耗殆盡,也未曾逸出那包容它的物體之外——來吧,讓我們把你帶到大地,那共同的乳母、母親與墳墓;
Since, then, you have seen the air too enjoying the forethought of God, and, on account of that, sufficing for so many thousands of years, neither being consumed by the animals that breathe it, nor flowing out beyond the bodies that contain it, come, let us bring you to the earth, the common nurse, and mother, and tomb;
1:193
Βλέπε τοιγαροῦν ταύτης πρὸ τῶν ἄλλων ἁπάντων τὴν θέσιν, καὶ τῶν σχημάτων τὴν ποικιλίαν
那麼,你首先當留意它的位置,以及其形態的多樣。
Consider, then, before all else, its position, and the variety of its configurations.
1:194
Οὔτε γὰρ ὑπτία πᾶσα, οὔτε προσάντης, ἀλλ' εἰς ὄρη, καὶ νάπας, καὶ πεδία διῄρηται
因為大地並非全然平坦,也並非全然陡峭,而是分為山嶽、幽谷與平原。
For it is neither all level, nor all steep, but is divided into mountains, and glens, and plains.
1:195
Ἴδοι δ' ἄν τις πεδίων ἐν μέσῳ μεγάλων λόφους εἰς ὕψος ἐγηγερμένους, καὶ μεταξὺ τῶν ὀρῶν, πρηνεῖς τινας τόπους καὶ λείους, ἐν κόλπων τινῶν θαλαττίων σχήματι
人可以看見,在廣袤平原之中,聳立著隆起的丘陵;而在群山之間,也有某些傾斜平緩之地,形似海灣一般。
One might see, in the midst of great plains, hills raised up to a height, and, between the mountains, certain sloping and smooth places, in the shape of sea-bays.
1:196
Καὶ τὰ ὄρη δὲ αὐτὰ πρὸς τὴν χρείαν τῶν ἀνθρώπων διεῖλεν ὁ Ποιητὴς, καὶ εἰς κρημνοὺς διαστήσας βα θεῖς, τοῖς χειμερίοις ὕδασι τὰς πορείας ἐμηχανή σατο, καὶ τοῖς ἀνθρώποις εὐπόρους ἐν ταῖς δυσχω ρίαις τὰς ὁδοὺς ἐτεκτήνατο
而創造者也把群山本身依人類的需要加以劃分:祂使群山分開成深邃的峽谷,為冬季的洪水設計了通路,也為人類在崎嶇之地開闢出通行無阻的道路。
And the mountains themselves the Maker divided for the use of men, and, separating them into deep ravines, devised passages for the wintry waters, and constructed for men easy roads through difficult terrain.
1:197
Καὶ τὰ μὲν ὄρη παρέχει τῇ τῶν οἰκοδόμων τέχνῃ τὰς ὕλας, τὰ δὲ πεδία τοῖς ἐν τοῖς ὄρεσι διαιτωμένοις ἀντιδίδωσι τῶν πυρῶν τὴν ἀφθονίαν
群山為建築之術供應材料,而平原則回饋居住於山中之人以豐盛的小麥。
And the mountains supply materials for the builders' art, while the plains give back in return to those who dwell in the mountains an abundance of wheat.
1:198
Καὶ τὸ ποικίλον τῆς θέσεως οὐ τρέφει μόνον, ἀλλὰ καὶ τέρπει τῶν ἀνθρώπων τὰς ὄψεις·
而地勢的多樣,不僅滋養人類,也使人類的眼目感到愉悅;
And the variety of the terrain not only nourishes, but also delights the eyes of men;
1:199
φιλεῖ γὰρ τὰ μονοειδῆ ταχὺν ἐπάγειν τὸν κόρον
因為單一劃一之物,往往很快便使人心生厭膩。
for things of a single kind tend to bring on satiety quickly.
1:200
Εἰπέ μοι, τίς ὁ ταῦθ' οὕτω διακοσμήσας; τίς ὁ τοσ αύτην αὐτοῖς ἐναποθέμενος δύναμιν, ὥστε τοσού τους ἐνιαυτῶν κύκλους μὴ δαπανῆσαι τὸν θησαυρόν; τίς ὁ τὰ ὄντα διαφυλάττων ἀκίνητα; τίς ἐπείγει τῶν ποταμῶν τὰ ῥεύματα; τίς ὠθεῖ τῶν πηγῶν τὰς ὠδῖνας; Βλέπε ταύτας ὧδε μὲν, ἐν ταῖς τῶν ὀρῶν κορυφαῖς ἀναβλυζούσας, καὶ ἄνωθεν κάτω προχεούσας τὰ ῥεύματα·
告訴我,是誰把這一切安排得如此井然有序?是誰在其中儲存了如此浩大的能力,使得經過這麼多年歲的循環,寶藏依然未曾耗盡?是誰使萬物穩固不動?是誰催促江河的水流?是誰推動泉源的陣痛?你看,這些泉水,此處從山巔湧出,把水流從上向下傾瀉;
Tell me, who is it that has thus ordered these things? Who is it that has stored up in them so great a power, that so many cycles of years have not exhausted the treasure? Who is it that keeps existing things unmoved? Who urges on the streams of the rivers? Who impels the birth-pangs of the springs? See these here, gushing up on the summits of the mountains, and pouring their streams from above downward;
1:201
ἐκεῖ δὲ, οὐδ' ἐν ταῖς. ὑπωρείαις φαινομένας, ἀλλ' ἐκ βαθυτάτων φρεάτων παρεχούσας τοῖς ἀνθρώποις τὰ νάματα
而彼處,泉水甚至不在山腳下顯現,而是從最深的井中供給人類流水。
and there, not even appearing at the foot of the hills, but supplying men with waters from the deepest wells.
1:202
Ἵνα γὰρ μὴ νομίσῃς αὐτόματον ᾄττειν ἄνω τῶν ὑδάτων τὴν φύσιν, διδάσκει σε ὁ Ποιητὴς διὰ τῶν πραγμάτων, ὡς τῷ θείῳ λόγῳ πειθόμενον τὸ ὕδωρ, καὶ τὰς ἀκρω ρείας ἀπόνως καταλαμβάνον, οὐδὲ βιαζόμενον ὑπὸ τῆς σῆς τέχνης, εἰς τὴν τῶν πεδίων ἄνεισιν ἐπιφά νειαν·
因為,免得你以為水的本性是自發地向上噴湧,創造者便藉著事實本身教導你:水是順服神聖之道的,不費力便能抵達山巔;然而,若不靠你的技藝加以強逼,它卻不會浮現於平原的表面;
For lest you should suppose that it is by spontaneous impulse that the nature of the waters darts upward, the Maker teaches you through the facts themselves that the water, obedient to the divine word, reaches the mountain-peaks without labour — yet, without being forced by your art, it does not rise up to the surface of the plains;
1:203
ἀλλ' ὀρύττεις μὲν καὶ βαθύνεις τὰ φρέατα, ἀπολαύεις δὲ τῶν ὑδάτων κάτωθεν ἀνιμώμενος·
而是你挖掘、深鑿水井,藉著從下方汲取水而享用之;
but you dig and deepen wells, and enjoy the waters, drawing them up from below;
1:204
ὁμόδουλος γὰρ, ἀλλ' οὐ ποιητὴς τῶν στοιχείων ὑπάρχεις
因為你是諸元素的同奴,而非其創造者。
for you are a fellow-slave, not the maker, of the elements.
1:205
Τῷ δὲ Ποιητῇ ῥᾴδιον, οὐκ εἰς ἀκρώρειαν μόνον, ἀλλὰ καὶ εἰς ἀέρα μέσον ἀνασπᾶσαι τῶν ὑδάτων τὴν φύσιν, καὶ τὴν πικρὰν γλυκᾶναι, καὶ πῆξαι τὴν λελυμένην, καὶ λῦσαι τὴν δεδεμένην, καὶ τὴν συνεχῆ διακρῖναι, καὶ τὴν ῥοώδη στῆσαι, καὶ τὴν κάτω φέρεσθαι πεφυκυῖαν ἀνατρέχουσαν δεῖξαι, καὶ τὴν ψυχρὰν δίχα πυρὸς θερμῆναι
然而對創造者而言,這是輕而易舉的事:不僅能把水的本性提升到山巔,甚至能提升到半空之中;能使苦水變甜,能使已融化者凝結,能使已凝結者融化,能使連續之水分離,能使奔流之水靜止,能使那本性向下流動之水反倒向上奔流,能使寒冷之水不藉火而變得溫熱——
But for the Maker it is easy, not only to draw up the nature of waters to the mountain-tops, but even into the middle of the air, and to sweeten what is bitter, and to congeal what is dissolved, and to dissolve what is congealed, and to separate what is continuous, and to still what is flowing, and to make what is naturally borne downward run upward instead, and to warm what is cold without fire —
1:206
ματος θεραπεύσῃς παθήματα
〔……〕使你得以醫治〔身體的〕種種病痛。
[...of the body's] afflictions you might heal.
1:207
Καὶ ταῦτα δὲ πάλιν ποικίλα σοι προὔθηκεν καὶ εἰς ἐναντίας χρείας ἁρμόζοντα
而這一切,祂又以多樣的形態擺在你面前,使其切合彼此相反的用途。
And these things again he has set before you in variety, and fitted them to opposite uses.
1:208
Τὰ μὲν γὰρ χαυνοῖ τὰ τεταμένα τῶν νεύρων·
因為有些水能鬆弛緊繃的筋腱;
For some relax the tensed sinews;
1:209
τὰ δὲ σφίγγει καὶ τονοῖ τὰ λελυμένα·
有些則能收緊、強化鬆弛的筋腱;
and others tighten and give tone to those that are slack;
1:210
καὶ τὰ μὲν φλέγματι πολεμεῖ, τὰ δὲ μελαίνῃ χολῇ·
有些能對抗痰液,有些則能對抗黑膽汁;
and some make war on phlegm, others on black bile;
1:211
Τοσαύτην καὶ ἐν τοῖς θερμοῖς ὕδασι χρείαν ὁ κηδεμών σοι προτέθεικε·
看護者也在溫泉之中,為你預備了如此大的用處;
So great a benefit has your Guardian set before you even in hot springs;
1:212
σὲ δὲ οὐδὲν πείθει μὴ βλασφημεῖν, ἀλλὰ μένεις ἀχαριστῶν, καὶ λοιδορούμενος, καὶ τὰ Μανιχαίου νοσῶν, ὃς σιτίων καὶ ποτῶν ἀπολαύων, λοιδορεῖται τοῖς χορ ηγοῦσι, καὶ θερισταῖς ὁμοῦ καὶ ἀρτοποιοῖς, καὶ τοῖς τὸν ἄρτον διχῆ τέμνουσιν ἐπαρᾶται, αὐτὸς τέ μνειν μὲν οὐκ ἀνεχόμενος, ἐσθίων δὲ τὸ τεμνόμενον
然而,沒有任何事能說服你不再褻瀆;你仍然忘恩負義、出言謾罵,患了摩尼(Manichaeus)的病症。此人享用飲食,卻辱罵供應飲食的人,咒詛收割的人和烤餅的人,也咒詛把餅切成兩半的人——自己卻不肯動手去切,只顧吃那被切開的餅。
but nothing persuades you not to blaspheme; rather you remain ungrateful and abusive, sick with the malady of Manichaeus, who, while enjoying food and drink, reviles those who supply them, and curses reapers and bakers alike, and those who cut the loaf in two — he himself refusing to do the cutting, yet eating what is cut.
1:213
Ὅρα δὲ πόσην ἀδικίαν αὐτοῦ κατα ψηφίζῃ, τοιαῦτα συκοφαντῶν
你看,你竟以這樣的誣衊之詞,判定他犯下何等大的不義。
See, then, how great an injustice you charge against him, slandering him with such accusations.
1:214
Τί δήποτε γὰρ καὶ πεποίηκε, τούτων ἐπιμελεῖσθαι μὴ θέλων; Τίνος δὲ χάριν οὐ κήδεται; ὡς δυνάμενος μὲν, οὐ βουλόμενος δέ; ἢ βούλεται μὲν, οὐ δύναται δέ; Ἀλλ' ὅτι μὲν δύναται, μαρτυρεῖ τὰ γεγονότα
因為,若他不願意照管這些事物,當初他又為何要造它們呢?他不加以看顧,究竟是出於什麼緣故——是能夠卻不願意,還是願意卻不能夠呢?然而,他確實能夠,這一點,已然存在的萬物可以為證。
Why, then, did he even make these things, if he did not wish to care for them? For what reason does he not care — as being able but unwilling, or as willing but unable? But that he is able, the things that have come to be bear witness.
1:215
Πῶς γὰρ ἂν ἐποίησε τῶν ὁρωμένων τὰ μεγέθη, τὰ κάλλη, τὴν ἁρ μονίαν, δύναμιν οὐκ ἔχων ἀρκοῦσαν τῇ γνώμῃ; Πῶς δ' ἂν εἰς κοινωνίαν καὶ σχέσιν τὰ διεστῶτα συνήγαγεν, ὕδωρ καὶ πῦρ, ἡμέραν καὶ νύκτα, καὶ μίαν ἐκ πάντων ἁρμονίαν καὶ συμφωνίαν εἰργά σατο, ὁ προνοεῖν οὐ δυνάμενος; Μεῖζον γὰρ πολλῷ τῷ μέτρῳ, τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγεῖν, τοῦ τῶν ὄντων προνοεῖν
因為,倘若他沒有足以成就其旨意的能力,他又怎能造出可見之物的宏大、美麗與和諧呢?那不能施行天意者,又怎能把彼此分離的事物——水與火、白晝與黑夜——聚合為一種相通與關聯,並由萬有造成單一的和諧與協調呢?因為,使不存在者成為存在,這尺度遠遠大於對既已存在之物施行天意。
For how could he have made the magnitudes of visible things, their beauties, their harmony, if he did not have power sufficient for his purpose? And how could he who is unable to exercise providence have brought into communion and relation things set apart — water and fire, day and night — and wrought out of them all a single harmony and concord? For it is a far greater measure to bring things from non-being into being than to exercise providence over things that already are.
1:216
Ἀλλ' ὅτι μὲν δύναται, μάρτυς ἡ κτίσις·
然而,他確實能夠——這一點,受造之物就是見證;
But that he is able, creation is witness;
1:217
ὅτι δὲ καὶ βούλεται, πάλιν αὐτὴ μαρτυρεῖ
而他也確實願意——這一點,受造之物同樣為此作證。
and that he also wills it, she again bears witness.
1:218
Οὐ γὰρ ἄλλου τινὸς ἀναγκάζοντος ἐπὶ τὴν δημιουργίαν ἐλήλυθεν, οὔτε μὴν ὡς δεόμενος τὴν κτίσιν παρήγαγεν·
因為,他並非受到別的什麼力量強迫才從事創造,也不是因為有所匱乏才造出萬有;
For it was not because some other compelled him that he came to creation, nor indeed did he bring forth creation as one in need;
1:219
ἀλλὰ ἀγαθὸς ὢν, καὶ ἀγαθότητα. ἔχων μέτρου παντὸς μείζονα, ἠθέλησε καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δωρήσασθαι
而是因為他本是良善,且擁有超越一切尺度的良善,所以他甘願把「存在」賜予那本不存在的事物。
but being good, and possessing a goodness greater than every measure, he willed to grant being even to things that were not.
1:220
Ὁ δὲ τοσαύτῃ περὶ τὰ μὴ ὄντα χρησάμενος ἀγαθότητι, πῶς ἂν γεγονότων ἀμελήσειεν; Οὔτε γὰρ ἔστιν εἰπεῖν, ὡς ἐφθόνησε γεγονόσιν·
既然他向那本不存在的事物顯出如此的良善,他又怎會忽略已然造成的萬有呢?因為,也不能說他曾對已被造成之物心懷嫉惜;
But he who exercised such goodness toward things not yet existing — how would he neglect the things that have come to be? For it is not possible to say that he grudged good to the things that have come to be;
1:221
ἄφθονον γὰρ ἔχει τὴν φύσιν, καὶ πάθους παντὸς ἐλευθέραν
因為他的本性毫無嫉妒,且脫離一切情慾。
for his nature is free from envy, and free from every passion.
1:222
Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος γυμνώσωμεν τὴν τῆς ἀσεβείας ἀσθένειαν, σμι κρόν τι αὐτοὺς προσερωτήσωμεν
然而,為了要以綽綽有餘的證據,揭露其不虔敬之說的軟弱無力,讓我們向他們略略提出一個問題。
But in order that from great abundance we may lay bare the weakness of their impiety, let us ask them one small question.
1:223
ἐν τῇ χειρὶ γὰρ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ αὐτὸς ἐμέτρησε τῇ χειρὶ αὑτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί
地的四極都握在他手中,他親手量過眾水,用一虎口量過諸天,用一把抓起全地。
For in his hand are the ends of the earth, and he himself measured the water with his hand, and the heaven with a span, and the whole earth with a handful.
1:224
Ἀλλὰ διὰ τὸ κάλλος; Ἀλλ' ὑπ' αὐτοῦ γεγένηται
難道是因為它的美麗嗎?然而它正是由他所造成的。
But is it perhaps on account of its beauty? Yet it came to be by him.
1:225
Οὐδεὶς δὲ, οὐδὲ τῶν ἄγαν φθονερωτάτων ἀνθρώπων, οἰκίαν εὐπρεπῆ καὶ λαμπρὰν δειμάμενος, ἐφθόνησε ταύτῃ πώποτε, ἀλλ' ἐναβρύνεται, καὶ σεμνύνεται, καὶ οὗτός τε γάν νυται, καὶ τοῖς ἀγνοοῦσιν ὑποδείκνυσιν
即便是極其善妒之人,一旦建造了一座美觀華麗的房屋,也從未因此嫉妒過它,反倒因它而自豪、自誇,自己心中歡喜,並向不知情的人展示它。
But no one — not even among men who are extremely envious — having built a fair and splendid house, has ever envied it; rather he delights in it, and takes pride in it, and himself rejoices, and shows it to those who do not know it.
1:226
Ὅσον δὲ τὸ τῆς κτίσεως κάλλος τοῦ νοεροῦ φωτὸς τοῦ πεποιηκό τος ἀφέστηκε, τίς ἂν μετρήσειε λόγος; Ὁρᾶτε τοι γαροῦν ποῦ τὰ τῆς ἀσεβείας κεχώρηκε
而受造之物的美,與那創造者之理智之光相比,其相距何等遙遠,又有什麼理性能夠衡量呢?由此可見,這不虔敬之說已經走到了何等地步。
But how far the beauty of creation stands apart from the intellectual light of him who made it — what reasoning could measure this? See, then, to what extremity the claims of impiety have proceeded.
1:227
Τῶν γὰρ πονηροτάτων ἀνθρώπων, οὐ μόνον οὐ φθονούντων ταῖς ὑπ' αὐτῶν οἰκοδομουμέναις οἰκίαις, ἀλλὰ καὶ λίαν ἐπ' αὐταῖς λαμπρυνομένων, τὴν τῆς ἀγαθότη τος πηγὴν, καὶ ὑπ' οὐδενὸς πάθους θολοῦσθαι πεφυ κυῖαν, φθόνῳ βάλλεσθαι λέγειν, ποίας ἀσεβείας ὑπερβολὴν καταλείπει; Εἰ τοίνυν καὶ δύναται κατ έχειν τοὺς τῆς κτίσεως οἴακας, καὶ βούλεται αὐτὴν πάντων ἀγαθῶν ἀπολαύειν, δῆλον ὅτι καὶ κήδεται, καὶ ἐφέστηκε, καὶ τῶν ἡνιῶν ἐπειλημμένος, τὴν γενητὴν ἅπασαν φύσιν ἡνιοχεῖ, καὶ οὐδὲν ἀτημέλη τον καταλείπει
既然最邪惡之人尚且不僅不嫉妒自己所建的房屋,反倒因它們而極其自豪,那麼若說那本性不受任何情慾攪擾的良善之泉源竟會受嫉妒所侵襲,這還有什麼不虔敬的極端未曾達到呢?既然如此,他既能夠掌握受造之物的舵柄,又願意它享有一切美善,顯然他必定看顧它、監督它,並且緊握韁繩,駕馭一切受造的本性,不留下任何一物無人照管。
For if the most wicked of men not only do not envy the houses built by them, but even take great pride in them, then to say that the fount of goodness — whose nature cannot be troubled by any passion — is assailed by envy, what excess of impiety does this leave unattained? If, then, he is both able to hold the helm of creation, and wills that it enjoy all good things, it is clear that he cares for it, and stands over it, and, having taken hold of the reins, guides the whole created nature, and leaves nothing uncared-for.
1:228
χαλινὸν, δι' ὃν τὴν ἤπειρον ἐπικλύζειν οὐ δύναται, ἀλλ' ὁρμῶντα κατὰ τῆς ψάμμου φοβεῖται τοὺς ὅρους, καὶ τὸν θεῖον ἐκεῖ νόμον γεγραμμένον ὁρῶντα, οἷόν τις γαῦρος ἵππος ἀγχόμενος ὑπὸ πωλοδάμνου, ἀνακλᾷ τὸν αὐχένα, καὶ εἰς τοὐπίσω χωρεῖ, ὥσπερ μεταμελόμενα ὅτι καὶ τῇ ψάμμῳ προσέψαυσε
(神為海套上)一副轡頭,藉此使它不能淹沒大陸;它衝向沙灘之際,卻懼怕那些界限,看見那裡刻寫著神聖的律法,就如同一匹被馴馬師勒住的雄駿之馬,彎回頸項、向後退卻,彷彿為自己碰觸了沙灘而後悔一般。
a bridle, by which it cannot flood the mainland, but, rushing against the sand, it fears the boundaries, and seeing there the divine law inscribed, like some spirited horse checked by its trainer, it arches back its neck and draws back, as though repenting that it even touched the sand.
1:229
Ὁμόνοιαν γὰρ. ἐνθεῖναι τῇ φύσει τῶν ἀνθρώπων ὁ Ποιητὴς ἐθελή σας, ταῖς χρείαις αὐτοὺς ἀλλήλοις συνέδησε
因為創造者願意在人的本性中植入和睦,就藉著彼此的需要,把人與人繫結在一起。
For the Maker, wishing to implant concord in the nature of men, bound them to one another by their needs.
1:230
Οὔτε γὰρ εἴασεν ὁ κηδεμὼν ἕκαστον τμῆμα τῆς γῆς ἅπασαν τοῖς ἀνθρώποις φέρειν τὴν χρείαν, ἵνα μὴ τὸ ἀνεν δεὲς τῇ φιλίᾳ λυμήνηται
因為那看護者並不容許地上每一個地區都出產人所需的一切物資,免得那『毫無所缺』損害了彼此的情誼。
For the Guardian did not allow each portion of the earth to supply men with every necessity, lest self-sufficiency should injure friendship.
1:231
Ὑβριστὴς γὰρ ὁ κόρος, καὶ ἀταξίας πατήρ
因為飽足自滿是傲慢無禮的,且是紊亂失序之父。
For satiety is insolent, and the father of disorder.
1:232
Πρόκειται τοιγαροῦν ἡ θά λασσα μέση τῆς οἰκουμένης, εἰς κόλπους μυρίους διῃρημένη, οἷόν τις πόλεως μεγίστης ἀγορὰ, πᾶσαν τῶν ἀναγκαίων τὴν ἀφθονίαν παρέχουσα, καὶ πολλοὺς πρατῆρας καὶ ὠνητὰς δεχομένη, καὶ τούς τε ἐντεῦ θεν ἐκεῖσε παραπέμπουσα, καὶ τοὺς ἐκεῖθεν ἄγουσα τῇδε
因此,海洋居於人所居之地的中央,分成無數海灣,好似某座極大城市的市集,供應一切必需品的豐富,接納眾多的賣主與買主,把這裡的人送往那裡,又把那裡的人帶到這裡。
The sea, then, lies in the midst of the inhabited world, divided into countless gulfs, like the marketplace of some very great city, providing an abundance of all necessary things, receiving many sellers and buyers, sending some from here to there, and bringing others from there to here.
1:233
Ἐπειδὴ γὰρ ἐπίπονος ἡ διὰ τῆς ἠπεί ρου πορεία, οὐκ ἐπίπονον δὲ μόνον ἦν, ἀλλὰ καὶ ἀδύνατον, διὰ ταύτης πᾶσαν ἀναπληρῶσαι τὴν ἔνδειαν, πρόκειται τῆς θαλάττης τὰ νῶτα, σκάφη καὶ σμικρὰ καὶ μεγάλα δεχόμενα, καὶ φόρτον πολὺν καὶ ἀναγκαῖον τοῖς δεομένοις κομίζοντα
因為經由陸路的旅程本是艱辛的,而且不僅艱辛,甚至根本不可能藉此彌補一切的匱乏,所以海洋的表面便展開,容納大大小小的船隻,把大量必需的貨物運送給有需要的人。
For since travel by land is laborious — and it was not only laborious but even impossible to supply every need through it — the back of the sea lies open, receiving vessels both small and great, and carrying much necessary cargo to those in need.
1:234
Ἔστι γὰρ ἰδεῖν μιᾶς ὁλκάδος φορτία πολλὰς κτηνῶν χιλιάδας ἀχθοφορούσας
因為可以看見,單單一艘商船所載的貨物,相當於成千上萬頭馱獸所能負荷的重量。
For one can see the cargo of a single merchant-ship equal to the load that many thousands of pack-animals would carry.
1:235
Ἵνα δὲ μὴ δυσχεραίνωσιν οἱ ταύτης ὁδῖται, οἷόν τινας σταθμοὺς κατέπηξε τὰς νήσους ὁ Ποιητὴς, ἐν αἷς καταγόμενοι, καὶ διαναπαυόμε νοι, καὶ τὰς χρείας ὠνούμενοι, πάλιν ἀπαίρουσιν ἔνθα ἂν τὴν ὁρμὴν ἔχωσιν
然而,為了使航行於海上的旅人不致困苦難當,創造者便設立海島,如同一個個驛站;旅人在此靠岸、歇息、購買所需之物,然後再次啟航,前往他們所要去的地方。
But so that its travelers might not be distressed, the Maker fixed the islands like resting-stations, at which, putting in, and resting, and purchasing their necessities, they set out again wherever their course may take them.
1:236
Αἰσχύνθητι τοιγαροῦν τῶν εὐεργεσιῶν τὸ πλῆθος, εἶπεν ἡ θάλασσα
「所以,你當為這眾多的恩惠感到羞愧,」海洋如此說道。
“Be ashamed, then, at the multitude of my benefactions,” says the sea.
1:237
Ἁρ μόττει σοι γὰρ μᾶλλον, ἢ τῇ Σιδῶνι, τοῦ προφήτου τὰ ῥήματα
因為,先知論及西頓的那些話語,用在你身上,其實比用在西頓身上更為貼切。
For the words of the prophet fit you even better than they fit Sidon.
1:238
Ἡ μὲν γὰρ ἀγνοοῦσα τὸν Ποιητὴν, εἰς πολλοὺς τὸ Θεῖον διῄρει θεοὺς, καὶ τὴν μίαν προσκύ νησιν κατατέμνουσα, τοῖς μὴ οὖσι ταύτην προσ έφερεν, οὐκ ἀρνουμένη τὴν Πρόνοιαν, ἀλλὰ τούτοις αὐτὴν προσάπτουσα
因為西頓不認識創造者,就把神性分割成許多神祇,把本應合一的敬拜切割開來,獻給了那些根本不存在的東西;她並非否認天意,而是把天意歸屬於這些(虛假的神明)。
For she, not knowing the Maker, divided the Divine into many gods, and, cutting up the one worship due to him, offered it to things that do not exist — not denying providence, but attaching it to these.
1:239
Οὐ γὰρ ἂν ἔθυσεν οἷς ἐνόμιζε θεοῖς, εἰ μὴ λίαν ἑαυτὴν ἔπειθεν, ὡς καὶ ὠφέλειαν πορίζουσι, καὶ βλάβην ἀποτρέπουσι
因為,若她不是深深地說服自己,相信這些神明既能帶來益處,又能免除禍害,她就不會向她所認為的神祇獻祭了。
For she would not have sacrificed to those she considered gods, had she not thoroughly persuaded herself that they both provide benefit and avert harm.
1:240
Σὺ δὲ τῆς πο λυθέου πλάνης ἀπηλλαγμένος καὶ πάντα τὰ ὁρώμενα ὁμολογῶν εἶναι ποιήματα, καὶ τὸν τούτων Ποιητὴν προσκυνῶν, ἐκβάλλεις αὐτὸν ὧν ἐποίησε, καὶ πόῤῥω που καθίζεις τῆς κτίσεως, καὶ τὸν τοσοῦτον κόσμον ἀκυβέρνητον εἶναι λέγεις, καὶ οἷόν τι σκάφος ἀνερ μάτιστον ὡς ἔτυχε φέρεσθαι
而你,已經脫離了多神的謬誤,也承認一切可見之物皆為他的作品,並敬拜這些作品的創造者;然而你卻把他驅逐於他所造的萬有之外,讓他遠遠地坐在受造界之外,並且宣稱如此浩大的宇宙竟無人掌舵,如同一艘沒有壓艙物的船,隨意漂流。
But you, freed from the error of polytheism, confessing that all visible things are his works, and worshiping their Maker, nevertheless cast him out of what he has made, and seat him far away from creation, and say that so great a cosmos is unpiloted, and, like some unballasted vessel, is borne along at random.
1:241
Αἰσχύνθητι τοιγαροῦν τὰς διὰ θαλάττης εὐεργεσίας, τὰς ἐκ γῆς, τὰς ἐξ ἀέρος, τὰς ἐξ ἡλίου, οὐρανὸν τὸν ἐπικείμενον ὄρο φον
所以,你當為藉海洋、藉大地、藉空氣、藉太陽而來的種種恩惠感到羞愧,也當為那覆蓋於上、作為屋頂的諸天感到羞愧。
Be ashamed, then, of the benefactions that come through the sea, those from the earth, those from the air, those from the sun, and the heaven set above as a roof.
1:242
Αἰδέσθητι τὸν δασμὸν, ὃν λαμβάνεις παρὰ τῆς κτίσεως·
你當因你從受造之物所領受的貢物而感到羞愧;
Be ashamed of the tribute you receive from creation;
1:243
δασμοφορεῖ γάρ σοι τῶν εἰρημένων ἕκα στον, καὶ οἷόν τινα φόρον προσφέρει τὴν χρείαν·
因為前面所提到的每一樣事物,都向你進貢,把它的用處當作某種賦稅獻給你;
for each of the things mentioned pays you tribute, and offers its usefulness to you as a kind of tax;
1:244
ἥλιος μὲν φωτίζει, θερμαίνει, τοὺς ἐκ γῆς πεπαίνει καρπούς·
太陽照亮、溫暖,並使地上的果實成熟;
the sun illumines, warms, and ripens the fruits of the earth;
1:245
σελήνη δᾳδουχεῖ σοι νύκτωρ·
月亮則在夜間為你執炬照明;
the moon holds the torch for you by night;
1:246
ἀστέρες, ἐπὶ γῆς μένοντί σοι τὸν νυκτερινὸν δηλοῦσι καιρὸν, καὶ τῶν ὡρῶν τὰς μεταβολὰς προσημαίνουσι, θα λαττίῳ δὲ γινομένῳ ποδηγοὶ γίνονται πρὸς τὴν ἤπειρον·
眾星辰,對留在陸上的你,標示夜間的時刻,並預先顯明四季的變換;而當你出海航行時,它們則成為引導你回到陸地的嚮導;
the stars, for you remaining on land, mark the hours of the night, and signify beforehand the changes of the seasons; but when you take to the sea, they become guides toward the mainland;
1:247
ἀὴρ, ἀναπνεόμενος μὲν, τὴν ἔμφυτόν σου καταψύχει θερμότητα·
空氣,被你呼吸之時,冷卻你與生俱來的熱氣;
the air, when breathed, cools your inborn heat;
1:248
ὕων δὲ, τοὺς τῆς γεωργίας ἐκτρέφει καρπούς·
而當它降雨之時,又滋養農耕所產的果實;
and when it rains, it nourishes the fruits of agriculture;
1:249
κρυμὸν ἐργαζόμενος, παύει μὲν τὴν ἐπὶ τὰ ἄνω βλάστην, καὶ φυτῶν, καὶ σπερμά. των, εἰς δὲ τὰς ῥίζας ἐκπέμπει τὴν αὐξητικὴν δύ ναμιν, καὶ οἷόν τινι μάστιγι τῷ κρυμῷ, τὴν ἄνω φερομένην ἐπὶ τὰ κάτω διώκει
當它造成霜寒之時,便使植物與種子向上生長的力量止息,卻把生長之力送往根部;並且,彷彿以霜寒作為一種鞭子,把原本向上發展的力量驅趕向下。
and producing frost, it stops the upward growth of both plants and seeds, but sends the power of growth down into the roots, and, as though with a whip — the frost — it drives downward what was tending upward.
1:250
χορηγεῖ σοι τῶν τροφίμων ὀρνίθων τὰ γένη
它還供給你各種可食用的飛鳥。
It supplies you with the kinds of edible birds.
1:251
Ἕτερον δὲ λόγον συνεργὸν ἔχων, τὴν ὑπὸ σοῦ πολεμουμένην προμήθειαν ὑφῆναι διὰ τούτων βεβούλευμαι
而我另有一篇論述作為助力,決意藉著這些事,來織就(辯明)那被你所攻擊的天意。
But having another discourse to assist me, I have resolved through these things to weave a defense of the providence that is warred against by you.
1:252
Ἐν ταῦθά σε τοίνυν καταλιπὼν, καὶ τῇ τῶν εἰρημένων ἐντρυφῆσαι θεωρίᾳ παρακαλέσας, καὶ πανταχόθεν ἑλκῦσαι τὴν ὠφέλειαν, τὸν τοῦ παντὸς Κυβερνήτην ὑμνήσω·
所以,我在此暫且與你分別,並勸勉你在對這些所言之事的默觀中得享愉悅,從各方面汲取益處;而我則要頌讚那萬有的舵手;
Leaving you, then, at this point, and having exhorted you to delight in the contemplation of what has been said, and to draw benefit from every side, I shall hymn the Pilot of the universe;
1:253
ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώ νων
願榮耀歸給他,直到永永遠遠。
to whom glory is fitting unto the ages of ages.
1:254
Ἀπόδειξις ἀπὸ τῆς τοῦ ἀνθρωπείου σώματος κατασκευῆς
由人體之構造而來的論證
A Demonstration from the Constitution of the Human Body
1:255
Οἱ μὲν εὖ μάλα πως τὸ σῶμα διακείμενοι, τῆς ἀπὸ τῶν ἰατρῶν θεραπείας οὐ δέονται·
凡身體狀況良好之人,並不需要醫生的診治;
Those who are in a very good bodily condition have no need of therapy from physicians;
1:256
ἀκραιφνὴς γὰρ ὑγεία τῆς τῶν φαρμάκων ἐπικουρίας οὐκ ἐνδεής·
因為完好無損的健康,並不需要藥物的幫助;
for unblemished health is not in want of the aid of medicines;
1:257
οἱ δ' ὑπὸ νόσου πολεμούμενοι, καλεῖν εἰώθασι τοὺς ἰατροὺς εἰς βοήθειαν, καὶ τοῖς ὅπλοις τῆς τέχνης κατὰ τῶν παθῶν χρώμενοι συνεργοῖς, ὥσπερ τινὰς πολεμίους ἐκ τῶν σωμάτων διώκειν ἐπιχειροῦσιν
但那些被疾病所侵擾的人,則慣於呼求醫生前來幫助,並運用醫術這項武器作為對抗病痛的助力,試圖把病痛如同仇敵一般,從身體中驅逐出去。
but those warred upon by disease are accustomed to call physicians to their aid, and, using the weapons of the art as allies against their afflictions, attempt to drive these out of their bodies as though they were enemies.
1:258
Ἰατρικὴ γὰρ τέχνη σωμάτων ἐπίκουρος, καὶ παθῶν ἐπίβουλος
因為醫術本是身體的助手,卻是病痛的敵謀者。
For the medical art is a helper of bodies, and a plotter against afflictions.
1:259
Καὶ τὰς ψυχὰς τοίνυν οἱ μὲν ἐῤῥωμένας ἔχοντες, καὶ τῇ τῆς εὐσεβείας ὑγείᾳ λαμπρυνομένας, τῶν διδασκαλικῶν φαρμάκων οὐ χρῄζουσιν·
至於靈魂也是如此:凡靈魂健壯、且因敬虔的健康而發光之人,並不需要教導性的藥物;
So too, as regards souls: those who have them robust, and shining with the health of piety, have no need of instructive remedies;
1:260
οἱ δὲ προλήψει πονηρᾷ κατεχόμενοι, καὶ τῶν βδελυρῶν δογμάτων τὴν νόσον δεξάμενοι, καὶ τῷ χρόνῳ τὴν διάθεσιν ἕξιν ἐργασάμενοι, πολλῶν μὲν δέονται κα θαρτηρίων, τὴν μοχθηρὰν ἐκείνην ὕλην ἀναμοχλεῦσαι δυναμένων, καὶ τὰς ψυχὰς καθαρὰς ἀποφῆναι·
但那些被邪惡的成見所轄制、接受了可憎教義之病的人,並且經年累月使這病態成了根深蒂固的習性,這些人便需要許多清潔劑,能夠鬆動並清除那有害的物質,使他們的靈魂顯得純淨;
but those held fast by a wicked preconception, who have received the disease of abominable doctrines, and who through time have made this disposition into a fixed habit, need many purgatives — remedies able to dislodge that noxious matter, and to render their souls pure;
1:261
πολ λῶν δὲ φαρμάκων, τοὺς γεννητικοὺς ἐκείνης πόρους τῷ δραστηρίῳ κλώντων τε καὶ φραττόντων, καὶ τὰς πονηρὰς ὠδῖνας παυόντων
也需要許多藥物,能以其效力折斷並堵塞那病症得以滋生的管道,止息那邪惡的產痛。
and they need many medicines, which by their active power both break and block the very channels through which that disease is generated, and put an end to its wicked birth-pangs.
1:262
Ἐπειδὴ τοίνυν παγχά λεπος καὶ δυστράπελος τῶν τὴν κτίσιν προνοίας ἀποστερεῖν ἐπιχειρούντων ἡ νόσος, δύο μὲν αὐτοῖς ἤδη φάρμακα προηνέγκαμεν, ἐκ τῶν τῆς κτίσεως μορίων ταῦτα κεράσαντες·
既然那些企圖剝奪受造界之天意者所患的病症極其嚴重、難以扭轉,我們已為他們獻上兩劑藥方,這兩劑藥方乃是取受造界的各個部分調配而成;
Since, then, the disease of those who attempt to deprive creation of providence is exceedingly grievous and hard to turn, we have already offered them two medicines, having compounded these out of the parts of creation;
1:263
ἵνα δὲ πρόῤῥιζον ἀνα σπάσωμεν τὴν νόσον, καὶ τέλεον αὐτοὺς τῆς χαλεπῆς ἀπαλλάξωμεν ἀῤῥωστίας, καὶ τρίτον αὐτοῖς κατα σκευάσαι τε καὶ προσενεγκεῖν πειρασόμεθα
然而,為要將此病症連根拔除,使他們完全脫離這嚴重的疾患,我們還要嘗試預備並獻上第三劑藥方。
but in order that we may pull up the disease by the root, and free them completely from their grievous infirmity, we shall also attempt to prepare and offer them a third.
1:264
Τῆς δὲ κατασκευῆς τὰς ὕλας οὐκ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ θαλάττης, οὐδ' ἐξ ἡλίου, καὶ σελήνης, καὶ τῶν ἄλ λων φωστήρων, οὐδ' ἐξ ἀέρος, καὶ νεφῶν, καὶ πνευ μάτων, οὐδ' ἐκ ποταμῶν, καὶ πηγῶν, καὶ φρεάτων,. ἀλλ' ἐξ αὐτῶν τῶν βλασφημεῖν ἐπιχειρούντων ληψό μεθα
而這藥方的材料,我們將不取自於天、地、海,也不取自太陽、月亮及其他星辰,也不取自空氣、雲彩與風,也不取自江河、泉源與井水,卻要取自那些企圖褻瀆之人自身。
But the materials for this preparation we shall take not from heaven, and earth, and sea, nor from the sun, and moon, and the other luminaries, nor from air, and clouds, and winds, nor from rivers, and springs, and wells, but from the very ones who attempt to blaspheme.
1:265
Στόμα γὰρ εἰληφότες παρὰ τοῦ κτίσαντος, ἵν' ὑπὲρ ὧν ἀπολαύουσιν ἀγαθῶν τῷ δοτῆρι τὸν ὕμνον προσφέρωσιν, οὐ μόνον ὑμνεῖν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ βλασφημίαις τὴν γλῶσσαν μιαίνουσι, καὶ τὸ λογικὸν ἀτιμάζουσιν ὄργανον
因為,他們從創造者那裡領受了口,原是要為著他們所享受的美善,向那賜予者獻上頌讚;然而他們不但不願頌讚,反倒以褻瀆的話語玷污自己的舌頭,羞辱這理性的器官。
For having received a mouth from the Creator, so that for the good things they enjoy they might offer a hymn to the Giver, they not only are unwilling to sing his praise, but even defile their tongue with blasphemies, and dishonor that rational organ.
1:266
Ἀρκεῖ δὲ καὶ τοῦτο μόνον τὸ μόριον δεῖξαι τοῦ πεποιηκότος, οὐ τὴν σο φίαν μόνον, ἀλλὰ καὶ τὴν ἄπλητον φιλανθρω πίαν
然而,單單這一個器官,就足以顯明那創造者不僅有智慧,更有無盡的仁愛。
But this single organ alone suffices to display, of him who made it, not only his wisdom, but also his boundless love for mankind.
1:267
Ὀργάνῳ γὰρ ἔοικεν ἀπὸ χαλκῶν συγκειμένῳ καλάμων, καὶ ὑπ' ἀσκῶν ἐκφυσουμένῳ, καὶ κινου μένῳ ὑπὸ τῶν τοῦ τεχνίτου δακτύλων, καὶ ἀποτε λοῦντι τὴν ἐναρμόνιον ἐκείνην ἠχήν
因為它彷彿是一件樂器,由銅管組成,藉風箱吹送氣息,並由樂師的手指操縱,發出那和諧悅耳的聲音。
For it resembles an instrument composed of bronze pipes, blown by bellows, moved by the fingers of the craftsman, and producing that harmonious sound.
1:268
Ἀλλ' οὐχ ἡ φύσις παρὰ τῆς τέχνης, ἡ τέχνη δὲ παρὰ τῆς φύσεως ἐδιδάχθη τῆς τερπνῆς ἐκείνης ἠχῆς τὸ μηχάνημα·
然而,並非本性向技藝學來這道理,乃是技藝從本性學得那悅耳之聲的機巧;
But it was not nature that learned from art; rather, art was taught by nature the device of that delightful sound;
1:269
ἀρχέτυπον γὰρ τῆς τέχνης ἡ φύσις, ἴνδαλμα δὲ τῆς φύσεως ἡ τέχνη
因為本性乃是技藝的原型,而技藝不過是本性的仿像。
for nature is the archetype of art, and art is but an image of nature.
1:270
Ἄθρει τοιγαροῦν ὁ λόγου μὲν τετυχηκὼς, ἀτιμάζων δὲ τῇ τιμῇ τὸν τιμήσαντα, πῶς ὑπόκειται μὲν ὁ πνεύμων δίκην ἀσκοῦ, ἀποθλίβουσι δὲ αὐτὸν, οὐ πόδες ἀνθρώπου, ἀλλ' οἱ περικείμενοι τῷ θώρακι μύες, συστέλλοντες αὐτὸν καὶ διαστέλλοντες
所以你當思想,你這已然領受理性、卻以這尊榮反羞辱那賜你尊榮者的人啊:看那肺臟怎樣如同風箱一般臥於胸中,並非被人的雙腳踩壓,而是由環繞胸腔的肌肉將它收縮、又使它舒張。
Consider, then — you who have obtained reason, yet with that very honor dishonor him who honored you — how the lung lies beneath like a bellows, and is pressed not by human feet, but by the muscles surrounding the chest, which contract it and expand it.
1:271
Ἀνα πέμπει δὲ οὑτοσὶ διὰ τῆς τραχείας ἀρτηρίας τὸ πνεῦμα, τὸ δὲ συνωθούμενον, ἀνοίγει μὲν τὴν ἐπι γλωττίδα, φέρεται δὲ διὰ τοῦ φάρυγγος ἐπὶ τὸ στόμα
這肺臟藉著氣管把氣息送上,被擠壓上行的氣息便打開會厭,經由咽喉被送到口中。
This sends the breath up through the windpipe, and the breath, being forced together, opens the epiglottis, and is carried through the pharynx to the mouth.
1:272
Ὁ δὲ λόγος, τῆς γλώττης οἷόν τινος δεξιᾶς ἐπειλημμένος, ταύτην τοῖς ὀδοῦσι καθάπερ τοῖς χαλκοῖς ἐκείνοις προσφέρει καλάμοις, καὶ ἄνω καὶ κάτω διαθέειν καὶ διολισθαίνειν εὐπετῶς καὶ μάλα ῥᾳδίως κατασκευάζει·
而理性彷彿握住了舌頭這隻右手,把它引向牙齒,如同引向那些銅管一般,使它能夠上下奔走、滑動自如,輕而易舉;
And reason, having taken hold of the tongue as of a right hand, brings it against the teeth as against those bronze pipes, and makes it run and glide up and down with ease and great readiness;
1:273
συνεργεῖ δὲ αὐτῇ πρὸς τὴν εὐκολίαν τοῦ δρόμου, ὁ ὑποκείμενος ἀδὴν, οἷόν τις λιβὰς ἀναβλύζων νοτίδα
而位於其下的腺體,也協助它使其運行更為順暢,如同某種泉源湧出水氣一般,
and cooperating with it toward the ease of its motion is the gland lying beneath, welling up moisture like some spring,
1:274
τὴν κίνησιν ῥᾴστην ἐργαζομένης
使這運動變得極其輕易。
making the movement most effortless.
1:275
Οὕτω τοιγαροῦν διὰ τῆς γλώτ της τοῖς ὀδοῦσι τοῦ λόγου προσομιλοῦντος, καὶ τοῦ πνεύματος, ὡς ἔφην, φερομένου, καὶ τῶν χειλέων πτυσσομένων, καὶ τοῦ ἀέρος τῇ φορᾷ τοῦ πνεύματος ἐναρμονίως πληττομένου, ἡ ἔναρθρος ἀποτελεῖται φωνὴ, καὶ γίνεται ὄχημα τοῦ λόγου τὸ ἔνδοθεν ἐκ φερόμενον πνεῦμα, καὶ ὡς περιττὸν ἀπωθεῖται τὸ λιγνυῶδες ἡ φύσις
就這樣,言語藉著舌頭與牙齒交接,氣息如前所述被送出,雙唇開合,空氣又被氣息的流動和諧地擊動,於是清晰的語音便得以形成;那從體內送出的氣息,便成了言語的載具,而本性則把那如煙灰般的殘餘之氣,當作多餘之物排出。
Thus, then, as speech converses with the teeth through the tongue, and the breath, as I said, is carried along, and the lips fold together, and the air is struck harmoniously by the current of the breath, articulate voice is produced; and the breath carried forth from within becomes the vehicle of speech, while nature expels as superfluous the sooty residue.
1:276
Ἐπειδὴ γὰρ τοῦ ἐμφύτου θερμοῦ πηγὴν τὴν καρδίαν ὁ Πλάστης πεποίηκε, καὶ ἐκ τοῦδε τοῦ μορίου πᾶν τὸ σῶμα τῆς θερμῆς μεταλαμβάνει ποιότητος, ἐδεῖτο δὲ καὶ μικρᾶς τινος ἀναψύξεως πολλῷ τῷ θερμῷ συνεχομένη, καταπνεῖσθαι αὐτὴν διὰ τοῦ πνεύμονος πεποίηκεν ὁ τῆς φύσεως Ποιητής
因為塑造者使心臟成為天生熱氣的源頭,全身各部都由此領受熱的性質;然而,心臟既被大量的熱所困,也需要些許的涼爽舒緩,本性的創造者便使它藉著肺臟得以被吹拂降溫。
For since the Fashioner made the heart the source of innate heat, and from this part the whole body partakes of the quality of heat, and since the heart, being held fast by so much heat, also needed some small refreshment, the Maker of nature caused it to be cooled by the breath of the lung.
1:277
Οὗτος γὰρ διὰ μὲν τῆς τραχείας ἀρτηρίας τὸ καθα ρὸν ἔξωθεν δέχεται πνεῦμα, διὰ δὲ τῆς λείας τοῦτο παραπέμπει τῇ εὐωνύμῳ τῆς καρδίας κοιλίᾳ·
因為這肺臟藉著氣管(粗管)從外接受潔淨的氣息,又藉著那平滑的血管,把此氣息傳送到心臟的左心室;
For this lung, through the rough artery, receives pure breath from outside, and through the smooth vessel sends this on to the left ventricle of the heart;
1:278
ἐκεῖ θεν γὰρ, ὥς φασιν οἱ τὰ τοιαῦτα ἀκριβῶς ἱστορήσαν τες, αὕτη τὴν ἔκφυσιν ἔχει
因為,據那些精確研究過此類事物的人所言,這(平滑血管)正是由那裡(左心室)發出的。
for from there, as those who have accurately investigated such matters say, this vessel has its origin.
1:279
Παραπέμπων δὲ οὗτος ὁ πνεύμων τὸ καθαρὸν πνεῦμα, τὸ λιγνυῶδες ἀντι λαμβάνει, καὶ τοῦτο ὡς περιττὸν διὰ τῆς τραχείας ἀρτηρίας ἐπὶ τὰ ἔξω πάλιν ὠθεῖ, καὶ γίνεται τὸ πε ριττὸν καὶ ἄχρηστον παντελῶς, τοῦ νοῦ βουληθέντος, καὶ τὴν γλῶτταν ἐν ῥυθμῷ καὶ ἁρμονίᾳ κινήσαντος,. ὄχημα τοῦ λόγου·
而這肺臟在傳送潔淨氣息的同時,也接收那如煙灰般的殘餘之氣,並把這多餘之物再次經由氣管推向外界;於是,這原本完全多餘無用之物,一旦心智願意,並使舌頭合乎節奏與和諧地運動,便成了言語的載具;
And this lung, in sending on the pure breath, receives back the sooty residue, and pushes this again to the outside through the windpipe, as being superfluous; and thus that which is wholly superfluous and useless becomes — when the mind wills it, and moves the tongue in rhythm and harmony — the vehicle of speech;
1:280
καὶ τὸ ὡς βλαβερὸν ὑπὸ τῆς καρδίας ἐκφορούμενον, καὶ ὑπὸ τοῦ πνεύμονος ὠθού μενον, τῆς ἐνάρθρου φωνῆς γίνεται συνεργόν
而這被心臟當作有害之物排出、又被肺臟推送出去的氣息,竟成了清晰語音的助力。
and that which is carried out of the heart as harmful, and pushed out by the lung, becomes a collaborator in articulate voice.
1:281
Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ! ἀληθῶς·
哦,神的豐富、智慧和知識的深奧啊!誠然:
O the depth of the riches and wisdom and knowledge of God! Truly:
1:282
Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἀληθῶς·
誰能傳述主的大能作為?誰能使人聽見祂一切的讚美?誠然:
Who shall tell the mighty acts of the Lord? Who shall make all his praises heard? Truly:
1:283
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε!
主啊,你的作為何等浩大!
How your works are magnified, O Lord!
1:284
πάντα ἐν σοφίᾳ ἐποίησας. Ποῖος ἀπόχρη λόγος εἰς ὑμνῳδίαν τοῦ Κτίσαντος; Ποῖος ἀρκεῖ λόγος εἰς τὴν τῆς οἰκείας δημιουργίας διήγησιν; Τίς ἱκανὸς ἑρμηνεῦσαι λόγος τοῦ λόγου τὰ ὄργανα; Τίς εἰς τοσοῦτον σοφίας ἀφίκετο, ὡς τοῦ Πλάστου τὴν σοφίαν ἀκριβῶς θεωρῆσαι; Σὺ δὲ ταῦτα βλέπων, καὶ τούτων ἀπολαύων, οὐδ' ὑμνεῖν ἐθέλεις τὸν τούτων αἴτιόν σοι γεγενημένον, ἀλλ' ἀμέλειαν κατηγορεῖς τοῦ πᾶσαν ἐπιμέλειαν ὧν πεποίηκε ποιουμένου
你以智慧造了萬有。有什麼言語足以歌頌創造者呢?有什麼言語足以敘述自身的形成呢?有什麼言語能夠闡明言語的器官呢?有誰達到如此高的智慧,能夠精確地觀照塑造者的智慧呢?然而你,雖見這一切,又享用這一切,卻不願歌頌那成為你這一切之因者,反倒指控那對其所造之物無不悉心眷顧者為疏忽。
You have made all things in wisdom. What word suffices for a hymn to the Creator? What word is adequate to narrate one's own formation? What word is capable of expounding the organs of speech? Who has attained to such a height of wisdom as to contemplate precisely the wisdom of the Fashioner? But you, though you see these things and enjoy them, are not even willing to hymn the one who has become their cause for you, but instead accuse of negligence him who exercises every care for what he has made.
1:285
Καὶ μὴν ἤρκει τοῦτο μόνον τὸ μόριον δεῖξαι τοῦ Ποιητοῦ τὴν περὶ τὸ ζῶον κηδεμονίαν
誠然,單是這一部分,就足以彰顯造物者對這活物的眷顧。
And indeed this part alone would suffice to show the Maker's solicitude for the living creature.
1:286
Λογικὸν γὰρ ἐργασά μενος, πεποίηκε πρόσφορα τῷ λόγῳ τὰ ὄργανα
因為既造他為理性的活物,便造出適於言語的器官。
For having made him rational, he made organs suited to speech.
1:287
Ἐν τεῦθεν ἡ τέχνη τὴν μίμησιν ἐρανισαμένη, καὶ αὐλοὺς ἐτεκτήνατο, καὶ λύρας καὶ κιθάρας συνέθηκε·
由此,技藝汲取了摹仿的靈感,製作了笛管,又組合了里拉琴和基薩拉琴;
From this, art, having derived its imitation, both fashioned pipes, and put together lyres and citharas;
1:288
καὶ ἀντὶ μὲν τῶν ὀδόντων, διέτεινε τὰς χορδὰς, ἀντὶ δὲ τῶν χειλέων ἐνέθηκε τὸν χαλκόν·
以弦代替牙齒而張弦,以銅代替嘴唇而置入;
and instead of the teeth, it stretched strings, and instead of the lips, it inserted bronze;
1:289
γλῶττα δὲ ταῖς χορδαῖς γίνεται τὸ πλῆκτρον·
而舌頭於琴弦而言,便成了撥子;
and the tongue becomes, as it were, the plectrum for the strings;
1:290
ἡ δὲ διὰ τῆς χειρὸς ἐπὶ τὴν ὀξεῖαν καὶ βαρεῖαν διάβασις, μιμεῖται τὸν λόγον, ἄνω καὶ κάτω διατρέχειν τὴν γλῶτταν πα ρασκευάζοντα
手在高音與低音之間的移動,則摹仿言語,使舌頭上下奔走。
and the passage of the hand to the high and low notes imitates speech, which makes the tongue run up and down.
1:291
Ἀλλ' ὅμως καὶ τοσαύτης ἀκριβείας ἐν τῇ τέχνῃ φαινομένης, τὸν μὲν ῥυθμὸν καὶ τὴν ἁρμονίαν τοῦ μέλους θαυμάζουσιν οἱ ἀκούοντες, ἐνάρθρων δὲ τῶν λόγων οὐκ ἐπακούουσι·
然而,儘管技藝中顯出如此精巧,聽者所讚嘆的,只是旋律的節奏與和諧,卻聽不見清晰分明的言語;
But nevertheless, though such precision appears in the art, those who listen marvel at the rhythm and the harmony of the melody, but do not hear articulate words;
1:292
μίμημα γὰρ τῆς φύσεως ἡ τέχνη, ἡ δὲ φύσις ἔναρθρον ἀπο τελεῖ τὴν φωνήν
因為技藝是對本性的摹仿,而本性所造就的,乃是清晰分明的聲音。
for art is an imitation of nature, but nature produces articulate voice.
1:293
Καὶ καθάπερ ἡ τέχνη μιμεῖται τὸ ζῶον, καὶ τὸν χαλκὸν ἢ τὸν λίθον εἰς ἀνθρωπείαν ἐντυποῖ μορφὴν, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ ἀκοὰς, τράχηλόν τε καὶ χεῖρας, καὶ στήθη καὶ κοιλίαν, μηρούς τε καὶ σκέλη καὶ πόδας περιτίθησιν, αἴσθησιν δὲ καὶ λογισμὸν, καὶ τὴν ἑκού σιον κίνησιν οὐκέτι ἰσχύει χαρίσασθαι·
正如技藝摹仿活物,將銅或石塑成人形,配上眼睛、鼻子、嘴巴、耳朵,頸項與雙手,胸膛與腹部,大腿、小腿與雙腳,卻再也無力賦予知覺、理性與自主的運動;
And just as art imitates the living creature, and molds bronze or stone into human form, furnishing eyes, and nose, and mouth, and ears, neck and hands, chest and belly, thighs and legs and feet, yet it is no longer able to bestow sensation and reasoning and voluntary motion;
1:294
οὕτω λύρα καὶ κιθάρα, καὶ τὸ ἐκ τῶν χαλκῶν καλάμων ὄργα νον, ἐναρμόνιον μὲν ἠχὴν καὶ ῥυθμὸν διὰ τῶν ἐμφυ σημάτων ἢ κρουσμάτων ἀποτελεῖ, ἔναρθρον δὲ φωνὴν μόνον ἀποτελεῖ τὸ ἀρχέτυπον ὄργανον
同樣,里拉琴、基薩拉琴,以及那由銅管製成的樂器,雖能藉吹奏或撥擊而發出和諧的音響與節奏,卻唯有那原型的器官,才能發出清晰分明的聲音。
so too the lyre and the cithara, and the instrument made of bronze pipes, produce a harmonious sound and rhythm through blowing or striking, but only the archetypal instrument produces articulate voice.
1:295
Ὡς Ποιητοῦ γὰρ εἰκὼν ὁ ἄνθρωπος, τὸν Ποιητὴν μιμεῖσθαι φιλονεικεῖ
因為人既是造物者的形像,便極力想要摹仿造物者。
For as being the Maker's image, man strives to imitate the Maker.
1:296
Καὶ ἔοικε τὰ γινόμενα σκιαῖς πρὸς ἀλήθειαν ἁμιλλωμέ ναις, αἳ τὸν μὲν τύπον ἔχουσι, τῆς δὲ ἐνεργείας ἐστέρηνται
而這些被造之物,彷彿是與真相相爭的影子,徒具其形,卻缺乏其實。
And the things thus made resemble shadows contending with truth, which possess the form, but are deprived of the actuality.
1:297
περὶ ἡμᾶς τοῦ πεποιηκότος κηδεμονίαν, δεῦρο, πάλιν πρὸς αὐτήν σε τὴν καρδίαν ἀγάγωμεν
……那造我們者對我們的眷顧——來吧,讓我們再次領你到心臟本身。
...the care of him who made us concerning us — come, let us lead you back again to the heart itself.
1:298
Ταύτην τοίνυν κυριώτατον οὖσαν μόριον, καὶ τὴν ἡγεμονίαν τοῦ σώματος πεπιστευμένην, καθάπερ τινὰ βασιλέα πάντοθεν περιφράττει, καὶ περίβολον αὐτῇ ἰσχυρὸν τὸν θώρακα περιτίθησιν, ἵνα μηδὲν αὐτὴν ῥᾳδίως τῶν ἔξωθεν προσπιπτόντων λυπῇ
這心臟既是最尊貴的部分,又受託掌管全身,他便如護衛君王一般將它四面圍護,又以胸廓作為堅固的壁壘環繞它,使外來的一切侵擾都不能輕易傷害它。
This, then, being the most sovereign part, and entrusted with the governance of the body, he fences round on every side as one would a king, and sets around it, as a strong bulwark, the chest, so that nothing that befalls it from without might easily harm it.
1:299
Ἐπειδὴ δὲ διηνεκῶς κινεῖται (ἀρτηριῶν γὰρ αὕτη πηγὴ), κάτωθεν μὲν ὑπέστρωσεν αὐτῇ οἷόν τινα στρωμνὴν μαλακὴν, τὸ μανὸν καὶ σπογγοειδὲς καὶ πολύπορον καὶ ἀρτηριῶδες τοῦ πνεύμονος σῶμα·
但因心臟不停跳動(因為它是動脈的源頭),他便在其下鋪設了一張柔軟的臥榻——那疏鬆、如海綿、多孔且遍佈動脈的肺臟組織;
But since it is continuously in motion (for it is the source of the arteries), beneath it he spread, as it were, a soft bedding — the loose, spongy, porous, artery-laced substance of the lung;
1:300
ἄνωθεν δὲ, τό τε κωνοειδὲς αὐτῆς ἰσχυρὸν ἀπειργά σατο, καὶ χιτῶνα ὑμενώδη μὲν, στεγανὸν δὲ καὶ ἰσχυρὸν περιτέθεικεν
而在其上,他使它那圓錐狀的部分堅固,又為它披上一層膜狀的外衣,雖薄如膜,卻緊密而堅韌。
and above, he made its cone-shaped part strong, and put around it a tunic that is membranous, yet watertight and strong.
1:301
Ὕλην δὲ τροφῆς αὐτῇ χορη γεῖ, οὐ τὸ πνεῦμα μόνον, ἀλλὰ καὶ τὸ αἷμα·
他又供給它營養的材料——不僅是氣息,還有血液;
And he supplies it with matter for nourishment — not breath alone, but blood also;
1:302
ἕλκει δὲ τοῦτο, οἷον διά τινος ὁλκοῦ τῆς κοίλης φλεβὸς, ἀπὸ τῶν τοῦ ἥπατος μορίων
它藉著彷彿一條導管的腔靜脈,從肝臟各部汲取血液。
and it draws this, as it were through a kind of conduit, the hollow vein, from the parts of the liver.
1:303
Τὸ δὲ ἧπαρ ἐκ τῆς γαστρὸς ταύτην ἀνιμᾶται τὴν ὕλην
而肝臟則從胃部汲取這材料。
And the liver draws up this matter from the stomach.
1:304
Ἡ δὲ γαστὴρ, διὰ τοῦ στομάχου τὴν ὑπὸ τῶν ὀδόντων τεμνομένην, καὶ ὑπὸ τῶν μυλῶν λεπτυνομένην τε καὶ λεαινομέ νην ἕλκει τροφήν·
胃則透過食道,汲取那被牙齒切碎、又被臼齒磨細磨勻的食物;
And the stomach draws, through the gullet, the food that has been cut by the teeth, and ground fine and smoothed by the molars;
1:305
ἕλκουσα δὲ, πρότερον κατ έχει καὶ χυλοῖ, καὶ ἀλλοιοῖ, καὶ μεταβάλλει, καὶ πρὸς ἑαυτὴν ὁμοιοῖ·
在汲取之際,先將其含納,化為乳糜,又加以變化、轉化,使其與自身相似;
and in drawing it, it first holds it and turns it to chyle, and alters it, and transforms it, and assimilates it to itself;
1:306
εἶτα διαπεφθεῖσαν καλῶς καὶ ἀλλοιω θεῖσαν, ἀποκρίνει δικαίως, καὶ παραχωρεῖ μὲν τῷ ἥπατι διηθεῖν καὶ ἕλκειν ταύτης τὸ καθαρὸν, τὸ δὲ περιττὸν ἀπωθεῖται, καὶ τοῖς ἐντέροις παραπέμπει, τῇ προωστικῇ δυνάμει συνεργῷ κεχρημένη
隨後,待其消化完全、轉化完成,便公正地加以分離,將其中純淨的部分讓給肝臟去過濾、汲取,而將剩餘的部分推開,送往腸道,並藉助推動之力為其助手。
then, once it has been well digested and altered, it separates it justly, and yields to the liver the task of filtering and drawing off the pure part of it, while it thrusts away the surplus and sends it on to the intestines, employing the propulsive faculty as its helper.
1:307
Οὕτω τὸ ἧπαρ τὸ καθαρὸν τῆς τροφῆς ὑποδεξάμενον, οὐκ ἀρκεῖται τῇ γενομένῃ καθάρσει καὶ διακρίσει, ἀλλ' οἷόν τισι πάλιν ἠθμοῖς, ταύτην διαιρεῖ καὶ κα θαίρει, καὶ τὴν μὲν οἷον ὑποστάθμην καὶ παχυτάτην τρύγα, διά τινων αἰτιῶν ἕλκων ὁ σπλὴν, ταύτην ποιεῖται τροφήν·
如此,肝臟接受了食物中純淨的部分後,並不以已完成的淨化與分離為滿足,而是彷彿再經過一重濾器,將其再加分離、淨化;而那彷彿沉澱、最為濃稠的渣滓,脾臟則因某些緣故將其汲取,作為自己的營養;
Thus the liver, having received the pure part of the food, is not content with the purification and separation already accomplished, but, as if through further strainers, divides and purifies it yet again; and the sediment, as it were, the thickest dregs, the spleen draws off for certain purposes and makes into its own nourishment;
1:308
τὸ δὲ πέρα τοῦ μέτρου πεφθὲν, καὶ τὴν χολώδη μεταλαβὸν ποιότητα, καὶ εἰς τὸ ὠχρὸν μεταπεσὸν σῶμα, λαμβάνει τὸ χοληδόχον ἀγ γεῖον·
而那被消化過度、轉為膽汁性質、變成淡黃色物質的部分,則由膽囊接納;
and that part which has been concocted beyond measure, and has taken on the bilious quality, and has changed into the pale substance, the gall-bladder receives;
1:309
τὸ δὲ ῥοῶδες καὶ λίαν λεπτὸν, καὶ τροφῆς ἄμοιρον, εἰς τὸ τῶν ὑγρῶν περιττωμάτων δοχεῖον χωρεῖ
而那水狀、極為稀薄、無益於營養的部分,則進入液態排泄物的容器。
and the watery part, very thin, and having no share in nourishment, passes into the receptacle of the liquid excretions.
1:310
Οὕτως ἀκραιφνῶς καθαρὰν τὴν τροφὴν ἐκεί νην γενομένην, καὶ ὁμοιωθεῖσαν τῷ ἥπατι, καὶ εἰς αἵματος μεταβᾶσαν φύσιν, ἡ κοίλη παραλαβοῦσα φλὲψ, χορηγεῖ μὲν τῇ καρδίᾳ τὴν χρείαν, ἄνεισι δὲ ἄνω, καὶ εἰς πολλὰς διασχιζομένη φλέβας, τρέφει μὲν τὸν θώρακα, τρέφει δὲ ὤμους, καὶ χεῖρας, ἀφ ικνεῖται δὲ μέχρις ὀνύχων, περιπλέκεται τῷ τραχήλῳ, καταλαμβάνει τὴν κεφαλὴν, κάτεισιν εἰς γλουτοὺς, καὶ μηροὺς, καὶ γόνατα, καὶ σκέλη, καὶ πόδας, καὶ ἁπαξαπλῶς, ἅπαν τὸ τοῦ σώματος περινοστεῖ μό ριον, καὶ οὐδὲν τῶν ζώντων μελῶν ταύτης ἀποστερεῖ τῆς ἀρδείας
如此,那食物既已變得純然潔淨,與肝臟同化,又轉化為血液的本性,腔靜脈便將其接納,供給心臟所需,再向上升,分裂成眾多血管,滋養胸部,滋養肩膀與雙手,直達指甲,纏繞頸項,遍及頭部,下行至臀部、大腿、膝蓋、小腿與雙腳,總而言之,遊遍全身每一部分,不使任何活著的肢體缺乏這灌溉。
Thus that food, having become purely clean, and having been assimilated to the liver, and having passed over into the nature of blood, the hollow vein takes up, and supplies the heart with what it needs, and rises upward, and, splitting into many veins, nourishes the chest, nourishes the shoulders and hands, reaches even to the fingernails, winds about the neck, takes hold of the head, descends to the buttocks, and the thighs, and the knees, and the legs, and the feet, and, in a word, traverses every part of the body, and deprives no living member of this irrigation.
1:311
Ὁλκοῖς γάρ τισι καὶ ὀχετοῖς ἐοίκασιν αἱ φλέβες, ἄρδειν τὸ σῶμα πεπιστευμέναι·
因為血管彷彿某些導管與渠道,受託灌溉全身;
For the veins are like certain conduits and channels, entrusted with irrigating the body;
1:312
διὸ καὶ λεπτὸν καὶ μανὸν ἔχουσι τὸν χιτῶνα, ὥστε ῥᾳδίως τὰ παρακείμενα μόρια τὴν τροφὴν ἐκεῖθεν ἀρύεσθαι·
因此它們具有薄而疏鬆的外衣,使鄰近的部分能輕易從那裡汲取營養;
and therefore they have a thin and porous tunic, so that the neighboring parts might easily draw their nourishment from there;
1:313
αἱ δ' ἀρτηρίαι, οὐ στεγανοὺς μόνον, ἀλλὰ καὶ δι πλοῦς ἔχουσι τοὺς χιτῶνας·
然而動脈的外衣不僅緊密,而且是雙層的;
but the arteries have tunics that are not only watertight, but also double;
1:314
πνεύματος γὰρ, ἀλλ' οὐχ αἵματός εἰσι δοχεῖα·
因為它們是氣息的容器,而非血液的容器;
for they are receptacles of breath, not of blood;
1:315
λεπτομερῶς δὲ καὶ ῥᾳδίως ἐκρέει τὸ πνεῦμα
而氣息因其質地精細,容易輕易外洩。
and breath, being fine in its particles, flows out readily and easily.
1:316
Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Ποιητοῦ τὴν προμήθειαν
由此可見,在這裡也顯出造物者的先見。
Behold, then, here too the Maker's forethought.
1:317
Τὰς μὲν γὰρ φλέβας, ἅτε δὴ αἷμα τοῖς μορίοις τοῦ σώματος κομιζούσας, ἀπὸ λεπτῶν ὑμένων πεποίηκε, καὶ οἷον ἀραιά τινα τῇ. τρυμαλιᾷ αὐτῇ περιβόλαια περιτέθεικε
因為血管既是將血液運送到全身各部,他便以薄膜製成它們,又為它們披上彷彿疏織一般、質地本身多孔的外衣。
For the veins, since they carry blood to the parts of the body, he made of thin membranes, and put around them coverings that are, as it were, loosely woven, porous in their very texture.
1:318
Παχυμερὲς γὰρ τὸ αἷμα, καὶ μεγάλων εἰς ἔκκρισιν δεόμενον πόρων
因為血液質地粗厚,需要較大的孔道才能滲出。
For blood is coarse in its particles, and needs large passages for its seepage.
1:319
Ἵνα τοίνυν καὶ μὴ ἅπαν ἐκρέῃ, καὶ οἷόν τινα νοτίδα τοῖς παρακειμένοις παρέχῃ μορίοις, τοιαύτην τοῖς ἀγγείοις τὴν φύσιν πεποίηκε
因此,為要使它不致全數流出,卻又能供給鄰近部分一種滋潤,他便為血管造就了這樣的本性。
So then, in order that it might not all flow out, and yet might supply a kind of moisture to the neighboring parts, he made such a nature for the vessels.
1:320
Τὰς δὲ ἀρτηρίας τὸ πνεῦμα πανταχοῦ κομιζούσας ( λεπτομερὲς δὲ τοῦτο, καὶ ῥᾳδίως φροῦδον γινόμενον), καὶ διὰ τῶν σμικροτάτων μερῶν εὐπετῶς ἐκκρινόμενον·
然而動脈是將氣息運送到全身各處的(而氣息質地精細,容易散失,即便透過最微小的孔隙也能輕易外洩)——
But the arteries, which carry breath everywhere (and this is fine in its particles, and readily lost, and easily discharged even through the very smallest openings) —
1:321
οὐ κέθ' ὁμοίως ὁ Πλάστης ἐξύφηνεν, οὐδὲ ἐξ ἑνὸς αὐτὰς μόνου χιτῶνος ἐποίησεν, ἀλλ' ἐκ δύο στεγανῶν καὶ λίαν συχνῶν
這些,塑造者並未以同樣的方式編織,也沒有只用單層外衣造它們,而是用兩層緊密、極為細密的外衣。
these the Fashioner did not weave in the same manner, nor did he make them of a single tunic only, but of two, dense and very close-woven.
1:322
Παρέθηκε δὲ ταῖς φλεψὶ τὰς ἀρτηρίας, ἵνα τῇ κινήσει τοῦ θερμοῦ πνεύματος τὸ αἷμα νυττό μενον, πανταχοῦ διατρέχῃ
他又將動脈安置在血管旁邊,使血液因溫熱氣息的運動而受到刺激攪動,得以周流全身;
And he set the arteries alongside the veins, so that the blood, being stirred by the motion of the warm breath, might run everywhere;
1:323
Οἶδε γὰρ ἡ στάσις τὴν πῆξιν ἐργάσασθαι
因為眾所周知,停滯會導致凝結——
for stagnation is known to produce coagulation —
1:324
ὠθοῦντος αὐτὸ καὶ κινεῖσθαι βιαζομένου, καὶ τὸ πνεῦμα νοτίδος ἀπολαύῃ, τέγγοντος αὐτὸ καὶ ὑγραίνοντος, καὶ ξηραίνεσθαι αὐτὸ παντελῶς οὐκ ἐῶντος
推動血液,迫使其流動;也使氣息得以享有滋潤,因血液潤澤、滋濕氣息,不容它完全乾涸。
as it pushes it and forces it to move; and so that the breath, too, might enjoy moisture, since the blood wets and moistens it, and does not allow it to become completely dried out.
1:325
ὁμοίως γὰρ ἐκείνοις ταύτης ὑπάρχομεν ἐνδεεῖς
因為我們對此的需要,正如對那些事物的需要一樣。
for we stand in need of this just as of those things.
1:326
Τό τε γὰρ δένδρον μὴ τρεφόμενον αὖον γίνεται καὶ ξηρὸν, καὶ ὁ ἄνθρωπος λιμῷ πιεζόμενος, ὡσαύτως πᾶν τὸ ὑγρὸν ἀποτίθεται, καὶ τῷ θανάτῳ παραπέμπεται
因為樹木若不得滋養,便會枯槁乾萎;人若受飢餓所迫,也同樣喪失一切水分,被交付於死亡。
For the tree, when not nourished, becomes withered and dry, and man, when pressed by hunger, likewise sheds all his moisture, and is delivered over to death.
1:327
Καθάπερ τοίνυν τὰ δένδρα, ἢ τὸν ἐκ νεφῶν ὑετὸν, ἢ τὰ ἐκ ποταμῶν καὶ πηγῶν δεχόμενα νάματα, ἕλκει μὲν διὰ τῶν ῥιζῶν τὴν νοτίδα, τρέφει δὲ τοὺς κλάδους, καὶ τὸν φλοιὸν, καὶ τὴν ἐντεριώνην, τίκτει τε φύλλα, καὶ ἄνθος φύει, καὶ πεπαίνει καρπούς·
正如樹木——無論領受來自雲層的雨水,或來自江河與泉源的水流——藉根部汲取水分,滋養枝條、樹皮與木髓,生出葉子,開出花朵,並使果實成熟;
Just as, then, trees — whether receiving the rain from the clouds, or the streams from rivers and springs — draw the moisture through their roots, and nourish the branches, and the bark, and the pith, and bring forth leaves, and put forth blossom, and ripen fruit;
1:328
οὕτω τόδε τὸ ζῶον δέχεται μὲν ἐν τῷ στόματι τὴν τροφὴν, καὶ γίνεται τοῦτο πηγὴ, ὁλκὸν δὲ ὁ οἰσοφάγος μιμεῖται, ὃν στόμαχον ὀνομάζειν εἰώθα μεν·
同樣,這活物在口中接受食物,口便成了泉源,而食道則摹仿導管的功用,即我們慣常稱之為食管的部分;
so this living creature receives food in the mouth, and this becomes a spring, while the esophagus imitates a conduit — the part we are accustomed to call the gullet;
1:329
ἡ δὲ γαστὴρ, οἷόν τις ῥίζα, ταύτην ὑποδεχο μένη, καθάπερ τινὶ τῶν κλάδων ὑποβάθρᾳ, παρα πέμπει τῷ ἥπατι
而胃如同某種根部,接納了它,便將其送往肝臟,如同送往枝條的某種支撐處。
and the stomach, like a kind of root, receiving it, sends it on to the liver, as to a kind of support for the branches.
1:330
Τὸ δὲ, οὐκ ἀνέχεται μόνον τῆς χρείας ἀπολαύειν, ἀλλὰ πᾶσι τοῖς μορίοις τοῦ σώμα. τος ταύτην διὰ τῶν φλεβῶν τὴν ἀρδείαν προσφέρει
而肝臟並不甘於獨自享用這益處,反倒藉著血管,將這灌溉分予全身各部。
And it does not consent to enjoy the benefit alone, but offers this irrigation, through the veins, to all the parts of the body.
1:331
Οὕτω τὸ σῶμα τρεφόμενον, ἐν μὲν τοῖς βρέφεσιν αὔξεται, καὶ μηκύνεται, καὶ εὐρύνεται, καὶ πρόσφο ρον κατὰ βραχὺ προσλαμβάνει τὸν ὄγκον·
如此,身體得著滋養,在嬰兒時期便逐漸生長、伸長、變寬,漸漸獲得應有的體積;
Thus the body, being nourished, in infants grows, and lengthens, and widens, and gradually takes on its due bulk;
1:332
ὅταν δὲ εἰς τὸ ὡρισμένον ἀφίκηται μέτρον, τηνικαῦτα τῆς μὲν αὔξης παύεται, τρέφεται δὲ μόνον·
但當它達到既定的尺度時,便停止生長,僅僅維持滋養。
but when it arrives at the appointed measure, then it ceases from growth, and is nourished only.
1:333
οὕτως ὁ τῶν ἁπάντων Ποιητὴς τῆς ἡμετέρας φύσεως προμηθεῖται, καὶ οὐ διαπλάττει μόνον, ἀλλὰ καὶ διατρέφων διατε λεῖ, καὶ οὐ διατρέφει μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἡμῶν κηδεμονίαν ποιεῖται
萬有的造物者也是如此為我們的本性施展先見,不僅塑造我們,也持續滋養我們;不僅滋養我們,更對我們施予其餘一切的眷顧。
thus the Maker of all things exercises forethought for our nature, and does not only form it, but continues also to nourish it, and does not only nourish it, but also exercises every other care for us.
1:334
Ἀλλὰ γὰρ ἀπορῶ, πῶς ὑμνήσω τὸν Ποιητήν·
然而,我實在不知該如何歌頌造物者;
But indeed I am at a loss how I shall hymn the Maker;
1:335
νικᾷ γὰρ τὴν διάνοιαν τῆς περὶ ἡμᾶς προνοίας ἡ ποικιλία, παραχωρεῖ πᾶς λόγος τῇ τῆς δημιουργίας σοφίᾳ, οὐδεὶς ἐξικνεῖται διαγνῶναι τὴν τῶν σωμάτων κατασκευήν
因為他為我們所施的天意之繁複多樣,勝過了人的理解;一切言辭都在創造的智慧面前退讓;無人能夠徹底洞悉身體的構造。
for the manifold variety of his providence for us overcomes the understanding, every account yields to the wisdom of the creation, no one is able to fully discern the construction of bodies.
1:336
Ἀπόχρη σοι καὶ τοῦτο μόνον εἰς ὑμνῳδίαν τοῦ κτίσαντος
單是這一點,便足以使你向創造者獻上讚歌。
Let even this alone suffice you for a hymn to the Creator.
1:337
Οὐκ εἰς γῆν διακύπτεις τοῖς ἀλόγοις παραπλησίως, οὐδ' εἰς γαστέρα διανεύεις κατὰ τοὺς χοίρους·
你不像無理性的動物那樣俯首向地,也不像豬那樣低頭向著肚腹;
You do not stoop toward the earth like the irrational animals, nor bend down toward your belly like the swine;
1:338
ἀνά βλεψον μόνον, καὶ βλέπε τὴν πρόνοιαν
只需仰首而觀,便可見天意。
only look up, and behold providence.
1:339
Ὄρθιον σὲ μόνον τῶν ζώων ἐδημιούργησεν, ἐπὶ δύο ποδῶν ὀχούμενον, καὶ τούτων δὲ ἕκαστον, οὐκ ἐξ ἑνὸς πε ποίηκε κώλου, ἀλλ' ἐκ τριῶν συνέθηκε, καὶ εἰς τρεῖς ἁρμονίας ἐνέδησε·
他在眾動物中,唯獨造你直立,以雙腳行走;而這雙腳的每一隻,他也不是只用單一肢節造成,而是由三節組合而成,並結成三個關節;
He alone created you upright among the animals, borne upon two feet; and each of these he made not of a single limb, but composed of three, and bound into three joints;
1:340
καὶ τὴν μὲν τῷ ἰσχίῳ συνήρμοσε, τὴν δὲ τοῖς γόνασι συνέφυσε, τὴν ἑτέραν δὲ τοῖς ἀστραγάλοις ἐπίστευσε
其中一節接合於髖部,另一節連於膝蓋,再一節則委於腳踝。
and the one he fitted to the hip, the other he joined to the knee, and yet another he entrusted to the ankle.
1:341
Καὶ νεύροις ἰσχυροῖς τὰς ἁρμονίας συνέσφιγξε, καὶ μυσὶ τὰς ἑκουσίους κινή σεις ἐνέφυσε·
又以堅韌的筋腱將關節緊緊束合,以肌肉植入自主的運動;
And with strong sinews he bound the joints tightly together, and with muscles he implanted the voluntary movements;
1:342
καὶ οὔτε χαλαρὰ λίαν, οὔτε πάλιν κο μιδῇ τεταμένα πεποίηκε τὰ δεσμά·
他所造的結締既不過於鬆弛,也不過於緊繃;
and he made the bonds neither too slack, nor again utterly taut;
1:343
τὰ μὲν γὰρ, παντάπασιν ἀφῃρεῖτο τὴν κίνησιν, τὰ δὲ, διαφεύγειν καὶ διολισθαίνειν ἀλλήλων ἐποίει τὰ ἄρθρα
因為過緊會全然剝奪運動,過鬆則會使關節彼此滑脫、脫臼。
for the one would altogether remove motion, while the other would make the joints slip and dislocate from one another.
1:344
Ὅρα δὲ καὶ ἕτερον κηδεμονίας εἶδος
再看另一種眷顧的形式。
Behold also another kind of care.
1:345
Ἵνα γὰρ μὴ δυσχεραίνῃς ἐπὶ γυμνῶν τῶν ἄρθρων καθήμενος, ἀλλ' ἐπ' ἐδάφους καὶ λίθου τὴν καθέδραν ποιούμενος ἄλυπος διαμένῃς, οἷόν τινά σοι στρωμνὴν αὐ τοφυῆ τὸ τῶν γλουτῶν περιτέθεικε σῶμα·
為要使你不致因坐在裸露的關節上而感到不適,反而即便坐在地面或石頭上也能安然無苦,他便為你配備了臀部的肉,作為你天然的臥墊;
For in order that you might not be distressed sitting upon your bare joints, but might remain free from pain even when you make your seat upon the ground or a stone, he has provided you with the flesh of the buttocks as a kind of natural cushion of your own;
1:346
γὰρ αἰσθάνῃ τῶν δωρεῶν, ἀλλὰ μέμηνας καὶ λυττᾷς κατὰ τῆς οὕτω προμηθου μένης σου σοφίας
因為你確實察覺這些恩賜,卻仍對這樣眷顧你的智慧發狂、咆哮。
for you do perceive these gifts, yet you rage and rave madly against the wisdom that thus cares for you.
1:347
Καὶ ὁ μὲν κύων ἐπιγινώσκει τὸν τρέφοντα, καὶ παρόντι προσεδρεύει, καὶ ἀπόντα ποθεῖ, καὶ ἐπανιόντι δείκνυσι τὴν ἡδονὴν, χαλῶν τὰ ὦτα, καὶ τὴν κέρκον σείων, καὶ τὴν ὑποταγὴν ση μαίνων, καὶ τὴν δουλείαν ὁμολογῶν, καὶ τὴν εὐερ γεσίαν παραδηλῶν, καὶ ταῦτα ἀλογίᾳ δουλεύων, καὶ λόγου παντὸς ἐστερημένος, τῷ δὲ χρόνῳ, καὶ τῷ ἔθει, καὶ συχναῖς εὐεργεσίαις, ἀγνῶτος καὶ γνωρίμου, καὶ φίλου καὶ ἐπιβούλου τὸ διάφορον μανθάνων
狗能認得餵養牠的人,主人在場時便隨侍在側,主人不在時便思念渴慕,主人歸來時便顯出喜悅,垂下雙耳,搖動尾巴,表示順服,承認自己的臣服,並清楚顯明所受的恩惠——這一切,牠雖服於無理性,毫無理性可言,卻仍藉著時間、習慣與屢屢的恩惠,學會分辨陌生與熟識、朋友與圖謀不軌者之間的差異。
And the dog recognizes the one who feeds it, and attends upon him when present, and longs for him when absent, and shows its delight when he returns, dropping its ears, and wagging its tail, and signifying its subjection, and confessing its servitude, and indicating clearly the benefaction it has received — and this while enslaved to irrationality, and deprived of all reason, yet learning, by time and habit and frequent benefactions, the difference between the unknown and the familiar, and between friend and schemer.
1:348
Σὺ δὲ, λόγου μετέχων, καὶ νοῦν ἡγεμόνα λαβὼν, τὸν ὑπόπτερον, τὸν καὶ τῶν ὁρωμένων ἁπάντων ὀξύτε ρον
但你,既有分於理性,又領受了心智作為引導——那有翼的心智,比一切所見之物更為敏銳——
But you, who partake of reason, and have received as your guide the mind — winged, and keener than all things that are seen —
1:349
Ἥλιος μὲν γὰρ ἐν ἡμέρᾳ μιᾷ τῆς οἰκουμένης διατρέχει τὸν δίαυλον, ὁ δὲ, ἅμα τε νεύει καὶ τὴν οἰκουμένην περινοστεῖ, καὶ τῶν οὐρανῶν ἐφ ικνεῖται τῇ φαντασίᾳ, καὶ τούτους ὑπερβαίνει, καὶ Θεὸν ὡς δύναται κατοπτρίζεται, καὶ τῶν ἀγγέλων τὰς ἀπείρους θεωρεῖ μυριάδας, καὶ τῶν ἀρχαγγέλων. τὰς χιλιάδας, πολυπραγμονεῖ τὰ ὑπὸ γῆν, ἐπέκεινα τούτων ὑπερβαίνειν φιλονεικεῖ μὲν, οὐ δύναται δέ·
太陽在一日之內跑完普天下的往返路程,而心智卻在同一瞬間,既轉眼四顧,又遊歷普天下,並以想像抵達諸天,甚至超越諸天,盡其所能地彷彿於鏡中觀看神,又觀照天使無數的萬萬千千,以及大天使的千千萬萬;它探究地底之下的事物,又極力想要超越這一切,卻力不能及;
For the sun runs the double-course of the inhabited world in a single day, but the mind, in the same moment, both turns its gaze and travels round the inhabited world, and reaches the heavens in its imagination, and passes beyond them, and, as far as it is able, beholds God as in a mirror, and contemplates the infinite myriads of angels, and the thousands of archangels; it busies itself with the things beneath the earth, and strives to pass beyond even these, yet it is not able;
1:350
ὅρον γὰρ ἔχει τῆς φαντασίας ἃ μεμάθηκεν εἶναι
因為它想像的極限,就是它所曾認知存在的事物。
for it has as the limit of its imagination whatever it has learned to exist.
1:351
Τοῦτον ἔχων ἡγεμόνα, καὶ κυβερνήτην, καὶ ἡνίοχον, τῶν θείων δωρεῶν οὐκ αἰσθάνῃ·
你雖以此為統帥、舵手與馭者,卻不察覺神聖的恩賜;
Though you have this one as your leader, and pilot, and charioteer, you do not perceive the divine gifts;
1:352
οὐ λογίζῃ τῶν εὐερ γεσιῶν τὸ πλῆθος, ἀλλ' ἐπιμένεις ἀχαριστῶν·
你不思量恩惠之繁多,反而一味忘恩負義;
you do not reckon the multitude of benefactions, but persist in being ungrateful;
1:353
καὶ τοσούτων σοι διδασκάλων προκειμένων, μαθεῖν οὐκ ἐθέλεις τὰ τῆς Προνοίας στοιχεῖα
縱然有這麼多的教師擺在你面前,你仍不願學習天意的基本道理。
and though so many teachers are set before you, you are unwilling to learn the elements of Providence.
1:354
Ὅρα μή σε παν τελῶς ἀτημέλητον καταλίπῃ, καὶ τῇ πείρᾳ μάθῃς προνοίας, καὶ κηδεμονίας, καὶ ἐρημίας διαφοράν
當心,免得天意全然棄你於不顧,讓你憑親身經歷,學得天意、看顧與孤苦無依三者的分別。
Take heed lest it abandon you utterly uncared-for, and you learn by experience the difference between providence, and guardianship, and desolation.
1:355
Βλέπε δή μοι τὴν ῥάχιν, ἀπὸ μὲν τοῦ πλατέος ὀστοῦ τοῖς γλουτοῖς ἐπικειμένου τὴν ἀρχὴν ἔχουσαν, μέχρι δὲ τραχήλου διήκουσαν, καὶ κίονι παραπλησίως στεγανῷ, καὶ ἐκ σπονδύλων πολλῶν συγκειμένῳ, τήν τε κοιλίαν φέρουσαν, καὶ ὤμους, καὶ χεῖρας, καὶ αὐχένα, καὶ κεφαλήν
請看那脊柱:它始於平置在臀部之上的寬闊骨頭,一直延伸到頸部,宛如一根堅實的柱子,由眾多椎骨組成,承載著腹部、雙肩、雙臂、頸項與頭顱。
Look now, I bid you, at the spine: it has its beginning from the broad bone lying upon the buttocks, and extends as far as the neck, like a solid column composed of many vertebrae, bearing the belly, and the shoulders, and the arms, and the neck, and the head.
1:356
Ἐπειδὴ γὰρ οὐδὲν ἔξωθεν ὀστοῦν ὁ Ποιητὴς τῇ κοιλίᾳ περιτέθεικεν, ἵνα τὴν τροφὴν ὑποδεχομένη εὐρύνηται ῥᾳδίως, καὶ τὸν ἀρ κοῦντα τοῖς σιτίοις ὄγκον ἐργάζηται, ὄπισθεν αὐτὴν ἡ ῥάχις ὑπερείδει
因為造物主並未在腹部外側安置任何骨骼,好使腹部在接受食物時能輕易擴張,形成足以容納食物的體積;脊柱便從後方支撐著它。
For since the Maker set no bone around the belly on the outside, so that in receiving food it might easily expand and produce a bulk sufficient for the food, the spine supports it from behind.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。