📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 宗教史(敘利亞苦修者傳)

宗教史(敘利亞苦修者傳) 第 1 章 第 1/13 段

希臘文原文.147 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:147(全章共 2368 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Ὁρώμενα γὰρ τὰ ἐπαινούμενα ἀξιόκτητά τε φαίνεται καὶ ἀξιέραστα γίνεται, καὶ πρὸς τὴν κτῆσιν ἐπείγει τοὺς θεατάς
凡受讚譽之事物,一經目睹,便顯得值得擁有,且令人心生愛慕,並促使觀者急欲據為己有。
For things that are praised, when seen, appear worthy of possession and become worthy of love, and urge on the viewers toward acquiring them.
1:2
Φέρει δὲ ὅμως ὄνησιν οὐ μετρίαν τῶν τοιούτων κατορθωμάτων καὶ τὰ διηγήματα, παρὰ τῶν εἰδότων ταῖς τῶν οὐκ εἰδότων ἀκοαῖς προσφερόμενα
然而,此類美德功業的敘述,經知情者傳予不知情者之耳,亦能帶來不小的裨益。
But nevertheless, accounts of such achievements also bring no small benefit, when brought by those who know them to the ears of those who do not.
1:3
Πιστοτέραν μὲν γὰρ τῆς ἀκοῆς εἶναι τὴν ὄψιν φασί τινες·
誠然有人說,視覺較聽覺更為可信;
For some say that sight is more trustworthy than hearing;
1:4
πείθεται δὲ ὅμως καὶ ἀκοὴ τῇ τῶν λεγόντων ἀληθείᾳ κρίνουσα τὰ λεγόμενα
然而聽覺仍憑藉言說者的真實性來判斷所言之事,因而信服。
yet hearing too is persuaded, judging the things said by the truthfulness of those who speak them.
1:5
Καθάπερ γὰρ γλυκύτητι καὶ πικρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ποιότησι γλῶττά τε καὶ ὑπερῴα δικάζειν πεπίστευται καὶ κατὰ ταὐτὸν τὴν ψῆφον ἐκφέρου σιν, οὕτως ἀκοὴ τὴν τῶν λόγων ἐνεχειρίσθη διάγνωσιν, καὶ τοὺς ὄνησίν τινα φέροντας τῶν βλαβερῶν ἀποκρίνειν ἐπίσταται
正如舌與上顎被信賴以判別甘甜、苦澀及其他類似性質,並據此作出裁斷,同樣地,聽覺也被託付以判別言辭的職責,且深知如何從有害之言中辨別出能帶來某種益處的言辭。
For just as tongue and palate are entrusted to judge sweetness and bitterness and the other such qualities, and render their verdict accordingly, so hearing has been entrusted with the discernment of words, and knows how to distinguish those that bring some benefit from those that are harmful.
1:6
Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἷόν τις ἀχλὺς ἐπιπατ τομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης
倘若那些有益敘事的記憶能保持不被侵蝕,倘若遺忘的損害不致如迷霧般籠罩、使其漸趨模糊,那麼將此類事蹟筆錄成文,原本自是多餘而累贅之事,因為由此而來的益處,本可極其輕易地傳至後世之人。
Now if the memory of beneficial accounts remained inviolate, and the ravage of forgetfulness, spreading like a kind of mist, did not render it faint, it would surely be superfluous and redundant to record such things in writing, since the benefit derived from them would pass quite easily even to those who would come afterward.
1:7
Ἐπειδὴ δὲ ὁ χρόνος λωβᾶται μὲν σώμασι γῆρας ἐπιφέρων καὶ θάνατον, λωβᾶται δὲ κατορθώμασι λήθην ἐμποιῶν καὶ τὴν μνήμην ἀμβλύνων, οὐκ ἄν τις ἡμῖν εἰκότως νεμεσήσειε τῶν φιλοθέων ἀνδρῶν τὴν πολιτείαν συγγράφειν ἐπιχει ροῦσιν
然而,既然時間既損毀肉身,帶來衰老與死亡,又損毀功業,滋生遺忘、鈍化記憶,那麼,若有人著手撰述愛神之人的修行生活,理當無人會理直氣壯地對我們心生不滿。
But since time ravages bodies, bringing old age and death, and ravages achievements too, producing forgetfulness and blunting memory, no one could reasonably be indignant at us for undertaking to record in writing the way of life of men who love God.
1:8
Ὥσπερ γὰρ οἱ τὰ σώματα θεραπεύειν πεπιστευμένοι φάρμακα κατασκευάζουσι, τῇ νόσῳ πολεμοῦντες καὶ τοῖς κάμνουσιν ἐπαμύνοντες, οὕτως ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία, οἷόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπίβουλον καὶ μνήμης ἐπίκουρον
正如受託照料身體者調製藥物,與疾病交戰、援助病患,同樣地,此類著述的勤勉努力,也成為某種祛害的良藥,是遺忘的敵手、記憶的助力。
For just as those entrusted with the care of bodies prepare remedies, warring against disease and coming to the aid of the sick, so the diligent labor of this kind of writing becomes, as it were, a remedy warding off harm, hostile to forgetfulness and an ally to memory.
1:9
Πῶς γὰρ οὐκ ἄτοπον, ποιητὰς μὲν καὶ συγγραφέας τὰς ἐν πολέμοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆσαι καὶ τούτων ἀνάγραπτον τὴν μνήμην καταλιπεῖν, ἄλλους δέ τινας εἰς κωμῳδίαν καὶ γέλωτα καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιϊδεῖν λήθῃ παραδιδομένους ἄνδρας ἐν σώματι θνητῷ τε καὶ παθητῷ ἀπάθειαν ἐπιδεδειγμένους καὶ τὴν ἀσώματον φύσιν ἐζηλωκότας; Ποίαν δὲ οὐκ ἂν δικαίως τίσαιμεν δίκην τῶν ἀξιαγάστων τούτων ἀγώνων περιορῶντες ἀμαυρουμένην τὴν μνήμην; Εἰ γὰρ αὐτοὶ τῶν πάλαι γεγενημένων ἁγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαντες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλαψαν μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμαξάμενοι, οἷόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στήλας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον τούτων γεραίροντες βίον;. Καὶ ταῦτα τῶν ἐν Ὀλυμπιάσιν ἀγωνιζομένων ἀθλητῶν τε καὶ παγκρατιαστῶν εἰκόσι τιμωμένων καὶ μέντοι κἀν ταῖς ἱπποδρομίαις τῶν νικηφόρων ἀναφαινομένων ἡνιόχων τοῦτο αὐτὸ δεχομένων τὸ γέρας
詩人與史家既記述戰爭中的英勇事蹟,悲劇作家亦將深藏之災禍公然搬演為悲劇,且為之留下筆錄的記憶;又有人耗費筆墨於喜劇與笑謔——若如此,我們竟坐視那些身處必死且能受苦的肉身之中、卻展現出不動情之德、且效法無形之本性的人被交付於遺忘,豈非荒謬之事?倘若我們坐視這些令人敬佩的競賽之記憶趨於暗淡,我們豈能不受應得之懲罰?昔日之人本身,若曾效法在他們以前聖徒的至高哲學,並非以青銅與文字鐫刻其記憶,而是摹印其全部德行,使自己成為那些聖徒栩栩如生的形像與紀念碑;那麼,我們若連文字都不用以尊崇這些令人傳頌之生平,又怎能理直氣壯地獲得寬恕?何況那些在奧林匹克競賽中角逐的運動員與角力士,尚且以雕像受人尊崇,甚至賽馬場上凱旋而歸的馭者,也同樣獲此殊榮。
For how would it not be absurd that poets and writers have recorded feats of valor in wars, and tragedians have openly made tragedy of well-hidden misfortunes and left a written memorial of them, and certain others have spent their words on comedy and laughter, while we should overlook men being handed over to oblivion who, in a mortal and passible body, have displayed impassibility and have emulated the incorporeal nature? What penalty would we not justly pay, if we allowed the memory of these admirable contests to be obscured? For if the men of old themselves, having emulated the utmost philosophy of the saints before them, did not engrave their memory in bronze and letters, but by imprinting all their virtue made themselves, as it were, living images and monuments of those saints, what pardon could we reasonably obtain, if we do not even honor with letters their celebrated life? And this, when athletes and pankratiasts competing at the Olympic games are honored with statues, and moreover, when victorious charioteers appearing in the horse-races receive this very same honor.
1:10
Οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ γυναικώδεις ἄνδρας καὶ θηλυδρίας καὶ ἀμφιβόλους εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, οἱ τῆς τούτων θεωρίας φιλοθεάμονες ταῖς σανίσιν ἐγγράφουσιν, ἐπὶ πλεῖστον αὐτῶν τὴν μνήμην διαρκέσαι φιλονεικοῦντες, καίτοι τῆς μνήμης λώβην ταῖς ψυχαῖς, οὐκ ὄνησιν ἐμποιούσης·
不僅這些人,就連那些陰柔的男子、女態之人,以及性別難辨、無論是男是女之人,那些醉心於觀賞其表演之人,也將其繪於畫板之上,爭相使其記憶盡可能長久留存——儘管此種記憶只會為靈魂帶來損害,而非益處;
And not only these, but also effeminate men and womanish creatures and persons of ambiguous sex, whether they be men or women, those fond of watching their spectacle inscribe them upon panels, striving that their memory should endure as long as possible—although such memory produces ruin, not benefit, for souls.
1:11
Καὶ ἐπειδὴ θνητὴν οὖσαν ὁ θάνατος τὴν φύσιν ληΐζεται, χρώματα κεραννύντες καὶ τὰ ἐκείνων ταῖς σανίσιν ἐντιθέντες ἰνδάλματα, πολλῷ τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν μνήμην σοφίζονται
而且,既然死亡掠奪了他們必死的本性,人們便調和顏料,將其肖像置於畫板之上,藉此謀求使其記憶遠比其生命更為長久。
And since death plunders their mortal nature, by mixing colors and setting their likenesses upon panels, they contrive that their memory should become far longer-lived than their life.
1:12
Ἡμεῖς δὲ βίον μὲν συγγράφομεν φιλοσοφίας διδάσκαλον καὶ τὴν ἐν οὐρανοῖς πολιτείαν ἐζηλωκότα·
然而我們所撰述的,乃是一種教導哲學、且效法天上生活方式的生平;
But we are writing a life that teaches philosophy and has emulated the way of life in the heavens;
1:13
ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα τοῖς ἀγνοοῦσιν ἐπιδείκνυμεν, ἀλλὰ τῶν ἀοράτων ψυχῶν τὰς ἰδέας σκιογραφοῦμεν, καὶ πολέμους ἀθεάτους καὶ συμπλοκὰς ἀφανεῖς ἐπιδείκνυμεν
我們所描繪的並非肉身的形貌,也不是向不知情者展示其外在形像,而是以素描勾勒不可見的靈魂之形,並展現肉眼不可見的戰爭與隱而不顯的搏鬥。
and we paint not the features of bodies, nor do we display their impressions to those who do not know them, but we sketch in outline the forms of invisible souls, and we display unseen wars and hidden struggles.
1:14
Τοιαύτην γὰρ αὐτοῖς καὶ τὴν παντευχίαν ὁ τῆς φάλαγγος αὐτῶν στρατηγὸς καὶ πρόμαχος περιτέθηκε Παῦλος·
因為,這支陣列的將領與前鋒保羅,正是為他們配備了如此的全副軍裝;
For such was the full armor that Paul, the general and champion of their battle-line, put upon them;
1:15
Ἀναλάβετε γάρ, φησι, τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι
他說:「你們要穿戴上神的全副軍裝,好在磨難的日子抵擋得住,並且成就了一切,還能站立得住。」
"Take up," he says, "the whole armor of God, that you may be able to withstand in the evil day, and having done all, to stand."
1:16
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλα βόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ. Ταύτην αὐτοὺς τὴν πανοπλίαν ἐνδύσας εἰς τοὺς ἀγῶνας εἰσήγαγεν
「所以要站立得穩,用真理當作帶子束腰,穿上公義為護心鏡,把預備好的和平福音當作鞋穿在腳上;此外,又拿信德當作盾牌,可以滅盡那惡者一切的火箭;並戴上救恩的頭盔,拿著聖靈的寶劍,就是神的話。」保羅使他們穿戴上這全副軍裝,領他們投入戰鬥。
"Stand therefore, having girded your loins with truth, and having put on the breastplate of righteousness, and having shod your feet with the preparation of the gospel of peace; above all, taking up the shield of faith, with which you will be able to quench all the fiery darts of the evil one, and take the helmet of salvation, and the sword of the Spirit, which is the word of God." Having clothed them with this armor, he led them into the contests.
1:17
Τοιαύτη γὰρ καὶ τῶν πολεμίων ἡ φύσις, ἀσώματος, ἀόρατος, ἀφανῶς ἐπιοῦσα, κρύβδην ἐπιβουλεύουσα, λοχῶσα καὶ ἐξαπιναίως προσβάλλουσα
因為敵人的本性正是如此:無形、不可見,隱蔽而來,暗中設謀,埋伏而出,突然襲擊。
For such too is the nature of the enemies: incorporeal, invisible, attacking unseen, plotting in secret, lying in ambush and assaulting suddenly.
1:18
Καὶ τοῦτο διδάσκων αὐτὸς οὗτος ὁ στρατηγὸς ἔλεγεν·
教導此事的,正是這位將領本人,他說:
And teaching this, this same general said:
1:19
Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμο κράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἀλλ' ὅμως καὶ τοιούτους ἔχουσα τοὺς ἀντιπάλους ἡ τῶν ἁγίων τούτων συμμορία, μᾶλλον δὲ τούτων ἕκαστος ὑπὸ τοσούτων καὶ τοιούτων πολεμίων κυκλούμενος–οὔτε γὰρ κοινῇ πᾶσιν ἐπῄεσαν, ἀλλὰ νῦν μὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσέβαλλον–οὕτω λαμπρὰν ἀνεδήσαντο νίκην ὡς τοὺς μὲν ἀντιπάλους δραπετεῦσαι, τούτους δὲ κατὰ κράτος διῶξαι, καὶ τρόπαιον ἐγεῖραι μηδενὸς ἐμποδὼν γενομένου
「因我們並不是與屬血氣的爭戰,乃是與那些執政的、掌權的、管轄這幽暗世界的,以及天空屬靈氣的惡魔爭戰。」然而,儘管這群聖徒的隊伍面對如此的敵手——更確切地說,他們每一人皆被如此眾多且如此的敵人所包圍(因為敵人並非同時齊攻眾人,而是此刻攻此人、彼刻攻彼人)——他們仍贏得如此輝煌的勝利,以致敵手潰逃,他們則乘勝追擊,並在無人阻擋之下豎立起凱旋的戰利品。
"For our struggle is not against blood and flesh, but against the principalities, against the powers, against the world-rulers of the darkness of this age, against the spiritual forces of evil in the heavenly places." But nevertheless, though the company of these saints had such adversaries—or rather, though each one of them was surrounded by so many and such enemies (for they did not attack all in common, but assailed now this one, now that one)—they won so brilliant a victory that the adversaries fled, while they themselves pursued them by force, and raised up a trophy, with none standing in their way.
1:20
Παρεῖχε δὲ αὐτοῖς τὴν νίκην οὐχ ἡ φύσις–θνητὴ γὰρ αὕτη, καὶ παθῶν μυρίων ἀνάπλεως–, ἀλλ' ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη
賜予他們勝利的並非本性——因為本性乃是必死的,且充滿無數情慾——而是他們的心志,這心志吸引了神聖的恩典。
It was not nature that furnished them the victory—for that is mortal, and full of countless passions—but their resolve, which drew to itself the divine grace.
1:21
Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀπο στολικῶς εἰπεῖν, τὸ σῶμα πιέσαντες καὶ δουλαγωγήσαντες τὰς μὲν τοῦ θυμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμιῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν
因為他們成為神聖美善的熱切戀慕者,甘願為所愛者行一切事、受一切苦,故能勇敢地承受情慾的叛動,堅忍地擊退魔鬼如雪片般紛飛的箭矢;且如使徒所言,藉著壓制身體、使其臣服,遂平息了怒氣的炙焰,並迫使情慾的狂亂歸於平靜。
For having become fervent lovers of the divine beauty, and having gladly chosen to do and suffer all things for the sake of the beloved, they bore nobly the insurrection of the passions, and steadfastly repelled the volleys of the devil's darts, and, to speak in the apostle's words, having pressed down the body and brought it into subjection, they calmed the inflammations of anger, and compelled the rabid fury of desires to keep still.
1:22
Ἀπαστίᾳ δὲ καὶ χαμευνίᾳ οὕτω τὰ πάθη κοιμήσαντες καὶ τὰ τούτων σκιρτήματα καταπαύσαντες, σπείσασθαι τὸ σῶμα πρὸς τὴν ψυχὴν κατηνάγκασαν, καὶ τὸν ἔμφυτον τούτων κατέ λυσαν πόλεμον
藉著禁食與臥地而眠,他們如此使情慾沉睡、平息其躁動,強令身體與靈魂締結和約,並終結了二者之間與生俱來的戰爭。
By fasting and sleeping on the bare ground, having thus lulled the passions to sleep and stilled their leapings, they compelled the body to make a truce with the soul, and dissolved the war innate between them.
1:23
Οὕτω δὲ αὐτοῖς τὴν εἰρήνην βραβεύσαντες, ἅπαν τῶν ἐναντίων τὸ στῖφος ἐξήλασαν
他們如此為自己裁定了和平,遂驅散了敵方的全部隊伍。
And having thus adjudicated peace for themselves, they drove out the whole host of their adversaries.
1:24
Τοὺς γὰρ τὰ ἔνδον προϊεμένους λογισμοὺς οὐκ ἔχοντες καὶ τῆς τῶν ἀνθρωπίνων μελῶν συνεργίας ἐστερημένοι, πολεμεῖν οὐκ ἠδύναντο
因為敵人既不能得逞於那些不再從內裡洩露的思慮,又被剝奪了人體諸肢體的協助,便無法再興戰事。
For not having the inner thoughts that betray one from within, and being deprived of the cooperation of the human members, the enemies were unable to make war.
1:25
Βέλεσι γὰρ καθ' ἡμῶν ὁ διάβολος τοῖς ἡμετέροις μέλεσι κέχρηται
因為魔鬼正是用我們自己的肢體作為攻擊我們的箭矢。
For the devil uses our own members as arrows against us.
1:26
Ὀφθαλμῶν γὰρ μὴ δελεαζομένων, μηδὲ ἀκοῶν καταθελγομένων, μηδὲ γαργαλιζομένης ἁφῆς, μηδὲ τοῦ νοῦ τὰ πονηρὰ δεχομένου βουλεύματα, μάταιος τοῖς ἐπι βουλεύουσιν ἡ σπουδή
當眼睛不受誘惑、耳朵不被迷惑、觸覺不受撩撥、心智不接納邪惡的圖謀時,圖謀者的一切努力便屬徒然。
For when the eyes are not enticed, nor the ears bewitched, nor the touch tickled, nor the mind receiving wicked designs, the zeal of those who plot is in vain.
1:27
Ὥσπερ γὰρ πόλιν ἐφ' ὕψους ᾠκοδομημένην καὶ περιβόλοις ὀχυροῖς περιτετειχισμένην καὶ φάραγξι βαθείαις πάντοθεν κυκλουμένην, οὐκ ἄν τις ἕλοι πολέμιος, μή τινος τῶν ἔνδον προϊεμένου καὶ πυλίδας τινὰς ὑπανοίγοντος, οὕτως ἀδύνατον τοῖς ἔξωθεν πολεμοῦσι δαίμοσι τῆς ὑπὸ τῆς θείας χάριτος κυκλουμένης περιγενέσθαι ψυχῆς, εἰ μή τινος λογισμοῦ ῥᾳστώνη πυλίδα τινὰ τῶν ἐν ἡμῖν αἰσθητηρίων ἀνοίξειε καὶ ταύτης εἴσω τὸν πολέμιον δέξαιτο
正如一座建於高處、四周有堅固城牆環繞、又被深谷團團圍住的城池,若非城內有人洩露、暗自開啟某道小門,敵人斷難攻陷;同樣地,那些從外交戰的邪魔,若非因某種思慮的鬆懈而開啟我們感官中的某道小門、放敵人由此門進入,便絕無可能勝過那被神聖恩典所環繞的靈魂。
For just as no enemy could capture a city built upon a height, walled about with strong ramparts, and surrounded on every side by deep ravines, unless someone from within betrayed it and secretly opened some small gate, so it is impossible for demons warring from without to overcome a soul encircled by divine grace, unless the laxity of some reasoning should open some small gate among our senses and admit the enemy within through it.
1:28
θείας πεπαιδευμένοι γραφῆς οἱ παρ' ἡμῶν εὐφημούμενοι καὶ ἀκούσαντες τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος ὡς ἀνέβη θάνατος διὰ τῶν θυρίδων, οἷόν τισι μοχλοῖς καὶ κλείθροις, τοῖς θείοις νόμοις τὰ αἰσθητήρια κλείσαντες, τῷ νῷ τὰς τούτων ἐνεχείρισαν κλεῖς·
那些為我們所稱頌的人,既受過神聖經文的教導,又聽聞神藉先知所言:死亡是從窗戶爬上來的——他們便以神聖的律法為門閂與鎖具,封閉諸感官,並將其鑰匙交付於心智;
Having been trained in the divine Scripture, those whom we celebrate, and having heard God saying through the prophet that death came up through the windows, closed the senses with the divine laws as with bars and bolts, and entrusted the keys of these to the mind;
1:29
καὶ οὔτε γλῶττα ἀνεῴγνυ τὰ χείλη, τοῦ νοῦ μὴ κελεύοντος, οὔτε κόρη μὴ ἐπιτρεπομένη προ κύπτειν τῶν βλεφάρων ἠνείχετο·
於是,若非心智下令,舌頭便不開啟雙唇;瞳仁若不獲准,也不敢從眼瞼之下窺探;
and neither did the tongue open the lips, when the mind did not command it, nor, when not permitted, did the pupil endure to peep forth from beneath the eyelids;
1:30
ἀκοὴ δὲ βλεφάροις ἢ χείλεσιν ἀποτειχίσαι μὴ δυναμένη τὴν εἴσοδον, τοὺς ἀνονή τους ἀπεωθεῖτο τῶν λόγων, κἀκείνους μόνους ἐδέχετο, οἷς ὁ νοῦς ἐπετέρπετο
而聽覺既無法以眼瞼或雙唇阻斷其入口,便只得拒斥一切無益的言辭,唯獨接納心智所喜悅的言語。
and hearing, unable to wall off its entrance by means of eyelids or lips, thrust away unprofitable words, and received only those in which the mind took delight.
1:31
Οὕτω τὴν ὄσφρησιν ἐπαίδευσαν μὴ τὰ εὐώδη ποθεῖν, ἅτε δὴ χαυνοῦν καὶ χαλᾶν πεφυκότα
他們如此教導嗅覺,不再貪慕香氣,因為香氣天生使人鬆弛懈怠。
Thus they trained the sense of smell not to long for fragrant things, since these by nature enervate and relax.
1:32
Οὕτω τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν καὶ τοιαῦτα λαμβάνειν ἐδίδαξαν οἷα οὐχ ἡδονήν, ἀλλὰ χρείαν ἐπλήρου, καὶ ταῦτα τοσαῦτα ὅσα τὸν ἐκ λιμοῦ κωλύειν ἠδύνατο θάνατον
他們如此驅逐了腹中的飽足感,教導其只領受能滿足需要、而非滿足快感的食物,且僅取足以防止飢餓致死的分量。
Thus they drove satiety from the belly, and taught it to take such food as fulfilled not pleasure but need, and that much only as could prevent death from starvation.
1:33
Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυραννίδα κατέλυσαν καί, τὰ βλέφαρα τῆς τούτου δουλείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ τοῦ δουλεύειν ἐπαίδευσαν καὶ δέχεσθαι τὴν παρ' αὐτοῦ χρείαν, οὐχ ὅταν αὐτὸς ἐπίῃ, ἀλλ' ὅταν αὐτοὶ καλῶσιν εἰς βραχεῖαν ἐπικουρίαν τῆς φύσεως
他們如此推翻了睡眠甜美的暴政,使眼瞼從其奴役中得釋放,教導其掌控而非受制於睡眠,並且不是在睡眠自行來襲時才接納其服事,而是在他們自己召喚、以求本性得片刻扶助之時才接受。
Thus they dissolved the sweet tyranny of sleep, and, freeing the eyelids from its bondage, taught them to rule rather than to serve, and to receive sleep's service not whenever sleep itself came upon them, but whenever they themselves called it in for a brief support of nature.
1:34
Οὕτω τοιγαροῦν τῆς τῶν τειχῶν καὶ τῶν πυλῶν φρον τίσαντες φυλακῆς καὶ τοῖς ἔνδον λογισμοῖς τὴν ὁμόνοιαν πρυτανεύσαντες, τοὺς ἔξωθεν ἐπιόντας ἀντιπάλους ἐγέλων, ἐπεισιέναι μὲν βίᾳ διὰ τὴν τῆς θείας χάριτος οὐ δυναμένους ἀσφάλειαν, οὐδένα δὲ προδότην εὑρίσκοντας εἰσδέχεσθαι τοὺς δυσμενεῖς προαιρούμενον·
他們就這樣,既謹守城牆與城門的防衛,又在內心諸般思慮之間統理和睦,遂嘲笑那些從外進攻的敵手——他們因神聖恩典的保障而無法強行攻入,又找不到任何願意作內奸、引敵入內之人;
Thus, then, having taken care for the guarding of the walls and gates, and having presided over concord among the inner reasonings, they laughed at the adversaries attacking from without, who were unable to force their way in because of the security of divine grace, and who found no traitor willing to admit the enemy;
1:35
καὶ τὴν φύσιν ἀόρατον ἔχοντες οἱ πολέμιοι, σώματος ὁρωμένου καὶ ταῖς τῆς φύσεως ἀνάγκαις ὑποκειμένου, κρατεῖν οὐκ ἠδύναντο
而敵人雖擁有不可見的本性,卻無法制伏一具可見、且受制於本性必然律的肉身。
and the enemies, though possessing an invisible nature, could not gain mastery over a body that was visible and subject to the necessities of nature.
1:36
Ὁ γὰρ ἡνίοχος τούτου, καὶ μουσικὸς, καὶ κυβερνήτης, ἄριστα μὲν κατέχων τὰς ἡνίας ἐν τάξει φέρεσθαι τοὺς ἵππους ἀνέπεισε·
因為此身的馭手,也是樂師,也是舵手,以最精湛的手法執韁,使群馬循序而行;
For its charioteer, and musician, and helmsman, holding the reins most excellently, persuaded the horses to run in good order;
1:37
ἐν ῥυθμῷ δὲ τὰς τῶν αἰσθητηρίων πλήττων χορδὰς τὴν παναρμόνιον ἠχὴν ἀποτελεῖν παρεσκεύασεν·
以合宜的節奏撥動諸感官之弦,使之發出諧和的樂音;
and striking the strings of the senses in rhythm, he brought about the production of a perfectly harmonious sound;
1:38
ἐπιστημόνως δὲ κινῶν τὰ πηδάλια, καὶ τῶν κυμάτων τὴν προσβολὴν καὶ τὴν τῶν πνευμάτων διέλυσεν ἐμβολήν
並以精熟之術操縱船舵,化解波濤的衝擊與風勢的猛襲。
and skillfully moving the rudders, he dissolved both the onset of the waves and the assault of the winds.
1:39
Τούτους τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον ὁδεύσαντας, ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις τὸ σῶμα δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσαντας, ἐν κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπανήσαντας, καὶ τροφὴν μὲν συβαριτικὴν τὴν ἀσιτίαν νομίσαντας, ὕπνον δὲ ἥδιστον τὴν ἐπίπονον ἀγρυπνίαν, στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους ἀντιτυπίαν, ἡδονὴν δὲ ἄμετρόν τε καὶ ἄπληστον, τὴν ἐν προσευχαῖς καὶ ψαλμῳδίαις διατριβήν, τούτους τοὺς πᾶν εἶδος ἀρετῆς συνειληχότας τίς οὐκ ἂν εἰκότως θαυμάσειεν; μᾶλλον δὲ τίς ἂν πρὸς ἀξίαν εὐφημήσειεν; Οἶδα μὲν οὖν κἀγὼ σαφῶς ὡς τῆς τούτων ἀρετῆς οὐδεὶς ἂν ἐφίκοιτο λόγος·
這些人,以無數的勞苦踏過此生的旅程,以汗水與艱辛制伏肉身,不識歡笑為何物,終身以哭泣與眼淚度過,視絕食為蘇巴里斯式的珍饈,視勞苦的守夜為最甜美的睡眠,視堅硬的地面為柔軟的臥榻,視祈禱與唱詩的度日為無限而不知饜足的快樂——這些囊括了一切德行的人,有誰不理當為之驚嘆?更確切地說,有誰能配得地稱頌他們?我自己也清楚知道,任何言辭都無法企及他們的德行;
These men, then, who journeyed through life amid countless labors, who subdued the body with sweats and hardships, who knew not the affection of laughter, who spent their whole life in weeping and tears, who reckoned abstinence from food as a Sybaritic banquet, laborious wakefulness as sweetest sleep, the resistant hardness of the ground as a soft bed, and the occupation spent in prayers and psalmody as an immeasurable and insatiable pleasure—these men who have obtained every kind of virtue as their portion, who would not reasonably marvel at them? Or rather, who could praise them worthily? For I myself know clearly that no discourse could attain to their virtue;
1:40
οὐ γὰρ ἂν καλῶς ἔχοι, εἰ ὅτι τελέως ἄνδρες ἐγένοντο φιλοσοφίας τῆς ἀληθοῦς ἐρασταὶ διὰ τοῦτο μηδὲ μειόνων τύχοιεν ἐπαίνων
因為,若說他們既已成為真正哲學之至誠戀慕者、達致完全,便因此連稍遜的讚譽也得不到,那實非公允之事。
for it would not be right that, because they became perfect men, lovers of true philosophy, they should for this reason receive not even lesser praises.
1:41
Γράψομεν δὲ τὴν εὐφημίαν οὐ κοινῇ πᾶσι μίαν·
然而,我們所撰的頌詞,並非對眾人一概而論、千篇一律;
We shall not, however, write a single eulogy common to all alike;
1:42
διάφορα γὰρ αὐτοῖς θεόθεν ἐδόθη χαρίσματα, καὶ τοῦτο διδάσκων ὁ μακάριος ἔλεγε Παῦλος·
因為神賜給他們的恩賜各有不同,論及此事,蒙福的保羅曾如此教導:
for different gifts were given to them by God, and teaching this the blessed Paul said:
1:43
Ὧι μὲν διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ γένη γλωττῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωττῶν
「這人蒙聖靈賜他智慧的言語,那人也蒙這位聖靈賜他知識的言語;又有人蒙這位聖靈在同一位聖靈裡賜他醫病的恩賜,又叫一人能行異能,又叫一人能作先知,又叫一人能說方言,又叫一人能翻方言。」
"To one is given through the Spirit the word of wisdom, to another the word of knowledge according to the same Spirit, to another gifts of healing in the same Spirit, to another workings of powers, to another prophecy, to another kinds of tongues, to another interpretation of tongues."
1:44
Καὶ δεικνὺς τὴν τούτων ἁπάντων πηγὴν ἐπήγαγεν·
他為指明這一切恩賜的源頭,接著說道:
And showing the source of all these, he added:
1:45
Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ἐπειδὴ τοίνυν διαφόρων τετυχήκασι δωρεῶν, εἰκότως ἰδίᾳ ἑκάστου ποιησόμεθα τὸ διήγημα, οὐχ ἅπαντα διεξιόντες τὰ πεπολιτευμένα–εἰς γὰρ τὴν τοιαύτην συγγραφὴν οὐδὲ ἅπας ἂν ὁ βίος ἀρκέσειεν–, ἀλλ' ὀλίγα τῶν ἑκάστῳ βεβιωμένων ἢ πεπραγμένων διηγησάμενοι, καὶ διὰ τῶν ὀλίγων τοῦ παντὸς βίου τὸν χαρακτῆρα παραδείξαντες, ἐφ' ἕτερον βαδιούμεθα
「這一切都是這位聖靈所運行、隨己意分給各人的。」既然他們各自獲得不同的恩賜,我們理當各別撰寫其記述,不必歷數其修行生活的一切事蹟——因為即便窮盡整個生平,也不足以成就這樣的著述——而只需敘述其一生若干事蹟或作為,並藉由這少數事蹟展現其整個生平的性格特徵,而後再轉述下一位。
"But all these things one and the same Spirit works, distributing to each individually as he wills." Since, then, they obtained different gifts, we shall reasonably make our narrative concerning each one individually, not recounting all that was accomplished in his manner of life—for not even a whole lifetime would suffice for such a composition—but recounting a few of the things each one lived through or did, and, having through these few things exhibited the character of his whole life, we shall proceed to the next.
1:46
Οὐδὲ πάντων δὲ τῶν πανταχοῦ διαπρεψάντων ἁγίων τὴν πολιτείαν ἱστορίᾳ παραδοῦναι πειρασόμεθα·
我們也不打算將所有各地成就卓著之聖徒的修行生活盡數載入這部史書;
Nor indeed shall we attempt to hand down to history the way of life of all the saints who have distinguished themselves everywhere;
1:47
Μόνων τοίνυν τῶν κατὰ τὴν ἕω φωστήρων δίκην ἀναφανέντων, καὶ ταῖς ἀκτῖσι τὰ τῆς οἰκουμένης τέρματα κατειληφότων, ἀναγράψω τὸν βίον
因此,我只記述那些如光體般顯現於東方、且以其光芒照及天下四極之人的生平。
I shall therefore record only the life of those who have appeared, like luminaries, in the East, and who with their rays have reached the ends of the inhabited world.
1:48
Ἀφηγηματικῶς δὲ ὁ λόγος προβήσεται, οὐ νόμοις ἐγκωμίων χρώμενος, ἀλλ' ὀλίγων τινῶν ἀτεχνῶς ποιούμενος τὴν διήγησιν
本書將以敘事之體行文,不採用頌詞的格律,而只是質樸無華地記述若干事蹟。
My account will proceed in narrative form, not employing the rules of panegyric, but making an unadorned recital of a few things.
1:49
Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τῇδε τῇ φιλοθέῳ ἱστορίᾳ ἢ ἀσκητικῇ πολιτείᾳ–ὡς γὰρ βούλεταί τις καλείτω τὸ σύγγραμμα–μὴ ἀπιστεῖν τοῖς λεγομένοις, εἴ τι ὑπὲρ τὴν ἑαυτῶν ἀκούοιεν δύναμιν, μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων μετρεῖν ἀρετήν, ἀλλ' εἰδέναι σαφῶς ὡς ταῖς τῶν εὐσεβῶν γνώμαις μετρεῖν εἴωθεν ὁ θεὸς τοῦ παναγίου πνεύματος τὰ χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ μείζονα δίδωσιν
我懇請即將披閱此部《愛神者史》或《苦修生活記》——這部著作,任人隨意稱之——的讀者,若聽聞任何超乎自身能力所及之事,切莫因此不信所言,也不要以自身尺度衡量那些聖徒的德行,而應清楚曉得:神慣常依虔敬者的心志來衡量至聖聖靈的恩賜,且將更大的恩賜賜予更為成全之人。
I ask those who will read this History of the Friends of God, or this Ascetic Way of Life—for let each call the work as he wishes—not to disbelieve what is said, if they hear anything beyond their own capacity, nor to measure the virtue of those men by their own standard, but to know clearly that God is accustomed to measure out the gifts of the all-holy Spirit according to the dispositions of the pious, and gives the greater gifts to the more perfect.
1:50
Ταῦτα δέ μοι πρὸς τοὺς οὐ λίαν ἀκριβῶς τὰ θεῖα μεμυημένους εἰρήσθω·
以上這番話,是我對那些尚未十分精熟神聖奧秘之事的人所說;
Let these things be said by me to those who are not very precisely initiated into divine matters;
1:51
οἱ γὰρ μύσται τῶν ἀδύτων τοῦ πνεύματος ἴσασι τὰς φιλοτιμίας τοῦ πνεύματος καὶ οἷα δι' ἀνθρώπων ἐν ἀνθρώποις θαυματουργεῖ, τῇ τῶν τεράτων μεγαλουργίᾳ τοὺς ἀπίστους εἰς θεογνωσίαν ἐφελκόμενον
因為那些已入聖靈至聖之所的奧秘之人,深知聖靈的慷慨大度,深知聖靈如何藉人在人間行奇事,以其奇蹟的偉大作為,將不信者吸引至認識神。
for those initiated into the innermost shrines of the Spirit know the munificence of the Spirit, and what wonders it works through men among men, drawing the unbelieving to the knowledge of God by the greatness of its marvels.
1:52
Ὁ δὲ τοῖς παρ' ἡμῶν ῥηθησομένοις ἀπιστήσων, εὔδηλον ὡς οὐδὲ τοῖς διὰ Μωϋσέως καὶ Ἰησοῦ καὶ Ἠλία καὶ Ἐλισσαίου γεγενημένοις ὡς ἀληθέσι πιστεύει, μῦθον δὲ ἡγεῖται καὶ τὰς διὰ τῶν ἱερῶν ἀποστόλων γεγενημένας θαυματουργίας
凡不信我們即將所述之事者,顯然,他對藉摩西、約書亞、以利亞及以利沙所成就之事,也不信其為真,並將藉聖使徒們所成就的奇事,也視為虛構的神話。
Whoever shall disbelieve what will be told by us, it is quite clear that he does not believe as true the things that came to pass through Moses and Joshua and Elijah and Elisha either, and he considers a myth the wonders wrought through the holy apostles as well.
1:53
Εἰ δὲ ἐκείνοις ἀλήθεια μαρτυρεῖ, ψεύδους ἐλεύθερα εἶναι πιστευέτω καὶ ταῦτα·
然而,倘若真理已為那些事作證,他就當相信這些事同樣不含虛假;
But if truth bears witness to those, let him believe that these too are free from falsehood;
1:54
ἡ γὰρ ἐν ἐκείνοις ἐνεργήσασα χάρις, αὕτη καὶ διὰ τούτων πεποίηκεν ἃ πεποίηκεν
因為,那在他們身上運行的恩典,正是這同一恩典,也藉著這些人成就了祂所成就的事。
for the same grace that worked in those has also, through these men, done what it has done.
1:55
Ἀέναος δὲ ἡ χάρις, καὶ τοὺς ἀξίους ἐκλεγομένη, οἷον διά τινων κρουνῶν ἀναβλύζει διὰ τούτων τῆς εὐεργεσίας τὰ νάματα
恩典是常流不竭的,且揀選配得之人,如同從某些泉源湧出,藉著這些人湧流出施恩的活水。
Grace is ever-flowing, and, choosing out the worthy, it wells up, as it were through certain channels, the streams of its beneficence through them.
1:56
Τῶν δὲ λεχθησομένων ἐνίων μὲν αὐτόπτης ἐγενόμην ἐγώ·
至於將要述說的諸事,其中有些是我親眼所見;
Of the things about to be told, of some I myself was an eyewitness;
1:57
ὅσα δὲ μὴ τεθέαμαι, παρὰ τῶν ἐκείνους τεθεαμένων ἀκήκοα, ἀνδρῶν ἀρετῆς ἐραστῶν καὶ τῆς ἐκείνων θέας καὶ διδασκαλίας ἠξιωμένων·
而凡我未曾親見之事,則是從那些曾親見之人聽聞而來——他們是德行的戀慕者,且蒙恩得以親睹、親受那些聖徒的教誨;
but as many as I did not see, I heard from those who had seen them, men who were lovers of virtue and had been deemed worthy of their sight and teaching;
1:58
ἀξιόχρεως δὲ καὶ τὴν εὐαγγελικὴν συγγράφων διδασκαλίαν οὐ μόνον Ματθαῖος καὶ Ἰωάννης, οἱ μεγάλοι καὶ πρῶτοι τῶν εὐαγγελιστῶν, οἱ τῶν δεσποτικῶν θαυμάτων αὐτόπται, ἀλλὰ καὶ Λουκᾶς καὶ Μάρκος, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, οὐ μόνον ἃ πέπονθέ τε καὶ δέδρακεν ὁ δεσπότης, ἀλλὰ καὶ ἃ διδάσκων διετέλεσεν, ἀκριβῶς ἐξεπαίδευσαν
即便是撰寫福音教導這樣可靠之事,也不僅有馬太與約翰——這兩位福音書作者中最偉大、最早的兩位,也是主基督奇事的親眼見證者——還有路加與馬可,他們是由那些從起初便是親眼見證者、且為道效力的人所教導,精確地傳授了主不僅所受、所行之事,也包括祂一直所教導的內容。
for in writing the evangelical teaching, not only were Matthew and John, the great and first of the evangelists, eyewitnesses of the Lord's wonders and thus trustworthy, but Luke and Mark also, whom those who from the beginning were eyewitnesses and servants of the word instructed accurately, not only in what the Lord suffered and did, but also in what he continued to teach.
1:59
Ἀλλ' ὅμως καὶ μὴ γεγενημένος αὐτόπτης ὁ μακάριος Λουκᾶς, τῆς συγγραφῆς ἀρξάμενος, περὶ τῶν πεπληροφορημένων πραγμάτων ποιεῖ σθαί φησι τὴν διήγησιν
然而,即便蒙福的路加並非親眼見證者,他在著述之始便自稱,是就那些已得確證的事來作記述。
Nevertheless, even though the blessed Luke had not become an eyewitness, when beginning his composition he says that he is making his narrative concerning matters that have been fully assured.
1:60
Καὶ ἡμεῖς δὲ ἀκούοντες ὅτι οὐκ αὐτόπτης ἐγένετο τούτων αὐτῶν τῶν διηγημάτων, ἀλλὰ παρ' ἄλλων ταύτην τὴν διδασκαλίαν παρέλαβεν, οὐδὲν ἧττον αὐτῷ καὶ Μάρκῳ προσέχομεν ἢ Ματθαίῳ καὶ Ἰωάννῃ·
而我們雖聽聞他並非這些記述本身的親眼見證者,而是從他人領受這番教導,我們對他與馬可的重視,也絲毫不亞於馬太與約翰;
And we too, though hearing that he was not an eyewitness of these very narratives, but received this teaching from others, give no less heed to him and to Mark than to Matthew and John;
1:61
ἀξιόχρεως γὰρ ἑκάτερος διηγούμενος, ἅτε δὴ παρὰ τῶν τεθεαμένων δεδιδαγμένος
因為此二人的敘述都同樣可信,正因他們是受那些親眼見過之人所教導。
for each of the two narrates trustworthily, inasmuch as he was instructed by those who had seen.
1:62
Τοιγάρτοι καὶ ἡμεῖς τὰ μὲν ἐροῦμεν ὡς αὐτόπται, τὰ δὲ τοῖς αὐτόπταις διηγησαμένοις πεπιστευκότες, ἀνδράσι τὸν ἐκείνων βίον ἐζηλωκόσιν
因此,我們也一樣:有些事我們將以親眼見證者的身分講述,有些事則是相信那些以親眼見證者身分敘述之人——他們都是效法那些聖徒生平的人。
Therefore we too shall relate some things as eyewitnesses, and other things having trusted those who narrated them as eyewitnesses, men who had emulated the life of those saints.
1:63
Πλείονας δὲ περὶ τούτου δεδαπάνηκα λόγους, πεῖσαι βου λόμενος ὡς ἀληθῆ διηγήσομαι
關於此事,我已費了相當多的言辭,為要使人確信我將如實敘述。
I have spent rather many words on this point, wishing to persuade my readers that I shall narrate the truth.
1:64
Ἄρξομαι δὲ τῆς διηγήσεως ἔνθεν ἑλών
我現在就從此處著手,開始我的敘述。
I shall begin my narrative, taking my start from here.
1:65
ΙΑΚΩΒΟΣ. Μωϋσῆς, ὁ θεῖος νομοθέτης, ὁ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας καὶ τὴν ἄνικμον ἔρημον ὕδασι κατα κλύσας καὶ τὰ ἄλλα πάντα θαυματουργήσας, τῶν πάλαι γεγενημένων ἁγίων τὴν πολιτείαν συνέγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἣν παρὰ τῶν Αἰγυπτίων παρέλαβεν, ἀλλὰ τῆς ἄνωθεν χάριτος τὴν αἴγλην δεξάμενος
雅各。摩西,這位神聖的立法者,曾使海底裸露,使乾涸的曠野被水淹沒,並成就了其他一切奇事,他撰寫了古代聖徒的修行生活,所憑藉的並非他從埃及人那裡習得的智慧,而是領受了來自上天恩典的光輝。
JAMES. Moses, the divine lawgiver, who laid bare the floor of the sea and flooded the waterless desert with water and worked all the other wonders, wrote down the way of life of the saints of old, employing not the wisdom that he had received from the Egyptians, but receiving the radiance of grace from above.
1:66
συνεργίας, τῶν ὀλίγον πρὸ ἡμῶν καὶ ἐφ' ἡμῶν διαλαμ ψάντων ἁγίων τὸν βίον πειρωμένῳ συγγράψαι, καὶ οἷόν τινα νομοθεσίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ προθεῖναι·
……的協助,為要嘗試撰述那些略早於我們及與我們同時代、光輝閃耀之聖徒的生平,並願為那些渴望效法他們之人,訂立某種如同律法般的規範;
...of that same cooperation, for one who attempts to write the life of the saints who shone forth a little before us and in our own time, and who wishes to set forth, as it were, a kind of legislation for those who desire to emulate them;
1:67
τὰς τούτων τοίνυν προσευχὰς ἐπικλητέον καὶ τῆς διηγήσεως ἀρκτέον
因此,理當祈求他們的代禱,並由此開始這篇敘述。
Their prayers, then, must be invoked, and the narrative must be begun.
1:68
Νίσιβίς ἐστι πόλις ἐν μεθορίῳ τῆς Ῥωμαίων καὶ Περσῶν βασιλείας, ἣ πάλαι Ῥωμαίοις ἐδασμοφόρει καὶ ὑπὸ τὴν τούτων ἡγεμονίαν ἐτέλει·
尼西比斯是一座位於羅馬帝國與波斯帝國交界處的城市,昔日曾向羅馬人納貢,隸屬於羅馬人的統治;
Nisibis is a city on the border between the Roman and Persian empires, which of old paid tribute to the Romans and was subject to their rule;
1:69
ἐκ ταύτης ὁρμώμενος ὁ μέγας Ἰάκωβος τὸν ἐρημικὸν καὶ ἡσύχιον ἠσπάσατο βίον καί, τὰς τῶν ὑψηλοτάτων ὀρῶν καταλαβὼν κορυφάς, ἐν ἐκείναις διῆγεν, ἐν ἔαρι μὲν καὶ θέρει καὶ μετοπώρῳ ταῖς λόχμαις χρώμενος καὶ ὄροφον ἔχων τὸν οὐρανόν·
偉大的雅各即出身於此城,他選擇了曠野與靜修的生活,並攀登至群山中最高的峰頂,居於其上;春、夏、秋三季,他以叢林灌木為棲身之所,以蒼天為屋頂;
setting out from this city, the great James embraced the life of the desert and of stillness, and, having taken possession of the summits of the highest mountains, he dwelt there, in spring and summer and autumn using the thickets for shelter and having the sky as his roof;
1:70
τὸν δὲ τοῦ χειμῶνος καιρὸν ἄντρον αὐτὸν ὑπεδέχετο, σκέπην βραχεῖαν παρέχον
而到了冬季時節,則有一處洞穴接納他,僅提供些許遮蔽。
but in the season of winter a cave received him, providing scant shelter.
1:71
Τροφὴν δὲ εἶχεν, οὐ τὴν μετὰ πόνου σπειρομένην καὶ φυομένην, ἀλλὰ τὴν αὐτομάτως βλαστά νουσαν·
他的食物不是靠勞苦播種栽種而得的,而是自然生長出來的;
His food was not that which is sown and grown with toil, but that which springs up of its own accord;
1:72
τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους καὶ λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος χρείαν
因為他採集野生樹木自然結出的果實,以及可食用的、菜蔬類的草本植物,從這些之中供給身體足以維生所需,而拒絕使用火。
for gathering the self-grown fruit of the wild trees, and the edible and vegetable-like herbs, from these he gave his body what sufficed for living, declining the use of fire.
1:73
Περιττὴ δὲ ἦν αὐτῷ καὶ τῶν ἐρίων ἡ χρῆσις·
羊毛的使用,對他來說也是多餘的;
The use of wool, too, was superfluous to him;
1:74
αἱ γὰρ τραχύταται τῶν αἰγῶν τρίχες τὰ ἐκείνων ἐπλήρουν·
因為山羊最粗糙的毛便足以取代其用;
for the roughest hairs of goats fulfilled their function;
1:75
ἐκ τούτων αὐτῷ καὶ χιτὼν ἐγίνετο, καὶ τὸ ἁπλοῦν περιβόλαιον
他的內衣和那件簡樸的外袍,都是用這些做成的。
from these were made for him both his tunic and his simple cloak.
1:76
Οὕτω τὸ σῶμα κατατρύχων, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ καί, τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων πνεύματος, ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον ἀπόστολον, τὴν δόξαν κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος
他就這樣操練身體,同時不斷地將屬靈的食糧獻給靈魂;他潔淨心智之眼,並將其塑造成映照神聖聖靈的透明明鏡,按照那位神聖的使徒所言,以揭去帕子的臉面觀看鏡中主的榮耀,他就變成了主的形像,從榮耀到榮耀,如同從主的靈變化而成。
Thus wearing down the body, he continually offered spiritual food to the soul, and, purifying the eye of the mind and fashioning it into a transparent mirror of the divine Spirit, with unveiled face, according to the divine apostle, beholding as in a mirror the glory of the Lord, he was being transformed into that same image from glory to glory, even as from the Lord, the Spirit.
1:77
Ἐντεῦθεν ἡ πρὸς τὸν θεὸν αὐτῷ παρρησία καθ' ἑκάστην ηὔξετο τὴν ἡμέραν καί, αἰτῶν ἃ τὸν θεὸν αἰτεῖν ἔδει, παραυτίκα ἐλάμβανεν
由此,他在神面前的坦然無懼與日俱增;凡他向神祈求那應當祈求之事,都立即蒙應允。
From this his boldness toward God increased with each day, and, asking what it was fitting to ask of God, he received it at once.
1:78
Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητικῶς προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς τοῦ παναγίου πνεύματος ἐδέξατο χάριτος
由此,他也能以先知的方式預見將來之事,並從至聖聖靈的恩典中領受了行奇事的能力。
From this he also foresaw prophetically things that were to be, and received power for the working of wonders from the grace of the all-holy Spirit.
1:79
Τούτων ὀλίγα διηγήσομαι καὶ τῆς ἀποστολικῆς αὐτοῦ λαμπηδόνος τοῖς ἀγνοοῦσι τὴν ἀκτῖνα γυμνώσω
這些事蹟,我將略述數則,並向那些不知情的人揭示他那使徒般光輝的一線光芒。
Of these I shall recount a few, and to those who do not know it I shall lay bare a ray of his apostolic radiance.
1:80
Ἤκμαζε κατ' ἐκεῖνον τὸν καιρὸν ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία καὶ τὰ μὲν ἄψυχα ξόανα τὸ θεῖον σέβας ἐσφετερίζετο, ἡ δὲ τοῦ θεοῦ θεραπεία ὑπὸ τῶν πλείστων κατημελεῖτο·
當時人們對偶像的瘋狂正值鼎盛,那些無生命的雕像僭奪了本應歸於神的敬拜,而大多數人卻疏於敬奉神;
At that time the madness of men for idols was flourishing, and lifeless carved images were usurping divine reverence, while the worship of God was neglected by the majority;
1:81
εὐκαταφρόνητοι δὲ ἦσαν οἱ κοινωνεῖν μὲν ἐκείνοις οὐκ ἐθέλοντες τῆς μέθης, ἀκριβῆ δέ, ἅτε δὴ καθεστηκότες, τὴν τῶν ὄντων διάκρισιν ἔχοντες καὶ τὴν μὲν τῶν εἰδώλων γελῶντες ἀσθένειαν, τὸν τῶν ὅλων δὲ προσκυνοῦντες δημιουργόν
而那些不願與人同醉於此、卻因心智健全而對萬物擁有精確辨別力、嘲笑偶像之軟弱無力、只敬拜萬有之創造主的人,反而遭人輕視。
and those who were unwilling to share with them in that drunkenness, but who, being sound of mind, possessed accurate discernment of what truly exists, and laughed at the weakness of the idols while worshiping the Creator of all things, were held in contempt.
1:82
Κατ' ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα κατέλαβε, τὰ φυτὰ τῆς εὐσεβείας ὀψόμενος καὶ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων
那時,他前往波斯,要去探視那虔敬的幼苗,並給予它們應有的照料。
At that time he went to Persia, to see the plants of piety and to bring them the care that was fitting.
1:83
Πηγὴν δὲ αὐτοῦ τινα διϊόντος, κόραι τινὲς πλυνοῖς ἐφεστῶσαι καὶ ἱμάτια τοῖς ποσὶν ἀπορρύπτουσαι, οὐδὲ τοῦ σχήματος τὸ καινοπρεπὲς κατῃδέσθησαν, ἀλλὰ τὴν αἰδὼ ῥίψασαι, ἀπηρυ θριασμένῳ προσώπῳ καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὸν θεῖον ἄνθρωπον ἐθεώρουν, οὔτε τὰς κεφαλὰς συγκαλύπτουσαι, οὔτε τὰ ἀνεζωσμένα χαλῶσαι ἱμάτια
當他經過一處泉水時,有些女子正站在洗滌槽旁,用腳踩洗衣物,她們竟對他那奇特的裝束毫無敬畏之心,反倒棄絕了羞恥,以無恥的面容和放肆的眼神注視這位神的僕人,既不遮蓋頭部,也不放下那束起的衣裳。
As he was passing by a certain spring, some girls standing at the washing-troughs, cleansing garments with their feet, felt no shame even at the strangeness of his appearance, but casting aside modesty, gazed upon the man of God with a brazen face and shameless eyes, neither covering their heads nor letting down their girded-up garments.
1:84
Τοῦτο δυσχεράνας ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ δεῖξαι τοῦ θεοῦ τὴν δύναμιν εἰς καιρὸν ἐθελήσας, ἵνα τῇ θαυματουργίᾳ τῆς ἀσεβείας ἐλευ θερώσῃ, ἐπηράσατο μὲν τῇ πηγῇ, καὶ φροῦδον παραυτίκα τὸ ῥεῖθρον ἐγένετο·
神的僕人對此深感不悅,並願意藉此時機顯明神的大能,好用行神蹟的方式使她們脫離不敬虔之心,於是他咒詛了那泉水,水流頓時消失無蹤;
Displeased at this, the man of God, wishing at this opportune moment to show the power of God, so that by the working of a wonder he might set them free from impiety, cursed the spring, and immediately its stream vanished;
1:85
ἐπηράσατο δὲ ταῖς μείραξι, καὶ τὴν ἀναίσχυντον αὐτῶν νεότητα προώρῳ ἐκόλασε πολιᾷ·
他也咒詛了那些少女,用未老先衰的白髮懲罰她們那無恥的青春;
and he cursed the girls, and punished their shameless youth with premature grey hair;
1:86
καὶ εἵπετο τῷ λόγῳ τὸ ἔργον, καὶ τὸ μέλαν τῶν τριχῶν ἐνηλλάττετο καὶ ἐῴκεσαν νεοφύτοις δένδρεσιν ἐν ἔαρι μετοπωρινὰ φύλλα περικειμένοις
言出即成,她們黑髮頓變,就如同新栽的樹木在春天卻披上了秋葉一般。
and the deed followed the word, and the blackness of their hair was changed, and they resembled newly-planted trees clothed, in springtime, with autumn leaves.
1:87
Οὕτως αἰσθόμεναι τῆς τιμωρίας–τῆς τε γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τὰς ἀλλήλων θεώμεναι κεφαλὰς ἑώρων τὴν ἀθρόαν ἐκείνην μεταβολήν–, ἔδραμον εἰς τὴν πόλιν τὸ συμβὰν ἀπαγγε λοῦσαι
她們就這樣察覺到懲罰——因為泉水的水流已然逃逸,她們彼此對望,看見了那突如其來的變化——於是跑進城裡,將所發生的事稟報眾人。
Perceiving the punishment in this way—for the waters of the spring had fled, and, looking at one another's heads, they saw that sudden change—they ran into the city to report what had happened.
1:88
Οἱ δὲ δραμόντες καὶ τὸν μέγαν καταλαβόντες Ἰάκωβον, ἱκέτευον χαλάσαι τὴν ὀργὴν καὶ λῦσαι τὴν τιμωρίαν
眾人便跑去見到偉大的雅各,懇求他息怒,解除懲罰。
And they ran and, reaching the great James, begged him to relax his anger and undo the punishment.
1:89
Ὁ δὲ μηδὲ βραχὺ μελλήσας, προσέφερε μὲν τῷ δεσπότῃ τὴν ἱκετείαν, ἐκέλευσε δὲ πάλιν ἀναβλύσαι τὰ νάματα·
他毫不遲延,立刻向主獻上祈求,並命令水流再次湧出;
He, without delaying even a moment, offered his supplication to the Master, and bade the waters gush forth again;
1:90
παραυτίκα πάλιν ἐκ τῶν οἰκείων ἀνεφαίνετο ταμιείων, τοῖς τοῦ δικαίου μετοχετευόμενα νεύμασιν
泉水立刻又從它原本的貯藏之處湧現出來,隨著這位義人的示意而重新流通。
at once it appeared again from its own reservoirs, channelled forth by the nods of the righteous man.
1:91
Οἱ δὲ τούτου τετυχηκότες, καὶ τοῖς πλοκάμοις τῶν θυγατέρων τὴν προτέραν ἠντιβόλουν χρόαν ἀποδοθῆναι
他們得著這個之後,又進一步懇求讓女兒們的髮絲恢復原本的顏色。
Having obtained this, they further begged that the former color be restored to the tresses of their daughters.
1:92
Τὸν δὲ εἶξαι μὲν καὶ τοῦτό φασιν, ἐπιζητῆσαι δὲ τὰς κόρας, τὰς τὴν παιδείαν ἐκείνην δεξαμένας καί, ἐπειδὴ οὐκ ἀφίκοντο, ἐᾶσαι τὴν τιμωρίαν, δίδαγμα σωφροσύνης καὶ εὐκοσμίας ὑπόθεσιν καὶ τῆς θείας δυνάμεως ὑπόμνημα διηνεκές τε καὶ ἐναργές
據說他也應允了這事,並要求那些領受此教訓的少女前來;但因她們並未前來,他便任由懲罰持續,作為節制的教訓、端莊的根基,以及神之大能永久而明顯的紀念。
They say that he yielded to this as well, and asked for the girls who had received that instruction; but since they did not come, he let the punishment remain, a lesson in prudence and a foundation for good order, and a perpetual and manifest reminder of the divine power.
1:93
Τοιοῦτον τοῦ νέου τούτου Μωϋσέως τὸ θαῦμα, οὐ πληγῇ ῥάβδου γενόμενον, ἀλλὰ τῷ τοῦ σταυροῦ σημείῳ δεξάμενον τὴν ἐνέργειαν
這位新摩西所行的奇事便是如此,並非藉杖擊而成,而是藉十字架的記號領受其效力。
Such was the wonder of this new Moses, wrought not by the striking of a rod, but receiving its power through the sign of the cross.
1:94
Ἐγὼ δὲ πρὸς τῇ θαυματουργίᾳ κομιδῇ θαυμάζω καὶ τὴν πρᾳότητα
至於我,除了讚嘆這行奇事的能力之外,也十分驚嘆他的溫和。
But I marvel exceedingly, in addition to the wonder-working, also at his gentleness.
1:95
Οὐδὲ γὰρ ὡς ὁ μέγας Ἐλισσαῖος ἄρκοις ὠμοβόροις τὰς ἀναιδεῖς ἐκείνας παρέδωκε κόρας, ἀλλ' ἀβλαβεῖ τινι παιδείᾳ καὶ σμικρὰν ἀκοσμίαν ἐχούσῃ χρησάμενος, εὐσέβειαν ὁμοῦ καὶ εὐκοσμίαν ἐδίδαξεν
因為他並不像偉大的以利沙那樣,把那些無恥的少女交給食肉的熊,而是採用一種無害的懲戒方式——僅帶有些微的失序——同時教導了敬虔與端莊。
For he did not, like the great Elisha, hand over those shameless girls to flesh-devouring bears, but employing a harmless kind of correction, one bearing but a small disorder, he taught piety together with good order.
1:96
Καὶ ταῦτα ἔφην, οὐκ ἀπήνειαν τοῦ προφήτου κατηγορῶν –μὴ οὕτω μανείην–, ἀλλὰ δεικνὺς ὡς ἐκείνην ἔχων τὴν δύναμιν, τῇ τοῦ Χριστοῦ πρᾳότητι καὶ τῇ καινῇ διαθήκῃ ἐπετέλει τὰ πρόσφορα
我這樣說,並非指控那位先知殘酷——但願我永不至於如此瘋狂——而是要指明:他雖擁有同樣的能力,卻本著基督的溫柔與新約的精神,成就了合宜之事。
And I say this not accusing the prophet of harshness—may I never be so mad—but showing that, though possessing that same power, he accomplished what was fitting with the gentleness of Christ and the New Covenant.
1:97
Οὗτος ἄλλοτέ ποτε δικαστὴν πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον θεασάμενος, λίθῳ τινὶ μεγίστῳ παρακειμένῳ ἐπαρασάμενος, συντριβῆναι καὶ σκεδασθῆναι, καὶ τούτῳ διελέγξαι τὴν ἄδικον ἐκείνου παρηγγύησε ψῆφον
有一次,他看見一位波斯法官作出不公正的判決,便對一塊放在旁邊的巨石施以咒詛,命令它碎裂四散,並以此揭露那法官不義的判決。
On another occasion, seeing a Persian judge who had rendered an unjust verdict, he cursed a very large stone lying nearby, commanding it to be shattered and scattered, and charged that by this the man's unjust verdict be exposed.
1:98
Παραυτίκα δὲ τοῦ λίθου εἰς μυρία μόρια μερισθέντος, ἐξεδειματώθησαν οἱ παρόντες·
那石頭立刻碎裂成無數碎片,在場的人無不驚駭恐懼;
At once the stone was split into countless pieces, and those present were struck with terror;
1:99
φρίκης δὲ ἀνάπλεως ὁ δικαστὴς γενόμενος, ἀνεκαλέσατο μὲν τὴν προτέραν, ἑτέραν δὲ δικαίαν ἐπήνεγκε ψῆφον
那法官充滿了戰慄,便撤銷了先前的判決,重新做出了公正的裁決。
and the judge, filled with dread, revoked his former verdict and rendered another, just one.
1:100
Κἀνταῦθα δὲ τὸν οἰκεῖον δεσπότην ἐζήλωσεν, ὃς δεῖξαι βουληθεὶς ὡς ἑκὼν ὑπομένει τὸ πάθος καὶ ῥᾳδίως ἂν ἐθελήσας τοὺς ἀλιτηρίους ἐκόλασεν, οὐκ αὐτοῖς ἐπήνεγκε τιμωρίαν, ἀλλὰ τὴν ἄψυχον συκῆν λόγῳ ξηράνας, τὴν οἰκείαν ἔδειξε δύναμιν
在這件事上,他也效法了自己的主;主為要顯明祂是甘心承受苦難,而且若祂願意,本可輕易懲罰那些惡人,卻不將懲罰加諸於他們身上,反而藉一句話使那無生命的無花果樹枯乾,以此顯明自己的大能。
Here too he emulated his own Master, who, wishing to show that he willingly endured his passion, and that he could easily have punished the transgressors had he so wished, did not bring punishment upon them, but by withering the lifeless fig tree with a word, displayed his own power.
1:101
Ταύτην καὶ αὐτὸς τὴν φιλανθρωπίαν μιμούμενος, οὐ τὸν ἄδικον ἐκόλασε δικαστήν, ἀλλὰ τῇ τοῦ λίθου πληγῇ δικαιοσύνην ἐκεῖνον ἐδίδαξεν
他也效法了這樣的仁愛,並未懲罰那不義的法官,而是藉著擊碎那塊石頭,教導了他公義之道。
And he too, imitating this loving-kindness, did not punish the unjust judge, but through the smiting of the stone taught him righteousness.
1:102
Ἐν τούτοις διαπρέπων καὶ πᾶσιν ἐπέραστος ὤν, καὶ ἐν ταῖς ἁπάντων περιφερόμενος γλώτταις, εἰς τὴν τῆς ἀρχιερωσύνης ἕλκεται λειτουργίαν καὶ τῆς πατρίδος λαγχάνει τὴν προστασίαν
他在這些事上卓然出眾,深受眾人喜愛,人人傳頌其名,於是他被引入主教之職事,並領受了守護自己祖國的職責。
Distinguished in these things, and beloved by all, and celebrated on everyone's tongue, he was drawn into the ministry of the episcopate, and obtained the guardianship of his homeland.
1:103
Ἐναλλάξας δὲ τὴν ὄρειον ἐκείνην διατριβὴν καὶ τὴν ἐν ἄστει διαγωγὴν οὐ κατὰ γνώμην ἑλόμενος, οὔτε τὴν τροφὴν οὔτε τὴν ἀμπεχόνην ἐνήλλαξεν·
他雖然把那山中的隱居生活換成了城市中的生活——這並非出於自己的意願所選擇——但他既未改變飲食,也未改變衣著;
Though he exchanged that mountain sojourn for life in the city—chosen not according to his own preference—he changed neither his food nor his clothing;
1:104
ἀλλὰ τὰ μὲν χωρία ἠμείβετο, ἡ δὲ πολιτεία μεταβολὴν οὐκ ἐδέχετο
地方雖然改變了,他的修行生活卻沒有改變。
but while the places changed, his way of life admitted of no change.
1:105
Οἱ δὲ πόνοι προσθήκην ἐλάμβανον καὶ πολλαπλάσιοι τῶν προτέρων ἐγίνοντο·
他的勞苦反而有增無減,比先前多出許多倍;
His labors, indeed, received increase and became many times greater than before;
1:106
τῇ γὰρ ἀπαστίᾳ καὶ χαμευνίᾳ καὶ τῇ τοῦ σάκκου περιβολῇ ἐπεισῄεσαν αἱ δι' ὅλου τῶν δεομένων φροντίδες·
因為在他的禁食、露宿地面、身披麻衣之外,又加上了對一切窮乏之人始終不斷的關懷;
for to his fasting, his sleeping on the ground, and his wearing of sackcloth were added, throughout, cares for those in need;
1:107
χηρῶν, φημι, ἐπιμέλειαι καὶ ὀρφανῶν κηδεμονίαι καὶ τῶν τε ἀδικούντων οἱ ἔλεγχοι τῶν τε ἀδικουμένων ἡ δικαία ἐπικουρία
我是指:對寡婦的照顧、對孤兒的看顧、對不義之人的責備,以及對受屈之人公正的援助。
I mean, care for widows and guardianship of orphans, the rebuking of wrongdoers and just assistance to the wronged.
1:108
Ὅσῳ δὲ πλείονα τῆς ἀρετῆς τὸν πλοῦτον συνέλεγε, τοσούτῳ μείζονος καὶ τῆς τοῦ παναγίου πνεύματος ἀπέλαυε χάριτος
他所積聚的德行之財富越多,他所享受的至聖聖靈之恩典也就越大。
And the more he amassed the wealth of virtue, the greater the grace of the all-holy Spirit that he enjoyed.
1:109
Καὶ δήποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν ἀπαίροντι –οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον–προσίασί τινες πένητες, ἕνα τινὰ τῶν συνόντων ὡς τεθνεῶτα προτεθηκότες καί τινα πρὸς τὴν ἐκείνου ταφὴν ἐπιτήδεια λαβεῖν ἱκετεύοντες
有一次,當他正要前往某個村莊或城市時——我無法確切說出是哪個地方——一些窮人前來見他,將他們當中一人擺出如同死者的樣子,懇求領取一些適合用於埋葬的物品。
And once, as he was setting out for some village or city—for I cannot say precisely which place—certain poor men approached him, having laid out one of their companions as if dead, and begging to receive something suitable for his burial.
1:110
τῷ θεῷ δὲ ὡς ὑπὲρ τεθνεῶτος τὴν ἱκετείαν προσέφερεν, ἀφεῖναί οἱ παρακαλῶν τὰ κατὰ τὸν βίον πλημμεληθέντα καὶ τοῦ τῶν δικαίων ἀξιῶσαι χοροῦ
他便向神獻上祈求,如同為一位已故之人代求,懇求神赦免他生前的過犯,並使他配得列入義人的行列。
He offered supplication to God as for one who had died, entreating him to forgive the man's failings during his life, and to count him worthy of the company of the righteous.
1:111
Τούτων δὲ λεγομένων, ἀφίπτατο τοῦ τέως σκηπτομέ νου τὸν θάνατον ἡ ψυχή
正當這些話語說出之時,那原本假裝死亡之人的靈魂竟真的飛逝而去。
And while these words were being spoken, the soul flew away from the man who until then had been feigning death.
1:112
Ἐχορηγεῖτο δὲ τῷ σώματι τὰ καλύμματα·
這時,人們正為那身體準備裹屍布;
And coverings were being furnished for the body;
1:113
ὡς δὲ μικρὸν προῆλθεν ὁ θεσπέσιος ἄνθρωπος, ἀναστῆναι τὸν κείμενον ἐκέλευον οἱ τὸ δρᾶμα συντεθηκότες·
但當這位神聖之人稍微向前走去之後,那些策劃這齣戲的人便叫躺著的那人起來;
but when the divinely-inspired man had gone forward a little, those who had contrived the scheme bade the man lying there to rise up;
1:114
προσωπεῖον μεταβληθέν, κατα λαμβάνουσι μὲν τὸν μέγαν Ἰάκωβον, ποτνιώμενοι δέ, καὶ τῶν ποδῶν προκαλινδούμενοι, καὶ τοῦ τολμηθέντος δράματος αἰτίαν εἶναι λέγοντες τὴν πενίαν, ἱκέτευον λῦσαι σφίσιν αὐτοῖς τὴν πλημμέλειαν καὶ ἀποδοῦναι τῷ κειμένῳ τὴν ἀφαιρεθεῖσαν ψυχήν
這齣假戲竟弄假成真,他們便追上偉大的雅各,哀號哭喊,俯伏在他腳前,聲稱是貧窮驅使他們敢於策劃這場戲,懇求他赦免他們的過犯,並將被奪去的靈魂歸還給那躺著的人。
the pretense having turned to reality, they caught up with the great James and, wailing and grovelling at his feet, declaring that poverty was the cause of the drama they had dared to enact, they begged him to absolve them of their offense and to restore to the fallen man the soul that had been taken from him.
1:115
Τὴν δεσποτικὴν τοίνυν φιλανθρωπίαν μιμούμενος, καὶ τὴν ἱκετείαν ἐδέξατο, καὶ τὴν θαυματουργίαν ἐπεδείξατο, τὴν ὑπὸ τῆς εὐχῆς ἀφαιρεθεῖσαν ζωὴν διὰ τῆς εὐχῆς ἀποδοὺς τῷ κειμένῳ
於是,他效法主的仁愛,既接納了他們的祈求,也顯明了行奇事的能力,藉著禱告,將那先前藉禱告被奪去的生命,歸還給那躺著的人。
Imitating, then, the loving-kindness of the Master, he both received their supplication and displayed the working of a wonder, restoring through prayer to the man lying there the life that had been taken away by prayer.
1:116
Τοῦτο δὲ ἐμοίγε δοκεῖ τῇ τοῦ μεγάλου Πέτρου ἐοικέναι θαυματουργίᾳ, ὃς τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν κεκλοφότας καὶ ψευσαμένους θανάτῳ παρέπεμψεν
在我看來,這與偉大的彼得所行的奇事相似;彼得曾使那偷竊並說謊的亞拿尼亞和撒非喇歸於死亡。
This seems to me to resemble the wonder-working of the great Peter, who consigned to death Ananias and Sapphira, who had stolen and lied.
1:117
Καὶ γὰρ οὗτος ὡσαύτως τὸν τὴν ἀλήθειαν κεκλοφότα, καὶ τῷ ψεύδει χρησάμενον ἀφείλετο τὴν ζωήν
因為這位(雅各)也同樣奪去了一位偷竊真理、施行虛謊之人的性命。
For this man likewise took away the life of one who had stolen the truth and made use of falsehood.
1:118
Ἀλλ' ὁ μὲν γνοὺς τὴν κλοπήν–ἀπεκάλυψε γὰρ ἡ τοῦ πνεύματος χάρις– τὴν δίκην ἐπήγαγεν·
然而,前者(彼得)因知曉那竊行——聖靈的恩典已將其揭露——而降下懲罰;
But the one, knowing the theft—for the grace of the Spirit had revealed it—inflicted the penalty;
1:119
ὁ δὲ τοῦ δράματος ἀγνοῶν τὴν ὑπόθεσιν, προσήνεγκε μὲν τὴν εὐχήν, ἔστησε δὲ τῷ πλα σαμένῳ τοῦ βίου τὸν δρόμον
後者(雅各)卻不知這齣戲的內情,只是獻上禱告,卻因此使那假裝死亡之人的生命終止了。
but the other, not knowing the plot of the drama, offered up his prayer, and thereby stopped the course of life for the man who had feigned it.
1:120
Καὶ ὁ μὲν θεῖος ἀπόστολος οὐκ ἔλυσε τοῖς τεθνηκόσι τὴν συμφοράν·
那位神聖的使徒並沒有解除那已死之人的災殃;
And the divine apostle did not undo the calamity for those who had died;
1:121
δέους γὰρ ἔχρῃζε τοῦ σωτηρίου κηρύγματος τὰ προοίμια·
因為那救恩宣揚的開端,需要有敬畏之心;
for the beginnings of the saving proclamation had need of fear;
1:122
ὁ δὲ τῆς ἀποστο λικῆς ὑπάρχων ἀνάπλεως χάριτος καὶ ἐκόλασεν εἰς καιρὸν καὶ ἔλυσε ταχέως τὴν κόλασιν·
而他(雅各),既充滿使徒般的恩典,便在當時施以懲戒,又迅速解除了那懲戒;
but he, being full of apostolic grace, both chastised for a time and swiftly undid the chastisement;
1:123
τούτῳ γὰρ ᾔδει κερδανοῦντας τοὺς πταίσαντας
因為他知道,那些犯錯的人會因此而得益。
for he knew that by this the offenders would gain benefit.
1:124
Ἀλλὰ γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἰτέον καὶ συντόμως κἀκεῖνα ἐξηγητέον
然而,我還須繼續談論其他事情,並簡要地一併敘述。
But now I must proceed to the other matters and briefly relate those as well.
1:125
Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ – κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς ὕψος ἀνήγειρεν–, ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ' ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος–τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις
因為阿里烏——那褻瀆獨生子與至聖聖靈之異端的始祖與創造者,竟動用了那賜給他的舌頭來抵擋造他的那位,使埃及充滿騷亂與混亂——又因為君士坦丁,這位至偉大的皇帝,我們羊群的所羅巴伯(因為正是他把敬虔之人從流放之地全然帶回,並將那些被夷為平地的神聖聖殿重新高高建起);既然如此,他當時召集了眾教會的所有主教齊聚尼西亞,偉大的雅各也與其他人一同前來,要如同全軍的鬥士與前鋒一般,為正統教義而奮戰——因為當時尼西比斯正屬於羅馬帝國的統轄之下。
For since Arius, the father and author of the blasphemy against the Only-Begotten and the all-holy Spirit, having moved his tongue against the very one who had made it, filled Egypt with tumult and confusion, and since Constantine, the greatest of emperors, the Zerubbabel of our flock—for it was he who brought back from exile the whole captivity of the pious, and raised on high the divine temples that had been cast to the ground—since, then, he gathered together at that time all the presidents of the churches at Nicaea, the great James too came together with the others, to do battle for right doctrines like some champion and front-fighter of the whole battle-line (for Nisibis at that time belonged to the dominion of the Romans).
1:126
Ἐν τοίνυν τῇ μεγάλῃ συνόδῳ πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων–ἦσαν γὰρ ὀλίγοι τινὲς οἳ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάρρουν ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωρίμοις, τοῖς δὲ ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις–, ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπὶ τοῦ πάροντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία, ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν·
在這場大公會議中,許多議論說得美好而正確,也有許多說得不然——因為當中有少數人心懷相反的見解,卻不敢公然暴露自己的不敬,反而用種種誘餌加以掩飾,這對眾人並非人人都能察覺,但對那些精通真理奧秘之人而言,卻十分明顯——於是,那如今仍然通行於全世界並被宣講的信仰宣言便被制定出來,眾人也都在上面署名,親手並以筆確認,承認自己如此相信、如此持守;
At the great council, then, while many things were spoken well and rightly, and many others otherwise—for there were a few who held the opposite view, yet did not dare to expose their impiety openly, but concealed it with certain lures, not evident to all, yet quite manifest to those precisely versed in the mysteries of truth—there was dictated the confession of faith which even now prevails and is proclaimed throughout the whole world, and all subscribed to it, and confessed, both by hand and by pen, that they so believed and thought;
1:127
ἀλλ' οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν, ἑπτὰ δέ τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ συνωμολόγησαν, ἀντιφθεγγο μένην δὲ τῇ γλώττῃ τὴν γνώμην ἐπέκτηντο κατὰ τὴν προφητείαν τὴν λέγουσαν·
大多數人都是甘心樂意地這樣做,然而有七個人,是阿里烏異端的擁護者,雖然口舌與手都表示贊同,內心的意念卻與口舌相違,正如那先知所說:
but while the majority did this gladly, a certain seven, advocates of the blasphemy of Arius, agreed with tongue and hand, yet possessed a mind that spoke against their tongue, according to the prophecy which says:
1:128
Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ' ἐμοῦ καὶ κατὰ τὴν Ἱερεμίου φωνὴν τὴν διαρ ρήδην βοῶσαν·
「這百姓用嘴唇尊敬我,心卻遠離我」;又正如耶利米清楚呼喊的話語:
"This people honors me with their lips, but their heart is far from me," and according to the voice of Jeremiah, which cries out plainly:
1:129
Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν
「你臨近他們的口,卻遠離他們的肺腑。」
"You are near to their mouth, but far from their reins."
1:130
Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Καὶ πάλιν·
「他們用口祝福,心裡卻咒詛。」又說:
"With their mouth they would bless, but in their heart they would curse." And again:
1:131
Ἠπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες. Οὗτοι τῆς Ἀλεξανδρέων ἐπίσκοπον τὸν μέγαν Ἀλέξανδρον παρεκάλουν οἰκτεῖραι τὸν Ἄρειον ὑπὸ πάσης ἐκείνης ἀποκηρυχθέντα τῆς φάλαγγος·
「他們的言語比油更滑,卻是利箭。」這些人不斷懇求亞歷山大城的大主教亞歷山大,憐憫那已被全體會眾所棄絕的阿里烏;
"Their words were smoother than oil, yet they are darts." These men kept urging Alexander, the great bishop of the Alexandrians, to take pity on Arius, who had been renounced by that entire assembly;
1:132
τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν, ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων θεόν
然而,亞歷山大深知他們的奸詐,也懷疑阿里烏的邪惡,因此不接受這項請求;另有一些心地單純之人,則不斷讚揚仁愛之美德,說連萬有之神也喜悅這樣的仁愛。
but since he knew their treachery, and suspected that man's wickedness, and for this reason did not accept the request, certain others, who lived in simplicity, kept extolling loving-kindness at great length, saying that even the God of all rejoiced in it.
1:133
πρόφασιν ἔσεσθαι τοῖς ποιμνίοις ἅπασιν ἔλεγε, παρῄνει πᾶσιν ὁ θεῖος Ἰάκωβος τῇ μὲν τῆς νηστείας χρήσασθαι κακουχίᾳ, ἑπτὰ δὲ κατὰ ταὐτὸν ἡμέρας τὸν θεὸν ἱκετεῦσαι τὸ ταῖς ἐκκλησίαις συνοῖσον πρυτανεῦσαι
他說這將成為眾羊群的一個藉口(隱患),神聖的雅各於是勸勉眾人操練禁食之刻苦功夫,一同七日祈求神為眾教會定奪有益之事。
saying that this would give occasion for all the flocks, the divine James exhorted everyone to observe the hardship of fasting, and for seven days together to beseech God to ordain what would be of benefit to the churches.
1:134
ἐψηφίζετο δὲ ταῖς ἐκκλησίαις ὁ τούτων κυβερνήτης τὸ συμφέρον
而那掌舵治理萬事者,便為眾教會裁定了有益之事。
And the helmsman of all these things was decreeing for the churches what was advantageous.
1:135
Καὶ ἐπειδὴ ἀπήντησεν ἡ κυρία, καθ' ἣν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρός, καὶ προσέμενον ἅπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα·
當主日來臨——多數人盼望在這一天那可咒詛之人將被接納歸回——聖禮之時已至,眾人都在等候看見那敵擋神者蒙受憐憫時,就在此刻,發生了一件真正神奇非凡的奇事;
And when the Lord's Day arrived, on which the majority hoped that the accursed man would be received back, and the time for the divine liturgy had come, and everyone was waiting to see the God-opposer shown mercy, then indeed a truly divine and extraordinary wonder took place;
1:136
ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς ἐκκρίνων τὰ περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ἐξέκρινε δοχεῖα
因為那可惡之人,在污穢惡臭之處排泄他那無度飲食所生的糞便時,竟連同盛裝這些糞便的臟腑器官也一併排出。
for that accursed man, while relieving himself in vile and foul-smelling places of the waste from his insatiable eating, expelled along with it the very organs that had contained it.
1:137
Οὕτω δὲ τῶν σπλάγχνων αὐτοῦ διαλυθέντων καὶ σὺν τῇ κόπρῳ κεχωρηκότων, ἐξέπνευσεν ὁ δείλαιος παραχρῆμα καὶ τὸν αἴσχιστον ἐκεῖνον ὑπέμεινε θάνατον, τῆς δυσώδους αὐτοῦ βλασφημίας ἐν δυσώδεσι χωρίοις εἰσπραχθεὶς τὰς εὐθύνας καὶ διὰ τῆς Ἰακώβου τοῦ μεγάλου γλώττης δεξάμενος τὴν σφαγήν
他的內臟就這樣潰散,隨糞便一同排出,那可憐的人立時斷氣,遭受了那最可恥的死亡,在污穢之地為他污穢的褻瀆之言付出了應得的懲罰,並藉著偉大雅各的言語而遭致殺滅。
Thus, when his bowels had dissolved and departed along with his excrement, the wretched man immediately breathed his last and suffered that most shameful death, exacting the penalty for his foul-smelling blasphemy in foul-smelling places, and receiving his destruction through the tongue of the great James.
1:138
Θαυμάζει μὲν οὖν ἡ θεία γραφὴ Φινεὲς τὸν ἱερέα, καὶ εἰκότως θαυμάζει, ὅτι τὸν ὀλέθρου τῷ λαῷ γενόμενον πρόξενον κατέ σφαξε τὸν Ζαμβρί
聖經稱讚祭司非尼哈,這稱讚也是理所當然的,因為他殺死了成為百姓滅亡之因的心利。
Now, sacred Scripture admires Phinehas the priest, and rightly so, because he slew Zimri, who had become the cause of ruin to the people.
1:139
Ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραῦσις·
「非尼哈站起來,施行了平息,瘟疫就止住了;」
"Phinehas stood up and made propitiation, and the plague was stayed;"
1:140
καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. Ἀλλ' ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησάμενος, τὴν δικαίαν καὶ πολυθρύλητον ἐκείνην εἰργάσατο σφάγην·
「這就算為他的義,直到萬代,直到永遠。」然而,那位(非尼哈)畢竟是使用戰爭的武器,才成就了那著名而公正的殺戮;
"and it was reckoned to him for righteousness, to generation and generation forever." Yet nevertheless, that man, using a weapon of war, wrought that famous and just slaughter;
1:141
τούτῳ δὲ ἤρκεσεν ἀντὶ δόρατος καὶ ξίφους ἡ γλῶττα καὶ ἀνεῖλε τὸν ἀσεβῆ ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου
對他而言,舌頭足以代替長矛與劍;他藉此除滅了那不敬虔的人,使他不得見主的榮耀。
For him the tongue sufficed in place of spear and sword, and it did away with the impious man, that he might not see the glory of the Lord.
1:142
Ἀπόχρη δὲ τοῦτο καὶ μόνον τῶν τῆς Ἀρείου δυσσεβείας κληρονόμων διελέγξαι τὴν ἄνοιαν
單憑此事已足以駁斥那些承襲阿里烏不敬之說者的愚妄。
This alone suffices to refute the folly of those who inherit the impiety of Arius.
1:143
Ὁ γὰρ τοσοῦτος ἀνὴρ τῶν μὲν ὑφ' ἡμῶν πρεσβευο μένων δογμάτων κῆρυξ ἦν καὶ συνήγορος·
因為這樣一位偉人,本是我們所奉持教義的宣講者與辯護者;
For so great a man was herald and advocate of the doctrines maintained by us;
1:144
οὕτω δὲ κομιδῇ τὴν τούτων ἀσέβειαν ἐβδελύττετο ὅτι καὶ τὸν ταύτης πατέρα κατηκόντισεν, ὅπλῳ τῇ γλώττῃ χρησάμενος
然而他極其憎惡他們的不敬,甚至用舌頭作武器,將這不敬之說的始作俑者擊倒。
yet he so utterly abhorred their impiety that he even struck down its father, using the tongue as a weapon.
1:145
Ἐπειδὴ δὲ ὁ σύλλογος ἐκεῖνος ὁ ἱερὸς διελύθη καὶ τὴν οἰκίαν κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς νικη φόρος τοῖς τῆς εὐσεβείας τροπαίοις ἐπαγαλλόμενος
當那神聖的會議解散、各人返回本家之後,他也回來了,如同一位得勝的勇士,因虔敬的戰利品而歡欣。
And when that sacred assembly was dissolved and each man returned home, he too came back, like some victorious champion, exulting in the trophies of piety.
1:146
Χρόνου δὲ διελθόντος ὁ μὲν μέγας ἐκεῖνος καὶ θαυμάσιος βασιλεὺς μετὰ τῶν τῆς εὐσεβείας στεφάνων ὑπεξῄει τὸν βίον·
時日既過,那位偉大而令人讚歎的皇帝,帶著虔敬的冠冕離開了今生;
And when time had passed, that great and admirable emperor departed this life, crowned with the crowns of piety;
1:147
οἱ δὲ ἐκείνου παῖδες τὴν ἡγεμονίαν ἐκληρονόμουν
他的兒子們便承繼了帝位。
and his sons inherited the empire.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。