📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 異端寓言彙編

異端寓言彙編 第 1 章 第 9/10 段

希臘文原文.216 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1801–1:2016(全章共 2040 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1801
Καὶ τοῦτο διαῤ ῥήδην ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος δι' ὧν Θεσσαλο νικεῦσιν ἐπέστειλε
這事神聖的使徒已在他寫給帖撒羅尼迦人的信中明白教導過。
And this the divine Apostle taught expressly in what he wrote to the Thessalonians.
1:1802
Ὅθεν οὐ μόνον τὴν διὰ ῥημάτων καὶ διὰ γραμμάτων ἀπηγόρευσεν ἀπάτην, ἀλλὰ καὶ διὰ τῆς νομιζομένης προφητικῆς προῤῥή σεως
故此,他不但禁止藉言語和書信而來的欺騙,也禁止藉所謂先知性的預言而來的欺騙。
Wherefore he forbade deception not only by word and by letter, but also by what is supposed to be prophetic prediction.
1:1803
Μήτε διὰ πνεύματος. Εἶτα ἐπάγει·
「也不藉著靈。」接著他又說:
“Neither by spirit.” Then he adds:
1:1804
Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρ τίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπερ αιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ ὡς θεὸν καθί σαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἔστι θεός. Ἀποστα σίαν αὐτὴν τοῦ Ἀντιχρίστου καλεῖ τὴν παρουσίαν
「無論何人用甚麼方法,你們都不要被他誘惑;因為那日子以前,必有離道反教的事,並有那大罪人,就是沉淪之子,顯露出來,就是那抵擋主、高抬自己超過一切稱為神、或受人敬拜的,甚至坐在神的殿裡自稱是神。」他把敵基督的來臨本身,稱為「離道反教」。
“Let no man deceive you by any means: for that day shall not come except there come the apostasy first, and the man of sin be revealed, the son of perdition, who opposes and exalts himself above all that is called God, or that is worshipped, so that he sits in the temple of God as God, showing himself that he is God.” He calls the coming of the Antichrist itself “the apostasy.”
1:1805
Πολλοὶ γὰρ ὑπὸ τῶν ἐσομένων τεράτων ἐξαπατώ μενοι τῆς ἀληθείας ἀποστήσονται, καὶ τὸ ψεῦδος ἀσπάσονται
因為許多人將被那時所要出現的奇事迷惑,離棄真理,擁抱謊言。
For many, being deceived by the wonders that shall then take place, shall fall away from the truth and embrace the falsehood.
1:1806
Ἄνθρωπον δὲ αὐτὸν ἁμαρτίας, καὶ υἱὸν ἀπωλείας ἐκάλεσε, καὶ τὴν ὁρωμένην φύσιν ἐπιδεικνὺς, καὶ τὴν παντοδαπὴν τῆς ἁμαρτίας ἀπο καλύπτων ἐνέργειαν
他稱他為「罪人」、「沉淪之子」,既是顯明他所可見的本性,也是揭露罪惡種種的作為。
He called him “man of sin” and “son of perdition,” at once displaying his visible nature and disclosing the manifold operation of sin.
1:1807
Ἐδήλωσε δὲ αὐτοῦ καὶ τὴν τυραννίδα, καὶ τὸν τύφον, καὶ τὴν ἀλαζονείαν, ἀν τικείμενον καὶ ὑπεραιρόμενον καλέσας, καὶ δείξας, ὡς οὐ μόνον τῶν ψευδωνύμων θεῶν ἑαυτὸν ὑπέρτερον ὀνομάσει, ἀλλὰ κἀν τῷ θείῳ νεῷ ὡς Θεὸς προσ εδρεύσει
他也表明了他的暴虐、自誇與狂傲,稱他為「抵擋、高抬自己的」,並指明他不但要自稱高過那些虛謊稱神者,甚至要在神聖的殿中坐鎮,儼然如神。
And he made clear also his tyranny, his conceit, and his arrogance, calling him “one who opposes and exalts himself,” and showing that he will not only proclaim himself superior to the falsely-named gods, but will also sit enthroned in the divine temple as God.
1:1808
Θεῖον δὲ νεὼν τὰς ἐκκλησίας καλεῖ
他所說的「神聖的殿」,是指眾教會。
By “divine temple” he means the churches.
1:1809
Εἶτα αὐτοὺς ἀναμιμνήσκων ἃ πολλάκις ἐδίδαξεν·
接著他提醒他們,那些他曾屢次教導過的事:
Then, reminding them of what he had often taught:
1:1810
Οὐ μνημονεύετε, φησὶ, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀπο καλυφθῆναι αὐτὸν τῷ ἑαυτοῦ καιρῷ. Ἤδη ἂν ὤφθη, φησὶν, εἴπερ αὐτὸν μὴ ἡ θεία διεκώλυσε χάρις, καὶ τῷ ἁρμοδίῳ τὴν ἐκείνου παρουσίαν ἀπ εκλήρου καιρῷ
他說:「我還在你們那裡的時候,曾把這些事告訴你們,你們不記得嗎?現在你們也知道,那攔阻他的是甚麼,為要叫他到了自己的時候才顯露。」有人說,若非神聖的恩典攔阻了他,把他的來臨分派到合宜的時候,他早已顯現了。
“Remember ye not,” he says, “that, when I was yet with you, I told you these things? And now ye know that which restrains, so that he may be revealed in his own time.” He would already have appeared, it is said, had not the divine grace restrained him, and allotted his coming to its fitting time.
1:1811
Μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται
「只是現在有一位攔阻的,直等到他被除去。」
“Only he who now restrains will do so, until he be taken out of the way.”
1:1812
Ὁ θεῖος αὐτὸν, φησὶν, ὅρος ἐπ έχει φανῆναι
有人說,神聖的定命攔阻著他,不容他顯現。
The divine decree, it is said, restrains him from appearing.
1:1813
Οὐ γὰρ πάντας ἀγρεύσει πρὸς ὄλεθρον, ἀλλὰ τοὺς εὐρί πιστον καὶ εὐεξαπάτητον κεκτημένους τὴν γνώμην
因為他不會把眾人都擄去滅亡,只擄取那些心志輕浮、易受迷惑的人。
For he will not ensnare all unto destruction, but only those who possess a fickle and easily-deceived mind.
1:1814
Ἐδίδαξε δὲ, ὡς καὶ Σατᾶν τοῦ διαβόλου τὴν ἐνέργειαν δέξεται
他又教導說,這人也要領受撒但那魔鬼的作為。
And he taught that this one shall also receive the working of Satan the devil.
1:1815
Καθάπερ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, τοῖς μὲν ἁγίοις προφήταις, καὶ τοῖς ἱεροῖς ἀποστόλοις, καὶ μέντοι καὶ τοῖς ἄλλοις ἁγίοις, δι ένειμε τοῦ παναγίου Πνεύματος τὰ χαρίσματα, ἐναν θρωπήσας δὲ οὐ μερικήν τινα τῇ ληφθείσῃ φύσει δέδωκε χάριν, ἀλλὰ πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν Ἀπόστολον, ηὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι·
正如神的獨生子,將全聖靈的恩賜分賜給眾聖先知、眾聖使徒,以及其餘的眾聖徒;然而當他成為人的時候,他並沒有把某種局部的恩典賜給所取的人性,而是照使徒所說,「神本性一切的豐盛,都樂意住在他裡面」;
For just as the only-begotten Son of God distributed to the holy prophets, and to the sacred apostles, and indeed to the other saints, the gifts of the all-holy Spirit, but when he became man he gave to the nature that was assumed not some partial grace, but, according to the Apostle, “all the fullness of the Godhead was pleased to dwell in him”;
1:1816
γενέσθαι πονηρίας, οὐ πάσας ἐντέ θεικε τὰς τῆς κακίας ἰδέας·
……在使他成為邪惡之工具的事上,卻沒有把邪惡的一切樣式都植入他裡面;
— in his becoming an instrument of wickedness, he did not implant in him all the forms of evil;
1:1817
τούτῳ δὲ ὅλος αὐτὸς συναφθεὶς, τὰς παντοδαπὰς αὑτοῦ τῆς πονηρίας δι' αὐτοῦ μηχανὰς ἐπιδείξει
然而牠卻要把自己完全與這人結合,藉著他,顯出牠種種邪惡的詭計。
but having joined himself wholly to this one, he will display through him his manifold devices of wickedness.
1:1818
Εἶτα λέγει καὶ τῆς συγχω ρήσεως τὴν αἰτίαν·
接著他也說明了神容許此事的緣故:
Then he states also the cause of this permission:
1:1819
Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀλη θείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς
「因他們不領受愛真理的心,使他們得救。」
“Because they received not the love of the truth, that they might be saved.”
1:1820
Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει·
「故此,神就給他們一個生發錯誤的心,叫他們信從虛謊;」
“And for this cause God shall send them strong delusion, that they should believe a lie:”
1:1821
ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ. Ταῦτα καὶ περὶ τοῦ ἀντιχρίστου παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν
叫一切不信真理、反倒喜悅不義的人都被定罪。這些關於敵基督的事,也是我們從神聖經文所領受的教導。
...that all who did not believe the truth, but took pleasure in unrighteousness, might be judged. These things too we have been taught concerning the Antichrist by the divine Scripture.
1:1822
Ταῦτα παρὰ τῶν θεοφόρων ἀνδρῶν, προφητῶν, φημὶ, καὶ ἀποστόλων, καὶ τῶν ἐκείνους διαδεξαμένων, παρεί ληφεν ἡ Ἐκκλησία τὰ δόγματα, οὐ δυσσεβεῖς διαπλάσασα μύθους, οὐδὲ ἀνθρωπίνοις ἀκολουθήσασα λογισμοῖς, ἀλλὰ θείοις λόγοις πιστεύσασα
教會就是從這些負神的人——我是說先知與使徒,以及承接他們職分的人——領受了這些教義,並非編造不虔敬的神話,也不是隨從人的推理,而是相信神聖的話語。
These doctrines the Church has received from God-bearing men — prophets, I mean, and apostles, and those who succeeded them — not fashioning impious myths, nor following human reasonings, but believing the divine words.
1:1823
Ἐπειδὴ δὲ καὶ τὴν ἠθικὴν διδασκαλίαν διέφθειραν οἱ παμ μίαροι, καὶ ἐναντίας ἀλλήλοις ἐπενόησαν ἀτραπούς·
既然這些極其污穢的人也敗壞了倫理教導,並且彼此設想出相反的道路——
But since these utterly polluted men have also corrupted moral teaching, and have devised paths contrary to one another —
1:1824
οἱ μὲν γὰρ τὸν γάμον πορνείαν ὠνόμασαν, οἱ δὲ πᾶ σαν ἔκθεσμον καὶ ἀθέμιτον ἀκολασίαν ἠσπάσαντο·
有些人稱婚姻為淫亂,另一些人卻擁抱一切違法、不合宜的放縱——
for some called marriage fornication, while others embraced every lawless and unlawful licentiousness —
1:1825
φέρε καὶ τὸ ἐν τοῖς ἠθικοῖς τῆς Ἐκκλησίας ἐπιδεί ξωμεν φρόνημα
讓我們也來闡明教會在倫理事務上的思想。
come, let us also set forth the mind of the Church concerning matters of morals.
1:1826
Ὁ δὲ Μάνης τὸν γάμον τῆς ὕλης ὠνόμασε συνεργὸν, καὶ τούτου χάριν παρθενεύειν ἐκέλευσε
摩尼稱婚姻為物質的幫兇,因此便命令人守童身。
Mani called marriage a helper of matter, and for this reason bade his followers remain virgins.
1:1827
Σατορνῖλος δὲ καὶ Τατιανὸς προφανῶς τὸν γάμον τοῦ διαβόλου ὠνό μασαν
撒土尼羅與他提安則公然稱婚姻為魔鬼的作為;
Saturninus and Tatian openly called marriage a work of the devil;
1:1828
οἶδε γὰρ ὑπὲρ φύσιν τὸ χρῆμα·
因為他知道這事超乎本性;
for he knows this matter to lie beyond nature;
1:1829
ταῖς δὲ ταύτης εὐφημίαις ἐπὶ τὸν ἀγῶνα τοὺς βου λομένους προέτρεψεν
並藉著讚美這事,鼓勵那些願意的人邁向這場爭戰。
and by praises of it he urged forward those who were willing toward the contest.
1:1830
Εἰρηκότων γὰρ τῶν ἀποστό λων·
因為使徒曾說過:
For when the apostles had said:
1:1831
Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνδρὸς μετὰ γυναικὸς, οὐ συμφέρει γῆμαι, ὑπολαβὼν ὁ Κύριος εἶπεν·
「人和妻子既是這樣,倒不如不娶」,主聽見後便說:
"If such is the case of a man with his wife, it is not expedient to marry," the Lord, taking up the matter, said:
1:1832
Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται
「不是人人都能領受這話,惟獨賜給誰,誰才能領受。」
"Not all can receive this saying, but those to whom it is given."
1:1833
Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνουχί σθησαν ὑπὸ τῶν ἀνθρώπων·
「因為有些閹人是被人閹的;」
"For there are eunuchs who were made eunuchs by men;"
1:1834
καί εἰσιν εὐνοῦχοι, οἵ τινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τοῦ. Θεοῦ. Τοῦτο δὲ οὐ περὶ τῆς τῶν μορίων, ἀλλὰ περὶ τῆς τῶν ἀτόπων λογισμῶν εἴρηκεν ἐκτομῆς
「也有為神的國自閹的。」這話所指的並非割除肢體,而是割除不合宜的思念。
"and there are eunuchs who made themselves eunuchs for the kingdom of God." This he said not concerning the cutting off of bodily members, but concerning the cutting off of improper thoughts.
1:1835
Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος περὶ παρθενίας εἰσφέρων φησίν·
「能領受的,就領受吧。」正為此故,神聖的使徒在論及童身之事時也說:
"He who is able to receive it, let him receive it." For this reason the divine Apostle also, in introducing his teaching concerning virginity, says:
1:1836
νόμον γὰρ περὶ παρθενίας ὁ Κύριος οὐ τέθεικε·
「因為主並未就童身立下律法;」
"for concerning virginity the Lord has laid down no law;"
1:1837
γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Συμβουλεύω δὲ, φησὶν, οὐ νομοθετῶ, καὶ τοῦτο, οὐ θρασύτητι χρώμενος, ἀλλὰ ψήφῳ θείᾳ τὴν τοῦ κη ρύγματος ὑπουργίαν δεξάμενος
「但我既蒙主憐憫能作忠心的人,就把我的意見告訴你們。」他說:我是勸告,並非立法;而這並非出於放肆,而是因蒙神聖的裁決,領受了宣講的職事。
"but I give my judgment as one who by the Lord's mercy is trustworthy." "I counsel," he says, "I do not legislate," and this not out of boldness, but because he had received the ministry of proclamation by divine decree.
1:1838
Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Τὸ δὲ νομίζω τέθεικεν, οὐκ ἐνδοιάζων περὶ ὧν συνεβού λευεν, ἀλλὰ κολάζων τὸν λόγον, ἵνα μὴ γένηται νόμος
「所以我以為,人現今這樣是好的。」他用「我以為」這詞,並非對所勸告的事心存猶疑,而是為了節制言辭,免得它變成一項律法。
"I think then that this is good, that a man remain as he is." He set down "I think" not because he was in doubt about what he was counselling, but restraining his word, so that it might not become a law.
1:1839
Ὁ γὰρ νόμος καὶ παράβασιν ἔχει, ἡ δὲ παράβασις ἐπιφέρει καὶ τιμωρίαν
因為律法也帶有違犯,而違犯又招致懲罰。
For the law also entails transgression, and transgression brings punishment as well.
1:1840
Τούτου δὲ ἕνεκα τὸ νομίζω προστέθεικεν, ἵνα δείξῃ συμβουλὴν, ἀλλ' οὐ νόμον, ὄντα τὸν λόγον
正因此故,他才添上「我以為」一詞,為要表明這話是勸告,而非律法。
For this reason he added "I think," to show that his word was counsel, and not law.
1:1841
Εἶτα δείκνυσι, τί καλὸν προσηγόρευ σεν·
接著他指明他所稱為「好」的究竟是什麼:
Then he shows what he had called good:
1:1842
Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Τῶν γὰρ αἱρε τικῶν τὰ δηλητήρια φάρμακα προορῶν, κατασκευά ζει τὴν προφυλακτικὴν θεραπείαν
「你沒有妻子纏著呢,就不要求妻子。」因為他預見到異端者的毒藥,便預先備妥了防範的療方。
"Are you loosed from a wife? Do not seek a wife." For foreseeing the poisonous drugs of the heretics, he prepares the preventive remedy.
1:1843
Ἵνα γὰρ μή τις αὐτὸν ὑπολάβῃ τοῦ γάμου κατηγοροῦντα τὴν ἁγνείαν νομοθετεῖν, ἀναγκαίως τοῦ γάμου τὸν νόμον ἐκράτυνεν, εἰπών·
因為恐怕有人以為他在譴責婚姻、藉此為守貞立法,他便有必要重申婚姻的律法,說:
For lest anyone suppose that in condemning marriage he was legislating chastity, he necessarily confirmed the law of marriage, saying:
1:1844
Μὴ ζήτει λύσιν· ταὐτὸ δὲ τοῦτο τεθεικὼς ἐπὶ τῆς ἁγνείας, καὶ εἰπών·
「不要求脫離。」他既在守貞一事上也定下了同樣的原則,並說:
"Do not seek to be loosed." And having laid down this same principle also concerning chastity, and having said:
1:1845
Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Οὐ γὰρ ὡς παρα νομίαν παραινῶ φεύγειν τὸν γάμον, ἀλλ' ὡς ἐπὶ κρείττονα βίον προτρέπων
「但你若娶妻,並不是犯罪;童女若出嫁,也不是犯罪。」因為我並非把逃避婚姻當作違法之事來勸告,而是勸人邁向更美好的生活。
"But if you marry, you have not sinned; and if a virgin marries, she has not sinned." "For I am not counselling flight from marriage as though it were a transgression of law, but as one exhorting to a better life."
1:1846
Ἐπιδείκνυσι δὲ καὶ τὸ κέρδος τῆς παρθενίας
他也指明了童身的益處。
And he also shows the gain of virginity.
1:1847
Περὶ γὰρ τῶν γαμούντων ἔφη·
因為論到那些結婚的人,他說:
For concerning those who marry he said:
1:1848
Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Εἰς πολλὰς γὰρ ὁ γεγαμηκὼς περισπᾶται φροντίδας, οὐ μόνον γυναικὸς, ἀλλὰ καὶ παίδων, καὶ οἰκετῶν, καὶ θεραπαινίδων ἐπιμελούμενος·
「但這樣的人,肉身必受苦難。」因為已婚者被許多操心之事所分擾,不僅要顧念妻子,還要照管兒女、僕人與婢女;
"Such will have trouble in the flesh." For the married man is drawn about into many cares, being concerned not only for his wife, but also for his children, and his manservants, and his maidservants;
1:1849
Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Γυ μνοῖ δὲ καὶ τὴν οἰκείαν φιλοστοργίαν·
「但這樣的人,肉身必受苦難。」他也表露出自己內心的慈愛之情:
"Such will have trouble in the flesh." And he also lays bare his own tender affection:
1:1850
Ἐγὼ δὲ ὑμῶν φείδομαι. Καὶ μετ' ὀλίγα·
「我卻願意你們免這苦難。」過了不久,他又說:
"But I would spare you." And a little further:
1:1851
Θέλω δὲ ἀμερίμνους ὑμᾶς εἶναι. Εἶτα σύγκρισιν ποιεῖ καὶ παρεξέτασιν τοῦ γεγαμηκότος καὶ τοῦ τὴν ἀγαμίαν ἀσπαζομένου
「我願你們無所罣慮。」接著,他把已婚者與擁抱獨身生活者作了比較與並列考察。
"I want you to be free from care." Then he makes a comparison and a side-by-side examination of the married man and of one who embraces the unmarried state.
1:1852
Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ·
「沒有娶妻的,是為主的事掛慮,想怎樣叫主喜悅;」
"The unmarried man is concerned about the things of the Lord, how he may please the Lord;"
1:1853
ὁ δὲ γαμήσας, μερι μνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί
「娶了妻的,是為世上的事掛慮,想怎樣叫妻子喜悅。」
"but he who has married is concerned about the things of the world, how he may please his wife."
1:1854
Μεμέ ρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος
「婦人和童女也有分別。」
"The wife and the virgin are distinguished from one another."
1:1855
Ἡ ἄγαμος με ριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι
「沒有出嫁的,是為主的事掛慮,要身體、靈魂都聖潔,想怎樣叫主喜悅。」
"The unmarried woman is concerned about the things of the Lord, how she may please the Lord, that she may be holy both in body and in spirit."
1:1856
Οὐ γὰρ ὡς παράνομον κελεύει φεύγειν τὸν. γάμον, ἀλλ' ὡς φροντίδων ἐλευθέραν μετιέναι τὴν παρθενίαν
因為他並非要人逃避婚姻,彷彿婚姻是違法之事,而是要人追求童身,因其免於操心掛慮。
For he does not bid one flee marriage as though it were unlawful, but bids one pursue virginity as being free from cares.
1:1857
Εἰς πολλὰ γὰρ ἡ τῶν γεγαμηκότων με ριζομένη διάνοια, τὸν ἀκριβῆ καὶ τέλειον κατορθῶσαι βίον κωλύεται·
因為已婚者的心思分散在許多事上,因而無法成就精確、完全的生活;
For the mind of the married, being divided among many things, is hindered from attaining an exact and perfect life;
1:1858
οἱ δὲ τὴν μοναδικὴν ζωὴν προελόμε νοι πᾶσαν ἀπονέμουσι τοῖς θείοις τὴν μέριμναν
而選擇獨居生活的人,則把全部的心思都用於神聖之事。
but those who have chosen the solitary life devote their whole care to divine things.
1:1859
Ἐπιμένει δὲ, καὶ τὸ συμφέρον ἐπιδεικνὺς, καὶ τὴν νομικὴν ἀνάγκην ἐκβαλὼν τοῦ λόγου·
他繼續闡述,既指出其益處,又從這番言論中排除了律法性的強制:
He continues, both demonstrating its advantage and casting legal compulsion out of his teaching:
1:1860
Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω. Οὐ γὰρ ἀνάγκῃ τὸν οὐ βουλόμενον ἕλκω, ἀλλὰ τὴν φυομένην ὄνησιν ἐπιδείκνυμι
「我說這話,是為你們自己的益處,並非要牢籠你們。」因為我不是強迫不願意的人,而是指明由此產生的益處。
"And this I say for your own profit, not that I may cast a snare upon you." For I do not drag one who is unwilling by compulsion, but I demonstrate the benefit that arises.
1:1861
Ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Ὁ γὰρ τῆς γαμικῆς ζεύγλης ἐλεύθερος, εὐπετῶς ἕλκει τὸν τού του ζυγὸν, οὐδενὸς αὐτὸν ἑτέρου τῆς ἀγαθῆς προσ εδρείας ἀφέλκοντος
「而是要你們行合宜的事,得以殷勤服事主,沒有分心的事。」因為那不受婚姻軛所束縛的人,能輕易地負起這一軛,因為沒有別的事物把他從美好的侍奉中拉開。
"but for what is seemly, and that you may attend upon the Lord without distraction." For he who is free from the yoke of marriage draws this other yoke with ease, since nothing else pulls him away from good attendance upon the Lord.
1:1862
Καὶ ἐπιμένει τὴν τῶν δυσωνύ μων αἱρετικῶν διελέγχων νομοθεσίαν·
他又繼續駁斥那些惡名昭彰的異端者所定下的律法:
And he continues, refuting the legislation of the ill-named heretics:
1:1863
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὑτοῦ νο μίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίγνε σθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτω σαν. Τοῦτο δὲ λέγει περὶ τῶν μηδέπω τὰς περὶ τῆς παρθενίας πεποιημένων συνθήκας
「若有人以為自己待他的女兒不合宜,若她過了年歲,事又當如此,他就可隨意行,不算有罪,讓她們出嫁吧。」這話是針對那些尚未就守童身立下誓約的人所說的。
"But if any man thinks he behaves unbecomingly toward his virgin daughter, if she is past the flower of her age, and it ought to be so, let him do what he wishes; he does not sin; let them marry." He says this concerning those who have not yet made agreements concerning virginity.
1:1864
Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ μὴ ἔχων ἀνάγκην, ἐξου σίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὑτοῦ, τηρεῖν τὴν ἑαυτοῦ παρ θένον, καλῶς ποιεῖ. Τὸ οὐκ ἔχων ἀνάγκην, ἀντὶ τοῦ, μὴ ὑπ' ἄλλου τελῶν ἐξουσίαν
「但那心裡堅定,沒有不得已的事,並且有權柄隨自己的意思,心裡又決定留下自己的女兒不出嫁的,如此行也好。」「沒有不得已的事」,意即不受他人權柄所轄制。
"But he who stands steadfast in his heart, having no necessity, but has authority over his own will, and has determined this in his heart, to keep his own virgin daughter, does well." "Having no necessity" means, instead, not being under another's authority.
1:1865
Τοὺς γὰρ οἰκέτας δρᾷν ἃ θέλουσιν οἱ δεσπόται κωλύουσιν
因為主人往往禁止僕人隨己意而行。
for masters forbid their servants to do what they wish.
1:1866
Οὕτω καὶ τῷ κατεγγυᾷν βουλομένῳ, καὶ τῷ φυλάττειν ἁγνὴν τὴν θυγατέρα προθυμουμένῳ δεδωκὼς ἐξουσίαν, ἐπήγα γεν·
他既將這權柄同時賜給了願意將女兒許配他人的人,以及願意保守女兒貞潔的人,便接著說:
Thus, having granted authority both to him who wishes to betroth his daughter and to him who is eager to keep his daughter chaste, he added:
1:1867
Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων, κρεῖσσον ποιεῖ. Τοιούτους περὶ παρθενίας ὅρους παρὰ τῶν θεολόγων ἀνδρῶν ἐδεξά μεθα, οὐ τοῦ γάμου κατηγοροῦντας, ἀλλ' ἐπὶ τὸν ἀφρόντιδα βίον τοὺς βουλομένους προτρέποντας
「這樣看來,叫自己的女兒出嫁是好,不叫她出嫁更是好。」我們從這些神學之人(即使徒)所領受、關於童身的界限便是如此;他們並非譴責婚姻,而是勉勵那些願意的人邁向無所掛慮的生活。
"So that he who gives her in marriage does well, but he who does not give her in marriage does better." Such are the limits concerning virginity that we have received from the theologian men, who did not condemn marriage, but exhorted those who were willing toward the life free from care.
1:1868
Προὔργου δὲ οἶμαι, καὶ τοὺς περὶ τοῦ γάμου νό μους διεξελθεῖν, καὶ τῶν τούτου κατηγορούντων δι ελέγξαι τὸ θράσος Ἀπόχρη δὲ καὶ ἡ τοῦ γένους δια φορὰ, δεῖξαι τὴν τῆς δημιουργίας αἰτίαν
我認為,逐一考察婚姻的律法,並駁斥那些譴責婚姻者的狂妄,也是有益的。單是性別的差異,便足以顯明創造婚姻的緣由。
But I think it useful also to go through the laws concerning marriage, and to refute the audacity of those who condemn it. The difference of the sexes alone suffices to show the reason for its creation.
1:1869
Τούτου γὰρ δὴ χάριν γυναῖκα διέπλασε τῶν ὅλων ὁ Ποιητὴς, ἀνθ' ὅτου καὶ αὐτὴν βοηθὸν προσηγόρευσεν
正是為此緣故,萬有的創造者才造了女人,也正因此稱她為配偶。
For this very reason the Maker of all things fashioned woman, and for this reason he also called her a helper.
1:1870
Καὶ πολλοῖς. δὲ ὕστερον χρόνοις, τοῦ κατακλυσμοῦ τὴν πανωλε θρίαν ἐπαγαγὼν, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυ ναῖκας ἰσαρίθμους τοῖς ἀνδράσιν εἰσελθεῖν εἰς τὴν κιβωτὸν παρηγγύησε, καὶ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τὴν προτέραν εὐλογίαν ἀνενεώσατο
後來過了許多年,當祂使洪水帶來全然的毀滅時,祂吩咐不僅是男人,還有與男人數目相等的女人一同進入方舟;懲罰止息之後,祂又重申先前的祝福:
And many years later, when he brought upon the earth the utter destruction of the flood, he commanded not men only, but also women equal in number to the men, to enter the ark; and after the cessation of the punishment, he renewed the former blessing:
1:1871
Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Καὶ Ἀβραὰμ δὲ τὸν πατριάρχην ἐκ τῆς πατρῴας ἐξαγαγὼν γῆς, ἐκέλευσεν ἰδεῖν τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὑπέσχετο τούτων ἰσαρίθμους ἀποφῆναι τοὺς ἀνθρώ πους·
「你們要生養眾多,遍滿地面。」祂又把族長亞伯拉罕從祖居之地領出來,吩咐他觀看天上的眾星,並應許要使人數與眾星相等:
"Increase, and multiply, and fill the earth." And having led the patriarch Abraham out from his ancestral land, he bade him look at the stars of heaven, and promised to make mankind equal to them in number:
1:1872
Ταύτης ἕνεκα τῆς αἰτίας, καὶ οἱ θεοφιλεῖς ἄνδρες, καὶ δυσὶ, καὶ τρισὶ, καὶ πλείοσι συνήπτοντο γυναιξὶ, πλειόνων γενέσθαι πα τέρες παίδων ἐπιθυμοῦντες
正因這緣故,蒙神喜愛的人也娶了兩個、三個,乃至更多的妻子,渴望成為更多兒女的父親。
For this reason, the God-beloved men also were joined to two, and three, and more wives, desiring to become fathers of more children.
1:1873
Ὅτι γὰρ οὐχ ἡδυπαθείᾳ δουλεύοντες τῆς τῶν πλειόνων γυναικῶν ὁμιλίας ἠνεί χοντο, μαρτυρεῖ μὲν Ἀβραὰμ ὁ πατριάρχης μετὰ τὰς πολλὰς τῆς Σάῤῥας παρακλήσεις τῇ Ἄγαρ ὡμι ληκὼς, εἶτα μετὰ τὸν τόκον οὐκ ἔτι ταύτῃ πελάσας
他們容忍多妻之事,並非受制於淫慾,這一點族長亞伯拉罕便可作證:他是在撒拉多次懇求之後才與夏甲同房,然而生子之後,便再未親近她。
That they endured association with several wives not as slaves to sensual pleasure, the patriarch Abraham bears witness: only after Sarah's many entreaties did he have relations with Hagar, and then, after the birth, he no longer approached her.
1:1874
Μαρτυρεῖ δὲ καὶ ὁ πάνσοφος Ἰακὼβ, ὁ παρὰ γνώμην μὲν τὴν Λείαν λαβὼν, διὰ δὲ τὴν τῶν ὁμοζύγων ζη λοτυπίαν, τῆς τῶν παιδισκῶν ἀνασχόμενος κοινωνίας
至智的雅各也可為證:他是違背自己本意而娶了利亞,又因妻子們彼此嫉妒之故,才容忍與婢女結合。
The all-wise Jacob also bears witness: he took Leah against his own intention, and, on account of the jealousy of his wives, endured union also with the maidservants.
1:1875
Κἀκεῖναι δὲ, οὐχ ἡδονῇ δουλεύουσαι, ἀλλὰ πλειόνων παίδων ἐπιθυμοῦσαι γενέσθαι μητέρες, τὴν ἔριν πρὸς ἀλλήλας ἐσχήκασιν
而她們彼此之間的爭競,也不是出於淫慾之奴役,而是渴望成為更多兒女之母。
And they too, not as slaves to pleasure, but desiring to become mothers of more children, had rivalry with one another.
1:1876
Τοὺς μὲν οὖν τροφίμους τῆς πίστεως καὶ ἡ Παλαιὰ διδάσκει Γραφὴ τοῦ γάμου τὸν σκοπόν
由此可見,舊約聖經也教導信仰的孩童明白婚姻的目的。
Thus the Old Scripture teaches the nurslings of the faith the purpose of marriage as well.
1:1877
Οἱ δὲ τοὺς παλαιοὺς οὐ δεχόμενοι νόμους, ἐκ τῆς Καινῆς διδασκέσθωσαν τὰ ὅμοια
至於那些不接受舊律法的人,也讓他們從新約中受到同樣的教導。
But let those who do not accept the old laws be taught the same things from the New Testament.
1:1878
Πάντως γὰρ κἀνταῦθα τῶν ἐπαινουμένων ὁ γάμος
因為即使在此,婚姻確實也在受稱許之列。
For assuredly here too marriage is among the things that are praised.
1:1879
Τῶν γὰρ ἀποστόλων ὁ πρῶτος ἐκ τῆς τῶν γεγαμηκότων ἐκλήθη συμμορίας
因為使徒中的首位,正是從已婚者的行列中蒙召的。
For the first of the apostles was called from the company of the married.
1:1880
Αὐτὸς δὲ ὁ Κύριος, οὐ μόνον οὐκ ἀπηγόρευσε γάμον, ἀλλὰ καὶ εἱστιάθη ἐν γάμῳ, καὶ τὸν ἀγεώργητον οἶνον δῶρον τῷ γάμῳ προσ ήνεγκεν
主自己不僅沒有禁止婚姻,反倒親臨婚筵作客,並將那非人工栽種所產的酒,作為禮物獻給這場婚筵。
And the Lord himself not only did not forbid marriage, but was even a guest at a wedding, and offered as a gift to the marriage the wine that had not been grown by cultivation.
1:1881
Οὕτω δὲ τοῦ γάμου τὸν νόμον ἐκράτυνεν, ὅτι καὶ τὸν διαλῦσαι τὸν γάμον δίχα πορνείας βου λόμενον ἑτέρῳ νόμῳ κωλύει
祂對婚姻律法的確立,甚至到了這樣的地步:凡想在無淫亂緣由之下解除婚姻的人,祂另立一條律法加以禁止。
And he confirmed the law of marriage to such a degree that by another law he even forbids one who wishes to dissolve marriage apart from the cause of fornication.
1:1882
Πᾶς γὰρ, φησὶν, ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχᾶσθαι. Εἶτα τῶν Φαρι σαίων εἰρηκότων τὸν παλαιὸν προστεταχέναι νόμον δοῦναι βιβλίον ἀποστασίου, ἡρμήνευσεν αὐτοῖς τὸν τοῦ νόμου σκοπόν·
祂說:「凡休妻的,若不是為淫亂的緣故,就是叫她犯姦淫了。」後來法利賽人說,舊律法曾吩咐要給休書,祂便向他們解明律法的用意:
"For everyone," he says, "who divorces his wife, except for the cause of fornication, makes her commit adultery." Then, when the Pharisees said that the old law had commanded the giving of a certificate of divorce, he explained to them the purpose of the law:
1:1883
Πρὸς τὴν σκληροκαρ δίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
「因為你們心硬,他才寫這條誡命給你們;」
"Because of your hardness of heart he wrote you this commandment;"
1:1884
ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός. – Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολλη θήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται. οἱ δύο εἰς σάρκα μίαν. Οὕτω πρῶτον τὸν νόμον ἀναγνοὺς ὃν αὐτὸς ἐδεδώκει, ἐπήγαγεν·
「但從起初創造的時候,神造人是造男造女。」「因此,人要離開父母,與妻子連合,二人成為一體。」祂如此先誦讀了自己所頒賜的律法,接著又說:
"but from the beginning of creation God made them male and female. For this reason a man shall leave his father and his mother, and shall be joined to his wife, and the two shall become one flesh." Having thus first read the law which he himself had given, he added:
1:1885
Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ταῦτα δὲ πάντα τοῦ γάμου τὸ ἔννομον δείκνυσι
「神所配合的,人不可分開。」這一切都表明了婚姻的合法性。
"What therefore God has joined together, let man not separate." All these things show the lawfulness of marriage.
1:1886
Καὶ ὁ μέγας δὲ Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν συνημμένους μὲν οὐ διέστησε, κε κλοφότας δὲ θερμῶς ἄγαν διήλεγξε
偉大的彼得也並未拆散亞拿尼亞與撒非喇這對已結合的夫婦,卻極其嚴厲地斥責了他們的偷竊之罪。
And the great Peter did not separate Ananias and Sapphira, who were joined together in marriage, but rebuked them most sharply for their theft.
1:1887
Τὸ μὲν γὰρ ἔννομον ἦν, τὸ δὲ λίαν παράνομον
因為前者是合法的,後者卻是極其違法的。
For the one was lawful, but the other utterly unlawful.
1:1888
Ὁ δὲ θεῖος ἀπόστολος Παῦλος, τῷ Φιλήμονι καὶ τῇ Ἀπφίᾳ, νόμῳ γάμου συνεζευγμένοις, ἔγραψε τελείαν ἐπι στολήν
神聖的使徒保羅,也曾寫了一整封書信給腓利門與亞腓亞——這對按婚姻律法結合的夫婦。
And the divine apostle Paul wrote a complete epistle to Philemon and Apphia, who were joined together by the law of marriage.
1:1889
Κορινθίοις δὲ μαθεῖν θελήσασιν, εἰ δεῖ τοὺς τῷ Κυρίῳ πεπιστευκότας προτιμῆσαι τὴν ἁγνείαν τοῦ γάμου, ταῦτα δεδήλωκε·
而對哥林多人——他們想要知道,那些信了主的人是否應當看重守貞過於婚姻——他如此宣明:
And to the Corinthians, who wished to learn whether those who have believed in the Lord ought to prefer chastity to marriage, he declared the following:
1:1890
Περὶ δὲ ὧν ἐγρά ψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
「論到你們信上所提的事,我說男不近女倒好。」
"Now concerning the things about which you wrote to me: it is good for a man not to touch a woman;"
1:1891
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυ ναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Οὕτω ταῦτα νομοθετήσας, τὴν περὶ ἀλλήλους εὔνοιαν βεβαίαν ἔχειν παρεγγυᾷ·
「但要免淫亂的事,男人當各有自己的妻子,女人也當各有自己的丈夫。」他如此立法之後,便囑咐他們要對彼此保持堅定的情意:
"But because of fornications, let each man have his own wife, and let each woman have her own husband." Having thus legislated these things, he enjoins them to maintain firm goodwill toward one another:
1:1892
συμφώνως οὐ γιγνομένου, εἰς πορνείαν συνέβαινεν ἐκπεσεῖν τὸν καρτερεῖν οὐ δυνάμενον, ἀπαγορεύει τὴν δίχα συμφωνίας ἐγκράτειαν, καί φησιν·
因為若不是彼此同意而行,那不能自制的人便會落入淫亂之中;因此他禁止未經雙方同意的節制,並說:
for when this does not come about by mutual agreement, it happens that the one unable to endure falls into fornication; therefore he forbids continence apart from agreement, and says:
1:1893
Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνὴρ, καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξου σιάζει, ἀλλ' ἡ γυνή. Ὑπὸ τὴν ἀλλήλων, φησὶν, ἐξουσίαν τελεῖτε
「妻子沒有主張自己身體的權柄,乃在丈夫;丈夫也照樣沒有主張自己身體的權柄,乃在妻子。」他說:「你們是彼此在對方的權柄之下。」
"The wife does not have authority over her own body, but the husband does; and the husband likewise does not have authority over his own body, but the wife does." "You are," he says, "under one another's authority."
1:1894
Οὐ δύνασαι δρᾷν ὃ βούλει, δίχα τοῦ συνέλκοντος τὸν ζυγόν
離了與你同負一軛的人,你便不能做你所願意做的事。
You cannot do what you wish, apart from the one who shares the yoke with you.
1:1895
Καὶ κρατύνων τὸν νόμον, ἐπήγαγε·
他又鞏固這條律法,接着說:
And confirming the law, he added:
1:1896
Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε. Στέρησιν δὲ κέκληκε, τὴν παρὰ γνώμην γιγνομένην παῦλαν τῆς ὁμιλίας
「不要虧負對方,除非兩相情願,暫時分房,為要專心禁食禱告,然後仍舊同房。」他所謂「虧負」,是指違反己意而中止夫妻同房。
"Do not deprive one another, except perhaps by mutual agreement for a time, that you may devote yourselves to fasting and prayer, and come together again." By "deprivation" he means the cessation of intercourse that comes about against one's will.
1:1897
Θατέρου γὰρ ἐγκρατευομένου θάτερον νομίζει μέρος ἀποστε ρεῖσθαι τῆς κοινωνίας
因為當一方實行節制時,他便認為另一方是被剝奪了夫妻的結合。
For when the one practices continence, he considers the other party to be deprived of the conjugal union.
1:1898
Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Καὶ δεικνὺς ὡς ἐξ ἡμῶν ἐκεῖνος τοῦ πολέ μου λαμβάνει τὰς ἀφορμὰς, ἀναγκαίως προστέθεικε·
「免得撒但趁着你們情不自禁而試探你們。」他為要表明撒但正是從我們身上取得爭戰的機會,於是必然接着說:
"Lest Satan tempt you." And showing that it is from us that he takes the occasions for that warfare, he necessarily added:
1:1899
Εἶτα προτρέπων ἐπὶ τὰ κρείττονα
接着,他勸勉他們追求更美好的道路:
Then, exhorting them to the better course,
1:1900
Τοῦτο δὲ λέγω κατὰ συγ γνώμην, οὐ κατ' ἐπιταγήν
「我說這話,原是准你們的,不是命你們的。」
"But this I say by way of concession, not of command."
1:1901
Θέλω γὰρ πάντας ἀνθρώ πους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ, ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ τοῦ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Εἰ δὲ ὁ τρισμακάριος Παῦλος Θεοῦ χάρισμα τὸν μετὰ σωφροσύνης ὠνόμασε γάμον, δῆλοι τῶν δυσωνύμων αἱρετικῶν οἱ παράνομοι νόμοι
「我願意眾人像我一樣,在節制中;只是各人蒙 神的恩賜各有不同,這個是這樣,那個是那樣。」倘若三重蒙福的保羅將守貞而行的婚姻稱為 神的恩賜,那些惡名昭彰的異端者違法之律法便顯明無遺了。
"For I would that all men were as I myself am, in continence; but each has his own gift from God, one in this way, and another in that." But if the thrice-blessed Paul called marriage practiced with chastity a gift of God, then the lawless laws of the ill-named heretics stand exposed.
1:1902
Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας·
其後的話仍持守着同一旨意:
And what follows holds to the same purport:
1:1903
Τοῖς δὲ γεγαμηκόσι, φησὶ, παραγγέλλω οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·
「至於那已經嫁娶的,我吩咐他們──其實不是我吩咐,乃是主吩咐──妻子不可離開丈夫;」
"But to those who are married," he says, "I command—not I, but the Lord—that the wife should not separate from her husband;"
1:1904
ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλα γήτω·
「若是離開了,就不可再嫁,或是仍要與丈夫和好;」
"but if she does separate, let her remain unmarried, or be reconciled to her husband;"
1:1905
καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Τοσοῦτον. ἀπέχει τοῦ κωλύσαι τὸν γάμον, ὅτι καὶ τὸν διασπώ μενον δεσποτικοῖς νόμοις συνέχει
「丈夫也不可離棄妻子。」他不但絕不禁止婚姻,甚至還憑主的律法,使已經破裂的婚姻重新維繫起來。
"and that the husband should not send away his wife." So far is he from forbidding marriage that he even holds together, by the Lord's own laws, that which has been torn apart.
1:1906
Καὶ μὴν καὶ ταῖς ἀπίστους ἐχούσαις ἄνδρας, καὶ τοὺς ἀπίστοις γυναιξὶ συνημμένους, παραγγέλλει μὴ διαλύσαι τὸν γάμον
此外,對那些丈夫不信的婦人,以及娶了不信妻子的男人,他同樣吩咐他們不可拆散婚姻。
Indeed, to the women who have unbelieving husbands, and to the men joined to unbelieving wives, he also commands that they not dissolve the marriage.
1:1907
Εἴ τις γὰρ, φησὶν, ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν·
「倘若某弟兄有不信的妻子,妻子也情願和他同住,他就不可離棄妻子;」
"For if any brother," he says, "has an unbelieving wife, and she consents to live with him, let him not send her away;"
1:1908
καὶ γυνὴ, εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Εἰ δὲ τὸν οὐκ ἔχοντα τὴν τῆς πίστεως συμφωνίαν οὐ διέλυσε γάμον, δῆλον ὅτι τὸν γάμον ἔννομον, ἀλλ' οὐ παράνομον οἶδεν
「妻子有不信的丈夫,丈夫也情願和她同住,她就不可離棄丈夫。」他既然連信仰不一致的婚姻都不予拆散,可見他認定婚姻本是合法的,並非違法之事。
"and a woman, if she has an unbelieving husband, and he consents to live with her, let her not send him away." But if he did not dissolve a marriage even where there was no concord of faith, it is clear that he regards marriage as lawful, not unlawful.
1:1909
Καὶ τί λέγω τὸν πρῶτον γάμον; καὶ δευτέραν ἐνομοθέτησε συνάφειαν
何必單說首次的婚姻呢?他甚至為第二次的結合也立下了律法。
And why do I speak only of the first marriage? He legislated also for a second union.
1:1910
Λέγω γὰρ, ἔφη, τοῖς ἀγά μοις, καὶ ταῖς χήραις·
他說:「我對沒有嫁娶的和寡婦說:」
"For I say," he said, "to the unmarried and to the widows:"
1:1911
καλὸν αὐτοῖς ἐστιν ἐὰν μεί νωσιν ὡς κἀγώ·
「若他們能常像我,這就好。」
"it is good for them if they remain as I am;"
1:1912
εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησά τωσαν·
「若是他們不能自制,就可以嫁娶;」
"but if they cannot exercise self-control, let them marry;"
1:1913
κρεῖσσον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦ σθαι. Πύρωσιν δὲ, οὐ τὴν ἐνόχλησιν τῆς ἐπιθυ μίας, ἀλλὰ τὴν ἧτταν ὠνόμασε
「因為嫁娶總比欲火攻心倒好。」他所謂「欲火攻心」,指的不是情慾的騷動,而是被情慾所擊敗。
"for it is better to marry than to burn." By "burning" he meant not the disturbance of desire, but defeat by it.
1:1914
Καὶ μετ' ὀλίγα δὲ βεβαιοῖ τὸν νόμον·
過了不久,他又重申這條律法:
And a little further on he confirms the law:
1:1915
Γυνὴ δέδεται νόμῳ ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς·
「妻子的丈夫還活着,她就受律法約束;」
"A wife is bound by law for as long a time as her husband lives;"
1:1916
ἐὰν δὲ καὶ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γα μηθῆναι, μόνον ἐν Κυρίῳ·
「丈夫若睡了,她就可以自由,隨意再嫁,只是要嫁這在主裏面的人;」
"but if her husband should fall asleep, she is free to marry whom she wishes, only in the Lord;"
1:1917
τουτέστι σωφρόνως τε καὶ ἐννόμως, εὐσεβεῖ ἀνδρὶ καὶ πιστῷ. Καὶ περὶ ἐγκρατείας συμβουλεύει·
也就是要貞潔、合乎律法地嫁給敬虔、有信心的男人。至於節制之事,他則勸勉說:
that is, in chastity and lawfully, to a pious and faithful man. And concerning continence he counsels:
1:1918
Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. Καὶ τῇ ἐπαγωγῇ δείκνυσι τοῦ νόμου τὸ ἀξιόπιστον·
「然而按我的意見,她若常守節制不再嫁,就更為有福。」他藉此附加之語,顯明這條律法之可信:
"But she is more blessed if she remains as she is, according to my judgment." And by this addition he shows the trustworthiness of the law:
1:1919
Ἐπιση μήνασθαι δὲ χρὴ, ὡς οὐ μακαρίαν, ἀλλὰ μακαριωτέ ραν εἶπε τὴν ἐγκρατευομένην, ταύτῃ διδάσκων, ὡς καὶ ἡ τὸν δεύτερον γάμον ἀσπαζομένη, οὐ παντά πασι τῆς μακαριότητος ἔρημος, εἴπερ ἄρα κατὰ τὸν κείμενον νόμον δέξαιτο τὸν ζυγόν
必須留意的是,他稱守節制的婦人不是「有福」,而是「更為有福」,藉此教導人:即便是接受再婚的婦人,只要是照著既定的律法而負起那軛,也並非完全與福分無份。
It must be noted that he called the one who practices continence not "blessed" but "more blessed," thereby teaching that even the woman who embraces a second marriage is not altogether devoid of blessedness, provided she takes up that yoke in accordance with the established law.
1:1920
διδάσκων διαφορὰν, τοῦ δευτέρου γάμου τέθεικε τὸ παράδειγμα
為要教導這種分別,他便舉出第二次婚姻作為例證:
In teaching this distinction, he set forth the example of the second marriage:
1:1921
Ἢ ἀγνοεῖτε γὰρ, φησὶν, ἀδελφοί (γινώσκουσι γὰρ νόμον λαλῶ)·
「弟兄們,你們豈不曉得(我現在是對懂得律法的人說):
"Or do you not know, brethren," he says (for I speak to those who know the law),
1:1922
ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; Εἶτα τὸ παράδειγμα·
「律法管人是在他活着的時候嗎?」接着便是那個例證:
"that the law has dominion over a man for as long as he lives?" Then the example:
1:1923
Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ
「就如女人有了丈夫,丈夫還活着,她就被律法約束,屬乎丈夫;」
"For the married woman is bound by law to her living husband;"
1:1924
Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός
「丈夫若死了,她就脫離了丈夫的律法。」
"but if the husband dies, she is released from the law of the husband."
1:1925
Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ·
「所以丈夫還活着,她若歸於別的男人,便叫做淫婦;」
"So then, while the husband lives, she shall be called an adulteress if she is joined to another man;"
1:1926
ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. Κἀνταῦθα τοί νυν κατασκευάζων ἕτερον, ἔδειξε τὸν δεύτερον οὐκ ἀπόβλητον γάμον
「丈夫若死了,她就脫離了這律法,雖然歸於別的男人,也不是淫婦了。」由此可見,他在此雖是為建立另一個論點,卻同樣表明第二次婚姻並非當被摒棄之事。
"but if the husband dies, she is free from the law, so that she is not an adulteress though she be joined to another man." Here too, then, in establishing another point, he showed that a second marriage is not to be cast aside.
1:1927
Καὶ τῷ μακαρίῳ δὲ Τιμοθέῳ γρά φων, καὶ περὶ τῶν ἐκκλησιαστικῶν ταγμάτων νομο. θετῶν, πολλὰ περὶ τοῦ τῶν χηρῶν καταλόγου διεξελ θὼν, ἐπήγαγε·
他也寫信給蒙福的提摩太,就教會的各項秩序立法,論及寡婦名冊詳加論述之後,接着說:
And writing also to the blessed Timothy, legislating concerning the ranks of the church, after discoursing at length about the roll of widows, he added:
1:1928
Νεωτέρας δὲ χήρας παραιτοῦ. Καὶ τὰς αἰτίας δὲ εἰπὼν, ἐπάγει·
「至於年輕的寡婦,就可以辭她。」說明理由之後,他接着說:
"But refuse younger widows." And having stated the reasons, he adds:
1:1929
Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἀλλὰ Παύλου λέγοντος, Βούλομαι, Ναύατος τολμᾷ λέγειν, Οὐ βούλομαι
「所以我願意年輕的婦人嫁娶,生兒育女,治理家務,不給敵人有辱罵的把柄。」然而保羅說「我願意」,諾瓦托卻膽敢說「我不願意」。
"I desire, therefore, that the younger women marry, bear children, manage their households, giving the adversary no occasion for reproach." But whereas Paul says, "I desire," Novatus dares to say, "I do not desire."
1:1930
Ἀλλ' ἡμεῖς τοῖς Παύλου νόμοις ἀκολουθῶμεν, Ναυάτου δὲ τὴν ἀλαζο νείαν οἰμώζειν ἐῶμεν
但我們理當遵循保羅的律法,任憑諾瓦托的狂妄自去哀嚎。
But let us follow the laws of Paul, and leave Novatus's arrogance to howl in vain.
1:1931
Τὴν δὲ πορνείαν, καὶ πᾶσαν ἀκολασίαν, ὡς παρα νόμους ἀπαγορεύομεν πράξεις
至於淫亂,以及一切放蕩之事,我們則視為違法的行徑而加以禁止。
But fornication, and all licentiousness, we forbid as unlawful practices.
1:1932
Ἀκούομεν γὰρ τοῦ θειοτάτου Παύλου βοῶντος·
因為我們聽見至聖的保羅呼喊道:
For we hear the most divine Paul crying out:
1:1933
Πορνεία δὲ, καὶ ἀκα θαρσία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέ πει ἁγίοις. Καὶ πάλιν·
「至於淫亂並一切污穢,在你們中間連提都不可,只要照聖徒所相宜的。」又說:
"But fornication, and all impurity, let it not even be named among you, as is fitting for saints." And again:
1:1934
Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ. Καί·
「恐怕有淫亂的,有貪戀世俗如以掃的。」又說:
"Lest there be any fornicator, or profane person, like Esau." And:
1:1935
Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος·
「婚姻,人人都當尊重,床也不可污穢;」
"Marriage is honorable among all, and the bed undefiled;"
1:1936
πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ·
「因為苟合行淫的人, 神必要審判。」在《哥林多書》中他又說:
"but fornicators and adulterers God will judge." And in the Epistle to the Corinthians:
1:1937
Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός
「若有人毀壞 神的殿, 神必要毀壞那人;」
"If anyone destroys the temple of God, God will destroy him;"
1:1938
Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Ταύτῃτοι καὶ προ τροπάδην ἀποδιδράσκειν τὴν ἀκολασίαν κελεύει
「因為 神的殿是聖的,這殿就是你們。」正因如此,他也吩咐他們要奔逃遠離放蕩:
"for the temple of God is holy, and that temple you are." For this reason he also bids them flee headlong from licentiousness:
1:1939
Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν
「豈不知與娼妓聯合的,便是與她成為一體嗎?」他說:「因為經上說,二人要成為一體。」
"Do you not know," he says, "that he who joins himself to a harlot is one body with her? For the two," he says, "shall become one flesh."
1:1940
Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι
「但與主聯合的,便是與主成為一靈。」
"But he who is joined to the Lord is one spirit with him."
1:1941
Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν·
「人所犯的,無論甚麼罪,都在身子以外;」
"Every sin that a man commits is outside the body;"
1:1942
ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Καὶ Γαλάταις δὲ τὴν αὐτὴν διδασκαλίαν προσήνεγκε·
「惟有行淫的,是得罪自己的身子。」他對加拉太人也帶去了同樣的教導:
"but he who commits fornication sins against his own body." And to the Galatians he brought the same teaching:
1:1943
Φανερὰ γάρ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκα θαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις
「情慾的事都是顯而易見的,就是姦淫、淫亂、污穢、邪蕩、拜偶像、邪術、仇恨、爭競、忌恨、惱怒、結黨、紛爭、異端、凶殺、醉酒、荒宴,並類似的事;」
"For the works of the flesh are manifest, which are: adultery, fornication, impurity, licentiousness, idolatry, sorcery, enmities, strife, jealousies, wraths, factious ambitions, dissensions, heresies, murders, drunkenness, revelries, and things like these;"
1:1944
Ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Ταῦτα δὲ Βασιλίδης, καὶ Καρποκράτης, καὶ Ἐπιφάνης, καὶ Πρόδικος, καὶ οἱ λοιποὶ τῆς ἀσελγείας καὶ τῆς παρανομίας διδάσκαλοι, ἀνέγνωσαν μὲν, ἐναντίαν δὲ νομοθεσίαν εἰσήνεγκαν, ἀναφανδὸν ἀντι ταξάμενοι τοῖς νόμοις τοῦ Πνεύματος
「行這樣事的人必不能承受 神的國,這是我從前告訴過你們的,現在又告訴你們。」然而巴西里德、卡波克拉底、埃皮法尼斯、普羅迪庫,以及其餘放蕩與違法的教師們,雖然讀過這些話,卻引入了與之相反的律法,公然與聖靈的律法為敵。
"of which I forewarn you, even as I also told you before, that those who practice such things shall not inherit the kingdom of God." Now Basilides, and Carpocrates, and Epiphanes, and Prodicus, and the rest of the teachers of licentiousness and lawlessness, read these very words, yet introduced a contrary legislation, openly setting themselves in array against the laws of the Spirit.
1:1945
Συνῳδὰ δὲ καὶ Ἐφεσίοις ἐπέστειλε·
與此相合,他也寫信給以弗所人說:
In harmony with this he wrote also to the Ephesians:
1:1946
Λέγω γὰρ, ἔφη, καὶ διαμαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περι πατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν μα ταιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τὴν διά νοιαν ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρω σιν τῆς καρδίας αὐτῶν·
「所以我說,且在主裏鄭重地說:你們行事,不要再像外邦人存虛妄的心行事一樣;他們心地昏昧,因自己無知、心裏剛硬,就與 神所賜的生命隔絕了;」
"For I say," he said, "and testify in the Lord, that you should no longer walk as the rest of the Gentiles also walk, in the futility of their mind, being darkened in their understanding, alienated from the life of God because of the ignorance that is in them, because of the hardness of their heart;"
1:1947
οἵτινες ἀπηλγηκότες, ἑαυ τοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρ. σίας ἐν πλεονεξίᾳ
「他們良心既然喪盡,就放縱私慾,貪婪地行各樣污穢的事。」
"who, having become callous, gave themselves up to licentiousness, for the practice of every impurity with greediness."
1:1948
Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδι δάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέ σθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν πα λαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυ μίας τῆς ἀπάτης· Καὶ τὰ τούτων ἀκόλουθα
「你們學了基督,卻不是這樣。如果你們聽過他的道,領了他的教,明白真理是在耶穌裏的,就要脫去你們從前行為上的舊人,這舊人是因私慾的迷惑漸漸敗壞的。」此後接續的話亦與此相合──
"But you did not so learn Christ, if indeed you heard him and were taught in him, even as truth is in Jesus: that you put away, as regards your former manner of life, the old man, which is being corrupted according to the desires of deceit." And what follows accords with this—
1:1949
ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Ταῦτα καὶ Φιλιππησίοις ἐπέστειλε·
……「在基督和 神的國裏」。這些話他也曾寫信告訴腓立比人:
"...in the kingdom of Christ and God." These same things he also wrote to the Philippians:
1:1950
Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα ἀγαθὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε, καὶ παρ ελάβετε, καὶ εἴδετε ἐν ἐμοί. Ὡσαύτως δὲ καὶ Κολοσσαεῦσι γράφει·
「弟兄們,末了的話:凡是真實的、凡是可敬的、凡是良善的、凡是公義的、凡是清潔的、凡是可愛的、凡是有美名的,若有甚麼德行,若有甚麼稱讚,這些事你們都要思念,這些事你們也在我身上學了、受了、看見了。」他寫信給歌羅西人時,也同樣如此說:
"Finally, brethren, whatever things are true, whatever things are honorable, whatever things are good, whatever things are just, whatever things are pure, whatever things are lovely, whatever things are of good report, if there is any virtue, and if there is any praise, think on these things, which you have both learned and received and seen in me." Likewise he also writes to the Colossians:
1:1951
Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Καὶ ἡ Παλαιὰ δὲ Γραφὴ συνῳδὰ νενομοθέτηκε τῇ Καινῇ
「所以要治死你們在地上的肢體,就如淫亂、污穢、邪情、惡慾,和貪婪(貪婪就與拜偶像一樣);因這些事, 神的忿怒必臨到那悖逆之子。」而《舊約》聖經所立的律法,也與《新約》相合。
"Put to death, therefore, your members which are upon the earth: fornication, impurity, passion, evil desire, and greediness, which is idolatry; on account of which things the wrath of God comes upon the sons of disobedience." And the Old Scripture, too, has legislated in harmony with the New.
1:1952
Καὶ γὰρ αὐτός φησιν ὁ Θεός·
因為 神自己也說:
For God himself says:
1:1953
Ἅγιοι γίγνεσθε καθὼς κἀγὼ ἅγιός εἰμι. Καί·
「你們要聖潔,因為我是聖潔的。」又說:
"Be holy, as I also am holy." And:
1:1954
Μὴ πρόσεχε φαύλῃ γυναικί·
「不可注意邪惡的婦人;」
"Pay no heed to a wicked woman;"
1:1955
μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν μὲν γλυκαίνει τὸν σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις. Καὶ ἄλλα δὲ μύρια ἔστιν εὑρεῖν ταυτησὶ τῆς ἀκολασίας κατηγοροῦντα
「因為淫婦的嘴唇滴下蜂蜜,一時使你的喉嚨甘甜,日後你卻要發覺她比苦膽更苦。」此外還可找到無數經文,同樣譴責這種放蕩之事。
"for honey drips from the lips of a harlot woman, who for a season sweetens your throat, but afterward you will find her more bitter than gall." And countless other passages besides may be found accusing this very licentiousness.
1:1956
Οἱ δὲ παμμίαροι καὶ δυσώνυμοι, καὶ μυστικὴν κοι νωνίαν ὠνόμασαν τὴν ἀσέλγειαν
但這些極其可憎、惡名昭彰之人,竟將他們的放蕩稱之為「奧祕的團契」。
But these utterly abominable and ill-named men even gave the name "mystical communion" to their licentiousness.
1:1957
Ἡ δὲ θεία Γραφὴ οὐ μόνον ἀπαγορεύει παρανο μίας, ἀλλὰ καὶ θεραπεύει τοὺς τὰ τούτων τραύμα τα δεξαμένους
然而聖經不僅禁止違法之事,也醫治那些因此而受傷的人。
But the divine Scripture not only forbids lawless deeds, but also heals those who have received wounds from them.
1:1958
Τὴν γὰρ Ναυάτου θηριωδίαν βδελύτ τεται, καὶ κατηγορεῖ τῶν ποιμένων, ὅσοι ταύτην οὐκ ἐποιήσαντο τῶν προβάτων τὴν ἐπιμέλειαν
因為聖經憎惡諾瓦托的殘暴,並譴責那些未曾如此看顧羊群的牧人:
For it abhors the savagery of Novatus, and accuses those shepherds—as many as did not exercise this care for the sheep:
1:1959
Ὦ οἱ ποιμένες, τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ ἄῤῥωστον οὐκ ἰάσασθε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ πλανώμε νον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζη τήσατε. Ὁ δὲ τῶν ταύτην μὴ πεποιημένων τὴν προμήθειαν κατηγορῶν, δῆλον ὅτι βούλεται θερα πείας ἀξιοῦσθαι τὰ ἀσθενῆ τῶν προβάτων·
「哀哉,牧人哪,軟弱的你們不曾扶持,有病的你們不曾醫治,患病的你們不曾使其康復,走迷的你們不曾領回,失喪的你們不曾尋找。」既然他責備那些未曾如此顧念羊群的人,顯然是願意軟弱的羊得蒙醫治;
"O shepherds, the weak you have not strengthened, and the sick you have not healed, and the ailing you have not restored to soundness, and that which went astray you have not turned back, and that which was lost you have not sought." Now he who accuses those who did not exercise this forethought clearly wishes the weak among the sheep to be deemed worthy of healing;
1:1960
διά τοι τοῦτο πρὸς τὸν αὐτὸν ἔφη προφήτην·
正因如此,他對同一位先知說:
for this very reason he said to the same prophet:
1:1961
Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ προφυλάξεις αὐτὸν παρ' ἐμοῦ
「我已立你作以色列家的守望者;你必從我口中聽見話語,替我警戒他們。」
I have made you a watchman for the house of Israel; you shall hear a word from my mouth, and you shall warn them on my behalf.
1:1962
Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ, Θανάτῳ ἀποθανῇ, καὶ μὴ διαστείλῃ τῷ ἁμαρτωλῷ. τοῦ φυλάξασθαι τὸν ἀσεβῆ, τοῦ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς τοῦ ζῆσαι αὐτὸν, αὐτὸς ὁ ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Καὶ μετ' ὀλίγα·
「我對惡人說:『你必要死』;你若不警戒他,勸誡那不虔敬的人,使他離開惡道,得以存活,那不法的人必因自己的罪孽而死,我卻要從你手中追討他的血。過了不久:」
When I say to the sinner, ‘You shall surely die,’ and you do not warn the sinner, to caution the ungodly, to turn him from his wicked way, that he may live — that lawless man shall die in his lawlessness, but I will require his blood at your hand. And after a little:
1:1963
Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι στρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ πονηρᾶς, καὶ ζῇν αὐτόν. Εἶτα παραινετικῶς·
「主耶和華說:我指著我的永生起誓,我不願惡人死亡,惟願他離開惡道,得以存活。接著又勸勉道:」
As I live, says the Lord GOD, I do not desire the death of the sinner, so much as that he turn from his evil way, and live. Then, exhorting:
1:1964
Ἐπιστροφῇ ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; Ἔπειτα κελεύει τῷ προφήτῃ, καὶ τοῦτον πρὸς αὐτοὺς διαπορθμεῦσαι τὸν λόγον·
「你們回轉罷,回轉離開你們的惡道罷!以色列家啊,你們為何要死呢?接著他又吩咐先知,要他把這話也傳達給他們:」
Turn back, turn back from your evil way; for why will you die, O house of Israel? Then he commands the prophet to convey this word also to them:
1:1965
Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου·
「你,人子啊,你要對你本國的子民說:」
And you, son of man, say to the sons of your people:
1:1966
καὶ ἀνομία ἀνόμου οὐ μὴ ἀποκτείνῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ, καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, καὶ ἐνεχυριασμὸν ὀφείλον τος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτίσει
「不法之人的罪孽必不能害死他,只要他哪日離棄自己的罪孽,秉行公平和公義,將欠債之人的抵押品歸還,又償還所搶奪的。」
the lawlessness of the lawless man shall by no means destroy him, on whatever day he turns from his lawlessness, and does judgment and righteousness, and restores the pledge belonging to the debtor, and repays what he has plundered.
1:1967
Καὶ νῦν γὰρ, φησὶ, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι·
「王啊,他說,現在願我的謀略蒙你喜悅:」
For now, O king, he says, let my counsel please you:
1:1968
καὶ ἐν ἐλεημοσύνῃ ἀπόλουσαι τὰς ἀνομίας σου, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Ἡ δὲ τοῦ θείου Ἱερεμίου προφητεία ταυτησὶ τῆς διδασκαλίας ἀνάπλεως
「當以施捨洗淨你的罪孽,以憐憫窮人洗淨你的不義。而神聖的耶利米先知書,同樣充滿了這樣的教訓:」
and wash away your iniquities by almsgiving, and your unrighteous deeds by acts of mercy to the poor. And the prophecy of the divine Jeremiah is likewise full of this same teaching.
1:1969
Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Θεός. Νῦν δέ·
「背道的兒女啊,你們回轉罷,我就必轉向你們,這是主神說的。現在:」
Return, O backsliding sons, and I will turn again to you, says the Lord God. But now:
1:1970
Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἰσραὴλ, ἵνα σωθῇς, μήποτε εὑρεθῶσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου. Καὶ πάλιν·
「以色列啊,你當洗淨你的心中的惡念,使你可以得救;免得你痛苦的思念存留在你裡面。又說:」
Wash your heart from wickedness, O Israel, that you may be saved, lest the thoughts of your troubles be found in you. And again:
1:1971
Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Καὶ ἄλλας δὲ πλείστας ἔστιν εὑρεῖν τοιαύτας παρ' αὐτῷ νουθεσίας
「跌倒的人豈不再起來麼?轉身離去的人豈不回轉麼?在他書中還可以找到極多這類的勸誡。」
Does not he who falls arise again? Or he who turns away, does he not turn back? And one may find very many other such admonitions in him.
1:1972
Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα ὅτε ἐπεποίθεις ἐπὶ τοῖς μα ταίοις. Κἀν τῷ προοιμίῳ δὲ παμπόλλας τοῦ λαοῦ παρανομίας διεξελθὼν, καὶ δείξας τὸ τῆς νόσου δυσ ίατον, Οὐκ ἔστι γὰρ, ἔφη, μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Μετ' ὀλίγα, τὴν τῆς μετανοίας αὐτοῖς προσήγαγε θεραπείαν, πρὸς ἣν ἔλεγε·
「你回轉歎息的時候,就必得救;你必知道,你從前倚靠虛妄之物,究竟身在何處。他在序言中,也歷數了百姓極多的罪愆,並指明這病症何等難治:『因為沒有可敷的藥膏,也沒有油,也沒有繃帶。』過了不久,他便向他們提出悔改這帖良藥,就此說道:」
When you turn back and groan, then you shall be saved, and you shall know where you were when you trusted in vain things. And in the very preface, having gone through the exceedingly many transgressions of the people, and having shown how hard the disease was to cure, ‘For there is,’ he said, ‘no plaster to apply, nor oil, nor bandages.’ After a little, he brought forward for them the remedy of repentance, concerning which he said:
1:1973
Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου
「你們要洗滌自己,潔淨自己,從我眼前除掉你們靈魂中的邪惡。」
Wash yourselves, become clean, remove your wickedness from your souls, from before my eyes.
1:1974
Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν. Εἶτα ὑπισχνεῖται ἐρίῳ λευκῷ καὶ χιόνι παραπλησίους. αὐτοὺς ἀποφαίνειν, εἰ καὶ κόκκινον καὶ φοινικὴν ἔχοιεν χροιάν·
「你們要停止作惡,學習行善,尋求公平,解救受欺壓的人脫離欺壓者之手。接著他應許:縱使他們的顏色如同朱紅、緋紅,也必使他們變得如白羊毛、如雪一般潔白:」
Cease from your wicked deeds, learn to do good, seek out justice, rescue him who is wronged from the hand of him who wrongs him. Then he promises to render them like white wool and snow, even though they have a scarlet and crimson hue:
1:1975
Τοῦτο δὲ μόνῳ τῷ Θεῷ δυνατόν·
「而這是唯獨神才能做到的事:」
But this is possible for God alone:
1:1976
οἱ γὰρ δευσοποιοὶ εἰς μὲν ἄλλα χρώματα τὸ λευκὸν μεταβάλλουσιν, ἄλλο δέ τι τῶν χρωμάτων μεταβα λεῖν εἰς λευκὸν οὐκ ἰσχύουσι·
「因為染匠雖能把白色染成別的顏色,卻無法把別的顏色變成白色:」
for dyers can change white into other colors, but they have no power to change any other color into white:
1:1977
Ἀλλὰ γὰρ πέρα τοῦ μέτρου μηκυνοῦμεν τὸν λόγον, εἰ πάσας τὰς τῶν προφητῶν παραινέσεις συλλέξαιμεν·
「但若我們要把眾先知一切的勸勉都蒐羅起來,這篇論述必將超出應有的篇幅:」
But indeed we should extend our discourse beyond due measure, were we to gather together all the exhortations of the prophets:
1:1978
πλήρης γὰρ τούτων καὶ ἡ προφητικὴ μελῳδία, καὶ τῶν ἄλλων προφητῶν τὰ θεσπίσματα
「因為先知的詩歌充滿了這類話語,其餘眾先知的神諭也是如此。」
for the prophetic song is full of these things, and so too are the oracles of the other prophets.
1:1979
Ἀλλ' οἱ τὸν Ναυάτου διαδεξάμενοι τῦφον, μετὰ τὸ βάπτισμά φασι μὴ χρῆναι τοῖς ἁμαρτάνουσι θερα πείαν προσφέρειν
「然而那些承襲了諾瓦圖狂妄之見的人卻說:受洗以後,不應當再為犯罪的人施予醫治。」
But those who inherited the delusion of Novatus say that, after baptism, one ought not to offer therapy to those who sin.
1:1980
Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς καὶ οἱ παλαιοὶ τύπον εἶχον τῶν ἱερῶν μυστηρίων τὰ περιῤῥαντήρια, καὶ τὰς θείας ἱερουργίας
「但他們理當明白:就連古時的人,也在灑淨禮與神聖祭祀之中,擁有聖奧秘的預表。」
But they ought to have understood that even the ancients possessed, in the sprinklings and the divine sacrifices, a type of the sacred mysteries.
1:1981
Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἄνοιαν αὐτὴν διελέγξωμεν, τὸν Ἀαρὼν εἰς μέσον ἀγάγωμεν
「為要以綽綽有餘的證據駁斥這狂妄之見,讓我們把亞倫帶到眼前來。」
But that we may refute this folly with overwhelming abundance of proof, let us bring Aaron forward into our midst.
1:1982
Οὗτος γὰρ χρι σθεὶς, καὶ πρῶτος ἀρχιερεὺς χειροτονηθεὶς, καὶ τοῦ θείου Πνεύματος τὴν χάριν δεξάμενος, εἶξε μὲν ταῖς δυσσεβέσιν αἰτήσεσι τοῦ παρανόμου λαοῦ, κατ εσκεύασε δὲ τὴν εἰκόνα τοῦ μόσχου, καὶ θυσίας μετὰ τῶν ἄλλων προσενήνοχε Λευϊτῶν·
「這人受過膏抹,蒙立為第一位大祭司,並領受了聖靈的恩賜;然而他卻順從了那不法之民不虔敬的要求,造了牛犢的像,又與其餘的利未人一同獻祭:」
For this man, having been anointed, and having been ordained the first high priest, and having received the grace of the divine Spirit, yielded to the impious demands of the lawless people, and fashioned the image of the calf, and offered sacrifices along with the rest of the Levites:
1:1983
ἀλλ' ὅμως συγ γνώμης τετύχηκε, καὶ ἀρχιερατεύων μέχρι τελευτῆς διετέλεσε
「但他終究還是獲得了寬恕,並且一直擔任大祭司直到離世。」
but nevertheless he obtained forgiveness, and continued in the high priesthood until his death.
1:1984
Περὶ τοῦ ἐν Κορίνθῳ πεπορνευκότος τί ἂν εἴποιεν, ὃς οὐ μό νον θείων μυστηρίων ἠξίωτο, ἀλλὰ καὶ διδασκαλι κοῦ τετύχηκεν χαρίσματος; οὗ δὴ χάριν ὡς ἐπὶ σοφῷ καὶ πεπαιδευμένῳ μέγα φρονούντων τῶν ὑπ' ἐκείνῳ τελούντων, ὁ θεῖος Ἀπόστολος κατηγόρησεν εἰπών·
「至於哥林多那個行淫亂的人,他們又能說什麼呢?此人不僅蒙允領受神聖奧秘,甚至還獲得了教導的恩賜;正因如此,屬他門下之人便以有這樣一位有智慧、有學問的人而自誇自大,神聖的使徒因此責備他們說:」
What would they say concerning the man in Corinth who had committed fornication — who was deemed worthy not only of the divine mysteries, but had even obtained the gift of teaching? On whose account those under him, being greatly puffed up as over a wise and learned man, the divine Apostle accused, saying:
1:1985
Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. Ἀλλ' ὅμως καὶ διδάσκαλον ὄντα, καὶ μεγίστην παρανομίαν τετολμηκότα παραδοὺς τῷ Σατανᾷ, πάλιν αὐτὸν ἐξήρπασε τῶν ἐκείνου χειρῶν, καὶ τῷ τῆς Ἐκκλησίας ἀποδέδωκε σώματι
「你們竟自高自大,並不哀痛,把行這事的人從你們中間趕出去。然而,即便此人身為教師,且敢於犯下極大的過犯,使徒仍將他交給撒但之後,又把他從撒但手中重新奪回,使他歸還教會的身體。」
And you are puffed up, and did not rather mourn, that he who did this deed might be removed from your midst. Yet nevertheless, though this man was a teacher and had dared the greatest transgression, having delivered him to Satan, he snatched him back again from that one's hands, and restored him to the body of the Church.
1:1986
Γράφει δὲ οὕτως ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ·
「他在第二封書信中如此寫道:」
And he writes thus in the second Epistle:
1:1987
Ὧ δέ τι χαρίζεσθε, καὶ ἐγώ
「你們饒恕誰,我也饒恕誰。」
But to whom you forgive anything, I also forgive.
1:1988
Καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι' ὑμᾶς. Καὶ ἵνα μή τις αὐ τὸν ὑπολάβῃ πρὸς χάριν ἀνθρώπων τοῦτο πεποιηκέ ναι, προστέθεικεν·
「因為我若饒恕了什麼,我所饒恕的,是為了你們的緣故而饒恕的。為避免有人以為他這樣做是為了討人的喜歡,他又加上一句:」
For indeed if I have forgiven anything, to him whom I have forgiven it, I have done so for your sake. And lest anyone should suppose that he did this to gratify men, he added:
1:1989
Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ·
「免得我們被撒但佔了便宜:」
So that we may not be taken advantage of by Satan:
1:1990
οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. – Ὥστε ὑμᾶς μᾶλλον χαρίσασθαι, καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ κα ταποθῇ ὁ τοιοῦτος. Τοιαύτην εἶχον εὐσπλαγχνίαν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι·
「因為我們並非不知道他的詭計。——所以你們倒應當饒恕他、安慰他,免得這人被過度的憂愁所吞沒。教會的教師們就存有這樣的憐憫之心:」
for we are not ignorant of his devices. — So that you should rather forgive him, and comfort him, lest such a one be swallowed up by excessive sorrow. Such was the compassion that the teachers of the Church possessed:
1:1991
ἰατροὶ γὰρ ἦσαν πνευματικοὶ, τῶν μὲν ἐῤῥωμένων τὴν ὑγείαν φυλάτ. τοντες, τῶν δὲ κακῶς διακειμένων τὰς νόσους ἐλαύ νοντες
「因為他們是屬靈的醫師,既保守健壯者的健康,也驅除病弱者的疾病。」
for they were spiritual physicians, guarding the health of those who were sound, and driving out the diseases of those who were in bad condition.
1:1992
Τοῦτο πραγματευόμενος, καὶ ταῦτα τοῖς πρὸς τούτοις ἐντέθεικε γράμμασι·
「為成就此事,他又在有關這方面的書信中加入了以下的話:」
Attending to this task, he also inserted the following into his letters on this subject:
1:1993
νομικῶν παρα τηρήσεων ἀσπασαμένους τὴν φυλακὴν, ἐπανάγει πρὸς τὴν σωτηρίαν, καὶ τὰ τῆς μετανοίας αὐτοῖς ἐπιτίθησι φάρμακα, καὶ ἀφίησι μητρὸς φιλοστόργου φωνήν·
「凡擁抱律法規條、謹守遵行之人,他都引導他們歸回救恩,並將悔改的良藥施用於他們身上,發出慈母般的聲音:」
those who had embraced the observance of legal ordinances he leads back to salvation, and applies to them the medicines of repentance, and utters the voice of an affectionate mother:
1:1994
Καὶ γὰρ τὸ ἀπολωλὸς πρόβατον, καὶ ἡ ἐκπεσοῦσα δραχμὴ, τῶν ἡμαρτη κότων ἐπιμέλεσθαι διδάσκουσιν
「因為那失去的羊,以及那遺落的錢幣,都教導我們要照顧那些犯了罪的人。」
For indeed the lost sheep, and the fallen drachma, teach us to take care of those who have sinned.
1:1995
Ὁ δὲ ἄσωτος υἱὸς ἄντικρυς τὴν μετὰ τὸ βάπτισμα γεγενημένην παρά βασιν δηλοῖ
「而那浪子則明明表明了受洗以後所發生的過犯。」
And the prodigal son manifestly signifies the transgression that occurred after baptism.
1:1996
Τῆς γὰρ πατρῴας οὐσίας τὴν προσ ήκουσαν μοῖραν λαβὼν, καὶ ταύτην ἀσώτως κατεδη δοκὼς, ἐπανῆλθεν·
「他領受了父親家業中屬他的那一份,任意放蕩,揮霍殆盡之後,便回轉歸來:」
For having received the portion of the paternal substance that fell to him, and having squandered it prodigally, he returned:
1:1997
ἀλλ' ὅμως τῆς πρώτης ἠξιώθη στολῆς, καὶ διὰ τοῦ δακτυλίου τὴν εἰκόνα τὴν θείαν ἀπέλαβε, καὶ τοῦ σιτευτοῦ ἀπήλαυσε μόσχου, καὶ ἑορτὴν μεγίστην ἐσχεδίασε τῷ πατρί
「然而他終究得以穿上頭一等的袍子,又藉著那枚戒指重新領回神聖的形像,並享用了那隻肥牛犢,為父親即興辦了一場極盛大的筵席。」
but nevertheless he was deemed worthy of the first robe, and through the ring received back the divine image, and enjoyed the fatted calf, and improvised the greatest feast for his father.
1:1998
Καὶ πᾶσα δὲ τοῦ Κυρίου διδασκαλία καὶ πρᾶξις, τὴν τῶν ἁμαρτω λῶν ἰατρείαν διδάσκουσι, καὶ οἱ κληθέντες τελῶναι, καὶ ἡ προσελθοῦσα πόρνη, καὶ ὁ πιστεύσας λῃστὴς, καὶ τῆς φιλανθρωπίας οἱ λόγοι·
「主一切的教訓與作為,也都教導人罪得醫治:那蒙召的稅吏、那前來的娼妓、那信主的強盜,以及他仁愛慈憫的話語:」
And all the teaching and practice of the Lord teach the healing of sinners: the tax collectors who were called, and the harlot who approached him, and the thief who believed, and the words of his loving-kindness:
1:1999
Οὐκ ἦλθον καλέ σαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν
「我來,本不是召義人,乃是召罪人悔改。」
I came not to call the righteous, but sinners, to repentance.
1:2000
οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κα κῶς ἔχοντες. Εἰ δὲ ταῦτα πρὸ τοῦ βαπτίσματος λέγουσι γεγενῆσθαι, τὸν πρῶτον τῆς Ἐκκλησίας θεμέλιον καταμάθωσι κλονούμενον, καὶ ὑπὸ τῆς θείας χάριτος βεβαιούμενον
「不是強壯的人用得著醫生,乃是有病的人才用得著。倘若他們硬說這些事都發生在受洗之前,那就讓他們仔細考察一下:教會最初的根基竟也曾動搖,又蒙神聖的恩典得以堅立。」
It is not those who are strong who have need of a physician, but those who are sick. But if they say that these things happened before baptism, let them learn well that the first foundation of the Church was shaken, and confirmed by divine grace.
1:2001
Τρὶς γὰρ ὁ μέγας ἀρνησάμενος Πέτρος ἔμεινε πρῶτος, τοῖς δάκρυσι τοῖς οἰκείοις θεραπευθείς
「因為偉大的彼得,雖曾三次不認主,卻仍居於首位,靠著自己的眼淚得了醫治。」
For the great Peter, having denied him three times, remained first among the apostles, having been healed by his own tears.
1:2002
Ταύτην αὐτῷ καὶ τοῖς ἀδελφοῖς·
「這同樣的恩典,不但賜給他,也賜給眾弟兄:」
This same grace was given to him, and to the brothers also:
1:2003
Καὶ σὺ γὰρ, φησὶν, ἐπιστρέψας στήρι ξον τοὺς ἀδελφούς σου. Καὶ προσευχῆς δὲ τύπον τοῖς μαθηταῖς δεδωκὼς, προσέταξε λέγειν·
「因為主說:你回轉以後,也要堅固你的弟兄。他又賜給門徒一個禱告的範式,吩咐他們說:」
For you also, he says, when you have turned again, strengthen your brothers. And having given the disciples a form of prayer, he commanded them to say:
1:2004
Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Ταύτην δὲ τὴν προσευχὴν οὐ τοὺς ἀμυήτους, ἀλλὰ τοὺς μυσταγωγουμένους διδάσκομεν
「免我們的債,如同我們免了人的債。這禱告我們並不教導那些未曾入教的人,而是教導那些正在領受奧秘引導的人。」
Forgive us our debts, as we also forgive our debtors. And this prayer we teach not to the uninitiated, but to those being led into the mysteries.
1:2005
Οὐδεὶς γὰρ τῶν ἀμυήτων λέγειν τολμᾷ·
「因為未曾入教的人,沒有一個敢說:」
For none of the uninitiated dares to say:
1:2006
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, μήπω δεξάμενος τῆς υἱοθεσίας τὸ χάρισμα
「『我們在天上的父』,因為他還未領受兒子名分的恩賜。」
‘Our Father who art in the heavens,’ not yet having received the gift of adoption.
1:2007
Ὁ δὲ τῆς τοῦ βαπτίσματος τετυχηκὼς δωρεᾶς, Πατέρα καλεῖ τὸν Θεὸν, ὡς εἰς τοὺς υἱοὺς τελέσας τῆς χάριτος
「但那已經領受了洗禮恩賜的人,便稱神為父,因為他已被納入蒙恩之子的行列。」
But he who has obtained the gift of baptism calls God Father, as one who has been perfected into the sons of grace.
1:2008
Οὗτοι τοίνυν προσετάχθησαν λέγειν·
「這些人於是奉命要說:」
These, then, were commanded to say:
1:2009
Ἄφες ἡμῖν τὰ ὀφει-λήματα ἡμῶν. Ἰάσιμα τοιγαροῦν καὶ τὰ μετὰ τὸ βάπτισμα γενόμενα τραύματα·
「『免我們的債。』所以,即便是受洗以後所造成的創傷,也是可以醫治的:」
‘Forgive us our debts.’ Therefore the wounds that occur even after baptism are curable:
1:2010
ἰάσιμα δὲ, οὐχ ὡς πάλαι διὰ πίστεως μόνης τῆς ἀφέσεως διδομένης·
「可以醫治,卻不像從前那樣,僅憑信心便可得赦免:」
curable, yet not in the way that of old, when forgiveness was granted through faith alone:
1:2011
ἀλλὰ διὰ δακρύων πολλῶν, διά τε ὀδυρμῶν, καὶ κλαυθμῶν, καὶ νηστείας, καὶ προσευχῆς, καὶ πόνου·
「而是要藉著許多眼淚,藉著哀慟、哭泣、禁食、禱告與勞苦:」
but through many tears, and through lamentations, and weeping, and fasting, and prayer, and labor:
1:2012
τῇ ποσότητι τῆς γεγονυίας ἁμαρτίας συμμετρουμέ νου
「按照所犯之罪的輕重來衡量。」
measured in proportion to the quantity of the sin that has occurred.
1:2013
Οὔτε γὰρ ἀπαγορεύειν ἐδιδάχθημεν τοὺς μὲν οὕτω διακειμένους, οὔτε προχείρως. μεταδιδόναι τῶν θείων
「因為我們所受的教導既不是要禁止那些如此悔改之人,也不是要輕率地將神聖的奧秘分給他們。」
For we were taught neither to forbid those who are so disposed, nor to give them a share of the divine mysteries too readily.
1:2014
Μὴ βάλλετε γὰρ, φησὶ, ἅγιον τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαρ γαρίτας ἔμπροσθεν τῶν χοίρων. Τούτους ἡ Ἐκκλησία καὶ περὶ μετανοίας ἔχει τοὺς νόμους
「『不要把聖物給狗,也不要把你們的珍珠丟在豬前。』教會關於悔改所持守的,正是這樣的規範。」
‘Do not give what is holy to the dogs,’ he says, ‘nor cast your pearls before swine.’ Such are the laws the Church holds also concerning repentance.
1:2015
Οἴνου δὲ καὶ κρεωφαγίας ἀποχὴν, καὶ τὴν ἄλλην ἐγκράτειαν, οὐ τοῖς αἱρετικοῖς παραπλησίως ἀσπά ζεται
「至於戒酒、戒肉食,以及其他形式的節制,教會並不像異端那樣看待這些事。」
But as for abstinence from wine and the eating of meat, and other forms of self-restraint, the Church does not embrace them in the same manner as the heretics do.
1:2016
Οἱ μὲν γὰρ ὡς βδελυκτῶν τούτων νομοθετοῦσιν ἀπέχεσθαι·
「因為異端立法規定人要禁戒這些,彷彿它們是可憎之物:」
For they legislate abstinence from these as though they were abominable:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。