📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 乞食者(駁基督一性論對話)

乞食者(駁基督一性論對話) 第 1 章 第 10/13 段

希臘文原文.231 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2131–1:2361(全章共 2996 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2131
Εἰ δὲ τύπος ταῦτα τῆς ἀλη θείας, ἐν δὲ τῷ τύπῳ σφαγὴν οὐχ ὑπέμεινεν ὁ μονογενής, ἀλλὰ κριὸς ἀντεισήχθη καὶ τῷ βωμῷ προσηνέχθη καὶ τῆς ἱερουργίας πεπλήρωκε τὸ μυστήριον, τί δήποτε κἀνταῦθα μὴ τῇ σαρκὶ τὸ πάθος προσνέμετε, καὶ τῆς θεότητος τὴν ἀπάθειαν κηρύττετε; {ΕΡΑΝ.} Καὶ σὺ τὰ περὶ τοῦ τύπου διηγούμενος τὸν Ἰσαὰκ ἔφης ἀναβιῶναι τῇ θείᾳ φωνῇ
但若這些事乃是真理的預表,且在預表中那獨生子並未承受被殺,反倒有一隻公羊被代替、獻在壇上、成全了獻祭的奧祕,那麼你何以在這裡也不將受苦歸給肉體,並宣告神性的不受苦呢?厄拉尼斯特:可是你在講述這預表之事時,自己也說以撒是藉著神的聲音復活的。
But if these things are a type of the truth, and in the type the Only-begotten did not endure slaughter, but a ram was substituted and offered upon the altar and fulfilled the mystery of the sacrifice, why then even here do you not assign the suffering to the flesh, and proclaim the impassibility of the Godhead? ERANISTES: But you too, in expounding the matters of the type, said that Isaac was brought back to life by the divine voice.
1:2132
Οὐδὲν τοίνυν ἀπεικὸς ποιοῦμεν, τῷ τύπῳ προσαρμόζοντες τὴν ἀλήθειαν, καὶ τὸν θεὸν λόγον πεπονθέναι καὶ ἀναβιῶναι κηρύττοντες
因此我們把真理與預表相合,並宣告神—道既受苦又復活,這並無不當之處。
We therefore do nothing improper in fitting the truth to the type, and in proclaiming that God the Word both suffered and was brought back to life.
1:2133
{ΟΡΘ.} Πολλάκις ἔφην ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει
正統者:我已多次說過,形像不可能具有原型所有的一切。
ORTHODOXOS: I have often said that it is impossible for the image to have everything that the archetype has.
1:2134
Τοῦτο δὲ κἀντεῦθεν καταμαθεῖν εὐπετές
這一點從眼前的情形也不難明白。
And this is easy to learn from the present case as well.
1:2135
Ὁ γὰρ Ἰσαὰκ καὶ ὁ κριὸς κατὰ μὲν τὸ διάφορον τῶν φύσεων τῇ εἰκόνι συμβαίνουσι, κατὰ δὲ τὸ διῃρημένον κεχωρισμένων τῶν ὑποστάσεων οὐκ ἔτι
因為以撒與公羊,就本性之相異而言,與那形像相合;但就分別的位格之相離而言,卻不再相合。
For Isaac and the ram correspond to the image in respect of the difference of the natures, but in respect of the separation of the divided hypostases they no longer do so.
1:2136
Θεότητος γὰρ ἡμεῖς καὶ ἀνθρωπότητος τοιαύτην κηρύττομεν ἕνωσιν, ὡς ἐννοεῖν ἓν πρόσωπον ἀδιαίρετον, καὶ τὸν αὐτὸν θεόν τε εἰδέναι καὶ ἄνθρωπον, ὁρώμενον καὶ ἀόρατον, περιγεγραμμένον καὶ ἀπερίγραφον, καὶ τὰ ἄλλα δὲ πάντα, ὅσα τῆς θεότητος καὶ τῆς ἀνθρω πότητος ὑπάρχει δηλωτικά, τῷ προσώπῳ τῷ ἑνὶ προσαρμόττομεν
因為我們所宣告的神性與人性之聯合,乃是使我們想到一個不可分的位格,並且認識同一位既是神又是人,可見又不可見,有限又無限;其餘一切彰顯神性與人性的屬性,我們也都歸於這一個位格。
For we proclaim such a union of Godhead and manhood that we conceive of one indivisible Person, and know one and the same to be both God and man, seen and unseen, circumscribed and uncircumscribed, and all the other attributes as well, whatever declares the Godhead and the manhood, we fit to the one Person.
1:2137
Ἐπειδὴ τοίνυν οὐχ οἷόν τε ἦν ἐν τῷ κριῷ προτυπωθῆναι τὴν ἀναβίω σιν, ἀλόγῳ γε ὄντι καὶ τῆς θείας εἰκόνος ἐστερημένῳ, μερίζονται τοῦ τῆς οἰκονομίας μυστηρίου τὸν τύπον, καὶ ὁ μὲν τοῦ θανάτου, ὁ δὲ τῆς ἀναστάσεως δείκνυσι τὴν εἰκόνα
既然那公羊既是沒有理性的、又缺乏神的形像,復活便不能藉牠而預表,於是牠們便彼此分擔那救贖安排之奧祕的預表:一隻顯明死亡的形像,另一隻顯明復活的形像。
Since, then, it was not possible for the resurrection to be prefigured in the ram, being as it was irrational and destitute of the divine image, they divide between them the type of the mystery of the dispensation, and the one displays the image of the death, the other of the resurrection.
1:2138
Ταὐτὸ δὲ τοῦτο κἀν ταῖς μωσαϊκαῖς θυσίαις εὑρίσκομεν
這同樣的事,我們在摩西的獻祭中也可尋見。
And this very same thing we find also in the Mosaic sacrifices.
1:2139
Ἔστι γὰρ ἰδεῖν καὶ ἐν ἐκείναις προδιαγραφέντα τοῦ σωτηρίου πάθους τὸν τύπον
因為在那些獻祭中,也能看見那救贖之受難的預表被預先描繪出來。
For it is possible to see in those also the type of the saving passion prefigured.
1:2140
{ ΕΡΑΝ.} Καὶ ποία θυσία μωσαϊκὴ σκιογραφεῖ τὴν ἀλήθειαν; { ΟΡΘ.} Πᾶσα μέν, ὡς ἔπος εἰπεῖν, ἡ παλαιὰ τύπος ἐστὶ τῆς καινῆς
厄拉尼斯特:那麼有哪一種摩西的獻祭以影兒描繪真理呢?正統者:可以說幾乎全都是;整個舊約乃是新約的預表。
ERANISTES: And what Mosaic sacrifice sketches out the truth in shadow? ORTHODOXOS: All of it, one may say; the whole Old Testament is a type of the New.
1:2141
Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν· καὶ πάλιν·
「因為律法既是將來美事的影兒」;又說:
'For the Law, having a shadow of the good things to come'; and again:
1:2142
Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις. Ἐναργέστατα δὲ τοῦ ἀρχετύπου δείκνυσι τὴν εἰκόνα τὸ πρόβατον τὸ ἐν Αἰγύπτῳ τυθέν, καὶ ἡ δάμαλις ἡ πυρρὰ ἡ πόρρω τῆς παρεμβολῆς καιομένη
「他們遭遇這些事都要作為鑑戒(預表)。」而原型的形像最為清楚地藉那在埃及被宰的羊羔,以及那在營外遠處焚燒的紅母牛而顯明。
'Now all these things happened unto them as types.' And most clearly of all the image of the archetype is shown by the lamb slain in Egypt, and by the red heifer burned far outside the camp.
1:2143
Ταύτης καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μνημονεύσας ἐπήγαγε·
使徒在寫給希伯來人的書信中提到這牛時,也接著說:
The Apostle too, having made mention of this in the Epistle to the Hebrews, added:
1:2144
Τῶν γὰρ δύο τοῦ σωτῆρος φύσεων οὗτοι προδιαγράφουσι τὴν εἰκόνα, ὁ μὲν ἀφιέμενος τῆς ἀπα θοῦς θεότητος, ὁ δέ γε σφαττόμενος τῆς παθητῆς ἀνθρωπότητος
因為這兩者預表救主兩性的形像:那被放走的,預表不受苦的神性;那被宰殺的,預表能受苦的人性。
For these prefigure the image of the two natures of the Saviour: the one, being let go, of the impassible Godhead; the other, being slain, of the passible manhood.
1:2145
Λωβᾶται γὰρ τοὺς πελά ζοντας, πολλάκις δὲ πημαίνει καὶ τοὺς οὐδὲν ἀδικήσαντας·
因為牠殘害那靠近牠的,且常連那毫無過犯的也遭其害;
For it maims those who draw near, and often harms even those who have done no wrong;
1:2146
ὁ δὲ τῶν ἐδωδίμων ἐστὶ καὶ καθαρῶν κατὰ τὸν νόμον
但另一種則是按著律法可食用又潔淨的牲畜。
but the other is of the edible and clean animals according to the Law.
1:2147
{ΟΡΘ.} Οὐκοῦν ἄκουσον τοῦ δεσπότου τῷ ὄφει τῷ χαλκῷ τὸ σωτήριον ἀπεικάζοντος πάθος·
正統者:那麼就聽那位主將救贖的受難比作那銅蛇:
ORTHODOXOS: Hear then the Master likening the saving passion to the bronze serpent:
1:2148
Καθὼς ὕψωσε, φησίν, Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Εἰ δὲ χαλκοῦς ὄφις τὸν τοῦ προσηλωθέντος σώματος ἐπλήρωσε τύπον, τί δεδράκαμεν ἀπεικός, τῷ σωτηρίῳ πάθει παραθέντες τὴν τῶν τράγων θυσίαν; { ΕΡΑΝ.} Ὅτι τὸν κύριον ὁ Ἰωάννης ἀμνὸν προσηγόρευσεν, καὶ ὁ Ἡσαΐας ὡσαύτως ἀμνὸν καὶ πρόβατον
祂說:「摩西在曠野怎樣舉蛇,人子也必照樣被舉起來,叫一切信祂的都不至滅亡,反得永生。」但若那銅蛇成全了那被釘之身體的預表,那麼我們把公山羊的祭與救贖的受難相比,又有何不當呢?厄拉尼斯特:因為約翰稱主為羔羊,以賽亞也照樣稱祂為羔羊與綿羊。
'As Moses,' He says, 'lifted up the serpent in the wilderness, even so must the Son of Man be lifted up, that whosoever believes on Him should not perish, but have eternal life.' But if the bronze serpent fulfilled the type of the body that was nailed up, what have we done improper in comparing the sacrifice of the goats to the saving passion? ERANISTES: Because John called the Lord a Lamb, and Isaiah likewise a lamb and a sheep.
1:2149
{ΟΡΘ.}Ὁ δέ γε μακάριος Παῦλος ἁμαρτίαν αὐτὸν καὶ κατάραν καλεῖ
正統者:然而那有福的保羅卻稱祂為罪,又稱祂為咒詛。
ORTHODOXOS: But the blessed Paul calls Him sin and a curse.
1:2150
Τοιγάρτοι ὡς μὲν κατάρα τοῦ καταράτου ὄφεως τὸν τύπον πληροῖ·
因此,作為咒詛,祂成全了那受咒詛之蛇的預表;
Therefore, as a curse, He fulfils the type of the accursed serpent;
1:2151
ὡς δὲ ἁμαρτία τῆς τῶν τράγων θυσίας δείκνυσι τὴν εἰκόνα
而作為罪,祂則顯明公山羊之祭的形像。
and as sin, He shows the image of the sacrifice of the goats.
1:2152
Ὑπὲρ γὰρ ἁμαρτίας, κατὰ τὸν νόμον, οὐκ ἀμνός, ἀλλὰ χίμαρος ἐξ αἰγῶν προσεφέρετο
因為按著律法,為贖罪所獻的並非羔羊,乃是山羊中的公羊。
For for sin, according to the Law, it was not a lamb but a he-goat of the goats that was offered.
1:2153
ἐν τοῖς εὐαγγελίοις ἀμνοῖς μὲν τοὺς δικαίους ἀπείκασεν, ἐρίφοις δὲ τοὺς ἁμαρτωλούς
在福音書中,祂把義人比作綿羊,把罪人比作山羊。
In the Gospels He likened the righteous to lambs, but sinners to kids.
1:2154
Ἐπειδὴ τοίνυν ἔμελλεν, οὐχ ὑπὲρ δικαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν, ὑπομένειν τὸ πάθος, εἰκότως δι' ἀμνῶν καὶ τράγων προδιαγράφει τὴν οἰκείαν ἱερουργίαν
既然祂將要承受受難,不單是為義人,也是為罪人,祂便合宜地藉著羔羊與公山羊,預先描繪祂自己的獻祭。
Since, then, He was about to endure the passion not for the righteous only but also for sinners, He fittingly prefigures His own sacrifice by means of lambs and goats.
1:2155
{ΕΡΑΝ.} Ἀλλὰ τῶν δύο τράγων ὁ τύπος δύο πρόσωπα παρασκευάζει νοεῖν
厄拉尼斯特:可是那兩隻公山羊的預表,使人想到兩個位格。
ERANISTES: But the type of the two goats leads one to conceive of two persons.
1:2156
{ΟΡΘ.} Οὐχ οἷόν τε ἦν ἐν ἑνὶ τράγῳ ἄμφω κατὰ ταὐτὸν προτυπωθῆ ναι, καὶ τὸ παθητὸν τῆς ἀνθρωπότητος καὶ τὸ ἀπαθὲς τῆς θεότητος
正統者:要在一隻公山羊中同時預表這兩者——人性能受苦與神性不受苦——乃是不可能的。
ORTHODOXOS: It was not possible for both to be prefigured together in one goat—both the passibility of the manhood and the impassibility of the Godhead.
1:2157
Ἀναιρεθεὶς γὰρ οὗτος τὴν ζῶσαν οὐκ ἂν ἔδειξε φύσιν
因為這隻既被宰殺,就不能顯明那活著的本性。
For being slain, this one could not have shown the living nature.
1:2158
Τούτου δὴ χάριν δύο παρελήφθησαν εἰς τὴν τῶν δύο φύσεων δήλωσιν
正因如此,才取了兩隻,為要彰顯那兩種本性。
For this very reason two were taken, for the declaring of the two natures.
1:2159
Ταὐτὸ δὲ τοῦτο καὶ ἐφ' ἑτέρας θυσίας καταμάθοι τις ἄν
這同一件事,人也可從另一種獻祭中得知。
And this very same thing one might learn from another sacrifice as well.
1:2160
{ΕΡΑΝ.} Ποίας; {ΟΡΘ.} Ἔνθα πτηνὰ δύο τῶν καθαρῶν ὁ νομοθέτης διαγορεύει προσφέρεσθαι, καὶ τὸ μὲν θύεσθαι, θάτερον δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαφὲν ἀπολύεσθαι
厄拉尼斯特:哪一種?正統者:就是那立法者所吩咐的:要獻上兩隻潔淨的鳥,其中一隻被宰殺,另一隻則蘸在那被宰之鳥的血中,然後放走。
ERANISTES: What kind? ORTHODOXOS: That in which the lawgiver ordains that two clean birds be offered, and the one be slain, but the other, dipped in the blood of the one that was slain, be let go free.
1:2161
Καὶ γὰρ ἐνταῦθα ὁρῶμεν τὸν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τύπον, τῆς μὲν θυομένης, τῆς δὲ οἰκειουμένης τὸ πάθος
因為在這裡我們也看見神性與人性的預表:一隻被獻為祭,另一隻則承擔那受苦。
For here too we behold the type of the Godhead and the manhood: the one being sacrificed, the other appropriating the suffering.
1:2162
{ ΕΡΑΝ.} Πολλοὺς ἡμῖν προσενήνοχας τύπους
厄拉尼斯特:你已為我們列舉了許多預表。
ERANISTES: You have brought forward for us many types.
1:2163
Ἐγὼ δὲ τοὺς αἰνιγ ματώδεις οὐ προσίεμαι λόγους
但我不歡迎那些隱晦難解的言論。
But I do not welcome enigmatic discourses.
1:2164
{ΟΡΘ.} Καὶ μὴν ὁ θεῖος ἀπόστολος καὶ τὰς ἱστορίας τύπους εἶναί φησι, καὶ τὴν Ἄγαρ τύπον τῆς παλαιᾶς διαθήκης ἐκάλεσε, καὶ τὴν Σάρραν τῇ ἐπουρανίῳ ἀπείκασεν Ἱερουσαλήμ, καὶ τὸν μὲν Ἰσμαὴλτύπον ἔφη τοῦ Ἰσραήλ, τὸν Ἰσαὰκ δὲ τοῦ νέου λαοῦ
正統者:然而那位神聖的使徒卻說,連歷史記載也是預表;他稱夏甲為舊約的預表,把撒拉比作那在天上的耶路撒冷,又說以實瑪利是以色列的預表,以撒則是新子民的預表。
ORTHODOXOS: And yet the divine Apostle says that even the histories are types, and he called Hagar a type of the old covenant, and likened Sarah to the heavenly Jerusalem, and said that Ishmael was a type of Israel, but Isaac of the new people.
1:2165
Κατηγόρησον οὖν καὶ τῆς μεγάλης τοῦ πνεύματος σάλπιγγος, ὅτι πᾶσιν ἡμῖν τοὺς αἰνιγματώδεις προσενήνοχε λόγους
那麼,你也去控告聖靈那偉大的號筒吧,因為他向我們眾人陳明了這一切隱晦難解的言論。
Accuse, then, also that great trumpet of the Spirit, because he has brought forward to us all these enigmatic discourses.
1:2166
{ ΕΡΑΝ.} Κἂν μυρίους μοι πρὸς τούτοις ἑτέρους προσενέγκῃς λόγους, μερίσαι τὸ πάθος οὐ πείσεις
厄拉尼斯特:縱使你在這些之外再向我提出千萬別的言論,你也無法說服我把受苦分割開來。
ERANISTES: Even if you should bring me ten thousand other discourses besides these, you will not persuade me to divide the suffering.
1:2167
Ἤκουσα γὰρ καὶ τοῦ ἀγγέλου πρὸς τὰς περὶ Μαριὰμ εἰρηκότος·
因為我也聽見那天使對那些與馬利亞同在的婦女所說的話:
For I have heard also the angel saying to the women about Mary:
1:2168
Τοῖς γὰρ κοινοῖς ὀνόμασι καὶ τὸ μέρος προσαγορεύομεν
因為我們用那些通稱,也稱呼那部分。
For by the common names we address the part also.
1:2169
Εἰς γὰρ τοὺς τῶν ἱερῶν ἀποστόλων ἢ προφητῶν ἢ μαρτύρων εἰσιόντες σηκοὺς πυνθανόμεθα, τίς ὁ κείμενος ἐν τῇ λάρνακι; Οἱ δὲ τὸ ἀληθὲς εἰδότες ἀποκρινόμενοι λέγουσιν, ἢ τὸν Θωμᾶν τυχὸν τὸν ἀπόστολον, ἢ τὸν βαπτιστὴν Ἰωάννην, ἢ Στέφανον τῶν μαρτύρων τὸν πρόμαχον, ἢ ἕτερόν τινα τῶν ἁγίων ὀνομαστὶ λέγοντες, καίτοι σμικρῶν ἄγαν ἐνίοτε κειμένων λειψάνων
因為當我們進入眾聖使徒、或先知、或殉道者的墓龕時,我們便問:「躺在這棺柩中的是誰?」那些知道真情的人回答說,或許是「使徒多馬」,或「施洗約翰」,或「殉道者之首司提反」,或指名說出別的某位聖徒,儘管那躺在其中的遺骸有時極其細小。
For when we enter into the shrines of the holy apostles, or prophets, or martyrs, we inquire, 'Who is the one lying in the coffin?' And those who know the truth answer and say, perhaps 'Thomas the apostle,' or 'John the Baptist,' or 'Stephen the champion of the martyrs,' or naming by name some other of the saints, and this though the relics lying there are sometimes exceedingly small.
1:2170
Ἀλλ' οὐδεὶς τῶν κοινῶν τούτων ὀνομάτων ἀκούων,ἃ καὶ τὴν ψυχὴν ὁμοῦ καὶ τὸ σῶμα δηλοῖ, ἐγκαθεῖρχθαι ταῖς θήκαις καὶ τὰς ψυχὰς ὑπολήψεται·
但沒有一個人聽見這些通稱——就是那同時指魂與身體的名——會以為那些魂也被禁錮在墳墓之中。
But no one who hears these common names—which denote at once both the soul and the body—will suppose that the souls too are shut up in the tombs.
1:2171
ἀλλ' οἶδεν ὡς τὰ σώματα μόνα ταῖς θήκαις ἢ μικρά γε τῶν σωμάτων ἐγκατάκειται μόρια
但他知道,安放在墓穴中的只是身體,或者說只是身體的一小部分。
But he knows that it is only the bodies, or rather small portions of the bodies, that lie within the tombs.
1:2172
Ταὐτὸ δὴ τοῦτο καὶ ὁ ἅγιος ἐκεῖνος πεποίηκεν ἄγγελος τῷ τοῦ προσώπου ὀνόματι τὸ σῶμα προσ αγορεύσας
那位聖潔的天使所行的也正是這樣:他以那位格的名稱來指稱身體。
This very same thing that holy angel also did, when by the name of the person he designated the body.
1:2173
{ ΕΡΑΝ.} Καὶ πόθεν δείξεις, ὡς περὶ τοῦ δεσποτικοῦ σώματος ταῖς γυναιξὶν ὁ ἄγγελος εἴρηκε; {ΟΡΘ.} Πρῶτον μὲν αὐτὸς ὁ τάφος ἀπόχρη τὸ ζητούμενον λῦσαι
{ 厄拉尼斯特 } 你要如何證明那天使是就主的身體向那些婦女說話呢?{ 正統者 } 首先,那墳墓本身就足以解決所探討的問題。
{ ERAN.} And how will you prove that the angel spoke to the women concerning the Lord's body? {ORTH.} First of all, the very tomb suffices to resolve the question in dispute.
1:2174
Οὐδὲ γὰρ ψυχὴ παραδίδοται τάφῳ, ἤπου γε θεότητος ἡ ἀπερίγραφος φύσις·
因為靈魂尚且不會被交付墳墓,何況那不受局限的神性本質呢;
For neither is a soul consigned to a tomb, much less the uncircumscribed nature of the Godhead;
1:2175
τοῖς γὰρ σώμασιν οἱ τάφοι κατασκευάζονται
因為墳墓是為身體而預備的。
for tombs are prepared for bodies.
1:2176
Ἔπειτα δὲ καὶ ἡ θεία τοῦτο σαφῶς διδάσκει γραφή
其次,神聖的聖經也清楚地教導這一點。
And next, the divine Scripture also clearly teaches this.
1:2177
Ὁ γὰρ δὴ θεσπέσιος Ματθαῖος τοῦτον ἱστορεῖ τὸν τρόπον·
因為那受感的馬太是這樣記述的:
For the inspired Matthew relates it in this manner:
1:2178
Ὀψίας γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ
「到了晚上,有一個財主,名叫約瑟,是亞利馬太人,他自己也是耶穌的門徒。」
When evening was come, there came a rich man from Arimathaea, named Joseph, who also himself was a disciple of Jesus.
1:2179
Οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
「這人去見彼拉多,求耶穌的身體。」
He went to Pilate and asked for the body of Jesus.
1:2180
Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα
「於是彼拉多吩咐把身體交給他。」
Then Pilate commanded that the body be given up.
1:2181
Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσ κυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθε. Βλέπε ποσάκις τοῦ σώματος ἐμνημόνευσεν, ἵνα τῶν τὴν θεότητα βλασφημούντων ἐμ φράξῃ τὰ στόματα
「約瑟取了身體,用乾淨的細麻布裹好,安放在自己的新墳墓裡,就是他鑿在磐石中的;他又把一塊大石頭滾到墓門口,就離去了。」你看,他多少次提到身體,好堵住那些褻瀆神性之人的口。
And when Joseph had taken the body, he wrapped it in a clean linen cloth, and laid it in his own new tomb, which he had hewn out in the rock; and he rolled a great stone to the door of the tomb, and departed. See how many times he made mention of the body, so that he might stop the mouths of those who blaspheme against the Godhead.
1:2182
Τοῦτο καὶ ὁ τρισμακάριος πεποίηκε Μάρκος·
那三次蒙福的馬可也行了此事;
This the thrice-blessed Mark also did;
1:2183
ἐρῶ δὲ καὶ ἅπερ οὗτος ἱστόρησεν
我也要述說他所記述的內容。
and I will recite the things that he too has related.
1:2184
Ὀψίας, γάρ φησι, γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
他說:「到了晚上,因為那日是預備日,就是安息日的前一日,有一位尊貴的議士,亞利馬太人約瑟,他自己也在等候神的國,就放膽進去見彼拉多,求耶穌的身體。」
For when evening was come, he says, since it was the Preparation, that is, the day before the Sabbath, Joseph of Arimathaea, an honourable counsellor, who also himself was waiting for the kingdom of God, took courage and went in to Pilate, and asked for the body of Jesus.
1:2185
Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε·
「彼拉多詫異耶穌是否已經死了,就叫百夫長來,問他耶穌死了多久。」
But Pilate marvelled that he was already dead; and calling to him the centurion, he asked him whether he had been dead for some time.
1:2186
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ·
「他既從百夫長得知實情,就把身體賜給約瑟。」
And when he had learned it from the centurion, he granted the body to Joseph;
1:2187
ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι, καὶ κατέθηκεν ἐν μνημείῳ, καὶ τὰ ἑξῆς
「約瑟買了細麻布,把耶穌取下來,用細麻布裹好,安放在墳墓裡」等等。
and having bought linen and taken him down, he wound him in the linen, and laid him in a tomb, and so forth.
1:2188
Θαύμασον τοίνυν τὴν συμφωνίαν ὁρῶν καὶ συμ φώνως καὶ συνεχῶς φερόμενον τὸ τοῦ σώματος ὄνομα
那麼,當你看見這種一致時,就當希奇:身體的名稱是何等和諧而不斷地被使用。
Marvel then, as you behold the harmony, and how harmoniously and continually the name of the body is employed.
1:2189
Καὶ ὁ πανεύφημος δὲ Λουκᾶς παραπλησίως ἱστόρηκεν, ὡς τὸ σῶμα ᾔτησεν ὁ Ἰωσήφ, καὶ λαβὼν τῶν νομιζομένων ἠξίωσεν
那極受稱讚的路加也同樣記述說,約瑟求了身體,取了之後,就按慣例給予應有的禮遇。
And the all-praiseworthy Luke likewise has related how Joseph asked for the body, and having taken it, deemed it worthy of the customary rites.
1:2190
Ὁ δὲ θειότατος Ἰωάννης καὶ ἕτερα προσιστόρησεν
那極其屬神的約翰更記述了另外一些事。
But the most divine John related still other things in addition.
1:2191
Ἠρώτησε, γάρ φησι, τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος
他說:「亞利馬太人約瑟,是耶穌的門徒,只因怕猶太人,就暗暗地作門徒。他求彼拉多,要把耶穌的身體領去;彼拉多准許了。」
For he says: Joseph of Arimathaea, being a disciple of Jesus, but secretly for fear of the Jews, asked Pilate that he might take away the body of Jesus; and Pilate gave him leave.
1:2192
Ἦλθεν οὖν καὶ ᾖρε τὸ σῶμα τοῦ Ἰησοῦ
「他就來把耶穌的身體領去了。」
He came therefore and took away the body of Jesus.
1:2193
Ἦλθε δὲ καὶ Νικόδημος, ὁἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρότερον, φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ρʹ
「又有尼哥底母,就是先前夜裡去見耶穌的,也來了,帶著沒藥和沉香調和的香料,約有一百斤。」
And there came also Nicodemus, who at the first had come to Jesus by night, bringing a mixture of myrrh and aloes, about a hundred pounds' weight.
1:2194
Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἐνείλησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν
「他們就把耶穌的身體取來,照猶太人殯葬的規矩,用細麻布加上香料裹好。」
They took therefore the body of Jesus, and wound it in linen cloths with the spices, as the manner of the Jews is to prepare for burial.
1:2195
Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη
「在耶穌釘十字架的地方有一個園子,園子裡有一座新墳墓,是從來沒有葬過人的。」
Now in the place where he was crucified there was a garden, and in the garden a new tomb, in which no one had yet been laid.
1:2196
Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν. Ὅρα τοίνυν ποσάκις τοῦ σώματος μνημονεύσας, καὶ δείξας ὡς τοῦτο τῷ σταυρῷ προσηλώθη, καὶ τοῦτο ᾔτησε τὸν Πιλᾶ τον ὁ Ἰωσήφ, καὶ τοῦτο καθεῖλεν ἀπὸ τοῦ ξύλου, καὶ τοῦτο τοῖς ὀθονίοις μετὰ τῆς σμύρνης καὶ τῆς ἀλόης ἐνείλησαν, τότε τὸ τοῦ προσώπου τέθεικεν ὄνομα, καὶ τὸν Ἰησοῦν εἴρηκεν ἐν τῷ μνημείῳ τεθῆναι
「只因是猶太人的預備日,又因那墳墓近,他們就把耶穌安放在那裡。」你要留意,他多少次提到身體,並顯明:被釘在十字架上的是這身體,約瑟向彼拉多所求的是這身體,他從木頭上取下來的是這身體,他們用細麻布加沒藥和沉香所裹的也是這身體;然後他才用了那位格的名字,說耶穌被安放在墳墓裡。
There therefore, because of the Jews' Preparation, since the tomb was near at hand, they laid Jesus. Observe then how many times he made mention of the body, and having shown that it was this that was nailed to the cross, and that it was this that Joseph asked of Pilate, and that it was this that he took down from the tree, and that it was this that they wound in the linen cloths with the myrrh and the aloes, then he set down the name of the person, and said that Jesus was laid in the tomb.
1:2197
Τούτου δὴ ἕνεκα καὶ ὁ ἄγγελος ἔφη·
正因如此,那天使也說:
For this very reason the angel also said:
1:2198
Οὕτω γὰρ καὶ ἡμεῖς λέγειν εἰώθαμεν, ἐν τῷδε τῷ τόπῳ ὁ δεῖνα ἐτάφη, καὶ οὔ φαμεν, τὸ σῶμα τοῦ δεῖνος, ἀλλὰ ὁ δεῖνα
因為我們也習慣這樣說:「某人葬在某某地方」,而我們不說「某人的身體」,卻說「某人」。
For thus we too are accustomed to speak: 'In such and such a place so-and-so was buried'; and we do not say 'the body of so-and-so,' but 'so-and-so.'
1:2199
Πᾶς δὲ σωφρονῶν οἶδεν ὡς περὶ τοῦ σώματος λέγομεν
凡神智清明的人都知道,我們所說的是那身體。
And everyone of sound mind knows that we are speaking about the body.
1:2200
Οὕτω δὲ λέγειν σύνηθες τῇ θείᾳ γραφῇ·
神聖的聖經也習慣這樣說:
And thus it is customary for the divine Scripture also to speak:
1:2201
Ἀπέθανε, γάρ φησιν, Ἀαρών, καὶ ἔθαψαν αὐτὸν ἐν Ὢρ τῷ ὄρει· καί·
因為經上說:「亞倫死了,他們把他葬在何珥山上」;又說:
For it says: Aaron died, and they buried him in mount Hor; and again:
1:2202
Ἀπέθανε Σαμουήλ, καὶ ἔθαψαν αὐτὸν ἐν Ἀρμαθέμ, καὶ μυρία τοιαῦτα
「撒母耳死了,他們把他葬在拉瑪」,還有無數這類的例子。
Samuel died, and they buried him in Ramah; and countless other instances of this kind.
1:2203
Τοῦτο τὸ ἔθος τετήρηκεν ὁ θεῖος ἀπόστολος τοῦ δεσποτικοῦ μνημονεύσας θανάτου
那屬神的使徒在提到主的死時,也遵循了這一慣例。
This custom the divine Apostle observed when he made mention of the Lord's death.
1:2204
Παρέδωκα, γάρ φησιν, ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγή γερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ τὰ ἑξῆς
他說:「我當日所領受又傳給你們的,第一,就是基督照聖經所說,為我們的罪死了,而且埋葬了,又照聖經所說,第三天復活了」等等。
For he says: I delivered unto you first of all that which I also received, how that Christ died for our sins according to the Scriptures, and that he was buried, and that he rose again the third day according to the Scriptures; and so forth.
1:2205
{ΕΡΑΝ.} Ἐν οἷς ἀνέγνως ἀρτίως, οὐ σώματος ἐμνημόνευσεν ὁ ἀπό στολος, ἀλλὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ
{ 厄拉尼斯特 } 在你剛才所讀的話裡,使徒並沒有提到身體,而是提到我們眾人的救主基督。
{ERAN.} In what you have just read, the Apostle made no mention of a body, but of Christ, the Saviour of us all.
1:2206
Κατὰ σαυτοῦ τοίνυν τὴν μαρτυρίαν παρήγαγες, καὶ σαυτὸν τοῖς σοῖς ἔβαλες βέλεσιν
如此,你把這見證引來反對你自己,用你自己的箭射了你自己。
You have therefore brought the testimony against yourself, and struck yourself with your own darts.
1:2207
{ ΟΡΘ.} Ἐπελήσθης, ὡς ἔοικεν, ὅτι τάχιστα τῶν μακρῶν ἐκείνων ὧν διεξῆλθον λόγων, δεικνὺς ὅτι πολλάκις τοῖς τῶν προσώπων ὀνό μασι καὶ τὸ σῶμα προσαγορεύουσι
{ 正統者 } 看來你已經忘了,而且忘得很快,我方才所詳述的那些長篇言論——我曾指明,人們常以位格的名稱來指稱身體。
{ ORTH.} You have forgotten, it seems, and very quickly too, those long discourses which I went through, showing that they often designate the body also by the names of the persons.
1:2208
Ταὐτὸ δὲ τοῦτο καὶ νῦν δέδρακεν ὁ θεῖος ἀπόστολος, καὶ τοῦτο αὐτόθεν ῥᾴδιον διαγνῶναι
那屬神的使徒如今所行的也正是這事,而這從那段話本身就很容易辨明。
This very same thing the divine Apostle has now also done, and this is easy to discern from the passage itself.
1:2209
Τοῦ δὴ χάριν ταῦτα γέγραφε Κορινθίοις ὁ θεσπέσιος οὗτος ἀνήρ; { ΕΡΑΝ.} Τινὲς αὐτοὺς ἐξηπάτησαν, ὡς οὐκ ἔσται σωμάτων ἀνά στασις
那麼,這位受感的人為何把這些話寫給哥林多人呢?{ 厄拉尼斯特 } 有些人欺哄了他們,說沒有身體的復活。
For what reason then did this inspired man write these things to the Corinthians? { ERAN.} Certain persons had deceived them, saying that there would be no resurrection of bodies.
1:2210
Τοῦτο τοίνυν μαθὼν ὁ τῆς οἰκουμένης διδάσκαλος, τοὺς περὶ τῆς τῶν σωμάτων ἀναστάσεως αὐτοῖς προσενήνοχε λόγους
既知道了這事,那普世的教師就向他們提出了有關身體復活的論述。
Having learned this, therefore, the teacher of the whole world brought forward to them the arguments concerning the resurrection of bodies.
1:2211
{ΟΡΘ.} Καὶ τί δήποτε, δεῖξαι βουλόμενος τὴν τῶν σωμάτων ἀνά στασιν, τὴν δεσποτικὴν ἀνάστασιν εἰς μέσον παρήγαγεν; { ΕΡΑΝ.} Ὡς ἱκανὴν δηλῶσαι τὴν πάντων ἡμῶν ἀνάστασιν
{ 正統者 } 那麼,他既要證明身體的復活,為何把主的復活提出來作論據呢?{ 厄拉尼斯特 } 因為這足以顯明我們眾人的復活。
{ORTH.} And why then, wishing to demonstrate the resurrection of bodies, did he bring the Lord's resurrection into the midst? { ERAN.} As being sufficient to make plain the resurrection of us all.
1:2212
{ ΟΡΘ.} Τί γὰρ ἐοικὸς ἔχει τῷ θανάτῳ τῶν ἄλλων, ἵνα τῇ ἀναστάσει τεκμηριώσῃ τὴν πάντων ἀνάστασιν; {ΕΡΑΝ.} Τούτου χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ πέπονθε, καὶ θανάτου πεῖραν ἔλαβεν, ἵνα καταλύσῃ τὸν θάνατον
{ 正統者 } 主的死與眾人的死有何相似之處,以致他能藉主的復活來證明眾人的復活呢?{ 厄拉尼斯特 } 正是為此,神的獨生子成為人,受了苦,並嘗了死味,好廢除死亡。
{ ORTH.} For what likeness has it to the death of the others, that by its resurrection he should give proof of the resurrection of all? {ERAN.} For this reason the only-begotten Son of God became man, and suffered, and made trial of death, that he might abolish death.
1:2213
Ἀναστὰς τοιγαροῦν διὰ τῆς οἰκείας ἀναστάσεως κηρύττει τὴν πάντων ἀνθρώπων ἀνάστασιν
所以他既已復活,就藉著自己的復活宣告了全人類的復活。
Having risen, therefore, through his own resurrection he proclaims the resurrection of all men.
1:2214
{ΟΡΘ.} Καὶ τίς ἂν πιστεύσειεν ἀνάστασιν ἀκούων θεοῦ ταύτῃ παραπλησίως καὶ τὴν πάντων ἀνθρώπων ἀνάστασιν ἔσεσθαι; Οὐκ ἐᾷ γὰρ πιστεύειν τῷ λόγῳ τῆς ἀναστάσεως τῶν φύσεων τὸ ἀνόμοιον
{ 正統者 } 然而,有誰聽見神的復活,會相信全人類的復活也將以類似的方式發生呢?因為那兩種本性的不相似,使人無法憑此論據相信復活。
{ORTH.} And who, hearing of the resurrection of God, would believe that the resurrection of all men would take place in like manner to this? For the dissimilarity of the natures does not permit belief in this argument of the resurrection.
1:2215
Ὁ μὲν γὰρ θεός, οἱ δὲ ἄνθρωποι·
因為那一位是神,其餘的卻是人;
For the one is God, but the others are men;
1:2216
πλεῖστον δὲ ὅσον θεοῦ καὶ ἀνθρώ πων τὸ μέσον·
而神與人之間的間隔是何等的遙遠;
and how vast is the distance between God and men;
1:2217
οἱ μὲν γὰρ θνητοὶ καὶ ἐπίκηροι, καὶ χόρτῳ καὶ ἄνθει ἀπεικασμένοι·
因為後者是必死且會朽壞的,被比作草和花;
for the latter are mortal and perishable, and likened to grass and to a flower;
1:2218
λόγος, καὶ διὰ τούτου τὴν πρὸς τοὺς ἀνθρώπους ἔδειξεν ὁμοιότητα
……道,並藉此顯明了他與人的相似。
...the Word, and through this he showed his likeness to men.
1:2219
{ ΟΡΘ.} Τοῦ σώματος οὖν ἄρα ὅλως τό τε πάθος καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις, καὶ τοῦτο δεικνὺς ἑτέρωθεν ὁ θεῖος ἀπόστολος ὑπισχνεῖ ται πᾶσι τὴν ἀναβίωσιν, καὶ τοῖς τῇ μὲν τοῦ σωτῆρος ἀναστάσει πιστεύουσι, τὴν δὲ κοινὴν πάντων ἀνάστασιν μῦθον ὑπολαμβάνουσι, κέκραγε λέγων·
{ 正統者 } 如此,受難、死亡與復活全然屬於身體;那屬神的使徒從另一方面顯明這事,應許眾人都要復生。對那些相信救主復活、卻把眾人共同的復活當作神話的人,他大聲說道:
{ ORTH.} The passion, then, and the death, and the resurrection belong altogether to the body; and the divine Apostle, showing this from another quarter, promises the return to life to all, and to those who believe in the resurrection of the Saviour but suppose the common resurrection of all to be a fable, he cries out, saying:
1:2220
Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
「若傳基督是從死裡復活了,怎麼在你們中間有人說沒有死人復活的事呢?若沒有死人復活的事,基督也就沒有復活了。」
But if Christ be preached that he rose from the dead, how say some among you that there is no resurrection of the dead? But if there be no resurrection of the dead, then is Christ not risen;
1:2221
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Καὶ ἀπὸ μὲν τοῦ γεγενημένου τὸ ἐσόμενον βεβαιοῖ·
「基督若沒有復活,你們的信便是徒然,你們仍在罪裡。」他從已經發生的事,來堅立那將要發生的事;
and if Christ be not risen, then is your faith vain, ye are yet in your sins. And from that which has come to pass he confirms that which is to be;
1:2222
ἀπὸ δὲ τοῦ ἀπιστουμένου ἐκβάλλει τὸ πιστευόμενον
又從那被人不信的事,來排除那被人相信的事。
and from that which is disbelieved he casts out that which is believed.
1:2223
Εἰ γὰρ ἐκεῖνο, φησίν, ὑμῖν ἀδύνατον καταφαίνεται, καὶ τοῦτο δήπου ψευδές
他說:若那件事在你們看來是不可能的,那麼這件事也必定是虛假的。
For if that, he says, appears to you impossible, then this too is surely false.
1:2224
Εἰ δὲ τοῦτό γε ἀληθὲς καὶ πιστὸν εἶναι δοκεῖ, κἀκεῖνο ὡσαύτως δοκείτω εἶναι πιστόν
但這件事若看來是真實可信的,那件事也當同樣被視為可信。
But if this indeed seems to be true and trustworthy, let that likewise be deemed trustworthy.
1:2225
Σώματος γὰρ ἀνάστασις κἀνταῦθα κηρύττεται, καὶ ἀπαρχὴ τοῦτό γε ἐκείνων προσαγορεύεται
因為在這裡所宣告的也是身體的復活,而這身體實在被稱為那些人的初熟果子。
For here too the resurrection of a body is proclaimed, and this indeed is called the firstfruits of those others.
1:2226
Τοῦτο γὰρ μετὰ τοὺς πάλαι πολλοὺς συλλογισμοὺς ἀποφαντικῶς εἴρηκεν
因為在先前那許多推論之後,他斷然地宣告了這一點。
For this he declared assertively, after the many syllogisms set forth earlier.
1:2227
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο
「但基督已經從死裡復活,成為睡了之人初熟的果子。」
But now is Christ risen from the dead, and become the firstfruits of them that slept.
1:2228
Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν
「因為死既是因一人而來,死人復活也是因一人而來。」
For since by man came death, by man came also the resurrection of the dead.
1:2229
Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Καὶ οὐ μόνον τὸν περὶ τῆς ἀνα στάσεως ἐβεβαίωσε λόγον, ἀλλὰ καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε
「在亞當裡眾人都死了,照樣,在基督裡眾人也都要復活。」他不但堅立了關於復活的論述,也啟示了那救贖安排的奧祕。
For as in Adam all die, even so in Christ shall all be made alive. And not only did he confirm the argument concerning the resurrection, but he also revealed the mystery of the dispensation.
1:2230
Ταύτῃ τοι καὶ ἄνθρωπον τὸν Χριστὸν προσηγόρευσεν, ἵνα δείξῃ τὴν θεραπείαν τῇ νόσῳ κατάλληλον
正是為此,他稱基督為「人」,好顯明那醫治與那疾病是相稱的。
For this reason indeed he called Christ 'man,' that he might show the remedy to be suited to the disease.
1:2231
{ ΕΡΑΝ.} Ἄνθρωπος οὖν μόνον ἐστὶν ὁ Χριστός; { ΟΡΘ.} Ἄπαγε·
{ 厄拉尼斯特 } 那麼基督只是人嗎?{ 正統者 } 斷乎不是;
{ ERAN.} Is Christ then only man? { ORTH.} God forbid;
1:2232
τοὐναντίον γὰρ πολλάκις εἰρήκαμεν, ὡς οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεὸς προαιώνιος
因為我們已多次說過相反的話,就是他不僅是人,也是那先於萬世的神。
for we have said the contrary many times, that he is not only man, but also God before the ages.
1:2233
Πέπονθε δὲ ὡς ἄνθρωπος, οὐχ ὡς θεός
然而他是以人的身分受苦,不是以神的身分受苦。
But he suffered as man, not as God.
1:2234
Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰρηκώς·
那屬神的使徒清楚地教導了我們這事,他說:
And this the divine Apostle clearly taught us when he said:
1:2235
Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Καὶ Θεσσαλονικεῦσι δὲ γράφων ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως βεβαιοῖ τὸν περὶ τῆς κοινῆς ἀναστάσεως λόγον
「因為死既是因一人而來,死人復活也是因一人而來。」他寫信給帖撒羅尼迦人時,也從我們救主的復活來堅立那關於眾人共同復活的論述。
For since by man came death, by man came also the resurrection of the dead. And writing to the Thessalonians also, he confirms from the resurrection of our Saviour the argument concerning the common resurrection.
1:2236
Εἰ γὰρ πιστεύομεν, φησίν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. { ΕΡΑΝ.} Ἔδειξε μὲν ὁ ἀπόστολος τὴν κοινὴν ἀνάστασιν διὰ τῆς δεσποτικῆς ἀναστάσεως
他說:「我們若信耶穌死而復活了,那已經在耶穌裡睡了的人,神也必將他們與耶穌一同帶來。」{ 厄拉尼斯特 } 使徒確實藉著主的復活顯明了眾人共同的復活。
For if we believe, he says, that Jesus died and rose again, even so them also which sleep in Jesus will God bring with him. { ERAN.} The Apostle indeed showed the common resurrection through the Lord's resurrection.
1:2237
Καὶ δῆλον ὡς σῶμα ἦν κἀνταῦθα τὸ τεθνεός τε καὶ ἀναστάν
並且顯然,在這裡那死了又復活的也是一個身體。
And it is clear that here too it was a body that both died and rose again.
1:2238
Οὐ γὰρ ἂν ἐπειράθη διὰ τούτου γε δεῖξαι τὴν πάντων ἀνάστασιν, εἰ μὴ τὴν πρὸς ἐκεῖνα εἶχε κατ' οὐσίαν συγγένειαν
因為他若非與那些身體在本質上有同宗的親緣,就不會試圖藉此來證明眾人的復活。
For he would not have attempted to demonstrate the resurrection of all through this, unless it had a kinship in substance with those bodies.
1:2239
Οὐ μὴν ἀνέξομαι τῇ ἀνθρωπείᾳ γε φύσει μόνῃ προσάψαι τὸ πάθος·
然而我不能容忍把受難只歸於那人性;
Yet I will not endure to attach the passion to the human nature alone;
1:2240
ἀλλ' ἀκόλουθον εἶναί μοι δοκεῖ τὸ λέγειν τὸν θεὸν λόγον τεθνηκέναι σαρκί
而在我看來,說神——道——是在肉體裡死了,才是一貫的說法。
but it seems to me to be consistent to say that God the Word died in the flesh.
1:2241
{ΟΡΘ.} Πολλάκις ἐδείξαμεν, ὡς τὸ φύσει ἀθάνατον κατ' οὐδένα γε τρόπον ἀποθανεῖν δύναται
正統者:我們已多次證明,凡本性不死的,絕無任何方式可以死亡。
ORTH. We have often shown that what is by nature immortal can in no way whatsoever die.
1:2242
Εἰ τοίνυν τέθνηκεν, οὐκ ἄρα ἀθάνατος
所以,倘若祂死了,那祂就不是不死的。
If, therefore, He died, then He was not immortal.
1:2243
Ἡλίκοι δὲ τῇ βλασφημίᾳ τῶν λόγων οἱ κίνδυνοι; { ΕΡΑΝ.} Φύσει μέν ἐστιν ἀθάνατος, ἐνανθρωπήσας δὲ πέπονθεν
而這等言辭的褻瀆帶來何等重大的危險呢?厄拉尼斯特:祂按本性是不死的,但既成為人,便受了苦。
And how great are the perils that lie in the blasphemy of such words? ERAN. By nature He is immortal, but having become man He suffered.
1:2244
{ ΟΡΘ.} Τοιγαροῦν τροπὴν ὑπέμεινε
正統者:那麼,如此一來,祂便經歷了改變。
ORTH. In that case, then, He underwent change.
1:2245
Πῶς γὰρ ἄλλως ἀθάνατος ὢν ἐδέξατο θάνατον; Ἀλλὰ μὴν συνωμολογήσαμεν ἄτρεπτον εἶναι τὴν τῆς τριάδος οὐσίαν·
因為除此以外,祂既是不死的,又怎能接受死亡呢?然而我們已一同承認,三一的本質是不改變的。
For how else, being immortal, did He receive death? Yet we have agreed together that the substance of the Trinity is unchangeable.
1:2246
ἥκιστα οὖν ἄρα θανάτου μετέλαχε φύσιν ἔχων ὑπερτέραν τροπῆς
所以祂萬萬不會沾染死亡,因為祂所擁有的本性高於一切改變。
Least of all, therefore, did He partake of death, since He possesses a nature superior to change.
1:2247
{ΕΡΑΝ.}Ὁ θεῖος εἴρηκε Πέτρος, Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. { ΟΡΘ.} Τούτῳ γε καὶ ὁ ἡμέτερος συμφωνεῖ λόγος·
厄拉尼斯特:神聖的彼得曾說:「基督既在肉身受苦。」正統者:這與我們自己的教訓也相符。
ERAN. The divine Peter has said, 'Christ then having suffered for us in the flesh.' ORTH. With this our own teaching also agrees.
1:2248
ἐκ γὰρ τῆς θείας γραφῆς μεμαθήκαμεν τὸν τῶν δογμάτων κανόνα
因為我們是從神聖的聖經學得了教義的準則。
For from the divine Scripture we have learned the rule of doctrines.
1:2249
{ΕΡΑΝ.} Πῶς τοίνυν οὔ φατε τὸν θεὸν λόγον πεπονθέναι σαρκί; {ΟΡΘ.} Ὅτι παρὰ τῇ θείᾳ γραφῇ ταύτην οὐχ εὑρήκαμεν τὴν φωνήν
厄拉尼斯特:那麼你為何不說神——道在肉身受苦呢?正統者:因為在神聖的聖經中,我們並未找到這樣的說法。
ERAN. Why then do you not say that God the Word suffered in the flesh? ORTH. Because in the divine Scripture we have not found this expression.
1:2250
{ΕΡΑΝ.} Καὶ μὴν τοῦ μεγάλου Πέτρου χρῆσιν τοιαύτην ἀρτίως παρήγαγον
厄拉尼斯特:可是我方才已從偉大的彼得引出了這樣的用法。
ERAN. And yet I have just now adduced such a use of it from the great Peter.
1:2251
{ΟΡΘ.} Ἀγνοεῖς, ὡς ἔοικε, τὴν τῶν ὀνομάτων διαφοράν
正統者:看來你並不明白這些名稱之間的分別。
ORTH. You are unaware, it seems, of the difference between the names.
1:2252
{ΕΡΑΝ.} Ποίων ὀνομάτων; Οὐ δοκεῖ σοι θεὸς εἶναι λόγος ὁ δεσπό της Χριστός; { ΟΡΘ.} Τὸ Χριστὸς ὄνομα ἐπὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν τὸν ἐνανθρωπήσαντα θεὸν λόγον δηλοῖ·
厄拉尼斯特:什麼名稱?在你看來,主基督豈不就是神——道嗎?正統者:「基督」這名,用在我們的主與救主身上時,所指的乃是那成為人的神——道;
ERAN. Of what names? Does not the Master Christ seem to you to be God the Word? ORTH. The name 'Christ,' when applied to our Lord and Saviour, signifies God the Word who became man;
1:2253
τὸ Ἐμμανουὴλ τὸν μεθ' ἡμῶν θεόν, τὸν θεὸν καὶ ἄνθρωπον·
「以馬內利」這名所指的乃是神與我們同在,是神也是人;
the name 'Emmanuel' signifies God with us, both God and man;
1:2254
τὸ δέ γε θεὸς λόγος οὑτωσὶ λεγόμενον τὴν ἁπλῆν φύσιν, τὴν προκόσμιον, τὴν ὑπέρχρονον, τὴν ἀσώματον σημαίνει
至於「神——道」這稱呼,單獨如此使用時,所表明的乃是那單純的本性,即先於世界、超越時間、無形體的那位。
but the term 'God the Word,' when so spoken by itself, denotes the simple nature, that which is before the world, above time, and incorporeal.
1:2255
ἁγίων ἀπο στόλων φθεγξάμενον οὐδαμοῦ πάθος ἢ θάνατον τῇδε τῇ προσηγορίᾳ προσήρμοσεν
眾聖使徒在他們發言時,從未將受苦或死亡與這稱呼相連。
The holy apostles, when they spoke, nowhere attached suffering or death to this appellation.
1:2256
{ ΕΡΑΝ.} Εἰ τῷ Χριστῷ προσάπτει τὸ πάθος, ὁ δὲ θεὸς λόγος ἐναν θρωπήσας ὠνομάσθη Χριστός, οὐδὲν ἄτοπον οἶμαι δρᾶν λέγων τὸν θεὸν λόγον πεπονθέναι σαρκί
厄拉尼斯特:既然受苦是歸於基督,而神——道既成為人便被稱為基督,那麼我認為說神——道在肉身受苦,並無任何荒謬之處。
ERAN. If suffering is attached to Christ, and God the Word, having become man, was named Christ, I think I do nothing absurd in saying that God the Word suffered in the flesh.
1:2257
{ ΟΡΘ.} Πάντολμον μὲν οὖν καὶ μάλα θρασὺ τὸ ἐγχείρημα
正統者:這樣的嘗試實在是無比大膽、極其鹵莽。
ORTH. The venture is altogether audacious and exceedingly rash.
1:2258
Ἐξε τάσωμεν δὲ ὧδέ πη τὸν λόγον
然而,讓我們姑且如此這般地來查考這件事。
But let us examine the matter somewhat in this fashion.
1:2259
Τὸν θεὸν λόγον ἐκ τοῦ θεοῦ καὶ πατρὸς εἶναι ἡ θεία λέγει γραφή
神聖的聖經說,神——道是出於父神的。
The divine Scripture says that God the Word is from God the Father.
1:2260
{ΟΡΘ.} Καὶ μέντοι καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡσαύτως ἐκ τοῦ θεοῦ εἶναι διδάσκει
正統者:此外,聖經同樣教導說,聖靈也是出於神的。
ORTH. Moreover, it teaches likewise that the Holy Spirit also is from God.
1:2261
{ΟΡΘ.} Ἀλλὰ τὸν μὲν θεὸν λόγον υἱὸν ὀνομάζει μονογενῆ
正統者:然而聖經稱神——道為獨生子。
ORTH. But God the Word it names the only-begotten Son.
1:2262
{ ΟΡΘ.} Τὸ δὲ πνεῦμα τὸ ἅγιον υἱὸν οὐδαμοῦ προσηγόρευσεν
正統者:但聖靈聖經卻從未稱之為子。
ORTH. Yet the Holy Spirit it nowhere addressed as Son.
1:2263
{ ΟΡΘ.} Καίτοι ἐκ τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦτο ἔχει τὴν ὕπαρξιν
正統者:可是聖靈也同樣是從父神而有其存在的。
ORTH. And this too has its existence from God the Father.
1:2264
{ΟΡΘ.} Ἐπειδὴ τοίνυν συνομολογοῦμεν ἐκ τοῦ θεοῦ καὶ πατρὸς εἶναι καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, τολμήσαις ἄν ποτε υἱὸν ὀνομάσαι τὸ πανάγιον πνεῦμα; {ΕΡΑΝ.} Οὐδαμῶς
正統者:既然我們一同承認,子與靈都是出於父神,那麼你可曾敢稱那至聖的靈為「子」嗎?厄拉尼斯特:斷然不敢。
ORTH. Since, then, we confess together that both the Son and the Spirit are from God the Father, would you ever dare to name the all-holy Spirit 'Son'? ERAN. By no means.
1:2265
{ΟΡΘ.} Ἀλλὰ γεγεννημένον; {ΕΡΑΝ.} Οὐδὲ τοῦτο
正統者:那麼稱為「受生的」呢?厄拉尼斯特:這也不敢。
ORTH. But 'begotten'? ERAN. Nor this either.
1:2266
{ΟΡΘ.} Τοῦ δὴ χάριν; {ΕΡΑΝ.} Οὐκ ἐδιδάχθην οὐδὲ τοῦτο παρὰ τῆς θείας γραφῆς
正統者:為了什麼緣故呢?厄拉尼斯特:因為這事我也不是從神聖的聖經學來的。
ORTH. For what reason? ERAN. Because I was not taught this either by the divine Scripture.
1:2267
{ΟΡΘ.} Τὸ δὲ μὴ γεγεννημένον μήτ' αὖ ἐκτισμένον ποίας ἂν εἰκότως τύχοι προσηγορίας; { ΕΡΑΝ.} Ἄκτιστον αὐτὸ καὶ ἀγέννητον ὀνομάζομεν
正統者:那麼,那既非受生、又非受造的,理當得著怎樣的稱呼呢?厄拉尼斯特:我們稱之為非受造的、非受生的。
ORTH. And that which is neither begotten nor again created—what appellation would it fittingly receive? ERAN. We name it uncreated and unbegotten.
1:2268
{ ΟΡΘ.} Τὸ δὲ πανάγιον πνεῦμα οὔτε ἐκτίσθαι οὔτε μὴν γεγεννῆσθαί φαμεν
正統者:而論到那至聖的靈,我們說祂既非受造,也確實非受生。
ORTH. And of the all-holy Spirit we say that it was neither created nor indeed begotten.
1:2269
{ ΟΡΘ.} Καλέσαι οὖν ἀγέννητον θαρσήσαις ἂν τὸ πανάγιον πνεῦμα; {ΕΡΑΝ.} Οὐ δῆτα
正統者:那麼你可有膽量稱那至聖的靈為「非受生的」嗎?厄拉尼斯特:斷然不敢。
ORTH. Would you then have the confidence to call the all-holy Spirit 'unbegotten'? ERAN. Certainly not.
1:2270
{ΟΡΘ.} Καὶ τί δήποτε μὴ καλεῖς ἀγέννητον τὸ φύσει μὲν ἄκτιστον, μηδαμῶς δὲ γεγεννημένον; {ΕΡΑΝ.} Ὅτι τοῦτο οὐ μεμάθηκα παρὰ τῆς θείας γραφῆς, καὶ σφόδρα δειμαίνω λέγειν τὰ παρ' ἐκείνης σεσιγημένα
正統者:既然那本性上確是非受造、卻又絕非受生的,你又為何不稱之為「非受生的」呢?厄拉尼斯特:因為這事我未曾從神聖的聖經學得,我也極其懼怕去說聖經所緘默不言的事。
ORTH. And why ever do you not call 'unbegotten' that which by nature is indeed uncreated, yet in no way begotten? ERAN. Because this I have not learned from the divine Scripture, and I greatly fear to say the things it has passed over in silence.
1:2271
{ ΟΡΘ.} Ταύτην δὴ οὖν ἡμῖν, ὦ ἀγαθέ, τὴν εὐλάβειαν καὶ ἐπὶ τοῦ σωτηρίου διατήρησον πάθους, καὶ ὅσα τῶν θείων ὀνομάτων ἀφῆκεν ἡ γραφὴ τοῦ πάθους ἐλεύθερα, ἄφες καὶ σύ, καὶ μὴ προσάψῃς τούτοις τὸ πάθος
正統者:那麼,善良的先生啊,這同樣的敬畏之心,也求你在論到那救贖的受難之事上為我們保守;凡聖經所留下、不與受苦相連的那些神聖名稱,你也當任其自由,切勿將受苦歸於它們。
ORTH. This same reverence, then, good sir, preserve for us also in the matter of the saving Passion; and whatever of the divine names Scripture has left free from suffering, do you also leave free, and do not attach suffering to them.
1:2272
{ ΕΡΑΝ.} Καὶ τίνα ταῦτά ἐστιν; { ΟΡΘ.} Οὐδαμοῦ τῇ θεὸς προσηγορίᾳ τὸ πάθος συνέζευξεν
厄拉尼斯特:這些是哪些呢?正統者:聖經從未將受苦與「神」這稱呼相連。
ERAN. And which are these? ORTH. Nowhere did it join suffering to the appellation 'God.'
1:2273
{ ΕΡΑΝ.} Οὐδὲ ἐγὼ τὸν θεὸν λόγον δίχα σώματος λέγω παθεῖν, ἀλλὰ σαρκὶ πεπονθέναι φημί
厄拉尼斯特:我也不是說神——道離了身體而受苦,乃是說祂在肉身受了苦。
ERAN. Neither do I say that God the Word suffered apart from a body, but I affirm that He suffered in the flesh.
1:2274
{ ΟΡΘ.} Τρόπον οὖν πάθους οὐκ ἀπάθειαν λέγεις·
正統者:那麼你所說的乃是一種受苦的方式,而非不受苦;
ORTH. Then you speak of a manner of suffering, not of impassibility;
1:2275
τοῦτο δέ γε οὐδὲ ψυχῆς πέρι ἀνθρωπείας φαίη τις ἄν
然而,即便論到人的魂,也沒有人會這樣說。
yet not even of a human soul would anyone say this.
1:2276
Τίς γὰρ εἴποι ἄν, μὴ κομιδῇ παραπαίων, ὅτι σαρκὶ τέθνηκεν ἡ Παύλου ψυχή; οὐδὲ γὰρ περὶ παμ πονήρου τινὸς τοῦτό γε ἂν ῥηθείη ποτέ·
因為除非一個人完全瘋狂,誰會說保羅的魂在肉身死了呢?就連論到某個極其邪惡的人,也絕不會這樣說;
For who would say—unless he were utterly raving—that the soul of Paul died in the flesh? Not even of some thoroughly wicked man would this ever be said;
1:2277
ἀθάνατοι γὰρ καὶ τῶν πονη ρῶν αἱ ψυχαί
因為就連惡人的魂也是不死的。
for the souls even of the wicked are immortal.
1:2278
Ἀλλὰ τὸν δεῖνα μὲν τὸν ἀνδροφόνον ἀνῃρῆσθαί φαμεν, τὴν τούτου δέ γε ψυχὴν οὐκ ἄν τις εἴποι κατεσφάχθαι σαρκί
然而,我們雖說某個殺人凶手被處死了,卻沒有人會說他的魂在肉身被宰殺了。
But while we say that such-and-such a murderer was slain, no one would say that his soul was butchered in the flesh.
1:2279
Εἰ δὲ τὰς τῶν ἀνδροφόνων καὶ τυμβωρύχων ψυχὰς ἐλευθέρας εἶναι θανάτου φαμέν, πολλῷ δήπουθεν δικαιότερον ἀθάνατον εἰδέναι τὴν τοῦ σωτῆ ρος ἡμῶν ψυχήν, ἅτε δὴ καὶ ἁμαρτίας ἥκιστα γεγευμένην
但我們若說凶手與盜墓者的魂都得免於死,那麼我們豈不更當有充分理由,曉得我們救主的魂乃是不死的,因祂的魂絕未嘗過罪。
But if we say that the souls of murderers and grave-robbers are free from death, how much more justly, surely, ought we to know that the soul of our Saviour is immortal, seeing that it has by no means tasted of sin.
1:2280
Εἰ γὰρ αἱ τὰ μέγιστα πλημμελήσασαι τοῦ θανάτου τὴν πεῖραν διὰ τὴν φύσιν διέφυγον, πῶς ἂν ἐκείνη, καὶ φύσιν ἀθάνατον ἔχουσα καὶ μηδὲ σμι κρᾶς ἁμαρτίας δεξαμένη κηλῖδα, ἐδέξατο ἂν τοῦ θανάτου τὸ ἄγκι στρον; { ΕΡΑΝ.} Μάτην ἡμῖν τοὺς μακροὺς τούτους προσενήνοχας λόγους
因為那些犯了極大過犯的魂,尚且因其本性得以逃避死亡的經歷,那麼那既擁有不死的本性、又絲毫未染罪污的魂,又怎能受著死亡的鉤呢?厄拉尼斯特:你向我們陳述這些冗長的言論,實屬徒然。
For if the souls that have committed the greatest transgressions escaped the experience of death by reason of their nature, how could that soul—which both possesses an immortal nature and has received not even the slightest stain of sin—have received the hook of death? ERAN. In vain have you brought forward to us these lengthy arguments.
1:2281
Ὁμολογοῦμεν γὰρ ἀθάνατον εἶναι τὴν τοῦ σωτῆρος ψυχήν
因為我們也承認救主的魂是不死的。
For we confess that the soul of the Saviour is immortal.
1:2282
{ ΟΡΘ.} Καὶ ποίας οὐκ ἂν εἴητε ἄξιοι τιμωρίας, τὴν μὲν ψυχήν,ἣ κτιστὴν ἔχει τὴν φύσιν, ἀθάνατον λέγοντες, θνητὴν δὲ τῷ λόγῳ τὴν θείαν οὐσίαν κατασκευάζοντες; Καὶ τὴν μὲν τοῦ σωτῆρος ψυχὴν οὐ λέγοντες γεύσασθαι θανάτου σαρκί, αὐτὸν δὲ τὸν θεὸν λόγον, τὸν τῶν ἁπάντων δημιουργόν, τοῦτον λέγειν τολμῶντες πεπονθέναι τὸ πάθος; { ΕΡΑΝ.} Ἀπαθῶς αὐτὸν πεπονθέναι φαμέν
正統者:你既說那具有受造本性的魂是不死的,卻又以你的言論使神聖的本質成為必死的;你既不肯說救主的魂在肉身嘗了死,卻膽敢說神——道自己、萬有的創造者,經歷了那受難——這樣的你,還有什麼刑罰是你所不配受的呢?厄拉尼斯特:我們說祂是不受苦地受了苦。
ORTH. And of what punishment would you not be worthy, when you say that the soul—which has a created nature—is immortal, yet by your argument make the divine substance mortal? And when you do not say that the soul of the Saviour tasted death in the flesh, yet dare to say that God the Word Himself, the Maker of all things, suffered the Passion? ERAN. We say that He suffered impassibly.
1:2283
{ ΟΡΘ.} Καὶ τίς σωφρονῶν τῶν καταγελάστων τούτων ἀνάσχοιτ' ἂν γρίφων; ἀπαθὲς γὰρ πάθος οὐδεὶς ἀκήκοε πώποτε, οὐδὲ ἀθάνατον θάνατον
正統者:凡有理智的人,誰能忍受這些可笑的謎語呢?因為從來沒有人聽過「不受苦的受苦」,也沒有人聽過「不死的死亡」。
ORTH. And what man in his senses would endure these ridiculous riddles? For no one has ever heard of an impassible suffering, nor of an immortal death.
1:2284
Τὸ γὰρ ἀπαθὲς οὐ πέπονθε, καὶ τὸ πεπονθὸς οὐκ ἀπαθὲς μείνοι ἄν
因為那不受苦的,就未曾受苦;而那受了苦的,也就不能仍舊是不受苦的。
For that which is impassible has not suffered, and that which has suffered would not remain impassible.
1:2285
Ἡμεῖς δὲ ἀκούομεν τοῦ θείου Παύλου βοῶντος·
然而我們聽見神聖的保羅高聲呼喊說:
But we hear the divine Paul crying aloud:
1:2286
ἀνθρώπων ψυχὰς καὶ αὐτούς γε τοὺς δαίμονας ἀθανάτους; {ΟΡΘ.} Φαμέν·
人的魂,乃至那些鬼魔本身,都是不死的嗎?正統者:我們確是這樣說;
the souls of men and the very demons themselves immortal? ORTH. We do say so;
1:2287
ἀλλὰ κυρίως ἀθάνατος ὁ θεός·
但唯有神在本義上是不死的;
but God is immortal in the proper sense;
1:2288
οὐσίᾳ γὰρ ἀθάνατος, οὐ μετουσίᾳ·
因為祂是憑本質而不死,不是憑著分享;
for He is immortal by substance, not by participation;
1:2289
οὐ γὰρ παρ' ἑτέρου τὴν ἀθανασίαν ἔχει λαβών
因為祂並非從別處領受而擁有這不死性。
for He does not possess immortality as having received it from another.
1:2290
Τοῖς δέ γε ἀγγέλοις καὶ τοῖς ἄλλοις, ὧν ἀρτίως ἐμνήσθης, αὐτὸς τὴν ἀθανα σίαν δεδώρηται
至於眾天使,以及你方才所提及的其餘者,乃是祂自己將這不死性賜予了他們。
But to the angels and to the others whom you just now mentioned, He Himself has bestowed immortality.
1:2291
Εἰ τοίνυν ἀθάνατον αὐτὸν ὁ θεσπέσιος ὀνομάζει Παῦλος, καὶ μόνον τὴν ἀθανασίαν ἔχειν φησίν, πῶς αὐτῷ τὸ τοῦ θανάτου προσαρμόζετε πάθος; {ΕΡΑΝ.} Μετὰ τὴν σάρκωσιν αὐτὸν γεύσασθαι θανάτου φαμέν
所以,倘若那受靈感的保羅稱祂為不死的,並說唯有祂擁有不死性,那麼你們怎能將死亡的受苦歸於祂呢?厄拉尼斯特:我們說祂是在成了肉身之後才嘗了死的。
If, therefore, the inspired Paul names Him immortal, and says that He alone possesses immortality, how do you attach to Him the suffering of death? ERAN. We say that after the Incarnation He tasted death.
1:2292
{ΟΡΘ.} Ἀλλ' ἄτρεπτον αὐτὸν πολλάκις ὡμολογήσαμεν
正統者:然而我們已多次一同承認,祂是不改變的。
ORTH. But we have often confessed together that He is unchangeable.
1:2293
Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι; κατὰ γὰρ τὸν ὑμέτερον λόγον οὐκ ἔμεινεν
「惟有你永不改變,你的年數也沒有窮盡」——然而按你們的說法,祂就沒有保持不變了。
'But you are the same, and your years shall not fail'? For according to your argument He did not remain the same.
1:2294
Ὁ αὐτὸς ἀθάνατος γὰρ ὢν διὰ σαρκὸς ὑπέμεινε θάνατον, τροπῆς ἡγησαμένης ὑπέμεινε θάνατον, ἐξέλιπε δὲ αὐτοῦ καὶ ἡ ζωὴ τρεῖς ἡμέρας καὶ ἰσαρίθμους νύκτας, καὶ ποίαν τὸ ταῦτα λέγειν ἀσεβείας ὑπερβολὴν καταλείπει; Οἶμαι γὰρ οὐδὲ τοῖς κατὰ τῆς ἀσεβείας ἀγωνιζομένοις τὸ ταῦτα διὰ τῆς γλώττης προφέρειν ἀκίνδυνον
因為那同一位,若既是不死的,卻藉著肉身經歷了死亡——並且是先有了改變,然後才經歷死亡——甚且祂的生命也曾間斷了三日三夜之久:說這樣的話,還能留下何等不敬的餘地呢?因為我認為,即便對那些為敵擋不敬虔而奮戰的人,用舌頭說出這等話來,也絕非沒有危險。
For if the Same, being immortal, underwent death through the flesh, with change going before, He underwent death; and even His life failed for three days and an equal number of nights—what excess of impiety does saying such things leave behind? For I think that not even for those who contend against impiety is it without danger to utter such things with the tongue.
1:2295
{ ΕΡΑΝ.} Παῦσαι δυσσεβείας ἡμᾶς γραφόμενος
厄拉尼斯特:不要再指控我們不敬虔了。
ERAN. Cease charging us with impiety.
1:2296
Οὐδὲ γὰρ ἡμεῖς τὴν θείαν φύσιν πεπονθέναι φαμέν, ἀλλὰ τὴν ἀνθρωπείαν·
因為我們也不是說神性受了苦,乃是說人性受了苦;
For neither do we say that the divine nature suffered, but the human;
1:2297
τὴν δέ γε θείαν συμπεπονθέναι τῷ σώματι
然而神性乃是與那身體一同受苦。
yet the divine suffered together with the body.
1:2298
{ΟΡΘ.} Τὸ συμπεπονθέναι πῶς λέγεις; ὡς τῶν ἥλων ἐμπηγνυμένων τῷ σώματι τὴν θείαν φύσιν τῆς ἀλγηδόνος τὴν αἴσθησιν δέξασθαι; { ΕΡΑΝ.} Ναιχί
正統者:你所謂「一同受苦」是什麼意思?是說當那些釘子被釘入身體之時,神性領受了那疼痛的感覺嗎?厄拉尼斯特:是的。
ORTH. How do you mean 'suffered together'? That, when the nails were being driven into the body, the divine nature received the sensation of the pain? ERAN. Yes.
1:2299
{ ΟΡΘ.} Καὶ νῦν καὶ ἐν τοῖς ἔμπροσθεν ἐξετασμένοις ἐδείξαμεν οὐδὲ τὴν ψυχὴν πάντων μεταλαγχάνουσαν τῶν τοῦ σώματος·
正統者:無論是現在,還是在先前所查考過的事上,我們都已表明,就連魂也不是分擔身體一切的感受;
ORTH. Both now and in what was examined before, we have shown that not even the soul partakes of all the body's affections;
1:2300
ἀλλὰ τὸ σῶμα τὴν ζωτικὴν δύναμιν δεχόμενον διὰ τῆς ψυχῆς τὴν αἴσθησιν ἔχειν τῶν παθημάτων
乃是那身體,藉著魂而領受了那使之存活的能力,因而有了諸般苦痛的感覺。
but the body, receiving the vital power through the soul, has the sensation of the sufferings.
1:2301
Εἰ δὲ καὶ συγχωρήσαιμεν τὴν ψυχὴν τῷ σώματι συναλγεῖν, οὐδὲν ἧττον ἀπαθῆ τὴν θείαν φύσιν εὑρήσομεν
然而,即便我們姑且承認魂與身體一同受痛苦,我們仍將發現神性乃是不受苦的。
But even if we should concede that the soul suffers pain together with the body, none the less shall we find the divine nature impassible.
1:2302
Οὐ γὰρ ἀντὶ ψυχῆς συνήφθη τῷ σώματι
因為神性並非取代了魂而與身體聯合。
For it was not joined to the body in place of a soul.
1:2303
Ἢ οὐ συνομολογεῖς αὐτὸν ἀνειληφέναι ψυχήν; {ΕΡΑΝ.} Πολλάκις συνωμολόγησα
或者你不承認祂取了一個魂嗎?厄拉尼斯特:我已多次承認過了。
Or do you not confess together that He assumed a soul? ERAN. I have often confessed it.
1:2304
{ΟΡΘ.} Καὶ τὴν λογικὴν ψυχήν; {ΕΡΑΝ.} Πάνυγε
正統者:而且是一個有理性的魂嗎?厄拉尼斯特:的確如此。
ORTH. And a rational soul? ERAN. Certainly.
1:2305
{ΟΡΘ.} Εἰ τοίνυν μετὰ τοῦ σώματος ἀνείληφε τὴν ψυχήν, συνεχωρή σαμεν δὲ συμπάσχειν τῷ σώματι τὴν ψυχήν, ἡ ψυχὴ ἄρα συνέπαθεν, οὐχ ἡ θεότης τῷ σώματι·
正統者:那麼,倘若祂是連同身體一併取了那魂,而我們又承認魂與身體一同受苦,那麼與身體一同受苦的乃是那魂,而非那神性;
ORTH. If, then, He assumed the soul together with the body, and we conceded that the soul suffers together with the body, then it was the soul that suffered together, not the Godhead, with the body;
1:2306
συνέπαθε δὲ τὰς ὀδύνας ὡς εἰκὸς δεξαμένη διὰ τοῦ σώματος
而那魂之一同受苦,乃是理所當然地藉著身體領受了那些疼痛。
and it suffered together, receiving the pains, as is reasonable, through the body.
1:2307
Ἀλλὰ συμπάσχειν μὲν ἴσως τῷ σώματι φαίη τις ἂν τὴν ψυχήν, συναποθνῄσκειν δὲ οὐδαμῶς·
但或許有人會說,魂雖與身體一同受苦,卻絕不與身體一同死亡;
But one might perhaps say that the soul suffers together with the body, yet dies together with it by no means;
1:2308
Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Εἰ τοίνυν οὐδὲ τὴν ψυχὴν τοῦ σωτῆρός φαμεν τῷ σώματι κοινωνῆσαι θανάτου, πῶς ἄν τις τὴν παρ' ὑμῶν τολμωμένην δέξαιτο βλασφημίαν,ἣ τὴν θείαν φύσιν μεταλαχεῖν θανάτου λέγειν τολμᾷ; καὶ ταῦτα τοῦ κυρίου νῦν μὲν τὸ σῶμα προσφερόμενον, νῦν δὲ τὴν ψυχὴν ταραττο μένην ἐπιδεικνύντος
「那殺身體卻不能殺魂的,不要怕他們。」所以,倘若我們連救主的魂都不說牠與身體同分於死,那麼誰又能接受你們所膽敢說的褻瀆——竟敢說神性分於死亡呢?何況主既顯明祂的身體時而被獻上,祂的魂時而受了攪擾。
'Fear not them that kill the body, but are not able to kill the soul.' If, therefore, we do not say that even the soul of the Saviour shared death with the body, how could anyone accept the blasphemy ventured by you, which dares to say that the divine nature partook of death? And this, when the Lord shows now the body being offered, now the soul being troubled.
1:2309
{ ΕΡΑΝ.} Καὶ ποῦ τὸ σῶμα προσφερόμενον ὁ κύριος ἔδειξεν;Ἢ πάλιν ἡμῖν τὴν πολυθρύλλητον ὑμῶν προσοίσετε μαρτυρίαν·
厄拉尼斯特:主又在何處顯明祂的身體被獻上呢?還是你們要再一次向我們搬出你們那被反覆援引的證據:
ERAN. And where did the Lord show the body being offered? Or will you again bring forward to us that much-belaboured testimony of yours:
1:2310
Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; καὶ τὸν εὐ αγγελιστὴν ἡμῖν βρενθυόμενοι παρέξετε λέγοντα·
「你們拆毀這殿,我三日內要把它重建起來」?並且趾高氣揚地向我們搬出那福音書作者所說的話:
'Destroy this temple, and in three days I will raise it up'? And, putting on airs, will you present to us the evangelist saying:
1:2311
Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ, καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς. {ΟΡΘ.} Εἰ λίαν οὕτω ταῖς θείαις φωναῖς ἀπεχθάνεσθε, αἳ τὸ μέγα κηρύττουσι τῆς οἰκονομίας μυστήριον, τί δήποτε μὴ Μαρκίωνι καὶ Βαλεντίνῳ καὶ Μάνητι παραπλησίως τὰς τοιάσδε φωνὰς ἐξαλείφετε; καὶ γὰρ ἐκεῖνοι ταὐτὸ τοῦτο δεδράκασιν
但祂所說的是指祂自己身體的殿;及至祂從死裡復活以後,祂的門徒就想起祂曾說過這話,便信了聖經和耶穌所說的話。正統者:你們若如此極度厭惡這些宣告道成肉身之偉大奧祕的神聖話語,那麼你們為何不像馬吉安、瓦倫提努和摩尼那樣,索性把這類話語全然抹去呢?因為那些人正是這樣行的。
But he was speaking of the temple of his own body; and when he was raised from the dead, his disciples remembered that Jesus had said this, and they believed the Scripture and the word which Jesus had spoken. ORTH.: If you so intensely detest these divine utterances, which proclaim the great mystery of the incarnation, why on earth do you not, like Marcion and Valentinus and Manes, erase such utterances altogether? For those men too did this very thing.
1:2312
Εἰ δὲ θρασὺ τοῦτο δοκεῖ καὶ ἀνόσιον, μὴ κωμῳδεῖτε τοῦ δεσπότου τὰ ῥήματα, ἀλλὰ τοῖς ἀποστό λοις ἀκολουθεῖτε πιστεύσασι μετὰ τὴν ἀνάστασιν, ὡς ἡ θεότης ἀνέστησαν ὃν ἔλυσαν οἱ Ἰουδαῖοι ναόν
但你若認為這是狂妄不敬的,那就不要譏誚主的話語,倒要效法眾使徒;他們在復活以後便相信:神性使那被猶太人所拆毀的殿重新立起。
But if this seems audacious and impious, then do not mock the words of the Master, but follow the apostles, who after the resurrection believed that the Godhead raised up the temple which the Jews had destroyed.
1:2313
{ΕΡΑΝ.} Εἰ μαρτυρίαν ἔχεις στερράν, παῦσαι λοιδορούμενος, καὶ πλήρωσον τὴν ὑπόσχεσιν
受助者:你若有確鑿的見證,就停止辱罵,兌現你的應許罷。
ERAN.: If you have firm testimony, cease reviling and fulfil your promise.
1:2314
{ ΟΡΘ.} Μέμνησαι πάντως τῶν εὐαγγελικῶν λογίων ἐκείνων, ἐν οἷς τοῦ μάννα καὶ τῆς ἀληθινῆς τροφῆς ὁ κύριος ἐποιήσατο σύγκρισιν
正統者:你必定記得福音中那些話語,主在其中將嗎哪與真食物作了比較。
ORTH.: You surely remember those evangelical sayings in which the Lord made a comparison between the manna and the true food.
1:2315
{ΟΡΘ.} Ἐν ἐκείνῳ τῷ χωρίῳ περὶ τοῦ ἄρτου τῆς ζωῆς πολλοὺς λόγους διεξελθὼν ἐπήγαγε καὶ ταῦτα·
正統者:在那段落中,祂論到生命之糧講了許多話,並且又加上這話說:
ORTH.: In that passage, having delivered many words concerning the bread of life, he added these as well:
1:2316
Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καὶ ἔστιν ἰδεῖν ἐν τοῖς λόγοις καὶ τὴν τῆς θεότητος φιλοτιμίαν καὶ τὴν δωρεὰν τῆς σαρκός
「我所要賜的糧,就是我的肉,為世人的生命所賜的。」在這些話中,人可以看見神性的慷慨以及肉體的恩賜。
'And the bread which I will give is my flesh, which I will give for the life of the world.' And in these words one may see both the generosity of the Godhead and the gift of the flesh.
1:2317
{ ΕΡΑΝ.} Οὐκ ἀπόχρη μαρτυρία μία τὴν ἀμφισβήτησιν λῦσαι
受助者:單單一個見證不足以了結這爭議。
ERAN.: A single testimony does not suffice to resolve the dispute.
1:2318
{ΟΡΘ.}Ὁ Αἰθίοψ εὐνοῦχος οὐ πολλὰς ἀνέγνω γραφάς, ἀλλὰ μίαν εὑρὼν προφητικὴν μαρτυρίαν δι' ἐκείνης ἐποδηγήθη πρὸς σωτηρίαν
正統者:那埃提阿伯的太監並未讀許多經卷,只找到一處先知的見證,便藉此被引領得著救恩。
ORTH.: The Ethiopian eunuch did not read many Scriptures, but finding a single prophetic testimony he was guided by it unto salvation.
1:2319
Ὑμᾶς δὲ οὐχ ἱκανοὶ πεῖσαι πάντες ἀπόστολοι καὶ προφῆται, καὶ οἱ μετ' ἐκείνους τῆς ἀληθείας γενόμενοι κήρυκες
至於你們,眾使徒和眾先知,以及在他們之後成為真理傳報者的人,竟都不能說服你們。
But you—not all the apostles and prophets, nor those who after them became heralds of the truth, are able to persuade.
1:2320
Ἀλλ' ὅμως καὶ ἑτέρας σοι περὶ τοῦ δεσποτικοῦ σώματος μαρτυρίας προσοίσω
然而我仍要向你提出其他關於主之身體的見證。
Nevertheless I will bring you yet other testimonies concerning the Master's body.
1:2321
Οἶσθα τῆς εὐαγγελικῆς ἱστορίας ἐκεῖνό γε τὸ χωρίον, ἔνθα τὸ πάσχα φαγὼν μετὰ τῶν μαθητῶν ἔδειξε μὲν τοῦ τυπικοῦ προβάτου τὸ τέλος, ἐδί δαξε δὲ τῆς σκιᾶς ἐκείνης ποῖον ὑπάρχει σῶμα
你知道福音記載中的那段,主在那裡與門徒吃了逾越節的筵席,顯明了那預表之羔羊的終結,並教導那影兒所指的乃是何等的身體。
You know that passage of the evangelical narrative where, having eaten the Passover with his disciples, he showed the end of the typical lamb and taught what kind of body was the substance of that shadow.
1:2322
{ ΕΡΑΝ.} Οἶδα τήνδε τὴν ἱστορίαν
受助者:我知道這段記載。
ERAN.: I know this narrative.
1:2323
{ ΟΡΘ.} Οὐκοῦν ἀναμνήσθητι, τί μὲν ὁ κύριος λαβὼν ἔκλασε, τί δὲ τὸ ληφθὲν προσαγορεύσας εἴρηκεν
正統者:那麼請回想:主拿起並擘開了甚麼,又將祂所拿起的稱作甚麼。
ORTH.: Then recall what the Lord took and broke, and what he called that which he had taken.
1:2324
{ ΕΡΑΝ.} Τῶν ἀμυήτων ἕνεκα μυστικώτερον λέξω
受助者:為著那些尚未受教之人的緣故,我要說得較為隱祕些。
ERAN.: For the sake of the uninitiated I will speak more mystically.
1:2325
Λαβὼν καὶ κλάσας καὶ τοῖς μαθηταῖς διανείμας ἔφη·
祂拿起、擘開,分給門徒,說:
Having taken and broken and distributed it to the disciples, he said:
1:2326
Τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον, ἢ κλώμενον, κατὰ τὸν ἀπόστολον·
「這是我的身體,為你們所捨的」——或照使徒所說,「為你們所擘開的」。
'This is my body, which is given for you'—or 'broken,' according to the Apostle.
1:2327
Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον. {ΟΡΘ.} Οὐ τοίνυν θεότητος ἐμνημόνευσε τοῦ πάθους τὸν τύπον ἐπιδεικνύς; { ΕΡΑΝ.} Οὐ δῆτα
「這是我立新約的血,為多人所流的。」正統者:那麼祂在顯明受苦之預表時,豈非並未題及神性?受助者:確實沒有。
'This is my blood of the new covenant, which is shed for many.' ORTH.: Did he not then, in displaying the type of the passion, make no mention of Godhead? ERAN.: He did not.
1:2328
{ΟΡΘ.} Ἀλλὰ σώματός γε καὶ αἵματος; { ΕΡΑΝ.} Ἀληθές
正統者:但祂確實題到了身體與血罷?受助者:不錯。
ORTH.: But he did mention body and blood? ERAN.: True.
1:2329
{ ΟΡΘ.} Σῶμα ἄρα τῷ σταυρῷ προσηλώθη; { ΕΡΑΝ.} Ἔοικεν
正統者:這樣說來,被釘在十字架上的乃是身體?受助者:看來如此。
ORTH.: Then it was a body that was nailed to the cross? ERAN.: So it seems.
1:2330
{ ΟΡΘ.} Ἄταρ δὴ τόδε προσεξετάσωμεν
正統者:然而讓我們再進一步查考這事。
ORTH.: But let us examine this further as well.
1:2331
Ἡνίκα μετὰ τὴν ἀνάστασιν τῶν θυρῶν κεκλεισμένων πρὸς τοὺς ἁγίους ὁ δεσπότης εἰσελήλυθε μαθητάς, καὶ δείσαντας ἐθεάσατο, τίνι τρόπῳ τὸ δέος ἔλυσε, καὶ πίστιν ἀντὶ τοῦ δέους ἐνέθηκεν; {ΕΡΑΝ.} Εἶπεν αὐτοῖς·
當復活以後,門戶關著的時候,主進到眾聖徒門徒那裡,見他們驚恐,祂是用甚麼方法消除他們的懼怕,以信心代替懼怕的呢?受助者:祂對他們說:
When, after the resurrection, the Master came in to the holy disciples while the doors were shut, and beheld them terrified, in what manner did he dispel their fear and implant faith in place of fear? ERAN.: He said to them:
1:2332
Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι·
「你們看我的手和我的腳,就知道是我自己。」
'See my hands and my feet, that it is I myself.'
1:2333
{ΟΡΘ.} Τὸ σῶμα τοιγαροῦν ἐγήγερται; { ΕΡΑΝ.} Φαίνεται
正統者:所以被復活起來的乃是身體?受助者:顯然如此。
ORTH.: Therefore it was the body that was raised? ERAN.: It appears so.
1:2334
{ ΟΡΘ.}Ὃ δὲ ἀνέστη, τοῦτο δήπου καὶ ἐτεθνήκει; { ΕΡΑΝ.} Ἔοικεν
正統者:那復活的,豈非也曾死過?受助者:看來如此。
ORTH.: And that which rose had also, surely, died? ERAN.: So it seems.
1:2335
{ ΟΡΘ.}Ὃ δέ γε ἐτεθνήκει, τοῦτο τῷ σταυρῷ προσηλώθη; { ΕΡΑΝ.} Ἀνάγκη
正統者:那曾死過的,乃是被釘在十字架上的?受助者:必然如此。
ORTH.: And that which had died was nailed to the cross? ERAN.: Necessarily.
1:2336
{ ΟΡΘ.} Τὸ σῶμα ἄρα πέπονθε κατὰ τὸν σόν γε λόγον
正統者:那麼照你自己的論點,受苦的乃是身體。
ORTH.: Then according to your own argument the body suffered.
1:2337
{ΕΡΑΝ.} Τοῦτο φάναι βιάζεται ὁ τῶν λόγων εἱρμός
受助者:這推論的環節逼人不得不這樣說。
ERAN.: The chain of reasoning compels one to say this.
1:2338
{ΟΡΘ.} Σκοπήσωμεν δὲ καὶ ὡδί
正統者:然而讓我們也如此思量。
ORTH.: But let us consider it in this way too.
1:2339
Ἐγὼ δὲ πάλιν ἐρήσομαι, σὺ δὲ φιλαλήθως ἀπόκριναι
我要再問,你當以愛慕真理的心回答。
I will ask again, and do you answer as a lover of truth.
1:2340
{ΟΡΘ.} Ὁπηνίκα τὸ πανάγιον τοῖς ἀποστόλοις ἐπεφοίτησε πνεῦμα, καὶ τὸ παράδοξον θέαμά τε καὶ ἄκουσμα πολλὰς ἀνθρώπων παρὰ τὸ δωμάτιον ἐκεῖνο μυριάδας συνήθροισε, τίνα τῶν ἀποστόλων ὁ πρῶτος τηνικαῦτα δημηγορῶν περὶ τῆς δεσποτικῆς εἴρηκεν ἀναστάσεως
正統者:當那至聖的靈降臨在眾使徒身上,那奇異的景象與聲音招聚了成千上萬的人到那樓房旁邊時,是哪一位使徒在那時第一個公開講論,說到主的復活——
ORTH.: When the all-holy Spirit came upon the apostles, and the marvellous sight and sound gathered many tens of thousands of men beside that upper chamber, which of the apostles was it who, being the first to speak publicly at that time, said concerning the Master's resurrection—
1:2341
καὶ ταύταις πεπι στευκότα, προϊδεῖν τε προφητικῶς αὐτοῦ τὴν ἀνάστασιν, καὶ διαρρή δην εἰπεῖν, ὡς οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν
——並信了這些事,先知性地預見了祂的復活,又明明地說:祂的魂不撇在陰間,祂的肉身也不見朽壞?
—and had believed these things, foreseeing his resurrection prophetically, and said expressly that his soul was not left in Hades, neither did his flesh see corruption?
1:2342
{ΟΡΘ.} Τούτων τοιγαροῦν ἡ ἀνάστασις
正統者:所以復活乃是屬於這些的。
ORTH.: Of these, therefore, is the resurrection.
1:2343
{ΕΡΑΝ.} Καὶ πῶς ἄν τις τῆς οὐ τεθνηκυίας ψυχῆς ἀνάστασιν εἴποι γε σωφρονῶν; { ΟΡΘ.} Οἱ τῆς ἀτρέπτου καὶ ἀπεριγράφου θεότητος καὶ τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν εἶναι λέγοντες, πῶς ἡμῖν ἐξαίφνης ἀνεφάνητε σώφρονες, ὡς παραιτεῖσθαι καὶ τῇ ψυχῇ προσάπτειν τὸ τῆς ἀναστάσεως ὄνομα; { ΕΡΑΝ.} Ὅτι τῷ πεπτωκότι πρόσφορον τὸ τῆς ἀναστάσεως πρόσ ρημα
受助者:凡有理智的人,怎能說一個未曾死過的魂復活呢?正統者:你們既說那不改變、不受局限之神性也有受苦、有死、有復活,如今怎麼忽然在我們面前顯得心智健全,以致連把復活之名安在魂上也要拒絕?受助者:因為「復活」一詞恰恰是屬於那已經跌倒的。
ERAN.: And how could anyone in his right mind speak of a resurrection of a soul that had not died? ORTH.: You who say that both the passion and the death and the resurrection belong to the unchangeable and uncircumscribed Godhead—how have you suddenly appeared to us as men of sound mind, so as to refuse to attach the name of resurrection even to the soul? ERAN.: Because the term 'resurrection' properly belongs to that which has fallen.
1:2344
{ ΟΡΘ.} Ἀλλ' οὐ δίχα ψυχῆς τὸ σῶμα τυγχάνει τῆς ἀναστάσεως, νεουργούμενον δὲ τῷ θείῳ βουλήματι, καὶ τῇ ὁμόζυγι συναπτόμενον, ἀπολαμβάνει τὸ ζῆν
正統者:然而身體並非離了魂而得復活;乃是藉神聖的旨意被重新造過,又與它的配偶(魂)聯合,便重得生命。
ORTH.: But it is not apart from the soul that the body attains the resurrection; rather, being made new by the divine will and joined again to its yoke-fellow, it receives back life.
1:2345
{ΟΡΘ.} Σαφέστερον ταῦτα διδάσκει ὁ θεῖος Ἰεζεκιήλ
正統者:神聖的以西結將這些事教導得更為清楚。
ORTH.: The divine Ezekiel teaches these things more clearly.
1:2346
ἀπέλαβεν ἁρμονίαν, καὶ ἔφυσε νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, καὶ τὰς μεταξὺ τούτων ὑπεστρωμένας σάρκας, καὶ τὸ δέρμα τούτων ἁπάντων τὸ κάλυμμα, καὶ τότε τὰς ψυχὰς ἐπανελθεῖν πρὸς τὰ οἰκεῖα παρηγγύησε σώματα
……它重得了骨節的聯絡,長出了筋、脈與動脈,並在這些之間鋪墊的肉,又有皮作這一切的遮蓋;然後祂吩咐眾魂歸回各自的身體。
...it received back its structure, and put forth sinews and veins and arteries, and the flesh laid beneath among these, and the skin as a covering over them all; and then he commanded the souls to return to their proper bodies.
1:2347
{ΟΡΘ.} Τὸ μέντοι κυριακὸν σῶμα ταύτην οὐχ ὑπέμεινε τὴν διαφθο ράν, ἀλλ' ἀκήρατον διαμεῖναν ἀπέλαβε τῇ τρίτῃ ἡμέρᾳ τὴν οἰκείαν ψυ χήν
正統者:然而主的身體並未經歷這朽壞,乃是保持不受玷污,在第三日重得了自己的魂。
ORTH.: The Lord's body, however, did not undergo this corruption, but remaining undefiled it received back its own soul on the third day.
1:2348
{ ΟΡΘ.} Τοιγάρτοι τούτων τὸ πάθος, ὧν καὶ ὁ θάνατος; {ΕΡΑΝ.} Πάνυγε
正統者:所以受苦是屬於那也承受死亡者的?受助者:當然。
ORTH.: Therefore the passion belongs to those to whom the death also belongs? ERAN.: Certainly.
1:2349
{ΟΡΘ.} Ὧν δὲ ὁ θάνατος, τούτων ἄρα καὶ ἡ ἀνάστασις; { ΕΡΑΝ.} Ἀνάγκη
正統者:而死亡屬於誰,復活也就屬於誰?受助者:必然如此。
ORTH.: And to those to whom the death belongs, to these also belongs the resurrection? ERAN.: Necessarily.
1:2350
{ΟΡΘ.} Οὐκ ἄρα ἡ θεότης ὑπέμεινε θάνατον, ἀλλὰ τὸ σῶμα τῷ χωρισμῷ τῆς ψυχῆς
正統者:這樣看來,經歷死亡的不是神性,乃是身體,是藉著魂與身體的分離。
ORTH.: Then it was not the Godhead that underwent death, but the body, through the separation of the soul.
1:2351
{ΕΡΑΝ.} Τῶν ἀτόπων τούτων λόγων ἐγώ γε οὐκ ἀνέξομαι
受助者:至於我,我斷不能容忍這些荒謬的說法。
ERAN.: I for my part will not endure these absurd statements.
1:2352
{ΟΡΘ.} Τοῖς οἰκείοις οὖν διαμάχῃ λόγοις·
正統者:那麼你是在與你自己的論點爭辯了;因為這些被你稱為荒謬的,原是你的。
ORTH.: Then you are contending against your own arguments; for these, which you have named absurd, are yours.
1:2353
σοὶ γὰρ οὗτοί γε, οὓς ἀτόπους ὠνόμασας
因為這些被你稱為荒謬的,正是你的。
For these very ones, which you called absurd, are yours.
1:2354
{ ΕΡΑΝ.} Συκοφαντεῖς με ὅλως γε·
受助者:你完全是在誣賴我;因為這些論點沒有一個是我的。
ERAN.: You are wholly slandering me; for none of these arguments is mine.
1:2355
τῶνδε γὰρ τῶν λόγων οὐδεὶς ἐμός
因為這些話沒有一句是我的。
For none of these words is mine.
1:2356
{ ΟΡΘ.} Ὅταν, τινὸς ἐρωτῶντος ποῖόν ἐστι τὸ ζῷον τὸ λογικὸν ὁμοῦ καὶ θνητόν, ἀποκρίναιτό τις καὶ εἴποι, ἄνθρωπος, τίνα ἂν καλέ σαις ἑρμηνέα τοῦ λόγου, τὸν ἐρόμενον ἢ τὸν ἀποκρινόμενον; { ΕΡΑΝ.} Τὸν ἀποκρινόμενον
正統者:當有人問:那既有理性又必死的活物是甚麼,而有人回答說「人」的時候,你要稱誰為這定義的闡釋者呢——是發問的人,還是回答的人?受助者:是回答的人。
ORTH.: When, someone asking what the living creature is that is at once rational and mortal, one should answer and say 'man,' whom would you call the interpreter of the definition—the questioner or the answerer? ERAN.: The answerer.
1:2357
{ ΟΡΘ.} Εἰκότως ἄρα ἔφην σοὺς εἶναι τούσδε τοὺς λόγους·
正統者:所以我說這些論點是你的,乃是理所當然的;
ORTH.: Rightly, then, did I say that these arguments are yours;
1:2358
σὺ γὰρ δήπουθεν ἀποκρινόμενος καὶ τὰ μὲν ἀπαγορεύων, τὰ δὲ συνομολογῶν, ἐβεβαίους τοὺς λόγους
因為你在回答時,既否認了某些事,又同意了另一些事,便確立了這些論點。
for you, of course, in answering—denying some things and agreeing to others—confirmed the arguments.
1:2359
{ ΕΡΑΝ.} Οὐκοῦν ἀποκρινοῦμαι μὲν οὐδαμῶς, ἐρήσομαι δὲ μόνον·
受助者:那麼我斷不再回答,只要發問。
ERAN.: Then I will by no means answer, but will only ask.
1:2360
{ ΕΡΑΝ.} Τί δήποτε πρὸς τὴν ἀποστολικὴν φὴς ῥῆσιν ἐκείνην·
受助者:那麼,對於使徒那句話,你要怎麼說:
ERAN.: What, then, do you say to that apostolic saying:
1:2361
Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν; Ἐνταῦθα γὰρ οὔτε σώματος οὔτε ψυχῆς ἐμνημόνευσεν
「因為他們若曉得,就不把榮耀的主釘在十字架上了」?因為在這裡他既未題身體,也未題魂。
'For had they known it, they would not have crucified the Lord of glory'? For here he made mention neither of body nor of soul.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。