📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 但以理書註釋

但以理書註釋 第 1 章 第 9/11 段

希臘文原文.184 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1508–1:1691(全章共 2078 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1508
Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρ τίαν, καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλά σασθαι ἀδικίαν, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώ νιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι Ἅγιον ἁγίων. Πρὸ τῶν ἄλλων ἁπάντων ἐπισημήνασθαι δεῖ, ὅτι τοῦ προφήτου ἐν τῇ προσ ευχῇ τῷ Θεῷ λέγοντος περί τε τοῦ λαοῦ καὶ τῆς Ἱερουσαλήμ·
「為你本國之民和你的聖城,已經定了七十個七,要止住罪過使之陳舊,除淨罪惡,封住罪惡,塗抹罪孽,贖盡罪愆,引進永義,封住異象和先知,並膏至聖者。」在一切之先必須留意:先知在禱告中向神論到百姓和耶路撒冷時說:
'Seventy weeks are determined upon thy people and upon thy holy city, until the transgression be grown old, and sin be finished, and sin be sealed up, and iniquities be blotted out, and to make atonement for iniquity, and to bring in everlasting righteousness, and to seal up vision and prophet, and to anoint the Holy of Holies.' Before all else one must observe that, whereas the prophet in his prayer says to God concerning both the people and Jerusalem:
1:1509
Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου· ὥσπερ οὐκ ἀξιῶν τὸν λαὸν ἑαυτοῦ καλεῖν τὸν πάλαι αὐτοῦ ὠνομασμένον λαὸν, οὔτε μὴν τὴν πόλιν τὴν ὡσαύτως αὐτοῦ πάλαι προσαγορευομένην
「為你本國之民和你的聖城,已經定了七十個七」——彷彿祂不肯將從前稱為屬祂的百姓稱為自己的百姓,也不肯將從前照樣稱為屬祂的城稱為自己的城。
'Seventy weeks are determined upon thy people and upon thy holy city' — as though he did not deem worthy to call his own the people formerly named his, nor indeed the city likewise formerly styled his.
1:1510
Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε Μωσέως
這事祂在偉大的摩西身上也曾行過。
And this he did also in the case of great Moses.
1:1511
Ἡνίκα γὰρ τὸν μό σχον τεκτηνάμενοι τὸ θεῖον αὐτῷ προσήνεγκαν σέβας, ἔφη πρὸς τὸν προφήτην ὁ Θεὸς·
因為當百姓造了牛犢,把當歸於神的敬拜獻給牠時,神對先知說:
For when, having fashioned the calf, they offered to it the divine worship, God said to the prophet:
1:1512
Σπεῦσον, κατά βηθι τὸ τάχος ἐντεῦθεν·
「你趕快下去;」
'Hasten, get thee down quickly hence;
1:1513
ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐξ Αἰγύπτου. Φησὶ τοίνυν ὁ Θεὸς αὐ τὸν διὰ τοῦ ἀρχαγγέλου, ὅτι τὴν δέησίν σου δεξάμε νος, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ συγχωρήσω, καὶ τὸν λαόν σου τῆς ἐπανόδου τυχεῖν κελεύσω
「因為你的百姓,就是你從埃及領出來的,已經敗壞了。」所以神藉大天使對他說:「我既已悅納你的懇求,就必准耶路撒冷得以重建,並命定你的百姓得以歸回。」
for thy people, whom thou broughtest out of Egypt, has transgressed.' God therefore says to him through the archangel that: 'Having accepted thy supplication, I will both permit Jerusalem to be built, and command that thy people obtain their return.'
1:1514
Μετὰ δὲ τὴν τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, διαρκέσουσιν ἐπὶ τετρακόσια καὶ ἐννενήκοντα ἔτη κατὰ νόμον πολιτευόμενοι·
在耶路撒冷重建之後,他們要照著律法生活,延續四百九十年;
And after the building of Jerusalem, they shall continue four hundred and ninety years, living according to the Law;
1:1515
τοσοῦτον γὰρ αἱ ἑβδομήκοντα ἑβδομάδες ποιοῦσι χρόνον, ἡμέρας ἑκάστης εἰς ἐνιαυ τὸν λαμβανομένης
因為七十個七正是這麼多的時間,每一日算為一年。
for so much time do the seventy weeks make, each day being taken for a year.
1:1516
περιώρισεν, ἑπτάκις εἰς ἑαυτὸν τοῦτον ἀνελίξας τὸν χρόνον τὴν κατὰ νόμον πολιτείαν περιορίζει
他定下界限,把這段時間七倍地展開,以此界定那照律法而行的政體。
he has set the limit, having unfolded this period sevenfold upon itself, thus bounding the polity according to the Law.
1:1517
Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν, ἀντὶ τοῦ, ἐδοκιμάσθησαν, καὶ ἐκρίθησαν·
「已經定了七十個七」的意思是:它們經過察驗和判定;
'Seventy weeks are determined' means: they were tried and judged;
1:1518
οὕτω γάρ τινες τῶν ἑρμηνευτῶν ἐκ δεδώκασιν·
因為有些翻譯者是這樣譯出的;
for so some of the interpreters have rendered it;
1:1519
ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν. σου τὴν ἁγίαν, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν· ἀντὶ τοῦ, ἕως ἂν αὐ ξηθῇ αὐτῶν τὸ δυσσεβὲς τόλμημα, καὶ τέλος λάβῃ ἡ ἁμαρτία
「為你本國之民和你的聖城,直等到罪過陳舊、罪惡除淨」——就是說,直到他們不敬虔的膽妄增長,罪惡達到終極。
'upon thy people and upon thy holy city, until the transgression be grown old, and sin be finished' — that is, until their impious daring be increased, and sin reach its end.
1:1520
Λέγει δὲ ἁμαρτίαν τελειουμένην, καὶ παράπτωμα παλαιούμενον, εἴτ' οὖν αὐξανόμενον, καὶ εἰς ἔσχατον ἀφικνούμενον, τὸν κατὰ τοῦ Κυρίου τολμηθέντα σταυρόν
他所說完成的罪惡、陳舊的過犯——即增長而達到極處的——乃是指那向主所膽行的十字架之罪。
And he calls the sin being finished, and the transgression being made old — that is to say, increasing and coming to its uttermost — the cross that was dared against the Lord.
1:1521
Πρὸ μὲν γὰρ τούτου μυρία τε τολμηκότες κακὰ ἔδοσαν μὲν δίκας, καὶ ἔτισαν τιμω ρίας ὑπὲρ ὧν ἐπλημμέλησαν, ἀλλὰ πάλιν συγγνώμης ἀπολαύσαντες φιλανθρωπίας ἠξιώθησαν·
因為在此之先,他們雖然膽行無數的惡事,曾為所犯的罪付上刑罰、償還報應,卻又蒙赦免,被算為配得慈愛;
For before this, though they had dared countless evils, they paid the penalty and rendered satisfaction for the offences they had committed, yet again, obtaining pardon, they were counted worthy of loving-kindness;
1:1522
ἀλλὰ πλειόνων ἢ τεσσαράκοντα καὶ τετρακοσίων διαδραμόντων ἐτῶν σποράδες μεμενήκασι, καὶ τῆς οἰκουμένης μέτοικοι
但如今,四百四十多年過去了,他們仍舊四散,成了遍居天下的寄居者。
but now, more than four hundred and forty years having run their course, they have remained scattered abroad, and sojourners over the whole inhabited world.
1:1523
Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰκότως ἐπήγαγε·
「看哪,神的羔羊,除去世人罪孽的」——他合宜地接著說:
'Behold the Lamb of God, who takes away the sin of the world' — fittingly he added:
1:1524
Καὶ τοῦ σφραγί σαι ἁμαρτίας, καὶ τοῦ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας. Ἀπήλειψε μὲν γὰρ τὰς ἀνο μίας τῶν εἰς αὐτὸν πεπιστευκότων, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ᾗ φησιν ὁ μακάριος Παῦλος
「並封住罪惡,塗抹罪孽,贖盡不義。」因為祂塗抹了那些信祂之人的罪孽,把那攻擊我們的字據塗抹了,正如蒙福的保羅所說。
'And to seal up sins, and to blot out iniquities, and to make atonement for injustices.' For he blotted out the iniquities of those who believed in him, wiping out the handwriting that was against us, as the blessed Paul says.
1:1525
Ἐσφράγισε δὲ τὰς ἁμαρτίας, παύσας μὲν τὴν κατὰ νόμον πολιτείαν, τὴν δὲ τοῦ Πνεύματος δωρησάμενος χάριν, ὑφ' ἧς βοηθούμενοι περιγίνονται τῶν παθῶν οἱ πνευματικῶς πολιτευόμενοι
祂封住了罪惡,止住了照律法而行的政體,又賜下聖靈的恩典;藉這恩典的幫助,那些屬靈而行的人便勝過情慾。
And he sealed up sins, having brought to an end the polity according to the Law, and having bestowed the grace of the Spirit, by which, being helped, they who live spiritually gain the mastery over the passions.
1:1526
Περὶ γὰρ αὐτοῦ φησιν ὁ μακάριος Παῦλος·
因為蒙福的保羅論到這事說:
For concerning it the blessed Paul says:
1:1527
Αἰτεῖτε, λέγων, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ· ἀναγκαίως εἶπεν ὁ ἅγιος Γα βριήλ·
他說:「你們要求神的國和他的義。」聖加百列必然地說:
'Ask,' he says, 'the kingdom of God, and his righteousness'; of necessity the holy Gabriel said:
1:1528
Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον. Προσ τέθεικε δέ·
「並引進永義。」他又加上說:
'And to bring in everlasting righteousness.' And he added:
1:1529
Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφή την· τουτέστι, τοῦ δοῦναι μὲν τέλος ἁπάσαις ταῖς προφητείαις·
「並封住異象和先知」;就是說,使一切的預言得著終結;
'And to seal up vision and prophet'; that is, to give an end to all the prophecies;
1:1530
Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιο σύνην παντὶ τῷ πιστεύοντι· παῦσαι δὲ λοιπὸν τὴν προφητικὴν χάριν ἀπὸ τοῦ Ἰουδαίων ἔθνους
因為律法的總結就是基督,使凡信祂的都得著義;並且此後要止住從猶太民族而出的先知恩賜。
For Christ is the end of the Law unto righteousness to every one that believes; and moreover to bring to a stop for the future the prophetic grace from the nation of the Jews.
1:1531
Πληροῖ τοίνυν, καὶ οἱονεὶ σφραγίζει καὶ βεβαῖοι τὰ ὑπὸ τῶν προφητῶν προῤῥηθέντα, ποιῶν ἅπαντα καὶ πάσχων τὰ ὑπ' ἐκείνων χρησμῳδηθέντα
所以祂成全,並彷彿封印並印證眾先知所預言的,行盡並受盡他們所預言宣告的一切。
He therefore fulfils, and as it were seals up and confirms the things foretold by the prophets, doing and suffering all that was oracularly declared by them.
1:1532
Τούτοις πάλιν προστέθεικε·
他又向這些話加上說:
To these things he added again:
1:1533
Καὶ τοῦ χρίσαι Ἅγιον ἁγίων. Τίς δὲ οὗτός ἐστιν ὁ τῶν ἁγίων Ἅγιος; εἰπάτωσαν Ἰουδαῖοι·
「並膏至聖者。」但這位至聖者是誰呢?讓猶太人說說看;
'And to anoint the Holy of Holies.' But who is this Holy of Holies? let the Jews say;
1:1534
θείων συνήθως δω ρεῶν ἀπολαύειν, ἕως ἂν ἐκεῖνο τὸ ἀνόσιον καὶ φρι κῶδες τολμήσῃ τόλμημα, τὸν κατὰ τοῦ Σωτῆρός φημι σταυρὸν, ὃς Ἅγιος ἁγίων ὀνομαζόμενος, ἅτε δὴ ἁγιωσύνης ὑπάρχων πηγὴ, χρίεται μὲν κατὰ τὸ ἀνθρώπειον τῷ ἁγίῳ Πνεύματι, σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς προφητείας, πληρῶν ἅπαντα τὰ ὑπ' ἐκείνων προηγορευμένα, ἄφεσιν δὲ ἁμαρ τημάτων τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται
照他們的慣例享用神聖的恩賜,直到他們膽行那不聖潔、可畏的惡事——我是指那向救主所行的十字架之罪——這位被稱為至聖者的,既是聖潔的泉源,便照著祂的人性受聖靈的膏抹,又封印並印證古時的預言,成全先知所預告的一切,並將赦罪之恩賜給那些信祂的人。
to enjoy the divine gifts after their wont, until they should dare that unholy and dreadful deed — I mean the cross against the Saviour — who, being named Holy of Holies, inasmuch indeed as he is the fountain of holiness, is anointed according to his humanity with the Holy Spirit, and seals and confirms the ancient prophecies, fulfilling all that was foretold by them, and bestows remission of sins upon those who have believed in him.
1:1535
Εἶτα διδάσκει ὁ θεῖος ἀρχάγγελος, πόθεν ἄρξασθαι δεῖ τοῦ τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμοῦ
接著神聖的大天使教導,人當從何處起算這七十個七的數目。
Then the divine archangel teaches from whence one must begin the number of the seventy weeks.
1:1536
τηνικαῦτα γὰρ τοῦ ναοῦ ἡ οἰκοδομὴ τέλος ἔλαβε τὸ προσῆκον, τῶν περιοίκων διὰ τὴν πρὸς Ἰουδαίους δυσμένειαν ἐμ ποδὼν τῇ οἰκοδομίᾳ ἐν τῷ μέσῳ χρόνῳ γεγενημένων, καὶ Καμβύσου δὲ τοῦ Κύρου υἱέως ὑπὸ τούτων ἐξ απατηθέντος καὶ τὴν οἰκοδομίαν κωλύσαντος
因為那時聖殿的建造得著了應有的完成,先前那些鄰近的人因對猶太人的仇恨,曾在中間一段時間阻撓建造,而居魯士之子岡比西斯被他們欺哄,也曾禁止建造。
for at that time the building of the temple received its due completion, since the neighbouring peoples, through their enmity toward the Jews, had for a time in the interval hindered the building, and Cambyses the son of Cyrus, having been deceived by them, had forbidden the building.
1:1537
Ἀλλ' οὐδὲν τούτων ἔχει τὸ ἀληθές
然而這些事沒有一件是合乎真理的。
But none of these things holds the truth.
1:1538
Πρῶτον μὲν γὰρ πλειό νων ἐτῶν ἀριθμὸς, εἴ τις ἐντεῦθεν ἀριθμῆσαι θε λήσειεν, εὑρεθήσεται·
因為第一,若有人願意從這一點起算,所得的年數必更多;
For, first, a greater number of years will be found, if one should wish to reckon from this point;
1:1539
Εἰ δ' οὕτως ταῦτα ἔχει, καὶ συνομολογοῦσιν οἱ τὸν ἀριθμὸν τῶν ἑβδομάδων οὕτω ποιεῖσθαι κε λεύοντες, κάτωθεν ἄνω τὰ τετρακόσια καὶ ἐννενή κοντα ἀριθμήτωσαν ἔτη
但若這些事果真如此,並且那些吩咐這樣計算週數的人也同意,就讓他們從下往上數這四百九十年吧。
But if these things be so, and they who bid the number of the weeks be reckoned thus agree, let them number the four hundred and ninety years from the bottom upward.
1:1540
ἀνίστησι δὲ καὶ τὰ τῆς πόλεως τείχη, καὶ πύρ γοις πάντοθεν ὀχυρώσας ἐπιτίθησι τὰς πύλας, καὶ προτρέψας τοὺς ἱερέας, ἔρημον οὖσαν τῶν οἰκητόρων τὴν πόλιν, πλήρη τῶν ἐνοικούντων ποιεῖ
他又建起城牆,四圍用樓塔加固,安上城門;又催促祭司,使那本無居民、荒涼的城充滿了居住的人。
and he raises up also the walls of the city, and having fortified it round about with towers, he sets on the gates; and having urged on the priests, he makes the city, which was desolate of inhabitants, full of dwellers.
1:1541
Τοῦτο καὶ ὁ θεῖος ἀρχάγγελος αἰνιττόμενος ἔφη·
這正是那位神聖的天使長暗示的事,他說:
This too the divine archangel hinted at when he said:
1:1542
Καὶ γνώσῃ, καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι, καὶ ἀνοικοδομηθῆναι Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο
「你要知道,要明白,從發出命令答覆並重建耶路撒冷,直到那為君的基督,共有七個七和六十二個七。」
'And you shall know and understand: from the going forth of the word to answer and to rebuild Jerusalem, until Christ the ruler, there are seven weeks and sixty-two weeks.'
1:1543
Καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα, καὶ περίτειχος, καὶ ἐκκαινωθήσονται οἱ καιροί. Ἀρξάμενος γὰρ, φησὶν, ἀριθμεῖν ἀπὸ τῆς οἰκοδο μίας τῆς πόλεως, ἀπολαβούσης μὲν τὰ οἰκεῖα τείχη, δεξαμένης δὲ πλῆθος τῶν οἰκητόρων, ὡς πλατεῖαν αὐτὴν γενέσθαι διὰ τὸ πλῆθος τῶν ἐνοικούντων, εὑ ρήσεις ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδας ἑπτὰ καὶ ἑβδομάδας ἑξήκοντα δύο
「城必復興,寬闊之處與四圍的城牆必被建造,時期也必更新。」他說,因為你若從那城重建之時開始數算——就是當它收回自己的城牆、接納了大批居民,以致因寓居者眾多而成為寬闊之城——你便會發現,直到那為君的基督,共有七個七與六十二個七。
'And it shall return and the broad place shall be built, and the surrounding wall, and the seasons shall be renewed.' For if you begin, he says, to count from the rebuilding of the city—when it had recovered its own walls and received a multitude of inhabitants, so that it became broad because of the throng of those dwelling in it—you will find until Christ the ruler seven weeks and sixty-two weeks.
1:1544
Χριστὸν δὲ ἡγούμενον αὐτὸν πάλιν ὠνόμασεν, ὃν Ἅγιον ἁγίων ἐκάλεσεν, ὡς ὁ μακάριος Πέτρος ἐν Ἰουδαίοις ἔφη δημηγορῶν·
他又稱他為「那為君的基督」,也就是他所稱為「至聖者」的那一位,正如蒙福的彼得向猶太人講論時所說的:
And he again named him 'Christ the ruler,' the very one whom he called 'Holy of Holies,' just as the blessed Peter said when addressing the Jews:
1:1545
Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, λύσας τοῦ θανάτου τὰς ὠδῖ νας. Ἡγούμενος δὲ ἡμῶν ἐστι κατὰ τὸ ἀνθρώ πειον, ὡς πρωτότοκος πάσης κτίσεως, τῆς νέας δηλονότι·
「你們竟殺了那生命的元帥,神卻叫他從死裏復活,解除了死亡的痛苦。」他按著人性作我們的君,因他是一切受造之物的首生者——當然是指那新造之物。
'But the Author of life you killed, whom God raised from the dead, loosing the pangs of death.' And he is our ruler according to his humanity, as the firstborn of all creation—that is, of the new creation.
1:1546
Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ, καινὴ κτίσις. Καὶ ὡς πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται, ᾗ φησιν ὁ Παῦλος, ἐν πᾶσιν αὐτὸς πρω τεύων. Τούτου χάριν αὐτὸν καὶ ὁ ἅγιος Γαβριὴλ Χριστὸν ἡγούμενον προσηγόρευσεν
因他說:「若有人在基督裏,他就是新造的人。」他又是從死裏首先復生的,好叫他如保羅所說,在凡事上居首位。因此,聖天使加百列也稱他為「那為君的基督」。
For 'if anyone is in Christ,' he says, 'he is a new creation.' And as the firstborn from the dead, that he might become, as Paul says, in all things himself preeminent. For this reason the holy Gabriel also addressed him as 'Christ the ruler.'
1:1547
αὐτῶν τῶν ἐτῶν παραθήσωμεν τὸν ἀριθμόν
讓我們把這些年數本身列舉出來。
let us set forth the number of the years themselves.
1:1548
ἀπὸ δὲ τῆς ἀρ χῆς Ἰουλίου Καίσαρος ἕως πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, ἡνίκα Ἰωάννης ὁ Βαπτιστὴς ἦλθε παρὰ τὸν Ἰορδάνην κηρύσσων βάπτισμα μετα νοίας, καὶ βοῶν·
從猶流‧凱撒起始,直到提比留‧凱撒第十五年——那時施洗約翰來到約但河邊,宣講悔改的洗禮,並且呼喊:
And from the beginning of Julius Caesar until the fifteenth year of Tiberius Caesar—when John the Baptist came to the Jordan proclaiming a baptism of repentance and crying out:
1:1549
Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἔτη ἐστὶ ἑβδομήκοντα τρία
「看哪,神的羔羊,除去世人罪孽的!」——共有七十三年。
'Behold the Lamb of God, who takes away the sin of the world'—there are seventy-three years.
1:1550
Ταῦτα ὁμοῦ συναγόμενα ποιεῖ ἐτῶν ἀρι θμὸν τετρακοσίων ἑξήκοντα καὶ ἐννέα·
這些合計起來,共成四百六十九年之數;
These, taken together, make up a number of four hundred sixty-nine years;
1:1551
ταῦτα δὲ Ἑβραϊκὰ ἔτη ποιεῖ τετρακόσια ὀγδοήκοντα τρία·
但這些若按希伯來的年法計算,則為四百八十三年;
but these, in Hebrew years, make four hundred eighty-three;
1:1552
το σαῦτα δὲ ποιοῦσιν αἱ ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδο μάδες
而七個七與六十二個七正好就是這麼多。
and so many the seven and sixty-two weeks make.
1:1553
Εἰδέναι γὰρ χρὴ, ὡς Ἑβραῖοι, κατὰ τὸν τῆς σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν, ἕνδεκα ἡμέρας περιττὰς ἀποφαίνουσιν, ἃς καὶ ἡμεῖς ἐμβο λίμους καλοῦμεν·
因為當知道,希伯來人是按月亮的運行來計算年份的,這樣便多出十一天,就是我們所稱的閏日;
For one must know that the Hebrews, reckoning the year according to the course of the moon, produce eleven surplus days, which we also call intercalary;
1:1554
ὁ γὰρ τῆς σελήνης δρόμος ἐν εἴ κοσιν ἐννέα ἡμέραις καὶ ὥραις ἓξ συμπληροῦται
因為月亮運行一周是在二十九天又六小時之內完成的。
for the course of the moon is completed in twenty-nine days and six hours.
1:1555
Οὕτω δὲ ἀριθμοῦντες τριακοσίων καὶ πεντήκοντα καὶ τεσσάρων ἡμερῶν ποιοῦσι τὸν ἐνιαυτόν
他們照這樣計算,便使一年成為三百五十四天。
And reckoning in this way, they make the year of three hundred fifty-four days.
1:1556
τούτων γὰρ προστιθεμένων, τὰ τρία καὶ ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις εὑρεθή σεται ἔτη·
因為把這些加上去,便得出四百八十三年;
for when these are added, four hundred eighty-three years will be found;
1:1557
τοσαῦτα δὲ συνάγουσιν αἱ ἑπτὰ καὶ ἑξή κοντα δύο ἑβδομάδες
而七個七與六十二個七正好合計為這麼多。
and so many the seven and sixty-two weeks amount to.
1:1558
Ἀπὸ γὰρ τῆς οἰκοδομίας τῆς Ἱερουσαλὴμ, ᾓ ἐγένετο ἐπὶ Νεεμίου καὶ Ἔσδρου, μέχρις Ὑρκανοῦ τοῦ τελευταίου ἐκ τῶν Ἀσαμοναίων ἀρχιερέως, ὃν ἀνεῖλεν Ἡρώδης, ὁ τῶν δύο καὶ ἑξήκοντα ἑβδομάδων ἀριθμὸς συμπληροῦται·
因為從尼希米和以斯拉時所發生的耶路撒冷重建,直到希爾堪——他是哈斯摩尼家族末後一位大祭司,被希律所殺——這期間六十二個七之數便得以完滿;
For from the rebuilding of Jerusalem, which took place under Nehemiah and Ezra, until Hyrcanus, the last high priest from the Asamonaeans (Hasmonaeans), whom Herod slew, the number of the sixty-two weeks is completed;
1:1559
ἀπὸ δὲ τῆς ἐκείνου σφαγῆς, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας, καὶ τῆς εἰς τὸν Ἰορδάνην ἀφίξεως, αἱ λοιπαὶ ἑπτὰ ἑβδομάδες τὸ τέλος λαμβάνουσιν
而從他被殺之時起,直到我們救主的顯現以及他來到約但河,其餘的七個七便到了盡頭。
and from his slaughter until the appearing of our Saviour and his arrival at the Jordan, the remaining seven weeks reach their end.
1:1560
Ἐν δὲ τούτῳ τῷ χρόνῳ, μετὰ τὴν Ὑρκανοῦ, φημὶ, ἀναίρεσιν, μέχρι τῆς τοῦ Σω τῆρος ἡμῶν ἐπιφανείας, παρανόμως λοιπὸν οἱ ἀρ χιερεῖς ἐγίνοντο
但在這段時期內——我是說,從希爾堪被殺之後,直到我們救主的顯現——大祭司此後乃是不合律法地上任的。
But in this period—after the killing of Hyrcanus, I mean, until the appearing of our Saviour—the high priests henceforth came to office unlawfully.
1:1561
Τοῦ γὰρ νόμου κελεύοντος διὰ βίου τοὺς ἀρχιερέας ἱερατεύειν, καὶ μετὰ τὴν τελευτὴν τοὺς διαδόχους λαμβάνειν, Ἡρώδης, καὶ οἱ μετ' ἐκεῖ νον Ῥωμαῖοι, ὠνητὰς τὰς ἀρχιερωσύνας ποιησά μενοι, συχνὰς αὐτῶν ἐποιοῦντο διαδοχάς·
因為律法吩咐大祭司要終身供職,並在他們死後由繼任者接續,希律以及在他之後的羅馬人卻把大祭司之職變成可以買賣的,使得這職位屢屢更替;
For while the law commanded that the high priests should serve as priests for life, and that after their death their successors should take office, Herod and the Romans after him, making the high priesthoods purchasable, effected frequent successions of them;
1:1562
ἐνίους δὲ οὐδὲ ἐκ τοῦ ἱερατικοῦ γένους καταγομένους ἀρχιε ρέας προεχειρίζοντο
他們甚至擢立一些並非出自祭司家系的人作大祭司。
and some, not even descended from the priestly line, they appointed as high priests.
1:1563
Καὶ τοῦτο διδάσκων Ἰώσηππος ὁ Ἑβραῖος συγγραφεὺς οὕτω φησί·
希伯來史家約瑟夫在教導這事時如此說:
And teaching this, Josephus the Hebrew historian speaks thus:
1:1564
Τὴν βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους ( οὗτοι δὲ ἦσαν οἱ καλού μενοι Μακκαβαῖοι) καθίστησιν ἀρχιερέας, ἀλλά τι σιν ἀσήμοις καὶ μόνον ἐξ Ἑβραίων οὖσι. Καὶ. μετ' ὀλίγα πάλιν οὕτω φησίν·
「希律既由羅馬人受託掌管王權,便不再委任哈斯摩尼家系的人(即那些被稱為馬加比的人)作大祭司,卻立一些默默無聞、僅僅是希伯來裔的人。」隔了幾行,他又如此說:
'Herod, having been entrusted with the kingdom by the Romans, no longer appointed as high priests those of the Asamonaean line (these were the ones called Maccabees), but certain obscure men who were merely of Hebrew descent.' And after a few lines he again speaks thus:
1:1565
Ἔπραξε δ' ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν Ἰουδαίων ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦ τον οἱ Ῥωμαῖοι τὴν ἀρχὴν παρειληφότες. Καὶ ἑτέρωθί φησι·
「他的兒子亞基老在委任猶太人大祭司一事上,也作了與希律相同的事,在他之後接掌政權的羅馬人亦然。」他在另一處又說:
'Archelaus his son also did the like to Herod concerning the appointment of the Jewish high priests, and after him the Romans who had taken over the government.' And elsewhere he says:
1:1566
Βαλέριος δὲ Γράτος, Ῥωμαίων στρατηγὸς, παύσας ἱερατεύειν Ἄνανον, Ἰσμαὴλ ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φαβί·
「羅馬總督瓦勒流‧格拉圖斯革去亞拿努的祭司職分,立法比的兒子以實瑪利作大祭司;
'Valerius Gratus, the Roman prefect, having stopped Ananus from serving as priest, appointed Ishmael the son of Phabi as high priest;
1:1567
καὶ τοῦτον μετ' οὐ πολὺ μεταστήσας, Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα·
又在不久之後撤去此人,立大祭司亞拿努的兒子以利亞撒作大祭司;
and having removed this man not long after, he appointed as high priest Eleazar the son of Ananus the high priest;
1:1568
ἐνιαυ τοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας, Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν
過了一年,又革去他,把大祭司之職交給迦米徒的兒子西門。」
and when a year had passed, having stopped him too, he handed over the high priesthood to Simon the son of Camithus.'
1:1569
Οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηππος, ὁ καὶ Καϊάφας, διάδοχος ἦν αὐτῷ. Ταῦτα διδάσκων καὶ ὁ μακάριος Λουκᾶς φησιν·
這人身居此職也不過一年之久,接續他的乃是那又名該亞法的約瑟。蒙福的路加在教導這些事時也說:
And no more than a year's time passed for this man too as he held the office, and Josephus, also called Caiaphas, became his successor. Teaching these things, the blessed Luke also says:
1:1570
Ταῦτα προλέγων ὁ ἅγιος Γαβριήλ·
聖天使加百列在預先宣告這些事時:
Foretelling these things, the holy Gabriel:
1:1571
ἑξήκοντα δύο ἑβδομάδας προτέρας τέταχε, καὶ μετὰ ταύτας τὰς ἑπτὰ, ἐν αἷς, φησὶν, ἐξολοθρευθήσεται χρί σμα, τουτέστιν, ἡ τοῖς ἀρχιερεῦσιν ἐπανθοῦσα χά ρις
他先安排了六十二個七,其後才是那七個七,他說在這七個七之內,膏抹必被完全除滅——就是那曾在諸大祭司身上煥發的恩典。
he set the sixty-two weeks first, and after these the seven, in which, he says, the anointing shall be utterly destroyed—that is, the grace that flourished upon the high priests.
1:1572
Καὶ ἐπειδὴ καὶ οἱ παρανόμως προχειριζόμενοι ἀρχιερεῖς ὠνομάζοντο, εἰκότως ἐπήγαγε·
又因那些不合律法被擢立的人也被稱為大祭司,他便恰當地補上一句:
And since those who were unlawfully appointed were also called high priests, he fittingly added:
1:1573
Καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ. Εἰ γὰρ καὶ χρίονται, φησὶν, ἀλλ' οὐ κατὰ λόγον χρίονται, παρανόμως δὲ τοῦτο ποιεῖν τολμῶσι
「其中並沒有公義的判斷。」他說,因為他們縱然受了膏抹,卻不是按著正理受膏,乃是擅敢不合律法地行此事。
'And there is no judgment in him.' For even if they are anointed, he says, yet they are not anointed according to reason, but they dare to do this unlawfully.
1:1574
Καὶ ἀνωτέρω δὲ δῆλον πεποίη κεν, ὡς τὰς ἑπτὰ ἑβδομάδας τελευταίας τέταχεν·
在前文他已表明,他是把那七個七安排在末後的;
And above he has made it plain that he set the seven weeks last;
1:1575
Ἕως γὰρ Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο. Ἕως γὰρ τοῦ ἡγου μένου Χριστοῦ τὰς ἑπτὰ πολλαπλασιαζούσας ἑβδο μάδας παρ' αὐτὴν αὑτοῦ τὴν μνήμην τέθεικεν, ἵνα γνῶμεν ὡς ἀπὸ τοῦ Χριστοῦ καὶ ἐπὶ τὰ ἄνω ἀρι θμεῖν βουλόμενοι, τὰς ἑπτὰ πρότερον ἑβδομάδας εὑ ρήσομεν, καὶ τότε τὰς ἑξήκοντα δύο
因為說「直到那為君的基督,有七個七和六十二個七」。他把那要乘作眾七的七個七,緊挨著他本人的名號來放置,直到那為君的基督,好叫我們知道:我們若願從基督向上回溯計算,便會先找到那七個七,然後才是那六十二個七。
for 'until Christ the ruler, seven weeks and sixty-two weeks.' For up until the ruler Christ he placed the sevens, which are to be multiplied into weeks, right beside the mention of him himself, so that we might know that if we wish to count from Christ upward, we shall find the seven weeks first, and then the sixty-two.
1:1576
Καὶ τοῦτο σαφέ στερον ποιῶν·
他把這事說得更加明白:
And making this yet clearer:
1:1577
Ἐπιστρέψει, φησὶ, καὶ οἰκοδο μηθήσεται πλατεῖα καὶ περίτειχος, καὶ ἐκκαινωθή σονται οἱ καιροί. Τουτέστιν, ὁ πρὸ τῆς οἰκοδομίας χρόνος
他說:「城必復興,寬闊之處與四圍的城牆必被建造,時期也必更新。」這就是指重建之前的那段時間。
'It shall return,' he says, 'and the broad place shall be built, and the surrounding wall, and the seasons shall be renewed.' That is, the time before the rebuilding.
1:1578
Καὶ μετὰ τὰς ἑβδομάδας, φησὶ, τὰς ἑξή κοντα δύο, ἐξολοθρευθήσεται χρίσμα. Καὶ οὐκ εἶπε, μετὰ τὰς ἑπτὰ, ἀλλὰ μετὰ τὰς ἑξήκοντα δύο, μεθ' ἅς εἰσιν αἱ ἑπτὰ, ἐν αἷς ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ· Ἡρώδου μὲν ἀλλοφύλου βασιλεύοντος·
他說:「過了那六十二個七,膏抹必被完全除滅。」他並沒有說「過了那七個七」,卻說「過了那六十二個七」,在其後乃是那七個七,在這七個七之內膏抹必被完全除滅,其中並沒有公義的判斷——那時有外邦人希律作王;
'And after the weeks,' he says, 'the sixty-two, the anointing shall be utterly destroyed.' And he did not say 'after the seven,' but 'after the sixty-two,' after which come the seven, in which the anointing shall be utterly destroyed, and there is no judgment in him—while Herod, a foreigner, was reigning;
1:1579
πατρόθεν γὰρ Ἀσκα λωνίτης ἦν, μητρόθεν δὲ Ἰδουμαῖος·
因他父系是亞實基倫人,母系是以東人;
for on his father's side he was an Ascalonite, and on his mother's side an Idumaean;
1:1580
τῶν δὲ καλου μένων ἀρχιερέων οὐ κατὰ νόμον χριομένων, ἀλλ' ὑπὸ τῶν ἀλλοφύλων ἀρχόντων προχειριζομένων, Ἡρώδου τε καὶ Ἀρχελάου, καὶ τῶν Ῥωμαίων. στρατηγῶν
那些所謂的大祭司也不是按律法受膏的,乃是由外邦統治者所擢立——就是希律、亞基老以及羅馬的總督們。
and while those called high priests were not anointed according to the law, but were appointed by the foreign rulers—Herod and Archelaus and the Roman prefects.
1:1581
Εἶτα λέγει καὶ τὴν καταληψομένην παν ωλεθρίαν τήν τε πόλιν, καὶ αὐτὴν ταύτην τὴν ἀλλό φυλον βασιλείαν, καὶ τὴν παράνομον ἀρχιερωσύνην, καί φησι·
接著他又述說那將臨到這城、以及臨到這外邦王權和不合律法之大祭司職分的徹底毀滅,他說:
Then he tells also of the utter destruction that would overtake both the city and this very foreign kingdom and the unlawful high priesthood, and he says:
1:1582
Καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ. Καὶ γὰρ ἡ πόλις, φησὶν, ἀνάστατος γενήσεται, καὶ ὁ νεὼς ὁ ἅγιος παντελῆ κατάλυσιν δέξεται
「他必毀滅這城和聖所,連同那要來的君一併毀滅。」他說,因為這城必被傾覆,那聖殿也必遭徹底拆毀。
'And he shall destroy the city and the holy place together with the ruler who comes.' For the city, he says, shall be laid waste, and the holy temple shall receive a complete dissolution.
1:1583
Ταῦτα δὲ πείσεται ἡ πόλις σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, τουτέστι, τοῖς ἐρχομένοις παρανόμοις ἄρχουσιν
這城必連同那要來的君一同遭受這些事——就是指那些前來的不合律法的統治者。
And these things the city shall suffer together with the ruler who comes—that is, with the unlawful rulers who are coming.
1:1584
Ἡγούμενον γὰρ ἐρχόμενον τὴν ἀλλόφυλον βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην ὠνόμασεν
因為他所說的「那要來的君」,指的就是那外邦王權和不合律法的大祭司職分。
For by 'the ruler who comes' he named the foreign kingdom and the unlawful high priesthood.
1:1585
Εἶτα διδάσκων, ὅτι πολλῷ χείρονα τῶν προτέρων ὑπομενοῦσι κακὰ, ἐπήγαγε·
接著,他為要教導人知道他們所要忍受的災禍遠比先前的更加慘重,便補上一句:
Then, teaching that they would endure evils far worse than the former ones, he added:
1:1586
Καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυ σμῷ· τουτέστι, πανωλεθρίαν ὑπομενοῦσιν, οἵαν ὑπέμειναν οἱ πάλαι ἄνθρωποι τοῦ κατακλυσμοῦ τὴν γῆν πᾶσαν συγκαλύψαντος
「他們必如洪水氾濫般被剪除」——就是說,他們必遭受徹底的毀滅,正如古時洪水淹沒全地時那些人所遭受的一樣。
'And they shall be cut off as in a flood'—that is, they shall endure an utter destruction such as the men of old endured when the flood covered the whole earth.
1:1587
Καὶ διδάσκων ὡς οὐδε μιᾶς ἀνακλήσεως ἢ ἀνέσεως τεύξονται, Καὶ ἕως τέλους, φησὶ, πολέμου συντετμημένου ἀφανισμοῖς. Ἀφανισμὸν γὰρ, φησὶ, παντελῆ ὑπομενοῦσιν, οἷόν τινι κατακλυσμῷ τῷ πολέμῳ παραδοθέντες, καὶ εἰς τέλος τούτοις ὑποκλιθήσονται τοῖς κακοῖς, καὶ οὐδεμιᾶς πώποτε ἀνακλήσεως τεύξονται
他為要教導人知道他們絕不會蒙召回或得著任何安舒,便說:「直到爭戰的結局,都以荒涼定了局。」他說,因為他們必遭受徹底的消滅,彷彿被交付於戰爭,如同交付於某場洪水,直到末了他們都要在這些災禍之下俯伏,永遠再也得不著任何召回。
And teaching that they would obtain no recall or relief whatsoever, he says: 'And unto the end of the war, cut short by desolations.' For, he says, they shall endure a complete annihilation, as though handed over to war as to some flood, and to the very end they shall be bowed down beneath these evils, and shall never at any time obtain any recall.
1:1588
Οὕτω τὰ περὶ τῆς Ἰουδαίων προθεσπίσας πανωλεθρίας, ἐπαν έρχεται πάλιν εἰς τὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμὸν, καὶ τὴν λείπουσαν ταῖς ἑξήκοντα ἐννέα προστίθησι, καί φησιν·
他如此預言了猶太人徹底毀滅之事以後,又回到那七十個七之數,把那七十個七中所缺的一個補到六十九個上,說:
Having thus prophesied concerning the utter destruction of the Jews, he returns again to the number of the seventy weeks, and adds the one that was lacking to the sixty-nine, and says:
1:1589
Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Τίνα μὲν οὖν ἔσται μετὰ τὰς ἑξήκοντα δύο ἑβδομάδας ἐν ταῖς ἑπτὰ ἑβ δομάσι, προείρηκα, φησί·
「他必與許多人堅定盟約一個七,一七之半,他必使祭祀與奠祭止息,殿上必有那行毀壞可憎的,直到所定的結局傾在那毀壞之上。」他說,那麼在六十二個七之後、在那七個七之內所要發生的事,我已經說過了;
'And he shall confirm a covenant with many for one week, and in the midst of the week sacrifice and libation shall be taken away, and upon the temple shall be the abomination of desolation, and until the consummation of the season a consummation shall be given upon the desolation.' What then shall come to pass after the sixty-two weeks, in the seven weeks, I have already said, he says;
1:1590
προσήκει δὲ μαθεῖν καὶ τὰ ἐν τῇ ἄλλῃ ἑβδομάδι γενησόμενα
但也當學明那要在另一個七之內發生的事。
but it is fitting also to learn the things that shall come to pass in the other week.
1:1591
Μεσούσης δὲ ταύτης τῆς ἑβδομάδος, ἀρθήσεται θυσία καὶ σπονδή. Παυθήσεται, φησὶν, ἡ κατὰ νόμον θυσία, τῆς ἀληθοῦς προσφερομένης θυσίας τοῦ ἀμώμου ἀμνοῦ, τοῦ αἴρον τος τὴν ἁμαρτίαν τοῦ κόσμου
「一七之半,祭祀與奠祭必被除去。」他說,當那真實的祭物獻上時,按律法的祭祀便必止息——就是那無瑕疵羔羊的祭,他除去世人的罪孽。
'And in the midst of this week sacrifice and libation shall be taken away.' The sacrifice according to the law shall cease, he says, when the true sacrifice is offered—that of the spotless Lamb, who takes away the sin of the world.
1:1592
Ταύτης γὰρ λοιπὸν προσ ενεχθείσης, τέλος ἐκείνη λήψεται
因為這祭一經獻上,先前那祭此後便告終結。
For once this had been offered, that other one thereafter received its end.
1:1593
Οὗ χάριν, εὐθὺς τῆς θυσίας πληρωθείσης, καὶ τοῦ Σωτῆρος ἡμῶν ἀφέν τος τὸ πνεῦμα, τὸ καταπέτασμα τοῦ ναοῦ ἐῤῥάγη ἀπὸ ἄνωθεν ἕως κάτω, τὰ πάλαι ἀθεώρητα τοῖς πᾶσι ποιοῦν θεωρητὰ, καὶ τὰ ἄψαυστα καὶ ἄβατα ἀπο φαίνων βατά
正因如此,當那祭一經成就、我們的救主一交出靈魂之際,殿裏的幔子便從上到下裂為兩半,使那從前眾人看不見的成了可見的,並使那不可觸、不可踏的成了可以進入的。
For this reason, immediately when the sacrifice was accomplished and our Saviour had given up the spirit, the veil of the temple was torn from top to bottom, making things formerly unseen visible to all, and declaring accessible the things untouchable and untrodden.
1:1594
γονε τὰ πάλαι τῷ ἀρχιερεῖ μόνῳ βατά
……就是那從前唯獨大祭司才能進入之處。
…things formerly accessible to the high priest alone.
1:1595
Τοῦτο δὲ γέ. γονεν ὑπὲρ τοῦ κόσμου παντὸς τῆς θυσίας προσενε χθείσης
這事乃是為著全世界的緣故而發生的,就在那祭獻上之時。
And this came to pass on behalf of the whole world, when the sacrifice had been offered.
1:1596
Εἰ δέ τις καὶ τὸν χρόνον καταμαθεῖν ἐθέ λει, ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου μαθήσεται
但若有人願意查明其中的時候,他便可從約翰所寫的福音書中學明。
But if anyone wishes also to ascertain the time, he shall learn it from the Gospel according to John.
1:1597
Ὡς περὶ τὰ τρία ἔτη καὶ ἥμισυ κηρύξας ὁ Κύριος, καὶ τοὺς ἁγίους αὑτοῦ μαθητὰς τῇ διδασκαλίᾳ καὶ τοῖς θαύμασι βεβαιώσας, τότε τὸ πάθος ὑπέμεινε·
因為主傳道約有三年半之久,並藉著教訓與神蹟堅固了他的聖門徒,然後才忍受了那受難之苦;
For after the Lord had preached for about three years and a half, and had confirmed his holy disciples by teaching and by miracles, then he endured the Passion;
1:1598
Εἶτα τῶν κατὰ τὸν ἅγιον Στέφανον ὑπὸ τῶν Ἰουδαίων τολμηθέντων, διεσπάρησαν μὲν οἱ ἄλλοι κατὰ τὰς πόλεις τῆς Ἰουδαίας, οἱ δὲ θεῖοι ἀπόστολοι σμικρὸν ἐν Ἱεροσολύμοις διατρίψαντες χρόνον, εἰς τὴν Σαμάρειαν καὶ Καισάρειαν, Λύδδαν τε καὶ Ἰώππην περιιόντες, ἅπασιν ἀνθρώποις τὰ σωτήρια δόγματα προσφέρειν ἠπείγοντο
隨後,在猶太人對聖司提反所擅敢行的事之後,其餘的人分散到猶太各城,而那些神聖的使徒在耶路撒冷逗留了短暫的時日後,便周遊撒瑪利亞、該撒利亞、呂大和約帕,急切地要把那救恩的道理帶給眾人。
Then, after the things dared by the Jews concerning the holy Stephen, the others were scattered throughout the cities of Judaea, while the divine apostles, having spent a short time in Jerusalem, went about to Samaria and Caesarea, and to Lydda and Joppa, hastening to bring the saving doctrines to all men.
1:1599
Εἶτα διαιρεῖ διχὰ τὴν ἑβδομάδα, καί φησι·
接著他把那一個七分成兩半,說:
Then he divides the week in two, and says:
1:1600
Καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή. Τῆς γὰρ ἀληθινῆς προσφερομένης θυσίας, τέλος λήψεται ἡ τοῦ νόμου σκιά
「一七之半,祭祀與奠祭必被除去。」因為當那真實的祭物獻上時,律法的影兒便必到了盡頭。
'And in the midst of the week sacrifice and libation shall be taken away.' For when the true sacrifice is offered, the shadow of the law shall receive its end.
1:1601
Ση μεῖον δὲ τῆς ἐρημίας γενήσεται εἰκόνες τινὲς ἀπ ηγορευμέναι τῷ νόμῳ εἰς τοῦτον εἰσκομιζόμεναι
「荒涼的兆頭必要顯現」——就是某些為律法所禁止的像,被帶進這地方。
'And a sign of the desolation shall come to be'—certain images forbidden by the law, brought into this place.
1:1602
Τοῦτο δὲ πεποίηκε Πιλάτος νύκτωρ εἰς τὸν θεῖον νεὼν τὰς βασιλικὰς εἰσκομίσας εἰκόνας παρὰ τὸν θεῖον νόμον
這事乃是彼拉多所行的,他違背神聖的律法,在夜間把皇帝的像帶進那神聖的殿裏。
And this Pilate did, bringing the imperial images by night into the divine temple, contrary to the divine law.
1:1603
Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς ἁγίοις αὑτοῦ προέλεγε μαθηταῖς·
這事主也曾在神聖的福音書中,對他的聖門徒預先說過:
And this the Lord also foretold in the holy Gospels to his holy disciples:
1:1604
Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραί τι ἀπὸ τῆς οἰκίας αὑτοῦ. Ταῦτα δὲ ἔλεγε σημαίνων τὸ τάχος τῆς καταληψο μένης αὐτοὺς πανωλεθρίας
「那時,在猶太的應當逃到山上;在房上的,不要下來拿家裏的東西。」他說這些話,是要指明那將臨到他們的徹底毀滅之迅速。
'Then let those who are in Judaea flee to the mountains, and let him who is on the housetop not come down to take anything from his house.' And these things he said, signifying the swiftness of the utter destruction that would overtake them.
1:1605
Καὶ μικρὸν δὲ πρὸ τού των φησίν·
在這些話之前不久,他說:
And a little before these he says:
1:1606
Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπ εσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυν αγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή. σατε
「耶路撒冷啊,耶路撒冷啊,你這殺害先知、又用石頭打死那奉差遣到你這裏來之人的!我多少次願意聚集你的兒女,好像母雞把小雞聚集在翅膀底下,只是你們不願意!」
'Jerusalem, Jerusalem, who kills the prophets and stones those sent to her, how often would I have gathered your children together, in the way a hen gathers her chicks under her wings, and you would not!'
1:1607
Ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. Καὶ ἵνα μὴ νο μίσωσιν οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν θεῖον νεὼν τὴν προτέραν εὐπρέπειάν τε καὶ δόξαν, ἀναγκαίως ἐπήγαγε·
「殿上必有那行毀壞可憎的。」為免猶太人以為那神聖的殿必再度恢復從前的華美與榮耀,他便必然地補上一句:
'Upon the temple the abomination of desolation.' And lest the Jews should think that the divine temple would again recover its former comeliness and glory, he necessarily added:
1:1608
Καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ἕως γὰρ, φησὶ, τῆς τοῦ αἰῶνος συντελείας ἡ τῆς ἐρημώσεως συντέλεια μενεῖ, μεταβολὴν οὐ δεχομένη
「直到所定的結局,必有結局傾在那荒涼之上。」他說,因為直到這世代的終結,那荒涼的結局必存留不變,絕不容更改。
'And until the consummation of the season a consummation shall be given upon the desolation.' For until the consummation of the age, he says, the consummation of the desolation shall remain, admitting no change.
1:1609
Ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξουσι, καὶ γνώσονται ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς. Γνώσονται δὲ ὅταν ἴδωσι τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ
「在結局的忿怒中他們必不復存在,並且要知道神掌管雅各以及地的四極。」他們必在看見人子的兆頭顯在天上時知道這事。
'In the wrath of consummation they shall no longer exist, and they shall know that God rules over Jacob and over the ends of the earth.' And they shall know it when they see the sign of the Son of Man in heaven.
1:1610
Τότε γὰρ κόψονται κατὰ φυλὰς, τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν. Εἰ δ' οὐχ οὕτως ταῦτα ἔχει, ἐπειδὴ ὁ τῶν τετρακοσίων καὶ ἐννενή κοντα ἐτῶν διελήλυθεν ἀριθμὸς, καὶ ἕτερα δὲ πρὸς τούτοις πλέον ἢ τεσσαράκοντα καὶ τετρακόσια, δει ξάτωσαν ἐπὶ τίνων ἔλαβε πέρας ἡ τοῦ ἀρχαγγέλου χρησμολογία
因為那時他們必按著支派哀哭,那時他們必仰望自己所扎的那一位。但這些事若非如此——既然那四百九十年之數早已過去,而在這之外又已過了四百四十多年——那就讓他們指出,那天使長的預言究竟應驗在誰的身上而告終結。
For then they shall mourn tribe by tribe, then they shall look on him whom they pierced. But if these things are not so—since the number of the four hundred ninety years has passed, and besides these more than four hundred forty others—let them show upon whom the oracle of the archangel took its end.
1:1611
Ἐπιφανοῦς, ἐφ' οὗ οἱ Μακκαβαΐοι ζηλώσαντες ἀντελάβοντο τῶν πραγμάτων, περὶ τὰ τριακόσια καὶ ἑβδομήκοντα καὶ δύο ἐστὶν ἔτη
自伊比法尼(安提阿古)之時起——馬加比人在他的時代滿懷熱心,挺身承擔國事——約有三百七十二年之久。
of Epiphanes, in whose time the Maccabees, filled with zeal, took the affairs of the nation in hand, is about three hundred and seventy-two years.
1:1612
Ἄλλως τε δὲ, τίς τούτων Ἅγιος ἁγίων κέκληται; Ἰούδας, ἢ Ἰωνάθαν, Σιμὼν, ἢ ὁ μετὰ τούτους; Καὶ μὴν οὐδὲ Ἀβραὰμ ὁ πατριάρχης, οὐδὲ Μωσῆς ὁ νομοθέτης, οὐδὲ Ἠλίας ὁ μέγιστος τῶν προφητῶν, Ἅγιος τῶν ἁγίων προσηγορεύθη πώποτε
此外,這些人中有誰曾被稱為「至聖者」呢?是猶大,還是約拿單、西門,或是他們之後的人?的確,就連族長亞伯拉罕、頒律法者摩西、眾先知中最偉大的以利亞,也從未有人被稱為「至聖者」。
Moreover, which of these was ever called the Holy of Holies? Judas, or Jonathan, Simon, or the one who came after them? Indeed, not even Abraham the patriarch, nor Moses the lawgiver, nor Elijah the greatest of the prophets, was ever addressed as the Holy of Holies.
1:1613
Οὐκοῦν καὶ ὁ χρόνος, καὶ αἱ προσηγορίαι τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς ἡμῖν προεσήμαναν παρουσίαν, εἰς ὃν πεπιστευκότες, καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν προσμένοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἐν ἡμέρᾳ διαγνώσεως τυχεῖν ἱκετεύσωμεν·
因此,那時間與那些稱號已清楚地為我們預示了我們主耶穌基督的降臨。我們既已信入了祂,並等候祂的第二次降臨,就讓我們懇求,在審判之日得蒙祂的慈愛;
Therefore both the time and the titles have clearly foreshadowed for us the coming of our Lord Jesus Christ; and having believed in Him and awaiting His second coming, let us beseech that we may obtain His loving-kindness in the day of judgment;
1:1614
ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πα τρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們眾人都得以蒙受這慈愛,藉著我們主耶穌基督的恩典與慈愛;願榮耀藉著祂並同著聖靈歸於父,直到世世代代。
which may it be granted to us all to obtain, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom, together with the Holy Spirit, be glory to the Father unto the ages of ages.
1:1615
Οὐδὲ γὰρ εἶπεν, Ἕως πρώτου ἔτους Κύρου τοῦ βασιλέως, ἀλλ' ἕως ἔτους ἑνός. Βού λεται δὲ, ὡς ἐμοί γε δοκεῖ, διδάξαι τοὺς ἐντυγχά νοντας τῇ προφητικῇ συγγραφῇ, ὅτι δὴ καὶ μέχρι Κύρου, τοῦ βασιλέως Περσῶν, διήρκεσεν, ὃς καὶ τῶν δορυαλώτων Ἰουδαίων τοὺς βουλομένους ἐλευθέρους ἀποφήνας, προσέταξεν εἰς τὴν ἐνεγκοῦσαν ἐπαν ελθεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεών
因為他並沒有說「直到王古列的第一年」,而是說「直到第一年」。依我看來,他的用意是要教導那些讀這先知著作的人:這事實延續到波斯王古列為止;古列宣告那些願意的被擄猶太人得自由,並吩咐他們回到本鄉,重建神的聖殿。
For he did not say, 'until the first year of Cyrus the king,' but 'until the first year.' He wishes, as it seems to me, to teach those who read the prophetic writing that it indeed lasted even up to Cyrus, the king of the Persians, who, having declared free those of the captive Jews who so desired, commanded them to return to their homeland and to rebuild the divine temple.
1:1616
Καὶ ἐγένετο ἐν ἔτει πρώτῳ Κύρου, ἔστην εἰς κράτος καὶ ἰσχύν· ἀντὶ τοῦ·
「到了古列第一年,我起來得著權能與力量」——這意思就是:
'And it came to pass in the first year of Cyrus, I stood up for might and strength'—that is:
1:1617
Εὐθὺς τοῦ Κύρου βασιλεύσαντος, πάντα πραγματευόμενος διετέλουν, ὥστε τῆς αἰχμαλωσίας τὸν λαὸν ἀπαλλάξαι
「古列一登基,我就不斷竭力經營一切事務,好使百姓脫離被擄之境。」
'As soon as Cyrus began to reign, I continued to labour at every affair, so as to deliver the people from their captivity.'
1:1618
Καὶ ἐν τῷ τέλει δὲ τοῦ βιβλίου·
並且在這書卷的末尾也說:
And at the end of the book as well:
1:1619
ὥστε πάντοθεν δείκνυσθαι τοῦ τρίτου ἔτους τὸν ἀριθμόν
如此,從各方面都顯明了「第三年」這個數目。
so that from every side the number of the third year is shown.
1:1620
Καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. Εἰκότως δὲ λόγον καὶ ὀπτασίαν καλεῖ·
「這話是真的,並且大能與悟性在異象中賜給了他。」他很恰當地既稱之為「話語」,又稱之為「異象」;
'And the word was true, and great power and understanding were given to him in the vision.' Fittingly he calls it both a word and a vision;
1:1621
ἐθεάσατο μὲν γὰρ ἁγίους ἀγγέλους, ἤκουσε δὲ αὐτῶν διαλεγομένων καὶ μεμάθηκεν ἀκριβῶς τὰ ἐσόμενα
因為他看見了聖天使,聽見他們彼此談論,並且準確地明白了將要發生的事。
for he beheld holy angels, and heard them conversing, and learned accurately the things that were to be.
1:1622
Λέγει δὲ ἀληθῆ εἶναι τὸν λόγον, ὥστε ἀνενδοιάστως ἅπαντας τὰ ῥηθησόμενα δέξασθαι
他又說這話是真的,好使眾人都毫無疑惑地領受那將要說出的事。
And he says that the word is true, so that all may without hesitation receive the things that are to be spoken.
1:1623
Ἄρτον ἐπι. θυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως τριῶν ἑβδομάδων ἡμερῶν. Ἀναγκαῖον ζητῆσαι τὴν τοῦ πένθους αἰτίαν·
「我沒有吃可口的食物,肉與酒都沒有入我的口,我也全然沒有用膏抹身,直到滿了三個七日。」我們必須查考這哀哭的緣由;
'I ate no pleasant bread, neither came flesh nor wine into my mouth, nor did I anoint myself at all, until three whole weeks of days.' It is necessary to inquire into the cause of the mourning;
1:1624
ἀσαφῶς γὰρ αὐτὴν ἡ προφητεία διδάσκει
因為這預言乃是隱晦地道出此事。
for the prophecy teaches it obscurely.
1:1625
Πρῶτον μὲν γὰρ οὐδὲ ἐπέκειτό τις ἀθυ μίας ἀφορμή·
因為首先,並沒有任何令人沮喪的緣由臨到他;
For, in the first place, no occasion for despondency lay upon him;
1:1626
θυμηδίας ἔχειν ἀφορμὰς τὸν προφήτην
相反地,這先知倒有喜樂的緣由。
rather, the prophet had occasions for gladness.
1:1627
τοῦ γὰρ βασιλέως ἐπιτρέψαντος ἅπασι τοῖς ἐθέλουσι τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, οἱ μὲν πλείους οἰκίας ἐν Βαβυλῶνι δειμάμενοι, καὶ τούτων τῷ δεσμῷ κατεχόμενοι, τῆς ἐπανόδου καταφρονήσαντες, τὴν ξένην τῆς οἰκείας προείλοντο·
因為那王既已將自由與歸回准許了一切願意的人,多數人卻在巴比倫建造了房屋,被那羈絆所纏住,輕看了歸回之事,寧取外邦之地而捨棄本鄉;
For when the king had granted freedom and return to all who wished it, the greater number, having built houses in Babylon and being held by that bond, despised the return and preferred the foreign land to their own;
1:1628
μόνοι δὲ οἱ τῆς εὐσεβείας ἐρασταὶ, καὶ τῶν πατρῴων νόμων φύλακες, τῶν ἐν Βαβυλῶνι κτη μάτων καταφρονήσαντες, τὴν τῆς πατρίδος ἐρημίαν καὶ αὐτῆς τῆς βασιλείας προὐτίμησαν
唯有那些愛慕虔敬、謹守祖宗律法的人,輕看了他們在巴比倫的產業,寧願本鄉的荒涼,過於那國度本身。
but only the lovers of piety, the guardians of the ancestral laws, having despised their possessions in Babylon, preferred the desolation of their homeland even to the kingdom itself.
1:1629
τῆς τε γὰρ θείας ἐπαγγελίας τὸ ἀψευδὲς ὁρῶν, καὶ τοῦ βασιλέως τὸ ἥμερον καὶ φιλάνθρωπον, καὶ τοῦ λαοῦ τὸ δυσπειθὲς καὶ δυσήνιον, σφόδρα τὴν ψυχὴν ἐτρύ χετο, καὶ πενθῶν καὶ θρηνῶν διετέλει
因為他看見神應許的信實不虛,也看見那王的溫和與仁慈,卻又看見那百姓的悖逆與頑梗,就在心中大大憂傷,不住地哀哭悲歎。
For seeing the unfailing truth of the divine promise, and the gentleness and kindness of the king, and yet the disobedience and stubbornness of the people, he was greatly grieved in his soul, and continued mourning and lamenting.
1:1630
Ζητήσειεν δ' ἄν τις εἰκότως, τί δήποτε τῶν ἄλλων ἕνεκεν, ὡς ἐῤ ῥᾳθυμηκότων καὶ τῆς ἐπανόδου καταπεφρονηκότων, θρηνῶν καὶ ὀλοφυρόμενος, αὐτὸς οὐκ ἐπανῆλθεν εἰς τὴν πατρίδα
但人或許會合理地問:他既為別人的怠惰、輕看歸回而哀哭悲歎,為何他自己卻沒有回到本鄉呢?
But one might reasonably inquire why on earth, while mourning and lamenting over the others as being slothful and having despised the return, he himself did not go back to his homeland.
1:1631
Εὑρήσει δὲ τὴν λύσιν, αὐτῆς τῆς αἰχμα λωσίας τὴν αἰτίαν σκοπούμενος
人只要思想那被擄本身的緣由,就必尋得答案。
One will find the solution by considering the very cause of the captivity itself.
1:1632
Ὥσπερ γὰρ οὐ διὰ τὰς οἰκείας πλημμελείας εἴασεν αὐτὸν ὁ Θεὸς δορυ άλωτον γενέσθαι, ἀλλὰ τῆς τοῦ λαοῦ προμηθούμενος ὠφελείας, καὶ οἷόν τινα κηδεμόνα καὶ διδάσκαλον αὐ τοῖς συμπέμπων·
因為正如神容許他成為被擄之人,並非因他自己的過犯,乃是為著顧念百姓的益處,差他與他們同去,作他們的監護者與教師一般;
For just as God allowed him to become a captive not because of his own transgressions, but providing for the benefit of the people, and sending him along with them as a kind of guardian and teacher;
1:1633
οὕτω καὶ ἐν τῷ τῆς ἐπανόδου καιρῷ, τῶν πλειόνων τὴν οἴκησιν τὴν ἐν Βαβυλῶνι στερξάντων, πάλιν ὁ θεῖος προφήτης συνδιάγειν αὐτοῖς ἀναγκάζεται, ἵνα μὴ ἔρημοι τῆς πνευματικῆς κηδεμονίας γενόμενοι εἰς ἀσέβειαν παντελῶς ἐξωκεί λωσι
照樣,在歸回之時,當多數人選擇留在巴比倫居住時,這位神聖的先知又被迫與他們同住,免得他們失去屬靈的看顧,就全然墮入不敬虔之中。
so also at the time of the return, when the majority chose to keep their dwelling in Babylon, the divine prophet is again compelled to remain among them, lest, being bereft of spiritual guardianship, they should slip away entirely into impiety.
1:1634
Οὗ χάριν καὶ τρεῖς ἑβδομάδας ἄσιτος διετέ λεσεν·
為此緣故,他也度過了三個七日不進食;
For this reason he also passed three weeks without food;
1:1635
Ἄρτον γὰρ, φησὶ, ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως τριῶν ἡμερῶν. ἑβδομάδων. Οὐδεμίαν γὰρ, φησὶν, ἐπιμέλειαν ἐν πάσαις ταύταις ταῖς ἡμέραις τῷ σώματι προσενή νοχα, οὐκ ἀλοιφὴν ἔξωθεν, οὐ τροφὴν ἔνδοθεν
他說:「因為我沒有吃可口的食物,肉與酒都沒有入我的口,我也沒有用膏抹身,直到滿了三個七日。」他說:「因為在這一切日子裡,我對身體毫不顧惜——外沒有膏抹,內沒有進食。」
'For,' he says, 'I ate no pleasant bread, neither came flesh nor wine into my mouth, nor did I anoint myself, until three weeks of days.' 'For in all these days,' he says, 'I bestowed no care upon the body, neither anointing from without nor food from within.'
1:1636
Καλῶς δὲ καὶ μάλα προσφόρως οὐκ ἐπὶ τῶν κρεῶν, ἀλλ' ἐπὶ τοῦ ἄρτου, τὸ τῶν ἐπιθυμιῶν προστέθεικεν
他把「可口的」這詞不加在肉上,卻加在餅上,實在是美好而極其得當。
And well and very fittingly did he add the word 'pleasant' not to the flesh, but to the bread.
1:1637
Ὁ γὰρ ἄρτος ἀναγκαία πάντων τροφή·
因為餅是眾人所必需的食物;
For bread is the necessary nourishment of all;
1:1638
κρεῶν γὰρ ἀπολαύουσιν οἱ εὐπορώτεροι, ἄρτου δὲ πρὸς τοῖς εὐ πορωτέροις καὶ οἱ πενέστεροι
因為較富裕的人享用肉,而餅呢,除富裕的人之外,較貧窮的人也享用。
for the more well-to-do enjoy flesh, but bread, in addition to the well-to-do, the poorer also enjoy.
1:1639
Καὶ ἐν ἡμέρᾳ εἰκάδι καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις. Ἐπισημήνασθαι δεῖ καὶ τὸν μῆνα, καὶ τὰς τῆς νηστείας ἡμέρας, εἰς ἔλεγχον τῆς Ἰουδαίων παρανομίας
「正月二十四日,在第三年,我在大河邊,就是希底結河。」我們必須留意那月份和禁食的日子,這是為要責備猶太人的不法。
'And on the twenty-fourth day of the first month, in the third year, I was beside the great river, which is the Tigris.' One must take note both of the month and of the days of the fast, for a reproof of the lawlessness of the Jews.
1:1640
Εἰ δὲ εἴποιεν οἱ Ἰουδαῖοι, ὅτι ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, ἅτε δὴ ἄρτους ἀζύμους ἐσθίων·
但猶太人若說,他既是吃無酵餅,所以沒有吃可口的餅,
But if the Jews should say that he ate no pleasant bread inasmuch as he was eating unleavened loaves,
1:1641
πρῶτον μὲν τὴν οἰκείαν ἄνοιαν καὶ διὰ τούτων ἐλέγχουσιν·
那麼,首先,他們正是藉這些話定了自己愚昧的罪;
in the first place, by these very words they convict their own folly;
1:1642
ἄρτος γὰρ καλεῖ ται καὶ ὁ ζυμίτης, καὶ ὁ ἄζυμος
因為有酵的與無酵的都稱為餅。
for both the leavened and the unleavened are called bread.
1:1643
Ἔπειτα δὲ τὰ ἐπαγόμενα ἀντικρὺς αὐτῶν ἐμφράττει τὸ ἀναίσχυντον στόμα
其次,接下來的話正好堵住了他們無恥的口。
And then, what follows directly stops up their shameless mouth.
1:1644
Κρέας γὰρ, φησὶ, καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου. Εἰ δὲ κρεῶν οὐ μετέλαβε, πῶς τὸ Πάσχα ἐπετέλεσεν; Τὸ γὰρ Πάσχα οὐδὲν ἕτερον ἢ ἀμνὸς ἄρσην ἐνιαυσιαῖος, ἄμωμος, πρὸς ἑσπέραν θυόμενος καὶ ὀπτώμενος
他說:「因為肉與酒都沒有入我的口。」但他若沒有吃肉,怎麼守逾越節呢?因為逾越節無非就是一隻一歲、無殘疾的公羊羔,向晚宰殺並烤熟。
'For flesh,' he says, 'and wine came not into my mouth.' But if he partook of no flesh, how did he keep the Passover? For the Passover is nothing other than a male lamb of a year old, without blemish, slain and roasted toward evening.
1:1645
Ὁ τοίνυν κρεῶν μὴ μετα λαβὼν, πῶς τὸ Πάσχα ἐπετέλει; Οὐκοῦν οὐκ ἐπετέ λεσε τὸ Πάσχα τῷ νόμῳ πειθόμενος, ὃς διαῤῥήδην παρακελεύεται τὰς τρεῖς ἐπιτελεῖν ἑορτὰς εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός
既然如此,他既沒有吃肉,怎能守逾越節呢?所以他沒有守逾越節,乃是順從律法;律法明明吩咐,那三個節期要在耶和華神所選擇的地方守。
So then, he who partook of no flesh, how did he keep the Passover? Therefore he did not keep the Passover, obeying the Law, which expressly commands that the three feasts be kept in the place which the Lord God should choose.
1:1646
Ἐναργῶς τοίνυν παρανομοῦσιν οἱ Ἰουδαῖοι ταύτας ἐν τῇ ξένῃ τολμῶντες ἐπιτελεῖν
所以,猶太人竟敢在外邦之地守這些節期,這顯然是干犯律法。
Manifestly, therefore, the Jews transgress the Law in daring to keep these feasts in a foreign land.
1:1647
Ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν
但讓我們回到我們面前的主題。
But let us return to the subject before us.
1:1648
Τῇ τετάρτῃ, φησὶ, καὶ εἰκάδι τοῦ πρώτου μηνὸς, ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις. Πάλιν καὶ ἐντεῦθεν διδασκόμεθα, ὡς οὐκ ἔσφαλται ὁ χρόνος·
他說:「正月二十四日,在第三年,我在大河邊,就是希底結河。」從此我們又再一次得知,這時間並無錯誤;
'On the twenty-fourth,' he says, 'of the first month, in the third year, I was beside the great river, which is the Tigris.' Again from this too we are taught that the time is not in error;
1:1649
πρώτῳ ἔφη τὴν ὀπτασίαν ἑωρακέναι
因為他曾說,他是在第一年看見那異象的。
for he said that he had seen the vision in the first year.
1:1650
Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδεὶμ, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ
「我舉目觀看,見有一人身穿巴丁(細麻衣),腰束烏法金帶。」
'And I lifted up my eyes, and looked, and behold a man clothed in baddim, and his loins were girded with gold of Uphaz.'
1:1651
Καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς. Βαδδεὶμ δὲ τῇ Ἑλλάδι φωνῇ τὰ βύσσινα σημαίνεται
「他的身體如同他施。」「巴丁」一詞在希臘話中乃指細麻布的衣裳。
'And his body was like Tharshish.' Now 'baddim' in the Greek tongue signifies the fine linen garments.
1:1652
Λέγει τοίνυν τὸ μὲν ἔνδυμα τοῦ ὀφθέντος βύσσινον τεθεᾶσθαι, τὴν δὲ ζώνην ἐκ χρυσίου Ὠφὰζ, τουτέστι, χρυσίου λαμπροτάτου καὶ καθαρωτάτου·
所以他說,他看見那顯現者的衣裳是細麻布的,帶子是烏法金的——就是最光亮、最純淨的金子;
He says, then, that he beheld the garment of the one who appeared to be of fine linen, and the girdle of gold of Uphaz—that is, of the most brilliant and purest gold;
1:1653
τὸ δὲ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς· ἀντὶ τοῦ, ἐῴκει τῷ δοκιμωτάτῳ χρυσίῳ ἐκ Θαρσεῖς φερομένῳ·
他的身體如同他施——這意思是,好像那從他施運來的、最精純的金子;
and his body was like Tharshish—that is, it resembled the most approved gold brought from Tharshish;
1:1654
καὶ γὰρ τῷ Σολομῶντι ἐκεῖθεν τὸ ἄπε. φθον ἐκομίζετο χρυσίον
因為那極純的金子,也是從那裡運來給所羅門的。
for from there the choicest gold was brought to Solomon as well.
1:1655
Καὶ τὸ πρόσωπον δὲ αὐ τοῦ, ὡς εἶδος ἀστραπῆς. Αἴγλη, φησὶ, φωτοειδὴς ἐκ τοῦ προσώπου ἐφέρετο
「他的面貌如同閃電的樣子。」他說,有一道如光的光輝從他的面上發出。
'And his face was as the appearance of lightning.' A light-like radiance, he says, was borne forth from his face.
1:1656
Καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ, ὡς φωνὴ ὄχλου. Εἶχε δὲ, φησὶ, καὶ τοὺς ὀφθαλμοὺς πῦρ ἀφιέντας, τοὺς δὲ βραχίονας τῷ καλλίστῳ χαλκῷ ἐοικότας·
「他的眼目如同火把,他的臂膀與雙腿如同磨亮之銅的樣子,他言語的聲音如同群眾的聲音。」他說,他有眼目噴射火焰,臂膀好似最美的銅;
'And his eyes were as lamps of fire, and his arms and his legs like the gleam of polished bronze, and the voice of his words like the voice of a multitude.' He had, he says, eyes darting fire, and arms resembling the fairest bronze;
1:1657
ἔδοξας δ' ἂν πλήθους ἀκούειν πολλοῦ διαλεγομένου ἀκούων
你聽見他說話,就會以為你是在聽一大群人交談。
and hearing him, you would have thought you were hearing a great crowd conversing.
1:1658
Καὶ τί δήποτε ἔφυγον, τὴν ὀπτασίαν μὴ θεασάμενοι; Ἀλλ' εἰκὸς τοῦτο πλέον αὐτοῖς ἀπεργάσασθαι τὸ δέος·
然而,他們既沒有看見那異象,為何竟逃跑呢?但這很可能反倒在他們裡面激起更大的恐懼;
And why then did they flee, though they did not behold the vision? But it is likely that this wrought in them all the greater dread;
1:1659
μηδένα γὰρ θεώμενοι, καὶ φωνῆς μεγίστης ἀκούοντες, εἰκότως ἐκδειματωθέντες ἀπέδρασαν
因為他們看不見一人,卻聽見極大的聲音,就理所當然地驚恐逃走了。
for seeing no one, and hearing a mighty voice, they were reasonably terrified and ran away.
1:1660
Ἔκστασιν δὲ ἐνταῦθα καλεῖ οὐ τὴν δειλίαν μόνην, ἀλλὰ καὶ τὴν ἀορασίαν·
他在此所稱的「出神(驚駭)」,不僅指那恐懼,也指那失明看不見的狀態;
By 'ecstasy' here he calls not only the terror, but also the loss of sight;
1:1661
καὶ γὰρ ἐκεῖ αὐ τὸς εἶδε περιαστράψαν αὐτὸν φῶς·
因為在那事上,他自己也看見有光四面照著他;
for there too he himself saw a light flashing round about him;
1:1662
οἱ δὲ συνόντες ἐθεάσαντο μὲν οὐδὲν, μόνης δὲ ἤκουσαν τῆς φωνῆς
而與他同在的人卻甚麼也沒有看見,只聽見那聲音。
but those who were with him beheld nothing, and heard only the voice.
1:1663
Καὶ ἐνταῦθα τοίνυν ὡσαύτως φεύγουσιν οἱ συνόν τες τῷ θείῳ προφήτῃ, μόνης ἀκούσαντες τῆς φωνῆς, μένει δὲ μόνος αὐτός
在此也照樣,那些與神聖先知同在的人都逃跑了,因為他們只聽見那聲音,唯有他獨自留下。
And here too, in like manner, those who were with the divine prophet flee, having heard only the voice, but he alone remains.
1:1664
Ἐγὼ γὰρ, φησὶν, ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετ εστράφη εἰς διαφθορὰν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Τοσοῦτον γάρ μοι ἐνέπεσε δέος ἀπ' ἐκείνης τῆς θεωρίας, ὡς διαλυθῆναι μὲν τῶν ἄρθρων τὴν ἁρμονίαν, ἀμειφθῆναι δὲ τῆς τοῦ σώματος ἐπιφανείας τὸ χρῶμα, πάσης δὲ ἰσχύος ἔρημόν με γενέσθαι
他說:「因為我獨自剩下,看見這大異象,我裡面便毫無力氣,我的榮光變為朽壞,我全無力量。」因為從那景象而來的恐懼是何等的大,臨到我身上,以致我肢節的接合都鬆散了,我身體表面的顏色都改變了,我竟全然失去了一切力量。
'For I,' he says, 'was left alone, and I saw this great vision, and there remained no strength in me, and my glory was turned into corruption, and I retained no strength.' For so great a fear fell upon me from that sight, that the joints' harmony was dissolved, and the colour of my body's surface was changed, and I was left bereft of all strength.
1:1665
Καὶ ἤκουσα, φησὶ, τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμέ νος ἐπὶ πρόσωπόν μου, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Παραυτίκα γὰρ, φησὶ, τῆς μεγίστης ἐκείνης ἀκούσας φωνῆς, ἔπεσα μὲν πρηνής·
他說:「我聽見他言語的聲音;我一聽見,就昏睡面伏於地,臉伏向塵土。」他說,因為我一聽見那極大的聲音,就俯伏於地;
'And I heard,' he says, 'the voice of his words, and when I heard, I was in a deep swoon upon my face, and my face toward the ground.' For immediately, he says, upon hearing that mighty voice, I fell prone;
1:1666
ἰδεῖν δὲ μὴ δυνάμενος τὴν φρικώδη θεωρίαν, εἰς τὴν γῆν μου τὸ πρόσωπον τέθεικα
我既不能觀看那可畏的景象,就把臉伏向地面。
and being unable to look upon the awful sight, I set my face to the earth.
1:1667
Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ἐπὶ τὰ ἴχνη τῶν χειρῶν μου ἔστησέ με. Οὕτω, φησὶ, διακείμενος ᾐσθα νόμην οἷόν τινος χειρὸς ἁπτομένης μου, καὶ ἀνορ θούσης·
「不料,有一隻手摸我,使我用膝跪起,又用手掌撐地站立。」他說,我在那樣的光景中,覺得彷彿有一隻手摸我,把我扶起;
'And behold, a hand touched me, and raised me up upon my knees, and upon the palms of my hands it set me.' Being in such a state, he says, I felt as it were a hand touching me, and lifting me up;
1:1668
ἐγὼ δὲ τοῖς τε γόνασι καὶ ταῖς χερσὶ χρώμενος ( διέλυσέ με γὰρ τὸ δέος), ἐπειρώμην ἀν ίστασθαι
我就用膝與手(因為那恐懼使我癱軟無力),努力想要起來。
and I, using both my knees and my hands (for the fear had unstrung me), tried to rise up.
1:1669
ταῦτα γὰρ ἀπ εστάλην διδάξαι σε·
因為我奉差遣是要將這些事教導你;
for I was sent to teach you these things;
1:1670
ἐπειδὴ τῶν μὲν τοῦ σώματος ἐπιθυμιῶν κρείττων ἐφάνης, ἐραστὴς δὲ ἐγένου τῶν θείων, καὶ φιλοστόργως δὲ περὶ τὸν λαὸν διακεί μενος τὰ τούτῳ συμβησόμενα μαθεῖν ἐπεθύμησας
既然你顯出勝過肉體的情慾,成為愛慕屬神之事的人,又對百姓滿懷慈愛,切望明白將要臨到他們的事。
since you showed yourself superior to the desires of the body, and became a lover of divine things, and being tenderly disposed toward the people, you longed to learn the things that would befall them.
1:1671
τὸ μὲν γὰρ ἦν Χαλδαίων, τὸ δὲ Ἑβραίων ὄνομα·
因為那一個是迦勒底的名字,另一個是希伯來的名字;
for the one was a Chaldean name, the other a Hebrew;
1:1672
καὶ τὸ μὲν ὑπὸ εὐσεβῶν ἐτέθη, τὸ δὲ ὑπὸ δυσσεβῶν προσ ετέθη
那一個是虔敬之人所起的,另一個是不敬虔之人所加的。
and the one was given by the pious, the other was added by the impious.
1:1673
ὡς εἶναι αὐτὸν καὶ φερώνυμον, καὶ δι' αὐτῶν κηρύττειν τῶν πραγμάτων, ὡς ὀρθῇ καὶ δικαίᾳ κρίσει χρώμενος ὁ Θεὸς τῆς προφητικῆς αὐ τὸν ἠξίωσε χάριτος, καὶ τὰ πολλαῖς ὕστερον γενεαῖς ἐσόμενα δῆλα πεποίηκε
以致他名副其實,並藉著這些事實本身宣揚出:神用正直公義的判斷,看他配得那先知的恩典,使那許多世代以後才要發生的事得以顯明。
so that he was even aptly named, and by the very facts proclaimed how, using a right and just judgment, God deemed him worthy of the prophetic grace, and made clear the things that would come to pass many generations later.
1:1674
Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον, ἀνέστην ἔντρομος. Ἤρκεσε μὲν γὰρ ὁ λόγος ἀναστῆσαί με, παντελῶς δὲ τὸ δέος οὐκ ἀπεθέμην
「他向我說了這話,我就戰兢地站起來。」因為那話語足以使我起立,但我尚未完全除去我的恐懼。
'And when he had spoken this word to me, I stood up trembling.' For the word sufficed to raise me up, yet I had not wholly laid aside my fear.
1:1675
τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Ἐντεῦθεν διδασκόμεθα, ὅσον ἡμᾶς ἡ αὐθαίρετος ὀνίνησι κάκωσις
「……你神的(面前),你的言語蒙了垂聽,我是因你的言語而來的。」由此我們得知,我們甘心自願的苦身克己,對我們有何等大的益處。
'...of thy God, thy words were heard, and I am come because of thy words.' From this we are taught how much our self-chosen affliction profits us.
1:1676
Τοῦτο γὰρ καὶ ὁ ὀφθεὶς αὐτῷ δῆλον ποιεῖ·
因為那向他顯現者也把這事講明了;
For this the one who appeared to him also makes clear;
1:1677
Ἀπὸ γὰρ τῆς πρώ της, φησὶν, ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι καὶ κακωθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου· τεκμήριον δὲ τούτου μέγιστον ἔχεις τὴν ἐμὴν παρουσίαν
他說:「因為從你立志要明白、又在耶和華你神面前刻苦己心的頭一日起,你的言語就蒙了垂聽;你有我的到來作為這事極大的憑據。」
'For from the first day,' he says, 'in which thou didst set thy heart to understand, and to afflict thyself before the Lord thy God, thy words were heard; and thou hast, as a very great proof of this, my presence.'
1:1678
Καὶ ὁ ἄρχων, φησὶ, βασιλείας Περσῶν εἱ στήκει ἐξ ἐναντίας μου, εἴκοσι καὶ μίαν ἡμέραν. Ἐν αὐτῇ, φησὶ, τῇ πρώτῃ ἡμέρᾳ τῆς προσευχῆς σου δεχθείσης σου τῆς ἱκετείας, ἀπεστάλην πρὸς σέ·
他說:「但波斯國的君攔阻我二十一日。」他說:「就在那頭一日,你的禱告蒙悅納、你的祈求蒙應允之時,我就奉差遣到你這裡來;
'And the prince,' he says, 'of the kingdom of the Persians withstood me one and twenty days.' 'On that very first day,' he says, 'when thy prayer was received and thy supplication granted, I was sent to thee;
1:1679
πάσας δὲ ταύτας τὰς ἡμέρας διεκώλυσέ μου τὴν πρὸς σὲ ἄφιξιν ὁ τῆς τῶν Περσῶν βασιλείας ἄρχων
但這一切日子,波斯國的君都攔阻我到你這裡來。」
but throughout all these days the prince of the kingdom of the Persians hindered my coming to thee.'
1:1680
Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν. Ταῦτα σαφέ στερον ἡμᾶς διδάσκει ὁ μακάριος Μωσῆς
「不料,天使長中的一位米迦勒來幫助我,我就把他留在那裡,與波斯王的君同在。」關於這些事,蒙福的摩西教導我們更為清楚。
'And behold, Michael, one of the chief princes, came to help me, and I left him there with the prince of the king of the Persians.' These things the blessed Moses teaches us more clearly.
1:1681
Ὅτε γὰρ, φησὶ, διεμέρισεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπει ρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις φησὶ τοῖς ἀποστόλοις·
經上說:「至高者分開列國、將亞當的眾子分散的時候,就照神眾天使的數目立定列邦的疆界。」主在神聖的福音書中也對使徒們說:
For it says, When the Most High divided the nations, when he scattered abroad the sons of Adam, he set the bounds of the nations according to the number of the angels of God. And the Lord in the sacred Gospels says to the apostles:
1:1682
Ὁρᾶτε, μὴ κατα φρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρός μου ἐν τοῖς οὐρανοῖς. Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἐν τῇ θείᾳ Γραφῇ
「你們要小心,不可輕看這小子裡的一個,因為我告訴你們,他們的天使在天上,常見我父的面。」在神聖的經卷中還有許多這類的話。
See that you despise not one of these little ones, for their angels do always behold the face of my Father who is in the heavens. And there are many other such things in the divine Scripture.
1:1683
οἱ δὲ ἀρχάγγελοι τὰς τῶν ἐθνῶν ἐπι στασίας ἐνεπιστεύθησαν, ὡς μακάριος ἐδίδαξε Μωσῆς
然而,正如蒙福的摩西所教導的,眾天使長受託掌管列國的治理。
But the archangels were entrusted with the oversight of the nations, as the blessed Moses taught.
1:1684
λέγει γὰρ καὶ αὐτὸς τῆς βασιλείας Περσῶν ἄρχοντα·
因為他自己也提到波斯國的一位君王;
For he himself also speaks of a ruler of the kingdom of the Persians;
1:1685
καὶ πάλιν μετὰ βραχέα, ἄρχοντα τῶν Ἑλλήνων, καὶ τὸν Μιχαὴλ δὲ ἄρχοντα τοῦ Ἰσραὴλ ἀποκαλεῖ
接著不久,他又稱一位為希臘人的君王,並稱米迦勒為以色列的君王。
and again, a little later, he calls one the ruler of the Greeks, and Michael the ruler of Israel.
1:1686
Τούτων τοίνυν ἐντεῦθέν τε κἀκεῖθεν δήλων γεγενημένων, ζητητέον τί δήποτε ὁ τῆς Περ σικῆς βασιλείας ἄρχων ἐναντιοῦσθαι ἐδόκει τῷ τὴν ὑπὲρ τοῦ λαοῦ ποιουμένῳ συνηγορίαν
既然這些事從兩方面都已明白,我們就當探究:為何波斯國的君王看似要抵擋那為神的子民作辯護的一位。
Since, then, these things have become plain from the one side and the other, we must inquire why the ruler of the Persian kingdom seemed to oppose the one who was making advocacy on behalf of the people.
1:1687
Ὅτι μὲν γὰρ παθῶν ἐστι τῶν ἀγγέλων ἡ φύσις ἀμείνων, καὶ ἁγιωσύνης ἀνάπλεως, παντί που δῆλον
眾天使的本性勝過情慾,且滿有聖潔,這在人人面前都是顯然的。
For that the nature of the angels is superior to the passions, and full of holiness, is surely plain to everyone.
1:1688
Ὅτι δὲ καὶ τοῖς θείοις νεύμασιν ἀνενδοιάστως ἕπονται, καὶ τοῦτο πανταχόθεν ἔστι καταμαθεῖν
而他們毫不遲疑地順從神聖的旨意,這也可從各方面得知。
And that they follow the divine bidding without hesitation, this too may be learned from every quarter.
1:1689
Πῶς τοίνυν τῇ τῶν Ἰσραηλιτῶν κηδεμονίᾳ ἐναντιοῦσθαι ἐδόκει τῆς Περσῶν βασιλείας ὁ ἄρχων; Ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς κατανοεῖν ἐθελήσειεν, εὑρήσει τῶν εἰρημένων τὸν νοῦν
那麼,波斯國的君王怎麼看似要抵擋對以色列人的看顧呢?其實,若有人肯仔細思量,就能明白所說之言的真意。
How then did the ruler of the kingdom of the Persians seem to oppose the guardianship of the Israelites? Yet if anyone should be willing to consider carefully, he will find the sense of what has been said.
1:1690
Ὅ τε γὰρ τῶν Περσῶν ἄρχων, καὶ ὁ τῶν Ἑλλήνων ἄρχων, τουτέστιν, οἱ τὴν τούτων φυλα κήν τε καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι, ἀναγκαίως, ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι, ὧν τὴν κηδεμονίαν εἶχον, καὶ τοῦ Ἰσραὴλ δὲ τὴν παρανομίαν ὁρῶντες, ἐδυσχέραινον πλείονος αὐτοὺς βλέποντες ἀπολαύοντας προμηθείας
因為波斯人的君王和希臘人的君王,也就是那些受託看守並照管這些民族的天使,因深切關愛他們所看顧的百姓,又見以色列的不法,便為以色列蒙受更大的眷顧而感到不平。
For the ruler of the Persians and the ruler of the Greeks — that is, those entrusted with the watch and care over these peoples — necessarily, being tenderly disposed toward those whose guardianship they held, and seeing the lawlessness of Israel, were distressed at seeing them enjoy a greater measure of providence.
1:1691
Οὐ γὰρ ᾔδει σαν τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ Θεῷ τῷ πάντα κτίσαντι
因為他們並不知道那隱藏在創造萬物之神裡面的奧祕。
For they did not know the mystery that was hidden in God who created all things.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。