📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 但以理書註釋

但以理書註釋 第 1 章 第 5/11 段

希臘文原文.189 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:725–1:913(全章共 2078 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:725
ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν γὰρ ἀνθρώπινα, ὁποῖα ἂν ᾖ, τέ λος ἔχει, καὶ τέλος ταχύ·
「祂的國是永遠的國,祂的權柄存到萬代。」因為人間的事,無論怎樣,都有終結,而且是速速的終結;
'His kingdom is an everlasting kingdom, and His dominion is from generation to generation.' For human affairs, whatever they may be, have an end, and a swift end;
1:726
μόνη δὲ διαρκὴς καὶ ἀσά λευτος ἡ τοῦ Θεοῦ βασιλεία
唯有神的國是持久不衰、堅定不動搖的。
but the kingdom of God alone is enduring and unshaken.
1:727
Οὕτω προδιδάξας τὴν τῶν πραγμάτων αἰτίαν, ἄρχεται τῆς κατ' αὐτὴν διηγήσεως
他既如此先講明了事情的緣由,就開始敘述那件事。
Having thus first taught the cause of the matters, he begins the narration concerning it.
1:728
Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου, καὶ πίων ἐν τῷ λαῷ μου. Τέθεικε δὲ τὴν ἑαυτοῦ προσηγορίαν οὐχ ἁπλῶς, ἀλλ' ἵνα τὸ ὄνομα μαρτυ ρήσῃ τοῖς λόγοις
「我尼布甲尼撒安居在宮中,在寶座上榮茂,在我民中興盛。」他署上自己的名字並非無故,乃是要使這名字為這些話作見證。
'I Nebuchadnezzar was at ease in my house, and flourishing upon my throne, and prospering among my people.' He has placed his own name not without purpose, but that the name might bear witness to the words.
1:729
Ἐπειδὴ γὰρ σφόδρα ἐπίσημος ἦν, ἅτε δὴ πάντων τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὴν Αἴγυ πτον, καὶ τὴν Αἰθιοπίαν, τὴν ἡγεμονίαν λαβὼν, προ τέθεικεν αὐτοῦ τὴν προσηγορίαν, ἀρκοῦσαν εἰς μαρ. τυρίαν τῶν λεγομένων
因為他既極其顯赫,實在是掌管了亞細亞、埃及和衣索比亞的一切之地,便把自己的名字冠於其首,足以印證所說的話。
For since he was exceedingly renowned, inasmuch indeed as he had received the dominion over all that lay in Asia, Egypt, and Ethiopia, he prefixed his own name, as being sufficient for the confirmation of what was said.
1:730
Ἐν ἄκρᾳ οὖν εὐκληρίᾳ, καὶ μυρίοις ἀγαθοῖς περιῤῥεόμενος διετέ λουν·
「因此,我在極盛的順境中,被無數福祉環繞,度日不絕;
'In the height, therefore, of good fortune, and encompassed by countless blessings, I continued to pass my days;
1:731
Ἐνύπνιον, φησὶν, εἶδον, καὶ ἐφοβέρισέ με, καὶ ἐθαύμασα ἐπὶ τούτοις πᾶσι, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με. Ἐν τοσαύτῃ γὰρ ὑπάρχων εὐ ημερίᾳ, ὄναρ εἶδον λυπηρὸν, καὶ ἐξεδειματώθην μὲν σφόδρα τῇ θεωρίᾳ τοῦ ἐνυπνίου, ἐταρασσόμην δὲ πλέον τὰ διὰ τούτου σημαινόμενα κατιδεῖν οὐ δυνά μενος·
他說:「我做了一夢,就懼怕;我因這一切驚異,在床上煩亂,我腦中的異象使我驚惶。」因為我雖處在這樣的興盛之中,卻做了個令人愁苦的夢;那夢境的景象使我極其恐懼,而我更加煩亂,因為無法看透夢中所指的事;
'I saw a dream,' he says, 'and it frightened me, and I was amazed at all these things, and I was troubled upon my bed, and the visions of my head confounded me.' For being in such great prosperity, I saw a distressing dream, and I was greatly terrified by the sight of the dream, but I was troubled the more, being unable to discern the things signified by it;
1:732
τοὺς ταῦτα δυναμένους ἑρμηνεύειν συνεκάλεσα
我便召集那些能解釋這些事的人。
I summoned together those who were able to interpret these things.
1:733
Καὶ εἰσεπορεύοντο ἐπαοιδοὶ, μάγοι, Γα ζαρηνοὶ, Χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπον ἐγὼ ἐν ώπιον αὐτῶν, καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι·
「於是術士、法師、迦撒利尼人、迦勒底人都進來了,我在他們面前述說那夢,他們卻不能把夢的講解告訴我;」
'And there came in enchanters, magi, Gazarenes, Chaldeans, and I told the dream before them, and they did not make known to me its interpretation;'
1:734
διὸ καὶ τὰ ἔθνη καταλέγει τῶν σοφῶν Βαβυλῶ νος, ἵνα δείξῃ τοὺς μὲν οὐδὲν ὅλως ἐπισταμένους, τὸν δὲ ὑπὸ τοῦ θείου Πνεύματος φωτιζόμενον
因此他一一列舉巴比倫智慧人的各族類,為要顯明他們一無所知,唯有那人是被神的靈所光照的。
wherefore he also enumerates the nations of the wise men of Babylon, in order to show that they indeed knew nothing at all, while he was enlightened by the divine Spirit.
1:735
Κα λεῖ δὲ αὐτὸν οὐκ ἀπὸ μόνης τῆς προσηγορίας, ἣν αὐτὸς ἐπιτέθεικεν, ἀλλὰ τὸ Ἑβραῖον προστίθησιν ὄνομα
他稱呼他,不僅用他自己所加的名號,還加上他的希伯來名字。
And he calls him not merely by the appellation which he himself had imposed, but adds the Hebrew name.
1:736
Καὶ τὴν αἰτίαν δεικνὺς, Ὃς Πνεῦμα Θεοῦ ἅγιον ἔχει ἐν ἑαυτῷ. Καὶ τοῦτο δὲ ἐκ τῆς τοῦ προ φήτου διδασκαλίας μεμαθήκαμεν
他也說明緣由:「他裡面有神聖的靈。」這事我們也是從先知的教導中學得的。
And, showing the reason: 'Who has the holy Spirit of God in himself.' And this too we have learned from the teaching of the prophet.
1:737
Πόθεν γὰρ ἑτέρω θεν ἐγνώκει τοῦ παναγίου Πνεύματος τὴν προσηγο ρίαν τοῖς κιβδήλοις εἰδώλοις προστετηκώς; Καὶ τὸ ἐνύπνιον, φησὶν, ἐνώπιον αὐτοῦ εἶπον. Εἶπον δὲ οὕτως ἀρξάμενος·
不然,他這死心塌地依戀虛假偶像的人,又怎能從別處得知至聖之靈的名號呢?他說:「我就在他面前述說那夢。」他如此開始述說:
For from what other source had he come to know the appellation of the all-holy Spirit, being one wedded fast to counterfeit idols? 'And I told the dream,' he says, 'before him.' And he told it, beginning thus:
1:738
Βαλτάσαρ, ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων, ὅτι Πνεῦμα ἅγιον ἐν σοὶ, καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σοι, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου, οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπέ μοι
「術士的領袖伯提沙撒啊,我知道你裡面有聖靈,凡奧祕的事都難不倒你;求你聽我所見的夢境,把它的講解告訴我。」
'Belteshazzar, chief of the enchanters, of whom I knew that the holy Spirit is in you, and no mystery is beyond your power, hear the vision of the dream which I saw, and tell me its interpretation.'
1:739
Καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐπὶ τῆς κλίνης μου. Τοὺς πολλοὺς τῶν ἀνθρώπων αἱ εὐημερίαι πολλάκις ἐπιλανθάνεσθαι τῶν εὐεργετη σάντων παρασκευάζουσιν, αἱ δὲ χρεῖαι ἀνακαλοῦνται τῶν εὖ πεποιηκότων τὴν μνήμην
「這是我在床上腦中所見的異象。」大多數人往往因順境而忘記施恩於他們的人,唯有困乏之時才喚起對行善者的記念。
'And the visions of my head upon my couch.' For the majority of men their prosperity often causes to forget their benefactors, whereas times of need recall the memory of those who have done them good.
1:740
Καὶ ὑγιαίνων μέν τις τὸ σῶμα, τῆς τοῦ ἰατροῦ τέχνης οὐ λαμβά νει τὴν μνήμην·
當人身體康健時,並不想起醫生的醫術;
And when one is sound in body, he does not take up the memory of the physician's skill;
1:741
ἀῤῥωστίᾳ δὲ περιπεσὼν, ἀναμιμνή σκεται, ὡς καὶ ἤδη πρότερον τοῦτο παθὼν διὰ τοῦ δεῖνος τοῦ ἰατροῦ τῆς ὑγείας ἀπήλαυσεν·
但當他患病時,就記起自己先前也曾患此病,是藉某某醫生才得以恢復健康的;
but when he falls into sickness, he remembers how already before, having suffered this very thing, he enjoyed health through such and such a physician;
1:742
Εἶτα λέγει τὸ ἐνύπνιον, καί φησιν·
接著他述說那夢,說道:
Then he tells the dream, and says:
1:743
Ἐθεώρουν δένδρον ἐν μέσῳ τῆς γῆς
「我看見地中間有一棵樹。」
'I beheld a tree in the midst of the earth.'
1:744
Ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Νοῦν δὲ μέγαν αὐτὸν προσηγόρευσεν, ὡς μεγάλα φαντασθέντα, καὶ ὀνειρο πολήσαντα, ἃ μετὰ βραχέα διηγήσατο·
「神必把它降在那大心思,就是亞述王身上,並降在他眼目高傲的榮耀之上。」他稱他為「大心思」,是因他幻想大事,並夢見了他隨後所敘述的事;
'God will bring it upon the great mind, the king of the Assyrians, and upon the height of the glory of his eyes.' He called him a 'great mind' as one who had imagined great things and dreamed of the things which he narrated a little later;
1:745
ἐπειδὴ δὲ καὶ, ὡς ἔπος εἰπεῖν, πάσης τῆς οἰκουμένης ἐκρά τησεν, ὁρᾷ τοῦ δένδρου τὸ κῦτος, τουτέστι, τὸν ὄγκον τοῦ εὔρους, ἐκταθὲν μέχρις αὐτῶν τῶν περά των τῆς γῆς
又因他可以說是掌管了普天下,所以他看見那樹的軀幹——即其寬廣的體量——延伸直到地的極處。
and since, so to speak, he had gained mastery over the whole inhabited world, he sees the trunk of the tree—that is, the mass of its breadth—extended even to the very ends of the earth.
1:746
Τὰ φύλλα αὐτοῦ, φησὶν, ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολύς. Καλεῖ δὲ φύλλα μὲν τὴν ὁρωμένην εὐπρέπειαν, τὴν ἐν ἐσθῆτι, καὶ θρόνῳ, καὶ βασι λείοις, ἀσπιδηφόροις τε καὶ δορυφόροις, καὶ πεζαιτέ ροις·
他說:「它的葉子華美,果子繁多。」他所稱的「葉子」,是指那外顯的華麗——即衣袍、寶座、王宮,以及持盾兵、持矛兵和步兵所顯出的排場;
'Its leaves,' he says, 'were fair, and its fruit abundant.' He calls 'leaves' the outward comeliness—that in raiment, and throne, and royal palaces, and shield-bearers and spear-bearers, and foot-soldiers;
1:747
καρπὸν δὲ τὸν πανταχόθεν προσφερόμενον φόρον
而「果子」則是指從各處進獻的貢賦。
and by 'fruit' the tribute brought in from every quarter.
1:748
Καὶ τροφὴ πάντων ἐν αὐτῷ. Οἵ τε γὰρ γεωργοῦντες, διὰ τῆς αὐτοῦ κηδεμονίας εἰρήνης ἀπολαύοντες, τοὺς ἀπὸ τῆς γῆς καρποὺς ἐκομίζοντο·
「其中有眾人的食物。」因為那些耕種田地的人,藉他的照顧得享平安,收取地裡的出產;
'And in it was nourishment for all.' For those who tilled the ground, enjoying peace through his care, gathered in the fruits from the earth;
1:749
οἵ τε στρατευόμενοι, παρ' αὐτοῦ τὰ σιτηρέσια κομιζόμενοι, τὴν ἐν ὅπλοις ἐποιοῦντο ζωήν
那些當兵的人,從他領受口糧,過著執戈的生活。
and those who served as soldiers, receiving their rations from him, made their living under arms.
1:750
ζῶντες βάρβαροι, οἵ τε λογικώτεροι καὶ ἡμερώτεροι, καὶ ὀξεῖς καὶ πτηνοὶ τὴν διάνοιαν, ὑπὸ τὴν τούτου ἐξουσίαν βιο τεύοντες διετέλουν
無論是那生活在他治下的蠻族,還是那較有理性、較為開化,以及思想敏銳如飛的人,都一直在他的權柄之下度日。
the barbarous peoples living [under him], as well as the more rational and civilized, and those keen and swift in mind, continued to pass their lives under his authority.
1:751
Ἐθεώρουν τοίνυν, φησὶν, ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ καὶ ἅγιος ἀπ' οὐρανοῦ κατέβη. Εἲρ καλεῖ τὸν ἐγρηγορότα·
他說:「因此,我在床上夜間的異象中觀看,見有一位守望者,就是一位聖者,從天而降。」他把那警醒的稱作『以珥(Ir)』;
'I beheld, therefore,' he says, 'in a vision of the night upon my bed, and lo, a watcher and a holy one came down from heaven.' He calls the wakeful one an 'Ir';
1:752
τοῦτο γὰρ ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ
因為這詞譯成希臘話便是如此。
for this is what it is rendered in the Greek tongue.
1:753
Ἐγρηγορότα δὲ καλεῖ τὸν ἄγγελον, ἵνα τούτου σημήνῃ τὸ ἀσώματον·
他稱那天使為「警醒者」,是要藉此表明他無形體的本性;
And he calls the angel a 'wakeful one,' in order thereby to signify his incorporeal nature;
1:754
ὁ γὰρ σῶμα περικείμενος ὕπνῳ δουλεύει·
因為凡披戴身體的,都受睡眠的轄制;
for he who is clothed about with a body is a slave to sleep;
1:755
ὁ δὲ ὕπνου κρείττων σώματος ἐλεύθερος
唯有那勝過睡眠的,才是脫離身體的。
but he who is superior to sleep is free from the body.
1:756
Εἶδον τοί νυν, φησὶν, ἄγγελον, ἀσώματον ἔχοντα φύσιν, ὃς ἀπ' οὐρανοῦ κατέβη
他說:「因此,我看見一位天使,有無形體的本性,從天而降。」
'I saw, therefore,' he says, 'an angel, having an incorporeal nature, who came down from heaven.'
1:757
Καὶ ἐφώνησεν ἐν ἰσχύϊ, καὶ οὕτως εἶπεν·
「他大聲呼喊,如此說道」:
'And he cried aloud with strength, and thus he said':
1:758
ὁρᾷ γὰρ τὸ μὲν δένδρον ἐκτεμνόμενον, τοὺς δὲ κλά δους χωριζομένους, τουτέστι, τοὺς ὑπάρχους, καὶ τοὺς στρατηγοὺς, καὶ σατράπας, καὶ τοὺς ἄλλην τινὰ ἡγεμονίαν παρ' αὐτοῦ πεπιστευμένους·
因為他看見那樹被砍下,枝子被剪除——就是那些長官、將軍、總督,以及那些受他委以其他某種治權的人;
for he sees the tree being cut down, and the branches being separated—that is, the governors, and the generals, and satraps, and those to whom some other rule had been entrusted by him;
1:759
τὰ δὲ φύλλα ἐκτινασσόμενα ἣν περιεβέβλητο δόξαν δίκην φύλλων ἐκρέουσάν τε καὶ μαραινομένην·
又看見葉子被抖落——就是他從前所披戴的榮耀,像葉子般凋落枯萎;
and the leaves being shaken off—the glory with which he had been clothed, flowing away and withering like leaves;
1:760
τὸν δὲ καρπὸν διασκορπιζόμενον·
又看見果子被拋散四處;
and the fruit being scattered abroad;
1:761
τοῦ γὰρ βασιλέως ἐκείνῃ περιπεσόντος τῇ συμφορᾷ, οἱ τὸν δασμὸν ἀπαιτοῦντες εἰς ἑαυτοὺς λοιπὸν ἀδεῶς τὸ κέρδος παρέπεμπον
因為當那王遭遇那災難時,那些徵收貢賦的人此後便肆無忌憚地把利益轉歸自己。
for when that king had fallen into that calamity, those who exacted the tribute thenceforth diverted the gain to themselves without fear.
1:762
Σαλευθήτω, φησὶ, τὰ θηρία ὑπο κάτωθεν αὐτοῦ, καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ. Οἱ γὰρ παρὰ γνώμην δουλεύειν ἠναγκασμένοι, ἀφορ μὴν εὑρόντες τὴν τοῦ βασιλέως μεταβολὴν, τοῦ ὑπ ακούειν ἀπέστησαν
他說:「使走獸從它下面搖散,使飛鳥從它的枝子離開。」因為那些被迫違心服役的人,趁著王處境改變的機會,就脫離了順服。
'Let the beasts be shaken out from beneath it,' he says, 'and the birds from its branches.' For those who had been compelled to serve against their will, finding an occasion in the king's change of fortune, withdrew from their obedience.
1:763
Πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε·
「只是要留下它根上的萌蘖在地裡」;
'Nevertheless leave the growth of its roots in the earth';
1:764
καὶ ἐν δεσμῷ, φησὶ, σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐ λισθήσεται. Ὡς γὰρ φρενοβλαβείᾳ, καὶ παρα πληξίᾳ, καὶ φρενίτιδι νόσῳ περιπεσὼν, καὶ μεμη νὼς, καὶ κορυβαντιῶν, καὶ κατὰ πάντων λυττῶν, ἀναγκαίως δεσμὰ περιέκειτο·
他說:「用鐵和銅的鐐銬箍住,處在外面的草中,宿在天露之下。」因為他既陷入神智錯亂、癲狂和瘋病,發狂、如科里班特狂舞般癲亂、對眾人狂暴,就不得不被鐐銬箍住;
'and in a band,' he says, 'of iron and bronze, and in the grass without, and in the dew of heaven shall he lodge.' For as one who had fallen into derangement and madness and frenzied disease, being crazed and reeling in Corybantic frenzy and raging against all, he was of necessity bound with fetters;
1:765
ἀλλ' ὅμως οὐδὲ ταῦτα ἦν ἱκανὰ ἔνδον αὐτὸν κατέχειν·
然而,連這些也不足以把他約束在屋內;
but nevertheless not even these were sufficient to hold him fast within;
1:766
ἀλλὰ δραπετεύων ἐν ἐρήμοις διέτριβεν, ὑπαίθριος ταλαιπωρῶν, καὶ κτηνῶν δίκην τὴν πόαν σιτούμενος
他反倒像逃亡者一般脫逃出去,逗留在曠野,在露天之下受苦,像牲畜一樣以草為食。
but escaping like a fugitive, he lingered in the wilderness, suffering hardship under the open sky, and, like the beasts, feeding on the grass.
1:767
Τοῦτο γὰρ ση μαίνει εἰρηκώς·
因為這正是他說下面這話所指的意思:
For this is what he signifies when he says:
1:768
Καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ·
「他的分是與走獸同在」;
'And with the beasts is his portion';
1:769
ἐν τῷ χόρτῳ τῆς γῆς ἡ καρδία αὐτοῦ·
「他的心處在地上的青草之中」;
'in the grass of the earth is his heart';
1:770
ἀπὸ τῶν ἀν θρώπων ἀλλοιωθήσεται
「他要在人間被改變。」
'he shall be changed from among men.'
1:771
( ιγʹ.) Καὶ καρδία θηρίου δοθή σεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐ τόν. Καὶ τοῦτο δὲ τὴν τοῦ Θεοῦ μακροθυμίαν δη λοῖ·
(十三節。)「並要給他一個獸的心,且有七期經過他。」這一句也顯明了神的恆久忍耐;
(v. 13.) 'And a beast's heart shall be given to him, and seven times shall pass over him.' This too discloses the long-suffering of God;
1:772
χρόνῳ γὰρ βραχεῖ τὴν τιμωρίαν περιορίζει, ἀναμένων τὴν ἀπὸ τῆς παιδείας τεχθησομένην μετα μέλειαν
因為祂把刑罰限定在短暫的時間之內,等候著那將由管教所生出的悔改。
for he confines the punishment to a brief span of time, awaiting the repentance that would be born of chastisement.
1:773
Εἶτα δείκνυσιν, ὡς ἀναντιῤῥήτως ἔσται τὰ εἰρημένα
接著他表明,所說的話必無可反駁地要應驗;
Then he shows that what has been spoken shall come to pass beyond all contradiction;
1:774
ἄγγελος γὰρ ἅγιος ὁ εἰρηκὼς, ἐγρηγορὼς, ἀσώματος
因為說這話的乃是一位聖天使,是一位守望者,是無形體的。
for it is a holy angel who has spoken it — a watcher, and incorporeal.
1:775
Τοῦτο τὸ ἐνύπνιον εἶδον ἐγὼ Ναβουχοδο νόσορ ὁ βασιλεύς·
「這夢乃是我尼布甲尼撒王所見的;」
'This dream I saw, I Nebuchadnezzar the king;'
1:776
καὶ σὺ, Βαλτάσαρ, τὸ σύγκριμα εἰπὲ κατέναντι· ἀντὶ τοῦ, ἀληθῶς καὶ ἀκριβῶς·
「伯提沙撒啊,你要當面把講解告訴我」——意即,真實而準確地;
'and you, Baltasar, declare the interpretation before me' — that is, truly and exactly;
1:777
ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι, σὺ δὲ δύνασαι. Καὶ τὴν αἰτίαν δεικνὺς, Ὅτι, φησὶ, Πνεῦμα Θεοῦ ἅγιον ἐν σοί. Οἱ μὲν γὰρ ἀνθρωπίνοις κέχρηνται λογισμοῖς, σὺ δὲ παρὰ Θεοῦ μανθάνεις τὰ κεκρυμ μένα
「因為我國中的一切哲士都不能把這夢的講解告訴我,惟獨你能。」他又指出緣由說:「因為聖神的靈在你裡頭。」因為那些人所憑藉的是人的思慮,你卻是從神那裡領受那隱藏的事。
'for all the wise men of my kingdom are unable to make its interpretation known to me, but you are able.' And showing the reason, he says, 'Because the holy Spirit of God is in you.' For they employ human reasonings, but you learn hidden things from God.
1:778
ἀναφανῆναι τὴν ἐμ πνέουσαν χάριν
為要使那在他裡面吹拂運行的恩典得以顯明。
so that the grace which breathed in him might be manifested.
1:779
Ἀπεκρίθη τοίνυν ὁ βασιλεὺς, καὶ εἶπε·
於是王回答說:
The king therefore answered and said:
1:780
Βαλτάσαρ, τὸ ἐνύπνιον τοῦτο καὶ ἡ σύγκρι σις αὐτοῦ μὴ κατασπευσάτω σε. Εἶδε γὰρ αὐτὸν θορυβούμενον, καὶ ἀναγκαίως ψυχαγωγεῖ, μαθεῖν ἐφιέμενος ὅπερ ἀγνοεῖ·
「伯提沙撒啊,不要因這夢和它的講解使你驚惶。」因為他見他心裡不安,便必然地安慰他,急切地想要知道自己所不明白的;
'Baltasar, let not this dream and its interpretation dismay you.' For he saw him troubled, and of necessity consoles him, being eager to learn what he does not know;
1:781
Μὴ σφό δρα ἐπείγου, ἀλλὰ κατὰ σχολὴν τὰ μηνυόμενα διὰ τοῦ ἐνυπνίου εὑρὼν, ταῦτά μοι δῆλα κατάστησον
「不要太過急促,只要從容地把夢中所指示的查明,將這些告訴我。」
'Do not be too hurried, but at your leisure, having found out what is signified through the dream, make these things plain to me.'
1:782
Ἀπεκρίθη τοίνυν ὁ Βαλτάσαρ, καὶ εἶπε·
於是伯提沙撒回答說:
Baltasar therefore answered and said:
1:783
Κύριέ μου βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε, καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου. Σφόδρα σοφῶς καὶ συνετῶς ἀπεύχεται μὲν αὐτῷ λυ πηρὰ τοῦ προοιμίου ἀρξάμενος, σημαίνει δὲ ὅμως τὴν ἀλήθειαν
「我主我王啊,願這夢歸與恨惡你的人,願它的講解歸與你的仇敵。」他極其智慧而審慎地,一開頭就先為王祈願,使那憂苦的事離開他,然而他仍舊指明了真相。
'My lord the king, may this dream be for those who hate you, and its interpretation for your enemies.' Very wisely and prudently he prays that its sorrows may fall away from the king, beginning thus at the outset, yet he nonetheless signifies the truth.
1:784
Τὸ δένδρον, φησὶ, τὸ μεγαλυνθὲν καὶ ἰσχυκὸς, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν
他說:「那漸長堅固的樹,高得頂天,枝幹遍及全地」——
'The tree,' he says, 'that grew great and became strong, whose height reached to heaven, and whose spread reached to all the earth' —
1:785
οὐ γὰρ ἁπλῶς εἶπε, Τὸ δένδρον τὸ μέγα, ἀλλὰ, Τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός· τουτέστιν, Οὐκ ἄνωθεν ἦσθα μέγας, ἀλλὰ κατὰ μέρος γεγένησαι, καὶ τὴν ἰσχὺν δὲ οὐκ ἐξ ὠδίνων ἔσχες, ἀλλὰ κατὰ βραχὺ ταύτην προσέλαβες
因為他不是簡單地說「那大樹」,而是說「那漸長並堅固的樹」——就是說:你並非起初就偉大,乃是逐漸變成如此的;你的力量也不是與生俱來的,而是一點一點地取得的。
for he did not simply say, 'The great tree,' but 'the tree that grew great and became strong' — that is: You were not great from the beginning, but became so by degrees; and your might you did not possess from birth-pangs, but acquired it little by little.
1:786
Ὅτι ἐμεγαλύνθης, καὶ ἴσχυσας, καὶ ἡ μεγα λωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς. Καὶ ταῦτα δὲ σφόδρα ἁρμοδίως καὶ προσφόρως οὐρανῷ καὶ γῇ προσήρμοσε·
「因為你漸長堅固,你的威勢增長,高及於天,你的權柄達到地極。」這些話他也極其恰當而合宜地配於天與地;
'Because you grew great and became strong, and your greatness increased and reached to heaven, and your dominion to the ends of the earth.' And these things too he fitted very aptly and suitably to heaven and to earth;
1:787
τὴν μὲν γὰρ κυρείαν εἶπεν ἐφθακέναι. εἰς τὰ πέρατα τῆς γῆς, τουτέστι τὴν ἐξουσίαν·
因為他說權柄達到地極——也就是指他的統治權;
for the dominion he said reached to the ends of the earth — that is, his authority;
1:788
εἰς δὲ τὸν οὐρανὸν οὐκέτι τὴν κυρείαν, ἀλλὰ τὴν μεγα λωσύνην, τουτέστι, τὴν τοῦ λογισμοῦ φαντασίαν
但他歸給天的,不再是權柄,而是那威勢——也就是他心思中的幻想。
but he assigned to heaven no longer the dominion, but the greatness — that is, the fantasy of his reasoning.
1:789
Καὶ ὅτι εἶδεν, φησὶν, ὁ βασιλεὺς εἲρ καὶ ἅγιον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν·
「王既看見一位守望的聖者從天而降,說:」「將這樹砍倒毀壞;
'And because the king saw a watcher and a holy one coming down from heaven, and he said:', 'Cut down the tree and destroy it;
1:790
Ἐκτίλατε τὸ δένδρον, καὶ διαφθείρετε αὐτό·
「將這樹砍倒毀壞;
'Cut down the tree and destroy it;
1:791
πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ' αὐτόν
「只要留下它根上的樹墩在地裡,用鐵和銅的鏈捆住;在外邊的青草中,任他被天露滴濕,與野獸同分,直到七期過去,臨到他身上。」
'only leave the stump of its roots in the earth, and in a band of iron and bronze; and in the grass without, and in the dew of heaven let him lodge, and with the wild beasts be his portion, until seven times be changed upon him.'
1:792
Καὶ τοῦτο ἡ σύγκρισις αὐτοῦ, βασιλεῦ. Καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον, ἀναγκαίως ἐπήγαγε·
「王啊,這就是它的講解。」他為要使自己的話值得相信,便必然地加上說:
'And this is its interpretation, O king.' And to render his word worthy of belief, he necessarily added:
1:793
Καὶ σύγκριμα Ὑψίστου ἐστὶν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα. Ἐντεῦθεν ἔστιν ἀκριβῶς καταμαθεῖν τῆς ἀποστολι κῆς διδασκαλίας τὸ χρήσιμον
「這是至高者的講解,臨到我主我王身上。」由此可以確切地領會使徒教訓的益處。
'And it is the interpretation of the Most High, which has come upon my lord the king.' From this it is possible to learn exactly the usefulness of the apostolic teaching.
1:794
Ἐκδιώξουσι γάρ σε, φησὶν, ἀπὸ τῶν ἀνθρώ πων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμά σου βαφήσεται, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοί. Ἑπτὰ δὲ καιροὺς οἱ μὲν ἔφασαν ἑπτὰ ἔτη, οἱ δὲ τρία καὶ ἥμισυ
他說:「人必趕逐你離開世人,你必與野獸同居,人必用草餵你如同餵牛,你的身必被天露滴濕,且有七期臨到你。」至於這七期,有人說是七年,也有人說是三年半。
'For they shall drive you out,' he says, 'from among men, and with the wild beasts shall be your dwelling, and they shall feed you with grass like an ox, and from the dew of heaven your body shall be wetted, and seven times shall pass over you.' As for the seven times, some have said they are seven years, others three and a half.
1:795
Οὐ γὰρ εἰς τέσσαρας τροπὰς ἡ θεία Γραφὴ τὸν ἐνιαυτὸν διαιρεῖ, ἀλλ' εἰς δύο τὰς γενικωτάτας, χειμῶνα καὶ θέρος·
因為神的聖經不把一年分為四季,乃是分為最概括的兩季,就是冬與夏;
For divine Scripture does not divide the year into four seasons, but into two most general ones, winter and summer;
1:796
ἑπτὰ οὖν τοιαῦτα τμήματα τρία καὶ ἥμισυ πληροῖ ἔτη·
如此七個這樣的段落,正好構成三年半;
seven such portions, then, fill out three and a half years;
1:797
Τοσοῦτον δὲ, φησὶν, ἐν τῇ συμφορᾷ διατελέσεις χρόνον·
他說:「你必在這災禍中度過這麼長的時間;」
'For so long a time,' he says, 'shall you continue in the calamity;'
1:798
ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν. Ἐπειδὴ γὰρ ὀνειρο πολεῖς εἶναι θεὸς, μᾶλλον δὲ καὶ κρείττων Θεοῦ, ἀφαιρεῖταί σου Θεὸς καὶ τὸν ἀνθρώπινον λογισμὸν, καὶ τοῖς θηρίοις σε ἐοικέναι ποιήσει, ἵνα τῇ πείρᾳ μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τί μὲν ἀν θρωπίνη εὐκληρία, τί δὲ θεία βασιλεία, καὶ ὅτι ταύτης τυχεῖν ἀδύνατον μὴ βουλομένου Θεοῦ
「直到你知道至高者在人的國中掌權,要將國賜與誰就賜與誰。」因為你既妄想作神——不,甚至妄想比神更大——神便從你身上奪去連你為人的理智,並要使你像野獸一樣,好叫你藉著經歷,學會何為人、何為神,何為屬人的亨通、何為屬神的國度,並且若非神所願意,人就無法得著這國。
'until you know that the Most High rules over the kingdom of men, and gives it to whomsoever He wills.' For since you dream of being a god — nay rather even greater than God — God takes from you even your human reason, and will make you like the beasts, that by experience you may learn what a man is and what God is, and what human prosperity is and what the divine kingship, and that it is impossible to attain to this without the will of God.
1:799
Ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου, ἡ βασιλεία σου σοὶ μενεῖ, ἀφ' ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν οὐράνιον. Ἀπο στερηθεὶς γὰρ τῆς βασιλείας, κἀκεῖνα ὑπομείνας ἅπαντα, ἐπιγνώσῃ τῆς βασιλείας τὸν χορηγὸν, εἶτα γνοὺς ἀπολήψῃ πάλιν τὴν προτέραν ἐξουσίαν·
「留下這樹根上的樹墩;等你知道那屬天的國度以後,你的國必仍歸於你。」因為你被剝奪了國權,並忍受了那一切之後,你必認出那賜國度的主宰;然後,既認識了祂,你必再度得回從前的權柄;
'Leave the stump of the roots of the tree; your kingdom shall remain to you, from the time that you know the kingdom which is of heaven.' For being deprived of the kingdom, and having endured all those things, you shall come to recognize the Giver of the kingdom; then, having come to know Him, you shall receive back again your former authority;
1:800
ἵνα καὶ τῇ ἀφαιρέσει, καὶ τῇ ἀποδόσει, μάθῃς ἀκριβῶς, τίς ὁ τῶν ὅλων κυβερνήτης, τίς ὁ σοφῶς ἅπαντα ἰθύνων καὶ πρυτανεύων
好叫你藉著這奪去與歸還,確切地學知誰是萬有的舵手,誰是智慧地引導並治理萬事的那一位。
so that both by the taking away and by the giving back you may learn exactly who is the Governor of all things, who it is that wisely directs and administers all.
1:801
εἰσφέρει καὶ συμβουλὴν ἀρίστην, καὶ φάρμακον προσφέρει συμβαῖνον τῷ τραύματι
他又提出最好的勸諫,並施予與傷口相合的良藥。
He also brings in the best counsel, and applies a remedy suited to the wound.
1:802
Βούλει, φησὶ, φιλανθρωπίας ἀπολαῦσαι; ἐπίδειξαι ταύτην εἰς τοὺς τὴν αὐτὴν σοὶ φύσιν λαχόντας·
他說:「你願意得享慈愛嗎?那麼你就當向那些與你稟受同一本性的人施行這慈愛;」
'Do you wish,' he says, 'to enjoy loving-kindness? Then show this same toward those who have received the same nature as yourself;'
1:803
οὕτω γὰρ πείσεις τὸν δικαστὴν σβέσαι τὴν ἀπειλὴν, καὶ καταλιπεῖν ἀτέλεστον
「因為你這樣行,就能勸服那審判者熄滅那威嚇,任它不得成就。」
'for thus you will persuade the Judge to quench the threat, and to leave it unfulfilled.'
1:804
Ἴσως γὰρ, φησὶν, ἔσται μακροθυμία τοῖς παραπτώμασί σου. Ὁ μὲν οὖν προφήτης ταύτην εἰσηγήσατο τὴν γνώμην·
他說:「或者對你的過犯必有恆久忍耐。」如此,先知獻上了這勸諫;
'For perhaps,' he says, 'there shall be long-suffering toward your transgressions.' The prophet, then, put forward this counsel;
1:805
ὁ δὲ μείνας ἀτερά μων καὶ ἀκαμπὴς, ἐδέξατο τῆς παρανομίας τὰ ἐπί χειρα, καὶ ἅπερ ἤκουσεν ἀλγεινὰ, ταῦτα τοῖς ὀφθαλ μοῖς ἐθεάσατο
但那執意不肯回轉、剛硬不屈的王,卻領受了他不法的報應,並且他所聽見的那些痛苦之事,都親眼看見了。
but he who remained unbending and inflexible received the wages of his lawlessness, and those grievous things which he had heard, these he beheld with his own eyes.
1:806
Εἶτα καὶ σημαίνει τῆς θείας μα κροθυμίας τὸν χρόνον·
接著他又指明神那恆久忍耐的時間;
Then he also signifies the length of the divine long-suffering;
1:807
δυοκαίδεκα γὰρ διαδραμόν των μηνῶν, ἐδέξατο ἡ διὰ τῆς προῤῥήσεως ἀπειλὴ τῶν πραγμάτων τὸ τέλος
因為過了十二個月之後,那藉著預言所發出的威嚇,就在事情上得了應驗。
for after twelve months had run their course, the threat delivered through the prediction received the fulfilment of its events.
1:808
Καὶ τοσοῦτον χρόνον εἰς μεταμέλειαν εἰληφὼς, κακῶς τὴν τῆς μεταμελείας ἀνάλωσε προθεσμίαν
他既領受了這麼長的悔改時間,卻惡劣地虛度了這悔改的定期。
And having received so long a time for repentance, he wickedly wasted the appointed term of repentance.
1:809
Πρὸς ὃν ὁ μακάριος εἴποι ἂν Παῦλος εἰκότως·
對這樣的人,蒙福的保羅或許會合宜地說:
To such a man the blessed Paul might fittingly say:
1:810
Ἢ τοῦ πλούτου τῆς χρηστό τητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ μακροθυμίας κατα φρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετά νοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
「還是你藐視祂豐富的恩慈、寬容與忍耐,不曉得神的恩慈是領你悔改嗎?你竟任著你剛硬不悔改的心,為自己積蓄忿怒,以致在神震怒、顯明並施行公義審判的日子顯露出來;祂必照各人的行為報應各人:」
'Or do you despise the riches of His kindness and forbearance and long-suffering, not knowing that the goodness of God leads you to repentance? But according to your hardness and impenitent heart you are storing up for yourself wrath in the day of wrath and of the revelation and righteous judgment of God, who will render to each according to his works:'
1:811
τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν, καὶ τιμὴν, καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον·
「凡恆心行善、尋求榮耀、尊貴和不朽壞之福的,就以永生報應他們;」
'to those who by patience in good work seek for glory and honour and incorruption, eternal life;'
1:812
τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πει θομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή·
「惟有結黨、不順從真理、反順從不義的,就以忿怒惱恨報應他們;」
'but to those who are of contention, and who disobey the truth but obey unrighteousness, wrath and indignation;'
1:813
θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν. Ταῦτα γὰρ συνέβη καὶ τῷ Ναβουχοδονόσορ, τῇ τοῦ Θεοῦ μακροθυμίᾳ εἰς δέον οὐ χρησαμένῳ
「將患難、困苦加給一切作惡之人的心。」因為這些事也臨到了尼布甲尼撒,因他沒有照所當的來善用神的恆久忍耐。
'tribulation and anguish upon every soul of man that works evil.' For these things befell Nebuchadnezzar too, since he did not use the long-suffering of God as he ought.
1:814
Καὶ τούτου μάρτυς αὐτὸς οὑτωσὶ λέγων·
對此他自己也作見證,這樣說:
And of this he himself is the witness, speaking thus:
1:815
Καὶ μετὰ δώδεκα μῆνας, ἐν τῷ ναῷ τῆς βασιλείας αὑτοῦ ἐν Βαβυλῶνι περιπατῶν ἦν, καὶ ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δό ξης αὑτοῦ, καὶ ἐπὶ τῶν πύργων αὑτοῦ διεπορεύετο
「過了十二個月,他在巴比倫王宮裡帶著他一切的榮耀行走,走過城牆與他的樓臺。」
'And after twelve months, he was walking in the palace of his kingdom in Babylon, and upon the walls of the city with all his glory, and he was passing over his towers.'
1:816
Καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν·
「王回答說:」「這不是我用大能大力建為京都的大巴比倫,要顯我威嚴的榮耀嗎?」看哪他那自負的膨脹,看哪他那狂妄的過度。
'And the king answered and said:', 'Is not this the great Babylon, which I have built for a royal house, in the might of my power, for the honour of my glory?' Behold the swelling of his pride; behold the excess of his arrogance.
1:817
Οὐκ αὐτή ἐστι Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν κράτει τῆς ἰσχύος μου, εἰς τι μὴν τῆς δόξης μου; Βλέπε τοῦ φρονήματος τὸν ὄγκον, βλέπε τὴν τῆς ἀλαζονείας ὑπερβολήν
「這不是我用大能大力建為京都的大巴比倫,要顯我威嚴的榮耀嗎?」看哪他那自負的膨脹,看哪他那狂妄的過度。
'Is not this the great Babylon, which I have built for a royal house, in the might of my power, for the honour of my glory?' Behold the swelling of his pride; behold the excess of his arrogance.
1:818
Ἐγὼ γὰρ αὐτὴν, φησὶ, βασιλικὴν πόλιν ἐποιησάμην βασίλεια καταστησάμενος ἐν αὐτῇ, εἰς τιμὴν τῆς δόξης μου·
他說:「因為我使它成為京都之城,在其中建立王宮,要顯我榮耀的尊貴;」
'For I,' he says, 'made it a royal city, establishing in it a palace, for the honour of my glory;'
1:819
ἐποίησα δὲ ταῦτα ἰσχὺν ἔχων μεγί στην, καὶ πάντων κεκρατηκώς
「我行這些事,是憑著最大的能力,並且已勝過了一切。」
'and I did these things possessing the greatest might, having gained the mastery over all.'
1:820
Ἀλλὰ μὴν φρυατ τόμενος καὶ βρενθυόμενος, τοιούτοις ἐχρήσατο τοῖς λόγοις·
然而,他確實喘著氣、趾高氣揚地,說出了這樣的話:
But indeed, snorting and swaggering, he made use of such words as these:
1:821
Ἔτι γὰρ, φησὶ, τοῦ λόγου ὄντος ἐν τῷ στό ματι τοῦ βασιλέως, φωνὴ ἀπ' οὐρανοῦ ἐγένετο. Ἐπειδὴ γὰρ εἰς τὸν οὐρανὸν ἀνελθεῖν ὠνειροπόλη σεν, ἐκεῖθεν δέχεται τὴν ἀπόφασιν·
他說:「這話在王口中尚未說完,就有聲音從天上降下。」因為他既妄想升到天上去,這判決便從那裡臨到他;
'For while the word,' he says, 'was yet in the king's mouth, a voice came from heaven.' For since he had dreamed of ascending into heaven, from there he receives the sentence;
1:822
καὶ ἐπειδὴ οὐκ ἀπέχρησεν αὐτῷ τὰ κάτω βασίλεια, ἀλλ' ἅμα καὶ τῶν ἄνω μανικῶς ἐπεθύμησεν, ἔρημος γίνεται καὶ τῶν κάτω·
他既不以地上的國度為滿足,反倒瘋狂地同時貪求上面的事,他便連地上的也一無所有了;
and since the kingdom below did not suffice him, but he madly desired at the same time the things above as well, he becomes destitute even of the things below;
1:823
καὶ τὸν οὐρανὸν ἁρπάσαι θελήσας, καὶ τῆς γῆς ἐξελαύνεται
他既想要奪取天,就連地也被驅逐出去。
and having wished to seize heaven, he is driven out even from the earth.
1:824
Φωνὴ τοίνυν ἦλθεν ἀπ' οὐρανοῦ·
於是有聲音從天上來:
A voice, then, came from heaven:
1:825
Σοὶ, σοὶ λέγεται, Ναβουχοδονόσορ βασι λεῦ. Ὁ δὲ τῆς ἀντωνυμίας διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται, ἀλλ' εἰς ἔλεγχον ἐναργέστερον τοῦ πρὸς ὃν ταῦτα λέγεται
「尼布甲尼撒王啊,有話對你,對你說。」這代名詞的重複並非平白放置,乃是為要更鮮明地責備那被說話的對象。
'To you, to you it is said, Nebuchadnezzar the king.' Now the doubling of the pronoun is not set down simply, but for a more vivid rebuke of him to whom these things are said.
1:826
Καλεῖ δὲ αὐτὸν ἔτι βασιλέα, καὶ τὴν παροῦσαν ἔτι δόξαν, καὶ τὴν ἐσομένην οὐκ εἰς μακρὰν ἀτιμίαν δεικνύς
他仍舊稱他為王,藉此同時顯明那仍舊存在的榮耀,以及那不久將臨到的羞辱。
And he still calls him king, thereby showing both the glory that is still present and the dishonour that shall come before long.
1:827
Ἡ βασιλεία σου, φησὶ, παρῆλθεν ἀπὸ σοῦ
他說:「你的國已離開你了。」
'Your kingdom,' he says, 'has departed from you.'
1:828
(κθʹ.) Καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσι, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοὶ, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐ τήν. Εἶτα δεικνὺς τὴν τῆς τιμωρίας ὀξύτητα, καὶ παραυτίκα, φησὶ, τῷ λόγῳ τὸ ἔργον ἐπηκο λούθησεν
(二十九節。)「人必趕逐你離開世人,你必與野獸同居,人必用草餵你如同餵牛,且有七期臨到你,直到你知道至高者在人的國中掌權,要將國賜與誰就賜與誰。」接著,為顯明刑罰的迅速,他說事情立時就隨著這話而來。
(v. 29.) 'And they shall drive you out from among men, and with the wild beasts shall be your dwelling, and they shall feed you with grass like an ox, and seven times shall pass over you, until you know that the Most High rules over the kingdom of men, and gives it to whomsoever He wills.' Then, showing the swiftness of the punishment, and that immediately, he says, the deed followed upon the word.
1:829
Αὐτῇ, φησὶ, τῇ ὥρᾳ συνετελέσθη ὁ λόγος ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐδιώχθη. Ἐξεδιώχθη δὲ πρῶτον μὲν δι' αὐτὸ τὸ πάθος·
他說:「就在那時,這話就應驗在尼布甲尼撒身上,他被趕逐離開世人。」他之被趕逐,首先是因著這病症本身;
'In that very hour,' he says, 'the word was accomplished upon Nebuchadnezzar, and he was driven out from among men.' And he was driven out, first of all, because of the affliction itself;
1:830
μανίᾳ γὰρ παρεδόθη καὶ λύττῃ καὶ μυρία ἂν εἰργάσατο κακὰ, εἴπερ ἀδείας ἀπήλαυσεν·
因為他被交於瘋狂與癲狂,倘若他得以放任無阻,就必行出無數的惡來;
for he was given over to madness and frenzy, and would have wrought countless evils, had he enjoyed impunity;
1:831
συμφορᾷ δὲ περιπεσόντι ἐπέθεντο, τῆς ὠμότητος αὐτὸν βδελυξά μενοι
及至他陷入災禍,人便撲向他,因為厭惡他的殘暴。
and when he had fallen into calamity, they set upon him, loathing his savagery.
1:832
Καὶ χόρτον ὡς βοῦς, φησὶν, ἤσθιεν. Ἴδιον γὰρ τῶν παραπαιόντων, οὐ μόνον τὸ λέγειν καὶ πράττειν ἀλόγιστά τε καὶ ἄτακτα, ἀλλὰ καὶ τὸ ἐσθίειν ἅπαντα τὰ προσπίπτοντα·
他說:「他吃草如牛。」因為神志錯亂的人有一特徵,不僅是說出、行出無理而混亂的事,並且也吃一切碰見的東西;
'And he ate grass like an ox,' he says. For it is characteristic of those who are deranged, not only to say and do things senseless and disorderly, but also to eat everything that comes their way;
1:833
τοῦτο δ' ἄν τις ἴδοι καὶ νῦν τοὺς ὑπὸ δαιμόνων ἐνοχλουμένους ποιοῦντας καὶ πάσχοντας
這事就是如今在被鬼魔攪擾的人身上,也可以看見他們如此行、如此受苦。
and this one might see even now in those who are troubled by demons, both doing and suffering the like.
1:834
Οὐ μόνον δὲ ὡς βοῦς ἤσθιε τὸν χόρτον, ἀλλὰ Καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη. Ὑπαίθριος γὰρ ταλαιπωρῶν, καὶ γυμνῷ τῷ σώματι κρυμῷ τε προσπαλαίων καὶ φλογμῷ, ἀναγκαίως ἑτέραν ἐδέξατο χρόαν
他不僅像牛一樣吃草,並且「他的身也被天露滴濕」。因為他露天受苦,赤身與寒霜和烈日相搏,就必然變成了另一種膚色。
And not only did he eat the grass like an ox, but also 'from the dew of heaven his body was wetted.' For being in distress under the open sky, and with naked body wrestling against frost and scorching heat, he necessarily took on another hue.
1:835
Ἕως οὗ αἱ τρίχες αὐτοῦ, ὡς λεόντων, ἐμεγαλύνθησαν, καὶ οἱ ὄνυχες αὐτοῦ, ὡς ὀρνέων. Μὴ ἀποκειρόμενος γὰρ συνήθως, μηδὲ ἀφαιρούμενος τῶν ὀνύχων τὰ περιττὰ, ἀναγκαίως ἐν τοσούτῳ χρόνῳ τοιαύτας ἔσχηκε καὶ τρίχας καὶ ὄνυχας
「直到他的頭髮長長如鷹毛,指甲如鳥爪。」因為他既沒有按著慣例被剪髮,也沒有把指甲的多餘部分修去,在這麼長的時間裡,他就必然生出這樣的頭髮和指甲。
'Until his hairs grew great like a lion's, and his nails like a bird's.' For not being shorn as is customary, nor having the overgrowth of his nails pared away, he necessarily, in so long a time, came to have such hairs and nails.
1:836
Τῆς γὰρ θείας ἔρημος γενόμενος προμηθείας, οὐδὲ τῆς παρὰ τῶν οἰκείων ἐπιμελείας ἀπήλαυσεν, καὶ ταῦτα γυναικὸς οὔσης, καὶ παίδων, καὶ συγγενῶν·
因為他既喪失了神的眷佑,也就不能享有自己家人的照料,儘管他有妻子、有兒女、有親屬;
For being bereft of the divine providence, neither did he enjoy the care of his own household, and that though he had a wife, and children, and kinsfolk;
1:837
ἀλλὰ θηρίου δίκην τοὺς ἀοικήτους χώρους διετέλει περινοστῶν, τὴν τῶν ἀλόγων τροφὴν τῇ γαστρὶ παραπέμπων·
反倒像野獸一樣,不斷在無人居住之地流蕩,把牲畜的食物送進肚腹;
but after the manner of a beast he continued roaming through the uninhabited regions, consigning to his belly the food of the brute creatures;
1:838
ἐπειδὴ γὰρ, Ἄνθρωπος ὢν. καὶ ἐν τιμῇ ὢν μεγίστῃ, οὐ συνῆκεν, ἀλλὰ παρασυν εβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐ τοῖς, καὶ θηριώδει γνώμῃ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, εἰκότως καὶ μάλα δικαίως τὸν κτηνώδη καὶ θηριώδη βίον κατεδικάσθη
因為他既「身為人」,且在極高的尊榮之中,卻不省悟,反倒與那無知的畜類相比擬,變得與牠們一樣,並以獸性的心懷對待他的臣民,所以他被定受那畜類般、野獸般的生活,乃是合宜而極其公義的。
for since, 'being a man,' and being in the highest honour, he understood not, but was likened to the senseless beasts, and became like unto them, and used a bestial disposition against his subjects, fittingly and most justly he was condemned to the beast-like and savage life.
1:839
Μετὰ γὰρ τέλος, φησὶ, τῶν ἡμερῶν, ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρα νὸν ἀνέλαβον. Οὐχ ἁπλῶς δὲ προστέθεικε τὸ ἐγὼ, ἀλλὰ διδάσκων ἅπαντας ἀνθρώπους, ὡς Ὁ τῇ ἀλαζο νείᾳ ἐκείνῃ χρησάμενος, ὁ εἰρηκώς·
他說:「日子滿了之後,我尼布甲尼撒舉目望天。」他加上這「我」並非無故,乃是要教訓眾人:那用過那樣狂妄之言、曾說過的:
'For after the end of the days,' he says, 'I Nebuchadnezzar lifted up my eyes to heaven.' And he did not add the 'I' without purpose, but teaching all men that he who had used that arrogance, who had said:
1:840
Τίς ἐστιν ὁ Θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; ὁ ὀνειροπολήσας εἰς τὸν οὐρανὸν ἀναβῆναι, καὶ ἐπάνω τῶν ἀστέρων θεῖναι τὸν θρόνον μου, ἐδιδάχθην τῇ πείρᾳ τὸ δέον, ἔμαθον διὰ τῆς τιμωρίας σωφρονεῖν, τὴν ἐμαυτοῦ δουλείαν ἐπέγνων
「有何神能救你們脫離我的手呢?」——那曾妄想升到天上、把我的寶座設在眾星之上的——「我藉著經歷學會了所當學的,我藉著刑罰學會了清醒自守,我承認了自己的僕役之分。」
'Who is the God that shall deliver you out of my hands?' — he who had dreamed of ascending into heaven and setting my throne above the stars — 'I was taught by experience what was needful, I learned through punishment to be sober-minded, I acknowledged my own servitude.'
1:841
παραυτίκα δὲ ὑγιῆ τὸν νοῦν ἀπέλαβον
我立刻恢復了健全的心智。
And straightway I received back my mind in health.
1:842
Καὶ τῷ Ὑψίστῳ εὐλόγησα, καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ᾔνεσα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Γνοὺς γὰρ τῇ πείρᾳ, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, τὸν μὲν Ὕψιστον καὶ ζῶντα προσαγορεύει, καὶ βασιλέα αἰώνιον ἀποκαλεῖ, τὴν δὲ οἰκείαν εὐτέλειαν ἐπιγινώσκει
「我就稱頌至高者,讚美尊敬那永遠活著的,因為祂的權柄是永遠的權柄,祂的國存到萬代。」因為他既已藉著親身經歷認識了人是甚麼、神是甚麼,便稱祂為至高者、永活者,尊祂為永遠的君王,同時承認自己的卑微渺小。
'And I blessed the Most High, and I praised and honored Him who lives forever, for His dominion is an everlasting dominion, and His kingdom endures from generation to generation.' For having learned by experience what man is and what God is, he calls Him the Most High and the Living One, and names Him the eternal King, while acknowledging his own worthlessness.
1:843
Καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν. Μέχρι μὲν γὰρ τοῦ παρόντος ᾤμην εἶναι ἐμαυτὸν μέγιστόν τε καὶ ὑψηλότατον, νῦν δὲ ἔγνων σαφῶς, ὡς πᾶσα τῶν ἀνθρώπων ἡ φύσις Θεῷ παραβαλλομένη οὐδέν ἐστι
「地上所有的居民都算為虛無。」因為直到如今我還以為自己極其偉大、極其崇高;但現在我已清楚地認識到,人類的全部本性與神相比,實在算不得甚麼。
'And all who dwell upon the earth are reckoned as nothing.' For until the present I supposed myself to be very great and most exalted; but now I have clearly recognized that the whole nature of men, when set beside God, is nothing.
1:844
Καὶ ζητήσας εὐτελείας προσηγορίαν, καὶ μὴ εὑρὼν ἀξίαν, τὸ οὐδὲν τέθεικεν, ἔμφασιν ἔχον ἱκανὴν τοῦ σφαλεροῦ καὶ εὐδιαλύτου τῆς φύσεως
他尋找一個能形容自己卑微的稱謂,卻找不到合適的,便用了「虛無」一詞,這足以表明人性的脆弱與易於瓦解。
And seeking a name for his own worthlessness, and finding none worthy, he set down 'nothing,' which sufficiently expresses the frailty and dissolubility of our nature.
1:845
Οὕτω δὲ καὶ ὁ μακάριος Ἡσαΐας τοῖς εἰδώλοις τὴν θείαν παραβάλλων φύσιν, τὸ τῶν ἀν θρώπων εἰς μέσον παρήγαγε γένος
同樣地,蒙福的以賽亞在將神性與偶像相比時,也把人類擺在中間作對照。
In this same way the blessed Isaiah too, comparing the divine nature with the idols, brought forward into the midst the race of men.
1:846
Εἰ γὰρ πάντα τὰ ἔθνη, φησὶν, ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται·
他說:「看哪,萬民都像水桶的一滴,又如天平上的微塵,也必被算作唾沫;」
'For if all the nations,' he says, 'were reckoned as a drop from a bucket, and as the tipping of a balance, and shall be counted as spittle;'
1:847
ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τε τράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν αὐτῷ·
「利巴嫩不彀當柴燒,其中的走獸也不彀作燔祭;萬民在祂面前好像虛無,被祂看為虛空。」
'and Lebanon is not sufficient for burning, and all its four-footed beasts are not sufficient for a whole burnt offering, and all the nations are as nothing, and are reckoned by Him as nothing;'
1:848
τίνι ὁμοιώσετε Κύριον; καὶ τίνι ὁμοιώματι ὁμοιώ σετε αὐτόν; Τοσαύτην ὠφέλειαν ὁ Ναβουχοδονόσορ ἐκ τῶν συμφορῶν ἐδέξατο, ὅτι προφητικῶς περὶ Θεοῦ καὶ φρονεῖ καὶ φθέγγεται·
「你們究竟將誰比神呢?用甚麼形像與祂相比呢?」尼布甲尼撒從他的災禍中得著這樣大的益處,以致他對神的思想與言語都帶著先知的口吻;
'To whom will you liken the Lord? and to what likeness will you compare Him?' So great was the benefit that Nebuchadnezzar received from his misfortunes, that he both thinks and speaks about God in a prophetic manner;
1:849
καὶ ὡς ἐκ συμφωνίας. τινὸς ἀπὸ τῆς κτίσεως πᾶσαν τὴν ὑμνῳδίαν ὑφαίνει
又彷彿在某種和諧的合奏中,他從受造之物編織出他整篇的頌讚。
and as though in a kind of concert, he weaves his whole song of praise out of the creation.
1:850
κατοικίᾳ τῆς γῆς. Καὶ αὕτη δὲ ἑτέρου προφήτου διδασκαλία
「⋯⋯地上的居民。」這也是另一位先知的教訓。
'...the inhabitants of the earth.' And this too is the teaching of another prophet.
1:851
Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Τοῦτο καὶ οὗτος κηρύττει
「耶和華在天上、在地上,凡祂所喜悅的都行了。」這也正是此人所宣告的。
'Whatever the Lord willed, He did, in heaven and on earth.' This is what this man too proclaims.
1:852
Ἃ γὰρ θέλει, φησὶ, καὶ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς, πρυτανεύει καὶ δεσπόζει, οὐ μόνον τῆς γῆς, ἀλλὰ δὴ καὶ αὐτῶν τῶν οὐρανῶν
他說:「凡祂所願意的,」無論在天上的萬象中,還是在地上的居民中,祂都作為主宰掌管治理,不僅治理大地,甚至治理諸天本身。
'For whatever He wills,' he says, both in the host of heaven and among the inhabitants of the earth, He governs and rules as sovereign, not only over the earth, but indeed over the very heavens themselves.
1:853
Εἶτα καὶ ἄμαχον δεικνὺς τῆς δυνάμεως·
接著,他又表明祂的能力是不可抗拒的:
Then, showing also that His power is irresistible:
1:854
Καὶ οὐκ ἔστι, φησὶν, ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ αὐτῷ·
他說:「無人能攔阻祂的手,或對祂說,」
'And there is none,' he says, 'who can withstand His hand, or say to Him,'
1:855
Τί τοῦτο ἐποίησας; Ἀνάγκη γὰρ στέργειν τὰ ὑπ' αὐτοῦ γινόμενα, ἐάν τε θυμήρη, ἐάν τε ἀλγεινὰ ᾖ·
「你所作的是甚麼呢?」因為凡祂所行的,無論是叫人歡喜的,還是叫人痛苦的,我們都當甘心領受;
'What is this you have done?' For we must be content with the things done by Him, whether they be pleasant or grievous;
1:856
τολμηρὸν γὰρ τὸ ἀντιτείνειν, καὶ αἰτιᾶσθαι τὰ ὑπ' αὐτοῦ σοφῶς πρυτανευόμενα
因為抗拒祂、埋怨祂智慧地治理的事,乃是狂妄放肆的。
for it is presumptuous to resist and to find fault with the things wisely governed by Him.
1:857
Ταῦτα, φησὶ, γνοὺς καὶ ὁμολογήσας, καὶ τὸν Ὕψιστον δοξάσας, εἰς ἐμαυτὸν ἐπανῆλθον, καὶ τὴν προτέραν βασιλείαν μετ' εὐσεβείας ἀπέλαβον
他說:「我既認識並承認了這些事,又榮耀了至高者,就回復了本心,與敬虔一同接回了我先前的國位。」
'Having learned and confessed these things,' he says, 'and having glorified the Most High, I returned to myself, and received back my former kingdom together with piety.'
1:858
Αὐτῷ γὰρ τῷ καιρῷ αἱ φρένες μου ἐστρά φησαν πρός με, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ. Αὐχμῶν γὰρ, ὡς εἰκὸς, καὶ ῥυπῶν, ἀποκειράμενος καὶ τὰ περιττὰ τῶν ὀνύχων ἀφελόμενος, καὶ τὸν ῥύπον ἀπονιψάμενος, καὶ τῆς θείας χάριτος ἀπολαύ σας, ἐπεγνώσθη ὅτι ἄνθρωπος ἦν ἐκεῖνος, ὁ πρότε ρον τὴν μεγίστην διέπων βασιλείαν
「就在那時,我的聰明復歸於我,我國位的榮耀也重歸於我,我的儀容也恢復到我身上。」因為他本是可想而知的污穢骯髒,及至剃了鬚髮、剪去了過長的指甲、洗淨了污垢,又享受了神的恩典,人就認出他正是先前執掌那最大國度的那人。
'For at that very time my understanding returned to me, and I came to the honor of my kingdom, and my form returned upon me.' For being, as was likely, squalid and filthy, when he had been shorn, and had cut away the overgrown nails, and had washed off the filth, and had enjoyed the divine grace, it was recognized that he was that very man who formerly administered the greatest kingdom.
1:859
Καὶ οἱ τύ ραννοί μου, φησὶ, καὶ οἱ μεγιστᾶνές μου ἐπεζήτουν με. Ἀποθέμενοι γὰρ κἀκεῖνοι τὸ μῖσος, διάθεσιν περὶ ἐμὲ καὶ φίλτρον ἔλαβον
他說:「我的臣宰和大臣都來尋求我。」因為他們也除去了心中的仇恨,對我懷有善意與愛慕。
'And my rulers,' he says, 'and my nobles sought me out.' For they too, having laid aside their hatred, took on a disposition and affection toward me.
1:860
Καὶ ἐπὶ τὴν βασι λείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσο τέρα προσετέθη μοι. Καὶ τοῦτο δὲ πάλιν εὐσεβείας γέμει τὸ ῥῆμα·
「我在國位上得以堅立,並且有更大的威嚴加給我。」這句話又滿有敬虔;
'And I was established over my kingdom, and yet greater majesty was added to me.' And this saying again is full of piety;
1:861
οὐ γὰρ εἶπε, Μεγαλωσύνην περισ σοτέραν ἐκτησάμην, ἀλλὰ, Προσετέθη μοι, τὸν χορηγὸν ὑποδεικνὺς, καὶ τῶν ἀγαθῶν κηρύττων τὸν αἴτιον
因為他沒有說「我獲得了更大的威嚴」,乃是說「威嚴加給了我」,藉此指出那賜予者,宣告那一切美善的根源。
for he did not say, 'I acquired greater majesty,' but 'It was added to me,' thereby pointing to the Giver, and proclaiming the Author of good things.
1:862
Νῦν οὖν, φησὶν, ἐγὼ Ναβουχοδονόσορ αἰνῶ, καὶ ὑψῶ, καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ, καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφα νίᾳ δύναται ταπεινῶσαι· Λαβὼν γὰρ πεῖραν τῶν λυπηρῶν, εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῶ καὶ ὑμνῶ τὸν ταῦτά μοι κἀκεῖνα λυσιτελῶς ἐπαγαγόντα, καὶ λίαν σοφῶς·
他說:「現在我尼布甲尼撒讚美、尊崇、榮耀天上的君王,因為祂所作的全都真實,祂的道盡都公平;那行動驕傲的,祂能降為卑。」因為我既嘗到了苦難的滋味,隨後又得以脫離,我便讚美歌頌那把這些患難與那些恩惠都有益地、且極其智慧地加給我的主;
'Now therefore,' he says, 'I, Nebuchadnezzar, praise and exalt and glorify the King of heaven, for all His works are true, and His ways are judgments, and all who walk in pride He is able to humble.' For having had experience of grievous things, and then being delivered from them, I praise and hymn Him who brought both these and those upon me profitably, and with great wisdom;
1:863
Μαθόντες τοίνυν, ὅπως ὑπερηφανία καὶ τῦφος τοὺς χρωμένους λωβᾶται, καὶ ὡς ὁ τούτοις χαίρων τρυγᾷ καρποὺς οὐκ ἀγαθοὺς, τὴν μητέρα τῶν ἀγαθῶν ταπεινοφροσύνην κτησώ. μεθα·
所以,我們既已學到驕傲與自誇如何傷害那些懷有它們的人,又學到那以此為樂的人如何收取不良的果子,就讓我們獲取謙卑,那眾善之母;
Having learned, therefore, how pride and vainglory injure those who practice them, and how he who delights in these reaps fruits that are not good, let us acquire humility, the mother of good things;
1:864
τοῦτο γὰρ καὶ ὁ Κύριος μακαρίζει τὸ κτῆμα, ὡς πρόσοδον ἔχον τὴν βασιλείαν τῶν οὐρανῶν
因為主也稱這產業為有福的,因它以天國為它的收益。
for this possession the Lord also pronounces blessed, as having the kingdom of heaven for its revenue.
1:865
Μα κάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐ τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Προτίθησι δὲ καὶ ἑαυτὸν ἀρχέτυπον τοῖς ὠφελεῖσθαι βουλομένοις, λέγων·
祂說:「虛心的人有福了,因為天國是他們的。」祂又把自己立為榜樣,給那些願意得益處的人,說:「
'For blessed,' He says, 'are the poor in spirit, for theirs is the kingdom of heaven.' And He also sets Himself forth as an archetype for those who wish to be benefited, saying:
1:866
Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ δεικνὺς, ἡλίκος τούτων ὁ καρπὸς, εὐθὺς ἐπήγαγε·
你們當跟我學,因為我心裏柔和謙卑。」祂為要顯明這些的果子何等大,就立刻補充說:
'Learn from Me, for I am gentle and lowly in heart.' And showing how great is the fruit of these things, He immediately added:
1:867
καὶ τῆς παρούσης εὐημερίας θεώμενοι τὸ ὀξύῤῥοπον, μηδὲν μὲν ἀλαζονικὸν ἐπὶ τοῖς παροῦσι φρονήσωμεν·
我們既看見今生亨通轉瞬即逝,就不可對眼前的好處存任何自誇的念頭;
and beholding the fleeting swiftness of present prosperity, let us think nothing boastful about our present goods;
1:868
γελάσωμεν δὲ μᾶλλον αὐτῶν τὸ εὔτρεπτον καὶ ἀβέβαιον, καὶ ἐπιθυμῶμεν ἐκεί νων ἐπιτυχεῖν τῶν ἀγαθῶν, ἃ διαρκῆ τὴν φύσιν καὶ μόνιμον ἔχει·
倒要譏笑它們的多變與不穩定,並渴望得著那些本質長存不衰的美善之物;
but let us rather laugh at their changeableness and instability, and let us long to attain those good things which have a nature that is enduring and abiding;
1:869
ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們眾人都得以享受這些福分,藉著我們主耶穌基督的恩典與慈愛;願榮耀藉著祂歸與父,並與聖靈同得,從今直到永遠,世世無盡。阿們。
which may it be granted to us all to enjoy, by the grace and love toward mankind of our Lord Jesus Christ, with whom be glory to the Father, together with the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
1:870
Ναβουχοδονόσορ, Εὐϊλὰδ Μαροδὰχ, Βαλτάσαρ
尼布甲尼撒、以未米羅達、伯沙撒。
Nebuchadnezzar, Evil-merodach, Belshazzar.
1:871
Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὑτοῦ. Οὗτος υἱὸς μέν ἐστι τοῦ Ναβουχοδονόσορ, οὐκ εὐθὺς δὲ αὐτὸν διεδέξατο·
「伯沙撒王為他的大臣設擺盛大的筵席。」這人是尼布甲尼撒的兒子,卻不是立刻繼承他的;
'Belshazzar the king made a great feast for his nobles.' This man is the son of Nebuchadnezzar, yet he did not succeed him immediately;
1:872
ὁ γὰρ Εὐϊλὰδ Μαροδὰχ ἀδελφὸς αὐτοῦ ὢν πρεσβύτερος ἐβασίλευσε, καὶ τοῦτο ἡ τῶν Βασιλειῶν ἡμᾶς ἱστορία διδάσκει, καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, οὑτωσὶ λέγων·
因為以未米羅達作為他的兄長先作了王;這是列王記的記載所教訓我們的,蒙福的先知耶利米也如此說:
for Evil-merodach, being his elder brother, reigned; and this the history of the Kings teaches us, as does the blessed prophet Jeremiah, speaking thus:
1:873
Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀπῳκισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ, καὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, ἔλαβεν Εὐϊλὰδ Μαροδὰχ, βα σιλεὺς Βαβυλῶνος, ἐν ᾧ ἐνιαυτῷ ἐβασίλευσε, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἐξήγαγεν. αὐτὸν ἐξ οἴκου, οὗ ἐφυλάττετο, καὶ ἐλάλησεν αὐτῷ χρηστὰ, καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρό νων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιε διαπαντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησεν. Ἰωακεὶμ δὲ οὗτός ἐστιν ὁ καὶ Ἰεχωνίας·
「猶大王約雅斤被擄後三十七年,十二月二十四日,巴比倫王以未米羅達元年,使猶大王約雅斤抬起頭來,領他出監,用恩言待他,使他的位高過與他一同在巴比倫眾王的位,給他脫了囚服,他終身常在王面前喫飯,直到他死的日子。」這約雅斤就是那又名耶哥尼雅的。
'And it came to pass in the thirty-seventh year of the captivity of Jehoiachin king of Judah, in the twelfth month, and on the twenty-fourth of the month, that Evil-merodach, king of Babylon, in the year in which he began to reign, lifted up the head of Jehoiachin king of Judah, and brought him out of the house where he was kept, and spoke kindly to him, and gave him a throne above the thrones of the kings who were with him in Babylon, and changed the garments of his imprisonment, and he ate bread continually before him all the days that he lived.' And this Jehoiachin is the same also called Jeconiah.
1:874
Μετὰ τὸν Ναβουχοδονόσορ τοίνυν Εὐϊλὰδ Μαροδὰχ βασιλεύει·
所以,在尼布甲尼撒之後,以未米羅達作王;
After Nebuchadnezzar, then, Evil-merodach reigned;
1:875
μετὰ δὲ τοῦτον ὁ Βαλτάσαρ
在他之後,是伯沙撒。
and after him, Belshazzar.
1:876
οὗ χάριν οὐδὲ ἅπαντα τὰ ὑπὸ τοῦ Ναβουχοδονόσορ γε γενημένα συνέγραψεν, ἀλλ' ἐκεῖνα μόνον, ὧν ἀναγ καία ἦν διὰ τὴν ὠφέλειαν ἡ μνήμη
因此,他連在尼布甲尼撒時代所發生的一切也沒有全都記下,只記那些為著益處而有記念之必要的事。
For which reason he did not write down all the things done under Nebuchadnezzar either, but only those whose remembrance was necessary for the sake of profit.
1:877
Ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ Βαλτάσαρ μέγιστον ἔδειξεν ὁ Θεὸς θαῦμα, καὶ ἱκανὸν, οὐ μόνον τοῖς τηνικάδε ἀνθρώ ποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις, εὐλά βειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδ ηγῆσαι, οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατα κρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ, καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν
既然如此,神在伯沙撒時代也顯出了極大的奇事,足以在當時的人、也在後來要出生的人心中種下敬畏與懼怕,並引導他們歸向敬虔,祂便不以為將這樣大的恩惠緘默地隱藏是合宜的,反倒認為將它記錄下來、作為給眾人的教訓的紀念留存,乃是聖潔的事。
Since, then, under Belshazzar also God displayed a very great wonder, sufficient to instill reverence and awe, and to guide toward piety, not only in the men of that time, but also in those who should come to be later, He did not think it right to hide so great a benefaction in silence, but deemed it holy to record it, and to leave it as a memorial of instruction for all.
1:878
Βαλτάσαρ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὑτοῦ χιλίοις, καὶ ἔναντι τῶν χιλίων ὁ οἶνος. Τουτέστι, τοῖς χιλίοις ἀρκῶν, πρὸς τὸν τοσοῦτον ἀριθμὸν ηὐτρεπισμένος
「伯沙撒王為他的一千大臣設擺盛大的筵席,與這一千人對面飲酒。」就是說,那酒足彀那一千人所用,是為這樣大的數目所預備的。
'Belshazzar the king made a great feast for his thousand nobles, and before the thousand was the wine.' That is, wine sufficient for the thousand, prepared for so great a number.
1:879
Πίνων δὲ, φησὶν, ὁ Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ, ὁ πατὴρ αὐτοῦ, ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλήμ·
他說:「伯沙撒歡飲之間,在嘗酒的時候,吩咐人將金銀器皿拿來,就是他父親尼布甲尼撒從耶路撒冷殿中所掠取的;」
'And as he was drinking,' he says, 'Belshazzar, in the taste of the wine, commanded that the golden and silver vessels be brought, which Nebuchadnezzar his father had carried off from the temple in Jerusalem;'
1:880
Πίνων γὰρ, φησὶν, ὁ βασιλεὺς εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ. Κατ έχωσε γὰρ ἡ μέθη τὸν λογισμὸν, καὶ ἡ ἀκρασία τὴν κατὰ τοῦ Θεοῦ μανίαν ἐγέννησε·
他說:「王歡飲之間,在嘗酒的時候,吩咐人將金銀器皿拿來。」因為醉酒淹沒了他的理智,放縱無度生出了他敵擋神的狂妄;
'For as the king was drinking,' he says, 'he commanded in the taste of the wine that the golden and silver vessels be brought.' For drunkenness overwhelmed his reason, and intemperance gave birth to his madness against God;
1:881
καὶ τὰ ἀφιερωμένα τῇ τοῦ Θεοῦ θεραπείᾳ σκεύη, ἃ Ναβουχοδονόσορ, ὁ πατὴρ αὐτοῦ, ἔλαβε μὲν, τοῦ Θεοῦ προδεδωκότος, ἐτίμησε δὲ ὡς ἐνόμισε, καὶ τῆς τῶν ἀνθρώπων ἠλευθέρωσε χρή σεως, τούτοις ὡς κοινοῖς οὗτος ἐτόλμησε χρήσασθαι·
又那些分別為聖、獻與敬拜神之用的器皿,就是他父親尼布甲尼撒因神先將它們交付而奪來、又按己意加以尊重、使之脫離人日常之用的,此人竟膽敢把它們當作平常之物來使用;
and the vessels consecrated to the service of God, which Nebuchadnezzar his father had taken—God having delivered them up—and had honored as he saw fit, and had set free from the use of men, these this man dared to use as though they were common;
1:882
οὐ γὰρ εἶπε μόνον, ἀλλὰ καὶ τὸ ἔργον τοῖς λόγοις ἐπέθηκεν
因為他不僅是口說,還把行動加在言語之上。
for he not only spoke, but also added the deed to the words.
1:883
Ἠνέχθησαν γὰρ, φησὶ, τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ. Καλῶς δὲ τὴν τῆς ἀτοπίας ἔδειξεν ὑπερβολὴν, πρὸς τῷ ναῷ. καὶ τοῦ Θεοῦ μνημονεύσας, καὶ τοῦ ναοῦ δὲ δεικνὺς τὸ ἐπίσημον, τὴν τῆς Ἱερουσαλὴμ προσ ηγορίαν προστέθεικε
他說:「於是人把金銀器皿拿來,就是尼布甲尼撒從耶路撒冷神殿中所掠取的。」他一同提及神與那殿,正是恰當地顯明了這惡行的過分;又為顯明那殿的尊貴,就加上了耶路撒冷的名。
'For they brought,' he says, 'the golden and silver vessels, which Nebuchadnezzar had carried off from the temple of God which was in Jerusalem.' And well did he show the excess of the outrage, by mentioning together with the temple also God, and by showing the distinction of the temple, he added the name of Jerusalem.
1:884
Ταῦτα γὰρ, φησὶ, τὰ σκεύη οὐ τισὶ τῶν δοκούντων, καὶ ὄνομα μόνον ἐχόντων, ἀνέ κειντο θεῶν, ἀλλ' αὐτῷ τῷ ἐπὶ πάντων Θεῷ, ὃς τήν τε Ἱερουσαλὴμ ἐξελέξατο, καὶ τὸν ἐν αὐτῇ νεὼν τῆς οἰκείας ἐπλήρωσε δόξης
他說:「因為這些器皿並非獻與某些只有虛名、被人當作神明的偶像,乃是獻與那超乎萬有的獨一真神,就是那揀選了耶路撒冷、又以自己的榮耀充滿其中殿宇的神。」
'For these vessels,' he says, 'were not dedicated to certain so-called gods that have a name only, but to the very God who is over all, who both chose Jerusalem, and filled the temple in it with His own glory.'
1:885
Ἀλλὰ ταῦτα τὰ ἄψαυ στα, καὶ τῷ Θεῷ τῶν ὅλων ἀνακείμενα, οὐχ ὡς δεο μένῳ, ἀλλ' ὡς ἀποδεχομένῳ τῶν προσφερόντων τὸ εὔγνωμον, ὁ δυσσεβὴς βασιλεὺς εἰς μέσον ἐνεγκὼν, ἔπινεν ἐν αὐτοῖς·
然而,這些不可觸摸、獻與萬有之神的器皿——祂並非有所需要,乃是悅納那奉獻之人的美意——這不敬虔的王竟把它們拿到眾人面前,用它們飲酒;
But these untouchable things, dedicated to the God of all—not as though He had need, but as accepting the good disposition of those who offer—the impious king brought forth into the midst, and drank from them;
1:886
οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ ἔπινον οἶνον·
不僅是他自己,連他的大臣、他的后妃、他的嬪妃也都用它們喝酒;
and not only he himself, but also his nobles, and his consorts, and his concubines drank wine;
1:887
διὰ τούτων ἀπολαύειν τοῦ οἴνου προσέταξεν
他吩咐眾人藉著這些器皿享用那酒。
through these vessels he ordered them to enjoy the wine.
1:888
Ἔπειτα τῆς ἀσε βείας τὸ ἔσχατον ὑποδεικνὺς ὁ προφήτης ἐπήγαγε·
接著,先知為指明那不敬虔的極致,就補充說:
Then the prophet, indicating the extremity of the impiety, added:
1:889
μό νην δὲ μορφὴν δεξαμένους ἐνεργείας ἐστερημένην
⋯⋯不過是接受了一個外形,卻毫無任何作為的能力。
...but having received only a form, devoid of any operation.
1:890
Ἀλλ' οὐκ ἠνέσχετο τῶν ὅλων ὁ Πρύτανις, τῇ μακρο θυμίᾳ, καὶ τοὺς τηνικάδε ἀνθρώπους, καὶ τοὺς μετ' ἐκείνους λυμήνασθαι·
然而,萬有的主宰不容祂的恆久忍耐反倒使當時的人與其後的人都受害;
But the Sovereign of all did not endure to allow, by His longsuffering, both the men of that time and those after them to be harmed;
1:891
παραυτίκα δὲ τὴν οἰκείαν δείκνυσιν δύναμιν
祂立刻就顯出祂自己的能力。
and straightway He displays His own power.
1:892
Μόνους γὰρ αὐτῷ δακτύλους ὑποδείκνυσι γράφοντας, παιδεύων αὐτὸν, ὡς οὐδ' ἂν τούτους ἐθεάσατο, εἰ μὴ παρέσχεν αὐτὸς τῆς χρείας τὴν ἀφορμήν·
因為祂只讓他看見指頭在寫字,藉此教導他,若不是祂自己提供了這事的機緣,他連這些也不得看見;
For He shows him only fingers writing, teaching him that he would not even have beheld these, had not He Himself supplied the occasion for the need;
1:893
μεγίστην δὲ καὶ οἱ σύσσιτοι ἐντεῦθεν ὠφέλειαν ἐλάμβανον, διδασκόμενοι τοῦ μὲν Θεοῦ πρὸς τῷ ἀσωμάτῳ καὶ ἀοράτῳ, τὸ δυνατόν·
同席的人也從中得著極大的益處,因為他們受了教導,認識神除了無形無像之外,還有祂的大能;
and the fellow-banqueters too received the greatest benefit from this, being taught concerning God, along with His incorporeity and invisibility, also His power;
1:894
τῶν δὲ ὑπ' αὐτῶν ὑμνηθέντων θεῶν, πρὸς τῷ ὑλικῷ καὶ ἀψύχῳ, τὸ παντελῶς ἀδρανές τε καὶ ἀσθενές
至於他們所歌頌的那些神明,除了是物質的、無生命的之外,還全然無力而軟弱。
while concerning the gods hymned by them, along with their being material and lifeless, also their utter powerlessness and weakness.
1:895
Ὅτι δὲ πολὺ δέος ἅπασιν ἐνειργάσατο τοῦτο τὸ θαῦμα, ὁ προφήτης μεμαρτύρηκεν, οὕτως εἰπών·
至於這奇事在眾人心中激起了極大的懼怕,先知已作了見證,如此說:
And that this wonder wrought much fear in all, the prophet has testified, speaking thus:
1:896
Τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάραξαν αὐτὸν, καὶ οἱ σύν δεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ τοῦτο τούτῳ συνεκρούοντο. Εἰ δὲ δακτύ λων γραφόντων θεωρία οὕτως ἐξεδειμάτωσε τὸν. τὴν μεγίστην διέποντα βασιλείαν, ὡς καὶ τῶν ἄρ θρων τὰς ἁρμονίας ὑπὸ τοῦ δέους διαλυθῆναι, τρόμον τε καὶ κλόνον ὑπομεῖναι τὰ μέλη, τί οὐκ ἂν ὑπ έμενεν ὁ θεομισὴς, πρηστῆρας ἢ κεραυνοὺς θεασά μενος, ἢ ἀγγέλους βλοσυρὸν βλέποντας, καὶ τῷ καινοπρεπεῖ τῶν σχημάτων δεδιττομένους
「王的臉色就改變了,心意驚惶,腰骨好像脫節,兩膝彼此相碰。」若寫字的指頭之景象竟這樣使那執掌最大國度的人驚恐,以致連他關節的接合都因懼怕而鬆散,四肢也顫抖搖晃,那麼這神所憎惡的人,若看見雷霆閃電,或看見容貌猙獰、以其奇異罕見的形狀恐嚇人的天使,還有甚麼是他所不能承受的呢?
'Then the king's countenance was changed, and his thoughts troubled him, and the joints of his loins were loosened, and his knees knocked one against the other.' But if the sight of writing fingers so terrified the man who administered the greatest kingdom, that even the harmonies of his joints were dissolved by fear, and his limbs endured trembling and agitation, what would that hater of God not have endured, had he beheld thunderbolts or lightnings, or angels of grim aspect, terrifying him by the strange novelty of their forms?
1:897
Ἀληθῶς, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Τοσούτου τοίνυν δέους ἀναπλησθεὶς, ζʹ
誠然,「你這塵土與灰燼,為何自高呢?」他既滿被這樣大的懼怕⋯⋯(第七節)
Truly, 'Why does earth and ashes exalt itself?' Being filled, then, with such great fear... (verse 7)
1:898
Ἐφώνησεν ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, Γαζαρηνούς. Ὁ γὰρ φόβος εἰργάζετο τὴν βοὴν, καὶ τῆς ψυχῆς ὁ θόρυβος μαθεῖν κατήπειγε τὴν ἀπόφασιν
「大聲吩咐將術士、迦勒底人、觀兆的領進來。」因為懼怕發出了那呼喊,而他心靈的紛亂催逼他急切要知道那判語。
'He cried aloud with might to bring in the magicians, the Chaldeans, the soothsayers.' For fear produced the outcry, and the tumult of his soul urgently pressed him to learn the pronouncement.
1:899
Εἶτα προτίθησιν ἆθλον τῷ τὴν γρα φὴν ἀναγινώσκοντι καὶ τὴν ἑρμηνείαν ἐπάγοντι, ἐσθῆτα βασιλικὴν, καὶ χρυσοῦν περιδέῤῥαιον, καὶ τὸ τὴν τρίτην τάξιν ἔχειν μετὰ τὸν βασιλέα
隨後他為那能讀出這字並加以解釋的人立下賞賜:一件王的紫袍、一條金鍊,並在王之下位居第三。
Then he sets forth a prize for the one who reads the writing and supplies the interpretation: a royal robe, and a golden collar, and to hold the third rank after the king.
1:900
Ἀλλὰ τῶν μὲν μάγων καὶ Χαλδαίων τὸ ἄθεον ἐξηλέγχετο·
然而術士與迦勒底人的無神便被揭露了;
But the godlessness of the magicians and Chaldeans was exposed;
1:901
εὑρεῖν γὰρ οὐκ ἴσχυον τὴν τῶν θείων γραμμάτων ἀνάγνωσιν, καὶ ταῦτα ἄθλου τοσούτου προκειμένου, καὶ λίαν αὐτοὺς προτρέποντος
因為他們無力找出那神聖字跡的讀法,何況又有這樣大的賞賜擺在他們面前,極力催逼他們。
for they were not able to find out the reading of the divine writing, and that too when so great a prize was set before them, and greatly urging them on.
1:902
ἀλλὰ πρῶτον μὲν ὑπέδειξε τοῦ γράφοντος τοὺς δακτύλους
但祂首先顯出了那寫字者的指頭。
but first He revealed the fingers of the one writing.
1:903
Ταραττομένων τοίνυν καὶ τοῦ βασιλέως, καὶ τῶν δαιτυμόνων, ιʹ
所以,當王與同席的人都驚惶的時候⋯⋯(第十節)
When, therefore, both the king and the banqueters were troubled... (verse 10)
1:904
Ἡ βασίλισσα κατέναντι τῶν λόγων τοῦ βασιλέως, καὶ τῶν μεγιστάνων αὐτοῦ, εἰς τὸν οἶκον τοῦ πότου εἰσῆλθε. Τουτέστι, βουλευομένων αὐ τῶν τί πρακτέον, καὶ ἄλλων ἄλλα εἰσηγουμένων, ἃ τὸ δέος ἠνάγκαζεν, ἡ βασίλισσα εἰσελήλυθε
「太后因王和他大臣所說的話,就進入宴宮。」就是說,當他們正商議當作何事,各人依懼怕所迫而各出主意的時候,太后進來了。
'The queen, in response to the words of the king and his nobles, came into the banqueting house.' That is, while they were deliberating what should be done, and some were suggesting one thing and others another, such as fear compelled, the queen came in.
1:905
αἱ γὰρ παρά κοιτοι σὺν ταῖς παλλακίσι τοῦ δείπνου μετεῖχον·
因為后妃連同嬪妃都曾一同赴宴;
for the consorts together with the concubines had shared in the feast;
1:906
αὐτοῦ, καὶ αἱ παρά κοιτοι αὐτοῦ, τουτέστιν, αἱ γαμεταὶ αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, αἱ οὐ κατὰ νόμον, ἀλλὰ δι' ἀκολα σίαν συνοῦσαι
「⋯⋯他的,和他的后妃」,就是他明媒正娶的妻子,「和他的嬪妃」,就是那些不按律法、乃因淫縱而與他同居的。
'...of him, and his consorts,' that is, his wedded wives, 'and his concubines,' those cohabiting with him not according to law, but through licentiousness.
1:907
Αὐτὴ δὲ μετὰ τὸν θόρυβον εἰσελή λυθε, καὶ εἰκὸς ἦν ὡς γεγηρακυῖαν τῆς μέθης ἐκείνης καὶ τῶν κορδακισμῶν, ἤγουν ὀρχησμῶν, τηνικαῦτα μὴ μετέχειν
然而她是在那紛亂之後才進來的;她既然年老,當時很可能沒有參與那醉酒與那些放蕩的科達克斯舞,就是狂舞。
But she came in after the tumult, and it was likely that, being aged, she did not at that time take part in that drunkenness and those cordax-dances, that is, revelries.
1:908
Καὶ ἀπεκρίθη, φησὶν, ἡ βασίλισσα, καὶ εἶπε·
他說:「太后就開口說:」
'And the queen answered,' he says, 'and said:'
1:909
Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. Τοῦτο δὲ, ὡς ἔοικε, πρόσρησις ἦν τοῖς τότε. βασιλεῦσιν ὑπὸ τῶν ἀρχομένων προσφερομένη
「願王萬歲。」看來這是當時臣民向君王致意的一種問安之辭。
'O king, live forever.' This, as it seems, was a form of salutation offered by the subjects to the kings of that time.
1:910
Καὶ μέχρι δὲ νῦν τὸ ἔθος τοῦτο κεκράτηκεν·
直到如今,這風俗仍然通行;
And even until now this custom has prevailed;
1:911
αἰωνίους γὰρ καλεῖν τινες τῶν ἀνοήτων καὶ τοὺς νῦν βασιλεῖς εἰώθασι, καὶ ἐν ταῖς συγγραφαῖς δὲ τῶν συμβολαίων τοῦτό τινες προσγράφουσιν, ἀμαθίᾳ μᾶλλον ἢ ἀσε βείᾳ δουλεύοντες
有些愚昧之人習慣把當今的君王也稱為「永恆的」,甚至在契約文書中也有人加上這個字眼,他們所受奴役與其說是出於不敬虔,不如說是出於無知。
For some of the senseless are accustomed to call even the present-day kings 'eternal,' and in the drafting of contracts certain people add this word, being enslaved to ignorance rather than to impiety.
1:912
Μὴ ταραττέτωσάν σε οἱ λογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω. Εἶτα τὴν αἰτίαν ἐπάγει, δι' ἣν ἐκβάλλει τὸ δέος·
「不要讓你的思念使你煩擾,也不要讓你的面容改變。」隨後她說出驅散這恐懼的緣由:
'Let not your thoughts trouble you, and let not your countenance be changed.' Then she adds the reason for which she dispels his fear:
1:913
Ἔστιν ἔτι, φησὶν, ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ Πνεῦμα Θεοῦ ἅγιον ἐν αὐτῷ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ. Ἔστι δὲ καὶ ἐντεῦθεν κατανοῆσαι, ὡς μήτηρ αὐτοῦ μᾶλλόν ἐστιν αὕτη·
她說:「在你國中還有一個人,神的聖靈在他裡面,在你父親的日子,他裡面有警醒與聰明。」由此也可以看出,說話的這位其實是他的母親;
'There is still,' she says, 'a man in your kingdom, in whom is the Holy Spirit of God, and in the days of your father wakefulness and understanding were found in him.' It is also possible from this to perceive that she is rather his mother;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。