📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁歐諾米(反駁篇)

駁歐諾米(反駁篇) 第 1 章 第 3/6 段

希臘文原文.135 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:277–1:411(全章共 749 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:277
καὶ οὕτως ἀσύγχυτος μένει τῆς εὐσεβείας ὁ λόγος, φυλάσσων ἑκατέρῳ τῶν ὀνομάτων τὰς προσφυεῖς σημασίας, ὡς ἐν μὲν τῷ μονογενεῖ βλέπειν τὸ προαιώνιον, διὰ δὲ τοῦ πρωτοτόκου τῆς κτίσεως τὴν διὰ σαρκὸς τοῦ προαιωνίου φανέρωσιν
如此一來,虔敬的論述便保持不相混淆,為這兩個名稱各自保留其固有的意義:在「獨生」一詞中,我們看見那先於萬世者;而藉著「受造界的首生者」,我們則看見那先於萬世者透過肉身所作的顯現。
and thus the argument of piety remains unconfused, preserving for each of the two names its own proper signification, so that in "Only-begotten" we behold the pre-eternal, while through "firstborn of creation" we behold the manifestation, through flesh, of the pre-eternal one.
1:278
Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀνα λάβωμεν
讓我們再一次逐字回顧歐諾米的論述。
Let us again take up Eunomius' statement word for word.
1:279
ἀληθινόν, οὐκ ἀγέννητον, ἀλη θῶς γεννηθέντα πρὸ αἰώνων
『……真實的子,非不受生的,於萬世以先真實受生……』
"...a true Son, not unbegotten, truly begotten before the ages..."
1:280
ὅτι μὲν οὖν μετάγει τὴν τῆς γεννήσεως ἔμφασιν εἰς τὸ τῆς κτίσεως σημαινό μενον, δῆλόν ἐστιν ἐξ ὧν διαρρήδην κτιστὸν αὐτὸν προσ ηγόρευσε, γενόμενον αὐτὸν εἰπὼν καὶ οὐκ ἄκτιστον
那麼,他確實是將「受生」一詞的著重點轉移到「受造」的含義之中,這一點從他明白地稱子為受造物、說他是「生成的」而「非不受造的」便可清楚看出。
That he transfers, then, the emphasis of "begetting" over into the meaning of "creation" is clear from the fact that he expressly styled him a creature, calling him "become" and "not uncreated."
1:281
ἡμεῖς δέ, ὡς ἂν μάλιστα τὸ ἀνεπίσκεπτον αὐτοῦ καὶ ἀπαί δευτον ἐν τοῖς δόγμασιν φανερωθείη, ἀφέντες τὸ σχετλιά ζειν ἐπὶ τῷ προδήλῳ τῆς βλασφημίας τεχνικῇ τινι διαιρέσει τὸν περὶ τούτου λόγον διαληψόμεθα
但我們——為要使他在教義上的輕率與缺乏教養最為顯明——將撇開對這明顯褻瀆的憤慨責難,改以某種技術性的區分,來處理關於此事的論述。
But we, so that his heedlessness and lack of instruction in doctrine may be made most manifest, setting aside indignant protest at the evident blasphemy, shall treat the argument concerning this matter by a certain technical division.
1:282
δοκεῖ γάρ μοι καλῶς ἔχειν αὐτὸ τὸ τῆς γεννήσεως σημαινόμενον δι' ἐπιμελεστέρας ἐξετάσεως διασκοπῆσαι τῷ λόγῳ
因為在我看來,最好能藉更仔細的考察,在論述中詳加審視「受生」一詞本身的含義。
For it seems to me good to examine closely, by a more careful inquiry, the very meaning of "begetting" in our discourse.
1:283
ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναί τινος τὸ ὄνομα τοῦτο παρίστησι, παντὶ δῆλόν ἐστι, καὶ οὐδὲν οἶμαι χρῆναι περὶ τούτου διαγωνίζεσθαι·
這個名稱表示某物是從某個原因而出,這對所有人都是顯而易見的,我認為無需就此爭辯。
That this name signifies being from some cause is clear to everyone, and I think there is no need to contend about this.
1:284
ἀλλ' ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστώτων ὁ λόγος ἐστί, τοῦτ' οἶμαι προσήκειν διά τινος τεχνικῆς διαιρέσεως σαφη νισθῆναι τῷ λόγῳ
但既然凡由某原因而存在之事物的道理各有不同,我認為應當藉某種技術性的區分,在論述中將此闡明。
But since the account of things subsisting from a cause is varied, I think it fitting that this be clarified in our discourse by means of a certain technical division.
1:285
τῶν τοίνυν ἔκ τινος αἰτίας γεγενη μένων ταύτας τὰς διαφορὰς κατειλήφαμεν
因此,在那些由某個原因而生成的事物之中,我們已辨明了以下這些差異。
Among things, then, that have come to be from some cause, we have discerned the following differences.
1:286
τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαὶ αἱ διὰ τῆς καταλλήλου ὕλης γινόμεναι, ὧν καθηγεῖταί τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τὸ προτεθὲν συμπεραίνουσα, τὰ δὲ ἐξ ὕλης καὶ φύσεως·
因為有些事物是出於物質與技藝,如建築物及其他各項工程之建造,藉適當的物質而成,並有某種技藝主導其上,為達成其本身的目的而完成所提出的計畫;另有些事物則是出於物質與本性。
For some things are from matter and craft, as the constructions of buildings and other works which come about through suitable matter, over which a certain craft presides, bringing to completion, for its own purpose, what has been set before it; and other things are from matter and nature.
1:287
τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζῴων ἡ φύσις οἰκοδομεῖ, διὰ τῆς ἐν τοῖς σώμασιν ὑλικῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα·
因為本性藉由存於活物身體中物質性的位格底基,運作其自身的作用,如此建立起活物彼此相生的世代。
For nature builds up the generations of living creatures from one another, carrying out its own operation through the material hypostasis present in their bodies.
1:288
τὰ δὲ ἐξ ὑλικῆς ἀπορροίας, ἐφ' ὧν καὶ τὸ προηγούμενον μένει οἷόν ἐστιν καὶ τὸ ἀπ' ἐκείνου ῥέον ἐφ' ἑαυτοῦ καθορᾶται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ τῶν μύρων καὶ τῆς ἐκεῖθεν ἐκδιδομένης ποιότητος
另有些則出於物質性的流溢,其中在先者仍保持原樣,而由其所流出者則自成一體,可獨立觀之,如太陽與其光線、燈與其光輝、又如香料、香膏與由其散發出的氣味那樣。
And other things are from material effluence, in which the preceding source remains what it is, while what flows from it is observed in itself — as in the case of the sun and its ray, or the lamp and its radiance, or spices and perfumed oils and the quality given off from them.
1:289
ταῦτα γὰρ ἐφ' ἑαυτῶν ἀμείωτα μένοντα εὐθὺς ἔχει συμ παρομαρτοῦσαν ἕκαστον τὴν ἀπ' αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα, οἷον ὁ μὲν ἥλιος τὴν ἀκτῖνα, ἡ δὲ λαμπὰς τὴν αὐγήν, τὰ δὲ ἀρώματα τὴν τῷ ἀέρι ἐντικτομένην ἐξ αὐτῶν εὐωδίαν
因為這些事物本身保持不減損,卻各自立即伴隨著由其所散發出的自然特質,如太陽伴隨光線,燈伴隨光輝,香料則伴隨由其在空氣中所生出的香氣。
For these, while remaining undiminished in themselves, each immediately has accompanying it the natural property given off from it — as the sun has its ray, the lamp its radiance, and the spices the fragrance engendered in the air from them.
1:290
ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννή σεως, οὗ ἡ μὲν αἰτία ἄϋλός ἐστι καὶ ἀσώματος, ἡ δὲ γέν νησις αἰσθητή τε καὶ διὰ σώματος, λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννώμενον λόγον·
除此之外,還有另一種受生的方式,其原因是非物質、無形的,而受生本身卻是可感知的、藉身體而成——我指的是由心智所生的話語(λόγος)。
There is also, besides these, another kind of begetting, whose cause is immaterial and incorporeal, while the begetting itself is perceptible and comes about through the body — I mean the word begotten from the mind.
1:291
ἀσώματος γὰρ ὢν καθ' ἑαυτὸν ὁ νοῦς διὰ τῶν αἰσθητῶν ὀργάνων τίκτει τὸν λόγον
因為心智本身雖是無形的,卻藉由感官器官生出話語。
For the mind, being in itself incorporeal, begets the word through the organs of sense.
1:292
τοσαύτας γεννήσεων διαφορὰς οἷον ἐν γενικῇ τινι θεωρίᾳ κατενοή σαμεν
我們已在某種概括性的考察中,辨明了受生方式如此眾多的差異。
So many differences of begetting have we discerned, as it were, in a certain general survey.
1:293
Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων οὕτως ἡμῖν διῃρημένων, καιρὸς ἂν εἴη κατιδεῖν, πῶς ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα τὰ θεῖα μυ στήρια διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγον
既然我們已如此區分了這些受生的方式,此刻便適合來觀察:聖靈那愛人的護理之工,在傳授神聖奧秘之時,是如何藉著我們所能領受的事物,來教導那超乎理性的道理。
Now that these modes of begetting have thus been distinguished by us, it would be timely to observe how the loving providence of the Holy Spirit, in handing down the divine mysteries, gives its teaching of things beyond reason by means of what is comprehensible to us.
1:294
πάντα γὰρ τὰ τῆς γεννήσεως εἴδη, ὅσα ἡ ἀνθρωπίνη γινώσκει διάνοια, ἡ θεόπνευστος διδασκαλία πρὸς τὴν παράστασιν τῆς ἀρρήτου δυνάμεως παραλαμβάνει, οὐ συμπαραδεχομένη τὰς σωματικὰς τῶν ὀνομάτων ἐμφά σεις
因為那受神默示的教導,為要闡明那不可言喻的大能,採用了人類理解所知的一切受生方式,卻不連帶接受這些名稱中屬肉體的含意。
For the divinely inspired teaching takes up all the kinds of begetting known to the human understanding, for the demonstration of the ineffable power, without admitting along with them the corporeal implications of the terms.
1:295
ὅταν μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγῃ δυνά μεως, γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν διὰ τὸ δεῖν πρὸς τὸ ταπεινὸν τῆς ἡμετέρας δυνάμεως καταβῆναι τὸν λόγον, οὐ μὴν συνενδείκνυται τὰ ὅσα παρ' ἡμῖν τῇ κατασκευαστικῇ γενέσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὕλης παρασκευήν, οὐκ ὀργάνων συνεργίαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις κόπον, ἀλλὰ ταῦτα ἡμῖν καταλιποῦσα μεγα λοφυῶς τε καὶ ὑψηλῶς τῷ θεῷ προσμαρτυρεῖ τῶν ὄντων τὴν γένεσιν ἐν οἷς φησιν ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
因為每當經文論及那具創造之能的大能時,雖因論述必須遷就我們有限能力的卑微,而稱這種運作為「受生」,但這並不因此連帶表示凡我們所理解在建造性生成中所具有的一切:既無處所,也無時間,也無物質的預備,也無器具的協力,也無在成事過程中的勞苦;反倒撇開這些屬我們的事,以宏大崇高的方式,見證神使萬有生成,如經上所言:「祂說有,就有;祂命立,就立。」
For whenever it speaks of the constructive power, it calls this operation "begetting," because the discourse must descend to the lowliness of our capacity; yet it does not thereby imply all that is, for us, considered together with constructive generation — not place, not time, not the preparation of matter, not the cooperation of instruments, not the labor involved in what comes to be — but, leaving these aside for us, it testifies to God's generation of beings in a grand and lofty manner, saying: "He spoke, and they came to be; he commanded, and they were created."
1:296
πάλιν ὅταν τὴν ἀπόρ ρητόν τε καὶ ὑπὲρ λόγον τοῦ μονογενοῦς ἐκ τοῦ πατρὸς ὕπαρξιν ἑρμηνεύῃ, διὰ τὸ ἀχώρητον εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔννοιαν διδαγμάτων κἀκεῖ τοῖς ἡμετέροις συγκέχρηται καὶ υἱὸν ὀνομάζει, ὅπερ ἡ παρ' ἡμῖν συνήθεια τοῖς ἀπὸ ὕλης καὶ φύσεως ἀποτικτομένοις ὄνομα τίθεται
再者,當經文要闡述獨生子從父而出那不可言說、超乎言語的存在時,因人類的貧乏無法容納那超乎言語與思想的教訓,在此經文也採用了我們的用語,稱祂為「子」——這正是我們慣常用來稱那些由物質與本性所生者的名稱。
Again, when it interprets the ineffable and inexpressible existence of the Only-begotten from the Father, because human poverty is incapable of containing teachings beyond speech and understanding, there too it makes use of our own terms and calls him "Son" — which is the name our custom applies to those begotten from matter and nature.
1:297
διαθέσεις καὶ τὴν ἐκ τοῦ χρόνου συνεργίαν καὶ τὴν τοῦ τόπου χρείαν καὶ πρὸ πάν των τὴν ὕλην, ὧν ἄνευ πάντων ἡ κάτω γέννησις ἐκ τῆς φύσεως οὐ συνίσταται
……〔種種〕情狀,以及時間所帶來的協力、處所的需要,尤其是物質——若無這一切,這在下界出於本性的受生便無法成立。
...dispositions, and the cooperation arising from time, and the need of place, and above all matter — without all of which the begetting here below, from nature, does not come about.
1:298
πάσης δὲ τῆς τοιαύτης ἐννοίας ὑλικῆς τε καὶ διαστηματικῆς μὴ συμπαραληφθείσης ἐν τῇ τοῦ υἱοῦ σημασίᾳ, μόνη ὑπελείφθη ἡ φύσις, καὶ διὰ τοῦτο τῇ τοῦ υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ πα τρὸς ἀναδείξεως ἐπὶ τοῦ μονογενοῦς ἑρμηνεύεται
既然這一切屬物質、屬廣延的觀念都不包含在「子」這名稱的意義之內,唯獨保留了「本性」一義;因此,「子」這個稱呼,在獨生子身上,所詮釋的乃是那從父而出、本己而真實的彰顯。
But since none of this material and extended notion is included in the signification of "Son," only the nature remains; and for this reason, by the term "Son" is signified, in the case of the Only-begotten, the proper and genuine manifestation from the Father.
1:299
καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιοῦτον τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπαραλαμβάνει καὶ τὸ ἕτερον τῆς γεννήσεως εἶδος πρὸς σημασίαν τῆς τοῦ υἱοῦ θεολογίας τὸ ἐκ τῆς ὑλικῆς ἀπορροίας, καί φησιν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου καὶ ἀτμίδα θεοῦ, ἅπερ ἐν τῇ ἐκτεθείσῃ παρ' ἡμῶν τεχνολογίᾳ ἡ καθ' ἡμᾶς συνήθεια ὑλικὴν ἀπόρ ροιαν ὀνομάζει
又因這一種受生的形式,尚不足以在我們心中產生對獨生子那不可言喻之存在的充分概念,經文遂又採用另一種受生的形式,即出於物質性流溢者,以彰顯論子的神學,並稱祂為「榮耀的光輝」、「膏油的馨香」、「神的氣息」,這些在我們前面所陳述的技術性分析中,依我們慣常的用語,稱之為「物質性的流溢」。
And since this kind of begetting alone was not sufficient to produce in us an adequate conception of the ineffable existence of the Only-begotten, Scripture also takes up, for the signification of the theology of the Son, the other kind of begetting — that from material effluence — and speaks of "the radiance of glory," "the fragrance of ointment," and "the vapor of God," which, in the technical exposition we have set forth, our usage calls "material effluence."
1:300
ἀλλ' ὥσπερ ἐν τοῖς προειρημένοις οὔτε ἡ τῆς κτίσεως γένεσις οὔτε ἡ τοῦ υἱοῦ σημασία ἢ χρόνον ἢ ὕλην ἢ τόπον ἢ πάθος συμπαρεδέξατο, οὕτως καὶ ἐνταῦθα πάσης τῆς ὑλικῆς ἐννοίας ἐκκαθάρας τὴν τοῦ ἀπαυγάσματος καὶ τῶν λοιπῶν τῶν μνημονευθέντων σημασίαν, μόνον τὸ θεο πρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους ὁ λόγος παραλαβὼν ἐνδείκνυται τὸ δεῖν ἐξ αὐτοῦ τε καὶ μετ' αὐτοῦ κατὰ ταὐ τὸν νοεῖσθαι διὰ τῆς κατὰ τὴν λέξιν ταύτην ἐμφάσεως
但正如在前面所述中,無論是受造之物的生成,或是「子」這稱謂的意義,都不容納時間、物質、處所或情感牽涉其中,此處也是如此:經文已從「光輝」一詞及前面所提及的其他稱謂的意義中,滌淨了一切物質性的觀念,唯獨採取這種受生形式中合乎神性尊嚴的部分,藉這詞語的含意,指明子必須被理解為既出於父,又與父同時並存。
But just as, in what has been said before, neither the coming-to-be of creation nor the signification of "Son" admitted time, matter, place, or passion along with it, so also here, having purged the signification of "radiance" and the other terms mentioned of all material notion, Scripture, taking up only what is fitting to God in this kind of begetting, shows through the implication of this expression that the Son must be understood as being from him and, at the same time, together with him.
1:301
οὔτε γὰρ ἡ ἀτμὶς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκει μένης ὕλης παρίστησιν οὔτε ἡ ὀσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινομένην πρὸς τὸν ἀέρα μετάστασιν οὔτε τὸ ἀπαύγασμα τὴν τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀκτίνων γινομένην ἀπόρροιαν, ἀλλὰ τοῦτο μόνον ἐκ πάντων, καθὼς εἴρηται, διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ' ἐκείνου νοεῖσθαι, μηδενὸς διαστήματος μεταξὺ τοῦ πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύοντος
因為「氣息」並不表示從所依存的物質向空氣中散發,「馨香」也不表示由膏油的性質而向空氣中的轉移,「光輝」也不表示日體藉光線所生的流溢;反倒如前所述,唯獨這一點在這一切之中,藉這種受生的方式而被彰顯出來:即子出於父,且與父同時被理解,父與那出於祂者之間,並無任何間隔為中介。
For neither does "vapor" represent the diffusion into air from an underlying matter, nor does "fragrance" represent the transposition into air arising from the quality of ointment, nor does "radiance" represent the effluence of the solar body through its rays; but this alone, out of all these, as has been said, is shown through this manner of begetting: that the Son is from the Father and is understood together with him, with no interval mediating between the Father and him who is from him.
1:302
ἐπειδὴ δὲ διὰ πλείονα φιλανθρωπίαν ἡ τοῦ ἁγίου πνεύματος χάρις πολλαχόθεν ἡμῖν ἐγγενέσθαι τὰς θείας περὶ τοῦ μονογενοῦς ὑπολήψεις ᾠκονομήσατο, προσέθηκε καὶ τὸ λειπόμενον τῶν ἐν γεννήσει θεωρουμένων εἶδος, τὸ ἐκ τοῦ νοῦ καὶ τοῦ λόγου
又因聖靈的恩典出於更豐盛的愛世人之心,安排使我們能從多方面獲得對獨生子的神聖理解,因此又加上了那受生之中所餘下的一種形式,即出於心智與話語(λόγος)者。
And since, out of abundant love for humankind, the grace of the Holy Spirit has arranged that our divine conceptions concerning the Only-begotten should arise in us from many sources, it has added also the remaining kind of begetting observed among us — that from mind and word.
1:303
ἀλλ' ἐν τούτῳ πλείονι χρῆται τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης, ὥστε μὴ ὑπὸ ἀτονίας τε καὶ μικροψυχίας καταπεσεῖν τὸν ἀκούοντα πρὸς τὴν κοινὴν ἔννοιαν τοῦ λόγου, ὡς φθόγγον τοῦ πατρὸς τὸν υἱὸν νομισθῆναι·
但在此,崇高的約翰運用了更周全的深謀遠慮,免得聽者因軟弱與心志狹隘,而墮入「話語」一詞的通俗意義,以致將子誤認為只是父的一聲言語。
But in this the sublime John employs even greater foresight, lest the hearer, through weakness and pettiness of mind, should fall into the common notion of "word," so as to suppose the Son to be a mere utterance of the Father.
1:304
διὰ τοῦτο προσμαρτυρεῖ τῷ λόγῳ τὸ κατ' οὐ σίαν εἶναι ἐν αὐτῇ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει, οὕτως ἀναβοήσας τὸ κήρυγμα ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ πρὸς τὸν θεὸν καὶ θεός, καὶ φῶς καὶ ζωὴ καὶ πάντα ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ αὐτὸς ἦν
因此他又見證「道」乃是按本質存在於那至初、蒙福的本性之中,如此高聲宣揚此道:太初有道,道與神同在,道就是神,並且是光,是生命,凡「太初」所是者,祂也是。
For this reason he testifies further of the Word that he exists, according to essence, in that very first and blessed nature, proclaiming aloud this message: that in the beginning was the Word, and the Word was with God, and was God, and was light and life, and whatsoever the Beginning is, that also was he.
1:305
Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων ἤτοι τῶν ἐξ αἰτίας ὑφεστώτων ἔν τε τῇ καθ' ἡμᾶς συνηθείᾳ γινωσκο μένων, παραληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας γραφῆς πρὸς τὴν τῶν ὑπερκειμένων διδασκαλίαν οὕτως, ὡς εἰκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τού των εὐσεβῶς μεταληφθῆναι, καιρὸς ἂν εἴη κατανοῆσαι καὶ τοῦ Εὐνομίου τὸν λόγον, ἐπὶ ποίου δέχεται σημαινομένου τὴν τῆς γεννήσεως ἔμφασιν
既然這些受生的方式——即從某原因而存在之事物,為我們所熟知者——也已被聖經採用,用以教導那些超乎我們的事物,並且以合宜的方式,將這每一種方式虔誠地轉用於表述神聖的理解;那麼此刻便適合來察考歐諾米的論述,看他究竟以何種含意來接受「受生」一詞的意涵。
Now that these modes of begetting — that is, of things subsisting from a cause, known to us in our own usage — have been taken up also by holy Scripture for the teaching of things beyond us, in such a way as is fitting for each of them to be piously transferred to the representation of divine conceptions, it would be timely to examine also the argument of Eunomius, to see with what meaning he receives the implication of "begetting."
1:306
υἱόν, φησίν, ἀληθινόν, οὐκ ἀγέννητον, καὶ ἀληθῶς γεννηθέντα πρὸ αἰώνων
他說:「〔乃〕真實的子,並非非受生者,而是真實地受生於萬世之先。」
"A true Son," he says, "not unbegotten, and truly begotten before the ages."
1:307
τὴν μὲν οὖν ἐν τῇ διαστολῇ κακουργηθεῖσαν ἀκολουθίαν ὡς παντὶ γνώριμον οὖσαν παραδραμεῖν οἶμαι προσήκει
至於這區分中被惡意扭曲的邏輯次序,我認為既然人人皆能看出,便該略而不論。
As for the sequence maliciously distorted in this distinction, I think it fitting to pass over it, since it is evident to everyone.
1:308
τίς γὰρ οὐκ οἶδεν ὅτι, τῷ μὲν υἱῷ πρὸς τὸν πατέρα, τῷ δὲ γεννητῷ πρὸς τὸν ἀγέννητον οὔσης τῆς ἀν τιδιαστολῆς οὗτος τὸν πατέρα παρεὶς ἀντιδιαστέλλει τῷ υἱῷ τὸν ἀγέννητον, δέον, εἴπερ ἀληθείας ἐποιεῖτο φρον τίδα, μὴ παρατρέψαι τῆς σχετικῆς ἀκολουθίας τὸν λόγον, ἀλλ' εἰπεῖν ὅτι υἱὸν ἀληθινόν, οὐ πατέρα, οὕτω δ' ἂν συνδιεσώθη τῇ ἀκολουθίᾳ τοῦ λόγου καὶ ἡ εὐσέβεια, τῇ διακρίσει τῶν προσώπων μὴ συνδιασχισθείσης τῆς φύσεως
誰不知道,「子」的相對稱謂本是「父」,「受生者」的相對稱謂本是「非受生者」;此人卻撇開「父」不論,而以「非受生者」來與「子」相對,若他真有意於真理,本不該扭曲相關詞語的邏輯次序,而應說「〔乃〕真子,非父」;如此一來,敬虔便可與論述的次序一同得以保全,因為位格的區分並不會連帶使本性也被割裂。
For who does not know that, whereas the counter-distinction of "Son" is with "Father," and of "begotten" is with "unbegotten," this man, passing over "Father," sets "unbegotten" in counter-distinction to "Son" — when, if he had had any concern for truth, he ought not to have distorted the logical sequence of correlative terms, but should have said "a true Son, not a Father"? In that way piety would have been preserved together with the sequence of the argument, since the distinction of persons would not thereby have brought about a corresponding division of the nature.
1:309
ἀλλὰ τὴν ἀληθῆ τε καὶ ἔγγραφον τοῦ πατρὸς χρῆσιν τὴν παρ' αὐτοῦ τοῦ λόγου παραδοθεῖσαν ἐν τῷ λόγῳ τῆς πί στεως ὑπαμείψας ἀγέννητον ἀντὶ τοῦ πατρὸς κατωνό μασεν, ἵνα χωρίσας αὐτὸν τῆς φυσικῶς ἐνθεωρουμένης τῇ τοῦ πατρὸς κλήσει πρὸς τὸν υἱὸν οἰκειότητος κοινοποιήσῃ πρὸς πάντα τὰ ἐν τῇ κτίσει φαινόμενα, οἷς κατὰ τὸ ἴσον ἡ ἀντιδιαστολή ἐστι πρὸς τὸ ἀγέννητον
他反倒把父那真實而載於經文中的稱謂——即由道本身所傳授的稱謂——在信仰的宣言中加以替換,用「非受生者」取代了「父」,為要使祂脫離那本性上在「父」這稱謂中所見與「子」之親密關係,而將祂與一切見於受造界中的事物同列一類——因為對這些受造物而言,同樣也是以「非受生者」作為其相對稱謂。
But instead, having substituted for the true and scriptural usage of "Father" — the usage handed down by the Word himself — in the confession of faith, he named "unbegotten" in place of "Father," so that, having separated him from the kinship with the Son naturally contemplated in the appellation "Father," he might make him common to all things that appear in creation, to which likewise the counter-distinction is with "the unbegotten."
1:310
Ἀληθῶς, φησί, γεννηθέντα πρὸ αἰώνων
他說:「〔乃〕實在受生於萬世之先。」
"Truly," he says, "begotten before the ages."
1:311
πατρὸς ἐρεῖ πάντως, εἴπερ μὴ ἀναισχυντοίη πρὸς τὴν ἀλήθειαν
若他對真理尚未恬不知恥,他理當要說「出於父」。
He will surely say "of the Father," if he is not shameless with respect to the truth.
1:312
ἀλλ' ἐπειδὴ τοῦ ἀϊδίου πατρὸς οὐκ ἔστι τὴν ἀϊδιότητα τοῦ υἱοῦ διαστῆσαι, συνενδεικνυμένης πάντως καὶ τὸν υἱὸν τῆς τοῦ πατρὸς ση μασίας, διὰ τοῦτο τοῦ πατρὸς ἀποδοκιμάσας τὴν κλῆσιν μετάγει τὸν λόγον πρὸς τὸ ἀγέννητον, ἐπειδὴ τούτου τοῦ ὀνόματος ἄσχετόν τε καὶ ἀκοινώνητόν ἐστι πρὸς τὸν υἱὸν τὸ σημαινόμενον, καὶ οὕτως παραγαγὼν τοὺς ἀκούοντας πρὸς τὸ μὴ συνθεωρεῖν τῷ πατρὶ τὸν υἱὸν διὰ τῆς ὑπαλλαγῆς τοῦ ὀνόματος ὁδὸν ἔδωκεν τῇ κακουργίᾳ, διὰ τῆς τοῦ ἀγεν νήτου παρενθήκης ὁδοποιῶν τὴν ἀσέβειαν
但因不可能將永恆之子的永恆性與永恆之父分開——因「父」這稱謂本身,必然連帶顯示出「子」的意義——因此,他既摒棄了「父」這稱謂,便將論述轉移到「非受生者」上,因為這個名稱的含義,與「子」毫無關聯,也無任何共通之處;他就這樣誤導聽者,使他們不再將子與父並列思想,藉此更換名稱,為其惡意開闢道路,藉插入「非受生者」一詞,為不敬虔鋪路。
But because it is not possible to separate the eternity of the Son from that of the eternal Father, since the very signification of "Father" surely implies also the Son together with it, for this reason, having rejected the appellation "Father," he transfers the argument to "unbegotten," since the meaning of this name is unrelated to and has nothing in common with the Son; and thus, having led his hearers astray so as not to consider the Son together with the Father, by this substitution of the term he opened a way for his malice, paving the road for impiety through the insertion of "unbegotten."
1:313
οἱ γὰρ κατὰ τὸ πρόσταγμα τοῦ δεσπότου εἰς τὸν πατέρα τὴν πίστιν ἔχοντες ὁμοῦ τῷ ἀκοῦσαι τὸν πατέρα καὶ τὸν υἱὸν τῇ διανοίᾳ συμ παρεδέξαντο, οὐδενὶ τῷ μεταξὺ διαστήματι τῆς διανοίας ἀπὸ τοῦ υἱοῦ πρὸς τὸν πατέρα κενεμβατούσης
因為那些按主的命令將信心置於父的人,一聽見「父」,便同時在思想中接受了「子」,因為心智從子到父之間,並無任何間隔可供徒然跨越。
For those who, according to the command of the Master, have their faith directed toward the Father, as soon as they hear "Father," receive also the Son together with him in their understanding, since the mind passes from the Son to the Father with no interval in between over which to step in vain.
1:314
οἱ δὲ ἀντὶ τοῦ πατρὸς παρενεχθέντες πρὸς τὴν τοῦ ἀγεννήτου κλῆσιν ψιλὴν τὴν τοῦ ὀνόματος τούτου ἀναλαμβάνουσιν ἔννοιαν, μόνον τὸ μὴ γενέσθαι αὐτὸν διδασκόμενοι, οὐ μὴν καὶ τὸ πατέρα εἶναι
然而那些被引離「父」而轉向「非受生者」這稱謂的人,所領受的僅是這個名稱赤裸的概念,他們只被教導祂並非生成而有,卻未被教導祂是父。
But those who have been diverted, in place of "Father," to the appellation "unbegotten," take up only the bare notion of this name, being taught merely that he did not come to be, but not also that he is Father.
1:315
ἐκ τούτου δὲ τοῖς μὲν συνετῶς ἐπαΐουσιν ἀσύγχυτος μένει καὶ διὰ ταύτης τῆς διανοίας ἡ πίστις
由此,對於那些明智領悟之人而言,即使透過這樣的理解,信仰依然保持不相混淆。
From this, for those who understand intelligently, the faith remains unconfused even by way of this understanding.
1:316
Τὸ γὰρ μὴ γενέσθαι ὡσαύτως ἐπὶ τῆς ἀκτίστου λέγεται φύσεως, ἄκτιστος δὲ κατὰ τὸ ἴσον ὁ πατήρ τε καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, διότι πᾶσα κτίσις αἰσθητή τε καὶ ὑπερκόσμιος ἐκ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου τὴν ὑπόστασιν ἔχειν παρὰ τῶν ἀκολουθούντων ταῖς θείαις φωναῖς πεπίστευται
因為「非生成」一語,同樣也可用於非受造的本性;父、子、聖靈同樣皆是非受造的,因為凡遵從神聖話語者皆相信,一切受造物,無論可感知的或超世界的,其位格皆是出於父、子、聖靈。
For "not having come to be" is likewise said of the uncreated nature; and the Father, the Son, and the Holy Spirit are equally uncreated, because it is believed, by those who follow the divine utterances, that every creation, both sensible and supra-mundane, has its hypostasis from the Father, the Son, and the Holy Spirit.
1:317
ὁ γὰρ ἀκούσας ὅτι Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν, οὔτε ῥῆμα τὸν λόγον ἐνό ησεν οὔτε ἆσθμα τὸ πνεῦμα, ἀλλὰ τὸν θεὸν λόγον καὶ τοῦ θεοῦ τὸ πνεῦμα διὰ τῶν εἰρημένων ἀνετυπώσατο
因為那聽見「諸天藉耶和華的話而立,天上萬象藉祂口中的氣而成」之人,並不將「話」理解為一句言語,也不將「氣」理解為呼吸,反倒藉這些話語,在心中描繪出神聖之道與神的靈。
For he who hears that "By the word of the Lord the heavens were established, and all their host by the breath of his mouth" does not understand "word" as a mere utterance, nor "breath" as respiration, but through what has been said he forms the image of God the Word and the Spirit of God.
1:318
οὐ δύ ναται δὲ τὸ αὐτὸ καὶ κτίζειν καὶ κτίζεσθαι, ἀλλὰ διχῇ μεριζομένων τῶν ὄντων εἰς τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, ἄλλο τι ἑκάτερόν ἐστι τῇ φύσει παρὰ τὸ ἕτερον, ὡς μήτε τὸ γινόμενον ἄκτιστον εἶναι μήτε κτιστὸν ὃ τὴν τῶν γινο μένων κατεργάζεται φύσιν
同一事物不能既是創造者又是受造者;但存在之物既分為兩類,即施作者與被造者,二者在本性上彼此互不相同,因此那被造成者不能是非受造的,而那成就萬物本性的施作者,也不能是受造的。
The same thing cannot both create and be created; but since beings are divided into two — that which makes and that which comes to be — each of the two is, in nature, something other than the other, so that neither is that which comes to be uncreated, nor is that which brings about the nature of things that come to be, created.
1:319
τοῖς μὲν οὖν κατὰ τὴν δεσπο τικὴν τῆς πίστεως ἔκθεσιν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πεπιστευκόσι τὸ μὴ γε νέσθαι τι τούτων ἐπίσης ὁμολογεῖται, καὶ οὐδὲν τοῦ ἀγεν νήτου τὸ σημαινόμενον παραβλάπτει τὴν ὑγιαίνουσαν πίστιν·
因此,對那些按主所立信仰的宣告,信入父、子、聖靈之名的人而言,這三者中無一是生成而有的,此點乃是同等地被承認;而「非受生者」一詞的含義,絲毫無損於健全的信仰。
Now for those who believe according to the Master's exposition of the faith, into the name of the Father and of the Son and of the Holy Spirit, it is equally confessed that none of these came to be; and the meaning of "unbegotten" does no harm at all to sound faith.
1:320
τοῖς δὲ παχυδέρμοις τε καὶ ἀδιαρθρώτοις ἀρχὴ τῆς ἀπὸ τοῦ ὑγιαίνοντος λόγου παρατροπῆς τοῦτο τὸ ὄνομα γίνεται μὴ συνέντες γὰρ τὴν ἀληθῆ τοῦ ὀνόματος ἔμφασιν, ὅτι μόνον τὸ μὴ γεγεννῆσθαι σημαίνει ἡ τοῦ ἀγεννήτου φωνὴ καὶ ὅτι τὸ μὴ γενέσθαι κοινόν ἐστι ἐπὶ παντὸς τοῦ ὑπερκειμένου τῆς κτίσεως, ἀφέντες τὴν εἰς τὸν πατέρα πίστιν τὸ ἀγέννητον ὄνομα ἀντὶ τοῦ πατρὸς προεστήσαντο·
但對那些遲鈍、缺乏分辨力的人而言,這個名稱卻成了偏離健全道理的開端;因為他們不明白這名稱的真正含意——即「非受生者」一詞只表示「未曾受生」,而「非生成」乃是一切超越受造界者所共有的——他們遂棄卻對父的信仰,而立「非受生者」這名稱取代了父的地位。
But for the thick-skinned and inarticulate, this name becomes the beginning of a deviation from sound reasoning; for, not understanding the true implication of the term — that the word "unbegotten" signifies only "not having been begotten," and that "not having come to be" is common to everything transcending creation — they have abandoned faith in the Father and set up the name "unbegotten" in the Father's place.
1:321
μὴ συνεμφαινομένης δέ, καθὼς εἴρηται, τῷ ὀνόματι τούτῳ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, ἀπό τινος ὡρισμένης ἀρχῆς ὁρίζουσι τοῦ υἱοῦ τὸ εἶναι, λέγοντες ὅπερ νῦν οὗτος τοῖς εἰρημένοις προσέθηκε, τὸ οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομαζόμενον υἱόν
而既然如前所述,這個名稱並未一併涵蓋獨生子的位格,他們遂從某個確定的起點來界定子的存在,說出了此人現今在其言論中所補充的話:即「子」之被稱為子,並非沒有先於其存在的受生。
And since, as has been said, this name does not include within its signification the hypostasis of the Only-begotten, they define the being of the Son from some fixed beginning, saying what this man has now added to what has been said — that the Son is not named "Son" apart from a begetting that precedes his being.
1:322
Τίς αὕτη πάλιν ἡ καινὴ τερατεία; ἆρα ἐπίσταται ὅτι περὶ θεοῦ ποιεῖται τὸν λόγον τοῦ ἐν ἀρχῇ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ οὐκ ἔστιν ὅτε οὐκ ὄντος; οὐκ οἶδεν ὃ λέγει οὐδὲ περὶ τίνος διϊσχυρίζεται, ἀλλ' ὥς τινα τῶν ἀν θρώπων γενεαλογῶν τὰ κυρίως ἐπὶ τῆς κάτω λεγόμενα φύσεως ταῦτα ἐφαρμόζειν πειρᾶται τῷ δεσπότῃ πάσης τῆς κτίσεως
這又是何等新奇的怪誕之論?他可知道自己所論的乃是那「太初就有」、「在父裡面」、且並非「曾有不存在之時」的神?他既不知道自己在說什麼,也不知道自己所論斷的是誰,反倒像在為某個人記載家譜一般,企圖將那本應只用於下界本性的言論,套用在萬有之主宰身上。
What new monstrosity is this again? Does he understand that he is making his argument about the God who was in the beginning, who is in the Father, and of whom it is not the case that there was a time when he was not? He does not know what he says, nor about whom he insists, but, as though genealogizing some human being, he attempts to apply to the Lord of all creation what is properly said of the nature below.
1:323
ὁ γὰρ Ἰσμαήλ, φέρε εἰπεῖν, οὐκ ἦν πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως, ἦν δέ τι πρὸ τῆς γεννήσεως αὐτοῦ πάντως, τὸ χρονικὸν λέγω διάστημα
例如,以實瑪利在其受生入於存在之前並不存在,然而在他受生之前,確實有某種東西存在——我指的是時間的間隔。
For Ishmael, for instance, did not exist before his begetting into being, yet there was surely something before his begetting — I mean the interval of time.
1:324
ἐπὶ δὲ τοῦ τῆς δόξης ἀπαυγάσματος τὸ πρὸ καὶ τὸ μετὰ τοῦτο χώραν οὐκ ἔχει·
然而在論及榮耀之光輝時,「之前」與「之後」並無立足之地。
But in the case of the radiance of glory, "before" and "after" have no place.
1:325
πρὸ γὰρ τοῦ ἀπαυγάσματος πάντως οὐδὲ ἡ δόξα ἦν·
因為在光輝之前,榮耀本身也必然不存在。
For before the radiance, surely, glory itself did not exist either.
1:326
ὁμοῦ γὰρ τῷ εἶναι τὴν δόξαν συνεκλάμπει πάντως καὶ τὸ ἀπαύ γασμα, καὶ τὸ διαζευχθῆναι τὸ ἕτερον τοῦ ἑτέρου φύσιν οὐκ ἔχει οὐδὲ δυνατόν ἐστι πρὸ τοῦ ἀπαυγάσματος ἐφ' ἑαυτῆς τὴν δόξαν ἰδεῖν
因為與榮耀的存在同時,光輝也必然一同閃耀;此二者之一與另一者分離,這在本性上是不可能的,也不可能在光輝之先,單獨看見榮耀本身。
For together with the existence of glory, the radiance surely shines forth as well; and for the one to be separated from the other is not in its nature, nor is it possible to see glory by itself, prior to the radiance.
1:327
ἀλαμπῆ γὰρ καὶ τυφλὴν ἐφ' ἑαυτῆς εἶναι κατασκευάσει τὴν δόξαν ὁ τοῦτο λέγων, μὴ συνεκλάμποντος αὐτῇ τοῦ ἐξ αὐτῆς ἀπαυγάσματος
因為主張這種說法的人,等於使榮耀本身成為無光而盲目的,因為由其所出的光輝並未與之一同閃耀。
For whoever says this will make glory to be, in itself, unshining and blind, if the radiance from it does not shine forth together with it.
1:328
λεγομένων ἀποστήσωσι τὸν μονογενῆ θεὸν τῆς πρὸς τὸν πατέρα ἑνότητος
……〔藉〕所言的這些話,使獨生神脫離與父的合一。
...of what is said, they might separate the Only-begotten God from unity with the Father.
1:329
πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως οὐκ ἦν υἱός·
「在其受生入於存在之前,祂並非子。」
"Before the begetting into being, he was not Son."
1:330
οἱ δὲ τῶν κριῶν υἱοί, ὧν ὁ προφήτης μέμνηται, οὐχὶ κἀκεῖνοι μετὰ τὸ γενέσθαι κα λοῦνται υἱοί; ὅπερ οὖν τοῖς υἱοῖς τῶν κριῶν ἐνορᾷ ὁ λόγος, τὸ πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως μὴ εἶναι αὐτοὺς υἱοὺς κριῶν, τοῦτο νῦν ὁ σεμνὸς θεολόγος ἀνατίθησι τῷ ποιητῇ τῶν αἰώνων καὶ πάσης τῆς κτίσεως, τῷ τὸν ἀΐδιον πατέρα ἐν ἑαυτῷ ἔχοντι καὶ ἐν τῇ τοῦ πατρὸς ἀϊδιότητι θεωρου μένῳ, καθὼς αὐτός φησιν ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί
先知所提到的那些「公羊之子」,難道不也是在生成之後才被稱為子的嗎?這位莊重的「神學家」如今將這道理——即論及公羊之子,在其受生入於存在之前他們並非公羊之子——強加於萬世與一切受造之物的創造者身上,即那位自身之內具有永恆之父、並在父的永恆性中被觀照者身上,正如祂自己所言:「我在父裡面,父也在我裡面。」
And the sons of rams, whom the prophet mentions — are not they too called "sons" only after they came to be? What, then, the argument observes in the sons of rams — that before their begetting into being they were not sons of rams — this our solemn theologian now attributes to the Maker of the ages and of all creation, to him who has the eternal Father within himself and is beheld within the Father's eternity, even as he himself says, "I am in the Father, and the Father in me."
1:331
ἀλλ' οἱ μὴ δυνάμενοι τὴν ἐν τῷ λόγῳ κακουργίαν φωρᾶσαι μηδέ τινα τοῦ ἀκολούθου κατανόησιν πεπαιδευμένοι τοῖς ἀσυναρτήτοις τούτοις ἀκολουθοῦσιν, ὡς ἀκόλουθον δεχόμενοι τὸ τούτοις προσκείμενον φησὶ γὰρ ὅτι πρὸ πάσης τῆς κτίσεως γενόμενον·
然而那些無法察覺這論述中之惡意,又未曾受過任何邏輯連貫性訓練的人,便隨從這些前後不相銜接的說法,將附加於其上的話當作合理來接受;因為他說:「〔子〕生成於萬有受造之先。」
But those who are unable to detect the malice in this argument, nor have been trained in any understanding of logical sequence, follow along with these incoherent statements, accepting as consistent what is added to them; for he says that he "came to be before all creation."
1:332
καὶ ὥσπερ οὐκ ἀρκούσης τῆς φωνῆς ταύτης πρὸς ἔνδειξιν τῆς ἀσε βείας, ἐφεδρεύει τῷ ἐφεξῆς λόγῳ τὴν βλασφημίαν εἰπὼν ὅτι οὐκ ἄκτιστον
而彷彿這句話尚不足以顯明其不敬虔,他又在其後的言論中埋伏了褻瀆之語,說〔子〕「並非非受造的」。
And, as though this expression alone were not sufficient to demonstrate his impiety, he lies in wait with the blasphemy in the words that follow, saying that he is "not uncreated."
1:333
πῶς οὖν ὀνομάζει υἱὸν ἀληθινὸν τὸν οὐκ ἄκτιστον; εἰ γὰρ τὸν οὐκ ἄκτιστον υἱὸν ἀληθινὸν λέγειν προσήκει, ἀληθινὸς υἱὸς καὶ ὁ οὐρανὸς πάντως ἐστί·
那麼,他怎能稱一個「並非非受造」者為「真子」呢?因為若稱「並非非受造」者為「真子」是合宜的,那麼諸天也必然是真子了。
How then does he call "true Son" one who is not uncreated? For if it is fitting to call "true Son" one who is not uncreated, then heaven too is surely a true son.
1:334
καὶ γὰρ καὶ αὐτὸς οὐκ ἄκτιστός ἐστιν
因為諸天同樣也「並非非受造」。
For it too is not uncreated.
1:335
οὕτως ἀληθινὸς υἱὸς καὶ ὁ ἥλιος, καὶ πάντα, ὅσα ἡ κτίσις ἔχει μικρά τε καὶ μείζονα, τῆς τοῦ ἀληθινοῦ υἱοῦ προσηγορίας ἄξια πάντως ἐστίν
照此看來,太陽也是真子,而受造界中無論大小的萬物,也都同樣配得「真子」這個稱謂了。
Thus the sun too is a true son, and all things, small and great, that creation contains, are surely worthy of the appellation "true son."
1:336
πῶς δὲ λέγει μονογενῆ τὸν γενόμενον; πάντα γὰρ τὰ γενόμενα ἀδελφὰ πάντως ἐστὶν ἀλλήλων, κατ' αὐτὸν λέγω τὸν τοῦ γενέσθαι λόγον
他又怎能稱一個「生成而有」者為「獨生的」呢?因為凡生成而有之物,就「生成」這一道理而言,彼此之間必然皆是兄弟。
And how does he call "only-begotten" one who came to be? For all things that have come to be are surely brothers of one another, according, I mean, to the very account of coming-to-be.
1:337
παρὰ τίνος δὲ καὶ γενόμενον; πάντα γὰρ εἴ τι γέγονε, παρὰ τοῦ υἱοῦ πάντως ἐγένετο
他又是藉誰而生成的呢?因為凡生成之物,必然都是藉子而生成的。
And by whom did he come to be? For whatever has come to be has surely come to be through the Son.
1:338
οὕτως γὰρ ὁ Ἰωάννης μαρτύρεται λέγων ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο
約翰正是如此見證說:「萬物是藉著祂造的。」
For thus John testifies, saying, "All things came to be through him."
1:339
εἰ τοίνυν καὶ ὁ υἱὸς κατὰ τὸν τοῦ Εὐνομίου λόγον ἐγένετο, πάντως ἐν τῇ φύσει τῶν γενομένων καὶ οὗτός ἐστιν
既然照歐諾米的說法,子也是生成而有的,那麼祂必然也屬於凡生成之物的本性之列。
If, then, according to Eunomius' argument the Son too came to be, then he too surely belongs to the nature of things that have come to be.
1:340
εἰ οὖν πάντα τὰ γενόμενα δι' ἐκείνου ἐγένετο, ἓν δὲ τῶν γενομένων καὶ ὁ λόγος ἐστίν, τίς οὕτως ἀνόητος, ὡς μὴ συνιδεῖν διὰ τῶν τεθέντων τὸ ἄτοπον, ὅτι αὐτὸν ἑαυτοῦ ἔργον γεγενῆσθαι τὸν δεσπότην τῆς κτίσεως ὁ καινὸς οὗτος δογματιστὴς ἀποφαίνεται, τῷ διαρρήδην εἰπεῖν μὴ ἄκτιστον εἶναι τὸν κύριον καὶ δημιουρ γὸν πάσης τῆς κτίσεως; πόθεν ἔχει τὴν παρρησίαν, εἰπάτω
既然萬物皆是藉祂而生成的,而「道」本身也是所生成之物中的一員,那麼誰會愚蠢到看不出這由此所推導出的荒謬——即這位新奇的教條制定者,藉著明言稱萬有的主宰與創造者「並非非受造」,等於宣稱萬有的主宰乃是祂自己的作品!他這份放肆從何而來,讓他自己說吧。
If, then, all things that came to be, came to be through him, and the Word too is one of the things that came to be, who is so senseless as not to perceive, from what has been laid down, the absurdity — that this novel dogmatist declares the Lord of creation to have become his own work, by expressly saying that the Lord and Maker of all creation is not uncreated? Let him say whence he derives such boldness.
1:341
ἐκ ποίας θεοπνεύστου γραφῆς; τίς εὐαγγελιστής, ποῖος ἀπόστολος τὴν τοιαύτην ἀφῆκε φωνήν; τίς προφήτης ἢ νομοθέτης ἢ πατριάρχης ἢ ἄλλος τις τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος θεοφορουμένων, ὧν ἀνάγραπτοί εἰσιν αἱ φωναί, τῆς τοιαύτης ῥήσεως καθηγήσατο; πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἐν τῇ παραδόσει τῆς πίστεως παρὰ τῆς ἀλη θείας ἐμάθομεν
這是出於哪一卷受神默示的經文?哪一位福音書作者、哪一位使徒說過這樣的話?哪一位先知、律法頒授者、族長,或任何一位受聖靈感動、其言語有記載可考者,開創過這樣的說法?我們是從真理的傳承中,在信仰的傳統裡,學得「父、子、聖靈」這稱謂的。
From what divinely inspired Scripture? What evangelist, what apostle uttered such a word? What prophet, or lawgiver, or patriarch, or any other of those borne along by the Holy Spirit, whose utterances stand recorded, took the lead in such an expression? We have learned "Father, Son, and Holy Spirit" from the truth, in the tradition of the faith.
1:342
εἰ κτιστὸν αὐτὸν εἶναι πιστεύειν ἐχρῆν, πῶς παραδιδοῦσα ἡμῖν τὸ μυστήριον ἡ ἀλήθεια τὴν εἰς τὸν υἱὸν πίστιν καὶ οὐκ εἰς τὸ κτίσμα ἐνομοθέτησε; πῶς δὲ προσκυνῶν τὸν Χριστὸν ὁ θεῖος ἀπόστολος τοὺς τῇ κτίσει λατρεύοντας παρὰ τὸν κτίσαντα εἰδωλολατρεῖν διορί ζεται; ἢ γὰρ οὐκ ἂν προσεκύνησεν, εἰ κτιστὸς ἦν, ἢ οὐκ ἂν τοῖς εἰδωλολάτραις συνέταξε τοὺς τῇ κτίσει λατρεύοντας, ἵνα μὴ καὶ αὐτὸς εἰδωλολατρεῖν δόξῃ προσάγων τῷ κτιστῷ τὴν προσκύνησιν
若必須相信祂是受造的,那麼真理在向我們傳授此奧秘時,何以立法規定要信入子,而非信入受造物呢?神聖的使徒既敬拜基督,又何以將那些敬奉受造物而非敬奉造物主的人,定為行拜偶像之事?因為,若基督是受造的,他要嘛便不會敬拜祂,要嘛便不會把敬奉受造物者列入拜偶像者之列——免得他自己也被視為行拜偶像之事,因將敬拜獻給了一個受造之物。
If it were necessary to believe him to be created, how is it that truth, in handing down the mystery to us, ordained faith into the Son, and not into a creature? And how is it that the divine apostle, worshiping Christ, defines those who serve the creature rather than the Creator as practicing idolatry? For either he would not have worshiped, if Christ were created, or he would not have classed with idolaters those who serve the creation — lest he himself also seem to practice idolatry, by offering worship to a created thing.
1:343
ἀλλ' οἶδεν ὅτι ὁ παρ' αὐτοῦ προσκυνού μενος ἐπὶ πάντων ἐστὶ θεός·
他乃知道,他所敬拜的那一位,是超乎萬有之上的神。
But he knows that the one whom he worships is God over all.
1:344
οὕτω γὰρ ἐν τῷ πρὸς Ῥω μαίους λόγῳ τὸν υἱὸν ὀνομάζει·
因為他在致羅馬人書中,正是如此稱呼子的。
For thus, in his discourse to the Romans, he names the Son.
1:345
Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ
然而他們必然會搬出箴言中的那句話,說:「主造了我,作祂道路的起頭,為祂的工作。」
But they surely bring forward the proverbial saying, which states, "The Lord created me the beginning of his ways, for his works."
1:346
τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθαι σαφέστερον ὅπως ἔχει·
此事本可藉更多篇幅加以陳述,使其更為清楚。
Now this could be set forth more clearly at greater length.
1:347
πλὴν δυνατὸν ἂν εἴη καὶ δι' ὀλί γων τοῖς εὐγνώμοσι παραδοῦναι τὸ νόημα
但即便僅用簡短數語,也應能向明理之人傳達其中的意涵。
Yet it should be possible, even in few words, to convey the sense to those of good understanding.
1:348
ἀρχαιοτέραις βίβλοις ἀνέγνωμεν Ἐκτήσατο γε γραμμένον ἀντὶ τοῦ Ἔκτισέ με
我們曾在較古老的抄本中讀到,寫的是「祂擁有了〔我〕」,而非「祂造了我」。
In older manuscripts we have read "He possessed me" written in place of "He created me."
1:349
ἐμφαίνει δὲ πάντως τὸν δοῦλον ἡ κτῆσις διὰ τῶν παροιμιακῶν αἰνιγμάτων τὸν δι' ἡμᾶς ἀναλαβόντα τὴν τοῦ δούλου μορφήν
而「擁有」一詞,藉箴言的隱謎式言語,所指的必然是「僕人」——即那位為我們的緣故,取了僕人形像的那位。
And "possession" surely signifies, through the riddling language of Proverbs, the servant — him who, for our sake, took on the form of a servant.
1:350
εἰ δέ τις καὶ τὴν ἐπικρατοῦσαν ἐν ταῖς ἐκκλησίαις ἀνάγνωσιν ἐν τῷ μέρει τούτῳ προβάλοιτο, οὐδὲ τὴν Ἔκτισε φωνὴν ἀποβάλ λομεν
然而,若有人在此處堅持提出教會中通行的讀法,我們也並不摒棄「祂造了」這個詞。
But if anyone should put forward, in this instance, the reading prevailing in the churches, we do not reject the word "created" either.
1:351
καὶ τοῦτο γὰρ πρὸς τὴν τοῦ δούλου σημασίαν διὰ τοῦ αἰνίγματος βλέπει, ἐπειδὴ πᾶσα ἡ κτίσις δουλεύει, καθώς φησιν ὁ ἀπόστολος
因為這一點也透過這隱語,指向「僕人」的意涵,因為一切受造之物都服於奴役之下,正如使徒所說
For this too looks, through the riddle, toward the signification of "servant," since all creation is in servitude, as the Apostle says
1:352
διὰ τοῦτο καὶ ταύτην τὴν φωνὴν εὐσεβῶς ἔχειν φαμέν
因此,我們說這句話也是虔敬地持守的
For this reason we say that this utterance too is held piously
1:353
ἐκτίσθη γὰρ ἀληθῶς ἐπ' ἐσχάτου τῶν ἡμερῶν ὁ δι' ἡμᾶς καθ' ἡμᾶς γενόμενος, ὁ ἐν μὲν τῇ ἀρχῇ λόγος ὢν καὶ θεός, μετὰ ταῦτα δὲ σὰρξ γενόμενος καὶ ἄνθρωπος
因為那位為我們的緣故、按照我們的樣式而生成的,確實在末後的日子裡受造了——他在起初本是道、是神,此後卻成了肉身、成了人
For truly he who became for our sake, according to our likeness, was created in the last of the days — he who in the beginning was Word and God, but afterward became flesh and man
1:354
κτιστὴ δὲ τῆς σαρκὸς ἡ φύσις·
而肉身的本性乃是受造的;
But the nature of the flesh is created;
1:355
ἧς μετασχὼν κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας ἐκτίσθη γενόμενος ἄνθρωπος, ἐκτίσθη δὲ κατὰ θεόν, οὐ κατὰ ἄνθρωπον, καθώς φησιν ὁ ἀπόστολος, καινόν τινα τρόπον καὶ οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν
他在凡事上都按照相似性分享了這本性,只是沒有罪,於是受造成了人;他是照著神受造的,不是照著人受造的,正如使徒所說,是按某種嶄新的方式,而非按人類慣常的方式
partaking of which in all things, according to likeness, apart from sin, he was created, becoming man; and he was created according to God, not according to man, as the Apostle says, in a certain new manner and not according to human custom
1:356
ἐμάθομεν γὰρ ὅτι ἐκ πνεύματος ἁγίου καὶ τῆς τοῦ ὑψίστου δυνάμεως, πλὴν ἀλλ' ἐκτίσθη ὁ καινὸς οὗτος ἄνθρωπος, ὃν κελεύει ὁ τῶν ἀρρήτων μυστηρίων ὑφηγητὴς Παῦλος ἐνδύσασθαι ἡμᾶς διχῶς ὀνομάζων τὸ ἔνδυμα, νῦν μὲν λέγων Ἐνδύ σασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, πάλιν δὲ ὅτι Ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν
因為我們曉得,這是出於聖靈與至高者的能力;然而,這位新人確實是受造的,是保羅——那奧祕莫測之奧義的講解者——吩咐我們要穿上的;他用兩種方式稱呼這件衣裳:一處說「你們要穿上新人,就是照著神受造的那位」,另一處則說「你們要穿上主耶穌基督」
For we have learned that it was from the Holy Spirit and the power of the Most High; nevertheless this new man was created, whom Paul, the expounder of the ineffable mysteries, bids us put on, naming the garment in two ways: at one place saying, "Put on the new man, who was created according to God," and again, "Put on the Lord Jesus Christ"
1:357
Οὗτος γὰρ ἡμῖν τοῖς ἐνδυσαμένοις αὐτὸν γίνεται ἀρχὴ τῶν ὁδῶν τῆς σωτηρίας ὁ εἰπὼν Ἐγώ εἰμι ἡ ὁδός, ἵνα ἔργα τῶν ἑαυτοῦ χειρῶν ποιήσῃ ἡμᾶς, ἀπὸ τοῦ πονηροῦ πλάσματος τῆς ἁμαρτίας πρὸς τὴν ἰδίαν εἰκόνα πάλιν μετεργασάμενος
因為他——那位說「我就是道路」的——對於我們這些穿上他的人來說,就成了救恩道路的起頭,好使我們成為祂親手所作的工,把我們從罪惡的邪惡塑形中,重新塑造成祂自己的形像
For he who said, "I am the way," becomes for us who have put him on the beginning of the ways of salvation, so that he might make us works of his own hands, refashioning us again from the wicked molding of sin into his own image
1:358
ὁ δὲ αὐτὸς καὶ θεμέλιος ἡμῖν γίνεται πρὸ τοῦ μέλλοντος αἰῶνος κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅς φησιν ὅτι Θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, καὶ Πρὸ τοῦ ἐλ θεῖν τὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι καὶ πρὸ πάντων βουνῶν γεννᾷ με
同一位,按照保羅的話,在那將要來臨的世代之先,又成了我們的根基;保羅說:「除了那已經立好的根基,無人能立別的根基」,又說:「在眾水的泉源出現之先,在群山奠定之先,在深淵被造之先,在一切丘陵之先,祂就生了我」
And the same one becomes for us also the foundation, before the age to come, according to the word of Paul, who says, "No one can lay a foundation other than the one already laid," and, "Before the springs of the waters came forth, and before the mountains were settled, and before he made the depths, and before all the hills, he begets me"
1:359
δυνατὸν γὰρ ἕκαστον τούτων κατὰ τὴν παροι μιώδη συνήθειαν μεταληφθὲν εἰς τροπικὴν θεωρίαν ἐφαρ μοσθῆναι τῷ λόγῳ
因為這些話語中的每一項,都可以依照箴言式的慣用手法,轉換成喻意的理解,而適切地應用於「道」身上
For it is possible for each of these, transferred according to proverbial custom into a figurative sense, to be fitted to the Word
1:360
βουνοὺς δὲ τὴν ἀκακίαν, ἣν διὰ τοῦ σκιρτήματος τῶν ἀρνίων ἐνεδείξατο
而「丘陵」則指那藉羊羔的雀躍所顯明的純真無邪
and by "hills" is signified the innocence which he showed forth through the leaping of the lambs
1:361
πρὸ τού των οὖν ἐν ἡμῖν γεννᾶται ὁ δι' ἡμᾶς κτισθεὶς ἄνθρωπος, ἵνα καὶ ἡ τῶν τοιούτων κτίσις ἐν ἡμῖν χώραν εὕρῃ
於是,在這些事物之先,那為我們的緣故受造的人,便在我們裡面受生,好使這類受造之物的創生,也能在我們裡面找到位置
Before these things, then, the man who was created for our sake is begotten in us, so that the creation of such things also may find room in us
1:362
ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι τὸν περὶ τούτων λόγον, ἱκανῶς τοῖς εὐγνώμοσιν ὑποδειχθείσης δι' ὀλίγων τῆς ἀληθείας·
但我認為,對這些事的討論應當略過不談,因為真理已經用寥寥數語,充分地向明理的人揭示出來了;
But I think it necessary to pass over the discussion of these matters, since the truth has been sufficiently shown, in a few words, to those of good judgment;
1:363
ἐπὶ δὲ τὰ ἐφεξῆς τῶν τοῦ Εὐνομίου λόγων μετέλθωμεν
讓我們接著轉向歐諾米接下來的話語
and let us pass on to what follows next in Eunomius' words
1:364
Ἐν ἀρχῇ, φησίν, ὄντα, οὐκ ἄναρχον
他說:「存在於『起初』之中,並非無始的」
"Existing in the beginning," he says, "not without beginning"
1:365
ὢ πῶς νοεῖ τὰς θείας φωνὰς ὁ ἐπὶ συνέσει ὑπὲρ τοὺς ἄλλους φρο νῶν; τὸν ἐν ἀρχῇ ὄντα ἀρχὴν ἔχοντα ἑρμηνεύει, καὶ οὐκ οἶδεν ὅτι, εἰ ἀρχὴν ἔχει ὁ ἐν ἀρχῇ ὤν, καὶ ἡ ἀρχὴ πάντως ἔχει ἄλλην ἀρχήν
噢,這位自認在悟性上超過眾人的人,究竟是如何理解神聖話語的呢!他把「存在於起初者」解釋成「擁有一個起頭」,卻不知道:假若那存在於起初者本身還有一個起頭,那麼這「起頭」本身也必然還有另一個起頭
Oh, how does he who prides himself on understanding beyond all others comprehend the divine sayings! He interprets "the one who is in the beginning" as "having a beginning," and does not know that, if the one who is in the beginning has a beginning, then the beginning itself surely has another beginning
1:366
ὃ γὰρ ἂν ἐπὶ τῆς ἀρχῆς εἴπῃ, τοῦτο κατ' ἀνάγκην καὶ περὶ τοῦ ἐν τῇ ἀρχῇ ὄντος ὁμολογήσει πάντως
因為他無論對「起頭」說了什麼,也必然、必定同樣地要承認這同一件事適用於那「存在於起頭中者」
For whatever he says concerning the beginning, this he will of necessity altogether confess also concerning the one who is in the beginning
1:367
πῶς γὰρ τὸ ἐν τῇ ἀρχῇ ὂν τῆς ἀρχῆς χωρισθή σεται; πῶς δέ τις τὸ οὐκ ἦν προεπινοήσει τοῦ ἦν; ὅπως γὰρ ἄν τις ἀναγαγὼν ἑαυτοῦ τὴν διάνοιαν πρὸς τὴν κατα νόησιν τῆς ἀρχῆς ὑπερτείνῃ, συγκατανοεῖ πάντως τὸν ἐν αὐτῇ ὄντα λόγον χωρισθῆναι τῆς ἐν ᾗ ἐστιν ἀρχῆς μὴ δυνάμενον, οὐδέποτε τοῦ ἐν αὐτῇ εἶναι οὔτε ἀρχόμενον οὔτε παυόμενον
因為那存在於起頭中者,怎能與起頭分離呢?又有誰能在「曾是」之先,預先設想出一個「曾不是」呢?無論一個人的心思如何伸展、極力上溯以求領悟「起頭」,他必然同時也領悟到:那存在於起頭中的道,是無法與其所在的起頭分離的,祂從未有開始存在於其中的時刻,也從未有停止存在於其中的時刻
For how shall that which is in the beginning be separated from the beginning? And how shall anyone conceive beforehand a "was not" prior to the "was"? For however far one may raise and extend one's mind toward the comprehension of the beginning, one altogether comprehends together with it that the Word who is in it cannot be separated from the beginning in which he is, never beginning to be in it nor ceasing to be in it
1:368
μηδεὶς δὲ διὰ τούτων εἰς δύο ἀρχὰς δια σχιζέτω τὸ δόγμα
然而,切不可有人因此便把教義劈分成兩個「起頭」
But let no one, on account of these things, split the doctrine into two beginnings
1:369
μία γάρ ἐστιν ὡς ἀληθῶς ἡ ἀρχή, ᾗ ἀχωρίστως ἐνθεωρεῖται ὁ λόγος ὁ διὰ πάντων πρὸς τὸν πατέρα ἡνωμένος
因為那起頭誠然是獨一的,而那藉一切事物與父聯合為一的道,就不可分割地被觀照於其中
For the beginning is truly one, in which is inseparably beheld the Word who through all things is united to the Father
1:370
ὁ ταῦτα φρονῶν οὐδεμίαν δώσει τῇ αἱρέσει πάροδον διὰ τῆς καινοτομίας τοῦ ἀγέννητος ὀνό ματος τῇ εὐσεβείᾳ λυμαίνεσθαι
抱持這樣想法的人,絕不會讓異端藉著「非受生的」這一名稱的標新立異,來損害虔敬的信仰
He who thinks thus will give heresy no passage, through the innovation of the name "unbegotten," to do violence to piety
1:371
ἐν δὲ τοῖς ἐφεξῆς ἐκτε θεῖσιν ἄρτῳ ἔοικεν ὁ λόγος αὐτοῦ πολλὴν ἔχοντι τὴν ἐπι μιξίαν τῆς ἄμμου
但在接下來所陳述的內容中,他的論述就好比一塊摻雜了大量沙土的麵包
But in what he sets forth next, his discourse resembles bread that has a great admixture of sand
1:372
τοῖς γὰρ ὑγιῶς λεγομένοις τὰ αἱρετικὰ συμμίξας νοήματα ἄβρωτον διὰ τοῦ συμμεμειγμένου λίθου ποιεῖ καὶ τὸ τρόφιμον
因為他把異端的觀念摻入原本說得健全的話語之中,就藉著摻雜其中的石子,使那本來可滋養人的部分也變得無法下嚥
For by mixing heretical notions in with things soundly said, he makes even the nourishing part inedible through the stone mixed into it
1:373
λέγει γὰρ σοφίαν ζῶσαν τὸν κύριον καὶ ἀλήθειαν ἐνεργοῦσαν καὶ δύναμιν ὑφεστῶσαν καὶ ζωήν·
因為他說,主是活的智慧、是運作中的真理、是實存的能力、也是生命;
For he calls the Lord living Wisdom, and operative Truth, and subsisting Power, and Life;
1:374
ἐν τίθησι δὲ τοῖς εἰρημένοις τὸν ἰὸν τῆς αἱρέσεως
然而他卻在這些話語之中,摻入了異端的毒液
but he inserts into these statements the venom of heresy
1:375
τὴν ὄντως ζωὴν τὸν υἱὸν ὑποτίθεται
他將那真實的生命,設定為子
He supposes the Son to be the true Life
1:376
εἶτά φησιν ὡς υἱὸν θεοῦ ζωοποι οῦντα τοὺς ζῶντας καὶ ζωοποιοῦντα τοὺς νε κρούς, φῶς ἀληθινόν, φῶς φωτίζον πάντα ἄν θρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀγαθὸν καὶ χορηγὸν ἀγαθῶν
接著他又說,作為神的兒子,祂使活人得生命,也使死人得生命;是真光,是照亮那來到世上之每一個人的光;是良善者,也是諸般美善的供應者
Then he says that, as Son of God, he gives life to the living and gives life to the dead — true light, light that enlightens every man coming into the world, good, and provider of good things
1:377
ταῦτα πάντα ἀντὶ μέλιτός τινος τοῖς ἀκεραιοτέροις προτείνων ὑποκρύπτει τῇ γλυκύ τητι τῶν ῥημάτων τούτων τὸ δηλητήριον
他把這一切都像某種蜂蜜一樣,端呈給那些較為單純的人,藉著這些話語的甜美,暗藏了其中的毒藥
Offering all these things like a kind of honey to the more guileless, he conceals the poison beneath the sweetness of these words
1:378
εὐθὺς γὰρ ἐπάγει τοῖς εἰρημένοις τὸ φθοροποιὸν αὐτοῦ νόημα, λέ γων οὐχὶ τῷ γεννήσαντι συμμερισάμενον τὴν ἀξίαν, οὐκ ἄλλῳ τινὶ τὴν πατρικὴν οὐσίαν, ἀλλὰ γενόμενον ἐκ γεννήσεως ἔνδοξον καὶ τῆς δόξης κύριον καὶ λαβόντα παρὰ τοῦ πα τρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δό ξης·
因為他隨即在這些話後面,附加上他那具腐蝕性的觀念,說:子並非與那生他的那位共享其尊嚴,也不是與任何他者共享那父的本質,而是由於受生而變得榮耀、成為榮耀的主,並且從父領受了榮耀,卻並非分享了父的那份榮耀;
For he immediately adds to what has been said his corrupting notion, saying that the Son does not share the dignity with the one who begot him, nor the paternal essence with anyone else, but that he became, from his begetting, glorious and lord of glory, and that he received glory from the Father, not partaking of that Father's glory;
1:379
ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκρά τορος, καθὼς εἶπε Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω
因為全能者的榮耀是不可分享予人的,正如祂所說:「我的榮耀,必不給予別人」
for the glory of the Almighty is incommunicable, as he said, "My glory I will not give to another"
1:380
ταῦτά ἐστιν τὰ ἐπιθανάτια φάρμακα, ἃ μόνοι διαγινώσκουσιν οἱ γεγυμνασμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια
這些便是致命的毒藥,唯有那些靈魂感官已經受過操練的人,才能辨識出來
These are the deadly drugs, which only those whose spiritual senses have been trained can discern
1:381
τούτων δὲ ἡ θανατηφόρος κακία φανερώτερον ἐν τοῖς τελευ ταίοις τῶν εἰρημένων ἀνακαλύπτεται
而這些話中致死的惡毒,在其所言的最後部分裡,更加明顯地被揭露出來
But the death-bearing malice of these things is uncovered more plainly in the last of what has been said
1:382
Λαβόντα, φησί, παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης·
他說:「從父領受了榮耀,卻並非分享了那位的榮耀」;
"Having received," he says, "glory from the Father, not having partaken of that Father's glory;"
1:383
ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος, καθὼς εἶπε Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω
因為全能者的榮耀是不可分享予人的,正如祂所說:「我的榮耀,必不給予別人」
for the glory of the Almighty is incommunicable, as he said, "My glory I will not give to another"
1:384
τίς ἐστιν ὁ ἕτερος ἐκεῖνος ᾧ εἶπεν ὁ θεὸς τὴν δόξαν μὴ δώσειν; ὁ μὲν προφήτης περὶ τοῦ ἀντικειμένου λέγει, ὁ δὲ Εὐνό μιος εἰς αὐτὸν τὸν μονογενῆ θεὸν ἀναφέρει τὴν προ φητείαν
那位「別人」——神說不將榮耀給予的那位——究竟是誰呢?先知所指的是那敵對者,然而歐諾米卻把這預言歸到獨生的神自己身上
Who is that "other" to whom God said he would not give the glory? The prophet speaks concerning the adversary, but Eunomius refers the prophecy to the only-begotten God himself
1:385
εἰπὼν γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὁ προφήτης ὅτι Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, προσέθηκεν ὅτι Καὶ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς
因為先知以神的口吻說了「我的榮耀,必不給予別人」之後,還接著說:「也不將我的頌讚給雕刻的偶像」
For the prophet, having said in the person of God, "My glory I will not give to another," added, "nor my praises to graven images"
1:386
ἐπεὶ γὰρ τὴν θεῷ χρεωστου μένην λατρείαν καὶ προσκύνησιν τῷ ἀντικειμένῳ προσῆγον δι' ἀπάτης οἱ ἄνθρωποι, τοῖς τῶν γλυπτῶν ἀφιδρύμασι τὸν ἐχθρὸν τοῦ θεοῦ σεβαζόμενοι τὸν πολυειδῶς ἐν τοῖς ἀν θρώποις διὰ τῶν εἰδώλων μορφούμενον, οἶκτον λαβὼν τῆς ἀνθρωπίνης ἀπωλείας ὁ τοὺς κακῶς ἔχοντας ἰατρεύων τὴν χρόνοις ὕστερον γενησομένην παρ' αὐτοῦ φιλανθρωπίαν ἐν τῷ ἀφανισμῷ τῶν εἰδώλων διὰ τοῦ προφήτου προηγόρευσε λέγων ὅτι φανερωθείσης τῆς ἀληθείας οὐκέτι ἡ ἐμὴ δόξα ἄλλῳ δοθήσεται οὐδὲ αἱ ἐμαὶ ἀρεταὶ τοῖς γλυπτοῖς ἀνατε θήσονται
因為當時人們因受欺騙,把本應歸給神的敬拜與敬奉獻給了那敵對者,藉著雕刻的偶像塑像來敬奉那神的仇敵——他在人間藉著偶像化身為各種形相;那位醫治患病之人的主,憐憫人類的沉淪,便藉著先知預先宣告了祂日後將要施行的慈愛,就是要在偶像被除滅之時實現:說到當真理彰顯之後,祂的榮耀將不再給予別人,祂的頌讚也不再被獻給雕刻的偶像
For since men, through deception, were offering to the adversary the worship and veneration owed to God, revering, in the images of carved idols, the enemy of God who took manifold forms among men through the idols, he who heals those who are ill, taking pity on the ruin of mankind, foretold through the prophet the loving-kindness that would come from him in later times, in the abolition of the idols, saying that, once the truth had been made manifest, his glory would no longer be given to another, nor would his praises be dedicated to graven images
1:387
οὐκέτι γὰρ δουλεύσουσι τοῖς φύσει μὴ οὖσι θεοῖς τὴν ἐμὴν δόξαν ἐπιγνόντες οἱ ἄνθρωποι
因為人一旦認識了我的榮耀,就不再受那些本性上並非神明者的奴役了
For men, once they recognize my glory, will no longer be enslaved to those who by nature are not gods
1:388
ὅσα τοίνυν περὶ τῆς ἀντικειμένης ἐνεργείας ἐκ προσώπου τοῦ κυρίου ὁ προ φήτης φησί, ταῦτα ὁ θεομάχος εἰς αὐτὸν ἀναφέρει τὸν κύριον τὸν ταῦτα διὰ τοῦ προφήτου φθεγξάμενον
於是,凡是先知以主的口吻論及那敵對之運作所說的一切,這位與神為敵者(歐諾米)竟將之歸到那藉先知說出這些話的主自己身上
Whatever, then, the prophet says in the person of the Lord concerning the opposing operation, these things the God-fighter refers to the very Lord who spoke them through the prophet
1:389
τίς τοι οῦτος ἐν τοῖς τυράννοις μνημονεύεται γεγενῆσθαι διώκτης τῆς πίστεως; τίς τοῦτο κατεσκεύασεν, ὡς ὁ ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν ἡμῶν διὰ σαρκὸς ἐπιφανείς, καθὼς ἐπιστεύ σαμεν, οὐκ ἀληθινός ἐστι θεός, ἀλλ' ὁ τῷ θεῷ ἀντικεί μενος, ὁ ἐν τοῖς γλυπτοῖς τε καὶ τοῖς εἰδώλοις ἐνεργῶν τὴν κατὰ τῶν ἀνθρώπων ἀπάτην; ἃ γὰρ περὶ ἐκείνου εἴρηται διὰ τοῦ προφήτου, ταῦτα ὁ Εὐνόμιος εἰς τὸν μονο γενῆ θεὸν μετατίθησιν, οὐδὲ αὐτὸ τοῦτο νοήσας, ὅτι αὐτὸς ὁ μονογενής ἐστιν ὁ ταῦτα ἐν τῷ προφήτῃ φθεγξάμενος, καθὼς αὐτὸς οὗτος ἐν τοῖς ἐφεξῆς λέγει ὅτι οὗτός ἐστιν ὁ ἐν τοῖς προφήταις λαλήσας
就連在暴君之中,也未曾聽聞有這樣的信仰迫害者出現吧?是誰竟編造出這樣的說法——即那位為了我們靈魂的救恩而在肉身中顯現的、如我們所信的那位,並非真神,反倒是那與神為敵者,是那藉雕刻偶像對人類施行欺騙的那位?因為先知論及那敵對者所說的話,歐諾米卻將之轉嫁到獨生的神身上,甚至連這一點也未曾理解:正是這位獨生者自己,在先知中說出了這些話,正如他(歐諾米)自己在下文所說,這位正是曾在眾先知中說話的那一位
What such persecutor of the faith is remembered to have arisen even among tyrants? Who has contrived this — that he who was manifested in the flesh for the salvation of our souls, as we have believed, is not the true God, but the one who opposes God, who works through carved images and idols the deception against mankind? For the things said concerning that adversary through the prophet, these Eunomius transfers to the only-begotten God, not even understanding this very point: that it is the Only-Begotten himself who spoke these things in the prophet, just as this same man himself says in what follows, that this is the one who spoke in the prophets
1:390
Τί με χρὴ πλείω περὶ τούτων διεξιέναι; τῆς αὐτῆς γὰρ ἔχεται βλασφημίας καὶ τὰ πρὸ τούτων εἰρημένα
我又何須就這些事多加詳述呢?因為先前所說的話,也同樣沾染著這相同的褻瀆
What need is there for me to go through more concerning these things? For what was said before these also partakes of the same blasphemy
1:391
λα βόντα, φησίν, παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης·
他說:「從父領受了榮耀,卻並非分享了那位的榮耀」;
"Having received," he says, "glory from the Father, not having partaken of that Father's glory;"
1:392
ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος θεοῦ
因為全能之神的榮耀是不可分享予人的
for the glory of the Almighty God is incommunicable
1:393
ἐγὼ γὰρ εἰ καὶ περὶ Μωϋσέως ὁ λόγος ἦν τοῦ δοξασθέντος ἐν τῇ διακονίᾳ τοῦ νόμου, οὐδ' οὕτως ἤνεγκα ἂν τὸν τοιοῦτον λόγον, εἰ καὶ ὅτι μηδεμίαν ἔχων οἴκοθεν δόξαν ἐκεῖνος διὰ τῆς γενομένης αὐτῷ θεόθεν δωρεᾶς ἔνδοξος ἀθρόως τοῖς Ἰσ ραηλίταις ἐφάνη
因為,即便這話所論的是摩西——那在律法職事中得榮耀的人——即使如此,我也不能容忍這樣的言論;儘管摩西本身並無自有的榮耀,卻藉著從神而來、臨到他身上的恩賜,在以色列人面前驟然顯得榮耀
For, even if the statement had been about Moses, who was glorified in the ministry of the Law, not even so would I have tolerated such a statement — even though he, having no glory of his own, appeared suddenly glorious to the Israelites through the gift that came to him from God
1:394
αὐτὴ γὰρ ἡ γενομένη τῷ νομοθέτῃ δόξα οὐκ ἄλλου τινὸς ἦν, ἀλλ' αὐτοῦ τοῦ θεοῦ, ἣν πάντας κε λεύει ζητεῖν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, δι' ὧν αἰτιᾶται τοὺς τὴν ἀνθρωπίνην δόξαν περὶ πολλοῦ ποιουμένους, τὴν δὲ παρὰ τοῦ μόνου θεοῦ δόξαν μὴ ζητοῦντας
因為那臨到這位立法者身上的榮耀,並非屬於別的什麼人,正是屬於神自己——那正是主在福音書中吩咐眾人當尋求的榮耀,祂藉此責備那些看重人的榮耀、卻不尋求那唯獨從神而來之榮耀的人
For that very glory which came upon the lawgiver was not that of anyone else, but of God himself — the glory which the Lord in the Gospel bids all to seek, in the words by which he accuses those who set great store by human glory, but do not seek the glory that comes from the only God
1:395
δι' ὧν γὰρ ζητεῖν ἐνεκελεύσατο τὴν παρὰ τοῦ μόνου θεοῦ δόξαν, τὸ δυνατὸν εἶναι τυχεῖν τοῦ ζητουμένου κατεπηγγείλατο
因為祂在吩咐人尋求那唯獨從神而來之榮耀的同一番話中,也應許了:所尋求的是有可能獲得的
For by the very words in which he commanded them to seek the glory that comes from the only God, he also promised that it was possible to obtain what was sought
1:396
ἀπαυγάσματος τῆς δόξης λέγων ὅτι λαβὼν ἔχει τὴν δόξαν οὐδὲν ἕτερον λέγει ἢ ὅτι ἄδοξον καθ' ἑαυτὸ τὸ τῆς δόξης ἐστὶν ἀπαύγασμα, χρῄζει δὲ λαβεῖν παρ' ἑτέρου δόξαν, ἵνα οὕτω ποτὲ καὶ αὐτὸς γένηται κύριος τῆς δόξης
當他就那「榮耀的光輝」而言,說祂是「領受了」榮耀,他所說的其實無非是:這榮耀的光輝就其自身而言是毫無榮耀的,需要從別處領受榮耀,好使祂如此才能有朝一日也成為榮耀的主
In saying, concerning the "radiance of glory," that he has received the glory, he says nothing other than that the radiance of glory is, in itself, without glory, and needs to receive glory from another, so that thus at some point he too might become lord of glory
1:397
ποῦ τοίνυν θήσομεν τὰς τῆς ἀληθείας φωνάς, τήν τε λέ γουσαν ὀφθήσεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς καὶ πάλιν ὅτι Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν; τίνι χρὴ προσέχειν τὸν ἀκούοντα, τῷ λέγοντι ὅτι ἀμέτοχός ἐστι τῆς τοῦ πα τρὸς δόξης ὁ πάντων τῶν ἐν τῷ πατρὶ κληρονόμος, καθώς φησιν ὁ ἀπόστολος, ἢ τῷ ὁμολογοῦντι ὅτι πάντα, ὅσα ἔχει ὁ πατήρ, καὶ αὐτὸς ἔχει; ἐν δὲ τοῖς πᾶσι καὶ ἡ δόξα πάντως ἐστίν
那麼,我們該把真理的話語放在何處呢?——一是說祂將在父的榮耀中顯現,另一則說:「凡父所有的,都是我的」。聽者究竟應當聽從哪一方:是那說「作為父裡萬有的承受者(如使徒所言)卻毫不分享父之榮耀」的一方,還是那承認「凡父所有的,我自己也都有」的一方呢?而在這「一切」之中,榮耀當然也包括在內
Where, then, shall we place the words of Truth — both the one saying that he will be seen in the glory of the Father, and again, that "All that the Father has is mine"? To whom must the hearer give heed: to him who says that he who, as the Apostle says, is heir of all things in the Father is without share in the Father's glory, or to him who confesses that all that the Father has, he himself also has? And among "all things," surely, glory too is included
1:398
Ἀλλ' ἀμετάδοτον εἶναί φησι τὴν δόξαν τοῦ παντοκράτορος
但他卻說,全能者的榮耀是不可分享予人的
But he says that the glory of the Almighty is incommunicable
1:399
τοῦτο οὔτε Ἰωὴλ οὔτε ὁ μέγας Πέ τρος μαρτύρεται ὁ τὸν προφητικὸν λόγον ἐν τῇ δημηγορίᾳ τῇ πρὸς τοὺς Ἰουδαίους οἰκειωσάμενος
然而這一點,既非約珥,也非那位在向猶太人公開演說中援用這先知話語的偉大彼得所見證的
This neither Joel nor the great Peter attests — he who appropriated the prophetic word in his public address to the Jews
1:400
φησὶ γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅ τε προφήτης καὶ ὁ ἀπόστολος ὅτι Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα
因為先知與使徒都以神的口吻說:「我要將我的靈澆灌凡有血氣的」
For both the prophet and the apostle say, in the person of God, "I will pour out from my Spirit upon all flesh"
1:401
ὁ τοίνυν τοῦ ἰδίου πνεύματος τῆς κοινωνίας πάσῃ σαρκὶ μὴ φθο νήσας πῶς τῷ μονογενεῖ υἱῷ τῷ ὄντι ἐν τοῖς κόλποις τοῦ πατρός, τῷ πάντα ἔχοντι ὅσα ὁ πατὴρ ἔχει, τῆς οἰκείας δόξης οὐ μεταδίδωσιν; ἢ τάχα εἴποι τις ἂν ἀληθεύειν τὸν Εὐνόμιον ἐν τούτῳ καὶ μὴ βουλόμενον
那麼,這位連自己的靈都不吝於分享給凡有血氣者的神,又怎會不將祂自己的榮耀,分賜給那在父懷中、擁有父所有一切的獨生子呢?或者,也許有人會說,歐諾米在這一點上,即使非出於本意,卻也說中了真理
He, then, who did not begrudge all flesh a share in his own Spirit — how would he not impart his own glory to the only-begotten Son, who is in the bosom of the Father, who has all that the Father has? Or perhaps one might say that Eunomius, even unwillingly, speaks the truth in this
1:402
ἐπὶ μὲν γὰρ τοῦ μὴ ἔχοντος οἴκοθεν τὴν δόξαν κυρίως ἡ μετάδοσις λέγεται, ᾧ τὸ ἔχειν ἑτέρωθεν προσγίνεται, οὐκ ἐκ φύσεως·
因為嚴格說來,「分賜」一詞乃是就那本身並無固有榮耀之人而言,其所擁有的,是從別處而來、並非出於本性;
For, properly speaking, "impartation" is said in the case of one who does not have glory of his own, to whom the having of it comes from elsewhere, not from nature;
1:403
ὅπου δὲ μία καὶ ἡ αὐτὴ καταλαμβάνεται φύσις, οὐ χρῄζει τοῦ καθ' ἕκαστον μεταδιδόντος ὁ ἐκεῖνο κατὰ τὴν φύσιν ὤν, ὅπερ ὁ πατὴρ εἶναι πεπίστευται
但凡在那被理解為同一本性之處,那按本性即是「父被信為是的那位」者,便無需一位逐項分賜的施予者
but where one and the same nature is apprehended, he who is, by nature, that very thing which the Father is believed to be does not need one who imparts it piece by piece
1:404
μᾶλλον δὲ τρανότερόν τε καὶ φανερώτερον εἰπεῖν ἔχει καλῶς
不如,更清楚、更明白地表述,會更為恰當
but rather it is well to state it more clearly and plainly
1:405
τί χρῄζει τῆς τοῦ πατρὸς δόξης ὁ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα, οὐδενὸς τῶν ἐν τῷ πατρὶ θεωρουμένων ὑφῃρημένου; τίς δὲ καὶ ἡ τοῦ παντοκράτορος ἀξία, ἧς ἀμέτοχον ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται; λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες τὰ γήϊνα δόγματα, οἱ καθώς φησιν ὁ προφήτης ἐκ γῆς φωνοῦντες
那位在自己裡面擁有整個父、父裡所觀照的一切都毫無所缺的,又何需父的榮耀呢?而歐諾米宣稱子毫不分享的那全能者的尊嚴,又究竟是什麼呢?就讓那些自以為聰明、自視為有知識的人,去說他們那些屬地的教義吧——正如先知所言,他們是「從地裡發聲」的人
What need has he of the Father's glory, who has the whole Father in himself, with nothing of what is beheld in the Father withheld? And what, indeed, is the dignity of the Almighty, of which Eunomius declares the Son to have no share? Let those, then, who are wise in their own eyes and knowledgeable in their own sight, speak their earthly doctrines — those who, as the prophet says, speak out of the earth
1:406
ὅσοι δὲ προσκυνοῦμεν τὸν λόγον καὶ τῆς ἀληθείας ἐσμὲν μαθηταί, μᾶλλον δὲ εἶναι εὐχόμεθα, μηδὲ ταύτην παραδράμωμεν τὴν φωνὴν ἀθεώρητον
但凡我們這些敬拜「道」、並且是真理的門徒——或者說,是渴望成為真理門徒的人——都不應讓這句話不經審視便輕輕帶過
But as many of us as worship the Word and are disciples of the Truth — or rather, pray to be — let us not pass over even this utterance unexamined
1:407
οἴδαμεν γὰρ ὅτι πάντων τῶν ὀνο μάτων, δι' ὧν τὸ θεῖον διασημαίνεται, τινὰ μὲν ἐνδεικτικὰ τῆς θείας μεγαλωσύνης ἐστίν, αὐτὰ ἐφ' ἑαυτῶν λεγόμενά τε καὶ νοούμενα, τινὰ δὲ ταῖς ὑπὲρ ἡμᾶς τε καὶ πᾶσαν τὴν κτίσιν ἐνεργείαις ἐπονομάζεται
因為我們知道,在一切用來指稱神性的名稱之中,有些是表明神聖尊威的,是就其自身而言、被說出並被理解的;而有些則是依照那超乎我們、也超乎一切受造之物的種種運作而命名的
For we know that, of all the names by which the divine is signified, some are indicative of the divine majesty, being spoken and conceived of in and by themselves, while others are named after the operations that are above us and above all creation
1:408
ὅταν μὲν γὰρ λέγῃ ὁ θεῖος ἀπόστολος Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ καὶ τὰ τοιαῦτα, τὰ παραστατικὰ τῆς ὑπερκειμένης δυνάμεως νοήματα διὰ τῶν ὀνομάτων τούτων ἐνδείκνυται·
因為每當那位神聖的使徒說「歸與那不朽壞的、不可見的、獨一有智慧的神」,以及諸如此類的話時,他便是藉這些名稱,表明那超越性大能的相關概念;
For when the divine Apostle says, "To the incorruptible, invisible, only wise God," and such things, he indicates through these names the concepts representative of that transcendent power;
1:409
ὅταν δὲ λέγηται παρὰ τῶν γραφῶν οἰκτίρμων καὶ ἐλεήμων πολυ έλεος ἀληθινὸς χρηστὸς κύριος ἰατρὸς ποιμὴν ὁδὸς ἄρτος πηγὴ βασιλεὺς κτίστης δημιουργὸς ὑπερασπιστής, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, ὁ ἐν πᾶσι τὰ πάντα, ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἐν τῇ κτίσει παρὰ τῆς θείας φιλανθρω πίας ἐνεργουμένων περιέχει τὴν ἔμφασιν
但當經文稱祂為滿有憐憫的、慈悲的、大有恩慈的、真實的、良善的、主、醫者、牧者、道路、糧食、泉源、君王、造物者、創造者、庇護者,是那在萬有之上、貫穿萬有、且在萬有中充滿萬有的那位時,這些名稱以及類似的名稱,所含的意涵是神聖仁愛在受造界中所運作的種種作為
but when he is called by the Scriptures compassionate and merciful, abounding in mercy, true, good, lord, physician, shepherd, way, bread, fountain, king, creator, maker, defender, he who is over all and through all, he who is all in all — these and such names contain the sense of the things wrought within creation by divine loving-kindness
1:410
τὸ τοίνυν τοῦ παντοκράτορος ὄνομα τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρί σκεται μὴ ἄλλο τι σημαῖνον ἐπὶ τῆς θείας δυνάμεως ἢ τὸ πρός τί πως ἔχειν τὴν κρατητικὴν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐνέργειαν, ἣν ἡ τοῦ παντοκράτορος ἔμφασις ὑποδείκνυσιν
那麼,對那些仔細考察的人而言,會發現「全能者」這個名稱,就神聖大能而言,所指的無非是某種關係性——即對受造界中所觀照的萬物施行掌控之運作的關係,而這正是「全能者」一詞的意涵所指明的
The name "Almighty," then, is found by those who examine it carefully to signify, with respect to the divine power, nothing other than a certain relation — the sustaining operation over the things beheld in creation, which the sense of "Almighty" indicates
1:411
ὥσπερ γὰρ οὐκ ἂν ἰατρὸς ἦν, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδ' ἂν ἐλεήμων τε καὶ οἰκτίρμων καὶ τὰ τοιαῦτα κατωνομάζετο, εἰ μὴ διὰ τὸν οἰκτιρμοῦ τε καὶ ἐλέου δεόμενον, οὕτως οὐδὲ παντοκράτωρ, εἰ μὴ πᾶσα ἡ κτίσις τοῦ περικρατοῦντος αὐτὴν καὶ ἐν τῷ εἶναι συντη ροῦντος ἐδέετο
正如,若非為了患病者的緣故,祂就不會被稱作醫者;若非因為有需要憐憫與慈悲之人存在,祂也不會被稱作慈悲的、憐憫的等等;同樣地,若非一切受造之物都需要那位環抱、掌控它並使其存留於「存在」之中的主,祂也不會被稱作「全能者」
For just as he would not be called physician, were it not for the sake of the sick, nor would he be named merciful and compassionate and such things, were it not on account of one who needs compassion and mercy, so also he would not be Almighty, were it not that all creation needed the one who holds it fast and preserves it in being
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。