📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 問答疑難

問答疑難 第 1 章 第 9/9 段

希臘文原文.25 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1293–1:1317(全章共 1317 節)

← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1293
Υἱὸς γὰρ ἀνθρώπου δι ἡμᾶς γέγονέ τε καὶ ἐχρημάτισεν ὁ ἀληθινὸς λέβης τῆς ἐλπίδος ἡμῶν, τουτέστιν ὁ ῥυπτικὸς καὶ καθαρτικὸς τῶν ἐκ τῆς ἁμαρτίας ἡμετέρων κηλίδων τὲ καὶ μολυσμῶν
因為那真正「我們盼望之鍋」,為了我們的緣故,成了、也被稱為「人子」——亦即那洗淨並潔除我們因罪而生的污點與玷污者。
For, for our sake, the true "pot of our hope" became, and was named, "Son of Man" — that is, the one who washes away and cleanses the stains and defilements that come to us from sin.
1:1294
Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
我要向以東伸出我的鞋;外邦人已臣服於我。
Upon Edom I will stretch out my shoe; to me the foreigners have been subjected.
1:1295
Ἰδουμαία αἱματώδης πηλὸς ἑρμηνεύεται
以東譯為「血污的泥土」。
Edom is interpreted "bloody clay."
1:1296
ἄνευ γὰρ ἀσκήσεως καὶ ἀκριβοῦς ἐγκρατείας τὰ τῆς σαρκὸς πάθη καταπαλαῖσαι τὸν ἀσκητὴν τῆς εὐσεβείας ἀμήχανον
因為若無苦修與嚴謹的節制,敬虔的苦修者便不可能制服肉身之情。
For without ascetic discipline and exact self-control, it is impossible for the ascetic of piety to wrestle down the passions of the flesh.
1:1297
Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
外邦人已臣服於我。
To me the foreigners have been subjected.
1:1298
Ἡνίκα γὰρ διὰ σαρκὸς τοῖς καθ ἡμᾶς ἐπεχωρίασε τόποις ὁ Κύριος, ὑπετάγη τῷ κράτει τῆς ἰσχύος αὐτοῦ οὐ μόνον καταργηθέντα τὰ πνεύματα τῆς πονηρίας, ἀλλὰ καὶ πάντα τὰ ἔθνη, δεξάμενα διὰ τῆς κλήσεως τὸ σωτήριον τοῦ Εὐαγγελίου κήρυγμα, ὑπέκυψεν·
因為當主藉著肉身居於我們所在之地時,不但那已被廢除能力的邪靈臣服於祂大能的權柄之下,就連萬國也都屈服了,因為他們藉著蒙召領受了福音那拯救人的宣講。
For when the Lord, in the flesh, dwelt among our regions, not only the spirits of wickedness, rendered powerless, were made subject to the might of his strength, but also all the nations submitted, having received, through their calling, the saving proclamation of the Gospel.
1:1299
ἐπιβαλών, ὥσπερ ὑπόδημα, τῇ γῇ τῆς σαρκὸς αὐτοῦ τὴν νεκροῦσαν τὸν νόμον τῆς ἁμαρτίας ἐγκράτειαν, δαμάσει οὐ μόνον τὰ ἐμφωλεύοντα αὐτῇ ἀκάθαρτα πάθη, ἀλλὰ καὶ τοὺς ἐνεργοῦντας ταῦτα πονηροὺς καταργήσει δαίμονας
他將那使罪的律死去的節制,如同鞋子一般,投向自己肉身的土地,不但要制伏潛伏其中的污穢之情,也要廢去運行這些情的惡魔的能力。
Casting, like a shoe, upon the earth of his flesh the self-control that puts to death the law of sin, he will tame not only the unclean passions nesting therein, but will also render powerless the evil demons that work them.
1:1300
Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Πόλις ἐστὶ περιοχῆς ἡ ἐκ πολλῶν συνηθροισμένη θείων καὶ μυστικῶν θεωρημάτων σοφία, περιεχομένη ἤγουν περιπεφραγμένη, καθὼς ἕτερος ἔφη τῶν ἐκδοτῶν, τοῖς τῶν ἀρετῶν ὀχυρώμασιν
「誰要引我進入那堅固之城?」堅固之城,就是由眾多神聖而奧秘的默觀所匯聚而成的智慧,如另一位譯者所言,它被德行的堡壘所環繞,亦即被圍護起來。
"Who will lead me into the city of the stronghold?" The city of the stronghold is the wisdom gathered from many divine and mystical contemplations, encompassed — that is, fenced about, as another of the interpreters has said — by the fortifications of the virtues.
1:1301
Ἢ πάλιν πόλις ἐστὶ περιοχῆς ἡ κατάστασις, καθ ἣν ἀνάλωτος καὶ ἀπροσπέλαστος γίνεται τοῖς πολεμίοις διὰ τὴν φρουροῦσαν αὐτὸν τῶν ἁγίων δυνάμεων περιβολὴν ὅ γε ἀληθῶς θεοσεβὴς καὶ φιλόθεος
又或者,堅固之城就是那使真正敬虔愛神之人,因有護衛他的諸聖能力環繞守護,而變得不可被攻陷、不可被敵人接近的境況。
Or again, the city of the stronghold is that condition in which the man who is truly devout and a lover of God becomes unconquerable and inaccessible to his enemies, because of the encompassing guard of the holy powers that protects him.
1:1302
Ἢ πάλιν πόλις ἐστὶ περιοχῆς ἡ λόγῳ καὶ βίῳ τετειχισμένη ( Α_ > ψυχὴ καὶ πάσαις ταῖς τῶν ἀρετῶν πλήθουσα χάρισιν
又或者,堅固之城就是那以言語與生活築起城牆、且滿溢一切德行恩賜的靈魂。
Or again, the city of the stronghold is the soul that has been walled about by word and life, and abounds with all the graces of the virtues.
1:1303
Ἢ πάλιν πόλις ἐστὶ περιοχῆς ἡ τῆς ἀληθοῦς καὶ ἀπταίστου γνώσεως ἕξις ἡ ἐκ πάντων ἠθικῶν τε καὶ φυσικῶν καὶ θεολογικῶν θεωρημάτων περιεχομένη, εἰς ἣν ἀπάγεται πᾶς εὐσεβής, ὑπ ἄλλου μὲν οὐδενός, ὑπὸ μόνου δὲ τοῦ Θεοῦ τοῦ πάντας πρὸς ἑαυτὸν ἕλκοντος δι ἄφατον ἀγαθότητος μέγεθος
又或者,堅固之城就是那由一切倫理、自然與神學的默觀所構成、真實而不失足的知識之定性;每一個敬虔之人都被引至其中——不是被別的什麼引導,而是單單被神引導,祂藉著那不可言喻的浩大美善,將眾人吸引歸向自己。
Or again, the city of the stronghold is the settled state of true and unfaltering knowledge, comprised of all moral, natural, and theological contemplations, into which every devout person is led — by no one else, but by God alone, who draws all to himself through the ineffable greatness of his goodness.
1:1304
Ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Ἰδουμαία, καθὼς ἔδειξε προλαβὼν ὁ λόγος, ἐστὶν ἡ πάντων τῶν ὑπὸ αἴσθησιν κτισμάτων σύστασις, περὶ ἣν ἡ ἐν πνεύματι φυσικὴ θεωρία συνίστασθαι πέφυκεν, καθ ἣν ἐκ καλλονῆς καὶ μεγέθους κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς τῷ εὐσεβῶς ἀναλεγομένῳ τὴν τῶν ὄντων γνῶσιν θεωρεῖται
「或者誰要領我到以東?」以東,正如前文已論述的,乃是一切受感官所及之受造物的構成;圍繞著它,在聖靈裡的自然默觀本性地得以構成;按此默觀,那虔誠地蒐集萬有知識的人,便按比例從受造物的美與宏大,默觀那創造者。
"Or who will lead me as far as Edom?" Edom, as the preceding discourse has shown, is the constitution of all creatures subject to sense-perception, concerning which the natural contemplation in the Spirit is naturally constituted; according to which, proportionately, from the beauty and greatness of creatures, the Creator is contemplated by the one who piously gathers the knowledge of beings.
1:1305
Ἤ τυχὸν ἡ κατ ἀρετὴν πρακτικὴ διὰ σαρκὸς φιλοσοφία, καθ ἣν τοῦ ἁγίου Πνεύματος γίνεται ναὸς τὸ ἡμέτερον σῶμα, τοῖς τῶν ἐντολῶν συνοικοδομούμενον κάλλεσιν, εἰς ἣν ὁ αὐτὸς πάλιν ὁδηγεῖ Κύριος, χαριζόμενος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τῶν ὁρωμένων τὴν ἐπιστήμην, καὶ διδάσκων τῶν μελῶν τῆς γηΐνης ταύτης καὶ ἐπικήρου σαρκὸς τὴν νέκρωσιν
又或者,〔以東〕就是那藉肉身而行、合乎德行的實踐哲學;藉此,我們的身體便成了聖靈的殿,以誡命的美善共同建造起來——同一位主又引領人進入此哲學之中,將可見之物的知識也賜給愛祂的人,並教導人治死這屬地且易朽壞之肉身諸肢體。
Or perhaps Edom is the practical philosophy of virtue lived through the flesh, by which our body becomes a temple of the Holy Spirit, being built up together with the beauties of the commandments — into which the same Lord again leads, granting to those who love him also the knowledge of visible things, and teaching the mortification of the members of this earthly and perishable flesh.
1:1306
Ἢ ἵνα συνελὼν εἴπω, πόλις ἐστὶ περιοχῆς ἡ τῶν νοητῶν γνωστικὴ θεωρία, Ἰδουμαία δὲ ἡ τῶν αἰσθητῶν ἐπιστήμη, εἰς ἃς ἀπάγει τε καὶ ὁδηγεῖ ἡ μόνη τοῦ Θεοῦ καὶ Πατρὸς σοφία, ὁ μονογενὴς Υἱός
又或者,簡而言之,堅固之城就是對理智之事的認知性默觀,而以東就是對感官之事的知識;神暨父那唯一的智慧——獨生子——引導並帶領人進入這兩者。
Or, to put it concisely, the city of the stronghold is the cognitive contemplation of intelligible things, and Edom is the knowledge of sensible things, into which the sole Wisdom of God the Father, the Only-begotten Son, leads and guides.
1:1307
Οὐχὶ σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς; Τουτέστιν ὅτι Σύ, ὁ Θεός, ὁ κατ ἀρχὰς διὰ τὴν ἁμαρτίαν ἀπωσάμενος ἡμᾶς, αὐτὸς διὰ σπλάγχνα ἐλέους σου οἰκτειρήσας, ( Α_ > ἀπάγεις εἰς πόλιν περιοχῆς καὶ ὁδηγεῖς ἕως τῆς Ἰδουμαίας κατὰ τὴν προαποδεδομένην ἐξήγησιν
「神啊,棄絕我們的豈不是你嗎?」意即:神啊,你起初因罪棄絕了我們,而你自己卻因你憐憫的心腸而動了慈悲,照著前面所給出的解釋,引領我們進入堅固之城,並帶領我們直到以東。
"Is it not you, O God, who cast us off?" That is: You, O God, who at the beginning cast us off because of sin — you yourself, having had compassion through the bowels of your mercy, lead us into the city of the stronghold and guide us as far as Edom, according to the interpretation given above.
1:1308
Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν
神啊,你豈不與我們的軍隊一同出征嗎?
And will you not go forth, O God, with our forces?
1:1309
Οὐ γὰρ ἐξελεύσεται ὁ Θεὸς ἐν τῷ ἐφ ἑαυτῷ θαρροῦντι καὶ ἐπὶ τῷ τόξῳ ἐλπίζοντι καὶ τὴν ῥομφαίαν ἐπιγραφομένῳ ἑαυτοῦ σωτήριον, ἀλλ ἐν τοῖς ἐν αὐτῷ τῷ Θεῷ κερατιοῦσι τοὺς ἐχθροὺς καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐξουδενοῦσι τοὺς ἐπανισταμένους αὐτοῖς εἰκότως ὁ Θεὸς ἐξελεύσεται πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον
因為神必不與那倚靠自己、指望自己的弓、又將自己的拯救歸功於刀劍的人同去;卻要與那些靠著神自己以角牴觸仇敵、又靠祂的名使那起來攻擊他們的人歸於無有的人同去——神理當與這些人一同出征,去打那對抗看不見之仇敵的爭戰。
For God will not go forth with the one who trusts in himself, hopes in his bow, and ascribes his salvation to his sword; but with those who, in God himself, gore their enemies with the horn, and in his name bring to nothing those who rise up against them — with these, fittingly, God will go forth to war against the invisible enemies.
1:1310
καὶ ματαία σωτηρία ἀνθρώπου
人的拯救是虛空的。
and the salvation of man is vain.
1:1311
Εὐκτικῶς δέεται τοῦ Θεοῦ καὶ Σωτῆρος ἐκ προσώπου τῆς κοινῆς φύσεως ὁ προφήτης δοθῆναι ἡμῖν βοήθειαν ἐκ τῆς θλίψεως, δηλαδὴ τῆς κατασκεδασθείσης τῆς φύσεως διὰ τὴν ἁμαρτίαν καὶ μέχρι τῶν τοῦ ἅδου πυλῶν αὐτὴν καταπιεσάσης
先知以祈求的方式,代表全人類共同的本性,懇求神暨救主,求祂賜下幫助,救我們脫離患難——亦即那因罪而傾瀉在本性之上、將本性壓迫直到陰間之門的患難。
In the form of a prayer, the prophet, speaking in the person of our common nature, entreats God and Savior that help be given us out of the affliction — namely, the affliction poured out upon nature because of sin, which has pressed it down even to the gates of Hades.
1:1312
Θλίψις γάρ, κατ ἐμὲ φάναι, ἡ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἐστι τυραννὶς καὶ ἐπικράτεια, βοήθεια δὲ ἡ διὰ τῆς χάριτος βεβαία τῆς ἀναστάσεως ἐλπίς, πρὸς ἣν ἀφορῶντες οἱ εὐσεβεῖς τὴν τοῦ θανάτου κατήφειαν ἀλύπως διαφέρουσιν
依我之見,患難就是死亡與朽壞的暴政與轄制;而幫助則是藉恩典而來、確實的復活盼望——敬虔的人仰望這盼望,便能無憂無慮地忍受死亡的陰霾。
For affliction, in my own judgment, is the tyranny and dominion of death and corruption; and the help is the sure hope of the resurrection given through grace — looking toward which, the devout bear the gloom of death without grief.
1:1313
σωτηρία ματαιότης ἐστὶ καὶ παντελὴς ἀνυπαρξία·
〔人的〕拯救乃是虛空,是全然的不存在。
"Salvation" [in this sense] is vanity and complete non-existence.
1:1314
τοῦτο γὰρ δίκαιον νοεῖσθαι τὴν ματαιότητα
因為理當如此理解「虛空」一詞。
For it is right that "vanity" be understood in this sense.
1:1315
Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς
我們要在神裡面顯出能力,祂必使那困擾我們的人歸於無有。
In God we shall achieve strength, and he himself will bring to nothing those who afflict us.
1:1316
Ἐν τῷ Θεῷ ποιοῦσι δύναμιν οἱ μὴ ἐπιγράφοντες ἑαυτοῖς ( Α_ > τῶν ἀρετῶν τὰ κατορθώματα μηδὲ τῇ ἑαυτῶν σοφίᾳ τὴν τῶν θείων μυστηρίων κατάληψιν, ἐν οἷς αὐτὸς ὁ Θεὸς μονώτατος καὶ ὅλως χωρῶν, πᾶσαν ἀρετὴν ἐργάζεται καὶ χαρίζεται γνῶσιν, ἐξουδενῶν πάντας τοὺς ἀντικειμένους τῇ τε ἀρετῇ καὶ τῇ γνώσει πονηροὺς δαίμονας καὶ διὰ κακίας καὶ ἀγνωσίας ἐκθλίβειν ἐπιχειροῦντας τοὺς φοβουμένους αὐτόν
那些不將德行的成就歸功於自己、也不將神聖奧秘的領悟歸功於自己智慧的人,就是「靠神顯出能力」的人;在他們裡面,唯獨神自己完全地充滿其中,成就一切德行,並賜下知識,使一切敵對德行與知識、又企圖藉惡行與無知來壓迫敬畏祂之人的惡魔都歸於無有。
Those "make strength in God" who ascribe to themselves neither the achievements of the virtues nor, by their own wisdom, the comprehension of the divine mysteries — those in whom God himself alone, wholly indwelling, works every virtue and grants knowledge, bringing to nothing all the evil demons who oppose both virtue and knowledge and who, through wickedness and ignorance, attempt to oppress those who fear him.
1:1317
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
願榮耀與權能歸給祂,直到永永遠遠。阿們。
To him be glory and dominion, unto the ages of ages. Amen.
← 上一段
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。